ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. .

Σάββατο 29 Οκτωβρίου 2016

Ηʹ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. .





Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ηʹ  Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
.
αʹ. Οὐδὲ γὰρ  κωλύει  καὶ  τήμερον  τῶν  αὐτῶν  ἅψασθαι  ῥημάτων,  ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν  δογμάτων  ἐξηγήσεως ἐκωλύθημεν  ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ μὴ λέγοντες αὐτὸν ἀληθινὸν Θεόν; Ἐνταῦθα μὲν γὰρ φῶς ἀληθινὸν εἴρηται· ἑτέρωθι δὲ, αὐτοαλήθεια, καὶ αὐτοζωή. Ἀλλ' ἐκείνῳ μὲν τῷ λόγῳ,  ὅταν  ἐκεῖ  γενώμεθα,   σαφέστερον  ἐπεξελευσόμεθα·  κατὰ  δὲ  τὸ  παρὸν, ἀναγκαῖον   τέως  ἐκεῖνο  πρὸς  τὴν  ὑμετέραν  ἀγάπην  εἰπεῖν·  Εἰ  φωτίζει   πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον;



Τό γε εἰς αὐτὸν ἧκον. Εἰ δέ τινες ἑκόντες τοὺς τῆς διανοίας ὀφθαλμοὺς μύσαντες, μὴ βούλοιντο  παραδέξασθαι τοῦ φωτὸς  τούτου τὰς ἀκτῖνας, οὐ παρὰ τὴν τοῦ φωτὸς φύσιν ἡ σκότωσις ἐκείνοις, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς  τῆς δωρεᾶς. Ἡ μὲν  γὰρ χάρις εἰς πάντας  ἐκκέχυται,  οὐκ Ἰουδαῖον,  οὐχ Ἕλληνα,  οὐ  βάρβαρον, οὐ  Σκύθην,  οὐκ  ἐλεύθερον,  οὐ  δοῦλον,  οὐκ  ἄνδρα,  οὐ γυναῖκα, οὐ πρεσβύτην, οὐ νέον ἀποστρεφομένη· πάντας δὲ ὁμοίως προσιεμένη, καὶ μετὰ τῆς ἴσης καλοῦσα τιμῆς. Οἱ δὲ οὐκ ἐθέλοντες  ἀπολαῦσαι τῆς δωρεᾶς ταύτης, ἑαυτοῖς  δίκαιοι  ταύτην  ἂν εἶεν  λογίσασθαι τὴν  πήρωσιν. Ὅταν γὰρ τῆς εἰσόδου πᾶσιν ἀνεῳγμένης,  καὶ μηδενὸς τοῦ κωλύοντος  ὄντος, ἐθελοκακοῦντές  τινες ἔξω μένωσι, παρ' οὐδένα ἕτερον, ἀλλ' ἢ παρὰ τὴν οἰκείαν πονηρίαν ἀπόλλυνται  μόνον. Ἐν τῷ κόσμῳ ἦν· ἀλλ' οὐχ ὡς τοῦ κόσμου σύγχρονος, ἄπαγε. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· διὰ τούτου σε πάλιν ἀνάγων  ἐπὶ τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς. Ὁ γὰρ ἀκούσας ὅτι ἔργον αὐτοῦ τόδε τὸ πᾶν, κἂν σφόδρα ἀναίσθητος ᾖ, κἂν ἐχθρὸς, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ, πάντως καὶ ἑκὼν καὶ ἄκων  ἀναγκασθήσεται  πρὸ τῶν  ἔργων  ὁμολογῆσαι  τὸν  Ποιητήν.  Ὅθεν  μοι  καὶ θαυμάζειν  ἔπεισιν  ἀεὶ τὴν  Παύλου τοῦ Σαμοσατέως μανίαν,  πῶς πρὸς τὴν  οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε, καὶ ἑκὼν ἑαυτὸν κατεκρήμνισεν. Οὐδὲ γὰρ ἀγνοῶν, ἀλλὰ καὶ σφόδρα εἰδὼς ἡμάρτανε, ταὐτὸν παθὼν τοῖς Ἰουδαίοις. Καθάπερ γὰρ  ἐκεῖνοι  πρὸς  ἀνθρώπους  ὁρῶντες,  τὸ  τῆς  πίστεως  . προὔδωκαν  ὑγιὲς, εἰδότες μὲν ὅτι αὐτός ἐστιν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὁμολογοῦντες, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· οὕτω καὶ τοῦτον γυναικί τινι χαριζόμενον, τὴν σωτηρίαν φασὶν ἀποδόσθαι τὴν ἑαυτοῦ. ∆εινὸν γὰρ, ὄντως δεινὸν τῆς  κενοδοξίας  ἡ τυραννὶς,  καὶ  σοφῶν  ὀφθαλμοὺς  ἐκτυφλοῦν  ἱκανὸν,  ὅταν  μὴ νήφωσιν.  Εἰ γὰρ ἡ δωροδοκία τοῦτο ἰσχύει, πολλῷ  μᾶλλον  τὸ ταύτης βιαιότερον πάθος. ∆ιὰ τοῦτο καὶ Ἰουδαίοις ἔλεγεν  ὁ Χριστός· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ  ἀνθρώπων   λαμβάνοντες,  καὶ  τὴν  δόξαν  τὴν  παρὰ  τοῦ  μόνου  Θεοῦ οὐ ζητοῦντες; Καὶ ὁ κόσμος αὐτὸν  οὐκ ἔγνω.  Ἐνταῦθα κόσμον τὸ πλῆθός  φησι, τὸ διεφθαρμένον καὶ τοῖς γηΐνοις προστετηκὸς πράγμασι, τὸν χυδαῖον, καὶ ταραχώδη, καὶ ἀνόητον λαόν. Ὡς οἵ γε τοῦ Θεοῦ φίλοι καὶ θαυμαστοὶ πάντες αὐτὸν ἐπέγνωσαν καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας. Καὶ περὶ μὲν τοῦ πατριάρχου καὶ αὐτὸς ὀνομαστί φησιν ὁ Χριστὸς, ὅτι Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Καὶ περὶ τοῦ ∆αυῒδ δὲ Ἰουδαίους ἐλέγχων ἔλεγε· Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; Καὶ πολλαχοῦ πρὸς ἐκείνους ἱστάμενος Μωϋσέως μέμνηται· περὶ δὲ τῶν  λοιπῶν  προφητῶν  ὁ Ἀπόστολος. Πάντας γὰρ τοὺς  προφήτας  ἀπὸ Σαμουὴλ ἐγνωκέναι    φησὶν   ὁ   Πέτρος   αὐτὸν,   καὶ   τὴν   παρουσίαν   αὐτοῦ   πόῤῥωθεν προαναφωνεῖν,  οὕτω λέγων· Καὶ πάντες οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν  τὰς ἡμέρας ταύτας Τῷ δὲ Ἰακὼβ καὶ τῷ πατρὶ τῷ τούτου, ὥσπερ οὖν καὶ τῷ πάππῳ, καὶ ἐφάνη καὶ διελέχθη, καὶ πολλὰ καὶ μεγάλα ὑπέσχετο δώσειν ἀγαθὰ, ἅπερ οὖν καὶ εἰς ἔργον ἐξήνεγκε. Πῶς οὖν, φησὶν, αὐτὸς ἔλεγε· Πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν; Ἆρα γὰρ οὐ μετέσχον τῆς γνώσεως τῆς εἰς αὐτόν; Πάνυ μὲν  οὖν· καὶ τοῦτο  καὶ ἀπὸ τῆς  ῥήσεως ταύτης,  ἀφ' ἧς νομίζουσί  τινες  αὐτοὺς ἀπεστερῆσθαι, πειράσομαι ποιῆσαι φανερόν. Πολλοὶ γὰρ, φησὶν, ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε. Ὥστε ᾔδεσαν αὐτὸν ἥξοντα εἰς ἀνθρώπους, καὶ οἰκονομήσοντα, ἅπερ καὶ ᾠκονόμησεν.  Οὐ γὰρ ἂν,  εἰ μὴ ᾔδεσαν, ἐπεθύμησαν.  . Οὐδεὶς γὰρ ὧν  μηδὲ ἔννοιαν ἔχει, τούτων λαβεῖν ἐπιθυμίαν δυνήσεται. Ὥστε ᾔδεσαν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ὅτι ἥξει εἰς ἀνθρώπους. Τίνα οὖν ἐστιν ἅπερ οὐκ ᾔδεσαν, καὶ τίνα  ἅπερ οὐκ ἤκουσαν; Ταῦτα ἃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. Εἰ δὲ καὶ φωνῆς  ἤκουσαν, καὶ εἶδον αὐτὸν ἐκεῖνοι, ἀλλ' οὐκ ἐν σαρκὶ, οὐδὲ οὕτω τοῖς ἀνθρώποις συναναστρεφόμενον, οὐδὲ μετὰ τοσαύτης αὐτοῖς ὁμιλοῦντα τῆς ἀδείας. Τοῦτο γοῦν καὶ αὐτὸς δηλῶν, οὐχ ἁπλῶς εἶπεν· Ἐπεθύμησαν ἰδεῖν ἐμέ· ἀλλὰ τί; Ἃ ὑμεῖς βλέπετε· οὐδὲ, Ἀκοῦσαι ἐμοῦ· ἀλλὰ τί; Ἃ ὑμεῖς ἀκούετε. Ὥστε εἰ καὶ μὴ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐθεάσαντο, ἀλλ' ὅμως ᾔδεσαν αὐτὴν ἐσομένην, ἧς καὶ ἐπεθύμουν· καὶ ἐπίστευον εἰς αὐτὸν, καὶ μὴ ἑωρακότες αὐτὸν ἐν σαρκί. Ὅταν οὖν ἐγκαλῶσιν ἡμῖν Ἕλληνες  ταῦτα λέγοντες·  Τί δὲ τὸν  ἔμπροσθεν ἐποίει χρόνον  ὁ Χριστὸς, τὸ τῶν ἀνθρώπων οὐκ ἐπισκοπούμενος γένος; καὶ τί δήποτε ἐν ἐσχάτῳ τῆς ἡμετέρας ἦλθεν ἀντιληψόμενος  σωτηρίας, τοσοῦτον ἀμελήσας χρόνον ἡμῶν; ἐροῦμεν, ὅτι καὶ πρὸ τούτου ἐν τῷ κόσμῳ ἦν, καὶ προενόει τῶν ἔργων αὐτοῦ, καὶ γνώριμος τοῖς ἀξίοις ἅπασιν  ἦν.  Εἰ δὲ  διὰ  τὸ  μὴ  πάντας  αὐτὸν  τότε  ἐπεγνωκέναι,  ἀλλὰ  παρὰ  τῶν γενναίων  αὐτὸν καὶ ἐναρέτων  ἐκείνων  μόνων  ἐγνῶσθαι, φαίητε μὴ γνωρίζεσθαι· κατὰ τοῦτο οὐδὲ νῦν ὁμολογήσετε προσκυνεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀνθρώπων, ἐπειδὴ μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασιν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ παρόντος οὐδεὶς ἂν διὰ τοὺς ἀγνοοῦντας  αὐτὸν  τοῖς  εἰδόσι  διαπιστήσειεν·  οὕτως  οὐδὲ  ὑπὲρ  τῶν  ἔμπροσθεν χρόνων ἀμφισβητεῖν χρὴ, ὅτι πολλοῖς, μᾶλλον δὲ πᾶσιν ἔγνωστο τοῖς γενναίοις καὶ θαυμασίοις  ἀνδράσιν  ἐκείνοις. 

βʹ. Εἰ δὲ  λέγοι  τις·  Καὶ τίνος  ἕνεκεν  μὴ  πάντες προσεῖχον  αὐτῷ,  μηδὲ  πάντες  αὐτὸν  ἐθεράπευον  τότε,  ἀλλὰ  μόνοι  οἱ  δίκαιοι; ἐρήσομαι κἀγὼ, τίνος ἕνεκεν μηδὲ νῦν ἅπαντες αὐτὸν ἴσασι; Καὶ τί λέγω περὶ τοῦ Χριστοῦ; Τὸν γὰρ Πατέρα τὸν τούτου, διατί μὴ πάντες, μήτε τότε, μήτε νῦν ἔγνωσαν· ἀλλ' οἱ μὲν αὐτομάτως ἅπαντα φέρεσθαι λέγουσιν, οἱ δὲ δαιμονίοις τὴν τοῦ παντὸς ἐπιτρέπουσι πρόνοιαν· εἰσὶ δὲ οἳ καὶ ἕτερον παρὰ τοῦτον ἀναπλάττουσι θεόν· τινὲς δὲ αὐτῶν καὶ τὴν ἀντικειμένην εἶναι βλασφημοῦσιν αὐτοῦ δύναμιν, καὶ τοὺς νόμους αὐτοῦ, πονηροῦ τινὸς δαίμονος εἶναι νομίζουσι; Τί οὖν; παρὰ τοῦτο οὔτε Θεὸν αὐτὸν φήσομεν   εἶναι,   ἐπειδή   τινές   εἰσιν   οἱ   τοῦτο   λέγοντες,   καὶ   πονηρὸν   αὐτὸν ὁμολογήσομεν εἶναι; καὶ γὰρ καὶ τοῦτό εἰσιν οἱ βλασφημοῦντες αὐτόν. Ἄπαγε τῆς παραφροσύνης  καὶ  τῆς  ἐσχάτης  παραπληξίας.  Εἰ γὰρ  μέλλοιμεν   ἀπὸ  τῆς  τῶν μαινομένων κρίσεως χαρακτηρίζειν τὰ δόγματα, οὐδὲν κωλύει μαίνεσθαι καὶ αὐτοὺς μανίαν χαλεπωτάτην. Εἶτα, ἥλιον μὲν οὐδεὶς λυμαντικὸν ὀφθαλμῶν εἶναι φήσει διὰ τοὺς νοσοῦντας τὰς ὄψεις, ἀλλὰ φωτιστικὸν, ἀπὸ τῶν ὑγιαινόντων λαμβάνων τὰς κρίσεις· καὶ  τὸ  μέλι  δὲ  οὐδεὶς  πικρὸν  προσερεῖ, ἐπειδὴ  τοῦτο  τῇ  αἰσθήσει τῶν ἀῤῥώστων δοκεῖ· τὸν δὲ Θεὸν ἀπὸ τῆς τῶν ἀσθενούντων ὑπολήψεως, ἢ μὴ εἶναι, ἢ πονηρὸν εἶναι, ἢ ποτὲ μὲν προνοεῖν, ποτὲ δὲ μηδὲ ὅλως τοῦτο ποιεῖν ψηφιοῦνταί τινες;  Καὶ τίς  ἂν  τοὺς  τοιούτους  ὑγιαίνειν  φήσειεν,  ἀλλ'  οὐκ  ἐξεστηκέναι  καὶ παραπαίειν, καὶ μαίνεσθαι τὴν ἐσχάτην μανίαν; Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, φησίν. Ἀλλ' ὧν ὁ κόσμος οὐκ ἦν ἄξιος, οὗτοι αὐτὸν ἔγνωσαν. Εἰπὼν δὲ καὶ τοὺς μὴ γνόντας αὐτὸν, ἐν βραχεῖ καὶ τὴν αἰτίαν . τῆς ἀγνοίας ἔθηκεν. Οὐ γὰρ ἁπλῶς εἶπεν, ὅτι οὐδεὶς αὐτὸν ἔγνω, ἀλλ' ὅτι Ὁ κόσμος αὐτὸν οὐκ ἔγνω τουτέστιν, οἱ τῷ κόσμῳ μόνῳ προσηλωμένοι, καὶ τὰ τοῦ κόσμου φρονοῦντες  ἄνθρωποι. Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ· Πάτερ ἅγιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω. Οὐκ ἄρα αὐτὸν μόνον, ἀλλὰ καὶ τὸν Πατέρα αὐτοῦ ὁ κόσμος ἠγνόησε, καθάπερ ἐλέγομεν. Οὐδὲν γὰρ οὕτω  θολοῖ  διάνοιαν,  ὡς  τὸ  προστετηκέναι  τοῖς  παροῦσι. Ταῦτ' οὖν εἰδότες,   ἀποστήσατε   ἑαυτοὺς   τοῦ   κόσμου,   καὶ   τῶν   σαρκικῶν   ἀποῤῥήξατε πραγμάτων, καθόσον οἷόν τε. Οὐδὲ γὰρ ἐν τοῖς τυχοῦσιν ὑμῖν ἀπὸ τούτων ἡ ζημία γίνεται, ἀλλ' ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν. Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα  βίον  ἀντεχόμενον  πραγμάτων  σφοδρῶς δυνηθῆναι  ἐπιλαβέσθαι  τῶν  ἐν τοῖς οὐρανοῖς γνησίως· ἀλλὰ ἀνάγκη τὸν περὶ ταῦτα ἐσπουδακότα ἐκείνων ἐκπεσεῖν. Οὐ δύνασθε γὰρ, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· ἀνάγκη γὰρ ἑνὸς ἔχεσθαι, καὶ τὸν ἕτερον μισεῖν. Καὶ ταῦτα καὶ αὐτὴ τῶν πραγμάτων  ἡ πεῖρα βοᾷ. Οἱ γοῦν τῆς τῶν χρημάτων  ἐπιθυμίας καταγελάσαντες, οὗτοι μάλιστά εἰσιν οἱ τὸν Θεὸν ἀγαπῶντες ὡς χρή· ὥσπερ οὖν οἱ τὴν ἀρχὴν ἐκείνην θαυμάζοντες, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ   ἀμβλυτέραν   τὴν   περὶ   αὐτὸν   ἀγάπην   ἔχοντες.   Ψυχὴ   γὰρ   καθάπαξ   ὑπὸ φιλοχρηματίας ἁλοῦσα, οὐ ῥᾳδίως οὐδὲ εὐκόλως παραιτήσεται καὶ πρᾶξαι καὶ εἰπεῖν τι  τῶν  παροξυνόντων  τὸν  Θεὸν, ἅτε καὶ ἑτέρου γενομένη  δεσπότου δούλη, καὶ πάντα ἀπεναντίας  ἐπιτάττοντος  τῷ Θεῷ. Ἀνανήψατε τοίνυν  ποτὲ καὶ διεγέρθητε, καὶ ἐννοήσαντες  τίνος  ἐσμὲν οἰκέται, τὴν  τούτου βασιλείαν  ἀγαπήσωμεν  μόνην· κλαύσωμεν,  θρηνήσωμεν  ὑπὲρ  τῶν  ἔμπροσθεν  χρόνων,   ὧν  ἐδουλεύσαμεν  τῷ μαμωνᾷ· ῥίψωμεν  αὐτοῦ  καθάπαξ τὸν  ζυγὸν, τὸν  ἀφόρητον  καὶ τὸν  βαρὺν, καὶ μένωμεν  φέροντες τὸν τοῦ Χριστοῦ, τὸν κοῦφον καὶ ῥᾷστον· οὐδὲν γὰρ ἐπιτάττει τοιοῦτον ἡμῖν οἷον ὁ μαμωνᾶς. Οὗτος μὲν γὰρ ἐχθροὺς κελεύει πᾶσι γίνεσθαι· ὁ δὲ Χριστὸς τοὐναντίον,  ἅπαντας  ἀσπάζεσθαι καὶ  φιλεῖν.  Ἐκεῖνος  τῷ  πηλῷ  καὶ  τῇ πλινθείᾳ προσηλώσας (τοῦτο γάρ ἐστιν ὁ χρυσὸς), οὐδὲ τὰς νύκτας ἀφίησιν ἀναπνεῦσαι μικρόν· οὗτος τῆς μὲν περιττῆς ταύτης καὶ ἀνοήτου φροντίδος ἀπαλλάττει,  κελεύει δὲ συνάγειν τοὺς θησαυροὺς ἐν τοῖς οὐρανοῖς, οὐκ ἐκ τῆς εἰς ἑτέρους  ἀδικίας,  ἀλλ'  ἐκ  τῆς  οἰκείας  δικαιοσύνης.  Ἐκεῖνος  μετὰ  τοὺς  πολλοὺς ἱδρῶτας καὶ τὰς ταλαιπωρίας οὔτε δύναται παραστῆναι κολαζομένοις ἡμῖν ἐκεῖ καὶ κακῶς πάσχουσι διὰ τοὺς αὐτοῦ νόμους, καὶ ἐπιτείνει  τὴν  φλόγα·  οὗτος δὲ κἂν ποτήριον  ἡμῖν ἐπιτάξῃ δοῦναι ψυχροῦ, οὐδὲ τούτου τὸν μισθὸν καὶ τὴν ἀμοιβὴν ἀφίησιν ἡμᾶς ἀπολέσαι ποτὲ, ἀλλὰ μετὰ πολλῆς ἀντιδίδωσι τῆς δαψιλείας. Πῶς οὖν οὐκ  ἐσχάτης  ἀνοίας,  τῆς  οὕτω  προσηνοῦς  δεσποτείας  καὶ  τοσούτων  γεμούσης ἀγαθῶν  ἀμελοῦντας, ἀχαρίστῳ καὶ ἀγνώμονι  δουλεύειν τυράννῳ,  καὶ οὐδὲν οὔτε ἐνταῦθα, οὔτε ἐκεῖ δυναμένῳ τοὺς πειθομένους αὐτῷ καὶ προσέχοντας ὠφελεῖν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, οὐδὲ αὕτη ἡ ζημία μόνον, ὅτι οὐκ ἀμύνει κολαζομένοις·  ἀλλ' ὅτι  πρὸς τούτῳ  καὶ  μυρίοις  περιβάλλει  κακοῖς, ὅπερ ἔφθην εἰπὼν,  τοὺς  πειθομένους  αὐτῷ.  Τοὺς γὰρ πλείονας  τῶν  ἐκεῖ  κολαζομένων,  ἀπὸ ταύτης ἴδοι τις ἂν κολαζομένους τῆς αἰτίας, ὅτι χρήμασιν ἐδούλευσαν καὶ τὸ χρυσίον ἠγάπησαν, καὶ τοῖς δεομένοις οὐκ ἐπήρκεσαν. . Ἅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, σκορπίσωμεν, δῶμεν τοῖς πένησιν, ἀπαλλάξωμεν τὴν ψυχὴν καὶ τῶν ἐνταῦθα φροντίδων   τῶν   βλαβερῶν,  καὶ  τῆς  ἐκεῖ  διὰ  ταῦτα  κειμένης   ἡμῖν  τιμωρίας. Ἀποθώμεθα δικαιοσύνην ἐν οὐρανοῖς, ἀντὶ χρημάτων τῶν ἐπὶ γῆς συλλέξωμεν θησαυροὺς ἀναλώτους,  θησαυροὺς δυναμένους  συναποδημῆσαι πρὸς τὸν οὐρανὸν ἡμῖν· δυναμένους  ἡμῖν  κινδυνεύουσι  παραστῆναι, καὶ ποιῆσαι τὸν  κρι . τὴν ἵλεων  τότε· ὃν γένοιτο πάντας ἡμᾶς εὐμενῆ καὶ νῦν καὶ κατ' ἐκείνην τὴν ἡμέραν σχόντας, ἀπολαῦσαι μετὰ πολλῆς  παῤῥησίας τῶν  ἡτοιμασμένων  ἀγαθῶν  ἐν  τοῖς οὐρανοῖς, τοῖς ὡς χρὴ ἀγαπῶσιν αὐτόν· χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Θʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
.
αʹ. Ἂν τῶν προτέρων διαμνημονεύητε  νοημάτων, μετὰ πλείονος προθυμίας καὶ τὰ ἑξῆς ἐποικοδομήσομεν, ὡς ἐπὶ κέρδει τοῦτο ποιοῦντες μεγάλῳ. Οὕτω γὰρ ὑμῖν τε εὐμαθέστερος ἔσται ὁ λόγος,  τῶν  ἤδη  λεχθέντων  μεμνημένοις,  καὶ ἡμεῖς  οὐ πολλοῦ δεησόμεθα πόνου, δυναμένων  ὑμῶν διὰ τῆς πολλῆς φιλομαθείας ὀξύτερον τοῖς  λοιποῖς  ἐνορᾷν.  Ὁ  μὲν  γὰρ  ἀεὶ  τὰ  διδόμενα  ἀπολλὺς,  ἀεὶ  δεήσεται  τοῦ διδάξοντος, καὶ οὐδέποτε εἴσεται οὐδέν· ὁ δὲ ἅπερ ἂν λάβῃ φυλάττων,  καὶ οὕτω τὰ λοιπὰ  προσλαμβάνων,  ταχέως  ἀντὶ  μαθητοῦ  διδάσκαλος  ἔσται,  καὶ  οὐχ  ἑαυτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι χρήσιμος. Ὅπερ μάλιστα ταύτην ἔσεσθαι προσδοκῶ τὴν ἐκκλησίαν, ἀπὸ τῆς πολλῆς ταύτης τεκμαιρόμενος φιληκοΐας.  Φέρε οὖν ὡς ἐν ἀσφαλεῖ θησαυροφυλακίῳ ταῖς ὑμετέραις ψυχαῖς τὸ ἀργύριον τοῦ Κυρίου παρακαταθώμεθα,  καὶ  τὰ  σήμερον ἡμῖν  προτεθέντα  ἀναπτύξωμεν,  ὡς  ἂν  ἡ τοῦ Πνεύματος παρέχῃ  χάρις.  Εἶπεν, ὅτι  Ὁ κόσμος αὐτὸν  οὐκ  ἔγνω,  περὶ  τῶν  ἄνω χρόνων λέγων. Κάτεισι λοιπὸν τῷ λόγῳ καὶ πρὸς τοὺς τοῦ κηρύγματος χρόνους, καί φησιν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ περιέλαβον· ἰδίους Ἰουδαίους λέγων νῦν,   ὡς  λαὸν  περιούσιον,  ἢ  καὶ  πάντας   δὲ  τοὺς  ἀνθρώπους   ὡς  ὑπ'  αὐτοῦ γεγενημένους. Καὶ καθάπερ ἀνωτέρω διαπορῶν ἐπὶ τῇ ἀνοίᾳ τῶν πολλῶν, καὶ ὑπὲρ τῆς κοινῆς  αἰσχυνόμενος  φύσεως ἔλεγεν,  ὅτι ὁ κόσμος δι' αὐτοῦ γενόμενος,  τὸν δημιουργὸν οὐκ ἐγνώρισεν· οὕτω καὶ ἐνταῦθα πάλιν, ἐπὶ τῇ τῶν Ἰουδαίων  καὶ τῇ τῶν  πολλῶν  δυσανασχετῶν ἀγνωμοσύνῃ, πληκτικώτερον  τίθησι τὴν κατηγορίαν, λέγων, ὅτι Οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, καὶ ταῦτα αὐτὸν ἐλθόντα πρὸς αὐτούς. Καὶ οὐχ οὗτος μόνον, ἀλλὰ καὶ οἱ προφῆται θαυμάζοντες ἔλεγον τὸ αὐτὸ δὴ τοῦτο· καὶ Παῦλος δὲ ὕστερον ἐπὶ  τοῖς  αὐτοῖς  ἐκπληττόμενος.  Καὶ οἱ μὲν  προφῆται  οὕτως ἐβόων, ἐκ προσώπου τοῦ Χριστοῦ λέγοντες· Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. Καὶ πάλιν· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται,  καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι· καὶ, Εὑρέθην τοῖς  ἐμὲ μὴ ζητοῦσιν·  ἐμφανὴς   ἐγενόμην   τοῖς   ἐμὲ  μὴ  ἐπερωτῶσι.  Παῦλος  δὲ  Ῥωμαίοις ἐπιστέλλων  ἔλεγε· Τί οὖν; ὃ ἐπεζήτει  Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν·  ἡ δὲ ἐκλογὴ ἐπέτυχε.  Καὶ πάλιν·  Τί  οὖν  ἐροῦμεν;  Ὅτι  ἔθνη  τὰ  μὴ  διώκοντα  δικαιοσύνην, κατέλαβε   δικαιοσύνην·   Ἰσραὴλ   δὲ   διώκων    νόμον   δικαιοσύνης,   εἰς   νόμον δικαιοσύνης οὐκ ἔφθασε. Καὶ γάρ ἐστιν ὄντως ἐκπλήξεως ἄξιον, πῶς οἱ μὲν ἐν ταῖς προφητικαῖς ἀνατραφέντες  βίβλοις, καὶ τοῦ Μωϋσέως καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, μυρία περὶ τῆς τοῦ Χριστοῦ λέγοντος παρουσίας, καὶ τῶν λοιπῶν  .. μετὰ ταῦτα προφητῶν,  ἔτι τε αὐτὸν  τὸν Χριστὸν θεώμενοι,  καθ' ἑκάστην αὐτοῖς θαυματουργοῦντα,   καὶ   μόνοις   αὐτοῖς   ὁμιλοῦντα,   καὶ   μήτε   τοῖς   μαθηταῖς συγχωροῦντα τέως εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἢ εἰς πόλιν Σαμαρειτῶν εἰσελθεῖν, μήτε αὐτὸν τοῦτο ποιοῦντα, ἀλλ' ἄνω καὶ κάτω λέγοντα, πρὸς τὰ πρόβατα ἀπεστάλθαι τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅμως καὶ τῶν σημείων ἀπολαύοντες, καὶ τῶν προφητῶν καθ' ἡμέραν ἀκούοντες, καὶ αὐτὸν συνεχῶς αὐτοὺς ἀναμιμνήσκοντα ἔχοντες, οὕτω καθάπαξ ἐπήρωσαν ἑαυτοὺς καὶ ἐκώφωσαν, ὡς μηδενὶ τούτων ἐναχθῆναι πρὸς τὴν τοῦ Χριστοῦ πίστιν ἰσχῦσαι. Οἱ δὲ ἐξ ἐθνῶν τούτων μὲν οὐδενὸς ἀπολαύσαντες, οὔτε θείων ποτὲ λογίων ἀκούσαντες, οὐδὲ ὅσον ὄναρ εἰπεῖν, ἀλλ' ἀεὶ τοῖς τῶν παραπαιόντων  ἐνστρεφόμενοι  μύθοις  (τοῦτο γὰρ ἡ τῶν  ἔξωθεν  φιλοσοφία),  καὶ ποιητῶν  λήρους  ἀνελίττοντες,   καὶ  ξύλοις  καὶ  λίθοις  προσηλωμένοι,  καὶ  οὔτε δογμάτων οὔτε πολιτείας ἕνεκεν εἰδότες τι χρηστὸν καὶ ὑγιὲς (καὶ γὰρ ὁ βίος αὐτοῖς τῶν δογμάτων ἀκαθαρτότερος ἦν καὶ ἐναγέστερος. Πῶς δὲ οὔκ; Ἔμελλον τοὺς θεοὺς αὐτῶν   πάσῃ  κακίᾳ   χαίροντας   ὁρῶντες,   καὶ   δι'  αἰσχρῶν   μὲν   ῥημάτων,   δι' αἰσχροτέρων  δὲ  θεραπευομένους  πραγμάτων,  καὶ  τοῦτο  νομίζοντας  ἑορτὴν  καὶ τιμήν·  ἔτι  γε  μὴν  καὶ  δι'  ἀκαθάρτων   φόνων   καὶ  παιδοκτονιῶν   τιμωμένους, κἀκείνους εἰς ταῦτα ζηλοῦντες)· ἀλλ' ὅμως καὶ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας καταπεσόντες, ἐξαίφνης  ὥσπερ ἔκ τινος μηχανῆς ἄνωθεν  ἡμῖν καὶ ἀπ' αὐτῆς τῶν οὐρανῶν  τῆς  κορυφῆς  ἀνεφάνησαν  διαλάμποντες.  Πῶς οὖν  τοῦτο  γέγονε,  καὶ πόθεν;  Ἄκουσον Παύλου λέγοντος.  Καὶ γὰρ  ὁ μακάριος ἐκεῖνος  ταῦτα  ἀκριβῶς ζητῶν, οὐκ ἀπέστη ἕως οὗ τὴν αἰτίαν εὗρε, καὶ τοῖς ἄλλοις ταύτην ἐδήλωσεν ἅπασι. Τίς οὖν ἐστιν αὕτη; καὶ πόθεν ἡ τοσαύτη πώρωσις αὐτοῖς; Ἄκουσον αὐτοῦ τοῦ τὴν οἰκονομίαν   ταύτην  ἐμπιστευθέντος   ταῦτα  λέγοντος.   Τί  οὖν  οὗτος  λέγει,  τὴν διαπόρησιν   τῶν   πολλῶν    λύων   ταύτην;   Ἀγνοοῦντες,   φησὶ,   τὴν   τοῦ   Θεοῦ δικαιοσύνην, καὶ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. ∆ιὸ ταῦτα ἔπαθον. Καὶ πάλιν  τὸ αὐτὸ τοῦτο ἑτέρως ἑρμηνεύων, φησί·   Τί  οὖν   ἐροῦμεν;   Ὅτι   ἔθνη   τὰ   μὴ   διώκοντα   δικαιοσύνην,   κατέλαβε δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. Εἰπὲ καὶ διατί; Ὅτι οὐκ ἐκ πίστεως· προσέκοψαν γὰρ  τῷ  λίθῳ  τοῦ  προσκόμματος. Ὃ δὲ  λέγει,  τοιοῦτόν  ἐστιν·  Ἀπιστία τούτων γέγονεν αὐτοῖς αἰτία τῶν κακῶν· ταύτην . δὲ ἔτεκεν ἡ ἀπόνοια. Ἐπειδὴ γὰρ πρὸ τούτου πλέον ἔχοντες Ἑλλήνων, τῷ τὸν νόμον εἰληφέναι  καὶ Θεὸν εἰδέναι, καὶ τὰ ἄλλα ἅπερ ὁ Παῦλός φησι μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν εἶδον ἀπὸ τῆς πίστεως μετὰ τῆς  αὐτῆς  ὁμοτιμίας  καλουμένους  κἀκείνους  καὶ αὐτοὺς, καὶ οὐδὲν  πλέον ἔχοντα τὸν ἐκ περιτομῆς τοῦ ἐξ ἐθνῶν μετὰ τὴν πίστιν· ἐδήχθησαν ὑπὸ ἀπονοίας εἰς βασκανίαν ἐλθόντες, καὶ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν τὴν ἄφατον καὶ ὑπερβάλλουσαν οὐκ ἤνεγκαν. Τοῦτο δὲ αὐτοῖς ἑτέρωθεν μὲν οὐδαμόθεν, ἐξ ἀλαζονείας δὲ καὶ πονηρίας καὶ μισανθρωπίας γέγονε

βʹ. Τί γὰρ, ὦ πάντων  ὑμεῖς ἀνοητότεροι, κατεβλάπτεσθε ἐκ τῆς εἰς ἑτέρους γινομένης  κηδεμονίας; πῶς δὲ τὰ ὑμέτερα ἠλαττοῦτο ἀγαθὰ, τῷ κοινωνοὺς  ἑτέρους ἔχειν τῶν αὐτῶν; Ἀλλὰ τυφλὸν ὄντως  ἡ  πονηρία,  καὶ  τῶν  δεόντων  οὐδὲν  δύναται  συνιδεῖν  ταχέως  ∆ηχθέντες τοίνυν  τῷ κοινωνοὺς  μέλλειν  ἔχειν  τῆς αὐτῆς παῤῥησίας, καθ' ἑαυτῶν  τὸ ξίφος ὤθησαν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας  ἐκβαλόντες ἑαυτούς· καὶ μάλα εἰκότως. Ἑταῖρε γὰρ, φησὶν, οὐκ ἀδικῶ σε· θέλω δὲ καὶ τούτοις δοῦναι ὥσπερ καὶ σοί. Μᾶλλον δὲ οὐδὲ τούτων  ἄξιοι τῶν  λόγων  οὗτοι. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ ἐδυσχέραινεν, ἀλλ' ὅμως  ἔχων  εἰπεῖν  ἡμέρας  ὁλοκλήρου  πόνους,  καὶ  ταλαιπωρίας  καὶ  θάλπη  καὶ ἱδρῶτας· οὗτοι δὲ τί ἔχοιεν ἂν εἰπεῖν; Τοιοῦτον μὲν οὐδέν· ῥᾳθυμίαν δὲ καὶ ἀσωτίαν, καὶ  τὰ  μυρία  κακὰ,  ἃ  διαπαντὸς  κατηγοροῦντες  αὐτῶν  διετέλουν  οἱ  προφῆται πάντες, δι' ἃ καὶ αὐτοὶ ὁμοίως τοῖς ἔθνεσι προσκεκρούκεσαν τῷ Θεῷ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· πάντες γὰρ ἥμαρτον,  καὶ  ὑστεροῦνται  τῆς  δόξης  τοῦ  Θεοῦ, δικαιούμενοι  δωρεὰν  τῇ  αὐτοῦ χάριτι.  Καὶ τοῦτο  μὲν  ἅπαν  τὸ  κεφάλαιον  χρησίμως  καὶ  σφόδρα συνετῶς  κατ' ἐκείνην  γυμνάζει  τὴν  ἐπιστολήν.  Ἀνωτέρω  δὲ  καὶ  μείζονος  δείκνυσι  κολάσεως ἀξίους εἶναι. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, φησί· τουτέστι, χαλεπώτερον,  μετὰ τῆς φύσεως  καὶ τὸν  νόμον  κατήγορον  ἔχοντες.  Οὐ ταύτῃ  δὲ μόνον, ἀλλὰ τῷ παρὰ τοῖς ἔθνεσι τοῦ τὸν Θεὸν βλασφημεῖσθαι γεγενῆσθαι αἴτιοι· Τὸ γὰρ  ὄνομά  μου, φησὶ,  δι'  ὑμᾶς  βλασφημεῖται  ἐν  τοῖς  ἔθνεσιν.  Ἐπεὶ οὖν  τοῦτο μάλιστα  ἦν  τὸ  δάκνον  αὐτούς·  καὶ  γὰρ  καὶ  τοῖς  πεπιστευκόσιν  ἐκ  περιτομῆς παράδοξον τὸ πρᾶγμα εἶναι ἐδόκει· διὸ καὶ ἐνεκάλουν  τῷ Πέτρῳ πρὸς αὐτοὺς ἀπὸ Καισαρείας ἐπανελθόντι,   ὅτι  πρὸς  ἄνδρας  ἀκροβυστίαν  ἔχοντας   εἰσῆλθε,  καὶ συνέφαγεν  αὐτοῖς· καὶ μετὰ τὸ μαθεῖν  τὴν  οἰκονομίαν  τὴν  τοῦ Θεοῦ, πάλιν  καὶ οὕτως ἐθαύμαζον, πῶς καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται, τῷ ἐκπλήττεσθαι ἐνδεικνύμενοι,  ὡς οὐκ ἄν ποτε τοῦτο προσεδόκησαν τὸ παράδοξον· ἐπεὶ οὖν ᾔδει ὅτι μάλιστα αὐτῶν  τοῦτο καθήπτετο, πάντα ποιεῖ ὅπως αὐτῶν  τὸν τῦφον  κενώσῃ, καὶ τὴν ἀλαζονείαν  ἐκλύσῃ σφόδρα οἰδοῦσαν. Καὶ ὅρα πῶς τοῦτο ποιεῖ·  ∆ιαλεχθεὶς   περὶ  τῶν   Ἑλληνικῶν,   καὶ  δείξας  αὐτοὺς  οὐδεμίαν  ἔχοντας οὐδαμόθεν ἀπολογίαν, οὐδὲ ἐλπίδα σωτηρίας, κατηγορήσας τε ἀκριβῶς καὶ τῆς τῶν δογμάτων  αὐτῶν  διαστροφῆς, καὶ τῆς περὶ τὸν βίον ἀκαθαρσίας, μετατίθησιν  ἐπὶ τοὺς Ἰουδαίους  τὸν  λόγον·  καὶ τὰ ἀπὸ τοῦ Προφήτου καταλέξας  ἅπαντα  δι' ὧν ἔλεγεν ἐκεῖνος, ὅτι μιαροί τινες ἦσαν καὶ δο . λεροὶ καὶ ὕπουλοι, καὶ πάντες ἅμα ἠχρειώθησαν, καὶ οὐδεὶς ἐν αὐτοῖς ἐκζητεῖ τὸν Θεὸν, ἀλλ' ἐξέκλιναν πάντες, καὶ ὅσα τοιαῦτα, ἐπήγαγεν· Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Τί οὖν ἐπαίρεις σαυτὸν, ὦ Ἰουδαῖε; τί μέγα φρονεῖς; Καὶ γὰρ καὶ τὸ σὸν ἐμπέφρακται στόμα, καὶ ἡ σὴ παῤῥησία ἀνῄρηται, καὶ μετὰ τοῦ κόσμου  παντὸς   καὶ  σὺ  γέγονας   ὑπόδικος,  καὶ  ὁμοίως  τοῖς  ἄλλοις   ἐν  χρείᾳ καθέστηκας τοῦ δωρεὰν δικαιωθῆναι. Ἐχρῆν μὲν οὖν μηδὲ εἰ κατωρθωκὼς ἦς, καὶ παῤῥησίαν πολλὴν  εἶχες πρὸς τὸν Θεὸν, μηδὲ οὕτω τοῖς μέλλουσιν ἐλεεῖσθαι καὶ σώζεσθαι διὰ φιλανθρωπίαν  φθονεῖν. Πονηρίας γὰρ τοῦτο ἐσχάτης, ἐπὶ τοῖς ἑτέρων τήκεσθαι ἀγαθοῖς, καὶ μάλιστα ὅτε μηδὲ μετὰ τῆς σῆς τοῦτο ἔμελλε γίνεσθαι ζημίας. Εἰ μὲν γὰρ ἡ τῶν  ἄλλων  σωτηρία τοῖς σοῖς ἐλυμαίνετο  καλοῖς, λόγον  ἂν εἶχε τὸ ἀλγεῖν· καίτοι γε οὐδὲ τοῦτο κατὰ τὸν μεμαθηκότα φιλοσοφεῖν. Εἰ δὲ μήτε κολαζομένου θατέρου πλεονάζει σοι τὰ τῶν μισθῶν, μήτε εὖ πάσχοντος ἐλαττοῦται, τίνος ἕνεκεν σὺ κόπτεις σαυτὸν ὑπὲρ ὧν ἕτερος σώζεται δωρεάν; Ἐχρῆν μὲν οὖν, ὅπερ ἔφην, μηδὲ εἰ τῶν εὐδοκιμηκότων ἦς, ἐπὶ τῇ κατὰ χάριν εἰς τὰ ἔθνη γινομένῃ δάκνεσθαι σωτηρίᾳ· ὅταν δὲ τῶν αὐτῶν ὑπεύθυνος ὢν τῷ ∆εσπότῃ, καὶ προσκεκρουκὼς  καὶ  αὐτὸς,  δυσχεραίνῃς  ἐπὶ  τοῖς  ἀλλοτρίοις  ἀγαθοῖς,  καὶ  μέγα φρονῇς ὡς αὐτὸς ὀφείλων  μόνος τῆς χάριτος μετασχεῖν, οὐ βασκανίας μόνον καὶ ἀπονοίας,  ἀλλὰ  καὶ τῆς ἐσχάτης ἀνοίας, καὶ πάντων  τῶν  χαλεπωτάτων  ἂν εἴης ὑπεύθυνος βασανιστηρίων· τὴν γὰρ τῶν κακῶν ῥίζαν ἁπάντων ἐν σεαυτῷ κατεφύτευσας τὴν ὑπερηφανίαν. ∆ιὸ καί τις σοφὸς ἔλεγεν· Ἀρχὴ ἁμαρτίας ὑπερηφανία· τουτέστι, ῥίζα καὶ πηγὴ καὶ μήτηρ. Οὕτω καὶ ὁ πρωτόπλαστος ἐξέπεσε τῆς μακαρίας ἐκείνης διαγωγῆς· οὕτω καὶ ὁ τοῦτον ἀπατήσας διάβολος ἀπ' ἐκείνου κατηνέχθη  τοῦ τῆς ἀξίας ὕψους. Ὅθεν εἰδὼς  ὁ μιαρὸς τῆς ἁμαρτίας ταύτης  τὴν φύσιν ἱκανὴν οὖσαν καὶ ἐξ αὐτῶν καταβαλεῖν τῶν οὐρανῶν, ταύτην ἦλθε τὴν ὁδὸν, ὅτε τὸν Ἀδὰμ ἀπὸ τῆς τοσαύτης κατενεγκεῖν ἐσπούδασε τιμῆς. Τῇ γὰρ ἐπαγγελίᾳ τῆς ἰσοθεΐας φυσήσας αὐτὸν,  οὕτω  κατέῤῥηξε καὶ  κατέβαλεν  εἰς  αὐτὰ  τοῦ  ᾅδου  τὰ βάραθρα. Οὐδὲν γὰρ  οὕτω  τῆς  τοῦ  Θεοῦ φιλανθρωπίας   ἀλλοτριοῖ,  καὶ  τῷ  τῆς γεέννης   παραδίδωσι  πυρὶ,  ὡς  ἡ  τῆς  ὑπερηφανίας   τυραννίς.  Ταύτης  γὰρ  ἡμῖν παρούσης, ἅπας ἡμῶν ὁ βίος ἀκάθαρτος γίνεται, κἂν σωφροσύνην, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν εὐχὰς, κἂν ἐλεημοσύνην, κἂν ὁτιοῦν ἐπιτελῶμεν. Ἀκάθαρτος γὰρ, φησὶ, παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος.  Καταστέλλωμεν οὖν τοῦτο τὸ φύσημα τῆς ψυχῆς, καὶ τὸν ὄγκον τοῦτον ἀνακόπτωμεν, εἴ γε ἐθέλοιμεν εἶναι καθαροὶ, καὶ τῆς τῷ διαβόλῳ κειμένης ἀπηλλάχθαι  κολάσεως. Ὅτι γὰρ τὸν ἀλαζόνα τὰ αὐτὰ ἐκείνῳ παθεῖν ἀνάγκη, ἄκουσον τοῦ Παύλου λέγοντος· Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρῖμα  ἐμπέσῃ  καὶ  παγίδα  τοῦ  διαβόλου.  Τί  ἐστι  κρῖμα;  Εἰς  τὴν  αὐτὴν,  φησὶ, καταδίκην, εἰς τὴν αὐτὴν κόλασιν. Πῶς οὖν ἄν τις ἐκφύγοι τοῦτο τὸ δεινὸν, φησίν; Εἴ γε ἀναλογίσαιτο τὴν ἑαυτοῦ φύσιν, καὶ τῶν ἁμαρτημάτων τὸ πλῆθος, καὶ τῶν ἐκεῖ βασανιστηρίων τὸ μέγεθος, καὶ τῶν  ἐνταῦθα  δοκούν . των  λαμπρῶν  τὸ πρόσκαιρον οὐδὲν  χόρτου  διαφέρον,  καὶ τῶν  ἐαρινῶν  ἀνθέων  μᾶλλον μαραινόμενον. Ἂν τούτους συνεχῶς παρ' ἑαυτοῖς κινῶμεν τοὺς λογισμοὺς, καὶ τοὺς τὰ μέγιστα κατωρθωκότας ἐπὶ μνήμης ἔχωμεν, οὐ ῥᾳδίως ὁ διάβολος ἐπᾶραι δυνήσεται, κἂν μυρία φιλονεικῇ, ἀλλ' οὐδὲ ὑποσκελίσαι τὴν . ἀρχήν. Ὁ δὲ Θεὸς ὁ τῶν ταπεινῶν, ὁ χρηστὸς καὶ ἐπιεικὴς, αὐτὸς καὶ ὑμῖν καὶ ἡμῖν παράσχοι καρδίαν συντετριμμένην   καὶ  τεταπεινωμένην.   Οὕτω γὰρ  δυνησόμεθα  καὶ  τὰ  ἄλλα  μετ' εὐκολίας κατορθοῦν, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Ιʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον.
.
αʹ. Φιλάνθρωπος  ὢν  ὁ  Θεὸς, ἀγαπητὲ,  καὶ  εὐεργετικὸς,  πάντα  ποιεῖ  καὶ πραγματεύεται, ὥστε ἡμᾶς κατ' ἀρετὴν λάμπειν· καὶ βουλόμενος ἡμᾶς εὐδοκίμους εἶναι,  καὶ τοῦτο, βίᾳ μὲν  οὐδένα οὐδὲ ἀνάγκῃ,  πειθοῖ  δὲ καὶ τῷ  ποιεῖν  εὖ τοὺς βουλομένους ἅπαντας ἕλκει, καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. ∆ιὰ τοῦτο ἐλθόντα αὐτὸν οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἐδέξαντο. Οὐδένα γὰρ βούλεται ἄκοντα οὐδὲ ἠναγκασμένον ἔχειν  οἰκέτην,  ἀλλ'  ἑκόντας  ἅπαντας  καὶ  προαιρουμένους,  καὶ  χάριν  αὐτῷ  τῆς δουλείας εἰδότας. Ἄνθρωποι  μὲν γὰρ, ἅτε ἐν χρείᾳ καθεστῶτες τῆς τῶν  οἰκετῶν διακονίας,  καὶ μὴ βουλομένους  αὐτοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ· ὁ δὲ Θεὸς, ἀνενδεὴς  ὢν,  καὶ  μηδενὸς  τῶν  ἡμετέρων  ἐν  χρείᾳ  καθεστηκὼς,  τῆς  δὲ ἡμετέρας  ἕνεκεν  σωτηρίας  μόνον  ἅπαντα  πράττων,  ἡμᾶς  αὐτοὺς  ποιεῖ  τούτου κυρίους· καὶ διὰ τοῦτο τῶν μὴ βουλομένων  οὐδενὶ βίαν ἐπιτίθησιν οὐδὲ ἀνάγκην. Πρὸς γὰρ τὸ συμφέρον ἡμῖν ὁρᾷ μόνον. Τὸ γὰρ ἄκοντας πρὸς ταύτην ἕλκεσθαι τὴν δουλείαν,  ἴσον  τῷ  μηδὲ  ὅλως  δουλεύειν  ἐστί. Τί οὖν  κολάζει,  φησὶ,  τοὺς  οὐκ ἐθέλοντας  ὑπακούειν  αὐτῷ; τί  δὲ καὶ γέενναν  ἠπείλησε τοῖς  οὐκ ἀκούουσι τῶν ἐπιταγμάτων αὐτοῦ; Ὅτι καὶ μὴ πειθομένων ἡμῶν σφόδρα κήδεται, λίαν ὢν ἀγαθὸς, καὶ ἀποπηδώντων  καὶ φευγόντων  οὐκ ἀφίσταται· ἀλλ' ἐπειδὴ τὴν  προτέραν τῆς εὐεργεσίας ὁδὸν ἀπωσάμεθα, ἐλθεῖν  μὴ βουληθέντες  τὴν διὰ τῆς πειθοῦς καὶ τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἐπεισήγαγε, τὴν διὰ τῆς κολάσεως καὶ τῶν τιμωριῶν, πικροτάτην  μὲν  οὖσαν,  ἀναγκαίαν  δὲ  ὅμως.  Ὅταν  γὰρ  ἡ  προτέρα  ἀτιμάζηται, ἀναγκαία τῆς δευτέρας ἡ ἐπεισαγωγή. Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ' ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες  μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν   τοὺς  ἀκολάστους,  καὶ  τῇ  τῶν  λοιπῶν  ἡσυχίᾳ  λυμαινομένους.  Εἰ δὲ τούτους θαυμάζομεν καὶ φιλοῦμεν,  οὐ πολλῷ μᾶλλον τὸν Θεὸν ἐκπλήττεσθαι δεῖ καὶ ἀγαπᾷν τῆς τοσαύτης ἕνεκεν κηδεμονίας; Καὶ γὰρ ἄπειρον τὸ μέσον ἐστὶ τῆς τε ἐκείνων  καὶ τῆς τούτου προνοίας τῆς εἰς ἡμᾶς. Ἄφατός τε ὄντως  καὶ ὑπερβολὴν πᾶσαν νικῶν ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ. Σκόπει δέ· Εἰς τὰ ἴδια ἦλθεν, οὐ τῆς αὑτοῦ  χρείας  ἕνεκεν  (ἀνενδεὲς  γὰρ, ὅπερ ἔφην,  τὸ Θεῖον), ἀλλὰ  τῆς  τῶν  ἰδίων ἕνεκεν . εὐεργεσίας. Καὶ οὐδὲ οὕτως αὐτὸν οἱ ἴδιοι εἰς τὰ αὑτοῦ παραγενόμενον ἐπ'  ὠφελείᾳ  τῇ αὑτῶν  παρέλαβον, ἀλλὰ  καὶ διεκρούσαντο· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ οὐδὲ οὕτω τῆς μετανοίας αὐτοὺς  ἀπέκλεισεν,  ἀλλ' ἔδωκεν,  εἰ βουληθεῖεν  μετὰ τὴν  τοσαύτην παρανομίαν πάντα ἀπολούσασθαι τὰ πλημμεληθέντα, διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ τοῖς οὐδὲν τοιοῦτον εἰργασμένοις, ἀλλὰ μάλιστα πάντων αὐτῷ φίλοις ἐξισωθῆναι. Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα. Οὗτος γὰρ τὸν Χριστὸν διώκων μετὰ τὸν σταυρὸν, καὶ τὸν ἐκείνου μάρτυρα Στέφανον ταῖς πολλαῖς βαλὼν χερσὶν, ἐπειδὴ μετενόησε καὶ κατέγνω τῶν πρότερον ἁμαρτηθέντων αὐτῷ, καὶ τῷ διωχθέντι προσέδραμεν, εἰς  τοὺς  φίλους  αὐτὸν  εὐθέως  καὶ  τὰ  πρωτεῖα  ἔχοντας  κατέλεξε, κήρυκα καὶ διδάσκαλον τῆς οἰκουμένης ἁπάσης ἀποφήνας αὐτὸν, τὸν βλάσφημον, τὸν διώκτην, τὸν ὑβριστήν· καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ,  ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα  καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον καὶ κάτω στρέφει τὰς διώξεις, τὰς ἐπιβουλὰς, τοὺς πολέμους τοὺς κατὰ τῆς Ἐκκλησίας· νῦν μὲν λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· νῦν δὲ, Ὅτι ἦλθεν Ἰησοῦς ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν.

βʹ. Καθάπερ  γάρ τινα ταύτην  ἀμοιβὴν ἀποδιδοὺς τῷ Χριστῷ τῆς εἰς αὐτὸν μακροθυμίας, τὸ δεῖξαι τίνα ὄντα, καὶ πῶς ἐχθρὸν καὶ πολέμιον ἔσωσεν· οὕτω μετὰ πολλῆς τῆς παῤῥησίας κηρύττει τὴν μάχην, ἣν πάσῃ προθυμίᾳ παρὰ τὴν ἀρχὴν ἐμαχήσατο τῷ Χριστῷ. Μετὰ δὲ τούτου καὶ τοῖς ἀπεγνωκόσιν ἑαυτῶν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας. Καὶ γὰρ καὶ τὸν Χριστὸν διὰ τοῦτό φησι προσίεσθαι αὐτὸν, ἵνα ἐν αὐτῷ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, καὶ τὸν ὑπερβάλλοντα  πλοῦτον τῆς χρηστότητος αὐτοῦ, πρὸς ὑποτύπωσιν  τῶν  μελλόντων   πιστεύειν  ἐπ' αὐτῷ  εἰς  ζωὴν  αἰώνιον.  Καὶ γὰρ  ἦν ἁπάσης αὐτοῖς συγγνώμης μείζονα τολμηθέντα· ἅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς ἐμφαίνων  ἔλεγεν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Πόθεν ἦλθεν ὁ πάντα πληρῶν, καὶ πανταχοῦ παρών; ποῖον κενώσας τόπον τῆς αὑτοῦ παρουσίας, ὁ πάντα τῇ χειρὶ συνέχων καὶ διακρατῶν; Τόπον μὲν οὐδένα ἤμειψεν (πῶς γάρ); τῇ δὲ πρὸς . ἡμᾶς καταβάσει τοῦτο εἰργάσατο. Ἐπειδὴ γὰρ ἐν τῷ κόσμῳ ὢν, οὐκ ἐδόκει παρεῖναι, τῷ μήπω γνωρίζεσθαι, ὕστερον δὲ ἑαυτὸν ἐφανέρωσε, τὴν ἡμετέραν ὑποδῦναι σάρκα καταξιώσας, τὴν φανέρωσιν ταύτην καὶ τὴν κατάβασιν, παρουσίαν καλεῖ. Θαυμάσαι ἄξιον τὸν μαθητὴν μὴ αἰσχυνόμενον ἐπὶ τῇ τοῦ διδασκάλου ἀτιμίᾳ, ἀλλὰ καὶ μετὰ παῤῥησίας τὴν εἰς αὐτὸν γεγενημένην  ἀναγράφοντα ὕβριν. Καὶ τοῦτο δὲ οὐ μικρὸν τοῦ φιλαλήθους  αὐτοῦ τρόπου τεκμήριον. Καὶ ἄλλως δὲ τὸν αἰσχυνόμενον ὑπὲρ τῶν ὑβρικότων οὐχ ὑπὲρ τοῦ παροινηθέντος  αἰσχύνεσθαι χρή. Οὗτος μὲν γὰρ ταύτῃ μᾶλλον ἔλαμψε, καὶ μετὰ τὴν ὕβριν, τοσαύτην τῶν ὑβρικότων ποιούμενος πρόνοιαν· ἐκεῖνοι δὲ ἀγνώμονες  καὶ μιαροὶ παρὰ πᾶσιν ἐφάνησαν, τὸν ἐπὶ τοσούτοις παραγενόμενον  ἀγαθοῖς,  ὡς ἐχθρὸν  ἀπωσάμενοι καὶ πολέμιον.  Οὐ ταύτῃ δὲ μόνον ἐβλάβησαν, ἀλλὰ καὶ τῷ μὴ τυχεῖν ὧν ἔτυχον οἱ λαβόντες αὐτόν. Τίνος δὲ ἔτυχον οὗτοι; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησί. Τί οὖν οὐ λέγεις ἡμῖν, ὦ μακάριε, καὶ τὴν τῶν μὴ δεξαμένων αὐτὸν κόλασιν, ἀλλ' ὅτι μὲν ἴδιοι ἦσαν, καὶ εἰς τὰ ἴδια παραγενόμενον οὐ παρέλαβον, εἶπες· τί δὲ ἀντὶ τούτου πείσονται, καὶ ποίαν ὑποστήσονται κόλασιν, τοῦτο οὐκέτι προσέθηκας; καίτοι  μειζόνως  ἂν  αὐτοὺς  οὕτως  ἐφόβησας,  καὶ  τὸ  σκληρὸν  τῆς ἀπονοίας ἐμάλαξας διὰ τῆς ἀπειλῆς. Τίνος οὖν ἕνεκεν ἀπεσιώπησας; Καὶ τίς ταύτης, φησὶ, τῆς  κολάσεως  ἑτέρα μείζων  ἄν  ποτε  γένοιτο,  ὅταν  προκειμένης  ἐξουσίας αὐτοῖς  τέκνα  Θεοῦ γενέσθαι,  μὴ  γίνωνται,  ἀλλ'  ἑκόντες  ἑαυτοὺς  τῆς  τοσαύτης ἀποστερῶσιν εὐγενείας τε καὶ τιμῆς; Πλὴν ἀλλ' οὐδὲ ἐνταῦθα μόνον αὐτοῖς τὰ τῆς τιμωρίας στήσεται, μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν· ἀλλὰ καὶ τὸ ἄσβεστον αὐτοὺς διαδέξεται πῦρ, ὃ καὶ προϊὼν σαφέστερον ἀπεκάλυψε. Τέως δὲ λέγει τὰ ἀπόῤῥητα ἀγαθὰ τῶν εἰληφότων αὐτὸν, καὶ ἐν βραχεῖ παρίστησιν αὐτοῖς ῥήμασι, λέγων οὕτως· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν Ἕλληνες, κἂν βάρβαροι, κἂν Σκύθαι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παιδία, κἂν πρεσβῦται, κἂν ἄτιμοι, κἂν ἔντιμοι, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, φησὶ, πάντες τῆς αὐτῆς ἠξίωνται τιμῆς. Ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις, τὴν ἐκ τῶν κοσμικῶν ἀξιωμάτων ἀνωμαλίαν  περιελοῦσα, εἰς μίαν ἅπαντας  ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα τὸν βασιλικόν. Τί ταύτης ἂν γένοιτο τῆς φιλανθρωπίας  ἴσον; Βασιλεὺς μὲν ὁ ἐκ τοῦ αὐτοῦ διηρτισμένος ἡμῖν πηλοῦ, τοὺς ὁμοδούλους καὶ τῆς αὐτῆς αὐτῷ κοινωνοῦντας  φύσεως, πολλάκις δὲ καὶ τὸν τρόπον ἀμείνους ὄντας, οὐκ ἀξιοῖ καταλέγειν   εἰς  τὸ  στρατόπεδον  τὸ  βασιλικὸν,  ἂν  δοῦλοι  τύχωσιν  ὄντες·  ὁ  δὲ μονογενὴς τοῦ Θεοῦ Παῖς, οὐκ ἀπηξίωσε καὶ τελώνας, καὶ μάγους, καὶ δούλους, καὶ τοὺς  πάντων  ἀτιμοτέρους,  πολλοὺς  δὲ  καὶ  τὰ  σώματα  ἀναπήρους,  καὶ  μυρίαν ἔχοντας  λώβην,  εἰς  τὸν  τῶν  τέκνων  καταλέξαι  χορόν.  Τοσαύτη τῆς  εἰς  αὐτὸν πίστεως ἡ ἰσχύς· τοσαύτη τῆς χάριτος ἡ ὑπερβολή. Καὶ καθάπερ ἡ τοῦ πυρὸς φύσις τῇ τῶν μετάλλων ὁμιλήσασα γῇ, χρυσὸν αὐτὸν ἀπὸ γῆς εὐθέως ἐποίησεν· οὕτω δὴ, καὶ πολλῷ   μᾶλλον   ἀντὶ   πηλίνων   χρυ   .  σοῦς  τὸ  βάπτισμα  ἐργάζεται   τοὺς λελουμένους, τοῦ Πνεύματος πυρὸς δίκην κατ' ἐκεῖνον τὸν καιρὸν εἰς τὰς ἡμετέρας ἐμπεσόντος ψυχάς· καὶ τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ κατακαίοντος, τὴν δὲ εἰκόνα τοῦ ἐπουρανίου   νεοπαγῆ   καὶ   λαμπρὰν,   καὶ   ὡς   ἀπὸ   χωνευτηρίου    στίλβουσαν ἀναφέροντος.  Καὶ τί  δήποτε  οὐκ  εἶπεν,  ὅτι  ἐποίησεν  αὐτοὺς  τέκνα  Θεοῦ, ἀλλ', Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; ∆εικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς, ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα, ἀκηλίδωτον δι' ὅλου διατηρῆσαι καὶ ἀνέπαφον·  ἅμα δὲ καὶ ἐμφαίνων,  ὅτι τὴν  ἐξουσίαν ταύτην οὐδεὶς ἡμᾶς ἀφελέσθαι δυνήσεται, ἂν μὴ προλαβόντες ἑαυτοὺς ἀφελώμεθα. Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων  κῦρος τινῶν  πραγμάτων  λαβόντες,  τοσαύτην ἔχουσι τὴν  ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί· πολλῷ μᾶλλον οἱ παρὰ τοῦ Θεοῦ ταύτης τυχόντες τῆς  τιμῆς,  ἂν  μηδὲν  τῆς  ἐξουσίας ταύτης  ἀνάξιον  πράξωμεν,  πάντων  ἐσόμεθα δυνατώτεροι,  διὰ τὸ καὶ πάντων  εἶναι μείζω τε καὶ ἀγαθώτερον  τὸν ταύτην ἡμῖν ἐγχειρίσαντα τὴν τιμήν. Ἅμα δὲ καὶ ἐνδείξασθαι βούλεται, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἡ χάρις ἔπεισιν, ἀλλὰ τοῖς βουλομένοις καὶ ἐσπουδακόσι· καὶ γὰρ καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται  τῇ τούτων,  τὸ γενέσθαι  τέκνα.  Ἂν  γὰρ μὴ ἕλωνται  αὐτοὶ  πρότερον, οὐκ ἔπεισιν ἡ δωρεὰ, οὐδὲ ἐργάζεταί τι.

 γʹ. Πανταχοῦ τοίνυν  τὸ μὲν κατηναγκασμένον ἐκβαλὼν, τὸ δὲ αὐθαίρετον καὶ αὐτεξούσιον δεικνύς· τοῦτο καὶ νῦν εἴρηκε. Καὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς ἀποῤῥήτοις τὸ μέν ἐστι τοῦ Θεοῦ, τὸ δοῦναι τὴν χάριν· τὸ δὲ τοῦ ἀνθρώπου, τὸ παρασχεῖν τὴν πίστιν. Καὶ ἐν τῷ μετὰ ταῦτα δὲ χρόνῳ, πολλῆς δεῖ λοιπὸν  τῆς σπουδῆς. Οὐ γὰρ ἀρκεῖ πρὸς τὴν  τῆς καθαρότητος ἡμῖν  φυλακὴν,  τὸ βαπτισθῆναι καὶ πιστεῦσαι μόνον· ἀλλὰ δεῖ, εἰ μέλλοιμεν ταύτης διαπαντὸς ἀπολαύσεσθαι τῆς φαιδρότητος,  ἄξιον αὐτῆς παρέχεσθαι βίον. Τοῦτο δὲ ἐφ' ἡμῖν ἐποίησεν  ὁ  Θεός. Τὸ μὲν  γὰρ  γεννηθῆναι   τὴν  μυστικὴν  γέννησιν,  καὶ  πάντων ἐκκαθαρθῆναι τῶν πρότερον ἡμαρτημένων ἡμῖν, ἀπὸ τοῦ βαπτίσματος γίνεται· τὸ δὲ μεῖναι εἰς τὸ ἑξῆς καθαροὺς, καὶ μηδεμίαν μετὰ ταῦτα δέξασθαι κηλῖδα πάλιν, τῆς ἡμετέρας  ἐστὶν  ἐξουσίας  τε  καὶ  σπουδῆς.  ∆ιά  τοι  τοῦτο  καὶ  τοῦ  τρόπου  τῆς γεννήσεως   ἡμᾶς  ἀνέμνησε,  καὶ  ἀπὸ  συγκρίσεως  τῶν   σαρκικῶν  ὠδίνων   τὴν ὑπεροχὴν  ἔδειξεν εἰπών· Οἳ οὐκ ἐξ αἱμάτων,  οὐδὲ ἐκ θελήματος  σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.  Τοῦτο δὲ ἐποίησεν, ἵνα τὸ εὐτελὲς καὶ ταπεινὸν  τοῦ προτέρου τόκου καταμαθόντες,  τοῦ δι' αἱμάτων  καὶ θελήματος σαρκὸς, καὶ τὸ ὑψηλὸν  καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος ἐπιγνόντες, μεγάλην  τινὰ κἀντεῦθεν  περὶ αὐτοῦ λάβωμεν ἔννοιαν,  καὶ τῆς τοῦ γεγεννηκότος ἀξίαν δωρεᾶς, καὶ πολλὴν μετὰ ταῦτα ἐπιδειξώμεθα σπουδήν. ∆έος γὰρ οὐ μικρὸν, μήποτε  τὴν  καλὴν  ταύτην  μολύναντες  στολὴν, τῇ μετὰ ταῦτα  ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους  ἐκείνας  τὰς  μωρὰς, ἢ  κατὰ  τὸν  οὐκ  ἔχοντα  ἔνδυμα  γάμου. Καὶ γὰρ κἀκεῖνος τῶν δαιτυμόνων  ἦν· ἐκλήθη γὰρ καὶ αὐτός· ἀλλ' ἐπειδὴ μετὰ τὴν κλῆσιν καὶ τὴν τοσαύτην τιμὴν ἐξύβρισεν εἰς τὸν κεκληκότα, ἄκουσον οἵαν δίδωσι δίκην, πῶς ἐλεεινὴν, καὶ πολλῶν ἀξίαν δακρύων. Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον  καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος. Μὴ τοίνυν, ἀγα. πητοὶ, μηδὲ ἡμεῖς νομίζωμεν ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν τὴν πίστιν. Ἂν γὰρ μὴ βίον ἐπιδειξώμεθα καθαρὸν, ἀλλ' ἀνάξια τῆς μακαρίας κλήσεως ταύτης ἱμάτια ἀμφιασάμενοι παραγενώμεθα, οὐδὲν κωλύει καὶ ἡμᾶς παθεῖν τὰ αὐτὰ, ἅπερ ἐκεῖνος ὁ δείλαιος. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν, Θεὸν ὄντα καὶ βασιλέα, ἀνθρώπους εὐτελεῖς, καὶ  ἀγύρτας,  καὶ  μηδενὸς  ἀξίους  ὄντας  μὴ  ἐπαισχύνεσθαι,  ἀλλὰ  τοὺς  ἀπὸ  τῆς τριόδου πρὸς τὴν τράπεζαν ἄγειν ἐκείνην· ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι,  ὡς  μηδὲ τῇ  τοσαύτῃ τιμῇ  γενέσθαι  βελτίους,  ἀλλὰ  καὶ μετὰ τὴν κλῆσιν   ἐπὶ   τῆς   αὐτῆς   μένειν    κακίας,   εἰς   τὴν   ἄφατον    τοῦ   κεκληκότος ἐμπαροινοῦντας  φιλανθρωπίαν.   Οὐδὲ γὰρ  διὰ  τοῦτο  ἡμᾶς  ἐπὶ  τὴν  πνευματικὴν ταύτην  καὶ φρικτὴν  τῶν  μυστηρίων  ἐκάλεσε κοινωνίαν,  ἵνα  μετὰ τῆς  προτέρας εἰσερχώμεθα κακίας, ἀλλ'  ἵνα ἀποδυσάμενοι τὴν  αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή. Εἰ δὲ μὴ βουλοίμεθα ἄξια τῆς κλήσεως πρᾶξαι ἐκείνης, οὐκ ἔστι τοῦτο παρὰ τὸν τετιμηκότα, ἀλλὰ παρ' ἡμᾶς. Οὐδὲ γὰρ  ἐκεῖνος  ἡμᾶς  ἐκβάλλει  τοῦ  θαυμαστοῦ  τῶν  δαιτυμόνων  χοροῦ, ἀλλ'  ἡμεῖς ἑαυτούς. Ὁ μὲν γὰρ τὸ ἑαυτοῦ πᾶν ἤνυσε. . Καὶ γὰρ τοὺς γάμους ἐποίησε, καὶ τὴν τράπεζαν παρεσκεύασε, καὶ τοὺς καλέσαντας ἔπεμψε, καὶ παραγενομένους ἐδέξατο, καὶ τὴν ἄλλην ἅπασαν τετίμηκε τιμήν· ἡμεῖς δὲ καὶ εἰς αὐτὸν, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τὸν γάμον ὑβρίσαντες διὰ τῶν ῥυπαρῶν ἱματίων, τουτέστι, τῶν ἀκαθάρτων πράξεων, εἰκότως ἐκβαλλόμεθα λοιπόν. Ταύτῃ γὰρ καὶ τὸν γάμον τιμῶν, καὶ τοὺς κεκλημένους, ἀπελαύνει τοὺς ἰταμοὺς καὶ τοὺς ἀναισχύντους ἐκείνους. Εἰ γὰρ εἴασε τοὺς ἐκεῖνο ἠμφιεσμένους  τὸ ἱμάτιον,  αὐτὸς ἂν ἔδοξε καὶ τοὺς ἄλλους  ὑβρίζειν. Ἀλλὰ  μηδένα  γένοιτο  τοιούτου  πειραθῆναι  τοῦ  κεκληκότος,  μήτε  ἡμῶν,  μήτε ἑτέρων τινῶν. ∆ιὰ γὰρ τοῦτο, πρὶν ἢ γενέσθαι ταῦτα πάντα, ἀναγέγραπται· ἵνα ἐν τῇ τῶν  γραμμάτων  ἀπειλῇ σωφρονισθέντες, μὴ συγχωρήσωμεν εἰς ἔργον ἐλθεῖν  τὴν ἀτιμίαν καὶ τὴν κόλασιν ταύτην, ἀλλ' ἐπὶ τῶν ῥημάτων αὐτὴν στήσωμεν μόνον, καὶ μετὰ λαμπρᾶς ἕκαστος στολῆς εἰς τὴν κλῆσιν ἐκείνην παραγενώμεθα· ἧς ἀπολαῦσαι γένοιτο πάντας ἡμᾶς, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |