ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΑʹ Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε

Σάββατο 29 Οκτωβρίου 2016

ΜΑʹ Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΜΑʹ Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ ταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν  πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε


αʹ. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν  νομίζωμεν  πρὸς σωτηρίαν,  τὸ  καὶ  ὁπωσοῦν  αὐτὰ  μετιέναι.  Εἰ γὰρ ἐν  τοῖς βιωτικοῖς  οὐδὲν  μέγα ἀπόνασθαι δυνήσεταί  τις, παρέργως  καὶ ὡς  ἔτυχεν  αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν  τοῖς πνευματικοῖς  τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος  ταῦτα  δεῖται  σπουδῆς. ∆ιὰ τοῦτο  καὶ ὁ Χριστὸς παραπέμπων  τοὺς Ἰουδαίους  ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν  ἀνάγνωσιν,  ἀλλ' εἰς ἔρευναν  ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ', Ἐρευνᾶτε  τὰς  Γραφάς.


 Ἐπειδὴ  γὰρ  τὰ  περὶ  αὐτοῦ  λεγόμενα  πολλῆς  ἐδεῖτο  τῆς ἐπιμελείας (συνεσκίαστο γὰρ ἄνω  θεν συμφερόντως τοῖς τότε), διὰ τοῦτο καὶ διασκάπτειν  αὐτοὺς  μετὰ  ἀκριβείας  κελεύει  νῦν,  ἵνα  τὰ  ἐν  τῷ  βάθει  κείμενα δυνηθῶσι εὑρεῖν. Οὐδὲ γὰρ ἐξ ἐπιπολῆς εἴρητο, οὐδὲ ὑπὲρ τὴν ἐπιφάνειαν  ἔῤῥιπτο· ἀλλ' ὥσπερ τις θησαυρὸς ἐν πολλῷ τῷ βάθει κατέκειτο. Ὁ δὲ τὰ κάτω κείμενα ζητῶν ἂν μὴ μετὰ ἀκριβείας ζητῇ καὶ πόνου, οὐδέποτε δυνήσεται εὑρεῖν τὸ ζητούμενον. ∆ιά τοι τοῦτο καὶ εἰπὼν, Ἐρευνᾶτε τὰς Γραφὰς, ἐπήγαγεν· Ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Οὐκ εἶπεν, Ἔχετε· ἀλλὰ, ∆οκεῖτε, δεικνὺς ὅτι οὐδὲν ἐκαρποῦντο μέγα  τι  καὶ  γενναῖον,  ἀπὸ  τῆς  ἀναγνώσεως  σωθήσεσθαι προσδοκῶντες  μόνης, πίστεως ἔρημοι ὄντες. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ θαυμάζετε τὰς Γραφάς; οὐχὶ πάσης ζωῆς νομίζετε αἰτίας εἶναι; Ἀπὸ τούτων καὶ αὐτὸς ἰσχυρίζομαι νῦν. Αὗται γάρ εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε. Εἰκότως τοίνυν ἔλεγεν, ὅτι ∆οκεῖτε, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς πείθεσθαι, ἀλλ' ἐπὶ  τῇ  ψιλῇ  ἀναγνώσει  μόνον  αὐχεῖν.  Εἶτα ἵνα  μὴ ἐκ πολλῆς  κηδεμονίας φιλοδοξίας  λάβῃ  παρ' αὐτοῖς  ὑπόνοιαν,  καὶ διὰ  τὸ βούλεσθαι πιστευθῆναι  παρ' αὐτῶν τὸ ἑαυτοῦ σκοπεῖν νομίζηται (καὶ γὰρ τῆς Ἰωάννου φωνῆς ἀνέμνησε, καὶ τῆς μαρτυρίας τοῦ Θεοῦ, καὶ τῶν  ἔργων  τῶν  αὐτοῦ, καὶ πάντα  ἔλεγεν  ὥστε αὐτοὺς ἐπισπάσασθαι, καὶ ζωὴν ἐπηγγείλατο)· ἐπεὶ οὖν πολλοὺς εἰκὸς ἦν ὑποπτεύειν  ὅτι δόξης ἐρῶν ταῦτα ἔλεγεν, ἄκουσον τί ἐπάγει· ∆όξαν παρὰ ἀνθρώπου οὐ λαμβάνω· τουτέστιν, Οὐ δέομαι. Οὐκ ἔστι, φησὶν, ἡ φύσις ἡ ἐμὴ τοιαύτη, ὥστε δεῖσθαι τῆς παρὰ ἀνθρώπων  δόξης. Εἰ γὰρ ἥλιος  ἀπὸ λυχνιαίου  φωτὸς  οὐκ ἂν  λάβοι προσθήκην· πολλῷ  μᾶλλον  ἐγὼ  τῆς  ἀνθρωπίνης  ἀφέξω  δεηθῆναι  δόξης.  Καὶ τίνος,  φησὶν, ἕνεκεν  ταῦτα  λέγεις,  ἐὰν  οὐ δέῃ; Ἵνα  ὑμεῖς  σωθῆτε. Ἀλλὰ τοῦτο  μὲν  ἀνωτέρῳ εἴρηκεν· ᾐνίξατο δὲ αὐτὸ καὶ ἐνταῦθα, εἰπὼν, Ἵνα ζωὴν ἔχητε. Τίθησι δὲ καὶ ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἀλλ' ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς. Ἐπειδὴ πολλάκις, ὡς δῆθεν τὸν Θεὸν ἀγαπῶντες, ἐδίωκον αὐτὸν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Θεῷ, ᾔδει δὲ ὅτι οὐκ ἔμελλον  αὐτῷ πείθεσθαι· ἵνα μή τις εἴπῃ, Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τοῦτο εἶπεν, Ἵνα ἐλέγξω ὑμᾶς, ὅτι οὐ διὰ ἀγάπην τὴν τοῦ Θεοῦ με, φησὶ, διώκετε. Καὶ γὰρ καὶ αὐτὸς μαρτυρεῖ μοι καὶ διὰ τῶν ἔργων καὶ διὰ τῶν  Γραφῶν. Ὥσπερ οὖν πρὸ τούτου νομίζοντες  ἀντίθεον  εἶναί με ἠλαύνετε· οὕτω νῦν ἐξ οὗ ταῦτα ἀπέδειξα προσδραμεῖν ὑμᾶς ἔδει, εἴ γε ἠγαπᾶτε τὸν Θεόν· ἀλλ' οὐκ ἀγαπᾶτε. ∆ιὰ δὴ τοῦτο καὶ ταῦτα εἶπον, ἵνα δείξω ὑμᾶς περιττὸν ἔχοντας τῦφον, καὶ κομπάζοντας εἰκῆ, καὶ τὴν οἰκείαν βασκανίαν συσκιάζοντας. Οὐκ ἀπὸ τούτων δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μελλόντων  αὐτὰ κατασκευάζει. Ἐγὼ γὰρ ἦλθον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι τὴν κρίσιν, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης; Τίνα δέ φησιν ἥξειν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ; Τὸν ἀντίχριστον ἐνταῦθα αἰνίττεται, καὶ ἀναντίῤῥητον τῆς ἀγνωμοσύνης αὐτῶν τίθησιν ἀπόδειξιν. Εἰ γὰρ ὡς ἀγαπῶντες τὸν Θεόν  με διώκετε, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀντιχρίστου τοῦτο γενέσθαι ἔδει. Ἐκεῖνος γὰρ οὐδὲν τοιοῦτον ἐρεῖ, οὔτε ἀπεστάλθαι παρὰ τοῦ Πατρὸς, οὔτε κατὰ τὴν γνώμην ἥκειν τὴν ἐκείνου· ἀλλὰ τοὐναντίον ἅπαν, τυραννικῶς τὰ μηδὲν αὐτῷ προσήκοντα ἁρπάζων, καὶ τὸν ἐπὶ πάντων θεὸν ἑαυτὸν εἶναι  λέγων,  καθὼς  καὶ  Παῦλός φησιν·  Ἐπὶ πάντα  λεγόμενον  Θεὸν ἢ σέβασμα, ἀποδεικνύντα ἑαυτὸν ὅτι αὐτός ἐστιν ὁ Θεός. Τοῦτο γάρ ἐστιν ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ἐλθεῖν. Ἐγὼ δὲ οὐχ οὕτως, ἀλλ' ἐν τῷ ὀνόματι τοῦ Πατρός μου παραγέγονα. Ἱκανὸν μὲν οὖν ἦν καὶ τοῦτο δεῖξαι αὐτοὺς οὐκ ἀγαπῶντας  τὸν  Θεὸν, ὅτι τὸν  λέγοντα ἀπεστάλθαι παρ' ἐκείνου οὐκ ἐδέχοντο· νῦν δὲ καὶ ἐκ τοῦ ἐναντίου δείκνυσιν αὐτῶν τὴν ἀναισχυντίαν, ἐκ τοῦ τὸν ἀντίχριστον μέλλειν δέχεσθαι. Ὅταν γὰρ τὸν μὲν ἀπ' ἐκείνου λέγοντα ἀπεστάλθαι μὴ δέχωνται, τὸν δὲ μὴ εἰδότα ἐκεῖνον, κομπάζοντα δὲ καὶ λέγοντα  ἑαυτὸν εἶναι τὸν ἐπὶ πάντων  θεὸν μέλλωσι προσκυνεῖν· εὔδηλον ὅτι βασκανίας ἡ δίωξις ἦν, καὶ τοῦ μισεῖν τὸν Θεόν. ∆ιὰ δὴ τοῦτο δύο τίθησιν αἰτίας τῶν εἰρημένων, καὶ πρῶτον μὲν τὴν χρηστοτέραν, λέγων,  Ἵνα σωθῆτε, καὶ, Ἵνα ζωὴν ἔχητε· ἐπειδὴ δὲ ἔμελλον αὐτὸν χλευάζειν, τίθησι καὶ τὴν πληκτικωτέραν,  δεικνὺς ὅτι κἂν μὴ πείθωνται οἱ ἀκούοντες, τὰ αὐτοῦ ὁ Θεὸς πανταχοῦ ποιεῖν εἴωθεν. βʹ. Ὁ μὲν οὖν Παῦλος περὶ τοῦ ἀντιχρίστου διαλεγόμενος, προφητικῶς εἶπεν, ὅτι Πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Ὁ δὲ Χριστὸς οὐκ εἶπεν  ὅτι ἥξει· ἀλλ',  Ἐὰν ἔλθῃ, φειδόμενος τῶν ἀκουόντων. Ἐπειδὴ δὲ οὔπω πᾶσα ἀπηρτισμένη ἦν αὐτῶν ἡ ἀγνωμοσύνη, διὰ τοῦτο αὐτὸς μὲν τὴν αἰτίαν ἐσίγησεν αὐτοῦ τῆς παρουσίας· ὁ δὲ Παῦλος τοῖς δυναμένοις  συνιδεῖν μετὰ ἀκριβείας αὐτὴν ᾐνίξατο. Καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ πᾶσαν ἀπολογίαν  αὐτοῖς ἀφαιρούμενος. Εἶτα καὶ τὴν αἰτίαν  τῆς ἀπιστίας αὐτῶν τίθησιν, ἐπάγων· Πῶς δύνασθε πιστεύειν, δόξαν τὴν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; καὶ ἐντεῦθεν δεικνὺς πάλιν ὅτι οὐ τὰ τοῦ Θεοῦ ἐσκόπουν, ἀλλ' ἐν προσχήματι τοιούτῳ τὸ οἰκεῖον ἐβούλοντο πάθος ἐκδικεῖν. Καὶ γὰρ τοσοῦτον ἀπεῖχον διὰ τὴν αὐτοῦ δόξαν ποιεῖν ταῦτα, ὅτι αὐτοὶ τὴν ἀνθρωπίνην  ᾑροῦντο μᾶλλον ἢ τὴν ἐκείνου. Πῶς οὖν ἔμελλον οὗτοι ὑπὲρ αὐτῆς ἀναδέχεσθαι τοσαύτην ἀπέχθειαν, ἧς οὕτω κατεφρόνουν, ὥστε καὶ ἀνθρωπίνην  αὐτῆς προτιμᾷν; Εἰπὼν δὲ ὅτι τὴν ἀγάπην  τοῦ Θεοῦ οὐκ ἔχουσι, καὶ ἀποδείξας τοῦτο διὰ τούτων ἑκατέρων, διά τε τῶν εἰς αὐτὸν γινομένων, καὶ διὰ τῶν εἰς τὸν ἀντίχριστον ἐσομένων, καὶ διελέγξας σαφῶς ὅτι πάσης εἰσὶν ἀπεστερημένοι συγγνώμης, οὕτως αὐτοῖς ἐφίστησι καὶ τὸν Μωϋσέα κατήγορον ἐπάγων, καὶ λέγων· Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἔγραψεν. Εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύετε; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Πρὸ ἐμοῦ ἐκεῖνός ἐστιν ὁ ὑβρισμένος ἐν τοῖς εἰς ἐμέ. Μωϋσεῖ γὰρ μᾶλλον ἠπιστήσατε ἢ ἐμοί. Ὅρα πῶς πανταχόθεν  πάσης αὐτοὺς ἐξέβαλεν ἀπολογίας. Θεὸν ἐλέγετε ἀγαπᾷν ἐν τῷ διώκειν με, φησίν· ἔδειξα ὅτι  μισοῦντες  αὐτὸν  τοῦτο   ποιεῖτε.  Λέγετε λύειν  με  τὸ  σάββατον,  καὶ παραλύειν  τὸν  νόμον·  ἀπεδυσάμην  καὶ  ταύτην  τὴν  κατηγορίαν.  ∆ιισχυρίζεσθε Μωϋσεῖ πιστεύειν δι' ὧν κατ' ἐμοῦ τολμᾶτε· δείκνυμι πάλιν ὅτι τοῦτο μὲν οὖν ἐστι μάλιστα μὴ πιστεύειν τῷ Μωϋσεῖ. Τοσούτῳ γὰρ δέω ἐξ ἐναντίας ἥκειν τῷ νόμῳ, ὅτι οὐδὲ ἔστιν ἄλλος τις ὁ κατηγορήσων ὑμῶν, ἀλλ' ἢ αὐτὸς ὁ τὸν νόμον ὑμῖν δεδωκώς. Ὥσπερ οὖν περὶ τῶν Γραφῶν ἔλεγεν· Ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· οὕτω καὶ περὶ Μωϋσέως φησὶν, Εἰς ὃν ὑμεῖς ἠλπίκατε, ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος πανταχοῦ. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι κατηγορήσει Μωϋσῆς, καὶ οὐ κομπάζεις; τί γὰρ σοὶ καὶ Μωϋσεῖ κοινόν; Τὸ σάββατον ἔλυσας, ὅπερ ἐκεῖνος ἐνομοθέτησε κρατεῖν· πῶς οὖν ἡμῶν ἐκεῖνος κατηγορήσειε; Πόθεν δὲ δῆλον ὅτι καὶ εἰς ἄλλον πιστεύσομεν τὸν ἰδίῳ ὀνόματι ἥξοντα; Ταῦτα γὰρ πάντα ἀμάρτυρα λέγεις. Καὶ μὴν ἅπαντα ταῦτα ἄνωθεν ἔχει τὴν κατασκευήν. Ὅταν γὰρ ὁμολογηθῇ, ὅτι παρὰ τοῦ Θεοῦ ἦλθον ἀπὸ τῶν ἔργων, ἀπὸ τῆς φωνῆς  Ἰωάννου, ἀπὸ τῆς μαρτυρίας τοῦ Πατρὸς, εὔδηλον ὅτι Μωϋσῆς αὐτῶν κατηγορήσει. Τί γὰρ ἐκεῖνος εἶπεν; ἆρ' οὐχ ὅτι ἐὰν ἔλθῃ τις σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ τὰ μέλλοντα  προλέγων  μετὰ ἀληθείας, μετὰ πάσης ὑπακούειν  αὐτῷ  χρὴ  τῆς  πειθοῦς; Ὁ τοίνυν  Χριστὸς μὴ οὐ πάντα  ταῦτα πεποίηκε; Καὶ γὰρ σημεῖα εἰργάσατο μετὰ ἀληθείας ἁπάσης, καὶ πρὸς Θεὸν ἅπαντας εἷλκε,  καὶ  ταῖς  προῤῥήσεσι τὸ  τέλος  ἐπήγαγεν.  Ἀλλὰ  πόθεν  δῆλον  ὅτι  ἑτέρῳ πιστεύσουσιν; Ἐκ τοῦ τὸν Χριστὸν μισεῖν. Οἱ γὰρ τὸν μετὰ τῆς τοῦ Θεοῦ γνώμης ἥκοντα ἀποστρεφόμενοι, εὔδηλον ὅτι καὶ τὸν ἀντίθεον δέξονται Εἰ δὲ Μωϋσέα νῦν προβάλλεται, καίτοι εἰπὼν,  Ἐγὼ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὑ λαμβάνω, μὴ θαυμάσῃς· οὐδὲ γὰρ εἰς Μωϋσέα, ἀλλ' εἰς τὰ τοῦ Θεοῦ γράμματα αὐτοὺς παραπέμπει. Πλὴν  ἀλλ'  ἐπειδὴ  αἱ  Γραφαὶ  ἔλαττον  αὐτοὺς  ἐφόβουν,  εἰς  τὸ  πρόσωπον  αὐτὸ περιάγει  τὸν  λόγον,  τὸν  νομοθέτην  αὐτὸν  αὐτοῖς  ἐφιστὰς  κατήγορον,  καὶ πολὺ φρικωδέστερον  οὕτω  τὸ  δέος  ποιῶν,  καὶ  ἕκαστον  τῶν  παρ'  αὐτῶν  λεγομένων ἐλέγχει. Σκόπει δέ· Ἔλεγον διὰ τὴν εἰς τὸν Θεὸν ἀγάπην διώκειν αὐτόν· δείκνυσιν ὅτι διὰ τὸ μισεῖν τὸν Θεὸν τοῦτο ποιοῦσιν. Ἔλεγον ἀντέχεσθαι Μωϋσέως· δείκνυσιν ὅτι διὰ τὸ μὴ πιστεύειν Μωϋσεῖ ταῦτα ἔπραττον. Εἰ γὰρ τὸν νόμον ἐζήλουν, ἔδει δέξασθαι τὸν  ἐκεῖνον  πληροῦντα·  εἰ τὸν  Θεὸν ἠγάπων,  ἔδει  πεισθῆναι  τῷ  πρὸς ἐκεῖνον ἕλκοντι· εἰ Μωϋσεῖ ἐπίστευον, ἔδει προσκυνῆσαι τὸν ὑπ' ἐκείνου προφητευόμενον. Εἰ δὲ ἐκεῖνος ἀπιστεῖται πρὸ ἐμοῦ, οὐδὲν ἀπεικὸς καὶ ἐμὲ τὸν ὑπ' αὐτοῦ κηρυττόμενον ἐλαύνεσθαι παρ' ὑμῶν. Ὥσπερ οὖν καὶ θαυμάζοντας Ἰωάννην ἔδειξε καταφρονοῦντας Ἰωάννου διὰ τῶν εἰς αὐτὸν γεγενημένων· οὕτω νομίζοντας πιστεύειν Μωϋσεῖ δείκνυσιν ἀπιστοῦντας, καὶ ἀεὶ εἰς τὴν κεφαλὴν αὐτῶν περιτρέπει πάντα,  ἅπερ ἐνόμιζον  ὑπὲρ ἑαυτῶν  προβάλλεσθαι.  Τοσοῦτον γὰρ ἀπέχω,  φησὶν, ἀπαγαγεῖν  ὑμᾶς τοῦ νόμου, ὅτι καὶ αὐτὸν καλῶ κατήγορον ὑμῶν τὸν νομοθέτην. Ὅτι μὲν οὖν αἱ Γραφαὶ μαρτυροῦσιν, εἶπε· ποῦ δὲ μαρτυροῦσιν, οὐκέτι προσέθηκε, τὸν φόβον μείζονα αὐτοῖς ἐνθεῖναι βουλόμενος, καὶ εἰς ἔρευναν παραπέμψαι, καὶ εἰς ἀνάγκην  καταστῆσαι ἐρωτήσεως.  Εἰ μὲν  γὰρ  εἶπεν  ἐκ τοῦ  προχείρου,  καὶ  μηδὲ ἐρωτῶσιν αὐτοῖς, ἀπέβαλον ἂν τὴν μαρτυρίαν· νυνὶ δὲ εἰ προσεῖχον τοῖς λεγομένοις, ἔδει πρὸ τῶν ἄλλων τοῦτο ἐρωτῆσαι καὶ μαθεῖν παρ' αὐτοῦ.  ∆ιὰ γὰρ τοῦτο καὶ ἐν ταῖς ἀποφάσεσι, καὶ ἐν ταῖς ἀπειλαῖς πλεονάζει μᾶλλον, οὐκ ἐν ταῖς ἀποδείξεσι μόνον, ἵνα κἂν οὕτως αὐτοὺς ἐπαγάγηται τῷ φόβῳ τῶν λεγομένων. Οἱ δὲ καὶ οὕτω σιγῶσι. Τοιοῦτον γὰρ ἡ πονηρία· ὅσα ἄν τις λέγῃ καὶ ποιῇ, οὐ διανίσταται,  ἀλλὰ μένει  τὸν  οἰκεῖον  ἰὸν  διατηροῦσα.

 γʹ. ∆ιὸ  χρὴ  πᾶσαν  κακίαν  ἀπὸ  τῆς  ψυχῆς ἐκβαλόντας,  μηδένα  πλέκειν  μηδέποτε  δόλον.  Πρὸς γὰρ  τοὺς  σκολιοὺς  σκολιὰς ὁδοὺς ὁ Θεὸς, φησὶν, ἀποστέλλει. Καὶ, Ἅγιον  πνεῦμα σοφίας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων. Οὐδὲν γὰρ οὕτω ποιεῖ μωροὺς, ὡς πονηρία. Ὅταν γὰρ ὕπουλος ᾖ τις, ὅταν ἀγνώμων, ὅταν ἀχάριστος (ταῦτα δὲ τῆς πονηρίας τὰ εἴδη), ὅταν μηδὲν ἠδικημένος λυπῇ, ὅταν πλέκῃ δόλους, πῶς οὐκ ἐσχάτης ἀνοίας ἐξοίσει δεῖγμα; Οὐδὲν οὕτω ποιεῖ φρονίμους,  ὡς ἀρετή. Καὶ γὰρ εὐχαρίστους καὶ εὐγνώμονας ἐργάζεται, φιλανθρώπους, ἡμέρους, πράους, ἐπιεικεῖς· τὰ ἄλλα ἅπαντα ἀγαθὰ  αὕτη τίκτειν  εἴωθε.  Τί δὲ τοῦ οὕτω  διακειμένου  συνετώτερον;  Πηγὴ γὰρ ὄντως καὶ ῥίζα φρονήσεώς ἐστιν ἡ ἀρετὴ, ὥσπερ οὖν καὶ πᾶσα πονηρία ἐξ ἀνοίας ἔχει τὴν ἀρχήν. Καὶ γὰρ ὁ ἀλαζὼν  καὶ ὁ ὀργίλος ἐξ ἐνδείας φρονήσεως ὑπὸ τῶν παθῶν ἁλίσκεται. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές  μου ἀπὸ προσώπου τῆς  ἀφροσύνης μου· δεικνὺς  ὅτι πᾶσα ἁμαρτία τὴν  ἀρχὴν  ἐξ ἀφροσύνης  ἔχει· ὥσπερ ὁ ἐνάρετος  καὶ φόβον ἔχων Θεοῦ, πάντων ἐστὶ συνετώτερος. ∆ιὸ καὶ σοφός τις λέγει, Ἀρχὴ σοφίας, φόβος Κυρίου. Εἰ τοίνυν τὸ φοβεῖσθαι τὸν Θεὸν, σοφίαν ἐστὶν ἔχειν, ὁ δὲ πονηρὸς τοῦτο οὐκ ἔχει, τῆς ὄντως σοφίας ἐστέρηται· τῆς δὲ σοφίας ἐστερημένος τῆς ὄντως, πάντων  ἐστὶν  ἀνοητότερος.  Καίτοι γε  πολλοὶ  τοὺς  πονηροὺς  θαυμάζουσιν,  ὡς ἱκανοὺς ὄντας ἀδικεῖν καὶ βλάπτειν, οὐκ εἰδότες ὅτι μάλιστα πάντων αὐτοὺς ταλανίζειν  χρὴ, ὅτι νομίζοντες  ἑτέρους βλάπτειν,  καθ' ἑαυτῶν  τὸ ξίφος ὠθοῦσιν· ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης, ἑαυτὸν πλήττοντα, μηδὲ αὐτὸ τοῦτο εἰδέναι, ἀλλ' ἕτερον δοκεῖν ἀδικεῖν, ἐν τῷ κατασφάττειν ἑαυτόν. ∆ιὰ τοῦτο καὶ Παῦλος εἰδὼς, ὅτι ἐν τῷ πλήττειν  ἑτέρους ἑαυτοὺς ἀναιροῦμεν, ἔλεγε· ∆ιατί μὴ μᾶλλον ἀδικεῖσθε; διατί μὴ μᾶλλον ἀποστερεῖσθε; Τὸ γὰρ μὴ ἀδικεῖσθαι ἐν τῷ μὴ ἀδικεῖν κεῖται· ὥσπερ οὖν τὸ μὴ πάσχειν κακῶς ἐν τῷ μὴ ποιεῖν κακῶς· κἂν αἴνιγμα εἶναι δοκῇ τὸ λεγόμενον τοῖς πολλοῖς  καὶ φιλοσοφεῖν  οὐκ ἐθέλουσι. Ταῦτ'  οὖν εἰδότες, μὴ τοὺς ἀδικουμένους μηδὲ   τοὺς   ἐπηρεαζομένους,   ἀλλὰ   τοὺς   ταῦτα   ποιοῦντας   ταλανίζωμεν    καὶ δακρύωμεν. Οὗτοι γάρ εἰσιν οἱ μάλιστα ἠδικημένοι, οἱ τὸν Θεὸν ἑαυτοῖς ἐκπολεμοῦντες, καὶ μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ πονηρὰν κτώμενοι κατὰ τὸν παρόντα βίον ὑποψίαν, καὶ μεγάλην τὸν κατὰ τὸν μέλλοντα αἰῶνα ἐπισπώμενοι κόλασιν· ὡς οἵ γε ἀδικούμενοι καὶ πάντα φέροντες γενναίως,  τόν τε Θεὸν ἔχουσιν ἵλεων, καὶ πάντας συναλγοῦντας αὐτοῖς, καὶ ἐπαινοῦντας, καὶ ἀποδεχομένους. Οἱ τοιοῦτοι καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαύσονται τῆς εὐφημίας, φιλοσοφίας μέγιστον παρεχόμενοι δεῖγμα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῶν  αἰωνίων  μεθέξουσιν ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




 ΜΒ’ Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θα λάσσης τῆς Γαλιλαίας εἰς τὰ μέρη Τιβεριάδος· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.  Ἀπῆλθε δὲ εἰς ὄρος ὁ Ἰησοῦς, καὶ ἐκεῖ ἐκά θητο μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἦν δὲ ἐγγὺς  τὸ πάσχα τῶν  Ἰουδαίων. 


αʹ. Τοῖς δεινοῖς  ἀνδράσι μὴ ὁμόσε χωρῶμεν,  ἀγαπητοί·  ἀλλὰ  μανθάνωμεν,  ὅταν  μηδὲν  παραβλάπτῃ  τὴν  ἡμετέραν ἀρετὴν, διδόναι  τόπον  αὐτῶν  ταῖς πονηραῖς ἐπιβουλαῖς.  Οὕτω γὰρ παύεται πᾶσα θρασύτης. Καὶ καθάπερ τὰ ἀκόντια ὅταν εἰς ἐντεταμένον ἐμπέσῃ τι καὶ σκληρὸν καὶ ἀντιτυπὲς,  μετὰ πολλῆς  τῆς  ῥύμης ἐξακοντίζεται  ἐπὶ  τοὺς ἀποστείλαντας  πάλιν· ὅταν δὲ τὸ ῥαγδαῖον τῆς ἀφέσεως μὴ ἔχῃ τὸ ἀντιπίπτον,  ἐκλύεται ταχέως καὶ λήγει· οὕτω  καὶ  ἐπὶ  τῶν  θρασυνομένων  ἀνθρώπων,  ὅταν  μὲν  αὐτοῖς  ὁμόσε χωρῶμεν, ἀγριαίνουσι μᾶλλον· ὅταν δὲ εἴκωμεν  καὶ παραχωρῶμεν, χαλῶμεν  ῥᾳδίως πᾶσαν αὐτῶν  τὴν  μανίαν.  ∆ιὰ δὲ τοῦτο καὶ ὁ Χριστὸς ἐπειδὴ ἤκουσεν, ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης, ἦλθεν εἰς τὴν Γαλιλαίαν, τὸν φθόνον  αὐτῶν  σβεννὺς, καὶ τὸν θυμὸν, ὃν εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν λόγων, διὰ τῆς ἀναχωρήσεως καταπραΰνων. Πλὴν εἰς τὴν Γαλιλαίαν πάλιν ἀπερχόμενος, οὐ τοῖς αὐτοῖς ἐπιβαίνει τόποις· οὐ γὰρ εἰς Κανᾶ ἦλθεν, ἀλλὰ πέραν τῆς θαλάσσης. ∆ιὸ καὶ ἠκολούθουν αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει. Ποῖα σημεῖα; διατί  μὴ αὐτὰ λέγει  κατ' εἶδος; Ὅτι τὸ πλέον  τοῦ βιβλίου οὗτος μάλιστα ὁ εὐαγγελιστὴς ἐν τοῖς λόγοις καὶ ταῖς δημηγορίαις καταναλῶσαι ἐσπούδασεν. Ὅρα γοῦν πῶς ἐν ἐνιαυτῷ ὁλοκλήρῳ, μᾶλλον δὲ πῶς καὶ νῦν ἐν τῇ ἑορτῇ τοῦ πάσχα οὐδὲν πλέον ἡμᾶς ἐδίδαξε σημείων ἕνεκεν, ἢ ὅτι τὸν παράλυτον μόνον ἐθεράπευσε, καὶ τὸν υἱὸν τοῦ βασιλικοῦ. Οὐ γὰρ τοῦτο ἐσπούδαζεν ὥστε ἅπαντα καταλέγειν,  ἐπειδὴ μηδὲ δυνατὸν  ἦν· ἀλλ' ἐκ πολλῶν  καὶ μεγάλων ὀλίγα. Καὶ ἠκολούθει, φησὶν, αὐτῷ ὄχλος πολὺς, ὅτι ἑώρων τὰ σημεῖα ἃ ἐποίει. Οὐ σφόδρα βεβαίας διανοίας ἡ ἀκολούθησις. Τοσαύτης γὰρ διδασκαλίας ἀπολαύσαντες, ἀπὸ τῶν σημείων ἐνήγοντο μᾶλλον· ὃ παχυτέρας γνώμης ἦν. Τὰ γὰρ σημεῖα, φησὶ, τοῖς ἀπίστοις, οὐ τοῖς πιστεύουσιν. Ἀλλ' οὐκ ἐκεῖνος ὁ δῆμος ὁ παρὰ τῷ Ματθαίῳ οὕτως,  ἀλλ' ἄκουε πῶς.  Ἐξεπλήσσοντο πάντες  ἐπὶ  τῇ  διδαχῇ  αὐτοῦ,  φησὶν,  ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων. Τί δήποτε δὲ τὸ ὄρος καταλαμβάνει νῦν, καὶ ἐκεῖ κάθηται μετὰ τῶν μαθητῶν; ∆ιὰ τὸ μέλλον ἔσεσθαι σημεῖον. Τὸ δὲ τοὺς μαθητὰς ἀναβῆναι μόνους, κατηγορία τοῦ πλήθους ἦν οὐκ ἀκολουθήσαντος αὐτῷ. Οὐ τούτου δὲ ἕνεκεν μόνον τοῦτο ποιεῖ, τὸ ὄρος καταλαμβάνων, ἀλλὰ καὶ παιδεύων ἡμᾶς ἀεὶ διαναπαύεσθαι ἀπὸ τῶν  θορύβων καὶ τῆς ἐν μέσῳ ταραχῆς· ἐπιτήδειον  γὰρ πρὸς φιλοσοφίαν ἐρημία. Πολλάκις δὲ καὶ μόνος αὐτὸς τὸ ὄρος καταλαμβάνει, καὶ διανυκτερεύει καὶ εὔχεται, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι  δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ἐπιζητεῖν. Καὶ ἦν ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν  Ἰουδαίων.  Πῶς οὖν οὐκ ἀναβαίνει  εἰς τὴν ἑορτὴν, φησὶν,  ἀλλὰ  πάντων  ἐπειγομένων  εἰς  τὰ  Ἱεροσόλυμα, αὐτὸς  εἰς  τὴν  Γαλιλαίαν ἔρχεται, καὶ . οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τοὺς μαθητὰς ἄγων, καὶ ἐκεῖθεν εἰς Καπερναούμ;  Ἠρέμα λοιπὸν  ὑπεξέλυε  τὸν  νόμον,  ἀφορμὴν  λαμβάνων  ἀπὸ  τῆς Ἰουδαϊκῆς πονηρίας. Καὶ ἀναβλέψας  τοῖς ὀφθαλμοῖς,  ὁρᾷ ὄχλον  πολύν. Ἐνταῦθα δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ' ἴσως ἀκριβολογούμενός  τι  πρὸς  αὐτοὺς  καὶ  διδάσκων,  καὶ  ἐπιστρέφων  αὐτοὺς  πρὸς ἑαυτὸν, οὗ μάλιστα καὶ ἐντεῦθεν τὴν κηδεμονίαν ἔστι μαθεῖν, καὶ τὸ ταπεινὸν  καὶ συγκαταβατικὸν  τὸ πρὸς ἐκείνους.  Συνεκάθηντο  γὰρ αὐτῷ  τάχα  πρὸς ἀλλήλους ὁρῶντες. Εἶτα ἀναβλέψας  ὁρᾷ τὸν ὄχλον  παραγινόμενον  πρὸς αὐτόν. Οἱ μὲν οὖν ἄλλοι εὐαγγελισταὶ τοὺς μαθητάς φασι προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολῦσαι αὐτοὺς νήστεις· οὗτος δὲ εἰσάγει τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. Καί μοι δοκεῖ ἀμφότερα εἶναι ἀληθῆ, οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα δὲ ὅμως καιρῶν, ἀλλ' ἐκεῖνα τούτων εἶναι πρεσβύτερα· ὥστε ἕτερα μὲν ἐκεῖνα λοιπὸν, ἕτερα δὲ ταῦτά  ἐστι. Τίνος οὖν  ἕνεκεν  τὸν  Φίλιππον  ἐρωτᾷ; Ἤδει τῶν  μαθητῶν  τοὺς μάλιστα πλείονος  δεομένους διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα  λέγων·∆εῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. ∆ιὰ τοῦτο ἄνωθεν αὐτὸν ἐῤῥύθμιζεν. Εἰ μὲν γὰρ ἁπλῶς τὸ σημεῖον ἐγένετο, οὐκ ἂν τοσοῦτον ἐφάνη τὸ θαῦμα· νῦν δὲ πρότερον αὐτὸν ἀναγκάζει ὁμολογῆσαι τὴν οὖσαν σπάνιν, ἵνα γνοὺς ἐν τίσιν ἦν, ἀκριβέστερον οὕτω μάθῃ τοῦ μέλλοντος γίνεσθαι θαύματος τὸ μέγεθος. Καὶ ὅρα τί φησιν ἐκεῖνος· Πόθεν ἡμῖν ἄρτοι τοσοῦτοι, ἵνα φάγωσιν  οὗτοι; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πρὸς τὸνΜωϋσέα ἔλεγεν. Οὐ γὰρ πρότερον τὸ σημεῖον ἐποίησεν, ἕως ἂν αὐτὸν ἠρώτησε, Τί ποτέ ἐστιν ἐν τῇ χειρί σου; Ἐπειδὴ γὰρ τὰ παράδοξα καὶ ἀθρόον συμβαίνοντα, τῶν προτέρων  ἡμᾶς εἰς λήθην  ἐμβαλεῖν  εἴωθε, πρότερον αὐτὸν  ἐν  τῇ τοῦ παρόντος κατέδησεν     ὁμολογίᾳ,    ἵνα    τῆς    ἐκπλήξεως    γενομένης,    τὴν    μνήμην    τῶν ὁμολογηθέντων  μὴ δυνηθῇ λοιπὸν ἐκβαλεῖν· εἶθ' οὕτως ἀπὸ τῆς συγκρίσεως μάθῃ καὶ τοῦ σημείου τὸ μέγεθος· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Καὶ ἐρωτηθεὶς ἀποκρίνεται λέγων· ∆ιακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν, ἵνα ἕκαστος βραχύ τι λάβῃ. Τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Τί ἐστι, Πειράζων αὐτόν; ἆρα γὰρ ἠγνόει τὸ μέλλον ὑπ' αὐτοῦ ῥηθήσεσθαι; Οὐκ ἔστι τοῦτο εἰπεῖν.

βʹ. Ἀλλὰ τίς ποτε τῆς λέξεως ἡ διάνοια; Ἀπὸ τῆς Παλαιᾶς δυνατὸν αὐτὴν καταμαθεῖν. Καὶ γὰρ καὶ ἐκεῖ φησιν· Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπείραζεν ὁ Θεὸς Ἀβραὰμ, καὶ εἶπεν, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Οὐδὲ γὰρ ἐκεῖ τοῦτο   λέγων   φαίνεται,   ὅτι   ἀπὸ   τῆς   πείρας   ἀνέμενεν   ἰδεῖν   τὸ   τέλος,   εἴτε ὑπακούσεται, εἴτε  μή· (πῶς  γὰρ  ὁ τὰ  πάντα  εἰδὼς  πρὶν  γενέσεως  αὐτῶν;)  ἀλλ'ἀνθρωπίνως  ἀμφότερα εἴρηται. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ἐρευνᾷ τὰς καρδίας τῶν ἀνθρώπων,  οὐκ ἀγνοίας τὴν ἔρευναν δείκνυσιν, ἀλλ' ἀκριβοῦς εἰδήσεως· οὕτω δὴ καὶ ὅταν λέγῃ ὅτι Ἐπείρασεν, οὐδὲν ἄλλο φησὶν, ἀλλ' ἢ ὅτι ἠπίστατο ἀκριβῶς. Κἂν ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι δοκιμώτερον αὐτὸν εἰργάζετο, ὥσπερ οὖν τὸν Ἀβραὰμ τότε, οὕτω  καὶ τοῦτον  διὰ τῆς  τοιαύτης  ἐρωτήσεως  ἐνάγων  νῦν  . εἰς τὴν ἀκριβῆ τοῦ σημείου γνῶσιν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας, ὑποπτεύσῃς τι ἄτοπον περὶ τῶν εἰρημένων,  ἐπήγαγεν· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν. Πλὴν ἐκεῖνο παρατηρεῖν ἀναγκαῖον, πῶς, ὅταν ᾖ ὑπόνοια πονηρὰ,  εὐθὺς  αὐτὴν  ὁ  εὐαγγελιστὴς  μετὰ  πολλῆς  ἐπιδιορθοῦται  τῆς  σπουδῆς.Ὥσπερ οὖν ἐνταῦθα, ἵνα μή τι τοιοῦτον ὑποπτεύσωσιν οἱ ἀκούοντες, προσέθηκε τὴν ἐπιδιόρθωσιν,  εἰπών· Αὐτὸς γὰρ ᾔδει τί ἔμελλε  ποιεῖν· οὕτω καὶ ἐκεῖ λέγων,  ὅτι ἐδίωκον  αὐτὸν οἱ Ἰουδαῖοι, Οὐ μόνον ὅτι ἔλυε τὸ σάββατον, ἀλλ' ὅτι καὶ Πατέρα ἴδιον  ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν  τῷ Θεῷ· εἰ μὴ ἀπόφασις ἦν αὐτοῦ τοῦ Χριστοῦ διὰ  τῶν  ἔργων  βεβαιουμένη,  προσέθηκεν  ἂν  κἀκεῖ  τὴν  ἐπιδιόρθωσιν ταύτην.  Εἰ γὰρ ἐν οἷς αὐτὸς λέγει,  ὑφορᾶται  ὁ εὐαγγελιστὴς,  μή τις  ὑποπτεύσῃ· πολλῷ   μᾶλλον   ἐν  οἷς  ἕτεροι  περὶ  αὐτοῦ  τοῦτο  ἔλεγον,  ὑπείδετο  ἂν,  εἰ  μὴ προσήκουσαν ἑώρα περὶ αὐτοῦ κρατοῦσαν ὑπόνοιαν. Ἀλλ' οὐκ ἐποίησεν· ᾔδει γὰρ αὐτοῦ τὴν γνώμην οὖσαν τοῦτο καὶ ψῆφον ἀκίνητον. ∆ιὰ τοῦτο εἰπὼν, Ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, οὐκ ἐχρήσατο ἐπιδιορθώσει τινὶ τοιαύτῃ· οὐ γὰρ ἐκείνων ἦν ὑπόνοια διεφθαρμένη τὸ λεγόμενον, ἀλλ' ἀπόφασις αὐτοῦ κεκυρωμένη διὰ τῶν ἔργων. Ἐρωτηθέντος  τοίνυν  τοῦ Φιλίππου, Φησὶν Ἀνδρέας ὁ ἀδελφὸς  Σίμωνος  Πέτρου· Ἔστιν ὧδε παιδάριον ἔχον πέντε ἄρτους κριθίνους, καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Ὑψηλότερος μὲν τοῦ Φιλίππου ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασε. Οἶμαι δὲ μηδὲ ἁπλῶς τοῦτο εἰπεῖν, ἀλλ' ἀκηκοότα αὐτὸν τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς Ἑλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον. ∆ιὰ δὴ τοῦτο ἀνέβη μὲν ἐπί τι ὕψος, οὐκ ἴσχυσε δὲ πρὸς αὐτὴν φθάσαι τὴν κορυφήν. Μάθωμεν ἐντεῦθεν οἱ τῇ τρυφῇ προσέχοντες, τίνα ἐσιτοῦντο οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι καὶ μεγάλοι, καὶ  τῇ  ποσότητι  τῶν  ἐπιφερομένων   καὶ  τῇ  ποιότητι  τὴν  εὐτέλειαν  αὐτῶν  τῆς τραπέζης ἴδωμέν τε καὶ μιμησώμεθα. Τὰ γοῦν ἑξῆς τούτων πολλῆς ἀσθενείας. Μετὰ γὰρ τὸ εἰπεῖν,  Ἔχει πέντε  ἄρτους κριθίνους,  ἐπήγαγεν· Ἀλλὰ ταῦτα  τί ἐστιν εἰς τοσούτους; Ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόνων ἐλάττονα, ἀπὸ δὲ πλειόνων πλείονα ἔμελλε ποιεῖν ὁ θαυματουργῶν· ὅπερ οὐκ ἦν. Ὁμοίως γὰρ ἦν αὐτῷ εὔκολον ἀπό τε πλειόνων,  ἀπό τε ἐλαττόνων  ποιῆσαι πηγάσαι τῶν ἄρτων τὴν φύσιν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης· ἀλλ' ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν εἶναι τῆς αὐτοῦ σοφίας, ὡς οἱ μετὰ ταῦτα διαβάλλοντες οἱ τὰ Μαρκίωνος νοσήσαντες ἔλεγον, αὐτῇ τῇ  κτίσει  κέχρηται  πρὸς  τὴν  ὑπόθεσιν  τῶν  θαυμάτων.   Ἐπεὶ  οὖν  ἀπέγνωσαν ἀμφότεροι  οἱ μαθηταὶ, τότε θαυματουργεῖ  λοιπόν· οὕτω  γὰρ μᾶλλον  ἐκέρδαναν, πρότερον ὁμολογήσαντες τοῦ πράγματος τὴν δυσκολίαν, ἵνα ὅταν γένηται, μάθωσι τοῦ  Θεοῦ τὴν  δύναμιν.  Ἐπειδὴ  γὰρ  γίνεσθαι  σημεῖον  ἔμελλε  τὸ  καὶ  προφήταις κατορθωθὲν, εἰ καὶ μὴ ὁμοίως· ἔμελλε δὲ καὶ εὐχαριστήσας αὐτὸ πρότερον ποιεῖν· ἵνα μὴ εἰς ἀσθενῆ τινα  καταπέσωσιν ὑπόνοιαν,  ὅρα πῶς αὐτὸ καὶ τῷ τρόπῳ διὰ πάντων ἐπῆρε καὶ τὴν διαφορὰν ἔδειξεν. Οὔπω γὰρ τῶν ἄρτων φανέντων,  τὸ θαῦμα ποιεῖ, ἵνα μάθῃς ὅτι τὰ μὴ ὄντα ὡς ὄντα αὐτῷ ὑφέστηκε, καθάπερ ὁ Παῦλός φησιν· Ὁ καλῶν  τὰ μὴ ὄντα ὡς ὄντα. Ὡς ἑτοίμου γὰρ καὶ παρεσκευασμένης τῆς τραπέζης, ἐκέλευσεν αὐτοὺς . εὐθέως ἀναπεσεῖν. Οὕτω καὶ διὰ τούτου τὴν διάνοιαν τῶν μαθητῶν ἀνέστησεν. Ὅτι δὲ καὶ ἐκέρδαναν ἀπὸ τῆς ἐρωτήσεως, εὐθέως ὑπήκουσαν, καὶ οὐκ ἐθορυβήθησαν, οὐδὲ εἶπον· τί ποτε τοῦτό ἐστι; πῶς κελεύεις  ἀναπεσεῖν, οὐδενὸς ἐν τῷ μέσῳ φαινομένου; Οὕτω καὶ πρὸ τῆς ὄψεως τοῦ σημείου πιστεύειν ἤρξαντο οἱ παρὰ τὴν ἀρχὴν τοσοῦτον ἀπιστήσαντες ὡς εἰπεῖν, Πόθεν ἀγοράσομεν ἄρτους; ὅτι καὶ μετὰ προθυμίας ἀνέκλιναν  τοὺς ὄχλους. Ἀλλὰ τί δήποτε τὸν παραλυτικὸν  μέλλων  ἀνορθοῦν  οὐκ εὔχεται, οὐδὲ τὸν νεκρὸν ἐγείρων,  οὐδὲ τὴν θάλατταν χαλινῶν· ἐνταῦθα δὲ ἐπὶ τῶν ἄρτων τοῦτο ποιεῖ; ∆εικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχαριστεῖν δεῖ τῷ Θεῷ. Καὶ ἄλλως δὲ, ἐπὶ τῶν ἐλαττόνων αὐτὸ μάλιστα ἐργάζεται, ἵνα μάθῃς ὅτι οὐ δεόμενος αὐτὸ ποιεῖ. Εἰ γὰρ δεόμενος, πολλῷ μᾶλλον ἐπὶ τῶν  μειζόνων  ἂν αὐτὸ ἐποίησεν. Ὁ δὲ ἐκεῖνα αὐθεντίᾳ  ποιήσας, εὔδηλον  ὅτι καὶ ταῦτα  συγκαταβατικῶς  ἔπραττεν.

 γʹ. Ἔτι τε καὶ ὅτι ὄχλος  πολὺς  ἦν  παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην  Θεοῦ παρεγένετο. ∆ιὰ τοῦτο ὅταν μὲν μόνος ποιῇ τι σημεῖον, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δὲ ἐπὶ πολλῶν αὐτὸ ποιῇ, ὥστε πιστεῦσαι αὐτοὺς ὅτι οὐκ ἀντίθεός τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεννηκότι, διὰ τῆς   εὐχαριστίας   ἀναιρεῖ   τὴν   ὑποψίαν.   Καὶ  ἔδωκε   τοῖς   ἀνακειμένοις,   καὶ ἐνεπλήσθησαν. Εἶδες πόσον δούλου  καὶ δεσπότου τὸ μέσον; Ἐκεῖνοι μὲν  γὰρ ἐκ μέτρου ἔχοντες τὴν χάριν, οὕτως ἐθαυματούργουν· ὁ δὲ Θεὸς ἀπολελυμένῃ δυνάμει ποιῶν,  μετὰ  πολλῆς  ἅπαντα  εἰργάζετο  τῆς  περιουσίας. Καὶ εἶπε  τοῖς  μαθηταῖς· Συναγάγετε  τὰ περισσεύσαντα κλάσματα. Οἱ δὲ συνήγαγον,  καὶ ἐγέμισαν δώδεκα κοφίνους. Οὐκ ἐπίδειξις ἦν τοῦτο περιττὴ, ἀλλ' ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα· διὰ δὴ τοῦτο καὶ ἐξ ὑποκειμένης ὕλης δημιουργεῖ. Τίνος δὲ ἕνεκεν οὐ τοῖς ὄχλοις  ἔδωκεν  βαστάσαι, ἀλλὰ  τοῖς  μαθηταῖς;  Ὅτι  μάλιστα  τούτους  παιδεῦσαι ἠβούλετο τοὺς μέλλοντας  εἶναι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν   μέγα   ἔμελλε   καρπώσασθαι   ἐκ   τῶν   θαυμάτων    τέως·   εὐθέως   γοῦν ἐπελανθάνοντο  αὐτοὶ, καὶ ᾔτουν ἕτερον θαῦμα· οὗτοι δὲ οὐ τὰ τυχόντα κερδαίνειν ἔμελλον. Ἦν δὲ καὶ τῷ Ἰούδᾳ κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον.  Ὅτι δὲ τῆς αὐτῶν  παιδεύσεως ἕνεκεν  ταῦτα ἐγένετο, ἐκ τοῦ εἰρημένου ὕστερον δῆλον,  οὗπερ ἀνέμνησεν  αὐτοὺς  λέγων·  Οὔπω νοεῖτε  πόσους κοφίνους ἐλάβετε; Καὶ τὸ ἰσαρίθμους εἶναι τοῖς μαθηταῖς τοὺς κοφίνους τῶν λειψάνων,  τῆς αὐτῆς ἕνεκεν αἰτίας γέγονεν. Ὕστερον δὲ ἐπειδὴ ἐπαιδεύθησαν, οὐκ ἔτι τοσούτους, ἀλλὰ σπυρίδας ἑπτά. Ἐγὼ δὲ οὐ τὸ πλῆθος θαυμάζω τῶν γεγονότων  ἄρτων μόνον, ἀλλὰ μὴν μετὰ τοῦ πλήθους καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύματος, ὅτι οὔτε πλεῖον οὔτε ἔλαττον ἐποίησε περισσευθῆναι, ἀλλὰ τοσοῦτον ὅσον ἐβούλετο, προειδὼς πόσα ἀναλώσουσιν·  ὅπερ  ἀφάτου  δυνάμεως  ἦν.  Ἐπιστοῦτο μὲν  οὖν  τὰ  κλάσματα  τὸ γεγονὸς, ἀμφότερα ἐμφαίνοντα, καὶ ὅτι οὐ φαντασία τις ἦν τὰ γεγενημένα, καὶ ὅτι ἐξ ἐκείνων  ἦν ὧν ἐτράφησαν. Τὸ δὲ τῶν ἰχθύων,  τότε μὲν ὑποκειμένων  ἐγένετο· ὕστερον δὲ μετὰ τὴν ἀνάστασιν, οὐκ ἔτι ἐξ ὕλης ὑποκειμένης. Τίνος ἕνεκεν; Ἵνα μάθῃς ὅτι καὶ νῦν τῇ ὕλῃ ἐκέχρητο, οὐ δι' ἔνδειαν, οὐδὲ δεόμενος ὑποβάθρας, ἀλλ' ὥστε τὰ τῶν  αἱρετικῶν  ἐμφράξαι στόματα. Οἱ δὲ ὄχλοι  ἔλεγον,  ὅτι Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. Ὢ γαστρι . μαργίας ὑπερβολή· μυρία τούτων εἰργάσατο θαυμαστότερα, καὶ οὐδαμοῦ τοῦτο ὡμολόγησαν, ἀλλ' ὅτε ἐνεπλήσθησαν. Ἄρα ἐκ τούτου δῆλον, ὅτι προφήτην τινὰ προσεδόκων ἐξαίρετον. Καὶ γὰρ ἐκεῖνοι ἔλεγον· Σὺ εἶ  ὁ προφήτης;  καὶ  οὗτοι·  Οὗτός ἐστιν  ὁ προφήτης.  Ὁ γοῦν  Ἰησοῦς, γνοὺς  ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος. Βαβαὶ πόση τῆς γαστριμαργίας ἡ τυραννίς! πόση τῆς γνώμης ἡ εὐκολία! οὐκ ἔτι αὐτοῖς τῆς τοῦ σαββάτου παραβάσεως μέλει· οὐκ ἔτι ζηλοῦσιν ὑπὲρ Θεοῦ, ἀλλὰ  πάντα  ἔῤῥιπτο,  τῆς  γαστρὸς αὐτοῖς  ἐμπλησθείσης. Καὶ προφήτης  ἦν  παρ' αὐτοῖς, καὶ βασιλέα χειροτονεῖν ἔμελλον· ὁ δὲ Χριστὸς φεύγει. Τί δήποτε; Παιδεύων ἡμᾶς τῶν κοσμικῶν καταφρονεῖν  ἀξιωμάτων,  καὶ δεικνὺς ὅτι οὐδενὸς δεῖται τῶν ἐπὶ γῆς. Ὁ γὰρ πάντα εὐτελῆ ἐπιλεξάμενος, καὶ μητέρα, καὶ οἰκίαν, καὶ πόλιν, καὶ ἀνατροφὴν, καὶ ἱματίων στολὴν, οὐκ ἔμελλεν ὕστερον ἀπὸ τῶν ἐν τῇ γῇ φαίνεσθαι. Τὰ μὲν γὰρ ἀπὸ τῶν οὐρανῶν, λαμπρά τε ἦν καὶ μεγάλα, ἄγγελοί τε καὶ ἀστὴρ, καὶ Πατὴρ βοῶν, καὶ Πνεῦμα μαρτυροῦν, καὶ προφῆται πόῤῥωθεν ἀνακηρύττοντες· τὰ δὲ ἐν τῇ γῇ πάντα εὐτελῆ, ἵνα καὶ οὕτω μειζόνως ἡ δύναμις φαίνηται.  Ἦλθε δὲ καὶ παιδεύων  ἡμᾶς καταφρονεῖν  τῶν ἐνταῦθα, καὶ μηδαμοῦ τεθηπέναι  μηδὲ ἐκπλήττεσθαι  τὰ  τοῦ  βίου  λαμπρὰ, ἀλλὰ  καταγελᾷν  ἁπάντων  τούτων,  καὶ  τῶν μελλόντων  ἐρᾷν. Ὁ γὰρ τὰ ἐνταῦθα θαυμάζων, οὐ θαυμάσεται τὰ ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο καὶ τῷ Πιλάτῳ ἔλεγεν· Ἡ ἐμὴ βασιλεία οὐκ ἔστιν ἐντεῦθεν· ἵνα μὴ δόξῃ λοιπὸν  ἀνθρωπίνῳ  φόβῳ καὶ δυναστείᾳ πρὸς τὸ πείθειν  ἀποκεχρῆσθαι. Πῶς οὖν εἶπεν  ὁ προφήτης·  Ἰδοὺ  ὁ βασιλεύς σου ἔρχεταί  σοι πραῢς, καὶ ἐπιβεβηκὼς  ἐπὶ ὑποζύγιον; Ὅτι βασιλείαν ἐκείνην λέγει, τὴν ἐν τοῖς οὐρανοῖς, ἀλλ' οὐχὶ ταύτην. ∆ιὰ δὴ τοῦτο πάλιν  ἔλεγε· ∆όξαν παρὰ ἀνθρώπου  οὐ λαμβάνω.

 δʹ. Μάθωμεν τοίνυν,ἀγαπητοὶ, τῆς τιμῆς τῆς παρὰ ἀνθρώποις καταφρονεῖν καὶ μὴ ἐφίεσθαι. Τετιμήμεθα γὰρ  τιμὴν  μεγίστην,  καὶ  πρὸς  ἣν  αὕτη  παραβαλλομένη,  ὕβρις  καὶ  γέλως  καὶ κωμῳδία ὄντως ἐστίν· ὥσπερ οὖν καὶ ὁ πλοῦτος οὗτος πρὸς ἐκεῖνον πενία, καὶ ἡ ζωὴ αὕτη  χωρὶς  ἐκείνης  νέκρωσις  (Ἄφες,  φησὶ,  τοὺς  νεκροὺς  θάψαι  τοὺς  ἑαυτῶν νεκρούς)· οὕτω καὶ ἡ δόξα αὕτη πρὸς ἐκείνην  αἰσχύνη καὶ γέλως ἐστί. Μὴ τοίνυν αὐτὴν διώκωμεν. Εἰ γὰρ οἱ παρέχοντες αὐτὴν σκιᾶς καὶ ὀνείρων εἰσὶν εὐτελέστεροι, πολλῷ  μᾶλλον αὐτὴ ἡ δόξα· ∆όξα γὰρ ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δὲ ἄνθους χόρτου  εὐτελέστερον  γένοιτ'  ἄν; Εἰ δὲ καὶ μόνιμος  ἦν, τί  τὴν  ψυχὴν  ὠφελῆσαι ἴσχυσεν ἄν; Οὐδέν· ἀλλὰ καὶ καταβλάπτει  τὰ μέγιστα, δούλους ποιοῦσα, δούλους ἀργυρωνήτων  χείρους, δούλους οὐχ ἑνὶ δεσπότῃ μόνον, ἀλλὰ καὶ δυσὶ καὶ τρισὶ καὶ μυρίοις  διάφορα  ἐπιτάττουσιν  ὑπακούοντας.  Πόσῳ βέλτιον  ἐλεύθερον  εἶναι,  ἢ δοῦλον, ἐλεύθερον μὲν τῆς τῶν ἀνθρώπων δουλείας, δοῦλον δὲ τῆς τοῦ Θεοῦ δεσποτείας; Ὅλως δὲ εἰ βούλει δόξης ἐρᾷν, ἔρα δόξης, ἀλλὰ τῆς ἀθανάτου. Καὶ γὰρ λαμπρότερον αὐτῆς τὸ θέατρον, καὶ μεῖζον τὸ κέρδος. Οὗτοι μὲν γάρ σε κελεύουσι δαπανώμενον  ἀρέσκειν αὐτοῖς· ὁ δὲ Χριστὸς τοὐναντίον  ἅπαν. Καὶ γὰρ ἑκατονταπλασίονά  σοι δίδωσι τῶν διδομένων  . παρὰ σοῦ, καὶ ζωὴν αἰώνιον τούτοις προστίθησι. Τί τοίνυν βέλτιον, ἐν τῇ γῇ, ἢ ἐν τοῖς οὐρανοῖς, ὑπὸ ἀνθρώπων,ἢ ὑπὸ Θεοῦ θαυμάζεσθαι; ἐπὶ ζημίᾳ, ἢ ἐπὶ κέρδει; στεφανοῦσθαι πρὸς μίαν ἡμέραν, ἢ πρὸς ἀπείρους αἰῶνας; ∆ὸς τῷ δεομένῳ, καὶ μὴ δῷς τῷ ὀρχουμένῳ, ἵνα μὴ μετὰ τῶν σῶν χρημάτων καὶ τὴν ψυχὴν ἀπολέσῃς τὴν ἐκείνου. Σὺ γὰρ αἴτιος εἶ τῆς ἀπωλείας τῆς ἐκείνου διὰ τῆς ἀκαίρου φιλοτιμίας. Εἰ γὰρ οἱ ἐπὶ τῆς ὀρχήστρας ᾔδεσαν ὅτι τὸ ἐπιτήδευμα αὐτοῖς ἀκερδὲς ἔμελλεν  ἔσεσθαι, πάλαι ἂν ἐπαύσαντο ταῦτα ἐπιτηδεύοντες· ὅταν δέ σε κροτοῦντα, συντρέχοντα, ἀναλίσκοντα, ἅπαντα τὰ σαυτοῦ δαπανῶντα θεάσωνται, κἂν μὴ βούλωνται τοῦτο μετιέναι, τῇ τοῦ κέρδους ἐπιθυμίᾳ κατέχονται.  Εἰ δὲ  ἔγνωσαν,  ὅτι  οὐδεὶς  ἂν  ἐπαινέσειε  τὰ  ἐκείνων,  ταχέως  ἂν ἀπέστησαν τῶν  πόνων  διὰ τὸ ἀκερδές· ὅταν  δὲ ἴδωσι τὸ πρᾶγμα  παρὰ πολλῶν θαυμαζόμενον, γίνεται δέλεαρ αὐτοῖς ὁ τῶν ἄλλων ἔπαινος. Ἀποστῶμεν τοίνυν τῆς ἀκερδοῦς δαπάνης· μάθωμεν ἐπὶ τίσιν ἀναλίσκειν καὶ πότε χρή. Μὴ δὴ ἀμφοτέρωθεν παροξύνωμεν τὸν Θεὸν, καὶ συνάγοντες ὅθεν οὐ χρὴ, καὶ σκορπίζοντες εἰς ἅπερ οὐ δεῖ. Πόσης γὰρ οὐκ ἂν  ἄξιον  εἴη ὀργῆς, ὅταν  τῇ πόρνῃ  διδῷς,  παρατρέχων  τὸν πένητα; Εἰ γὰρ καὶ ἐκ δικαίων πόνων παρεῖχες, οὐχὶ ἔγκλημα ἦν τὸ πρᾶγμα, μισθὸν κακίας παρέχειν,  καὶ ὑπὲρ ὧν  κολάζειν  ἐχρῆν, ὑπὲρ τούτων  τιμᾷν; Ὅταν δὲ καὶ ὀρφανοὺς  ἀποδύων,  καὶ χήρας ἀδικῶν,  τρέφῃς  ἀσέλγειαν, ἐννόησον  ἡλίκον  τοῖς ταῦτα τολμῶσιν ἔσται τὸ πῦρ. Ἄκουσον τί φησιν ὁ Παῦλος· Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τάχα σφοδρῶς ὑμῶν καθηψάμεθα, ἀλλὰ κἂν ἡμεῖς μὴ καθαψώμεθα, αἱ διὰ τῶν  πραγμάτων  μένουσι τιμωρίαι  τοὺς ἀδιόρθωτα ἁμαρτάνοντας. Τί οὖν ὄφελος ἐν τοῖς λόγοις χαρίζεσθαι τοῖς διὰ τῶν ἔργων κολάζεσθαι μέλλουσι; Συνευδοκεῖς τῷ ὀρχουμένῳ, ἐπαινεῖς καὶ θαυμάζεις; Οὐκοῦν ἐκείνου γέγονας χείρων. Τῷ μὲν γὰρ ἡ πενία συγγνώμην δίδωσιν, εἰ καὶ λόγον οὐκ ἔχουσαν· σὺ δὲ καὶ ταύτης ἀπεστέρησαι τῆς ἀπολογίας. Κἀκεῖνον μὲν ἐὰν ἔρωμαι, τί δήποτε τὰς ἄλλας τέχνας ἀφεὶς, ἐπὶ ταύτην ἦλθες τὴν ἐναγῆ καὶ μιαράν; ἐρεῖ, ὅτι ἔξεστιν ὀλίγα πονοῦντα, πολλὰ καρποῦσθαι. Σὲ δὲ ἐὰν ἔρωμαι, τί δήποτε θαυμάζεις τὸν  ἐν  ἀσελγείᾳ βιοῦντα  καὶ ἐπὶ λύμῃ  ζῶντα  πολλῶν;  οὐκ ἔχεις  ἐπὶ τὴν  αὐτὴν πρόφασιν καταφεύγειν, ἀλλὰ ἀνάγκη κάτω κύπτειν, καὶ αἰσχύνεσθαι καὶ ἐρυθριᾷν. Εἰ δὲ παρ' ἡμῶν εὐθύνας ἀπαιτούμενος οὐδὲν ἂν σχοίης εἰπεῖν, ὅταν τὸ φοβερὸν ἐκεῖνο καὶ ἀπαραίτητον παραγένηται δικαστήριον, ἔνθα τῶν νοημάτων, καὶ πραγμάτων,  καὶ πάντων  τίνομεν  εὐθύνας, πῶς στησόμεθα; ποίοις ὀφθαλμοῖς  τὸν κριτὴν ὀψόμεθα; τί ἐροῦμεν; τί ἀπολογησόμεθα; ποίαν εὔλογον, ποίαν ἄλογον προβαλούμεθα πρόφασιν; τὴν  τῆς δαπάνης; τὴν  τῆς τέρψεως; ἢ τὴν  τῆς ἑτέρων ἀπωλείας,  οὓς διὰ τῆς ἐκείνου  τέχνης  ἀπόλλυμεν;  Οὐκ ἔστιν οὐδὲν  εἰπεῖν,  ἀλλ' ἀνάγκη κολάζεσθαι κόλασιν τέλος οὐκ ἔχουσαν, πέρας οὐκ ἐπισταμένην. Ὅπερ ἵνα μὴ   γένηται,   ἐντεῦθεν   ἤδη   πάντα   φυλαξώμεθα,   ἵνα   μετὰ   χρηστῆς   ἐλπίδος ἀπελθόντες,  τύχωμεν  τῶν  αἰωνίων  ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΜΓʹ. Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐ τοῦ εἰς τὴν θάλασσαν. Καὶ ἀναβάντες εἰς τὸ πλοῖον, ἤρχοντο εἰς τὸ πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. Καὶ σκοτία ἤδη ἐγένετο, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς. Ἥ τε θάλασσα, ἀνέμου μεγάλου πνέοντος, διηγείρετο.


αʹ. Οὐχὶ παρὼν τοῖς μαθηταῖς ὁ Χριστὸς σωματικῶς μόνον, ἀλλὰ καὶ μακρὰν γενόμενος  τὸ συμφέρον οἰκονομεῖ. Καὶ γὰρ εὔπορος ὢν  καὶ εὐμήχανος,  διὰ τῶν ἐναντίων  πραγμάτων ἓν καὶ τὸ αὐτὸ κατασκευάζει. Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ.
Ἀφίησι   τοὺς   μαθητὰς,   καὶ   ἀνέρχεται   εἰς   τὸ   ὄρος.  Οἱ  δὲ   τοῦ   διδασκάλου ἀπολειφθέντες,  ὡς ὀψία ἐγένετο, κατέβησαν εἰς τὴν θάλασσαν· καὶ μέχρι μὲν τῆς ἑσπέρας περιέμενον αὐτὸν, ἥξειν προσδοκῶντες πρὸς αὐτούς. Γενομένης δὲ ἑσπέρας, οὐκ ἔτι ἀνέχονται  μὴ ἐπιζήτησιν  αὐτοῦ ἐλθεῖν·  τοσοῦτος αὐτοὺς κατεῖχεν  ἔρως. Οὐδὲ γὰρ  εἶπον·  Ἑσπέρα νῦν  ἐστι,  καὶ  νὺξ  κατέλαβε,  ποῦ  νῦν  ἀπελευσόμεθα; ἐπικίνδυνος ὁ τόπος, ἐπισφαλὴς ὁ καιρός· ἀλλ' ὑπὸ τοῦ πόθου πυρούμενοι, ἐνέβησαν εἰς τὸ πλοῖον.  Οὐ γὰρ ἁπλῶς  ὁ εὐαγγελιστὴς  καὶ τὸν καιρὸν ἐπισημαίνεται, ἀλλ' ὥστε διὰ τούτου τὴν  θερμὴν αὐτῶν  ἀγάπην  ἐμφῆναι.  Τίνος οὖν ἕνεκεν  ἀφίησιν αὐτοὺς  καὶ  ἀναχωρεῖ;  μᾶλλον  δὲ,  τίνος  ἕνεκεν  φαίνεται  πάλιν  μόνος  ἐπὶ  τῆς θαλάσσης βαδίζων; Ἐκείνῳ μὲν διδάσκων αὐτοὺς πόσον ἐστὶν ἡ ἀπόλειψις, καὶ τὸν πόθον ἐργαζόμενος μείζονα· τούτῳ  δὲ πάλιν  τὴν ἑαυτοῦ δύναμιν  ἐνδεικνύμενος. Ὥσπερ γὰρ ἐν τῇ διδασκαλίᾳ οὐ μετὰ τοῦ ὄχλου πάντα ἤκουον, οὕτω καὶ ἐπὶ τῶν σημείων οὐ μετὰ τοῦ πλήθους πάντα ἑώρων. Ἐχρῆν γὰρ αὐτοὺς μέλλοντας ἐγχειρίζεσθαι τῆς οἰκουμένης τὴν προστασίαν, ἔχειν τι τῶν λοιπῶν πλέον. Καὶ ποῖα σημεῖα καθ' ἑαυτοὺς εἶδον; φησί. Τὴν μεταμόρφωσιν τὴν ἐπὶ τοῦ ὄρους, τοῦτο τὸ ἐπὶ τῆς θαλάσσης, τὰ μετὰ τὴν ἀνάστασιν πολλὰ καὶ μεγάλα ὄντα. Ἐγὼ δὲ καὶ ἕτερα στοχάζομαι ἀπὸ τούτων.  Ἤρχοντο δὲ εἰς Καπερναοὺμ, τὸ μὲν σαφὲς οὐκ εἰδότες, ἐκεῖ δὲ προσδοκῶντες, εὑρήσειν αὐτὸν, ἢ καὶ κατὰ μέσον τὸν πλοῦν. Τοῦτο γοῦν ὁ Ἰωάννης  ᾐνίξατο εἰπὼν, ὅτι σκοτία ἤδη ἐγεγόνει, καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, ἥ τε θάλασσα μεγάλου ἀνέμου πνέοντος διηγείρετο. Τί οὖν ἐκεῖνοι; Ταράσσονται· πολλὰ δὲ ἦν τὰ τοῦτο ποιεῖν αὐτοὺς ἀναγκάζοντα, καὶ πολλαχόθεν· καὶ γὰρ καὶ ἀπὸ τοῦ καιροῦ· σκοτία γὰρ ἦν· καὶ ἀπὸ τοῦ χειμῶνος· ἡ γὰρ θάλασσα διηγείρετο· καὶ ἀπὸ τοῦ τόπου· οὐ γὰρ ἦσαν ἐγγὺς τῆς γῆς, ἀλλ' Ἐληλακότες ὡς σταδίους εἰκοσιπέντε· καὶ ἀπὸ τοῦ παραδόξου τὸ τελευταῖον· Θεωροῦσι γὰρ αὐτὸν ἐπὶ  τῆς  θαλάσσης περιπατοῦντα·  οἷς καὶ ταραχθεῖσι σφόδρα λέγει·  Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τίνος οὖν ἕνεκεν ἐφάνη; ∆εικνὺς ὅτι αὐτός ἐστιν ὁ τὸν χειμῶνα λύσων. Τοῦτο γὰρ ἐνέφηνεν ὁ εὐαγγελιστὴς εἰπὼν, ὅτι Ἤθελον λαβεῖν αὐτόν· καὶ εὐθέως τὸ πλοῖον ἐγγὺς τῆς γῆς ἐγένετο. Οὐ γὰρ μόνον ἀσφαλῆ, ἀλλὰ καὶ ἐξ οὐρίων αὐτοῖς παρέσχε  τὸν   πλοῦν.   Τῷ  ὄχλῳ   δὲ  οὐκ  ἐπέδειξεν   ἑαυτὸν   ἐπὶ   τῆς   θαλάσσης περιπατοῦντα· μεῖζον γὰρ ἢ κατὰ τὴν ἐκείνων ἀσθένειαν τὸ σημεῖον ἦν. Ἀλλ' οὐδὲ τοῖς μαθηταῖς ὤφθη . ἐπὶ πολὺ τοῦτο ποιῶν, ἀλλὰ ἅμα τε ὤφθη, καὶ ἀπέστη ἀπ' αὐτῶν.  Ἐμοὶ δὲ καὶ τοῦτο δοκεῖ τὸ σημεῖον ἕτερον εἶναι  τοῦ παρὰ τῷ Ματθαίῳ κειμένου Καὶ ὅτι ἕτερον, πολλαχόθεν  δῆλον. Πολλάκις γὰρ τὰ αὐτὰ ποιεῖ σημεῖα, ὥστε παρασκευάσαι μὴ μόνον  σφόδρα ξενίζεσθαι  τοὺς  ὁρῶντας,  ἀλλὰ  καὶ  μετὰ πολλῆς αὐτὰ δέχεσθαι πίστεως. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Μετὰ τοῦ ῥήματος καὶ τὴν δειλίαν  ἐξέβαλεν ἀπὸ τῆς ἐκείνων  ψυχῆς. Ἀλλαχοῦ δὲ οὐχ οὕτω ποιεῖ. ∆ιὰ τοῦτο γοῦν καὶ ὁ Πέτρος ἔλεγε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν. Πόθεν οὖν τότε μὲν οὐκ εὐθέως  τοῦτο ἐδέξαντο, νῦν  δὲ ἐπείσθησαν; Ὅτι τότε μὲν ἔτι ὁ χειμὼν ἐπέμενε σαλεύων τὸ πλοῖον· νῦν δὲ μετὰ τῆς φωνῆς ἡ γαλήνη παρεγένετο· ἢ εἰ μὴ τοῦτο, τὸ πρότερον ἐκεῖνό ἐστιν ὅπερ ἔφθην  εἰπὼν,  ὅτι πολλάκις  τὰ αὐτὰ ποιῶν σημεῖα, εὐπαράδεκτα τῷ χρόνῳ τὰ δεύτερα ἀπὸ τῶν προτέρων εἰργάζετο. Τίνος δὲ ἕνεκεν οὐκ ἀνέβη εἰς τὸ πλοῖον; Τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος, καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον, καὶ δεῖξαι ὅτι τότε εὐχαριστήσας, οὐχὶ δεόμενος  βοηθείας τοῦτο ἐποίησεν, ἀλλ' ἐκείνοις  συγκαταβαίνων.  Καὶ εἴασε μὲν γενέσθαι τὸν χειμῶνα, ἵνα ἀεὶ αὐτὸν ἐπιζητῶσιν· ἔπαυσε δὲ πάλιν εὐθέως, ἵνα τὴν δύναμιν αὐτοῦ γνωρίσῃ· οὐκ ἐνέβη δὲ εἰς τὸ πλοῖον, ἵνα τὸ θαῦμα μεῖζον ἐργάσηται. Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς ἰδὼν ὅτι ἄλλο πλοιάριον οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν εἰς ὃ ἀνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι ὁ Ἰησοῦς οὐ συνεισῆλθεν· ἐνέβησαν καὶ αὐτοὶ εἰς ἕτερα πλοιάρια,  ἐλθόντα  ἀπὸ Τιβεριάδος. Καὶ τίνος  ἕνεκεν  ἀκριβολογεῖται  ὁ Ἰωάννης; διατί γὰρ οὐκ εἶπεν, ὅτι Οἱ δὲ ὄχλοι τῇ ἑξῆς περάσαντες ἀπῆλθον; Ἕτερόν τι ἡμᾶς βούλεται διδάξαι. Ποῖον τοῦτο; Ὅτι καὶ τοῖς ὄχλοις, εἰ καὶ μὴ οὕτω φανερῶς, ἔδωκε γοῦν ὅμως λανθανόντως  ὑπονοῆσαι τὸ γεγενημένον.  Εἶδον γὰρ, φησὶν, ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ, εἰ μὴ ἓν, καὶ ὅτι Ἰησοῦς οὐ συνεισῆλθε, καὶ ἐμβάντες εἰς τὰ ἐκ Τιβεριάδος πλοιάρια, Ἦλθον ζητοῦντες τὸν Ἰησοῦν εἰς Καπερναούμ. Τί γὰρ ἦν ἕτερον ὑποπτεῦσαι, ἀλλ' ἢ ὅτι τὴν  θάλασσαν πεζεύων  παρεγένετο; Οὐδὲ γὰρ ἔνι εἰπεῖν, ὅτι ἑτέρῳ πλοίῳ διέβη. Ἓν γὰρ ἦν, φησὶν, εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ. Ἀλλ' ὅμως μετὰ θαῦμα τηλικοῦτον ἐλθόντες, οὐκ ἠρώτησαν αὐτὸν πῶς διέβη, πῶς παρεγένετο, οὐδὲ ἐζήτησαν τὸ τοσοῦτον σημεῖον μαθεῖν· ἀλλὰ τί φασι; Ῥαββὶ, πότε ὧδε γέγονας; Πλὴν εἰ μὴ τὸ Πότε τις ἐνταῦθα λέγοι ἀντὶ τοῦ Πῶς εἰρῆσθαι παρ' αὐτῶν. 

βʹ. Ἄξιον  δὲ καὶ ἐντεῦθεν  συνιδεῖν  τὴν  εὔκολον  αὐτῶν  γνώμην,  Οἱ γὰρ λέγοντες, Οὗτός ἐστιν ὁ προφήτης, οἱ σπουδάζοντες ἁρπάσαι καὶ ποιῆσαι βασιλέα, εὑρόντες αὐτὸν, οὐδὲν τοιοῦτον βουλεύονται, ἀλλὰ τὸ θαῦμα ἐκβαλόντες, ὡς ἔγωγε οἶμαι, οὐκ ἔτι λοιπὸν  ὑπὲρ τῶν  προτέρων θαυμάζουσι. ∆ιὰ τοῦτο ἄρα ἐπεζήτουν, βουλόμενοι πάλιν τραπέζης ἀπολαύειν, . οἵας καὶ πρότερον. ∆ιέβησαν μὲν οὖν τὴν  ἐρυθρὰν θάλασσαν καὶ Ἰουδαῖοι, Μωϋσέως ἡγουμένου, ἀλλὰ  πολὺ τὸ μέσον ἐνταῦθα.  Ὁ μὲν  γὰρ εὐχόμενος  καὶ ὡς  δοῦλος  πάντα  εἰργάζετο· οὗτος  δὲ, μετὰ ἐξουσίας ἁπάσης. Κἀκεῖ μὲν, νότου τότε πνέοντος,  εἶξε τὸ ὕδωρ, ὥστε ἐπὶ ξηρᾶς ποιῆσαι παρελθεῖν·  ἐνταῦθα  δὲ  τὸ  θαῦμα  μεῖζον  ἐγίνετο.  Μένουσα γὰρ  ἐπὶ  τῆς οἰκείας φύσεως ἡ θάλασσα, οὕτως ἔφερε τὸν ∆εσπότην ἐπὶ τῶν νώτων, μαρτυροῦσα ἐκείνῃ τῇ ῥήσει τῇ λεγούσῃ· Ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. Εἰκότως δὲ μέλλων  εἰς Καπερναοὺμ ἐμβαλεῖν τὴν σκληρὰν καὶ ἀπειθῆ, τὸ σημεῖον τῶν ἄρτων εἰργάσατο· οὐ  μόνον  τοῖς  ἐν  αὐτῇ  γινομένοις,  ἀλλὰ  καὶ  τοῖς  ἔξω  τῆς  πόλεως θαυματουργουμένοις,  μαλάξαι  βουλόμενος  τῶν  ἐν  αὐτῇ  τὴν  ἀπείθειαν.  Τὸ γὰρ ὄχλους  παραγενέσθαι  τοσούτους  εἰς  τὴν  πόλιν   ἐκείνην,   πολλὴν   τεθειμένους σπουδὴν, ποῖον  οὐκ ἦν ἱκανὸν  μαλάξαι λίθον;  Ἀλλ' οὐκ ἐκεῖνοι  τοιοῦτον  οὐδὲν ἔπαθον, ἀλλὰ πάλιν  τροφῆς ἐπεθύμουν σωματικῆς· διὸ καὶ ὀνειδίζονται  παρὰ τοῦ Ἰησοῦ. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν αἰσθητῶν μὲν ἕνεκεν, πολλῷ δὲ μᾶλλον τῶν πνευματικῶν. Οὕτω γὰρ καὶ αὐτὸς βούλεται, καὶ διὰ ταῦτα  καὶ  ἐκεῖνα  δίδωσι,  τοὺς  ἀτελεστέρους  ἐνάγων  τούτοις  καὶ  προπαιδεύων, ἐπειδὴ πρὸς τὸν κόσμον ἔτι κεχήνασιν. Ἀλλ' ὅταν αὐτὰ λαβόντες, ἐν αὐτοῖς ἐναπομείνωσιν, ἐγκαλοῦνται καὶ ἐπιτιμῶνται. Ἐπεὶ καὶ ἐπὶ τοῦ παραλυτικοῦ πρῶτον ἐκεῖνο  ἐβούλετο  δοῦναι,  ἀλλ'  οὐκ  ἠνείχοντο   οἱ  παρόντες.  Εἰπόντος  γὰρ,  ὅτι Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἔλεγον· Οὗτος βλασφημεῖ. Μὴ δὴ, παρακαλῶ, τοιοῦτον πάθωμέν   τι  ἡμεῖς,  ἀλλ'  ἐκείνων   ἡμῖν   πλείων   ἔστω  λόγος.  ∆ιατί;  Ὅτι  τῶν πνευματικῶν  παρόντων,  οὐδεμία ἀπὸ τῆς τῶν σαρκικῶν ἀπουσίας γίνεται  βλάβη· ἐκείνων δὲ οὐκ ὄντων, τίς ἔσται ἡμῖν λοιπὸν ἐλπίς; τίς δὲ παραμυθία; ∆ιὸ χρὴ περὶ τούτων ἀεὶ τὸν Θεὸν παρακαλεῖν, καὶ ταῦτα αἰτεῖν. Τοιαῦτα γὰρ καὶ ὁ Χριστὸς ἡμᾶς εὔχεσθαι ἐδίδαξεν. Κἂν ἀναπτύξωμεν τὴν εὐχὴν ἐκείνην, οὐδὲν εὑρήσομεν ἐν αὐτῇ σαρ . κικὸν,  ἀλλὰ  πάντα  πνευματικά.  Καὶ αὐτὸ  δὲ  τὸ  μικρὸν,  ἐκεῖνο  τὸ αἰσθητὸν,  τῷ  τρόπῳ  γινόμενον   πνευματικόν.   Τὸ  γὰρ  παραινεῖν   μηδὲν  πλέον ἐπιζητεῖν τοῦ ἄρτου τοῦ ἐπιουσίου, τουτέστι, τοῦ καθημερινοῦ, πνευματικῆς ἂν εἴη καὶ φιλοσόφου διανοίας. Τὰ δὲ πρὸ τούτου ὅρα· Ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Εἶτα εἰπὼν τὸ αἰσθητὸν  ἐκεῖνο, ταχέως  ἀπηλλάγη  αὐτοῦ, καὶ πάλιν  ἐπὶ τὴν  πνευματικὴν  ἦλθε διδασκαλίαν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα  ἡμῶν, λέγων,  ὡς καὶ ἡμεῖς ἀφίεμεν  τοῖς ὀφειλέταις  ἡμῶν.  Οὐδαμοῦ ἀρχὴν,  οὐδαμοῦ  πλοῦτον,  οὐδαμοῦ  δόξαν,  οὐδαμοῦ δυναστείαν, ἀλλὰ πάντα εἰς ψυχῆς ὠφέλειαν  συντελοῦντα ἐνέθηκε τῇ εὐχῇ· οὐδὲν γήϊνον,  ἀλλὰ πάντα οὐράνια. Εἰ τοίνυν  κελευόμεθα ἀπέχεσθαι τῶν  βιωτικῶν  καὶ παρόντων, πῶς οὐκ ἂν εἴημεν ἄθλιοι καὶ ταλαίπωροι ταῦτα αἰτοῦντες παρὰ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν, φροντίδος ἀπαλλάττων  ἡμᾶς, ὑπὲρ ὧν δὲ ἐπέταξε, μηδεμίαν τίθεσθαι σπουδήν· μᾶλλον δὲ μήτε ἔχειν μήτε ἐπιθυμεῖν; Τοῦτο γάρ ἐστι τὸ βαττολογεῖν.  ∆ιὰ τοῦτο καὶ εὐχόμενοι  οὐκ ἀνύομεν.  Πῶς οὖν  οἱ πονηροὶ, φησὶ, πλουτοῦσι; πῶς  οἱ ἄδικοι  καὶ μιαροὶ, ἁρπάζοντες, πλεονεκτοῦντες;  Οὐ τοῦ Θεοῦ παρέχοντες, ἄπαγε. Καὶ πῶς ὁ Θεὸς συγχωρεῖ; Ὅτι καὶ τῷ πλουσίῳ τότε συνεχώρησε, μείζονι  τηρῶν  αὐτὸν  κολάσει.  Ἄκουσον  οὖν  καὶ  τί  φησι  πρὸς  αὐτόν·  Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ταύτης ἀκούσωμεν τῆς φωνῆς, τρυφῶντες εἰκῆ καὶ μάτην, καὶ πολλὰ συνάγοντες ἑαυτοῖς ἁμαρτήματα, τὸν ἀληθῆ πλοῦτον ἑλώμεθα καὶ τὴν  ἀκριβῆ  φιλοσοφίαν,  ὥστε  τυχεῖν  τῶν  ἐπηγγελμένων   ἀγαθῶν·  ὧν  γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |