ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Πρός Άγιον Ιωάννην Απόστολον και Ευαγγελιστήν

Σάββατο 29 Οκτωβρίου 2016

Πρός Άγιον Ιωάννην Απόστολον και Ευαγγελιστήν




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Αʹ Οἱ τῶν  ἀγώνων  τῶν  ἔξωθεν  θεαταὶ, ὅταν  τινὰ  γενναῖον  ἀθλητὴν

αʹ. Οἱ τῶν  ἀγώνων  τῶν  ἔξωθεν  θεαταὶ, ὅταν  τινὰ  γενναῖον  ἀθλητὴν  καὶ στεφανίτην ποθὲν ἥκοντα μάθωσι, συντρέχου . σιν ἅπαντες ὥστε ἰδεῖν αὐτοῦ τὰ παλαίσματα, καὶ τὴν τέχνην καὶ τὴν ἰσχὺν ἅπασαν· καὶ ἴδοις ἂν ὁλόκληρον θέατρον μυριάδων πολλῶν, πάντας ἐκεῖ καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς διανοίας συντείνοντας  ὀφθαλμοὺς, ὥστε μηδὲν αὐτοὺς τῶν  γινομένων  παραδραμεῖν. Καὶ μουσικὸς δὲ εἴ τις  θαυμαστὸς ἐπιδημήσειε, πάλιν  ὁμοίως  οἱ αὐτοὶ  δὴ οὗτοι πληροῦσι τὸ θέατρον, καὶ πάντα ἀφέντες τὰ ἐν χερσὶν, ἀναγκαῖα πολλάκις ὄντα καὶ κατεπείγοντα,  ἀναβάντες κάθηνται, μετὰ πολλῆς τῆς σπουδῆς τῶν ᾠδῶν  καὶ τῶν κρουμάτων ἀκούοντες, καὶ τὴν ἀμφοτέρων βασανίζοντες συμφωνίαν. Καὶ ταῦτα μὲν οἱ πολλοί.


Οἱ δὲ ῥητορικῶν ἔμπειροι λόγων, καὶ αὐτοὶ πάλιν ἐπὶ τῶν σοφιστῶν τὸ αὐτὸ τοῦτο πράττουσιν. Ἔστι γὰρ καὶ τούτοις θέατρα, καὶ ἀκροαταὶ, καὶ κρότοι, καὶ ψόφος,  καὶ βάσανος τῶν  λεγομένων  ἐσχάτη. Εἰ δὲ ῥητορικῶν  αὐλητικῶν  τε καὶ ἀθλητικῶν  ἀνδρῶν,  τῶν  μὲν  θεαταὶ,  τῶν  δὲ ὁμοῦ θεωρηταὶ  καὶ ἀκροαταὶ  μετὰ τοσαύτης κάθηνται τῆς προθυμίας· πόσην ἡμῖν καὶ σπουδὴν καὶ προθυμίαν ἂν εἴητε δίκαιοι παρασχεῖν, οὐκ αὐλητικοῦ τινος, οὐδὲ σοφιστικοῦ νῦν εἰς ἀγῶνα καθιέντος, ἀλλ' ἀνδρὸς ἀπὸ τῶν  οὐρανῶν φθεγγομένου,  καὶ βροντῆς λαμπροτέραν ἀφιέντος φωνήν; Πᾶσαν γὰρ τὴν οἰκουμένην ἐπέσχε, καὶ κατέλαβε, καὶ ἐνέπλησε τῇ βοῇ, οὐ τῷ μέγα ἀνακραγεῖν, ἀλλὰ τῷ μετὰ τῆς θείας χάριτος κινῆσαι τὴν γλῶτταν. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὕτω μεγάλη οὖσα ἡ βοὴ, οὐκ ἔστι τραχεῖά τις, οὐδὲ ἀηδὴς, ἀλλὰ πάσης μουσικῆς ἁρμονίας ἡδίων καὶ ποθεινοτέρα, καὶ θέλξαι ἐπισταμένη πλέον· καὶ πρὸς   τούτοις   ἅπασιν   ἁγιωτάτη   καὶ   φρικωδεστάτη,   καὶ   τοσούτων   γέμουσα ἀποῤῥήτων, καὶ τοσαῦτα κομίζουσα ἀγαθὰ, ἃ τοὺς μετὰ ἀκριβείας καὶ προθυμίας λαβόντας καὶ διαφυλάττοντας,  οὐκ ἔνι λοιπὸν ἀνθρώπους εἶναι, οὐδὲ ἐπὶ τῆς γῆς μένειν,  ἀλλ' ἀνωτέρω  πάντων  ἑστάναι  τῶν  βιωτικῶν,  καὶ  πρὸς τὴν  ἀγγελικὴν μεθαρμοσαμένους λῆξιν, καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν  οἰκεῖν. Ὁ γὰρ τῆς βροντῆς  υἱὸς,  ὁ  ἀγαπητὸς  τοῦ  Χριστοῦ, ὁ  στῦλος  τῶν  κατὰ  τὴν  οἰκουμένην Ἐκκλησιῶν, ὁ τὰς κλεῖς ἔχων τοῦ οὐρανοῦ, ὁ τὸ ποτήριον τοῦ Χριστοῦ πιὼν, καὶ τὸ βάπτισμα βαπτισθεὶς, ὁ κατακλιθεὶς  ἐπὶ τὸ στῆθος τὸ ∆εσποτικὸν μετὰ παῤῥησίας πολλῆς,  οὗτος  ἡμῖν  εἰσέρχεται  νῦν·  οὐ  δρᾶμα ὑποκρινόμενος,  οὐδὲ  προσωπείῳ κρύπτων τὴν κεφαλὴν (οὐ γὰρ τοιαῦτα ἐρεῖ), οὐδὲ ἐπ' ὀκρίβαντος ἀναβαίνων, οὐδὲ ὀρχήστραν τῷ ποδὶ κατακρούων, οὐδὲ ἐσθῆτι κεκοσμημένος χρυσῇ· ἀλλ' εἰσέρχεται στολὴν  ἔχων  ἀμήχανον   ἔχουσαν  κάλλος.  Τὸν  γὰρ  Χριστὸν ἐνδεδυμένος   ἡμῖν φανεῖται, τοὺς πόδας ὑποδεδεμένος τοὺς ὡραίους ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, τὴν ζώνην οὐ περὶ τὸ στῆθος ἔχων, ἀλλὰ περὶ τὴν ὀσφύν· οὐκ ἀπὸ δέρματος φοινικοῦ, οὐδὲ ἄνωθεν ἠλειμμένην χρυσῷ, ἀλλ' ἀπὸ τῆς ἀληθείας ἐξυφασμένην καὶ συγκειμένην  αὐτῆς.  Οὗτος ἡμῖν  φανεῖται   νῦν,  οὐχ  ὑπόκρισιν  ἔχων·  οὐδὲ  γὰρ ὑπόκρισις  παρ'  αὐτῷ,  οὐδὲ  πλάσμα  καὶ  μῦθος· ἀλλὰ  γυμνῇ  τῇ  κεφαλῇ  γυμνὴν ἀπαγγέλλει τὴν ἀλήθειαν· οὐχ ἕτερος μὲν ὢν, ἕτερα δὲ περὶ αὐτοῦ τοὺς ἀκούοντας πείθων  τῷ  σχήματι, τῷ  βλέμματι, τῇ φωνῇ·  οὐκ ὀργάνων  πρὸς τὴν  ἀπαγγελίαν δεόμενος,  οἷον  κιθάρας ἢ λύρας, ἤ τινος  τῶν  τοιούτων  ἑτέρου· ἀλλὰ  πάντα  τῇ γλώττῃ    ἐργάζεται,   παντὸς   μὲν   κιθαριστοῦ,   πάσης   δὲ   μουσικῆς   ἡδίω   καὶ χρησιμωτέραν  φωνὴν  ἀφιείς.  Ἔστι δὲ  αὐτῷ  προσκήνιον  μὲν,  ὁ  οὐρανὸς  ἅπας· θέατρον  δὲ,  ἡ  οἰκουμένη·  θεαταὶ  δὲ  καὶ  ἀκροαταὶ,  πάντες  ἄγγελοι,  καὶ ἀνθρώπων  ὅσοιπερ ἄγγελοι τυγχάνουσιν  ὄντες, ἢ καὶ γενέσθαι ἐπιθυμοῦσιν. Οὗτοι γὰρ μόνοι ταύτης ἀκριβῶς ἐπακοῦσαι δύναιντ' ἂν τῆς ἁρμονίας, καὶ ἐπὶ τῶν ἔργων αὐτὴν  ἐπιδείξασθαι, καὶ ἀκροατὰς εἶναι, οἵους εἶναι  χρή. Ὡς οἵ γε ἄλλοι πάντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, ἀκούουσι μὲν, οὐκ ἴσασι δὲ ἅπερ ἀκούουσιν, ἀλλὰ περὶ πλακοῦντας ἐπτόηνται καὶ ἀθύρματα παιδικά· οὕτω δὴ καὶ οὗτοι γελῶντες, τρυφῶντες, καὶ πλούτῳ, καὶ δυναστείᾳ, καὶ τῇ γαστρὶ ζῶντες, ἀκούουσι μὲν ἔσθ' ὅτε τῶν  εἰρημένων,  μέγα  δὲ  οὐδὲν  οὐδὲ  ὑψηλὸν  ἐπὶ  τῶν  ἔργων  ἐνδείκνυνται,   τῷ καθάπαξ τῇ πλινθείᾳ  καὶ τῷ  πηλῷ  προσηλοῦν ἑαυτούς. Τούτῳ τῷ ἀποστόλῳ αἱ ἄνωθεν δυνάμεις παρεστήκασιν, ἐκπληττόμεναι τὸ κάλλος αὐτοῦ τῆς ψυχῆς καὶ τὴν σύνεσιν, καὶ τὴν ὥραν τῆς ἀρετῆς, δι' ἧς καὶ αὐτὸν ἐπεσπάσατο τὸν Χριστὸν, καὶ τὴν πνευματικὴν εἴληφε χάριν. Καθάπερ γάρ τινα λύραν εὐάρμοστον καὶ λιθοκόλλητον χρυσοῦς ἔχουσαν φθόγγους, οὕτω τὴν αὑτοῦ παρασκευάσας ψυχὴν, ἔδωκε δι' αὐτῆς μέγα τι καὶ ὑψηλὸν ἐνηχῆσαι τῷ Πνεύματι.

βʹ. Ὡς οὖν οὐκέτι τοῦ ἁλιέως, οὐδὲ τοῦ υἱοῦ Ζεβεδαίου, ἀλλὰ τοῦ τὰ βάθη τοῦ Θεοῦ εἰδότος, τοῦ Πνεύματος λέγω, ταύτην ἀνακρουομένου τὴν λύραν, οὕτως ἀκούωμεν. Οὐδὲν γὰρ ἀνθρώπινον ἡμῖν ἐρεῖ, ἀλλ' ἀπὸ τῶν ἀβύσσων τῶν πνευματικῶν, ἅπερ ἂν εἴπῃ, ἀπὸ τῶν ἀποῤῥήτων ἐκείνων, ἃ μηδὲ ἄγγελοι πρὶν ἢ γενέσθαι ᾔδεισαν· Μεθ' ἡμῶν γὰρ δὴ καὶ οὗτοι διὰ τῆς Ἰωάννου φωνῆς, καὶ δι' ἡμῶν ἔμαθον ἅπερ ἔγνωμεν. Καὶ τοῦτο ἐδήλωσεν ἀπόστολος ἕτερος, εἰπών·  Ἵνα  γνωρισθῇ  νῦν  ταῖς  ἀρχαῖς  καὶ  ταῖς  ἐξουσίαις διὰ  τῆς  Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ τοίνυν καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ διὰ τῆς Ἐκκλησίας ἔμαθον ταῦτα, εὔδηλον ὅτι καὶ αὗται μετὰ πολλῆς τῆς  σφοδρότητος  περὶ  ταύτην  ἐσπούδασαν  τὴν  ἀκρόασιν.  Καὶ γὰρ  καὶ  τούτῳ τετιμήμεθα οὐ μικρῶς, τῷ μεθ' ἡμῶν τοὺς ἀγγέλους μαθεῖν ἅπερ ἠγνόουν· τὸ δὲ καὶ δι' ἡμῶν, οὔπω τέως φημί. Πολλὴν οὖν παρέχωμεν  καὶ ἡμεῖς τὴν σιγὴν μετὰ τῆς εὐκοσμίας, μὴ σήμερον μόνον,  μηδὲ κατὰ τὴν  ἡμέραν ἐν  ᾗ ἀκούομεν, ἀλλὰ  διὰ παντὸς τοῦ βίου· ἐπειδὴ καὶ διὰ παντὸς ἀκούειν αὐτοῦ καλόν. Εἰ γὰρ τὰ ἐν βασιλείοις γινόμενα ποθοῦμεν εἰδέναι· οἷον, τί εἶπε, τί πεποίηκε, τί βουλεύεται περὶ τῶν ἀρχομένων ὁ βασιλεύων, καίτοι γε πολλάκις οὐδὲν πρὸς ἡμᾶς ὄντα· πολλῷ μᾶλλον ἅπερ ὁ Θεὸς εἶπε ποθεινὸν ἀκοῦσαι, καὶ μάλιστα ὅταν ἡμῖν ἅπαντα διαφέρῃ. Ταῦτα δὲ  ἅπαντα  μετὰ  ἀκριβείας  ἡμῖν  οὗτος  ἐρεῖ, φίλος  αὐτοῦ  τοῦ  βασιλεύοντος  ὤν· μᾶλλον δὲ καὶ αὐτὸν ἔχων  ἐν ἑαυτῷ λαλοῦντα,  καὶ παρ' αὐτοῦ πάντα ἀκούων, ἃ παρὰ τοῦ Πατρὸς ἐκεῖνος· Ὑμᾶς γὰρ εἴρηκα φίλους, φησὶν, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Ὥσπερ οὖν εἴ τινα ἄνωθεν  ἐκ τῆς κορυφῆς τοῦ οὐρανοῦ διακύψαντα ἀθρόον εἴδομεν, καὶ ἐπαγγελλόμενον  τὰ ἐκεῖ μετὰ ἀκριβείας ἐρεῖν, πάντες ἂν ἐπεδράμομεν· οὕτω καὶ νῦν διατεθῶμεν. Ἐκεῖθεν γὰρ ἡμῖν ὁ ἀνὴρ οὗτος διαλέγεται.  Οὐ γάρ ἐστιν ἐκ τοῦ κόσμου τούτου, καθώς  φησι καὶ αὐτὸς ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου . τούτου· καὶ τὸν  Παράκλητον ἔχει φθεγγόμενον  ἐν ἑαυτῷ τὸν πανταχοῦ  παρόντα, τὸν οὕτως ἀκριβῶς εἰδότα τὰ τοῦ Θεοῦ, ὡς τὰ ἑαυτῆς οἶδεν ἡ τῶν  ἀνθρώπων  ψυχή· τὸ Πνεῦμα τῆς ἁγιωσύνης,  τὸ Πνεῦμα τὸ εὐθὲς, τὸ ἡγεμονικὸν,  τὸ χειραγωγοῦν  εἰς τοὺς οὐρανοὺς, τὸ ποιοῦν ὀφθαλμοὺς ἑτέρους, τὸ παρασκευάζον τὰ μέλλοντα ὡς τὰ παρόντα ὁρᾷν, τὸ καὶ μετὰ σαρκὸς τὰ ἐν τοῖς οὐρανοῖς κατοπτεύειν  παρέχον. Πολλὴν τοίνυν  παρέχωμεν  τὴν ἡσυχίαν διὰ παντὸς αὐτῷ τοῦ βίου· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, μηδεὶς ῥυπώδης ἐνταῦθα εἰσιὼν μενέτω· ἀλλὰ μεταστήσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανόν· ἐκεῖ γὰρ ταῦτα  φθέγγεται   τοῖς  ἐκεῖ  πολιτευομένοις.   Κἂν μείνωμεν  ἐπὶ  τῆς  γῆς,  οὐδὲν κερδανοῦμεν  ἐντεῦθεν  μέγα. Οὐδὲν γὰρ πρὸς τοὺς οὐ βουλομένους  ἀπαλλαγῆναι τοῦ χοιρώδους βίου τὰ Ἰωάννου, ὥσπερ οὖν οὐδὲ πρὸς ἐκεῖνον τὰ ἐνταῦθα. Ἡ μὲν οὖν βροντὴ καταπλήττει τὰς ἡμετέρας ψυχὰς, ἄσημον ἔχουσα τὴν ἠχήν· ἡ δὲ τούτου φωνὴ  θορυβεῖ μὲν  οὐδένα  τῶν  πιστῶν,  ἀλλὰ  καὶ  ἀνίησι  θορύβου καὶ  ταραχῆς· καταπλήττει  δὲ δαίμονας μόνους καὶ τοὺς ἐκείνοις δουλεύοντας.  Ἵν' οὖν ἴδωμεν ὅπως αὐτοὺς καταπλήττῃ,  πολλὴν  παρέχωμεν  τὴν σιγὴν καὶ τὴν ἔξωθεν καὶ τὴν κατὰ διάνοιαν· καὶ ταύτην μάλιστα, Τί γὰρ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην; Ἐκείνην ἐγὼ ζητῶ τὴν ἡσυχίαν, τὴν ἀπὸ διανοίας,  τὴν  ἀπὸ ψυχῆς· ἐπειδὴ καὶ τῆς ἀκοῆς ἐκείνης  δέομαι. Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος. Οὐ γὰρ ἔστι μὴ καθαρθεῖσαν τὴν ἀκοὴν ἰδεῖν τῶν λεγομένων τὸ ὕψος, ὡς ἰδεῖν χρὴ, οὐδὲ γνῶναι  ὡς δεῖ τῶν μυστηρίων τούτων τὸ φρικτὸν καὶ ἀπόῤῥητον, καὶ τὴν ἄλλην  ἅπασαν ἀρετὴν τὴν ἐν τοῖς θείοις τούτοις χρησμοῖς. Εἰ γὰρ μέλος αὐλητικὸν καὶ κιθαρῳδίαν οὐκ ἄν τις μάθοι καλῶς, μὴ πάντη συντείνας τὸν νοῦν, πῶς μυστικῶν φωνῶν καθήμενος ἀκροατὴς ἐπακοῦσαι δυνήσεται ῥᾳθυμούσῃ ψυχῇ;

γʹ. ∆ιὰ τοῦτο καὶ Χριστὸς παρῄνει, λέγων· Μὴ δῶτε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Μαργαρίτας δὲ ταῦτα τὰ ῥήματα ἐκάλεσε, καίτοι πολλῷ τιμιώτερα τούτων ὄντα, ἐπειδὴ ταύτης τῆς ὕλης οὐκ ἔστιν  ἡμῖν  ἑτέρα τιμιωτέρα.  ∆ιὰ τοῦτο  καὶ  τὴν  ἡδονὴν  αὐτῶν  μέλιτι  πολλάκις παραβάλλειν εἴωθεν, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῆς τὸ μέτρον μόνον, ἀλλ' ὅτι τούτου οὐδέν ἐστιν ἕτερον ἥδιον παρ' ἡμῖν. Ἐπεὶ ὅτι γε καὶ λίθων φύσιν τιμίων, καὶ παντὸς μέλιτος  ἡδονὴν,   κατὰ  πολλὴν   νικᾷ  τὴν  ὑπερβολὴν,  ἄκουσον  τοῦ  Προφήτου λέγοντος περὶ αὐτῶν, καὶ τὴν ὑπερβολὴν ταύτην δεικνύντος· Ἐπιθυμητὰ γὰρ, φησὶν, ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺ, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον· ἀλλὰ τοῖς ὑγιαίνουσι· διὸ ἐπήγαγε, Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. Καὶ ἀλλαχοῦ πάλιν, εἰπὼν αὐτὰ γλυκέα, προσέθηκε, Τῷ λάρυγγί μου. Ὡς γλυκέα γὰρ, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου. Καὶ τὴν ὑπερβολὴν πάλιν διατηρεῖ, λέγων· Ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου· ἐπειδὴ σφόδρα ὑγίαινε. Μὴ τοίνυν μηδὲ ἡμεῖς νοσοῦντες προσερχώμεθα  τούτοις·  ἀλλὰ  θεραπεύσαντες  τὴν  ψυχὴν,  οὕτω  δεχώμεθα  τὴν ἑστίασιν. ∆ιὰ γὰρ τοῦτο τοσαῦτα προειπὼν, οὐδέπω καθῆκα εἰς τὰς ῥήσεις ταύτας, ἵνα  ἕκαστος πάντα  ἀποθέμενος  ἀῤῥωστίας τρόπον,  ὥσπερ εἰς  αὐτὸν  εἰσιὼν  τὸν οὐρανὸν, οὕτως εἰσίῃ καθαρὸς καὶ θυμοῦ, καὶ φροντίδος, καὶ ἀγωνίας βιωτικῆς, καὶ τῶν  ἄλλων  ἀπηλλαγμένος  παθῶν.  Οὐ γὰρ . ἔστιν  ἑτέρως  κερδᾶναί  τι  μέγα ἐντεῦθεν, μὴ πρότερον οὕτως ἀνακαθάραντα τὴν ψυχήν. Καὶ μή μοι λεγέτω τις ὅτι βραχὺς ὁ καιρὸς ὁ μεταξὺ τῆς συνάξεως τῆς μελλούσης. Ἔξεστι γὰρ οὐχὶ ἐν πέντε μόνον ἡμέραις, ἀλλὰ καὶ ἐν μιᾷ ῥοπῇ μεταθέσθαι τὸν βίον ἅπαντα. Τί γὰρ, εἰπέ μοι, λῃστοῦ καὶ ἀνδροφόνου χεῖρον; οὐχὶ τὸ ἔσχατον τοῦτο τῆς κακίας εἶδός ἐστιν; Ἀλλ' ὅμως  εἰς  τὸ  ἄκρον  τῆς  ἀρετῆς  εὐθέως  ἔφθασε,  καὶ  εἰς  αὐτὸν  ἐχώρησε  τὸν παράδεισον· οὐχ ἡμερῶν δεηθεὶς, οὐχ ἡμίσους ἡμέρας, ἀλλὰ βραχείας ῥοπῆς. Ὥστε ἔξεστιν ἄφνω μεταθέσθαι, καὶ γενέσθαι χρύσεον ἀντὶ πηλίνου. Ἐπειδὴ γὰρ οὐ φύσει τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας ἐστὶν, εὔκολος ἡ μετάθεσις, πάσης ἀνάγκης ἀπηλλαγμένη.  Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, φησὶ, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ὁρᾷς ὅτι βουλήσεως δεῖ μόνης; βουλήσεως, οὐ τῆς κοινῆς μόνον ταύτης, τῆς τῶν πολλῶν,  ἀλλὰ τῆς ἐσπουδασμένης. Ἐπεὶ ἅπαντας  οἶδα εἰς τὸν οὐρανὸν θέλοντας ἀναπτῆναι  νῦν,  ἀλλὰ  διὰ  τῶν  ἔργων  δεῖ  τὴν  θέλησιν  ἐπιδείξασθαι.  Καὶ γὰρ  ὁ ἔμπορος θέλει πλουτεῖν,  ἀλλ' οὐ μέχρι τῆς διανοίας  τὸ θέλειν  ἵστησιν, ἀλλὰ καὶ πλοῖον  κατασκευάζεται, καὶ συνάγει ναύτας, καὶ παρακαλεῖ κυβερνήτην, καὶ τοῖς ἄλλοις ἅπασι κατασκευάζει τὸ πλοῖον, καὶ χρυσίον δανείζεται, καὶ περᾷ πέλαγος, καὶ εἰς ξένην  ἄπεισι γῆν, καὶ κινδύνους  ὑπομένει  πολλοὺς, καὶ τὰ ἄλλα πάντα  ἅπερ ἴσασιν οἱ τὴν θάλατταν  πλέοντες.  Οὕτω καὶ ἡμᾶς δεῖ τὴν βούλησιν ἐπιδείξασθαι.

Πλέομεν γὰρ καὶ ἡμεῖς πλοῦν, οὐ τὸν ἀπὸ γῆς εἰς γῆν, ἀλλὰ τὸν ἀπὸ γῆς εἰς οὐρανόν. Κατασκευάσωμεν οὖν τὸν λογισμὸν τὸν ἡμέτερον πρὸς κυβέρνησιν ἐπιτήδειον τὴν ἄνω φέρουσαν, καὶ ναύτας αὐτῷ πειθηνίους, καὶ πλοῖον στερεὸν, ὥστε μήτε περιστάσει καὶ ἀθυμίᾳ βαπτίζεσθαι βιωτικῇ, μήτε ἀλαζονείας ἐπαίρεσθαι πνεύματι, ἀλλ' εὔζωνον εἶναι καὶ κοῦφον. Ἂν οὕτω μὲν τὸ πλοῖον, οὕτω δὲ τὸν κυβερνήτην καὶ τοὺς ναύτας παρασκευάσωμεν, ἐξ οὐρίων πλευσόμεθα, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀληθῆ κυβερνήτην ἐπισπασόμεθα πρὸς ἑαυτούς· ὃς οὐκ ἀφήσει βαπτισθῆναι τὸ σκάφος ἡμῖν, ἀλλὰ κἂν μυρίοι πνεύσωσιν ἄνεμοι, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσει, καὶ τῇ θαλάττῃ,  καὶ  ἀντὶ  σάλου πολλὴν  ἐργάσεται  τὴν  γαλήνην. 

δʹ. Κατασκευάσαντες τοίνυν ἑαυτοὺς οὕτως, τῇ ἐπιούσῃ παραγένεσθε τῇ ἐκκλησίᾳ, εἴ γε περισπούδαστον ὑμῖν τι τῶν χρησίμων ἀκοῦσαι καὶ ἐναποθέσθαι τὰ λεγόμενα τῇ ψυχῇ. Μηδεὶς ὁδὸς ἔστω, μηδεὶς πέτρα, μηδεὶς ἀκανθῶν  πεπληρωμένος. Ποιήσωμεν ἑαυτοὺς νεώματα· οὕτω γὰρ καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβαλοῦμεν, ἐὰν ἴδωμεν τὴν γῆν καθαράν· ἐὰν δὲ λιθώδη καὶ τραχεῖαν, σύγγνωτε μὴ βουλομένοις εἰκῆ πονεῖσθαι· εἰ γὰρ τὸ σπείρειν ἀφέντες, ἀρξόμεθα τὰς ἀκάνθας ἐκκόπτειν, πάλιν  ἐσχάτης ἀνοίας σπέρματα καταβαλεῖν εἰς ἀνέργαστον γῆν. Τὸν ταύτης ἀπολαύοντα τῆς ἀκροάσεως, οὐ δεῖ τῆς δαιμονικῆς μετέχειν τραπέζης. Τίς γὰρ κοινωνία δικαιοσύνῃ καὶ ἀνομίᾳ; Ἕστηκας ἀκούων Ἰωάννου, καὶ δι' ἐκείνου τὰ τοῦ Πνεύματος μανθάνων,  καὶ μετὰ ταῦτα  ἀπέρχῃ πορνῶν  ἀκουσόμενος γυναικῶν,  αἰσχρὰ φθεγγομένων,  αἰσχρότερα ὑποκρινομένων,  καὶ  μαλακῶν  ῥαπιζομένων  τε  καὶ  ῥαπιζόντων  ἀλλήλους,  Πῶς δυνήσῃ καλῶς  καθαρθῆναι, ἐγκαλινδούμενος  βορβόρῳ τοσούτῳ; Τί γὰρ δεῖ κατὰ μέρος πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην τὴν αὐτόθι; Πάντα γὰρ ἐκεῖ γέλως, πάντα αἰσχύνη, πάντα ὄνειδος, καὶ λοιδορίαι καὶ σκώμματα· πάντα ἔκλυσις, πάντα λύμη. Ἰδοὺ προλέγω καὶ παραγγέλλω πᾶσιν ὑμῖν· μηδεὶς τῶν ταύτης ἀπολαυόντων τῆς  τραπέζης,  φθειρέτω  τὴν  ἑαυτοῦ  ψυχὴν  τοῖς  δηλητηρίοις  ἐκείνοις  θεάμασι. Πομπὴ  πάντα   ἐστὶ  τὰ  ἐκεῖ  λεγόμενα   καὶ  πραττόμενα   σατανική.  Ἴστε  δὲ  οἱ μεμυημένοι, ποίας ἡμῖν ἔθεσθε συνθήκας· μᾶλλον δὲ ποίας ἔθεσθε τῷ Χριστῷ, ὅτε ὑμᾶς αὐτὸς ἐμυσταγώγει· τί πρὸς αὐτὸν εἴπατε, τί περὶ τῆς πομπῆς τῆς σατανικῆς αὐτῷ διελέχθητε,  πῶς μετὰ τοῦ σατανᾶ καὶ τῶν  ἀγγέλων  αὐτοῦ, καὶ ταύτῃ τότε ἀπετάττεσθε, καὶ ὑπισχνεῖσθε, μηδὲ παρακύψειν ἐκεῖ; ∆έος οὖν οὐ μικρὸν, μὴ περὶ τὰς τοιαύτας ὑποσχέσεις ἀγνώμων  τις γενόμενος, ἀνάξιον ἑαυτὸν καταστήσῃ τῶν μυστηρίων  τούτων.  Οὐχ ὁρᾷς πῶς  ἐν ταῖς  βασιλικαῖς αὐλαῖς,  οὐχ οἱ προσκεκρουκότες, ἀλλ' οἱ τετιμημένοι  καλοῦνται  μεθέξοντες τῆς γνώμης  ἐκείνης, καὶ εἰς τοὺς φίλους τάττονται τοὺς βασιλικούς; Πρεσβευτὴς ἡμῖν ἦλθεν ἐξ οὐρανοῦ, παρ' αὐτοῦ πεμφθεὶς  τοῦ Θεοῦ, περί τινων  ἀναγκαίων  διαλεξόμενος· εἶτα ὑμεῖς ἀφέντες ἀκοῦσαι τί βούλεται καὶ τί διαπρεσβεύεται πρὸς ἡμᾶς, κάθησθε μίμων ἀκούοντες.  Καὶ πόσων  οὐκ  ἄξια  ταῦτα  κεραυνῶν,  πόσων  σκηπτῶν;  Ὥσπερ γὰρ τραπέζης οὐ χρὴ μετέχειν δαιμονίων· οὕτως οὐδὲ ἀκροάσεως δαιμονίων, οὐδὲ μετὰ ῥυπαρᾶς τῆς ἐσθῆτος εἰς τὴν λαμπρὰν τράπεζαν παραγενέσθαι τὴν τοσούτων γέμουσαν ἀγαθῶν, ἣν αὐτὸς παρεσκεύασεν ὁ Θεός. Τοσαύτη γὰρ αὐτῆς ἡ δύναμις, ὡς καὶ πρὸς τὸν  οὐρανὸν  αὐτὸν  ἀθρόον  ἡμᾶς ἐπᾶραι, μόνον  ἐὰν  σώφρονι  διανοίᾳ προσέχωμεν.  Οὐ γὰρ  ἔστι  τὸν  συνεχῶς  τοῖς  θείοις  ἐπαδόμενον  λόγοις  ἐπὶ  τῆς παρούσης μεῖναι ταπεινότητος· ἀλλὰ ἀνάγκη πτερωθῆναι  εὐθέως, καὶ πρὸς αὐτὸν ἀναπτῆναι  τὸν ἄνω χῶρον, καὶ τοῖς ἀπείροις ἐντυχεῖν  τῶν ἀγαθῶν θησαυροῖς· ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 



Βʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

 αʹ. Εἰ μὲν Ἰωάννης ἡμῖν ἔμελλε διαλέξεσθαι, καὶ τὰ αὐτοῦ πρὸς ἡμᾶς ἐρεῖν, ἀναγκαῖον ἦν καὶ γένος αὐτοῦ καὶ πατρίδα εἰπεῖν  καὶ ἀνατροφήν.  Ἐπειδὴ δὲ οὐχ οὗτος, ἀλλ'  ὁ Θεὸς δι' αὐτοῦ πρὸς τὴν τῶν ἀνθρώπων  φθέγγεται  φύσιν, περιττὸν εἶναί μοι δοκεῖ καὶ παρέλκον ταῦτα ἀναζητεῖν· μᾶλλον  δὲ οὐδὲ οὕτω περιττὸν, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον. Ὅταν γὰρ μάθῃς τίς ἦν, καὶ πόθεν, καὶ τίνων, καὶ ποταπὸς, εἶτα ἀκούσῃς αὐτοῦ τῆς φωνῆς  καὶ τῆς φιλοσοφίας  ἁπάσης· τότε εἴσῃ καλῶς, ὅτι οὐκ ἐκείνου ταῦτα ἦν, ἀλλὰ τῆς θείας δυνάμεως, τῆς κινούσης αὐτοῦ τὴν ψυχήν. Ποίας οὖν ἦν πατρίδος; Πατρίδος μὲν οὐδεμιᾶς, κώμης δὲ εὐτελοῦς  καὶ χώρας φαυλοτέρας, καὶ οὐδὲν  φερούσης  ἀγαθόν.  Τὴν  γὰρ  Γαλιλαίαν  διαβάλλουσι  μὲν  οἱ  γραμματεῖς, λέγοντες·  Ἐρώτησον  καὶ  ἴδε,  ὅτι  ἐκ  τῆς  Γαλιλαίας  οὐκ  ἐγήγερται  προφήτης. ∆ιαβάλλει δὲ καὶ ὁ ἀληθῶς Ἰσραηλίτης, λέγων· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Καὶ ταύτης ὢν τῆς γῆς, οὐδὲ ἐπισήμου χωρίου τινὸς ἦν. Ἀλλ' οὐδὲ ἐκ προσηγορίας γνωρίμου οὗτος ἐκεῖθεν ἦν, πατρὸς δὲ ἁλιέως πένητος· οὕτω πένητος, ὡς καὶ τοὺς παῖδας ἐπὶ τὴν αὐτὴν ἐργασίαν ἀγαγεῖν. Ἴστε δὲ ἅπαντες, ὅτι οὐδεὶς χειροτέχνης αἱρήσεται τὸν υἱὸν ποιῆσαι τῆς τέχνης τῆς ἑαυτοῦ κληρονόμον, πλὴν εἰ μὴ σφόδρα καταναγκάζοι πενία· καὶ μάλιστα, ὅταν εὐτελὴς ἡ τέχνη ᾖ. Ἁλιέων δὲ οὐδὲν πενέστερον, οὐδὲ εὐτελέστερον, ἀλλ' οὐδὲ ἀμαθέστερόν τι γένοιτ' ἄν· πλὴν ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους εἰσίν. Ὁ δὲ ἀπόστολος ἡμῖν οὗτος κἀνταῦθα τὴν ἐλάσσω τάξιν ἐπεῖχεν· οὐ γὰρ ἀπὸ τῆς θαλάσσης ἐθήρευεν, ἀλλ' ἐν μικρᾷ τινι λίμνῃ διέτριβε, καὶ περὶ ταύτην αὐτὸν στρεφόμενον μετὰ τοῦ πατρὸς καὶ Ἰακώβου τοῦ ἀδελφοῦ  αὐτοῦ, καὶ διεῤῥωγότα ῥάπτοντας  δίκτυα (ὃ καὶ αὐτὸ τῆς ἐσχάτης πενίας ἦν), οὕτως ἐκάλεσεν ὁ Χριστός. Παιδείας δὲ ἕνεκεν τῆς ἔξωθεν, ἔστι μὲν καὶ ἐκ τούτων  μαθεῖν, ὅτι οὐδ' ὁτιοῦν  αὐτῷ μετῆν. Ἄλλως  δὲ καὶ ὁ Λουκᾶς μαρτυρεῖ γράφων, ὅτι οὐ μόνον ἰδιώτης, ἀλλὰ καὶ ἀγράμματος ἦν· εἰκότως. Ὁ γὰρ οὕτω πένης, καὶ μήτε εἰς ἀγορὰς ἐμβάλλων,  μήτε ἀξιοπίστοις ἐντυγχάνων ἀνδράσιν, ἀλλὰ τῇ ἁλείᾳ προσηλωμένος, εἴποτε δέ τινι  καὶ συνεγένετο, καπήλοις ἰχθύων   καὶ  μαγείροις  ὁμιλῶν,   τί  τῶν   θηρίων   καὶ  ἀλόγων   ἔμελλεν   ἄμεινον διακεῖσθαι; πῶς δὲ οὐχὶ αὐτῶν μιμεῖσθαι τῶν ἰχθύων τὴν ἀφωνίαν; Οὗτος δὴ οὖν ὁ ἁλιεὺς,  ὁ  περὶ  λίμνας  στρεφόμενος  καὶ  δίκτυα  καὶ  ἰχθῦς,  ὁ  ἀπὸ  Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως  πένητος, καὶ πένητος  πενίαν  τὴν ἐσχάτην, ὁ ἰδιώτης ἰδιωτείαν καὶ ταύτην τὴν ἐσχάτην, ὁ γράμματα μήτε πρότερον μαθὼν, μήτε ὕστερον μετὰ  τὸ  συγγενέσθαι  τῷ  Χριστῷ, ἴδωμεν  τί  φθέγγεται,   καὶ  περὶ  τίνων   ἡμῖν διαλέγεται. Ἆρα περὶ τῶν ἐν ἀγροῖς; περὶ τῶν ἐν ποταμοῖς; περὶ συμβολαίων ἰχθύων; ταῦτα γὰρ ἴσως παρὰ ἁλιέως ἀκούσεσθαι προσδοκᾷ τις. Ἀλλὰ μὴ δείσητε· τούτων μὲν γὰρ οὐδὲν ἀκουσόμεθα· τὰ δὲ ἐν τοῖς οὐρανοῖς, καὶ ἃ μηδεὶς μηδέπω ἔμαθε πρὸ τούτου. Οὕτω γὰρ ἡμῖν ὑψηλὰ δόγματα, καὶ πολιτείαν ἀρίστην, καὶ φιλοσοφίαν ἥκει κομίζων, ὡς εἰκὸς τὸν ἀπ' αὐτῶν φθεγγόμενον  τῶν τοῦ Πνεύματος θησαυρῶν [ὡς ἀπ' αὐτῶν  ἄρτι παραγενόμενος  τῶν  οὐρανῶν· μᾶλλον  δὲ οὐδὲ τοὺς ἐκεῖ πάντας εἰκὸς ἦν εἰδέναι, ὅπερ καὶ ἔφθην  εἰπών]. Ταῦτα οὖν ἁλιέως, εἰπέ μοι; ῥήτορος δὲ ὅλως; σοφιστοῦ δὲ ἢ φιλοσόφου; παντὸς δὲ τοῦ τὴν ἔξωθεν πεπαιδευμένου σοφίαν; Οὐδαμῶς. Οὐ γὰρ  ἀνθρωπίνης  ἁπλῶς  ψυχῆς  περὶ  τῆς  ἀκηράτου  καὶ  μακαρίας ἐκείνης  φύσεως  τοιαῦτα  φιλοσοφεῖν,   περὶ  τῶν   μετ'  ἐκείνην   δυνάμεων,   περὶ ἀθανασίας  καὶ  ζωῆς  ἀπείρου,  περὶ  φύσεως  σωμάτων  θνητῶν  τε  καὶ  ἀθανάτων ὕστερον ἐσομένων, περὶ κολάσεως, περὶ τοῦ μέλλοντος δικαστηρίου, περὶ τῶν ἐσομένων εὐθυνῶν, τῶν ἐν ῥήμασι, τῶν ἐν πράξεσι, τῶν ἐν λογισμοῖς καὶ διανοίᾳ· καὶ τί μὲν ἄνθρωπος, εἰδέναι, τί δὲ κόσμος· καὶ τί μὲν ὁ ὄντως ἄνθρωπος, τί δὲ ὁ δοκῶν μὲν εἶναι, οὐκ ὢν δέ· τί κακία, καὶ τί ἀρετή.

βʹ. Τούτων γὰρ ἔνια ἐζήτησαν μὲν οἱ περὶ Πλάτωνα καὶ Πυθαγόραν· τῶν γὰρ ἄλλων  οὐδὲ ἁπλῶς μνημονευτέον  ἡμῖν φιλοσόφων· οὕτω καταγέλαστοι ἐντεῦθεν μεθ' ὑπερβολῆς γεγόνασιν ἅπαντες. Οἱ δὲ τῶν ἄλλων θαυμασθέντες πλέον παρ' αὐτοῖς, καὶ πιστευθέντες εἶναι κορυφαῖοι τῆς ἐπιστήμης  ἐκείνης,  οὗτοι  μάλιστα  τῶν  ἄλλων  εἰσίν οἳ καὶ  πολιτείας  μὲν ἕνεκεν καὶ νόμων συνθέντες τινὰ ἔγραψαν· ὅμως δὲ ἐν ἅπασι παίδων αἰσχρότερον κατεγελάσθησαν. Τάς τε γὰρ γυναῖκας κοινὰς ἅπασι ποιοῦντες, καὶ τὸν βίον αὐτὸν ἀνατρέποντες, καὶ τὸ σεμνὸν διαφθείροντες τοῦ γάμου, καὶ ἕτερα τοιαῦτα καταγέλαστα νομοθετοῦντες, οὕτω πάντα τὸν βίον αὐτῶν ἀνάλωσαν. ∆ογμάτων δὲ ἕνεκεν τῶν περὶ ψυχῆς, οὐδὲ ὑπερβολήν τινα κατέλιπον αἰσχύνης λοιπὸν, μυίας, καὶ κώνωπας, καὶ θάμνους τὰς τῶν ἀνθρώπων  λέγοντες γίνεσθαι ψυχὰς, καὶ τὸν Θεὸν αὐτὸν ψυχὴν εἶναι φάσκοντες, καὶ ἕτερα ἄττα τινὰ τοιαῦτα ἀσχημονοῦντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ κατηγορίας ἄξιον· ἀλλὰ καὶ ὁ πολὺς αὐτῶν τῶν λόγων εὔριπος. Καθάπερ γὰρ ἐν εὐρίπῳ τῇδε κἀκεῖσε περιφερόμενοι, οὕτως οὐδέποτε ἐπὶ τῶν αὐτῶν ἑστήκεσαν, ἅτε ἀπὸ τῶν ἀδήλων καὶ ἐπισφαλῶν λογισμῶν πάντα φθεγγόμενοι. Ἀλλ' οὐχ ὁ ἁλιεὺς οὗτος οὕτως· ἀλλ' ἅπαντα μετὰ ἀσφαλείας φθέγγεται,  καὶ ὥσπερ ἐπὶ πέτρας ἑστηκὼς, οὐδαμοῦ περιτρέπεται. Ἐν αὐτοῖς γὰρ τοῖς ἀδύτοις γενέσθαι καταξιωθεὶς,   καὶ   τὸν   πάντων   ∆εσπότην   ἐν   ἑαυτῷ   λαλοῦντα   ἔχων,   οὐδὲν ἀνθρώπινον  ἔπασχεν· ἐκεῖνοι δὲ ὥσπερ οἱ τῶν μὲν βασιλείων οὐδὲ ὄναρ ἐπιβῆναι καταξιωθέντες, ἔξω δὲ ἐπ' ἀγορᾶς μετὰ τῶν ἄλλων διατρίβοντες ἀνθρώπων, καὶ ἀπὸ τῆς  ἰδίας  διανοίας  καταστοχαζόμενοι  τῶν  ἀοράτων,  τὴν  πολλὴν  ἐπλανήθησαν πλάνην, περὶ τῶν ἀῤῥήτων διαλεχθῆναι θελήσαντες, καὶ καθάπερ τυφλοὶ καὶ μεθύοντες, καὶ ἐν αὐτῇ τῇ πλάνῃ ἀλλήλοις προσέῤῥηξαν· οὐκ ἀλλήλοις δὲ μόνον, ἀλλὰ   καὶ  ἑαυτοῖς,  πολλαχοῦ   καὶ  περὶ  τῶν   αὐτῶν   ἀεὶ  μετατιθέμενοι.   Ὁ  δὲ ἀγράμματος  οὗτος,  ὁ ἰδιώτης,  ὁ ἀπὸ Βηθσαϊδὰ, ὁ Ζεβεδαίου παῖς· κἂν  μυριάκις καταγελῶσιν  Ἕλληνες τῆς τῶν  ὀνομάτων  ἀγροικίας, οὐδὲν ἧττον  μετὰ πλείονος αὐτὰ τῆς παῤῥησίας ἐρῶ· ὅσῳ γὰρ ἂν τὸ ἔθνος αὐτοῖς βάρβαρον φαίνηται  καὶ τῆς Ἑλληνικῆς  ἀπέχον  παιδεύσεως, τοσούτῳ λαμπρότερα τὰ ἡμέτερα φανεῖται.  Ὅταν γὰρ ὁ βάρβαρος καὶ ἀμαθὴς τοιαῦτα φθέγγηται,  ἃ μηδεὶς τῶν  ἐπὶ γῆς ἀνθρώπων συνεῖδέ ποτε, καὶ μὴ φθέγγηται μόνον, ἀλλὰ καὶ πείθῃ· καίτοι εἰ καὶ τοῦτο μόνον ἦν, μέγα τὸ θαῦμα ἦν· νῦν δὲ πρὸς τούτῳ καὶ ἕτερον τούτου μεῖζον παρέχῃ τεκμήριον, τοῦ θεόπνευστα  εἶναι  τὰ λεγόμενα,  τὸ τοὺς ἀκούοντας  πείθειν  ἅπαντας  διὰ τοῦ χρόνου παντὸς, τίς οὐ θαυμάσεται τὴν ἐνοικοῦσαν αὐτῷ δύναμιν; Καὶ γὰρ καὶ τοῦτο μέγιστον, ὅπερ ἔφην, τεκμήριον τοῦ μηδὲν οἴκοθεν αὐτὸν νομοθετεῖν. Οὗτος δὴ οὖν ὁ βάρβαρος, τῇ μὲν τοῦ εὐαγγελίου γραφῇ τὴν οἰκουμένην κατέλαβεν ἅπασαν, τῷ δὲ σώματι μέσην κατέσχε τὴν Ἀσίαν, ἔνθα τὸ παλαιὸν ἐφιλοσόφουν οἱ τῆς Ἑλληνικῆς συμμορίας ἅπαντες,  κἀκεῖθεν  τοῖς  δαίμοσίν  ἐστι φοβερὸς, ἐν  μέσῳ τῶν  ἐχθρῶν διαλάμπων, καὶ τὸν ζόφον αὐτῶν σβεννὺς, καὶ τὴν ἀκρόπολιν τῶν δαιμόνων καταλύων· τῇ δὲ ψυχῇ πρὸς τὸν χῶρον ἀνεχώρησεν ἐκεῖνον, τὸν ἁρμόττοντα τῷ τὰ τοιαῦτα ἐργασαμένῳ. Καὶ τὰ μὲν Ἑλλήνων  ἔσβεσται ἅπαντα καὶ ἠφάνισται, τὰ δὲ τούτου  καθ' ἑκάστην λαμπρότερα γίνεται.  Ἐξ ὅτου γὰρ καὶ οὗτος  καὶ οἱ λοιποὶ ἁλιεῖς,  ἐξ  ἐκείνου  τὰ  μὲν  Πυθαγόρου  σεσίγηται  καὶ  τὰ  Πλάτωνος,  δοκοῦντα πρότερον κρατεῖν, καὶ οὐδὲ ἐξ ὀνόματος αὐτοὺς ἴσασιν οἱ πολλοί· καίτοι Πλάτων καὶ τυράννοις συνεγένετο μετακληθεὶς, ὥς φασι, καὶ πολλοὺς . ἔσχεν ἑταίρους, καὶ εἰς Σικελίαν ἔπλευσε· Πυθαγόρας δὲ τὴν μεγίστην Ἑλλάδα καταλαβὼν, καὶ γοητείας κινήσας  εἴδη  μυρία. Τὸ γὰρ βουσὶ διαλέγεσθαι  (καὶ γὰρ καὶ τοῦτό  φασιν  αὐτὸν πεποιηκέναι) οὐδὲν ἕτερον ἢ γοητείας ἦν. Καὶ δῆλον μάλιστα ἐκεῖθεν· Ὁ γὰρ τοῖς ἀλόγοις οὕτω διαλεγόμενος, τὸ τῶν ἀνθρώπων  οὐδὲν ὠφέλησε γένος, ἀλλὰ καὶ τὰ μέγιστα ἔβλαψε. Καίτοι γε ἐπιτηδειοτέρα  πρὸς φιλοσοφίας  λόγον  ἡ φύσις ἡ τῶν ἀνθρώπων  ἦν· ἀλλ' ὅμως ἐκεῖνος ἀετοῖς μὲν καὶ βουσὶ διελέγετο, καθάπερ φασὶ, γοητεύων.  Οὐδὲ  γὰρ  τὴν  ἄλογον  λογικὴν   ἐποίησε  φύσιν  (οὐδὲ  γὰρ  δυνατὸν ἀνθρώπῳ  τοῦτο), ἀλλὰ  μαγγανείαις  τοὺς ἀνοήτους  ἠπάτα· καὶ ἀνθρώπους  ἀφεὶς διδάξαι  τι  τῶν  χρησίμων,  ἐπαίδευσεν  ὅτι  ἴσον ἦν  κυάμους  φαγεῖν  καὶ τὰς  τῶν γεννησαμένων  κεφαλάς· καὶ τοὺς συνόντας ἔπειθεν, ὅτι δὴ ἡ τοῦ διδασκάλου ψυχὴ, ποτὲ  μὲν  θάμνος  ἐγίνετο,  ποτὲ  δὲ κόρη, ποτὲ  δὲ ἰχθύς.  Ἆρ' οὐκ εἰκότως  πάντα ἐσβέσθη ἐκεῖνα, καὶ ἠφανίσθη  τέλεον; Εἰκότως, καὶ κατὰ λόγον.  Ἀλλ' οὐ τὰ τοῦ ἰδιώτου  καὶ  ἀγραμμάτου  οὕτως·  ἀλλὰ  καὶ  Σύροι, καὶ  Αἰγύπτιοι,  καὶ  Ἰνδοὶ,  καὶ Πέρσαι, καὶ Αἰθίοπες, καὶ μυρία ἕτερα ἔθνη, εἰς τὴν αὐτῶν μεταβαλόντες γλῶτταν τὰ παρὰ τούτου δόγματα εἰσαχθέντα, ἔμαθον ἄνθρωποι βάρβαροι φιλοσοφεῖν.

γʹ. Οὐκ ἄρα μάτην  ἔλεγον,  ὅτι αὐτῷ  θέατρον γέγονε  πᾶσα ἡ οἰκουμένη· οὐ γὰρ δὴ τοὺς ὁμοφύλους ἀφεὶς περὶ τὰς τῶν ἀλόγων ἐματαιοπόνει φύσεις· ὃ περιττῆς φιλοτιμίας καὶ ἐσχάτης ἀνοίας ἦν· ἀλλὰ μετὰ τῶν ἄλλων καὶ τούτου καθαρεύων τοῦ πάθους, ἓν μόνον ἐσπούδασεν, ὅπως ἡ οἰκουμένη πᾶσα μάθοι τι τῶν χρησίμων καὶ δυναμένων αὐτὴν  ἀπὸ τῆς γῆς μεταστῆσαι πρὸς τὸν οὐρανόν. ∆ιὰ τοῦτο οὐδὲ ζόφῳ τινὶ  καὶ σκότῳ ἔκρυψεν ἑαυτοῦ τὴν διδασκαλίαν, καθάπερ ἐποίουν ἐκεῖνοι, τῶν ἔνδον ἐναποκειμένων κακῶν τὴν ἐν τῷ λέγειν ἀσάφειαν καθάπερ τι παραπέτασμα προβαλλόμενοι· ἀλλὰ τὰ τούτου δόγματα τῶν ἡλιακῶν  ἀκτίνων  ἐστὶ φανερώτερα· διὸ καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην  ἀνθρώποις  ἀνήπλωται.  Οὐ γὰρ πέντε ἔτη κελεύων  τοὺς προσιόντας σιγᾷν, καθάπερ ἐκεῖνος, οὐδὲ ὡς ἀναισθήτοις παρακαθῆσθαι λίθοις, οὕτως ἐδίδασκεν, οὐδὲ ἐν ἀριθμοῖς εἶναι τὸ πᾶν διοριζόμενος ἐμυθολόγει· ἀλλ' ἀποῤῥίψας τὴν σατανικὴν ταύτην ἀηδίαν ἅπασαν καὶ λύμην, τοσαύτην τοῖς ῥήμασιν ἐγκατέμιξεν  εὐκολίαν, ὡς μὴ μόνον ἀνδράσι καὶ συνετοῖς, ἀλλὰ καὶ γυναιξὶ  καὶ νέοις ἅπαντα εἶναι τὰ λεγόμενα  δῆλα. Ἐπίστευσε γὰρ αὐτὰ ἀληθῆ  τε  εἶναι  καὶ  χρήσιμα τοῖς  ἀκουσομένοις  ἅπασι· καὶ  μαρτυρεῖ  πᾶς  ὁ μετ' ἐκεῖνον χρόνος. Ὅλην τε γὰρ πρὸς ἑαυτὸν ἐφειλκύσατο τὴν οἰκουμένην, καὶ πάσης ἀλλοκότου τραγῳδίας τὸν ἡμέτερον ἀπήλλαξε βίον, μετὰ τὴν τῶν λόγων  τούτων ἀκρόασιν.  ∆ιά  τοι  τοῦτο  τῆς  ψυχῆς  ἑλοίμεθα  ἂν  ἐκστῆναι  μᾶλλον  οἱ  ταῦτα ἀκούοντες, ἢ τῶν  δογμάτων  τῶν  ὑπ' ἐκείνου  παραδοθέντων  ἡμῖν. Καὶ ἐντεῦθεν τοίνυν καὶ πανταχόθεν δῆλον, ὅτι οὐδὲν ἀνθρώπινον  τῶν τούτου, ἀλλὰ θεῖά τε καὶ οὐράνιά ἐστι διδάγματα τὰ διὰ τῆς θείας ταύτης εἰς ἡμᾶς ἐλθόντα  ψυχῆς. Οὐ γὰρ κτύπον  ῥημάτων  οὐδὲ λέξεως  κόμπον, οὐδὲ ὀνομάτων  καὶ ῥημάτων  κόσμον καὶ συνθήκην ὀψόμεθα περιττὴν καὶ ἀνόνητον (πόῤῥω γὰρ ταῦτα φιλοσοφίας ἁπάσης), ἀλλ' ἰσχὺν ἄμαχον καὶ θείαν, καὶ δογμάτων ὀρθῶν ἀμήχανον δύναμιν, καὶ μυρίων ἀγαθῶν  χορηγίαν.  Ἡ γὰρ κατὰ  τὴν  ἀπαγγελίαν  περιεργία  οὕτω  περιττὴ  ἦν  καὶ σοφιστῶν ἀξία, μᾶλλον δὲ οὐδὲ σοφιστῶν, ἀλλὰ μειρακίων ἀνοήτων, ὡς καὶ αὐτὸν τὸν παρ' αὐτοῖς φιλόσοφον εἰσαγαγεῖν τὸν διδάσκαλον τὸν αὐτοῦ σφόδρα ἐπαισχυνόμενον  ταύτῃ τῇ τέχνῃ, καὶ λέγοντα τοῖς  δικασταῖς, ὅτι ἀκούσονται παρ'  αὐτοῦ  ῥήματα  ἁπλῶς  καὶ  ὡς  ἔτυχε  λεγόμενα,  οὐ  μέντοι  κεκαλλιεπημένα λόγοις, οὐδὲ ῥήμασί τε καὶ ὀνόμασι κεκοσμημένα. Οὐδὲ γὰρ ἂν δήπου πρέποι, φησὶν, ὦ  ἄνδρες,  τῇδε  τῇ  ἡλικίᾳ,  ὥσπερ  μειρακίῳ  πλάττοντι  λόγους,  εἰς  ὑμᾶς  αὐτὸν εἰσιέναι. Καὶ ὅρα τὸν πολὺν καταγέλωτα. Ὃ γὰρ ὡς αἰσχρὸν καὶ φιλοσοφίας ἀνάξιον καὶ μειρακίων ἔργον ἐποίησεν αὐτὸν φεύγοντα, τοῦτο μάλιστα πάντων αὐτὸς ἐπετήδευσεν. Οὕτω πανταχοῦ  φιλοτιμίας  ἦσαν μόνης· καὶ Πλάτωνος  οὐδὲν  ἔστι θαυμάσαι, ἢ τοῦτο μόνον. Καὶ καθάπερ τῶν τάφων τοὺς ἔξωθεν κεκονιαμένους, ἂν ἀπαμφιάσῃς, ἰχῶρος, καὶ δυσωδίας, καὶ διεφθορότων  ὄψει γέμοντας ὀστῶν· οὕτω καὶ τὰ τοῦ φιλοσόφου δόγματα, ἂν τῆς κατὰ τὴν λέξιν ἀπογυμνώσῃς ὥρας, πολλῆς ὄψει  τῆς  βδελυγμίας  πεπληρωμένα,   καὶ  μάλιστα  ὅταν  περὶ  ψυχῆς  φιλοσοφῇ, ἀμέτρως τιμῶν  τε αὐτὴν καὶ βλασφημῶν. Τοῦτο γὰρ ἡ διαβολικὴ παγὶς, μηδαμοῦ τὴν συμμετρίαν τηρεῖν, ἀλλὰ τοῖς ἐφ' ἑκάτερα πλεονασμοῖς πρὸς δυσφημίαν ἐξάγειν τοὺς ἁλισκομένους αὐτῇ. Νῦν μὲν γὰρ αὐτὴν τῆς τοῦ Θεοῦ φησιν οὐσίας εἶναι· νῦν δὲ αὐτὴν οὕτως ἀμέτρως καὶ ἀσεβῶς ἐπάρας, μεθ' ἑτέρας καθυβρίζει πάλιν ὑπερβολῆς, εἰς χοίρους καὶ ὄνους εἰσάγων, καὶ τὰ ἔτι τούτων ἀτιμότερα ζῶα. Ἀλλὰ τούτων μὲν ἅλις· μᾶλλον δὲ καὶ ταῦτα πέρα τοῦ μέτρου. Εἰ μὲν γάρ τι χρήσιμον παρ' αὐτῶν ἦν μαθεῖν, ἔδει καὶ πλέον ἐνδιατρίβειν· εἰ δὲ ὅσον τὴν ἀσχημοσύνην αὐτῶν καὶ τὸν γέλωτα κατοπτεῦσαι, καὶ ταῦτα πλέον τοῦ δέοντος εἴρηται παρ' ἡμῶν. ∆ιὰ ταῦτα  ἀφέντες  τοὺς  ἐκείνων  μύθους,  τῶν  ἡμετέρων  ἁψώμεθα  δογμάτων,  τῶν ἄνωθεν  ἡμῖν  κατενηνεγμένων  διὰ  τῆς  γλώττης  τούτου  τοῦ  ἁλιέως,  τῶν  μηδὲν ἐχόντων  ἀνθρώπινον.  Φέρε οὖν, αὐτὰς εἰς μέσον τὰς ῥήσεις ἀγάγωμεν,  καὶ ὃ τὴν ἀρχὴν παρεκαλέσαμεν ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις,  τοῦτο καὶ νῦν ὑπομνήσαντες. Τί οὖν ἀρχόμενος ὁ εὐαγγελιστὴς οὗτος εὐθέως φησίν; Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Εἶδες παῤῥησίαν καὶ ἐξουσίαν ῥημάτων πολλήν;  πῶς  οὐδὲν  ἀμφιβάλλων,   οὐδὲ  εἰκάζων,  ἀλλὰ  πάντα  ἀποφαινόμενος φθέγγεται; Τοῦτο γάρ ἐστι διδασκάλου, τὸ μὴ περιφέρεσθαι ἐν οἷς ἂν λέγῃ. Εἰ γὰρ ὁ τοῖς  ἄλλοις  καθηγησόμενος  ἑτέρου  δεηθήσεται  τοῦ  στηρίξαι δυνησομένου  μετὰ ἀσφαλείας αὐτὸν, οὐ τὴν τῶν διδασκάλων, ἀλλὰ τὴν τῶν μαθητῶν τάξιν ἐπέχειν ἂν εἴη δίκαιος. Εἰ δὲ λέγοι τις, Καὶ τί δήποτε τὸ πρῶτον αἴτιον ἀφεὶς, εὐθέως ἡμῖν περὶ τοῦ δευτέρου διείλεκται;  τὸ μὲν πρῶτον  καὶ τὸ δεύτερον  παραιτησόμεθα λέγειν· ἀριθμοῦ γὰρ τὸ Θεῖον ἀνώτερον καὶ χρόνων ἀκολουθίας. ∆ιὸ καὶ ταῦτα μὲν παρῃτησάμεθα·  Πατέρα δὲ  ὁμολογοῦμεν  ἐξ  οὐδενὸς  ὄντα,  καὶ  Υἱὸν ἐκ  Πατρὸς γεγεννημένον.  

δʹ. Ναὶ, φησί·  τί  δήποτ'  οὖν  τὸν  Πατέρα ἀφεὶς  περὶ  τοῦ  Υἱοῦ διαλέγεται; Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ' ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο.  ∆ιὸ εἰκότως  τὴν περὶ τούτου γνῶσιν  εὐθέως  ἐκ προοιμίων ἔσπευσεν ἐνθεῖναι  τοῖς οὐκ εἰδόσιν αὐτόν· ἄλλως τε οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τούτων  λόγοις ἀπεσιώπησε. Καὶ θέα μοι τὴν σύνεσιν τὴν πνευματικήν.  Οἶδε τοὺς ἀνθρώπους  τὸ πρεσβύτερον καὶ τὸ πρὸ πάντων  μάλιστα τιμῶντας  καὶ τιθεμένους Θεόν. ∆ιὰ τοῦτο ἐντεῦ . θεν πρῶτον ποιεῖται τὴν ἀρχὴν, καὶ προϊὼν καὶ Θεόν φησιν εἶναι· καὶ οὐχ ὡς Πλάτων, τὸν μὲν νοῦν, τὸν δὲ ψυχὴν λέγων εἶναι· ταῦτα γὰρ πόῤῥω τῆς θείας καὶ ἀκηράτου φύσεως. Οὐδὲ γὰρ ἔχει τι κοινὸν  πρὸς ἡμᾶς, ἀλλὰ ἀνακεχώρηκε τῆς πρὸς τὴν κτίσιν κοινωνίας, τῆς κατ' οὐσίαν λέγω, οὐ μὴν τῆς κατὰ τὴν σχέσιν. ∆ιά τοι τοῦτο καὶ Λόγον αὐτὸν ἐκάλεσεν. Ἐπειδὴ γὰρ μέλλει διδάσκειν, ὅτι οὗτος ὁ Λόγος μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα μὴ παθητὴν ὑπολάβοι τις τὴν γέννησιν,   προλαβὼν   τῇ  τοῦ  Λόγου  προσηγορίᾳ,  πᾶσαν  ἀναιρεῖ  τὴν  πονηρὰν ὑποψίαν, τό τε ἐξ αὐτοῦ τὸν Υἱὸν εἶναι δηλῶν, καὶ τὸ ἀπαθῶς. Ὁρᾷς ὅτι, ὅπερ εἶπον, οὐδὲ τὸν Πατέρα ἐν τοῖς περὶ τοῦ Υἱοῦ λόγοις ἀπεσιώπησεν; Εἰ δὲ οὐκ ἀρκεῖ ταῦτα τὰ ὑποδείγματα παραστῆσαι τὸ πᾶν, μὴ θαυμάσῃς. Περὶ Θεοῦ γὰρ ἡμῖν ὁ λόγος, ὃν οὔτε εἰπεῖν, οὔτε νοῆσαι κατ' ἀξίαν δυνατόν. ∆ιὸ καὶ οὗτος οὐσίας μὲν οὐδαμοῦ τίθησιν ὄνομα· οὐδὲ γὰρ δυνατὸν εἰπεῖν αὐτὸ ὅ τι ποτέ ἐστι τὴν οὐσίαν ὁ Θεός· πανταχοῦ δὲ ἡμῖν  αὐτὸν  ἀπὸ τῶν  ἐνεργειῶν  δηλοῖ. Τὸν δὲ Λόγον τοῦτον  ἴδοι τις  ἂν μικρὸν ὕστερον καὶ φῶς λεγόμενον, καὶ τὸ φῶς πάλιν ὀνομαζόμενον ζωήν. Οὐ ταύτης δὲ μόνον ἕνεκεν τῆς αἰτίας οὕτως ὠνόμασε αὐτόν· ἀλλὰ πρώτης μὲν ταύτης· δευτέρας δὲ, ἐπειδὴ τὰ τοῦ Πατρὸς ἡμῖν ἔμελλεν ἀπαγγέλλειν· Πάντα γὰρ, φησὶν, ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀνήγγειλα ὑμῖν. Καλεῖ δὲ αὐτὸν καὶ ζωὴν καὶ φῶς· τὸ γὰρ ἀπὸ τῆς γνώσεως φῶς ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἐντεῦθεν ζωήν. Καὶ ὅλως οὐκ ἔστιν ὄνομα ἓν ἀρκοῦν, οὐδὲ δύο καὶ τρία, οὐδὲ πλείω  διδάξαι τὰ περὶ Θεοῦ· ἀλλ' ἀγαπητὸν  διὰ πολλῶν  γοῦν δυνηθῆναι  κἂν ἀμυδρῶς περιδράξασθαι τῶν  προσόντων αὐτῷ. Οὐχ ἁπλῶς δὲ αὐτὸν Λόγον εἴρηκεν, ἀλλὰ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, τῶν λοιπῶν αὐτὸν  καὶ  ταύτῃ  χωρίζων.  Ὁρᾷς ὡς  οὐ  μάτην  ἔλεγον,  ὅτι  ἀπὸ  τῶν  οὐρανῶν φθέγγεται ἡμῖν ὁ εὐαγγελιστὴς οὗτος; Ὅρα γοῦν εὐθὺς ἐκ προοιμίων ποῦ τὴν ψυχὴν πτερώσας καὶ τὴν διάνοιαν  ἀνήγαγε  τῶν  ἀκουόντων.  Πάντων γὰρ τῶν  αἰσθητῶν ἀνωτέρω  στήσας αὐτὴν,  πρὸ  γῆς,  πρὸ  θαλάσσης, πρὸ  οὐρανοῦ,  καὶ  ὑπὲρ  τοὺς ἀγγέλους χειραγωγεῖ, καὶ ὑπεράνω τῶν Χερουβὶμ καὶ τῶν Σεραφὶμ, καὶ ὑπὲρ τοὺς θρόνους, καὶ ὑπὲρ τὰς ἀρχὰς, καὶ ὑπὲρ τὰς ἐξουσίας, καὶ πάσης ἁπλῶς  ἐπέκεινα κτίσεως ὁδοιπορεῖν ἀναπείθει. Τί οὖν; ἆρα πρὸς τοσοῦτον ἀναγαγὼν ὕψος, ἐνταῦθα γοῦν ἡμᾶς στῆσαι ἴσχυσεν; Οὐδαμῶς· ἀλλ' ὥσπερ εἴ τις τὸν ἑστῶτα παρ' αἰγιαλὸν, καὶ βλέποντα πόλεις, καὶ ἀκτὰς, καὶ λιμένας, ἐπειδὰν εἰς μέσον ἀγάγῃ πελάγους, τῶν μὲν προτέρων ἀπέστησεν, οὐ μὴν ἔστησέ που τὸ ὄμμα αὐτῷ, ἀλλ' εἰς ἄπειρον ἤγαγε θεωρίαν· οὕτω καὶ ὁ εὐαγγελιστὴς πάσης ἡμᾶς ἀνωτέρω τῆς κτίσεως ἀγαγὼν, καὶ πρὸς τοὺς ἀνωτέρω  ταύτης  παραπέμψας αἰῶνας,  μετέωρον  τὸ ὄμμα ἀφίησιν,  οὐ διδοὺς ἐπιλαβέσθαι τινὸς τέλους εἰς τὸ ἄνω, ἐπειδὴ μηδέ ἐστιν. Ἀνελθὼν  γὰρ εἰς ἀρχὴν ὁ λόγος, ζητεῖ ποίαν ἀρχήν· εἶτα τὸ Ἦν εὑρίσκων, ἀεὶ φθάνων  αὐτοῦ τὴν διάνοιαν, οὐκ ἔχει ποῦ στῆσαι τὸν λογισμὸν, ἀλλ' ἀτενὲς ἐνορῶν καὶ μηδαμοῦ λῆξαι δυνάμενος, ἀποκαμὼν ὑποστρέφει πάλιν  ἐπὶ τὰ κάτω. Τὸ γὰρ, Ἐν ἀρχῇ ἦν, οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦ εἶναι ἀεὶ δηλωτικὸν, καὶ ἀπείρως εἶναι. Εἶδες φιλοσοφίαν ἀληθῆ καὶ δόγματα θεῖα, οὐχ οἷα τῶν  Ἑλλήνων,  χρόνους τιθέντων,  καὶ τοὺς μὲν πρεσβυτέρους, τοὺς δὲ νεωτέρους εἶναι λεγόντων  θεούς; Ἀλλ' οὐδὲν τοιοῦτον παρ' ἡμῖν. Εἰ γὰρ Θεὸς . ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐδὲν πρὸ αὐτοῦ· εἰ ∆ημιουργὸς πάντων,  πρῶτος αὐτός· εἰ ∆εσπότης καὶ Κύριος ἁπάντων,  πάντα  μετ' αὐτὸν,  καὶ κτίσματα καὶ αἰῶνες. Ἐβουλόμην καὶ εἰς ἀγῶνας καθιέναι ἑτέρους· ἀλλ' ἴσως ἀπέκαμεν ἡμῖν ἡ διάνοια. ∆ιὸ παραινέσας ἐκεῖνα, ἅπερ ἐστὶν ὑμῖν καὶ πρὸς τὴν τῶν εἰρημένων,  καὶ πρὸς τὴν τῶν  λεχθησομένων  ἀκρόασιν χρήσιμα, πάλιν  σιγήσομαι. Τίνα  δὴ  οὖν  ταῦτά  ἐστιν; Οἶδα πολλοὺς  ἰλιγγιάσαντας  πρὸς τὸ  τῶν  λεχθέντων μῆκος.  Τοῦτο  δὲ  γίνεται,  ὅταν  ἡ  ψυχὴ  πολλοῖς  φορτίοις  βαρύνηται  βιωτικοῖς. Καθάπερ γὰρ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἂν ἀποκάμοι ῥᾳδίως καὶ τὰ λεπτότατα σώματα καταμανθάνον, ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεύσαντος πονηροῦ, ἢ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις πρὸ τῆς κόρης γένηται νεφέλη, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ ἐκκεκαθαρμένη τυγχάνῃ,  καὶ μηδὲν ἔχῃ πάθος ἐνοχλοῦν,  ἀτενὲς ἐνορᾷ πρὸς ἅπερ ἐνορᾷν χρή· ὅταν δὲ πολλοῖς  ἐπιθολωθεῖσα πάθεσιν, ἀπολέσῃ τὴν ἑαυτῆς ἀρετὴν, πρὸς οὐδὲν  τῶν  ὑψηλῶν  ἀρκέσαι δύναται  ῥᾳδίως,  ἀλλὰ  ἀποκάμνει  ταχέως  καὶ ἀναπίπτει, καὶ πρὸς ὕπνον ἀποκλίνασα καὶ ῥᾳθυμίαν, τὰ πρὸς ἀρετὴν καὶ ζωὴν τὴν ἐκ ταύτης αὐτῇ διαφέροντα παραπέμπεται, καὶ οὐ προσίεται μετὰ προθυμίας πολλῆς.

εʹ. Ὅπερ ἵνα μὴ καὶ ὑμεῖς πάθητε (οὐ γὰρ παύσομαι ταῦτα ἀεὶ παραινῶν), ἐπιῤῥώσατε ὑμῶν τὴν διάνοιαν, ἵνα μὴ τὰ αὐτὰ ἀκούσητε, ἅπερ οἱ πιστοὶ τῶν  Ἑβραίων παρὰ Παύλου. Καὶ γὰρ ἐκείνοις πολὺν ἔφησε τὸν λόγον γεγενῆσθαι, καὶ δυσερμήνευτον, οὐκ ἐπειδὴ  φύσει τοιοῦτος  ἦν,  ἀλλ' ἐπειδὴ, φησὶν,  ὑμεῖς  Νωθροὶ γεγόνατε  ταῖς ἀκοαῖς. Ὁ γὰρ ἀσθενὴς καὶ ἄῤῥωστος, καὶ ὑπὸ τῆς βραχυλογίας ὡς ὑπὸ μακρηγορίας παρενοχλεῖσθαι πέφυκε, καὶ τὰ σαφῆ καὶ τὰ εὐδιάλυτα δυσκατάληπτα εἶναι νομίζει. Ἀλλὰ μηδεὶς ἔστω ἐνταῦθα  τοιοῦτος· ἀλλὰ  πᾶσαν ἀπελάσας φροντίδα  βιωτικὴν, οὕτω τούτων  ἀκουέτω τῶν  δογμάτων.  Ὅταν γὰρ ἐπιθυμία χρημάτων  κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης. Τοῦτο καὶ ἐπὶ παίδων  συμβαίνειν εἴωθεν.  Ὅταν μὲν γὰρ ἕνα τις ἔχῃ μόνον, μεθ' ὑπερβολῆς ἀγαπᾷ τὸν ἕνα· ὅταν δὲ πολλῶν γένηται παίδων πατὴρ, καὶ τὰ τῆς διαθέσεως διαιρεθέντα ἀσθενέστερα γίνεται. Εἰ δὲ ἔνθα φυσικὴ τυραννὶς καὶ δύναμις, καὶ συγγενῆ τὰ φιλούμενα,  τοῦτο συμβαίνει· τί ἂν εἴποιμεν ἐπὶ τῆς κατὰ προαίρεσιν ἐπιθυμίας καὶ διαθέσεως, καὶ μάλιστα ὅταν οἱ ἔρωτες οὗτοι ἀπ' ἐναντίας ἀλλήλοις διακέωνται; Ἐναντίον γὰρ χρημάτων ἔρως ἔρωτι τοιαύτης ἀκροάσεως. Εἰς τὸν οὐρανὸν εἴσιμεν εἰσιόντες ἐνθάδε. Οὐ τῷ τόπῳ λέγω, ἀλλὰ τῇ διαθέσει· ἔνεστι γὰρ καὶ ἐπὶ γῆς ὄντα ἑστάναι ἐν οὐρανῷ, καὶ τὰ ἐκεῖ φαντάζεσθαι, καὶ τὰ ἐκεῖθεν ἀκούειν. Μηδεὶς οὖν τῷ οὐρανῷ τὰ τῆς γῆς ἐπεισαγέτω· μηδεὶς ἐνταῦθα ἑστὼς, τὰ κατὰ τὴν οἰκίαν μεριμνάτω. Τὴν γὰρ οἰκίαν καὶ τὴν ἀγορὰν ἔδει τὰ ἐντεῦθεν περιφέρειν κέρδη καὶ ἔχειν, οὐ ταύτην τοῖς ἐκ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς φορτίοις βαρύνεσθαι. ∆ιὰ ταῦτα εἴσιμεν  παρὰ τὸν τῆς διδασκαλίας θρόνον, ἵνα ἐντεῦθεν τὸν ἔξωθεν ἀποῤῥυψώμεθα ῥύπον. Ἂν δὲ μέλλωμεν καὶ τῇ μικρᾷ ταύτῃ σχολῇ ἀπὸ τῶν  ἔξω  λεγομένων   ἢ  πραττομένων   λυμαίνεσθαι,  βέλτιον  μηδὲ  εἰσελθεῖν  τὴν ἀρχήν. Μηδεὶς τοιγαροῦν ἐν ἐκκλησίᾳ τὰ κατὰ τὴν οἰκίαν μελετάτω, ἀλλὰ καὶ ἐν οἰκίᾳ τὰ κατὰ τὴν ἐκκλησίαν κινείτω. Πάντων ἡμῖν ἔστω ταῦτα τιμιώτερα. Τῆς γὰρ ψυχῆς  ταῦτά  ἐστι, τοῦ σώματος δὲ ἐκεῖνα·  μᾶλλον  δὲ καὶ σώματι  καὶ ψυχῇ  τὰ ἐνταῦθα λεγόμενα διαφέρει. ∆ιὰ τοῦτο ταῦτα μὲν ἔστω προηγούμενα ἔργα, πάρεργα δὲ ἅπαντα τὰ ἄλλα. Ταῦτα μὲν γὰρ καὶ τῆς μελλούσης καὶ τῆς παρούσης ἐστὶ ζωῆς· ἐκεῖνα δὲ οὐδ' ἑτέρας, ἐὰν μὴ κατὰ τὸν ὑπὲρ τούτων τεθέντα διοικῆται νόμον. Οὐ γὰρ δὴ μόνον τί μετὰ ταῦτα ἐσόμεθα, καὶ πῶς τότε ζησόμεθα, ἐντεῦθεν ἔστι μαθεῖν μόνον, ἀλλὰ πῶς καὶ τὸν παρόντα οἰκονομήσομεν βίον. Ἰατρεῖον γὰρ ὁ οἶκος οὗτος ἕστηκε πνευματικὸν,  ἵνα ἅπερ ἂν λάβωμεν  ἔξωθεν  τραύματα, ἐντεῦθεν θεραπεύσωμεν· οὐχ ἵνα καὶ ἐντεῦθεν  συλλέξαντες ἕτερα, οὕτως ἀπίωμεν. Ἂν γὰρ τοῦ Πνεύματος ἡμῖν τοῦ ἁγίου διαλεγομένου μὴ προσέχωμεν, οὐ μόνον τὰ πρότερα οὐκ ἀπολουσόμεθα, ἀλλὰ καὶ ἕτερα προσληψόμεθα. Προσέχωμεν τοίνυν τῷ βιβλίῳ μετὰ  πολλῆς  τῆς  σπουδῆς  ἡμῖν ἀνακαλυπτομένῳ.  Οὐδὲ γὰρ  πολλῆς  δεησόμεθα λοιπὸν  πραγματείας, ἂν τὰς ἀρχὰς καὶ ὑποθέσεις μετὰ ἀκριβείας μάθωμεν·  ἀλλὰ μικρὸν ἐν προοιμίοις πονέσαντες, δυνησόμεθα τοῦ λοιποῦ  κατὰ τὸν  Παῦλον καὶ ἄλλους νουθετεῖν. Σφόδρα γάρ ἐστιν ὑψηλὸς ὁ Ἀπόστολος οὗτος, καὶ πολλῶν γέμει δογμάτων, καὶ τούτοις ἐνδιατρίβει μᾶλλον ἢ ἑτέροις. Μὴ δὴ παρέργως ἀκούωμεν.

∆ιὰ  τοῦτο  γὰρ  ἡμεῖς  καὶ  κατὰ  μικρὸν  ἐξηγούμεθα,  ὥστε  ὑμῖν  εὔληπτα  πάντα γενέσθαι καὶ μὴ διαφυγεῖν  τὴν μνήμην. Φοβηθῶμεν τοίνυν  μήποτε γενώμεθα  τῆς φωνῆς ἐκείνης ὑπεύθυνοι τῆς λεγούσης· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Τί γὰρ ἕξομεν τῶν οὐκ ἀκηκοότων πλέον, ὅταν καὶ μετὰ τὴν ἀκρόασιν μηδὲν  οἴκαδε  ἀπέλθωμεν  ἔχοντες,  ἀλλὰ  θαυμάζοντες  τὰ  εἰρημένα  μόνον;  ∆ότε τοίνυν ἡμῖν, εἰς ἀγαθὴν σπεῖραι γῆν· δότε, ἵνα ἡμᾶς ἐπισπάσησθε μειζόνως. Καὶ εἴ τις ἀκάνθας  ἔχει,  τὸ  πῦρ  ἐπαφιέτω  τοῦ  Πνεύματος·  εἴ  τις  σκληρὰν  καὶ  ἀντίτυπον καρδίαν, λιπαρὰν ποιείτω αὐτὴν καὶ ἁπαλὴν τῷ αὐτῷ χρώμενος πυρί. Εἴ τις κατὰ τὰς ὁδοὺς  ὑπὸ  πάντων   πατεῖται  τῶν  λογισμῶν,  πρὸς  τὰ  ἐνδότερα  εἰσίτω,  καὶ  μὴ προκείσθω τοῖς βουλομένοις  εἰς ἁρπαγὴν  ἐπιέναι,  ἵνα κομῶντα  ὑμῶν  ἴδωμεν  τὰ λήϊα. Καὶ γὰρ ἂν οὕτως ἑαυτῶν ἐπιμελώμεθα, καὶ μετὰ φιλοπονίας  τῆς ἀκροάσεως ἐχώμεθα ταύτης τῆς πνευματικῆς, εἰ καὶ μὴ ἀθρόον, ἀλλὰ κατὰ μικρὸν πάντων γοῦν ἀπαλλαγησόμεθα τῶν  βιωτικῶν.  ∆ιὸ προσέχωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν  λέγηται, ὅτι· Ἀσπίδος κωφῆς τὰ ὦτα αὐτῶν. Τί θηρίου διενήνοχεν  ὁ τοιοῦτος ἀκροατής; εἰπέ μοι.  Πῶς δὲ  οὐκ  ἂν  εἴη  παντὸς  ἀλογώτερος  ἀλόγου,  ὁ  Θεοῦ διαλεγομένου  μὴ προσέχων; Εἰ γὰρ τὸ εὐαρεστεῖν τῷ Θεῷ, τοῦτό ἐστιν ἄνθρωπον εἶναι· ὁ μηδὲ, ὅπως τοῦτο κατορθώσειεν, ἀκοῦσαι θέλων, οὐδὲν ἕτερον ἢ θηρίον ἐστίν. Ἐννόησον οὖν ὅσον ἂν εἴη κακὸν, τοῦ Χριστοῦ θέλοντος  ἡμᾶς ἐξ ἀνθρώπων  ἰσαγγέλους ποιεῖν, αὐτοὺς ἐξ ἀνθρώπων  εἰς θηρία μεταποιεῖν. Τὸ γὰρ τῇ γαστρὶ δουλεύειν, καὶ τῇ τῶν χρημάτων ἐπιθυμίᾳ κατέχεσθαι, καὶ ὀργίζεσθαι καὶ δάκνειν καὶ λακτίζειν, οὐκ ἀνθρώπων,  ἀλλὰ  θηρίων  ἐστί. Καίτοι τὰ μὲν  θηρία, ἓν  ἕκαστον, ὡς  εἰπεῖν,  ἔχει πάθος, καὶ τοῦτο κατὰ φύσιν· ὁ δὲ ἄνθρωπος ὁ τῶν λογισμῶν τὴν ἀρχὴν ἐκβαλὼν καὶ τῆς κατὰ Θεὸν πολιτείας  ἀποῤῥαγεὶς, πᾶσιν ἑαυτὸν ἐπιτρέπει τοῖς πάθεσι· καὶ οὐκ ἔτι θηρίον γίνεται μόνον, ἀλλὰ τέρας πολύμορφόν τι καὶ ποικίλον, καὶ οὐδὲ τὴν ἀπὸ τῆς φύσεως συγγνώμην ἔχει. Προαιρέσεως γὰρ καὶ γνώμης ἡ κακία πᾶσα. Ἀλλὰ μὴ  γένοιτό  ποτε  ταῦτα  περὶ  τῆς  Ἐκκλησίας  ὑποπτεῦσαι  τοῦ  Χρι  . στοῦ· πεπείσμεθα  γὰρ  περὶ  ὑμῶν   τὰ  κρείττονα   καὶ  ἐχόμενα   σωτηρίας.  Ἀλλ'  ὅσῳ πεπείσμεθα, τοσούτῳ τῶν προφυλακτικῶν  οὐδὲν ἧττον ἀποστησόμεθα λόγων· ἵνα πρὸς αὐτὴν  ἀνελθόντες  τὴν  κορυφὴν  τῶν  ἀρετῶν,  τύχωμεν  τῶν  ἐπηγγελμένων ἀγαθῶν·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. .

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |