ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

Σάββατο 29 Οκτωβρίου 2016

Γʹ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Γʹ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

αʹ. Προσοχῆς μὲν ἕνεκεν τῆς περὶ τὴν ἀκρόασιν, περιττὸν  λοιπὸν  ὑμῖν παραινεῖν· οὕτω ταχέως τὴν  παραίνεσιν  ἐπὶ  τῶν  ἔργων  ἐδείξατε. Ἥ τε γὰρ συνδρομὴ, τό τε ἀτενὲς  τῆς στάσεως,   καὶ   τὸ   συνωθοῦντας    ἀλλήλους    τὸν   ἐνδοτέρω   τόπον   ἐπείγεσθαι καταλαβεῖν,  καὶ  ὅθεν  ἂν  εὐσημοτέρα γένοιτο  ὑμῖν  ἡ  παρ'  ἡμῶν  φωνὴ,  καὶ  τὸ πιεζομένους μὴ θέλειν ἀναχωρεῖν, ἕως ἂν τὸ πνευματικὸν  τοῦτο διαλυθῇ θέατρον, καὶ οἱ κρότοι, καὶ οἱ θόρυβοι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, τεκμήριον τῆς ἐν τῇ ψυχῇ θερμότητος  ἂν  εἴη  καὶ  τῆς  φιληκοΐας   ὑμῶν.  ∆ιὸ  καὶ  περιττὸν   περὶ  τούτου παρεγγυᾷν·  ἐκεῖνο  μέντοι  εἰπεῖν  καὶ  παρακαλέσαι ἀναγκαῖον  ἡμῖν,


 ὥστε μεῖναι ταύτην ἔχοντας τὴν σπουδήν· καὶ μὴ μόνον ἐνταῦθα αὐτὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ οἴκοι γενομένους,  τὸν ἄνδρα πρὸς τὴν γυναῖκα,  τὸν πατέρα πρὸς τὸν παῖδα περὶ τούτων διαλέγεσθαι· καὶ λέγειν μὲν τὰ παρ' ἑαυτοῦ, ἀπαιτεῖν δὲ τὰ παρ' ἐκείνων, καὶ τὸν καλὸν τοῦτον εἰσφέρειν ἅπαντας ἔρανον. Μὴ γάρ μοι λεγέτω τις, ὅτι τὰ παιδία πρὸς ταῦτα ἡμῖν  ἀπησχολῆσθαι οὐ χρή· ἐχρῆν μὲν γὰρ οὐ μόνον  ἀπησχολῆσθαι, ἀλλὰ καὶ ἐν τούτοις μόνοις ἔχειν τὴν σπουδήν. Πλὴν ἀλλὰ διὰ τὴν ἀσθένειαν ὑμῶν οὐ  λέγω  τοῦτο,  οὐδὲ  αὐτὰ  τῆς  ἔξωθεν  ἀπάγω  σχολῆς,  ὥσπερ  οὐδὲ  ὑμᾶς  τῶν πολιτικῶν  ἀφέλκω πραγμάτων. Ἀλλ' ἀπὸ τῶν ἑπτὰ τούτων ἡμερῶν μίαν ἀξιῶ τῷ κοινῷ  πάντων  ἡμῶν  ἀναθεῖναι  ∆εσπότῃ. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν οἰκέτας ἡμῖν  κελεύειν  ἅπαντα  δουλεύειν  τὸν  χρόνον,  ἡμᾶς δὲ μηδὲ τὴν  ἐλάττω  σχολὴν ἀπονέμειν τῷ Θεῷ, καὶ ταῦτα τῆς δουλείας ἁπάσης ἐκείνῳ μὲν οὐδὲν προστιθείσης (ἀνενδεὲς γὰρ τὸ Θεῖον), εἰς τὸ συμφέρον δὲ περιισταμένης ἡμῖν; Ἀλλ' εἰς θέατρα μὲν αὐτοὺς ἄγοντες, οὔτε μαθήματα, οὔτε ἄλλο τι τῶν τοιούτων προβάλλεσθε· ἂν δέ τι τῶν  πνευματικῶν  κερδᾶναι δέοι καὶ συναγαγεῖν,  ἀσχολίαν τὸ πρᾶγμα ὀνομάζετε. Καὶ πῶς οὐ παροξυνεῖτε τὸν Θεὸν, πᾶσι μὲν τοῖς ἄλλοις  σχολάζοντες  καὶ καιρὸν ἀπονέμοντες,  τὸ  δὲ  τὰ  αὐτοῦ  μεταχειρίζειν,  ὀχληρὸν  καὶ  οὐκ  εὔκαιρον  εἶναι νομίζοντες  τοῖς  παισίν; Μὴ ταῦτα, μὴ, ἀδελφοί.  Καὶ γὰρ αὕτη μάλιστα ἡ ἡλικία τούτων   δεῖται   τῶν   ἀκουσμάτων.  Ἁπαλὴ  γὰρ  οὖσα,  ταχέως   ἐναποτίθεται   τὰ λεγόμενα, καθάπερ τινὸς σφραγῖδος τῆς ἀκροάσεως ἐν κηρῷ τῇ διανοίᾳ τῇ τούτων ἐντυπουμένης. Ἄλλως τε καὶ ὁ βίος αὐτοῖς τότε ἀρχὴν ἔχει πρὸς κακίαν ἀποκλῖναι ἢ ἀρετήν. Ἂν οὖν τις αὐτοὺς ἀπ' αὐτῶν τῶν ἀρχῶν καὶ τῶν προθύρων ἀπαγάγῃ μὲν τῆς πονηρίας, χειραγωγήσῃ δὲ πρὸς τὴν ἀρίστην ὁδὸν, ὥσπερ εἰς ἕξιν τινὰ καὶ φύσιν αὐτοὺς καταστήσει λοιπόν· .. καὶ οὐδὲ ἑκόντες μεταβαλοῦνται ῥᾳδίως πρὸς τὸ χεῖρον, τῆς συνηθείας ταύτης  ἑλκούσης αὐτοὺς πρὸς τὴν  τῶν  ἀγαθῶν  ἐργασίαν. Οὕτως ἡμῖν τῶν γεγηρακότων αἰδεσιμώτεροι γενήσονται, καὶ τοῖς πολιτικοῖς χρησιμώτεροι πράγμασιν, ἐν νεότητι  τὰ τῶν πρεσβυτέρων ἐπιδεικνύμενοι.  Οὐ γὰρ ἔστιν,  ὥσπερ  ἔφθην   εἰπὼν,  τοιαύτης  ἀπολαύοντας   ἀκροάσεως,  καὶ  ἀποστόλῳ τοιούτῳ συγγινομένους,  μὴ μέγα τι καὶ γενναῖον  ἀγαθὸν λαβόντας ἀπελθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν νέος ὁ ταύτης μετέχων τῆς τραπέζης ᾖ. Εἰ γὰρ τὰ θηρία τὰ παρ' ἡμῖν λόγῳ ῥυθμίζοντες ἡμεροῦμεν, πόσῳ μᾶλλον τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ τοὺς ἄνδρας τοῦτο ἐργασόμεθα, ὅταν  καὶ τοῦ φαρμάκου καὶ τοῦ θεραπευομένου πολὺ τὸ μέσον ᾖ; Οὔτε γὰρ ἡ ἐν ἡμῖν ἀγριότης τοσαύτη, ὅση ἡ ἐν ἐκείνοις· ἡ μὲν γὰρ φύσεως, ἡ δὲ προαιρέσεώς ἐστιν· οὔτε τῶν λόγων ἡ ἰσχὺς ἡ αὐτή. Ἐκείνη μὲν γὰρ ἀνθρωπίνης ἐστὶ διανοίας, αὕτη δὲ τῆς τοῦ Πνεύματος δυνάμεως καὶ τῆς χάριτος. Ὁ τοίνυν  ἀπογινώσκων  ἑαυτοῦ, τὰ  θηρία  ἐννοείτω  τὰ  ἥμερα, καὶ  οὐδέποτε  τοῦτο πείσεται· συνεχῶς παρὰ τοῦτο ἴτω τὸ ἰατρεῖον, τῶν τοῦ Πνεύματος ἀκουέτω νόμων διὰ παντὸς τοῦ καιροῦ, καὶ οἴκαδε ἀπελθὼν ἀπογραφέτω τὰ ἀκουσθέντα τῇ διανοίᾳ· καὶ οὕτως ἔσται ἐν ἐλπίσι χρησταῖς καὶ ἀσφαλείᾳ πολλῇ, τῇ πείρᾳ τῆς προκοπῆς αἰσθανόμενος Ὅταν γὰρ ὁ διάβολος ἴδῃ τοῦ Θεοῦ τὸν νόμον ἐγγραφέντα  τῇ ψυχῇ, καὶ πλάκας αὐτοῦ γενομένην τὴν καρδίαν, οὐ προσελεύσεται λοιπόν. Ἔνθα γὰρ ἂν ᾖ γράμματα βασιλικὰ, οὐκ ἐν στήλῃ χαραγέντα χαλκῇ, ἀλλ' ἐπὶ θεοφιλοῦς  διανοίας ἁγίῳ Πνεύματι τυπωθέντα, καὶ πολλῆς ἀποστίλβοντα τῆς χάριτος, οὐδὲ ἀντιβλέψαι ἐκεῖνος δυνήσεται, ἀλλὰ πόῤῥωθεν ἡμῖν δώσει τὰ νῶτα. Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ. Τὴν γὰρ τοιαύτην οὐ λυπῆσαί τι τῶν παρόντων  δυνήσεται, κἂν ἀηδὲς ᾖ, οὐ φυσῆσαι καὶ ἐπᾶραι, κἂν αἴσιον ᾖ· ἀλλ' ἐν τοσούτῳ χειμῶνι  καὶ ζάλῃ γαλήνης ἀπολαύσεται πολλῆς.

βʹ. Οὐ γὰρ παρὰ τὴν τῶν πραγμάτων φύσιν ὁ θόρυβος ἡμῖν ἐγγίνεται, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς διανοίας τῆς ἡμετέρας. Ἐπεὶ εἰ παρὰ τὰ συμβαίνοντα τοῦτο ἐπάσχομεν, πάντας ἀνθρώπους ταράττεσθαι ἔδει. Πάντες γὰρ τὴν αὐτὴν πλέομεν θάλατταν, καὶ κυμάτων καὶ ἅλμης ἐκτὸς εἶναι ἀμήχανον. Εἰ δέ εἰσιν, οἳ τοῦ χειμῶνος ἑστήκασιν ἔξω καὶ τῆς θαλάττης μαινομένης, εὔδηλον ὅτι τὸν χειμῶνα οὐ τὰ πράγματα ποιεῖ, ἀλλ' ἡ κατάστασις τῆς διανοίας  τῆς ἡμετέρας. Ἂν οὖν αὐτὴν  κατασκευάσωμεν οὕτως, ὡς πάντα  φέρειν εὐκόλως, οὐκ ἔσται χειμὼν  ἡμῖν, οὐδὲ κλυδώνιον,  λευκῆς ἀεὶ τῆς γαλήνης  οὔσης. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς προθέμενος μηδὲν . ὑπὲρ τούτων εἰπεῖν, εἰς τοσοῦτον ταύτης ἐξηνέχθην  τῆς παραινέσεως. Σύγγνωτε οὖν τῆς μακρηγορίας ἡμῖν. Καὶ γὰρ δέδοικα, καὶ σφόδρα δέδοικα, μήποτε ἀσθενεστέρα ἡμῖν αὕτη γένηται ἡ σπουδή· ὡς εἴ γε ἐθάῤῥουν ὑπὲρ αὐτῆς, οὐδὲν ἂν διελέχθην  τούτων ὑμῖν νῦν· ἱκανὴ γὰρ αὕτη πάντα ὑμῖν ἐξευμαρίσαι τὰ πράγματα. Ὥρα δὲ λοιπὸν  ἐπὶ τὰ προκείμενα τήμερον ἰέναι, ὥστε μὴ κεκμηκότας ὑμᾶς προσβάλλειν τοῖς ἀγῶσιν. Ἀγῶνες γὰρ ἡμῖν πρόκεινται πρὸς τοὺς τῆς ἀληθείας ἐχθροὺς, πρὸς τοὺς πάντα μηχανωμένους,  ὥστε καθελεῖν  τὴν δόξαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ τὴν ἑαυτῶν. Ἡ μὲν γὰρ μένει διαπαντὸς, οἵαπέρ ἐστιν, οὐδὲν παρὰ τῆς βλασφήμου γλώττης ἐλαττουμένη· ἐκεῖνοι δὲ,  ὅν  φασι  προσκυνεῖν,  καθελεῖν   σπουδάζοντες,  τὰ  πρόσωπα  αὐτῶν   ἀτιμίας πληροῦσι καὶ κολάσεως τὴν ψυχήν. Τίνα οὖν ἐστιν ἅ φασιν, ἡμῶν ταῦτα λεγόντων, ἐκεῖνοι; Ὅτι τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐ τὸ ἀΐδιον δείκνυσιν ἁπλῶς· καὶ γὰρ καὶ περὶ οὐρανοῦ τοῦτο καὶ περὶ γῆς ἐλέχθη. Ὢ τῆς ἀναισχυντίας  καὶ τῆς ἀνευλαβείας τῆς πολλῆς. Περὶ Θεοῦ σοι διαλέγομαι, καὶ σύ μοι τὴν γῆν φέρεις εἰς μέσον, καὶ τοὺς ἀπὸ τῆς γῆς ἀνθρώπους; Οὐκοῦν ἐπειδὴ Υἱὸς Θεοῦ ὁ Χριστὸς λέγεται  καὶ Θεὸς, καὶ ὁ ἄνθρωπος  υἱὸς Θεοῦ λέγεται  καὶ θεός (Ἐγὼ γὰρ εἶπα, Θεοί ἐστε, φησὶ, καὶ υἱοὶ Ὑψίστου πάντες),  φιλονεικήσεις  τῷ  Μονογενεῖ  τῆς  υἱότητος,  καὶ  οὐδὲν  φήσεις αὐτὸν ἔχειν κατὰ τοῦτό σου πλέον; Οὐδαμῶς, φησί. Καὶ μὴν τοῦτο ποιεῖς, κἂν μὴ τῷ λόγῳ  λέγῃς.  Πῶς; Ὅτι καὶ σὺ χάριτι  φῂς  τῆς υἱοθεσίας μετειληφέναι  καὶ αὐτὸν οὕτω· τῷ γὰρ μὴ φύσει λέγειν αὐτὸν υἱὸν οὐδὲν ἕτερον ἢ χάριτι εἶναι τοῦτο κατασκευάζεις. Πλὴν ἀλλ' ἴδωμεν καὶ τὰς μαρτυρίας, ἃς παράγουσιν ἡμῖν. Ἐν ἀρχῇ, φησὶν, ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Καὶ, Ἦν ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ταῦτά ἐστιν ἃ νομίζουσιν εἶναι ἰσχυρά. Καὶ ἔστιν ἰσχυρά· ἀλλ' εἰς τὸ δεῖξαι τὴν παρ' ἡμῶν λεγομένην ὀρθότητα τῶν δογμάτων· πρὸς δὲ τὸ στῆσαι τὴν βλασφημίαν αὐτῶν ἀσθενέστερά πως ἁπάντων. Τί γὰρ, εἰπέ μοι, κοινὸν ἔχει πρὸς τὸ, Ἐποίησε, τὸ, Ἦν; τί δὲ ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον; Τί τὰ ἄμικτα μιγνύεις, καὶ συγχεῖς τὰ διαιρούμενα, καὶ τὰ ἄνω τὰ κάτω ποιεῖς; Ἐνταῦθα γὰρ τὸ, Ἦν, οὐ δείκνυσι τὸ ἀΐδιον μόνον, ἀλλὰ καὶ τὸ, Ἐν ἀρχῇ ἦν, καὶ τὸ, Ὁ Λόγος ἦν. Ὥσπερ οὖν τὸ,ὢν, ὅταν μὲν περὶ ἀνθρώπου λέγηται, τὸν ἐνεστῶτα χρόνον δηλοῖ μόνον·  ὅταν  δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον  δείκνυσιν·  οὕτω  καὶ τὸ, Ἦν, περὶ μὲν  τῆς ἡμετέρας  λεγόμενον  φύσεως, τὸν  παρελθόντα  σημαίνει  χρόνον  ἡμῖν,  καὶ αὐτὸν τοῦτον  πεπερατωμένον·  ὅταν  δὲ περὶ Θεοῦ, τὸ ἀΐδιον  ἐμφαίνει.  Ἤρκει μὲν  οὖν ἀκούσαντα γῆν, καὶ ἀκούσαντα ἄνθρωπον, μηδὲν πλέον ὑποπτεῦσαι περὶ αὐτῶν, ὧν τῇ φύσει τῇ γεννητῇ  προσῆκε νοεῖν. Τὸ γὰρ γενόμενον,  ὅτι ἂν ᾖ, χρόνῳ ἢ αἰῶνι γέγονεν· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐ χρόνων μόνον, ἀλλὰ καὶ αἰώνων πάντων ἀνώτερος.
∆ημιουργὸς γὰρ αὐτῶν ἐστι καὶ ποιητής· ∆ι' οὗ γὰρ, φησὶ, καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὁ δὲ ποιητὴς πρὸ τῶν ποιημάτων πάντως ἐστίν. Ἐπειδὴ δὲ οὕτως ἀναίσθητοί τινές εἰσιν, ὡς καὶ μετὰ ταῦτα μεῖζόν τι περὶ αὐτῶν  τῆς ἀξίας ὑπονοεῖν,  τῷ, Ἐποίησε, ῥήματι, καὶ τῷ, Ἄνθρωπος ἦν, προκαταλαμβάνει  τὴν διάνοιαν  τοῦ ἀκροατοῦ, καὶ πᾶσαν ἀναισχυντίαν ἐκκόπτει. Πᾶν . γὰρ τὸ ποιηθὲν, καὶ οὐρανὸς καὶ γῆ, χρόνῳ πεποίηται, καὶ ἀρχὴν ἔχει χρονικὴν,  καὶ ἄναρχον  τούτων  οὐδὲν, ἐπειδὴ γέγονεν. Ὥστε ὅταν ἀκούσῃς. ὅτι Ἐποίησε τὴν γῆν, καὶ ὅτι Ἄνθρωπος  ἦν, περιττὰ λοιπὸν φλυαρεῖς, ἀνόνητόν τινα ἐλίττων λῆρον. Ἐγὼ γὰρ καὶ ἑτέραν ὑπερβολὴν εἴποιμι ἄν. Ποίαν δὴ ταύτην; Ὅτι εἰ καὶ περὶ τῆς γῆς εἴρητο τὸ, Ἐν ἀρχῇ ἦν ἡ γῆ, καὶ περὶ τοῦ ἀνθρώπου,  ὅτι  Ἐν ἀρχῇ ἦν  ὁ ἄνθρωπος,  οὐδὲ οὕτως  ὑποπτεῦσαί  τι  μεῖζον  περὶ αὐτῶν  τῶν  νῦν  ἐγνωσμένων   ἐχρῆν  ἡμῖν.  Ἡ  γὰρ  τῆς  γῆς  καὶ  τοῦ  ἀνθρώπου προσηγορία προλαβοῦσα, ὅσα ἂν  περὶ αὐτῶν  λέγηται,  οὐκ ἀφίησι  τὴν  διάνοιαν μεῖζόν τι φαντασθῆναι περὶ αὐτῶν, ὧν νῦν ἴσμεν· ὥσπερ οὐδὲ ὁ Λόγος, κἂν μικρόν τι περὶ αὐτοῦ λεχθῇ, οὐκ ἀφίησι ταπεινὸν  ἐννοῆσαί τι καὶ εὐτελές·  ἐπεὶ καὶ προϊών φησι περὶ τῆς γῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Εἰπὼν γὰρ, ὅτι ἐποίησεν αὐτὴν, καὶ θεὶς αὐτῇ τὸν οἰκεῖον ὅρον, ἀδεῶς λοιπὸν τὰ ἑξῆς φθέγγεται, εἰδὼς ὅτι οὐδεὶς οὕτως ἀνόητός ἐστιν, ὡς ἄναρχον αὐτὴν καὶ ἀγένητον  ὑποπτεῦσαι. Τὸ γὰρ τῆς γῆς ὄνομα καὶ τὸ, Ἐποίησεν, ἱκανὰ καὶ τὸν σφόδρα ἠλίθιον πεῖσαι, ὅτι οὐκ ἀΐδιος οὐδὲ ἀγένητος, ἀλλὰ τῶν ἐν χρόνῳ γενομένων ἐστί.

γʹ. Χωρὶς δὲ τούτων τὸ, Ἦν, ἐπὶ μὲν τῆς γῆς καὶ τοῦ ἀνθρώπου, οὐ τοῦ εἶναι ἁπλῶς ἐστι σημαντικόν· ἀλλ' ἐπὶ μὲν τοῦ ἀνθρώπου, τοῦ ἀπὸ τοῦδε τοῦ χωρίου εἶναι· ἐπὶ δὲ τῆς γῆς, τοῦ πῶς εἶναι. Οὐδὲ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν, ἁπλῶς, καὶ ἐσίγησεν· ἀλλὰ πῶς ἦν καὶ μετὰ τὸ γενέσθαι ἐδίδαξεν, οἷον, ὅτι Ἀόρατος καὶ ἀκατασκεύαστος, ἔτι τοῖς ὕδασι κρυπτομένη  καὶ φυρομένη. Καὶ ἐπὶ τοῦ Ἑλκανᾶ οὐκ εἶπεν, ὅτι Ἦν ἄνθρωπος, μόνον, ἀλλὰ προσέθηκε καὶ  πόθεν  ἦν  δηλῶν,  τὸ  ἐξ Ἀρμαθαὶμ Σιφᾶ. Ἐπὶ δὲ  τοῦ  Λόγου οὐχ  οὕτω.  Καὶ αἰσχύνομαι  μὲν  ταῦτα  τούτοις  ἀντεξετάζων.  Εἰ γὰρ  τοῖς  ἐπ'  ἀνθρώπων   αὐτὸ ποιοῦσιν ἐπιτιμῶμεν, ὅταν πολὺ τὸ μέσον τῆς ἀρετῆς τῶν ἐξεταζομένων ᾖ, καίτοι γε τῆς οὐσίας μιᾶς οὔσης· ὅταν καὶ τῆς φύσεως καὶ τῶν ἄλλων ἁπάντων οὕτως ἄπειρον ᾖ τὸ μέσον, πῶς οὐκ ἐσχάτης μανίας τὸ τὰ τοιαῦτα κινεῖν; Ἀλλ' ἵλεως ἡμῖν αὐτὸς ὁ βλασφημούμενος  παρ' ἐκείνων  εἴη. Τὴν γὰρ τῶν  τοιούτων  λόγων  ἀνάγκην  οὐχ ἡμεῖς ἐφευρήκαμεν, ἀλλ' οἱ τῇ ἑαυτῶν πολεμοῦντες σωτηρίᾳ ἡμῖν παρέσχον. Τί οὖν φημι; Ὅτι τοῦτο τὸ, Ἦν, ἐπὶ τοῦ Λόγου, τοῦ εἶναι ἀϊδίως μόνον ἐστὶ δηλωτικόν· Ἐν ἀρχῇ γὰρ ἦν, φησὶν, ὁ Λόγος· τὸ δεύτερον δὲ ἦν, τοῦ πρός τινα εἶναι. Ἐπειδὴ γὰρ μάλιστα τοῦ Θεοῦ τοῦτό ἐστιν ἴδιον, τὸ ἀΐδιον καὶ ἄναρχον, τοῦτο πρῶτον τέθεικεν. Εἶτα, ἵνα μή τις ἀκούων τὸ, ἦν ἐν ἀρχῇ, καὶ ἀγέννητον  αὐτὸν εἴπῃ, εὐθέως αὐτὸ παρεμυθήσατο, πρὸ τοῦ εἰπεῖν τί ἦν, εἰπὼν ὅτι Πρὸς τὸν Θεὸν ἦν. Καὶ ἵνα μὴ Λόγον αὐτὸν ἁπλῶς νομίσῃ τις εἶναι προφορικὸν ἢ ἐνδιάθετον, τῇ τοῦ ἄρθρου προσθήκῃ, καθάπερ ἔφθην  εἰπὼν, καὶ διὰ τῆς δευτέρας ταύτης τοῦτο ἀνεῖλε ῥήσεως. Οὐ γὰρ εἶπεν, Ἐν Θεῷ ἦν, ἀλλὰ, Πρὸς τὸν Θεὸν ἦν, τὴν καθ' ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων  ἡμῖν. Εἶτα καὶ σαφέστερον αὐτὸ προϊὼν  ἀπεκάλυψεν,  ἐπαγαγὼν,  ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. Ἀλλὰ πεποιημένος, φησί. Τί οὖν ἐκώλυε τοῦτο εἰπεῖν, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Περὶ γοῦν τῆς γῆς διαλεγόμενος ὁ Μωϋσῆς, οὐκ  εἶπεν,  Ἐν ἀρχῇ ἦν ἡ γῆ, ἀλλ' ὅτι Ἐποίησεν αὐτὴν, καὶ τότε ἦν. Τί τοίνυν ἐκώλυε καὶ τὸν Ἰωάννην  οὕτως εἰπεῖν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν Λόγον; Εἰ γὰρ περὶ τῆς γῆς τοῦτο ἔδεισεν ὁ Μωϋσῆς, μή τις  αὐτὴν  ἀγένητον  εἴπῃ· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ φοβηθῆναι ἐχρῆν τὸν Ἰωάννην,  εἴ γε κτιστὸς ἦν. Ὁ μὲν γὰρ κόσμος,  ὁρατὸς  ὢν,   αὐτόθεν   κηρύττει   τὸν   Ποιητήν  (Οἱ  οὐρανοὶ   γὰρ,  φησὶ, διηγοῦνται  δόξαν τοῦ Θεοῦ)· ὁ δὲ Υἱὸς ἀόρατός ἐστι, καὶ τὴν  κτίσιν σφόδρα καὶ ἀπείρως ὑπεραναβέβηκεν. Εἰ τοίνυν  ἔνθα  μηδὲ λόγου  καὶ διδασκαλίας ἡμῖν  ἔδει πρὸς τὸ μαθεῖν, ὅτι γενητὸς ὁ κόσμος ἐστὶν, ὅμως σαφῶς αὐτὸ καὶ πρὸ τῶν ἄλλων τίθησιν ὁ Προφήτης· πολλῷ μᾶλλον περὶ τοῦ Υἱοῦ τοῦτο τὸν Ἰωάννην ἐχρῆν εἰπεῖν, εἴ γε κτισθεὶς ἦν. Ναὶ, φησίν· ἀλλ' ὁ Πέτρος τοῦτο εἶπε σαφῶς καὶ διαῤῥήδην. Ποῦ καὶ πότε; Ὅτε Ἰουδαίοις διαλεγόμενος ἔλεγεν, Ὅτι Κύριοναὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε. Τί οὖν  καὶ  τὸ  ἑξῆς  οὐ  προσέθηκας, ὅτι  Τοῦτον  τὸν  Ἰησοῦν  ὃν  ὑμεῖς ἐσταυρώσατε; Ἢ ἀγνοεῖς ὅτι τῶν λεγομένων τὰ μὲν τῆς ἀκηράτου φύσεως, τὰ δὲ τῆς οἰκονομίας ἐστίν; Εἰ δὲ μή ἐστιν, ἀλλὰ πάντα ἁπλῶς ἐπὶ τῆς θεότητος ἐκδέξῃ, καὶ παθητὸν εἰσάξεις τὸ Θεῖον· εἰ δὲ μὴ παθητὸν, οὐδὲ ποιητόν. Εἰ μὲν γὰρ ἐκ τῆς θείας αὐτῆς καὶ ἀῤῥήτου φύσεως τὸ αἷμα ἔῤῥευσε, καὶ ἀντὶ τῆς σαρκὸς αὐτὴ τοῖς κατὰ τὸν σταυρὸν ἥλοις διῃρεῖτο καὶ ἐτέμνετο, λόγον ἂν εἶχέ σου κατὰ τοῦτο τὸ σόφισμα. Εἰ δὲ τοῦτο  οὐδ' ἂν  αὐτὸς  ὁ διάβολος  βλασφημήσειε, τίνος  ἕνεκεν  αὐτὸς  ἀγνοεῖν προσποιῇ ἀσύγγνωστον  οὕτως ἄγνοιαν,  καὶ ἣν οὐδ' ἂν οἱ δαίμονες ὑπεκρίναντο; Ἄλλως τε τὸ Κύριος καὶ τὸ Χριστὸς, οὐκ ἔστιν οὐσίας, ἀλλ' ἀξιώματος. Τὸ μὲν γὰρ τῆς ἐξουσίας ἐστὶ, τὸ δὲ τοῦ χρισθῆναι. Τί οὖν ἂν εἴποις περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ; Εἰ γὰρ καὶ κτιστὸς ἦν καθ' ὑμᾶς, τοῦτο οὐκ ἂν ἔχοι χώραν· οὐ γὰρ δὴ πρότερον ἐγένετο, καὶ τότε αὐτὸν ἐχειροτόνησεν ὁ Θεός· οὐδὲ ἀπόβλητον ἔχει τὴν ἀρχὴν, ἀλλὰ φύσει καὶ οὐσιωμένην. Ἐρωτηθεὶς γὰρ εἰ βασιλεὺς εἴη, Ἐγὼ εἰς τοῦτο γεγέννημαι, φησίν. Ὁ  δὲ  Πέτρος, ὡς  περί  τινος  χειροτονηθέντος,   οὕτω  διαλέγεται.  Περὶ γὰρ  τῆς οἰκονομίας  ὁ λόγος  αὐτῷ  πάσης.

δʹ. Καὶ τί θαυμάζεις, εἰ τοῦτο ὁ Πέτρος φησίν; Ἀθηναίοις γὰρ διαλεγόμενος ὁ Παῦλος, ἄνδρα αὐτὸν καλεῖ μόνον, οὕτω λέγων· Ἐν ἀνδρὶ ᾧ ὥρισε πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν· καὶ οὐδὲν περὶ τῆς τοῦ Θεοῦ λέγει  μορφῆς, οὐδὲ ὅτι ἴσος αὐτῷ, οὐδὲ ὅτι ἀπαύγασμα τῆς δόξης αὐτοῦ· εἰκότως.  Οὔπω γὰρ τούτων  καιρὸς τῶν  ῥημάτων  ἦν,  ἀλλ' ἀγαπητὸν  ἦν αὐτοὺς  παραδέξασθαι τέως  ὅτι  ἄνθρωπός  ἐστι, καὶ  ὅτι  ἀνέστη. Οὕτω καὶ  αὐτὸς ἐποίησε Χριστός· παρ' οὗ καὶ Παῦλος μαθὼν, οὕτω τὰ πράγματα ᾠκονόμει. Οὐ γὰρ εὐθέως  ἡμῖν  ἑαυτοῦ τὴν  θεότητα ἐξεκάλυψεν,  ἀλλὰ πρῶτον  μὲν ἐνομίζετο  εἶναι προφήτης καὶ Χριστὸς ἁπλῶς ἄνθρωπος· ὕστερον δὲ ἐφάνη διὰ τῶν ἔργων καὶ τῶν ῥημάτων τοῦτο ὅπερ ἦν. ∆ιὰ τοῦτο καὶ ὁ Πέτρος ἐν ἀρχῇ τούτῳ κέχρηται τῷ τρόπῳ· καὶ γὰρ ταύτην πρώτην πρὸς Ἰουδαίους ἐδημηγόρει δημηγο  ρίαν. Ἐπειδὴ γὰρ οὐδὲν περὶ τῆς θεότητος αὐτοῦ τέως σαφὲς μαθεῖν ἴσχυον, διὰ τοῦτο τοῖς περὶ τῆς οἰκονομίας ἐνδιατρίβει λόγοις, ἵνα τούτοις ἡ ἀκοὴ γυμνασθεῖσα, τῇ λοιπῇ προοδοποιήσῃ  διδασκαλίᾳ.  Καὶ εἰ  βούλοιτό  τις  τὴν  δημηγορίαν  πᾶσαν  ἄνωθεν διελθεῖν, εὑρήσει τοῦτο ὃ λέγω σφόδρα διαλάμπον. Καὶ γὰρ ἄνδρα αὐτὸν καλεῖ καὶ αὐτὸς, καὶ τοῖς τοῦ πάθους, καὶ τῆς ἀναστάσεως, καὶ τῆς κατὰ σάρκα γεννήσεως ἐνδιατρίβει λόγοις. Καὶ Παῦλος δὲ, ὅταν λέγῃ· Τοῦ γενομένου ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα, οὐδὲν ἕτερον ἡμᾶς παιδεύει, ἀλλ' ὅτι τὸ, Ἐποίησεν, ἐπὶ τῆς οἰκονομίας παρείληπται, ὃ καὶ ἡμεῖς ὁμολογοῦμεν. Ἀλλ' ὁ τῆς βροντῆς υἱὸς περὶ τῆς ἀῤῥήτου καὶ προαιωνίου ἡμῖν ὑπάρξεως διαλέγεται  νῦν. ∆ιὰ τοῦτο τὸ, Ἐποίησεν, ἀφεὶς, τὸ, Ἦν, ἔθηκεν. Ἐχρῆν δὲ εἰ κτιστὸς ἦν, τοῦτο μάλιστα διορίσασθαι. Εἰ γὰρ ὁ Παῦλος ἔδεισε μή τις ὑποπτεύσῃ τῶν ἀνοήτων, ὅτι τοῦ Πατρὸς ἔσται μείζων, καὶ ὑποτεταγμένον  ἕξει τὸν γεννήσαντα· διὰ γὰρ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ὅταν δὲ εἴπῃ, ὅτι Ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· καίτοι τίς ἂν ὑπονοήσειεν, ὅτι ὁ Πατὴρ ὑποταγήσεταί ποτε τῷ Υἱῷ καὶ μετὰ τῶν πάντων; ἀλλ' ὅμως εἰ καὶ τὰς ἀλόγους ταύτας ὑπονοίας δέδοικε, καί φησιν, ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· πολλῷ μᾶλλον τὸν Ἰωάννην, εἰ κτιστὸς ἦν ὁ Υἱὸς τοῦ Θεοῦ, φοβηθῆναι  ἔδει, μή τις αὐτὸν ἄκτιστον νομίσῃ, καὶ τοῦτο πρὸ πάντων διδάξαι. Νῦν δὲ, ἐπειδὴ γεννητὸς  ἦν, εἰκότως οὔτε αὐτὸς, οὔτε ἄλλος οὐδεὶς, οὐκ ἀπόστολος, οὐ προφήτης, κτιστὸν αὐτὸν ἔφησαν εἶναι. Καὶ αὐτὸς δὲ ὁ Μονογενὴς οὐκ  ἂν  αὐτὸ  παρῆκεν,  εἰ  τοῦτο  ἦν.  Ὁ γὰρ  τὰ  οὕτω  ταπεινὰ  φθεγγόμενος  διὰ συγκατάβασιν, πολλῷ  μᾶλλον  τοῦτο  οὐκ ἂν  ἐσιώπησεν. Οἶμαι γὰρ οὐκ ἀπεικὸς, μᾶλλον  ἔχοντα τὸ ὑψηλὸν  σιγῆσαι, ἢ μὴ ἔχοντα παραλιπεῖν  τοῦτο αὐτὸν, καὶ μὴ διδάξαι ὅτι οὐκ ἔχει. Ἐκεῖ μὲν γὰρ εὔλογος πρόφασις τῆς σιγῆς ἦν, τὸ βούλεσθαι διδάσκειν τοὺς ἀνθρώπους  ταπεινοφρονεῖν,  καὶ διὰ τοῦτο σιγᾷν τὰ μεγάλα  τῶν προσόντων αὐτῷ· ἐνταῦθα δὲ οὐδεμίαν ἔχοις εἰπεῖν δικαίαν πρόφασιν τῆς σιωπῆς. Τίνος γὰρ ἕνεκεν ἐσίγα, εἰ κτιστὸς ἦν, τὸ γεγενῆσθαι, ὁ καὶ τῶν προσόντων πολλὰ παραιτούμενος;  Ὥστε ὁ  διὰ  τὴν  τῆς  ταπεινοφροσύνης  διδασκαλίαν  καὶ  τὰ  μὴ προσόντα αὐτῷ πολλάκις εἰπὼν ταπεινὰ, πολλῷ μᾶλλον, εἰ κτιστὸς ἦν, τοῦτο οὐκ ἂν παρέλιπεν. Ἢ οὐχ ὁρᾷς αὐτὸν, ἵνα μηδεὶς αὐτὸν ἀγέννητον  ὑπολάβῃ, πάντα ὑπὲρ τούτου καὶ ποιοῦντα καὶ λέγοντα, καὶ ἀνάξια αὐτοῦ φθεγγόμενον τῆς ἀξίας καὶ τῆς οὐσίας, καὶ εἰς προφήτου ταπεινότητα  καταβαίνοντα; Τὸ γὰρ, Καθὼς ἀκούω κρίνω· καὶ τὸ, Ἐκεῖνός μοι εἶπε τί εἴπω καὶ τί λαλήσω, καὶ ὅσα τοιαῦτα, προφητῶν μόνον ἐστίν. Εἰ τοίνυν ταύτην θέλων τὴν ὑποψίαν ἀνελεῖν, οὕτω ταπεινὰ φθέγξασθαι οὐκ ἀπηξίωσε ῥήματα· πολλῷ  μᾶλλον  ἂν, εἰ κτιστὸς ἦν, ἵνα  μὴ ἄκτιστόν  τις  αὐτὸν ὑποπτεύσῃ, πολλὰ τοιαῦτα ἂν εἶπεν· οἷον, Μὴ νομίζετέ με γεγεννῆσθαι  παρὰ τοῦ Πατρός· πεποίημαι ἐγὼ, οὐ γεγέννημαι,  οὐδέ εἰμι τῆς οὐσίας ἐκείνου. Νῦν δὲ πᾶν τοὐναντίον  ποιεῖ· ἐκεῖνα  γὰρ φθέγγεται  τὰ ῥήματα, ἃ καὶ τοὺς μὴ βουλομένους ἀναγκάζει καὶ ἄκοντας τὴν ἐναντίαν δέξασθαι ὑπόνοιαν, οἷον, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Τοσοῦτον χρόνον  μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς  με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, .ἑώρακε τὸν Πατέρα· καὶ, Ἵνα πάντες  τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω  καὶ  ὁ Υἱὸς, οὓς  θέλει,  ζωοποιεῖ.  Ὁ Πατήρ μου ἕως  ἄρτι  ἐργάζεται,  κἀγὼ ἐργάζομαι. Καθὼς γινώσκει  με ὁ Πατὴρ, κἀγὼ  γινώσκω  τὸν  Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ πανταχοῦ τὸ ὥσπερ Καὶ τὸ οὕτω τιθεὶς, καὶ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, τὴν πρὸς αὐτὸν ἀπαραλλαξίαν δηλοῖ· τὴν δὲ αὐθεντίαν, καὶ διὰ τούτων μὲν, καὶ δι' ἑτέρων δὲ πλειόνων  ἐνδείκνυται· οἷον ὅταν λέγῃ· Σιώπα, πεφίμωσο· Θέλω, καθαρίσθητι· Σοὶ λέγω, τὸ δαιμόνιον τὸ κωφὸν καὶ ἄλαλον, ἔξελθε ἀπ' αὐτοῦ. Καὶ τὸ, Ἠκούσατε ὅτι  ἐῤῥέθη τοῖς  ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ  δὲ λέγω  ὑμῖν,  ὅτι ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται. Καὶ ὅσα ἄλλα τοιαῦτα νομοθετεῖ καὶ θαυματουργεῖ, ἱκανὰ δεῖξαι αὐτοῦ τὴν ἐξουσίαν· μᾶλλον δὲ τὸ πολλοστὸν αὐτῶν μέρος ἱκανὸν τοὺς μὴ λίαν ἀναισθητοῦντας προσαγαγέσθαι καὶ πεῖσαι.

εʹ. Ἀλλὰ γὰρ δεινὸν ἡ κενοδοξία καὶ πρὸς τὰ λίαν φανερὰ ἀποτυφλῶσαι  τὴν διάνοιαν  τῶν ὑπ' αὐτῆς ἁλισκομένων,  καὶ τοῖς  ὡμολογημένοις  πεῖσαι φιλονεικεῖν·  ἑτέρους δὲ καὶ σφόδρα εἰδότας τἀληθὲς  καὶ πεπεισμένους, εἰς ὑπόκρισιν καὶ ἀντίστασιν ἀλείφει. Ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων  ἐγίνετο. Οὐ γὰρ δι' ἄγνοιαν  ἠρνοῦντο τὸν τοῦ Θεοῦ Υἱὸν, ἀλλ' ἵνα τῆς παρὰ τῶν πολλῶν  τύχωσι τιμῆς. Καὶ γὰρ, Ἐπίστευον εἰς αὐτὸν, φησὶν, ἀλλ' ἐφοβοῦντο ἵνα μὴ ἀποσυνάγωγοι γένωνται,  καὶ τὴν αὑτῶν προέτειναν σωτηρίαν ἑτέροις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν οὕτω σφοδρῶς τῇ παρούσῃ δουλεύοντα δόξῃ, τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν.  ∆ιὸ καὶ ἐπετίμησεν αὐτοῖς, εἰπών· Πῶς δύνασθε πιστεύειν,  δόξαν  παρὰ  ἀνθρώπων   λαμβάνοντες,   καὶ  τὴν  παρὰ  τοῦ  Θεοῦ  μὴ ζητοῦντες; Μέθη γάρ τίς ἐστι βαθεῖα· καὶ διὸ δυσανάγωγον  τὸν χειρωθέντα  ποιεῖ τοῦτο τὸ πάθος. Αὕτη τῶν  ἁλόντων  τὴν ψυχὴν  ἀποσχίσασα τῶν  οὐρανῶν, τῇ γῇ προσηλοῖ, καὶ  πρὸς  τὸ  φῶς  ἀναβλέψαι  τὸ  ἀληθινὸν  οὐκ  ἀφίησιν,  ἀλλ'  ἐν  τῷ βορβόρῳ διαπαντὸς  καλινδεῖσθαι  πείθει,  κατασκευάζουσα δεσπότας αὐτοῖς  οὕτω δυνατοὺς, ὡς χωρὶς ἐπιταγμάτων αὐτῶν κρατεῖν. Ὁ γὰρ τοῦτο νοσῶν τὸ νόσημα, καὶ μηδενὸς κελεύοντος, αὐτομάτως ποιεῖ πάντα, ὅσαπερ ἂν οἴηται τέρπειν αὐτοῦ τοὺς κυρίους. Καὶ γὰρ ἱμάτια καλὰ περιτίθεται δι' ἐκείνους, καὶ καλλωπίζει τὴν ὄψιν, οὐχ ἑαυτῷ τοῦτο, ἀλλ' ἑτέροις ἐπιτηδεύων, καὶ ἀκολούθους περιάγει κατὰ τὴν ἀγορὰν, ἵνα θαυμάζηται παρ' ἑτέρων· καὶ πάντα ἃ ποιεῖ τῆς τῶν  ἄλλων  ἕνεκεν ἀρεσκείας ὑπομένει  μόνης. Ἆρα γένοιτ' ἄν τι τούτου χαλεπώτερον  πάθος; Ἵνα ἕτεροι θαυμάσωσιν αὐτὸν, κατακρημνίζεται συνεχῶς. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παρὰ τοῦ Χριστοῦ, δεῖξαι πᾶσαν αὐτοῦ τὴν τυραννίδα· πλὴν  καὶ ἐντεῦθεν  ἔστιν αὐτὴν . συνιδεῖν. Εἰ γὰρ ἐθελήσεις ἐρωτῆσαί τινα τῶν πολιτευομένων καὶ τὰ πολυτελῆ δαπανώντων δαπανήματα, τίνος ἕνεκεν τοσοῦτον κενοῦσι χρυσίον, καὶ τί βούλεται αὐτοῖς ἡ τοσαύτη δαπάνη, οὐδὲν ἕτερον ἀκούσῃ παρ' αὐτῶν, ἀλλ' ἢ τοῦ δήμου τὴν ἀρέσκειαν. Εἰ δὲ πάλιν ἔροιο τί δήποτε ὁ δῆμός ἐστιν, ἐροῦσι, Πρᾶγμα θορύβου γέμον καὶ ταραχῶδες, καὶ ἐξ ἀνοίας τὸ πλέον συγκείμενον, ἁπλῶς φερόμενον, κατὰ τὰ τῆς θαλάττης κύματα, πολλάκις καὶ ἐκ ποικίλου καὶ μαχομένης συνιστάμενον γνώμης. Ὅταν οὖν τις τοιοῦτον ἔχῃ δεσπότην, τίνος ἐλεεινότερος οὐκ ἂν εἴη; Ἀλλὰ τὸ μὲν ἀνθρώπους βιωτικοὺς περὶ ταῦτα ἐπτοῆσθαι, οὐχ οὕτω δεινόν· καίπερ ὂν δεινόν· τὸ δὲ  τοὺς  τοῦ  κόσμου  λέγοντας   ἀποπεπηδηκέναι   τὰ  αὐτὰ  νοσεῖν,  μᾶλλον   δὲ χαλεπώτερα,  τοῦτο μάλιστά ἐστι τὸ δεινόν.  Ἐκείνοις μὲν γὰρ μέχρι χρημάτων  ἡ ζημία· ἐνταῦθα δὲ μέχρι ψυχῆς ὁ κίνδυνος. Ὅταν γὰρ διὰ δόξαν πίστιν ἀμείβωσιν ὀρθὴν, καὶ ἵνα αὐτοὶ δοξάζωνται, τὸν Θεὸν ἀτιμάζωσι, τίνα ὑπερβολὴν οὐκ ἂν ἔχοι βλακείας καὶ μανίας τὸ γινόμενον; εἰπέ μοι. Τὰ μὲν οὖν ἄλλα πάθη, κἂν πολλὴν τὴν βλάβην ἔχῃ, φέρει γοῦν τινα καὶ ἡδονὴν, εἰ καὶ πρόσκαιρον καὶ βραχεῖαν. Καὶ γὰρ ὁ φιλοχρήματος,  καὶ ὁ φίλοινος,  καὶ ὁ φιλογύνης,  ἔχουσί τινα μετὰ τῆς βλάβης καὶ ἡδονὴν,   εἰ  καὶ  βραχεῖαν·  οἱ  δὲ  τοῦ  πάθους   αἰχμάλωτοι   τούτου,  διαπαντὸς κατάπικρον  ζῶσι  βίον  καὶ  ἡδονῆς  ἀπεστερημένον.  Οὐ γὰρ  ἐπιτυγχάνουσιν   οὗ σφόδρα ἐρῶσι, δόξης λέγω  τῆς παρὰ τῶν  πολλῶν·  ἀλλὰ  δοκοῦσι μὲν ἀπολαύειν αὐτῆς, οὐκ ἀπολαύουσι δὲ, διὰ τὸ μηδὲ εἶναι δόξαν τὸ πρᾶγμα. ∆ιὰ τοῦτο οὐδὲ δόξα, ἀλλὰ  κενὸν  δόξης πρᾶγμα εἴρηται τὸ πάθος· κενοδοξίαν  δὲ αὐτὸ καὶ οἱ παλαιοὶ πάντες  εἰκότως  ἐκάλεσαν. ∆ιάκενος γάρ ἐστιν, ἔνδον  οὐδὲν ἔχουσα λαμπρὸν καὶ ἐπίδοξον. Ἀλλ' ὥσπερ τὰ προσωπεῖα δοκεῖ μὲν εἶναι λαμπρὰ καὶ ἐπέραστα, κενὰ δὲ ἔνδον  ἐστί· διὸ καὶ τῶν  σωματικῶν  ὄψεων  εὐπρεπέστερα ὄντα, οὐδένα οὐδέποτε πρὸς τὸν  ἔρωτα εἷλε  τὸν  αὐτῶν·  οὕτω, μᾶλλον  δὲ ἀθλιώτερον,  καὶ ἡ παρὰ τῶν πολλῶν δόξα, τὸ δυσκαταγώνιστον τοῦτο καὶ τυραννικὸν πάθος ἡμῖν ἐσχημάτισεν. Ὄψιν γὰρ ἔχει μόνην λαμπρὰν, τὰ δὲ ἔνδον αὐτῆς οὐκ ἔτι κενὰ μόνον, ἀλλὰ καὶ ἀτιμίας  ἀνάμεστα, καὶ ὠμῆς  γέμει  τῆς τυραννίδος.  Πόθεν οὖν τίκτεται  τοῦτο τὸ πάθος, οὕτως ἄλογον ὂν, καὶ ἡδονὴν οὐκ ἔχον, φησί; Πόθεν; Οὐχ ἑτέρωθεν, ἀλλ' ἢ ἀπὸ ψυχῆς ταπεινῆς καὶ εὐτελοῦς. Οὐ γὰρ ἔστι τὸν ὑπὸ δόξης ἁλόντα, μέγα τι καὶ νεανικὸν ἐννοῆσαι ταχέως· ἀλλ' αἰσχρὸν αὐτὸν εἶναι δεῖ, καὶ εὐτελῆ, καὶ ἄτιμον, καὶ μικρόν. Ὁ γὰρ δι' ἀρετὴν μὲν μηδὲν ποιῶν, ἵνα δὲ ἀνδράσιν ἀρέσκῃ μηδενὸς ἀξίοις λόγου,   καὶ   πανταχοῦ   τὴν   ἐκείνων   ψῆφον   τιθέμενος   τὴν   ἐσφαλμένην   καὶ πλανωμένην, πῶς ἂν ἄξιος εἴη τινός; Σκόπει δέ. Εἴ τις αὐτὸν ἔροιτο· Σὺ δὲ τί νομίζεις εἶναι τοὺς πολλούς; εὔδηλον ὅτι ῥᾳθύμους καὶ ἠμελημένους ἐρεῖ. Τί δέ; ἕλοιο ἂν γενέσθαι  κατ'  ἐκείνους;  Εἴ τις  αὐτὸν  ἔροιτο  πάλιν,  οὐκ  ἄν  μοι  δοκεῖ  θελῆσαι γενέσθαι. Πῶς οὖν οὐκ ἔσχατος γέλως, τὴν τούτων δό . ξαν θηρεύειν, ὧν οὐκ ἂν ἕλοιο γενέσθαι παραπλήσιός ποτε;  ʹ. Εἰ δὲ λέγοις, ὅτι πολλοὶ καὶ συνεστηκότες τινές εἰσι, διὰ τοῦτο μάλιστα αὐτῶν καταφρονεῖν  ἐχρῆν. Εἰ γὰρ καθ' ἑαυτοὺς ὄντες εἰσὶν εὐκαταφρόνητοι,  ὅταν πολλοὶ  γένωνται,  μειζόνως  τοῦτο συμβήσεται. Ἡ γὰρ τῶν καθ' ἕκαστον ἄνοια, συλλεγέντων ὁμοῦ, μείζων ὑπὸ τοῦ πλήθους αὐξηθεῖσα γίνεται.∆ιὸ καὶ καθ' ἕνα μὲν αὐτῶν εἰ λάβοι, ποτὲ ἄν τις καὶ διορθώσειεν· ὁμοῦ δὲ ὄντας, οὐκ ἂν  δυνηθείη  ῥᾳδίως, διὰ τὸ τὴν  ἄνοιαν  ἐπιτείνεσθαι,  καὶ δίκην  θρεμμάτων ἄγεσθαι, καὶ πανταχοῦ ταῖς παρ' ἀλλήλων ἕπεσθαι δόξαις. Ταύτης οὖν, εἰπέ μοι, τῆς παρὰ τῶν πολλῶν ἀντιποιήσεσθε δόξης; Μὴ, δέομαι καὶ ἀντιβολῶ. Τοῦτο γὰρ πάντα ἄνω   καὶ   κάτω   πεποίηκε·   τοῦτο   πλεονεξίαν   ἔτεκε,   βασκανίαν,   κατηγορίαν, ἐπιβουλάς· τοῦτο τοὺς οὐδὲν ἠδικημένους κατὰ τῶν οὐδὲν ἠδικηκότων ὁπλίζει καὶ ἐκθηριοῖ. Καὶ οὔτε φιλίαν  οἶδεν  ὁ τούτῳ  τῷ νοσήματι περιπεσὼν, οὐ συνηθείας μέμνηται, οὐκ αἰδεῖσθαι οὐδένα ὅλως ἐπίσταται· ἀλλὰ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας τὰ καλὰ, πρὸς πάντας ἐκπεπολέμωται, ἄστατος, ἄστοργος ὤν. Καὶ τὸ μὲν τῆς ὀργῆς πάθος, εἰ καὶ αὐτὸ τυραννικόν τί ἐστι καὶ ἀφόρητον, ἀλλ' οὐκ ἀεὶ διενοχλεῖν εἴωθεν, ἀλλ' ὅταν ἔχῃ τοὺς παροξύνοντας μόνον· τὸ δὲ τῆς κενοδοξίας διαπαντὸς, καὶ οὐκ ἔστι καιρὸς, ὡς εἰπεῖν, ἐν ᾧ λῆξαι δυνήσεται, μὴ λογισμοῦ κωλύοντος  αὐτὴν καὶ καταστέλλοντος, ἀλλ' ἀεὶ πάρεστιν, οὐ μόνον ἀναπείθουσα ἁμαρτάνειν, ἀλλὰ κἂν τύχωμέν  τι κατορθοῦντες,  καὶ τοῦτο ἀφαρπάζουσα τῶν  χειρῶν,  ἔστι δὲ ὅτε οὐδὲ ἀφιεῖσα τὴν ἀρχὴν κατορθῶσαι. Εἰ δὲ τὴν  πλεονεξίαν  ὁ Παῦλος εἰδωλολατρείαν καλεῖ· τὴν ταύτης μητέρα καὶ ῥίζαν καὶ πηγὴν,  τὴν κενοδοξίαν  λέγω, τί δίκαιον ὀνομάσαι; Οὐδὲ γὰρ  προσηγορίαν  τῆς  κακίας  ἀξίαν  ἔστιν  εὑρεῖν.  Ἀνανήψωμεν τοίνυν, ἀγαπητοὶ, καὶ τὸ πονηρὸν ἀποδυσώμεθα τοῦτο ἱμάτιον, καὶ διαῤῥήξωμεν καὶ ἀποτέμωμεν, καὶ γενώμεθά ποτε ἐλεύθεροι τὴν ἐλευθερίαν τὴν ἀληθῆ, καὶ λάβωμεν αἴσθησιν τῆς εὐγενείας τῆς παρὰ τοῦ Θεοῦ δεδομένης ἡμῖν· καταφρονήσωμεν  τῆς τῶν πολλῶν δόξης. Οὐδὲν γὰρ οὕτω καταγέλαστον καὶ ἄτιμον, ὡς τοῦτο τὸ πάθος· οὐδὲν οὕτως αἰσχύνης γέμον καὶ πολλῆς ἀδοξίας. Καὶ τοῦτο πολλαχόθεν ἴδοι τις ἂν, ὅτι τὸ μὲν δόξης ἐρᾷν, ἀδοξία, δόξα δὲ ὄντως, τὸ ταύτης ὑπερορᾷν, καὶ μηδένα αὐτῆς ποιεῖσθαι λόγον, ἀλλὰ πρὸς  τὸ τῷ Θεῷ δοκοῦν ἅπαντα καὶ λέγειν καὶ ποιεῖν. Οὕτω γὰρ δυνησόμεθα καὶ μισθὸν λαβεῖν παρὰ τοῦ τὰ ἡμέτερα ὁρῶντος ἀκριβῶς, ὅταν αὐτῷ μόνῳ ἀρκώμεθα θεατῇ. Τί γὰρ ἡμῖν καὶ ἑτέρων ὀφθαλμῶν δεῖ, τοῦ τιμᾷν μέλλοντος ἡμᾶς ὁρῶντος ἀεὶ τὰ γινόμενα παρ' ἡμῶν; Πῶς δὲ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν  τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρους ὀφθαλμοὺς  ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται·  ἡμᾶς  δὲ  τοιοῦτον   ἔχοντας   Κύριον,  ἑτέρους  ἐπιζητεῖν   θεατὰς  τοὺς ὠφελῆσαι μὲν οὐδὲν, βλάψαι δὲ ἐκ τῆς θεωρίας δυναμένους, καὶ κενῶσαι πάντα τὸν πόνον ἡμῖν; Μὴ, παρακαλῶ· ἀλλ' ὅθεν ἔχομεν τοὺς μισθοὺς λαβεῖν, τοῦτον καλῶμεν ἐπαινέτην τῶν γινομένων, τοῦτον θεατήν. Μηδὲν ἡμῖν καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ἔστω. Εἰ γὰρ ἐθέλοιμεν καὶ ταύτης ἐπιτυχεῖν  τῆς δόξης, τότε αὐτῆς ἐπιτευξόμεθα, ὅταν τὴν παρὰ τοῦ Θεοῦ ζητῶμεν μόνην. Τοὺς γὰρ δοξάζοντάς με δοξάσω, φησί. Καὶ ὥσπερ χρημάτων  τότε μάλιστα εὐποροῦμεν, ὅταν καταφρονῶμεν  αὐτῶν,  καὶ τὸν παρὰ τοῦ Θεοῦ ζητῶμεν πλοῦτον μόνον (Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν)· οὕτω καὶ ἐπὶ τῆς δόξης, ὅταν ἡμῖν λοιπὸν ἀκίνδυνος   ἡ  δόσις  ᾖ  καὶ  ἡ  τῶν   χρημάτων   καὶ  ἡ  τῆς   δόξης,  τότε   αὐτὴν ἐπιδαψιλεύσεται  ὁ  Θεός. Ἀκίνδυνος  δὲ  τότε  ἐστὶν,  ὅταν  ἡμῶν  μὴ  κρατῇ,  μηδὲ περιγίνηται, μηδὲ ὡς δούλοις αὐτὴ ἐπιτάττῃ, ἀλλ' ὡς δεσπόταις καὶ ὡς ἐλευθέροις παραγίνηται. ∆ιὰ γὰρ τοῦτο οὐδὲ βούλεται αὐτῶν ἡμᾶς ἐρᾷν, ἵνα μὴ κρατώμεθα παρ' αὐτῶν. Κἂν τοῦτο κατορθώσωμεν, δίδωσιν ἡμῖν αὐτὰ μετὰ πολλῆς τῆς δαψιλείας. Τί γὰρ Παύλου λαμπρότερον,  εἰπέ μοι, τοῦ λέγοντος·  Οὐ ζητοῦμεν παρὰ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων; τί δὲ εὐπορώτερον τοῦ μηδὲν ἔχοντος, καὶ πάντα  κατέχοντος;  Ὅταν γὰρ, ὅπερ ἔφην,  μὴ κρατώμεθα ὑπ' αὐτῶν,  τότε αὐτῶν κρατήσομεν,  τότε   αὐτὰ   ληψόμεθα.   Εἰ  τοίνυν   ἐπιθυμοῦμεν   ἐπιτυχεῖν   δόξης, φεύγωμεν  δόξαν· οὕτω γὰρ δυνησόμεθα τοῦ Θεοῦ τοὺς νόμους ἀνύσαντες, τυχεῖν καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐπηγγελμένων  ἀγαθῶν, χάριτι τοῦ Χριστοῦ, μεθ' οὗ τῷΠατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



∆ʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.


αʹ. Τοῖς ἄρτι τῶν παίδων εἰσαγομένοις πρὸς τὰ μαθήματα οὔτε πολλὰ ἐφεξῆς ἐπιτιθέασιν οἱ διδάσκαλοι τὰ φορτία, οὔτε εἰσάπαξ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ βραχέα, καὶ τὰ αὐτὰ πολλάκις ἐνηχοῦσιν αὐτοῖς, ὥστε αὐτῶν ῥᾳδίως ἐντεθῆναι  τῇ διανοίᾳ τὰ λεγόμενα, ἀλλὰ μὴ ἐκ προοιμίων δυσχεράναντας αὐτοὺς πρὸς τὸ πλῆθος καὶ τὸ τῆς μνήμης δυσκάθεκτον, ὀκνηροτέρους γενέσθαι περὶ τὴν συλλογὴν τῶν δοθέντων, νάρκης τινὸς αὐτοῖς ἀπὸ τῆς δυσκολίας ἐγγινομένης. Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων  τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς.∆ιὸ καὶ  τῶν αὐτῶν ἅψομαι πάλιν ῥημάτων, οὐχ ὥστε τὰ αὐτὰ πάλιν εἰπεῖν,ἀλλ' ὥστε τὰ λείποντα  προσθεῖναι μόνον.  Φέρε οὖν, τὸν  λόγον  ἐπὶ τὰ προοίμια πάλιν ἀγάγωμεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Τίνος ἕνεκεν, τῶν ἄλλων ἁπάντων εὐαγγελιστῶν ἀπὸ τῆς οἰκονομίας ἀρξαμένων (καὶ γὰρ ὁ Ματθαῖός φησι, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυΐδ· καὶ ὁ Λουκᾶς τὰ κατὰ τὴν Μαρίαν ἡμῖν ἐν ἀρχῇ διηγεῖται· καὶ ὁ Μάρκος δὲ ὁμοίως τοῖς αὐτοῖς ἐνδιατρίβει λόγοις, τὴν κατὰ τὸν Βαπτιστὴν ἱστορίαν ἐντεῦθεν ὑφαίνων), ὁ Ἰωάννης τοῦτο μὲν ἐν βραχεῖ καὶ μετὰ ταῦτα ᾐνίξατο  εἰπὼν,  Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀϊδίου γεννήσεως ἡμῖν διηγεῖται; Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τούτων, . ἤδη πρὸς ὑμᾶς ἐρῶ. Τῶν λοιπῶν εὐαγγελιστῶν τὸ πλέον ἐν τοῖς κατὰ σάρκα διατριψάντων  λόγοις, δέος ἦν τοῦ μή τινας  διὰ τοῦτο χαμαιπετεῖς  ὄντας τούτοις ἐναπομεῖναι μόνοις τοῖς δόγμασιν· ὃ καὶ Παῦλος ἔπαθεν ὁ Σαμοσατεύς. Ἐκ ταύτης τοίνυν  ἀνάγων  τῆς χαμαιζηλίας τοὺς μέλλοντας  ἐμπεσεῖσθαι, καὶ εἰς τὸν οὐρανὸν ἀνέλκων, εἰκότως ἄνωθεν καὶ ἐκ τῆς ὑπάρξεως τῆς ἀϊδίου ποιεῖται τῆς διηγήσεως τὴν ἀρχήν. Τοῦ μὲν γὰρ Ματθαίου ἀπὸ Ἡρώδου τοῦ βασιλέως, τοῦ Λουκᾶ δὲ ἀπὸ Τιβερίου τοῦ Καίσαρος, τοῦ δὲ Μάρκου ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου  πρὸς τὴν διήγησιν εἰσβαλόντων, πάντα ταῦτα ἀφεὶς οὗτος, ἀνωτέρω παντὸς ἄνεισι χρόνου τε καὶ αἰῶνος, ἐκεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν ἀκοντίζων  πρὸς τὸ, Ἐν ἀρχῇ ἦν, καὶ οὐκ ἀφιεὶς  στῆναί που, οὐδὲ ὅρον τιθεὶς,  καθάπερ ἐκεῖνοι, τὸν  Ἡρώδην καὶ τὸν Τιβέριον καὶ τὸν  Ἰωάννην.  Ὃ δὲ ἄξιον  μετὰ τούτων  θαυμάσαι, ἐκεῖνο  μάλιστα εἰπεῖν  ἔστιν,  ὅτι  οὔτε  οὗτος  πρὸς  τὸν  ὑψηλότερον   ἑαυτὸν  λόγον  ἀφιεὶς  τῆς οἰκονομίας  ἠμέλησεν· οὔτε ἐκεῖνοι  τὴν  περὶ ταύτης  ἐσπουδακότες διήγησιν,  τὴν προαιώνιον  ἐσίγησαν ὕπαρξιν· καὶ μάλα εἰκότως. Ἓν γὰρ ἦν τὸ Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς· διὸ καὶ πολλὴν περὶ τὴν ἀπαγγελίαν ἐπεδείξαντο τὴν ὁμόνοιαν. Σὺ δὲ, ἀγαπητὲ, Λόγον ἀκούσας, μηδέποτε ἀνάσχῃ τῶν λεγόντων ἔργον αὐτὸν εἶναι, ἀλλὰ μηδὲ τῶν ἁπλῶς λόγον αὐτὸν εἶναι νομιζόντων.  Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες  προφητεῖαι  καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν  τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας· διὸ καὶ ἐπάγει λέγων περὶ τῶν ἀγγέλων,  ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ)· οὗτος δὲ ὁ Λόγος οὐσία τίς ἐστιν ἐνυπόστατος, ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς  τοῦ Πατρός. Τοῦτο γὰρ, ὡς ἔφθην εἰπὼν, διὰ τῆς τοῦ Λόγου προσηγορίας ἐδήλωσεν. Ὥσπερ οὖν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, τὸ ἀΐδιον δηλοῖ· οὕτω τὸ, Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, τὸ συναΐδιον ἡμῖν ἐνέφηνεν.  Ἵνα γὰρ μὴ, ἀκούσας ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀΐδιον μὲν νομίσῃς, πρεσβυτέραν δὲ διαστήματί τινι τοῦ Πατρὸς τὴν ζωὴν ὑποπτεύσῃς καὶ αἰῶνι πλείονι, καὶ τῷ Μονογενεῖ δῷς ἀρχὴν, ἐπήγαγε τὸ, ὅτι Ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ἦν, οὕτως ἀΐδιος, ὡς αὐτὸς ὁ Πατήρ· οὐ γὰρ ἦν ἔρημος οὐδέποτε τοῦ Λόγου, ἀλλ' ἀεὶ Θεὸς πρὸς Θεὸν ἦν, ἐν ὑποστάσει μέντοι ἰδίᾳ. Πῶς οὖν, φησὶν, εἶπεν, ὅτι· Ἐν τῷ κόσμῳ ἦν, εἴ γε πρὸς τὸν Θεὸν ἦν; Ὅτι καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἐν τῷ κόσμῳ ἦν. Οὐδαμοῦ γὰρ περατοῦται, οὔτε ὁ Πατὴρ, οὔτε ὁ Υἱός. Εἰ γὰρ τῆς μεγαλωσύνης  αὐτοῦ οὐκ ἔστι πέρας, Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός· οὐδὲ τῆς οὐσίας εὔδηλον ὅτι ἀρχή τις χρονική. Ἤκουσας, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν; Τί νοεῖς ἀπὸ τῆς ἀρχῆς ταύτης; Εὔδηλον ὅτι τὸ πρὸ πάντων γενέσθαι αὐτὰ τῶν ὁρατῶν. Οὕτω καὶ περὶ τοῦ Μονογενοῦς ἀκούων, ὅτι Ἐν ἀρχῇ ἦν, πρὸ πάντων  αὐτὸν νόει τῶν  νοητῶν  καὶ πρὸ τῶν  αἰώνων.  Εἰ δὲ λέγοι  τις· Καὶ πῶς ἐστιν, Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός; τὸ γὰρ ἔκ τινος ὂν, ἀνάγκη πᾶσα ὕστερον εἶναι τοῦ ἐξ οὗ ἐστιν, ἐροῦμεν, ὅτι μάλιστα μὲν ταῦτα λογισμῶν . ἀνθρωπίνων  ἐστί· καὶ ὁ τοῦτο ζητῶν, καὶ ἕτερα τούτων ἀτοπώτερα ζητήσει· καὶ οὐδὲ τῇ ἀκοῇ τὰ τοιαῦτα παραδέχεσθαι  ἔδει.  Περὶ Θεοῦ γὰρ  νῦν  ἡμῖν  ὁ  λόγος  ἐστὶν,  οὐ  περὶ  τῆς  τῶν ἀνθρώπων   φύσεως,  ὑποκειμένης  τῇ  τῶν  λογισμῶν  τούτων  ἀκολουθίᾳ  τε  καὶ ἀνάγκῃ. Πλὴν ἀλλ' ὑπὲρ πληροφορίας τῶν ἀσθενεστέρων, καὶ πρὸς ταῦτα ἐροῦμεν.

βʹ. Εἰπὲ γάρ μοι, Τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδᾷ τῆς τοῦ ἡλίου φύσεως, ἢ ἄλλοθέν ποθεν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ καὶ τὰς αἰσθήσεις πεπηρωμένον, ὅτι ἐξ αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐξ αὐτοῦ ὂν τοῦ ἡλίου τὸ ἀπαύγασμα, οὐκ ἄν ποτε ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς φύσεως, ἐπειδὴ μηδὲ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ. Εἰ δὲ ἐπὶ τῶν σωμάτων τούτων τῶν ὁρατῶν καὶ αἰσθητῶν, καὶ ἐκ τινὸς ὂν, καὶ οὐχ ὕστερον ἐξ οὗ ἐστιν ἐφάνη τι ὂν, τί ἀπιστεῖς ἐπὶ τῆς ἀοράτου καὶ ἀῤῥήτου φύσεως; Τὸ αὐτὸ δὴ τοῦτό ἐστιν οὕτως, ὡς ἐκείνῃ τῇ οὐσίᾳ πρέπον ἦν. ∆ιὰ γάρ τοι τοῦτο  καὶ  ὁ  Παῦλος αὐτὸν  οὕτως  ἐκάλεσε, καὶ  τὸ  ἐξ  αὐτοῦ  καὶ  τὸ  συναΐδιον παριστῶν. Τί δέ; εἰπέ μοι, οὐχ οἱ αἰῶνες δι' αὐτοῦ γεγόνασιν ἅπαντες καὶ διάστημα ἅπαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι τὸν μὴ παραπαίοντα. Οὐκοῦν οὐδὲν μέσον Υἱοῦ καὶ Πατρός. Εἰ δὲ οὐδὲν, οὐχ ὕστερος, ἀλλὰ συναΐδιος. Τὸ γὰρ πρὸ, καὶ τὸ μετὰ, χρόνων εἰσὶν ἔννοιαι  δηλωτικαί.  Χωρὶς γὰρ αἰῶνος ἢ χρόνου οὐκ ἂν δυνηθείη  τις ταῦτα νοῆσαι τὰ ῥήματα. Χρόνων δὲ καὶ αἰώνων ἀνώτερος ὁ Θεός. Εἰ δὲ ὅλως τοῦ Υἱοῦ φῂς ἀρχὴν κατειληφέναι.  ὅρα μὴ καὶ τὸν Πατέρα ὑπὸ ἀρχὴν ἀναγκασθῇς ἀγαγεῖν κατὰ τοῦτον τὸν λόγον καὶ τὸν λογισμὸν, πρεσβυτέραν μὲν, ἀρχὴν δὲ ὅμως. Εἰπὲ γάρ μοι, οὐχ ὅρον τινὰ καὶ ἀρχὴν προστιθεὶς τῷ Υἱῷ, καὶ οὕτω προϊὼν ἀπ' αὐτῆς ἐπὶ τὸ ἄνω, τὸν Πατέρα προεῖναι λέγεις; Εὔδηλον ὅτι. Εἰπὲ οὖν μοι, πόσον ὁ Πατὴρ προϋπάρχει; Ἄν τε γὰρ ὀλίγον, ἄν τε πολὺ διάστημα εἴπῃς, ὑπὸ τὴν ἀρχὴν τὸν Πατέρα ἤγαγες. Μετρήσας γὰρ εὔδηλον ὅτι τὸ μέσον, οὕτως ὀλίγον ἐρεῖς ἢ πολύ· μετρῆσαι δὲ οὐκ ἂν γένοιτο, μὴ ἑκατέρωθεν οὔσης ἀρχῆς. Ὥστε καὶ τῷ Πατρὶ δέδωκας ἀρχὴν, τό γε εἰς σὲ ἧκον· καὶ οὐκ ἔσται λοιπὸν οὐδὲ ὁ Πατὴρ ἄναρχος καθ' ὑμᾶς. Ὁρᾷς ὅτι τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν ἀληθές ἐστι, καὶ πανταχοῦ τὴν δύναμιν ἐνδείκνυται τὴν αὐτοῦ τὸ ῥῆμα; Ποῖον δὴ τοῦτο; Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα. Καὶ οἶδα μὲν πολλοῖς ἀκατάληπτον ὂν τὸ λεχθέν· διὸ πολλαχοῦ καὶ τὰ ἀπὸ τῶν λογισμῶν ἀναβαλλόμεθα κινεῖν,  ὅτι οὔτε παρακολουθεῖν αὐτοῖς ὁ λοιπὸς δύναιτ' ἂν δῆμος· οὔτε, εἰ παρακολουθήσειεν, ἔχει τι βέβαιον καὶ ἀσφαλές. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ,  καὶ  ἐπισφαλεῖς  αἱ  ἐπίνοιαι  αὐτῶν.  Ἡδέως  δ' ἂν  κἀκεῖνο  ἐροίμην  τοὺς ἀντιλέγοντας  ἡμῖν, τί ποτέ ἐστι τὸ παρὰ τῷ προφήτῃ λεγόμενον, τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔστιν; Εἰ γὰρ νεώτερος τοῦ Πατρὸς ὁ Υἱὸς, πῶς φησι, Μετ' ἐμὲ οὐκ ἔστιν; Ἆρα οὖν ἀναιρήσετε καὶ αὐτοῦ τοῦ Μονογενοῦς τὴν οὐσίαν; Ἀνάγκη γὰρ ἢ τοῦτο τολμᾷν,  ἢ μίαν  παραδέξασθαι τὴν  θεότητα  ἐν ἰδίᾳ ὑποστάσει Πατρὸς καὶ Υἱοῦ. Ποῦ δὲ ὅλως τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, ἀληθές; Εἰ γάρ ἐστιν αἰὼν αὐτοῦ πρεσβύτερος, πῶς ἂν τὸ πρὸ αὐτοῦ, δι'  αὐτοῦ γεγενημένον  εἴη;
Ὁρᾶτε εἰς ὅσην τόλμαν αὐτοὺς ἅπαξ παρακινηθείσης τῆς ἀληθείας ὁ λόγος ἐξήγαγε;∆ιατί γὰρ οὐκ εἶπεν ὁ εὐαγγελιστὴς, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, καθάπερ περὶ πάντων ὁ Παῦλος ἀποφαίνεται, λέγων οὕτως, Ὁ καλέσας τὰ μὴ ὄντα ὡς . ὄντα, ἀλλ', Ἐν ἀρχῇ ἦν, φησί; τοῦτο γὰρ ἐναντίον ἐκείνῳ· καὶ μάλα εἰκότως. Θεὸς γὰρ οὔτε γίνεται, οὔτε ἔχει τι πρεσβύτερον· ἀλλὰ ταῦτα Ἑλλήνων  ῥήματα. Εἰπὲ δή μοι κἀκεῖνο· τὸν κτίστην τῶν ἔργων οὐχὶ ἀσυγκρίτως ὑπερέχειν εἴποις ἄν; Ὅταν οὖν αὐτοῖς ὅμοιον ᾖ τὸ ἐξ οὐκ ὄντων, ποῦ ἡ ἀσύγκριτος ὑπεροχή; Τί δέ ἐστιν ὅλως τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός; Εἰ γὰρ ὁ Υἱὸς μὴ εἴη τῆς αὐτῆς οὐσίας, ἕτερός ἐστι Θεός· καὶ εἰ μὴ συναΐδιος, ἔστι μετ' αὐτόν· καὶ εἰ μὴ ἐκ τῆς οὐσίας προῆλθεν, εὔδηλον ὅτι ἐγένετο. Εἰ δὲ λέγοιεν, πρὸς ἀντιδιαστολὴν  τῶν εἰδώλων  ταῦτα  εἰρῆσθαι, πῶς  οὐ συγχωροῦσι πρὸς ἀντιδιαστολὴν  τῶν  εἰδώλων λέγειν  τὸν  μόνον  ἀληθινὸν  Θεόν; Εἰ δὲ  καὶ  πρὸς  ἀντιδιαστολὴν  τῶν  εἰδώλων εἴρηται τοῦτο, πῶς ἑρμηνεύσεις τὴν ῥῆσιν ἅπασαν; Μετ' ἐμὲ γὰρ, φησὶν, οὐκ ἔστιν ἄλλος Θεός. Οὐκ ἐκβάλλων τὸν Υἱὸν τοῦτό φησιν, ἀλλ' ὅτι Θεὸς εἰδωλικὸς μετ' ἐμὲ οὐκ ἔστιν· οὐχ ὅτι Υἱὸς οὐκ ἔστι. Ναὶ, φησί. Τί οὖν; καὶ τὸ, Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, οὕτως ἐκλήψῃ, ὅτι εἰδωλικὸς μὲν οὐκ ἐγένετο, ἐγένετο δ' οὖν ὅμως Υἱὸς ἔμπροσθεν αὐτοῦ; Καὶ ποῖος ἂν τοῦτο δαίμων εἴποι; Οὐδὲ γὰρ αὐτὸν οἶμαι τὸν διάβολον τοῦτο ἐρεῖν. Ἄλλως δὲ, εἰ οὐκ ἔστι συναΐδιος τῷ Πατρὶ, πῶς ἄπειρον αὐτοῦ τὴν ζωὴν ἐρεῖς; Εἰ γὰρ ἀρχὴν ἄνωθεν ἔχει, κἂν ἀτελεύτητος ᾖ, ἄπειρος ὅμως οὐκ ἔστι· τὸ γὰρ ἄπειρον ἑκατέρωθεν ἄπειρον εἶναι χρή. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν  ἔλεγε·  Μήτε ἀρχὴν  ἡμερῶν,  μήτε  ζωῆς  τέλος  ἔχων,  τό  τε  ἄναρχον  καὶ ἀτελεύτητον  δεικνὺς ταύτῃ. Ὥσπερ γὰρ τοῦτο οὐκ ἔχει πέρας, οὕτως οὐδὲ ἐκεῖνο· οὔτε γὰρ ἐνταῦθα τέλος, οὔτε ἐκεῖ ἀρχή.

γʹ. Πῶς δὲ καὶ ζωὴ ὢν, ἦν ποτε ὅτε οὐκ ἦν; Τὴν γὰρ ζωὴν ἀεί τε εἶναι, καὶ ἀνάρχως εἶναι καὶ ἀτελευτήτως πάντες ἂν ὁμολογήσαιεν, εἴπερ ὄντως εἴη ζωὴ, ὥσπερ οὖν καὶ ἔστιν. Εἰ δὲ ἔστιν ὅτε οὐκ ἔστι, πῶς ἂν εἴη ζωὴ τῶν ἄλλων, αὐτή ποτε οὐκ οὖσα; Πῶς οὖν, φησὶν, ἀρχὴν ἔθηκεν ὁ Ἰωάννης εἰπὼν, Ἐν ἀρχῇ ἦν; Τῷ, Ἐν ἀρχῇ, προσέσχες, καὶ τῷ, Ἦν, εἰπέ μοι·καὶ τὸ, Ὁ Λόγος ἦν, οὐκ ἐννοεῖς; Τί δὲ, ὅταν  περὶ τοῦ Πατρὸς ὁ Προφήτης λέγῃ· Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος  σὺ εἶ· ἆρα ὅρους αὐτῷ τιθεὶς  οὕτω φησίν; Οὐδαμῶς, ἀλλὰ τὸ ἀΐδιον δηλῶν. Οὕτω τοίνυν καὶ ἐνταῦθα νόει. Οὐ γὰρ ὅρους τιθεὶς, τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ εἶπεν, ἀρχὴν ἔσχεν, ἀλλ', Ἐν ἀρχῇ ἦν, διὰ τοῦ, Ἦν, παραπέμπων σε ἐπὶ τὸ ἄναρχον ἐννοεῖν τὸν Υἱόν. Ἀλλ' ἰδοὺ, φησὶν, ὁ Πατὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται, ὁ δὲ Υἱὸς χωρὶς ταύτης. Τί οὖν, ὅταν ὁ Ἀπόστολος λέγῃ. Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάλιν, Ὁ ὢν ἐπὶ πάντων Θεός; ἰδοὺ γὰρ ἐνταῦθα χωρὶς τοῦ ἄρθρου τοῦ Υἱοῦ ἐμνημόνευσε. Ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Πατρός. Τοῖς γοῦν Φιλιππησίοις ἐπιστέλλων,  οὕτω φησίν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ Ῥωμαίοις δὲ πάλιν· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἄλλως τε καὶ περιττὸν ἦν ἐνταῦθα αὐτὸ προστεθῆναι, ἄνω συνεχῶς προστεθὲν τῷ λόγῳ. Ὥσπερ γὰρ περὶ τοῦ Πατρὸς λέγων  φησὶ, Πνεῦμα ὁ Θεός· καὶ οὐκ ἐπειδὴ τῷ Πνεύματι τὸ ἄρθρον οὐ πρόσκειται, οὐκ . ἀθετοῦμεν διὰ τοῦτο τὸ ἀσώματον τοῦ Θεοῦ· οὕτω καὶ ἐνταῦθα, κἂν μὴ πρόσκειται τῷ Υἱῷ τὸ ἄρθρον, οὐ διὰ τοῦτο ἥττων Θεὸς ὁ Υἱός. Τί δήποτε; Θεὸν γὰρ καὶ Θεὸν εἰπὼν,  οὐκ ἐμφαίνει  τι μέσον ἡμῖν  τῆς θεότητος ταύτης, ἀλλὰ καὶ τοὐναντίον. Προειπὼν γὰρ, Καὶ Θεὸς ἦν ὁ Λόγος, ἵνα μὴ νομίσῃ τις ἐλάττονα εἶναι τὴν θεότητα τοῦ Υἱοῦ, εὐθέως αὐτοῦ καὶ τὰ γνωριστικὰ τῆς γνησίας τίθησι θεότητος, τό τε ἀΐδιον ἀναλαβών.  Οὗτος γὰρ ἦν, φησὶν, ἐν ἀρχῇ πρὸς τὸν Θεόν· καὶ τὸ δημιουργικὸν προστιθείς· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο  οὐδὲ  ἓν,  ὃ γέγονεν·  ὃ μάλιστα  καὶ  ὁ Πατὴρ αὐτοῦ  διὰ  τῶν  προφητῶν ἁπανταχοῦ  τῆς οὐσίας τῆς αὐτοῦ γνωριστικὸν  εἶναί φησι. Καὶ συνεχῶς τοῦτο τῆς ἀποδείξεως τὸ εἶδος περιστρέφουσιν οἱ προφῆται· καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ πρὸς τὴν τῶν εἰδώλων ἀγωνιζόμενοι δόξαν. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ πάλιν· Ἐγὼ τῇ χειρί μου ἐξέτεινα  τὸν οὐρανόν· καὶ δεικνὺς θεότητος εἶναι δηλωτικὸν, πανταχοῦ αὐτὸ τίθησιν. Αὐτὸς δὲ ὁ εὐαγγελιστὴς οὐδὲ τούτοις  ἠρκέσθη τοῖς  ῥήμασιν, ἀλλὰ  καὶ ζωὴν  αὐτὸν  ἐκάλεσε καὶ φῶς.  Εἰ τοίνυν  ἀεὶ  μετὰ  τοῦ  Πατρὸς ἦν,  εἰ  πάντα  αὐτὸς  ἐδημιούργησε, εἰ  πάντα  αὐτὸς παρήγαγε καὶ συγκροτεῖ (τοῦτο γὰρ διὰ τῆς ζωῆς ᾐνίξατο), εἰ πάντα φωτίζει·  τίς οὕτως ἀνόητος, ὡς εἰπεῖν, τὸν εὐαγγελιστὴν  διὰ τούτων  ἐσπουδακέναι ἐλάττωσιν θεότητος  εἰσηγήσασθαι, δι'  ὧν  μάλιστα  ἰσότητα  καὶ  ἀπαραλλαξίαν  ἐνδείξασθαι δυνατόν  ἐστι; Μὴ δὴ συγχέωμεν τὴν κτίσιν μετὰ τοῦ κτίσαντος, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἐσεβάσθησαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Εἰ γὰρ καὶ περὶ οὐρανῶν λέγοιεν τοῦτο εἰρῆσθαι, ἀλλ' ὅμως ἐν τῷ περὶ τούτων λόγῳ παντελῶς ἀπεῖπε τὸ μὴ δεῖν κτίσει λατρεύειν, ὡς Ἑλληνικὸν ὄν.

δʹ. Μὴ τοίνυν ταύτῃ ὑποβάλωμεν αὐτοὺς τῇ ἀρᾷ. ∆ιὰ τοῦτο ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς, ἵνα ταύτης ἡμᾶς ἀπαλλάξῃ τῆς λατρείας· διὰ τοῦτο δούλου μορφὴν ἔλαβεν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ ταύτης· διὰ τοῦτο ἐνεπτύσθη, διὰ τοῦτο ἐῤῥαπίσθη, διὰ τοῦτο θάνατον ὑπέμεινε τὸν ἐπονείδιστον. Μὴ δὴ ταῦτα  πάντα  ἀνόνητα  ποιῶμεν,  μηδὲ πάλιν  ἐπὶ τὴν  προτέραν ἐπανερχώμεθα ἀσέβειαν,  μᾶλλον   δὲ  ἐπὶ  πολλῷ   χαλεπωτέραν.   Οὐ  γάρ  ἐστιν  ἴσον  τῇ  κτίσει λατρεύειν, καὶ αὐτὸν τὸν ∆ημιουργὸν εἰς κτίσεως κατάγειν εὐτέλειαν, τό γε εἰς ἡμᾶς ἧκον. Αὐτὸς γὰρ μένει τοιοῦτος ὢν οἷός ἐστι. Σὺ γὰρ ὁ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. ∆οξάζωμεν οὖν αὐτὸν, ὥσπερ παρελάβομεν παρὰ τῶν  πατέρων· δοξάζωμεν  αὐτὸν,  καὶ  διὰ  πίστεως  καὶ  δι'  ἔργων.  Οὐδὲν γὰρ  ὄφελος  ἡμῖν  εἰς σωτηρίαν δογμάτων  ὑγιῶν,  διεφθαρμένης  ἡμῖν  τῆς ζωῆς. ∆ιὸ ῥυθμίσωμεν αὐτὴν πρὸς   τὸ   τῷ   Θεῷ  δοκοῦν,   αἰσχρότητος   ἁπάσης,  ἀδικίας,   πλεονεξίας   πόῤῥω καθιστῶντες  ἑαυτοὺς, ὡς ξένοι καὶ παρεπίδημοι, καὶ τῶν ἐνταῦθα ἀλλότριοι. Κἂν χρήματά  τις  ἔχῃ  πολλὰ  καὶ κτήματα,  οὕτως  αὐτοῖς  κεχρήσθω, ὡς  πάροικος  καὶ μικρὸν ὕστερον αὐτῶν  ἀποστησόμενος καὶ ἑκὼν καὶ ἄκων. Κἂν ἠδικημένος τις ᾖ παρά τινος, μὴ ἀθάνατα ὀργιζέσθω, μᾶλλον δὲ μηδὲ πρόσκαιρα. Μιᾶς γὰρ ἡμῖν πλέον οὐκ ἔδωκεν ὁ Ἀπόστολος ἡμέρας τῇ ὀργῇ καταχρήσασθαι· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καὶ εἰκότως· ἀγαπητὸν γὰρ καὶ ἐν οὕτω βραχεῖ καιρῷ  μηδὲν  γενέσθαι  ἀηδές. Εἰ δὲ  καὶ  ἡ  νὺξ  καταλάβοι,  δεινότερα  γίνεται  τὰ γεγενημένα,  μυρίου πυ . ρὸς ἀπὸ τῆς μνήμης  ἡμῖν  συλλεγομένου,  καὶ κατὰ σχολὴν πικρότερον ἡμῶν ἐξεταζόντων αὐτά. Πρὶν οὖν τῆς ὀλεθρίας ταύτης ἐπιλαβέσθαι  σχολῆς,  καὶ  σφοδροτέραν  ἀνάψαι  τὴν  πυρὰν,  κελεύει προκαταλαμβάνειν καὶ σβεννύναι τὸ δεινόν. Ὀξὺ γὰρ τὸ πάθος ἐστὶ τῆς ὀργῆς, καὶ φλογὸς ἁπάσης ὀξύτερον. ∆ιὸ πολλοῦ δεῖ τοῦ τάχους ἡμῖν εἰς τὸ προκαταλαβεῖν τὴν φλόγα,  καὶ  μὴ  συγχωρῆσαι  πρὸς  ὕψος  ἀρθῆναι.  Καὶ γὰρ  πολλῶν  οὕτως  αἴτιον γίνεται κακῶν τὸ νόσημα τοῦτο. Οἰκίας γοῦν ὁλοκλήρους ἀνέτρεψε, καὶ συνηθείας ἀρχαίας διέλυσε, καὶ τραγῳδίας ἀπαραμυθήτους εἰργάσατο ἐν βραχεῖ καὶ ἀκαριαίῳ χρόνῳ. Ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ, φησί. Μὴ τοίνυν ἀχαλίνωτον ἐῶμεν τὸ θηρίον, ἀλλὰ κημὸν αὐτῷ πάντοθεν σφοδρὸν, τοῦ δικαστηρίου τοῦ μέλλοντος τὸν φόβον, ἐμβάλλωμεν. Ὅταν σε λυπήσῃ φίλος ἢ καὶ παροξύνῃ τις τῶν οἰκείων, ἐννόησον τὰ ἡμαρτημένα σοι εἰς Θεὸν, καὶ ὅτι τῇ πρὸς ἐκεῖνον ἐπιεικείᾳ πραότερον σαυτῷ καθιστᾷς τὸ δικαστήριον ἐκεῖνο· Ἄφετε γὰρ, φησὶ, καὶ ἀφεθήσεται ὑμῖν· καὶ ταχέως δραπετεύσει τὸ πάθος Πρὸς τούτοις κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιροὺς, καὶ ἐντεῦθεν πολλὴν λήψῃ διόρθωσιν. Εἰπὲ γάρ μοι· πότε σαυτὸν ἐπῄνεσας, ἡνίκα ἡττήθης, ἢ ὅτε ἐκράτησας; Οὐχὶ τότε σφοδρῶς μὲν ἐγκαλοῦμεν  ἑαυτοῖς καὶ αἰσχυνόμεθα, καὶ μηδενὸς ἐλέγχοντος  ἡμᾶς, καὶ πολὺ τὸ τῆς μετανοίας ἡμῖν ἐπεισέρχεται καὶ ῥημάτων ἕνεκεν καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα,  καὶ τρυφῶμεν  καὶ γαυρούμεθα, ὡς νενικηκότες;  Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνασθαι (ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν), ἀλλὰ τὸ πράως ἐνεγκεῖν  παθόντα  κακῶς  καὶ ἀκούσαντα. Τοῦτο γάρ ἐστι τὸ πλέον  σχεῖν, οὐ τὸ ποιῆσαι, ἀλλὰ τὸ παθεῖν κακῶς. Μὴ τοίνυν  λέγε ὀργιζόμενος, Πάντως ἀνταναιρῶ κἀγὼ, πάντως ἐπεξελεύσομαι· μηδὲ πρὸς τοὺς παραινοῦντας νικᾷν ἀντίτεινε λέγων, Οὐκ ἀνέξομαι, ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ. Οὐ γὰρ δή ποτέ σου καταγελάσεται, ἀλλ' ὅταν  ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε  καταγελάσεται, ὡς  ἀνόητος τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων δόξαν, ἀλλ' ἀποχρῶσαν νόμιζε αὐτὴν ἔχειν παρὰ τῶν νοῦν ἐχόντων.  Ἀλλὰ γὰρ τί σοι μικρὸν καὶ ταπεινὸν καθίζω θέατρον, ἐξ ἀνθρώπων  αὐτὸ συντιθείς; Πρὸς τὸν Θεὸν εὐθέως ἀνάβλεψον, κἀκεῖνός  σε ἐπαινέσεται.  Τὸν  δὲ  παρ'  ἐκείνου  θαυμαζόμενον  οὐ  δεῖ  παρὰ  τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Ἡ μὲν γὰρ καὶ πρὸς χάριν πολλάκις, καὶ πρὸς ἀπέχθειαν ἑτέρων  γίνεται,  καὶ  κέρδος ἤνεγκεν  οὐδέν· ἡ δὲ παρὰ τοῦ  Θεοῦ ψῆφος  ταύτης ἀπήλλακται  τῆς  ἀνωμαλίας,  καὶ  πολλὴν  φέρει  τῷ  θαυμαζομένῳ  τὴν  ὠφέλειαν. Τοῦτον οὖν τὸν ἔπαινον  διώκωμεν.

εʹ. Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; Παράστηθι μαχομένοις ἐν ἀγορᾷ ἑτέροις. Ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δυνήσῃ ῥᾳδίως ἰδεῖν,  ἐσκοτωμένῳ  καὶ μεθύοντι  τῷ λογισμῷ· ἀλλ' ὅταν  καθαρεύσῃς τοῦ πάθους, τότε ἐν ἄλλοις θεώρει τὰ σὰ, τῆς κρίσεώς σοι μὴ διεφθαρμένης. Θέα δέ μοι τοὺς περιῤῥέοντας ὄχλους, τοὺς θυμουμένους, καθάπερ μαινομένους  εἰς τὸ μέσον ἀσχημονοῦντας.  . Ὅταν  γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς  ζέσας διανιστῆται  καὶ ἀγριαίνῃ,  πῦρ πνέει  τὸ στόμα, πῦρ ἀφιᾶσιν  οἱ ὀφθαλμοὶ,  οἰδεῖ πάντοθεν  ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καταγελάστως πηδῶσιν οἱ πόδες καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων  οὐδὲν διεστήκασι πρὸς ταῦτα πάντα  ἀναισθητοῦντες, ἀλλ' οὐδὲ τῶν  ἀγρίων  ὄνων,  λακτίζοντες,  δάκνοντες.  Ὄντως ἀνὴρ θυμώδης  οὐκ εὐσχήμων. Εἶτα, μετὰ τὸν πολὺν γέλωτα τοῦτον, ἀναχωρήσαντες οἴκαδε, καὶ πρὸς ἑαυτοὺς ἐπανελθόντες,  μείζονα ἔχουσι τὴν ὀδύνην  καὶ πολὺ τὸ δέος, ἐννοοῦντες ἄρα τίνες οἱ παρόντες ἦσαν ἡνίκα ὠργίζοντο. Καθάπερ γὰρ οἱ παραπαίοντες τοὺς παρόντας ἀγνοοῦντες,  ὅταν σωφρονήσωσι, τότε ταῦτα λογίζονται,  Ἆρα μὴ φίλοι, ἆρα μὴ πολέμιοι καὶ ἐχθροὶ οἱ θεασάμενοι; καὶ γὰρ ὁμοίως ὑπὲρ ἀμφοτέρων δεδοίκασι· τῶν  μὲν, ὡς καταγνωσομένων  καὶ μείζονα ποιησόντων  τὴν αἰσχύνην· τῶν δὲ, ὡς ἐφησθησομένων. Ἂν δὲ καὶ πληγὰς τείναντες τύχωσιν ἀλλήλοις, χαλεπώτερον  τὸ δέος, οἷον μή τι τῶν χαλεπωτάτων  συμβαίη περὶ τὸν παθόντα, ἢ πυρετὸς ἀκολουθήσας ἐπενέγκοι θάνατον, ἢ οἴδημα ἀναστὰν δυσίατον εἰς τὸν περὶ τῶν  ἐσχάτων  καταστήσῃ κίνδυνον.  Καὶ, τί γάρ μοι μάχης ἔδει; τί δὲ ὕβρεων καὶ φιλονεικίας;  ἀπόλοιτο τὰ καὶ τά. Καὶ πᾶσι καταρῶνται  τοῖς πράγμασι λοιπὸν  τοῖς ἐπικήροις  τούτοις,  καὶ  παρασχοῦσιν  αὐτοῖς  τὴν  ἀρχήν.  Οἱ δὲ  ἀλογώτεροι  καὶ δαίμονας πονηροὺς καὶ ὥραν αἰτιῶνται  κακὴν τῶν γεγενημένων.  Ἀλλ' οὐκ ἔστιν ὥρας κακῆς· οὐδὲ γάρ ἐστιν ὥρα κακή ποτε· οὐδὲ δαίμονος ταῦτα πονηροῦ, ἀλλὰ τῆς πονηρίας  τῶν  ἑαλωκότων.  Οὗτοι γὰρ καὶ τοὺς δαίμονας  ἐπισπῶνται,  καὶ πάντα ἑαυτοῖς ἐπάγουσι τὰ δεινά. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρδία, καὶ ταῖς ὕβρεσι δάκνεται; Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας τοῦ δεινοῦ τούτου θηρίου θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. ∆ιατί γὰρ, ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; ἆρ' οὐχ ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους, ἡμᾶς ἐκδειματῶν, καὶ οὐδὲ φῦναι τὴν ἀρχὴν συγχωρῶν; ∆ιὰ τί δὲ καὶ οἱ οἰκέται παρ' ἡμῶν  ὑβριζόμενοι μυρία, σιγῇ πάντα  φέρουσιν; ἆρ' οὐχ ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν αὐτοῖς ἐπικείμενον  ἔχουσι δεσμόν; Σὺ δὲ μὴ μόνον ἐννοήσῃς τὸν παρὰ τοῦ Θεοῦ φόβον, ἀλλ' ὅτι σε καὶ αὐτὸς ὁ Θεὸς ὑβρίζει τότε, ὁ κελεύων σιγᾷν, καὶ πάντα οἴσεις πράως. Καὶ εἰπὲ πρὸς τὸν ἐπιόντα· Τί σοι πάθω; ἄλλος μου κατέχει καὶ τὴν δεξιὰν καὶ τὴν γλῶτταν· καὶ γενήσεται καὶ σοὶ κἀκείνῳ φιλοσοφίας ὑπόθεσις τὸ ῥῆμα. Νῦν δὲ ἀνθρώπων  μὲν ἕνεκεν καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρικότας λέγομεν πολλάκις·  Ὁ δεῖνά  με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην  ἕξομεν τὴν εὐλάβειαν; Καὶ ποία ἡμῖν ἔσται συγγνώμη; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κατέχων ἡμῶν τὰς χεῖρας· μὴ σκιρτῶμεν, μηδὲ ἔστω ὁ Θεὸς ἀνθρώπων  ἀτιμότερος ἡμῖν.  Ἐφρίξατε πρὸς τὸ ῥῆμα; Ἀλλ' οὐχὶ  πρὸς τὰ ῥήματα βούλομαι μόνον, ἀλλὰ καὶ πρὸς τὴν πρᾶξιν φρίττειν  ὑμᾶς. Ἐκέλευσε γὰρ ὁ Θεὸς ῥαπιζομένους μὴ μόνον φέρειν, ἀλλὰ καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ χεῖρόν τι παθεῖν. Ἡμεῖς δὲ μετὰ τοσαύτης σφοδρότητος  ἐναντιούμεθα,  ὡς  μὴ μόνον  μὴ παρέχειν ἑαυτοὺς εἰς τὸ κακῶς παθεῖν, ἀλλὰ καὶ ἀμύνασθαι, πολλάκις δὲ καὶ ἄρχειν χειρῶν ἀδίκων, καὶ ἐλαττοῦσθαι νομίζειν, ἂν μὴ πράξωμεν τὰ αὐτά. Καὶ γὰρ τὸ δεινὸν τοῦτο . ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι  πληγὰς  παρὰ τοῦ διαβόλου, κρατεῖν  αὐτοῦ νομίζομεν.  ∆ιὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος. Τὸ γὰρ παθεῖν κακῶς, τοῦτό ἐστι τὸ στεφανοῦσθαι. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς ἀναῤῥηθῆναι παρὰ τοῦ Θεοῦ, μὴ τὸν τῶν ἔξωθεν ἀγώνων, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ νόμον φυλάττωμεν  ἐν τοῖς παλαί . σμασι τούτοις, καὶ τὸ πάντα φέρειν μετὰ μακροθυμίας. Οὕτω γὰρ καὶ τῶν παλαιόντων  περιγινώμεθα, καὶ τῶν ἐνταῦθα, καὶ τῶν  ἐπηγγελμένων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι'  οὗ καὶ μεθ'  οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |