ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μ∆ʹ Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν·

Σάββατο 29 Οκτωβρίου 2016

Μ∆ʹ Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Μ∆ʹ  Ἀπεκρίθη αὐτοῖς  ὁ Ἰησοῦς, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε ση μεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορ τάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ λυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.»


αʹ. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν  ὅτε  καὶ  τοῦ  πληκτικωτέρου  δεῖ  τῷ  διδασκάλῳ. Ὅταν  γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς  καθικέσθαι  νωθείας.  Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν,  ἀλλαχοῦ  τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων  γὰρ τῶν ὄχλων  καὶ εὑρόντων  τὸν Ἰησοῦν, καὶ κολακευόντων  αὐτὸν, καὶ λεγόντων· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ' ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν,


 ἐπιπληκτικῶς αὐτοῖς ἀποκρίνεται· οὐ ταύτῃ μόνον διορθῶσαι βουλόμενος, ἀλλὰ καὶ τῷ τὴν διάνοιαν αὐτῶν ἐκκαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν. Τί γάρ φησιν; Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· μετὰ διορισμοῦ καὶ βεβαιώσεως· ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Πλήττει μὲν τῷ λόγῳ καὶ ἐλέγχει, ἀλλ' οὐκ ἀποτόμως καὶ σφόδρα, ἀλλὰ μετὰ πολλῆς  τῆς φειδοῦς  τοῦτο ποιῶν.  Οὐ γὰρ εἶπεν, Ὦ λαίμαργοι καὶ γαστρίδουλοι, τοσαῦτα ἐθαυματούργησα, καὶ οὐδαμοῦ οὔτε ἠκολουθήσατε, οὔτε ἐθαυμάσατε τὰ γεγε .. νημένα· ἀλλὰ προσηνῶς οὕτω πως καὶ ἠρέμα, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε· οὐ περὶ τῶν παρελθόντων μόνον, ἀλλὰ καὶ περὶ τοῦ παρόντος σημείου ἐμφαίνων. Μονονουχὶ γὰρ τοῦτο λέγει, δι' ὧν πρὸς αὐτοὺς ἀποτείνεται· Οὐ τὸ θαῦμα ὑμᾶς   ἐξέπληξε   τὸ   ἐπὶ   τοῖς   ἄρτοις,   ἀλλὰ   τὸ   ἐμπλησθῆναι.   Καὶ   ὅτι   οὐ καταστοχαζόμενος αὐτῶν ἔλεγεν, εὐθέως ἔδειξαν ἐκεῖνοι. Καὶ γὰρ διὰ τοῦτο πάλιν ἦλθον, ὡς μέλλοντες  τῶν αὐτῶν ἀπολαύσεσθαι. ∆ιὰ τοῦτο καὶ ἔλεγον· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· πάλιν ἐπὶ τροφὴν αὐτὸν ἕλκοντες σαρκικὴν, ὅπερ ἦν ἔγκλημα καὶ κατηγορία μεγίστη. Ἀλλ' αὐτὸς οὐχ ἵσταται μέχρι τῶν ἐλέγχων, ἀλλὰ καὶ διδασκαλίαν τούτοις προστίθησι, λέγων·  Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην,  ἀλλὰ  τὴν  βρῶσιν τὴν  μένουσαν εἰς ζωὴν  αἰώνιον,  ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου  δίδωσιν  ὑμῖν.  Τοῦτον  γὰρ  ὁ Πατὴρ ἐσφράγισεν  ὁ Θεός. Ὃ δὲ  λέγει, τοιοῦτόν ἐστι· Μηδεὶς ὑμῖν ἔστω λόγος ταύτης τῆς τροφῆς, ἀλλ' ἐκείνης τῆς πνευματικῆς. Ἀλλ' ἐπειδή τινες τῶν βουλομένων  ἀργῶς τρέφεσθαι, ἀποκέχρηνται τούτῳ  τῷ  λόγῳ,  ὡς  τὴν  ἐργασίαν  ἐκκόπτοντος  τοῦ Χριστοῦ, εὔκαιρον  καὶ πρὸς αὐτοὺς εἰπεῖν. Ὅλον γὰρ, ὡς εἰπεῖν, διαβάλλουσι τὸν Χριστιανισμὸν, καὶ ἐπὶ ἀργίᾳ . κωμῳδεῖσθαι παρασκευάζουσι. Πρότερον δὲ εἰπεῖν ἀναγκαῖον τὸ τοῦ Παύλου. Τί δὲ ἐκεῖνός  φησι; Μνημονεύετε  τοῦ Κυρίου εἰρηκότος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Καίτοι πόθεν ἂν γένοιτο διδόναι τῷ οὐκ ἔχοντι; Πῶς οὖν τῇ Μάρθᾳ ὁ Ἰησοῦς εἶπεν· Μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ  τὴν  ἀγαθὴν  μερίδα  ἐξελέξατο·  καὶ  πάλιν,  Μὴ μεριμνήσητε  εἰς  τὴν  αὔριον. Ἀναγκαῖον γὰρ πάντα νῦν ταῦτα ἐπιλῦσαι, οὐχ ἵνα μόνον παύσωμεν αὐτοὺς ἀργοῦντας, εἰ βούλοιντο, ἀλλ' ἵνα μὴ μάχην εἰσάγειν τινὰ δείξωμεν τὰ λόγια τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Ἀπόστολος· Παρακαλοῦμεν δὲ ὑμᾶς περισσεύειν καὶ φιλοτιμεῖσθαι, ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια, ἵνα εὐσχημόνως περιπατῆτε πρὸς τοὺς ἔξω· καὶ πάλιν, Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι  τῷ χρείαν ἔχοντι.  Ἐνταῦθα γὰρ ὁ Παῦλος οὐδὲ ἁπλῶς ἐργάζεσθαι ἐκέλευσεν, ἀλλ' οὕτω μετὰ πόνου, ὡς ἔχειν ἐντεῦθεν  καὶ ἑτέρῳ μεταδιδόναι. Καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς λέγει, Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος  ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ἐν τῇ πόλει  δὲ ἐκείνῃ  γενόμενος,  Ἔμενε πρὸς Ἀκύλαν  καὶ Πρίσκιλλαν, καὶ εἰργάζετο. Ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.  Ἀλλὰ ταῦτα τὴν μάχην δείκνυσι σφοδροτέραν κατὰ τὸ ῥητόν. Οὐκοῦν ἀνάγκη λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι τὸ μὴ μεριμνᾷν οὐ τὸ μὴ ἐργάζεσθαί ἐστιν, ἀλλὰ τὸ μὴ προσηλῶσθαι τοῖς βιωτικοῖς πράγμασι· τουτέστι, τὸ μὴ ποιεῖσθαι φροντίδα περὶ τῆς εἰς αὔριον ἀναπαύσεως, ἀλλὰ πάρεργον αὐτὴν  εἶναι  νομίζειν.  Ἔνεστι γὰρ καὶ ἐργαζόμενον, μηδὲν εἰς τὴν αὔριον θησαυρίζειν, καὶ ἔνεστιν ἐργαζόμενον, μηδὲν μεριμνᾷν. Οὐ γὰρ ταὐτόν ἐστι μέριμνα καὶ ἐργασία. Οὐδὲ γὰρ ὡς τῷ ἔργῳ θαῤῥῶν ἐργάζεταί τις, ἀλλ' ἵνα μεταδῷ τῷ χρείαν ἔχοντι. Καὶ τὸ πρὸς Μάρθαν δὲ εἰρημένον οὐ περὶ ἔργου καὶ ἐργασίας ἐστὶν, ἀλλὰ περὶ τοῦ δεῖν καιρὸν εἰδέναι, καὶ μὴ τὸν τῆς ἀκροάσεως χρόνον πρὸς τὰ σαρκικώτερα ἀναλίσκειν.  Οὐ τοίνυν  εἰς ἀργίαν  αὐτὴν  ἐμβάλλων,  ταῦτα ἔλεγεν, ἀλλὰ προσηλῶν τῇ ἀκροάσει. Παρεγενόμην, φησὶν, διδάξων ὑμᾶς τὰ δέοντα· σὺ   δὲ   περὶ   ἄριστον   ἐσπούδακας;   Ὑποδέξασθαί   με   βούλει,   καὶ   πολυτελῆ παρασκευάσαι τράπεζαν; Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προθυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελφῆς  μιμουμένη  πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν  κωλύων  ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην,  οὐ τοῦτό ἐστιν αἰνιττομένου,  ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη  βρῶσίς ἐστι· (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία)· ἀλλ' ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐνδύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς εἰπεῖν, ἀπολλυμένην  βρῶσιν ἐργάζεσθαι τὸν  τοιοῦτον,  δι' ἣν τῆς βασιλείας ἡ ἐπαγγελία  τῆς μελλούσης καὶ τῶν  ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μαθεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ  ποίᾳ  δυνάμει,  ἓν  δὲ  μόνον  ἐβούλοντο,  γαστρίζεσθαι  μηδὲν  ποιοῦντες,  τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην  . ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην  τρέχετε. ∆ιὰ τοῦτο οὐ συνίετε ὅτι οὐκ ἐπὶ ταύτην ὑμᾶς ἄγω τὴν ἀτελῆ, ἀλλ' ἐπ' ἐκείνην τὴν οὐ πρόσκαιρον παρέχουσαν ζωὴν, ἀλλ' αἰώνιον, τὴν οὐ σῶμα, ἀλλὰ ψυχὴν τρέφουσαν. Εἶτα ἐπειδὴ οὕτω μέγα περὶ ἑαυτοῦ ἐφθέγξατο, καὶ ἔφησεν αὐτὸς δώσειν αὐτὴν, ἵνα μὴ πάλιν αὐτοῖς  προστῇ τὸ λεγόμενον,  ἀξιόπιστον  τὸν  λόγον  ποιῶν,  ἐπὶ  τὸν  Πατέρα τὴν χορηγίαν αὐτῆς ἀνάγει. Εἰπὼν γὰρ, Ἣν ὁ Υἱὸς τοῦ ἀνθρώπου δώσει ὑμῖν, ἐπήγαγε, Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· τουτέστιν, ἐπὶ τούτῳ ἔπεμψε ταύτην ὑμῖν κομίζοντα τὴν τροφήν. ∆ηλοῖ δὲ καὶ ἑτέραν ἑρμηνείαν ἡ λέξις. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν ὁ Χριστός· Ὁ ἀκούων μου τοὺς λόγους, τοῦτον ἐσφράγισεν ὁ Πατὴρ, ὅτι ὁ Θεὸς ἀληθής ἐστι· τουτέστιν, ἀπέδειξεν ἀναντιῤῥήτως· ὃ δή μοι δοκεῖ καὶ ἐνταῦθα ἡ λέξις αἰνίττεσθαι.  Οὐδὲν γάρ  ἐστιν  ἄλλο  τὸ, Ἐσφράγισεν ὁ Πατὴρ, ἀλλ' ἢ  ἀπέδειξεν, ἐξεκάλυψε διὰ τῆς αὐτοῦ μαρτυρίας. Ἔδειξε μὲν γὰρ καὶ αὐτὸς ἑαυτόν· ἐπειδὴ δὲ πρὸς Ἰουδαίους διελέγετο, τὴν τοῦ Πατρὸς μαρτυρίαν εἰς μέσον ἤγαγε.

βʹ. Μάθωμεν τοίνυν, ἀγαπητοὶ, ταῦτα αἰτεῖν τὸν Θεὸν, ἃ ἄξιόν ἐστι παρ' αὐτοῦ αἰτεῖν. Ἐκεῖνα μὲν γὰρ,  ὅπως  ἂν  τύχῃ,  τὰ  βιωτικὰ   λέγω,   βλάβην   οὐδεμίαν   φέρει.  Ἄν  τε  γὰρ πλουτήσωμεν, ἐνταῦθα μόνον ἀπολαυσόμεθα τῆς τρυφῆς· ἄν τε εἰς πενίαν καταπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Οὔτε γὰρ τὰ λαμπρὰ τοῦ παρόντος βίου, οὔτε τὰ   λυπηρὰ   εἰς   ἀθυμίας   καὶ   ἡδονῆς   λόγον   ἔχει   τὴν   ἰσχὺν,   ἀλλ'   ἑκάτερα εὐκαταφρόνητα, καὶ μετὰ πολλῆς παραῤῥεῖ τῆς ταχυτῆτος.  ∆ιὸ καὶ ὁδὸς κέκληται εἰκότως ἅτε παροδεύοντα, καὶ ἐπὶ πλεῖστον μένειν  οὐ πεφυκότα· τὰ δὲ μέλλοντα ἑκάτερα ἀθάνατα μένει, τά τε κολάσεως, τά τε τῆς βασιλείας. Ὑπὲρ ἐκείνων τοίνυν πολλὴν ποιώμεθα σπουδὴν, ὥστε τὰ μὲν φυγεῖν, τὰ δὲ ἑλέσθαι. Τί γὰρ τῆς ἐνταῦθα τρυφῆς ὄφελος; Σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι· σήμερον ἄνθος λαμπρὸν, καὶ αὔριον κόνις σκεδαννυμένη· σήμερον πῦρ καιόμενον, καὶ αὔριον τέφρα κατασβεννυμένη.  Ἀλλ' οὐ τὰ πνευματικὰ  τοιαῦτα,  ἀλλ' ἀεὶ μένει  λάμποντα,  καὶ ἀνθοῦντα, καὶ φαιδρότερα γινόμενα καθημέραν. Ὁ πλοῦτος ἐκεῖνος οὐδέποτε ἀπόλλυται,  οὐδέποτε μεθίσταται, οὐδέποτε  λήγει,  οὐδέποτε ἐπάγει  φροντίδα  καὶ φθόνον καὶ κατηγορίαν, οὐ σῶμα ἐξόλλυσιν, οὐ ψυχὴν διαφθείρει, οὐ φθόνον ἔχει, οὐ βασκανίαν ἐπισωρεύει, ἅπερ ἅπαντα ταῦτα τῷ πλούτῳ πρόσεστιν. Ἡ δόξα ἐκείνη οὐκ  εἰς  ἀπόνοιαν  αἴρει,  οὐ  φλεγμαίνειν   παρασκευάζει, οὐδέποτε  παύεται,  οὐδὲ ἀμαυροτέρα γίνεται. Ἡ ἄνεσις καὶ ἡ τρυφὴ ἐπὶ τοῖς οὐρανοῖς πάλιν μένει, καὶ αὕτη διηνεκὴς,  ἀεὶ ἀκίνητος  οὖσα καὶ ἀθάνατος· οὐκ ἔστι γὰρ πέρας αὐτῆς καὶ τέλος εὑρεῖν.  Ταύτην,  παρακαλῶ,  ποθήσωμεν  τὴν  ζωήν.  Ἂν  γὰρ  ποθήσωμεν  αὐτὴν, οὐδένα τῶν παρόντων ποιησόμεθα λόγον, ἀλλὰ καταφρονήσομεν τούτων ἁπάντων καὶ καταγελασόμεθα, κἂν εἰς βασιλικὰς αὐλάς τις ἡμᾶς εἰσελθεῖν κελεύῃ, οὐχ αἱρησόμεθα ἐκείνην  ἔχοντες τὴν ἐλπίδα· καίτοι τούτου οὐδὲν μακαριώτερον εἶναι δοκεῖ, ἀλλὰ τοῖς κατεχομένοις τῷ τῶν οὐρανῶν ἔρωτι καὶ τοῦτο μικρὸν καὶ εὐτελὲς καὶ οὐδενὸς ἄξιον λόγου. Πᾶν γὰρ ὃ τέλος ἔχει, οὐ σφόδρα περισπούδαστον· πᾶν ὃ παύεται, καὶ σήμερόν ἐστι, καὶ αὔριον οὐκ ἔστι, κἂν σφόδρα ᾖ μέγα, σφόδρα μικρὸν καὶ εὐκαταφρόνητον εἶναι δοκεῖ. Μὴ τοίνυν τῶν φευγόντων  ἀντεχώμεθα, μηδὲ τῶν παραῤῥεόντων καὶ ἀπερχομένων, ἀλλὰ τῶν μενόντων καὶ ἀκινήτων, ἵνα καὶ αὐτῶν δυνηθῶμεν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΜΕʹ. Εἶπον οὖν πρὸς αὐτόν· «Τί ποιῶμεν ἵνα ἐργαζώ μεθα τὰ ἔργα τοῦ Θεοῦ;» Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.» Εἶπον οὖν αὐτῷ· «Τί οὖν ποιεῖς σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;»
.

αʹ. Οὐδὲν γαστριμαργίας  χεῖρον,  οὐδὲν  αἰσχρότερον. Τοῦτο παχεῖαν  ποιεῖ διάνοιαν, τοῦτο σαρκικὴν ποιεῖ ψυχὴν,  τοῦτο πηροῖ, καὶ διαβλέπειν  οὐκ ἀφίησιν. Ὅρα γοῦν καὶ ἐπὶ τῶν Ἰουδαίων τοῦτο γινόμενον. Ἐπειδὴ γὰρ πρὸς γαστριμαργίαν κεχήνασι, καὶ ὅλοι τῶν βιωτικῶν  ἦσαν, καὶ οὐδὲν ἐνενόουν πνευματικὸν,  μυρίοις αὐτοὺς  λόγοις  ἐνάγει  ὁ Χριστὸς καὶ κέντρον  ἔχουσι καὶ φειδώ·  καὶ οὐδὲ οὕτως ἀνίστανται, ἀλλ' ἔτι κάτω μένουσι κείμενοι. Σκόπει γάρ. Εἶπεν αὐτοῖς, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Ἔπληξε διὰ τοῦ ἐλέγχου· ἔδειξεν ὁποίαν δεῖ ζητεῖν τροφὴν, εἰπών· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην· ἔθηκεν αὐτοῖς τὸ ἔπαθλον, εἰπών· Ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἔπειτα τὸ προσιστάμενον αὐτοῖς ἐθεράπευσεν, εἰπὼν ἀπὸ τοῦ Πατρὸς ἀπεστάλθαι. Τί οὖν ἐκεῖνοι; Ὥσπερ οὐδὲν ἀκηκοότες, Τί οὖν ποιῶμεν, φασὶν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ταῦτα δὲ ἔλεγον, οὐχ ὥστε μαθεῖν καὶ πρᾶξαι (καὶ δείκνυσι τὰ ἑξῆς), ἀλλὰ πάλιν αὐτὸν ἐπὶ τὴν τῆς τροφῆς χορηγίαν ἄγοντες, καὶ εἰς τὸ κορέσαι αὐτοὺς προκαλέσαι ἐθέλοντες. Τί οὖν ὁ Χριστός; Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. Οἱ δὲ εἶπον· Τί σημεῖον ποιεῖς, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν; Οἱ πατέρες ἡμῶν ἔφαγον  τὸ μάννα ἐν τῇ ἐρήμῳ. Οὐδὲν τούτων  ἀναισθητότερον,  οὐδὲν  ἀλογώτερον.  Τοῦ σημείου  ὄντος  ἐν  ὀφθαλμοῖς αὐτῶν  ἔτι, ὡς οὐδενὸς γεγονότος, οὕτως ἔλεγον, Τί σημεῖον ποιεῖς; καὶ εἰπόντες, οὐδὲ αὐτῆς τῆς αἱρέσεως τοῦ σημείου κύριον ἀφιᾶσιν εἶναι, ἀλλ' εἰς ἀνάγκην αὐτὸν οἴονται μεθιστᾷν τοῦ μηδὲν ἕτερον ποιῆσαι, ἀλλ' ἢ τοιοῦτον, οἷον ἐγένετο ἐπὶ τῶν προγόνων. ∆ιὸ δὴ καὶ λέγουσιν· Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ· διὰ τούτου νομίζοντες  αὐτὸν  ἐρεθίζειν, ὥστε τοιοῦτον  ποιῆσαι σημεῖον, ὅπερ αὐτοὺς θρέψαι δύναται σαρκικῶς. ∆ιατί γὰρ οὐδενὸς ἑτέρου τῶν προτέρων σημείων ἐμνημόνευσαν, καίτοι γε πολλῶν γενομένων  τότε, καὶ κατ' Αἴγυπτον καὶ κατὰ τὴν θάλατταν καὶ ἐν τῇ ἐρήμῳ, ἀλλὰ τοῦ μάννα; ἆρ' οὐ διότι σφόδρα αὐτοῦ ἐπεθύμουν διὰ τὴν τῆς γαστρὸς τυραννίδα; Πῶς δὲ οἱ προφήτην  αὐτὸν λέγοντες  καὶ βασιλέα ἐπιχειροῦντες ποιεῖν, ἐπειδὴ τὸ σημεῖον εἴδετε, νῦν ὡς οὐδενὸς γενομένου ἀχάριστοι καὶ ἀγνώμονες  γεγόνατε, καὶ σημεῖον αἰτεῖτε, παρασίτων καὶ κυνῶν λιμωττόντων ῥήματα ἀφιέντες; νῦν τὸ μάννα θαυμαστὸν ὑμῖν, ὅτε ἡ ψυχὴ ὑμῶν κατάξηρος; Καὶ ὅρα εἰρωνείαν.  Οὐκ εἶπον,  ὅτι  Μωϋσῆς τόδε  ἐποίησε τὸ  σημεῖον,  σὺ τί  ποιεῖς; νομίζοντες  πλήττειν  αὐτόν· ἀλλὰ τέως αὐτῷ μετὰ πολλῆς διαλέγονται  τῆς τιμῆς, προσδοκίᾳ τῆς τροφῆς. Ἄλλως δὲ οὔτε τοῦτο λέγουσιν, ὅτι ὁ Θεὸς τόδε ἐποίησε· Σὺ τί ποιεῖς; ἵνα μὴ δόξωσιν αὐτὸν ἐξισοῦν τῷ Θεῷ· οὔτε Μωϋσέα παράγουσιν, ἵνα μὴ δόξωσιν αὐτὸν ταπεινοῦν· ἀλλὰ μέσον αὐτὸ τεθείκασι, λέγοντες· Οἱ πατέρες ἡμῶν ἔφαγον  τὸ μάννα ἐν τῇ . ἐρήμῳ. Καὶ ἐνῆν μὲν εἰπεῖν, ὅτι Μωϋσέως μείζονα ἐθαυματούργησα νῦν, οὐ ῥάβδου δεηθεὶς, οὐκ εὐχῆς χρείαν ἐσχηκὼς, ἀλλὰ πάντα ποιήσας ἀπ' ἐμαυτοῦ· εἰ δὲ καὶ τοῦ μάννα μέμνησθε, ἰδοὺ καὶ ἄρτον ὑμῖν παρέσχον. Ἀλλ' οὐκ ἦν ὁ καιρὸς τούτων τῶν λόγων νῦν, ἀλλ' ἓν ἦν τὸ σπουδαζόμενον, ἐπὶ τὴν πνευματικὴν    αὐτοὺς   ἀγαγεῖν   τροφήν.   Καὶ  ὅρα   τὴν   ἄπειρον   σύνεσιν,   πῶς ἀποκρίνεται· Οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ' ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Τί δήποτε οὖν οὐκ εἶπεν, Οὐχ ὁ Μωϋσῆς δέδωκεν, ἀλλ' ἐγώ· ἀλλ' ἀντὶ μὲν Μωϋσέως τὸν Θεὸν, ἀντὶ δὲ τοῦ μάννα ἑαυτὸν τέθεικεν; Ὅτι πολλὴ ἦν τῶν ἀκουόντων ἡ ἀσθένεια· καὶ δῆλον ἐκ τῶν ἑξῆς. Καὶ γὰρ καὶ οὕτως εἰρηκὼς, οὐδὲ οὕτως αὐτοὺς κατέσχε, καίτοι γε ἀρχόμενος ἔλεγε, Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορτάσθητε. Καὶ ὅτι  ταῦτα  ζητοῦσι, καὶ  διὰ  τῶν  ἑξῆς  αὐτοὺς  διωρθώσατο,  καὶ  οὐδὲ  οὕτως ἀφίστανται. Ἀλλ' οὐχ ὅτε τῇ Σαμαρείτιδι ὑπισχνεῖτο δώσειν τὸ ὕδωρ, ἐμνημόνευσε τοῦ Πατρὸς, ἀλλ' οὕτω πως εἶπεν· Εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· καὶ πάλιν, Τὸ ὕδωρ ὃ ἐγὼ δώσω· καὶ οὐ παραπέμπει πρὸς τὸν Πατέρα. Ἐνταῦθα δὲ τοῦ Πατρὸς μέμνηται, ἵνα μάθῃς πόση μὲν τῆς  Σαμαρείτιδος ἡ πίστις, πόση δὲ τῶν  Ἰουδαίων  ἡ ἀσθένεια. Οὐκ ἄρα ἐκ τοῦ οὐρανοῦ  ἦν  τὸ  μάννα·  πῶς  οὖν  ἐκ  τοῦ  οὐρανοῦ  λέγεται;  Ὥσπερ Πετεινὰ  τοῦ οὐρανοῦ, φησὶν ἡ Γραφή· καὶ πάλιν, Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος. Ἄρτον δὲ ἀληθινὸν καλεῖ ἐκεῖνον, οὐκ ἐπειδὴ ψευδὲς ἦν τὸ θαῦμα τὸ ἐπὶ τοῦ μάννα, ἀλλ' ὅτι τύπος ἦν, οὐκ αὐτοαλήθεια. Μνησθεὶς δὲ Μωϋσέως, οὐχ ἑαυτὸν ἀντέθηκεν ἐκείνῳ· οὔπω γὰρ αὐτὸν προετίμων Μωϋσέως, ἀλλ' ἔτι περὶ ἐκείνου μείζονα δόξαν εἶχον.∆ιὰ τοῦτο εἰπὼν, Οὐ Μωϋσῆς δέδωκεν, οὐκ ἐπήγαγεν,  ὅτι Ἐγὼ δίδωμι, ἀλλ'  ἀντ' αὐτοῦ τὸν Πατέρα φησὶ διδόναι.  Οἱ δὲ ἀκούσαντες, λέγουσι πάλιν,  ∆ὸς ἡμῖν  τὸν ἄρτον  τοῦτον  φαγεῖν.  Ἔτι γὰρ αἰσθητόν  τι  πρᾶγμα  ἐνόμιζον  εἶναι,  ἔτι  γαστρὸς ἀπολαύειν  προσεδόκων· διὸ καὶ ταχέως  προσέδραμον. Τί οὖν ὁ Χριστός; Ἀνάγων αὐτοὺς κατὰ μικρὸν, ἐπάγει. Ὁ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ οἰκουμένῃ, φησί.∆ιὸ καὶ οὐκ εἶπεν ἁπλῶς τροφὴν, ἀλλὰ ζωὴν ἑτέραν τινὰ καὶ ἐνηλλαγμένην,  ὥστε δηλῶσαι, ἐπειδὴ ἅπαντες ἦσαν νενεκρωμένοι. Οἱ δὲ ἔτι κάτω νεύουσι καὶ λέγουσι·∆ὸς ὑμῖν τὸν ἄρτον τοῦτον. Ἐλέγχων δὲ αὐτοὺς, ὅτι ἕως μὲν αἰσθητὴν ὑπώπτευον εἶναι τὴν τράπεζαν, ἐπέτρεχον· ὅταν δὲ ἔμαθον, ὅτι πνευματική τίς ἐστιν, οὐκ ἔτι, λέγει πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με, οὐ μὴ πεινάσει· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε. Ἀλλ' εἶπον ὑμῖν, ὅτι καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετέ μοι.

βʹ. Οὕτω καὶ Ἰωάννης φθέγγεται ἄνωθεν προλαβών· Ὃ οἶδε λαλεῖ, καὶ ὃ ἑώρακε μαρτυρεῖ, καὶ τὴν  μαρτυρίαν  αὐτοῦ οὐδεὶς λαμβάνει.  Καὶ πάλιν  ὁ Χριστός· Ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Τοῦτο δὲ ποιεῖ, προλαμβάνων αὐτοὺς, καὶ . δεικνὺς ὅτι οὐ ταράττει  τὸ  πρᾶγμα  αὐτὸν,  οὐδὲ  δόξης  ἐφίεται,  οὐδὲ  ἀγνοεῖ  τὰ  ἀπόῤῥητα  τῆς διανοίας αὐτῶν, οὔτε τὰ παρόντα, οὔτε τὰ μέλλοντα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Μέλλει λοιπὸν  εἰς τὴν τῶν  μυστηρίων ἐμβαλεῖν παράδοσιν. Καὶ πρῶτον περὶ τῆς θεότητος αὐτοῦ διαλέγεται  λέγων.  Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Οὐδὲ γὰρ περὶ τοῦ σώματος τοῦτο εἴρηται (περὶ γὰρ ἐκείνου πρὸς τῷ τέλει λέγει· Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν)· ἀλλὰ τέως περὶ τῆς θεότητος. Καὶ γὰρ ἐκείνη διὰ τὸν Θεὸν Λόγον ἄρτος ἐστίν· ὥσπερ οὖν καὶ οὗτος ὁ ἄρτος διὰ τὸ ἐπιφοιτῶν  αὐτῷ Πνεῦμα ἄρτος οὐράνιος γίνεται. Ἐνταῦθα δὲ οὐ κέχρηται μάρτυσι, καθάπερ ἐπὶ τῆς προτέρας δημηγορίας·   εἶχε   γὰρ   αὐτὸ   μαρτυροῦν   τὸ   ἔργον   τῶν    ἄρτων,   καὶ   τέως ὑποκρινομένους  αὐτῷ  πείθεσθαι.  Ἐκεῖ δὲ  ἀντέλεγον  καὶ  ἐνεκάλουν·  διὰ  τοῦτο ἐνταῦθα καὶ ἀποφαίνεται.  Οἱ δὲ ἐπειδὴ προσεδόκων ἑστιάσεως ἀπολαύσεσθαι σαρκικῆς, μένουσι, καὶ οὐ ταράττονται, ἕως ὅτε μετὰ ταῦτα ἀπέγνωσαν τῆς ἐλπίδος. Πλὴν οὐδὲ οὕτως ἐσίγησεν ὁ Χριστὸς, ἀλλὰ καὶ πολλὰ ἐντρεπτικὰ λέγει. Οἱ δὲ, ἡνίκα ἤσθιον,  προφήτην  αὐτὸν  λέγοντες,  ἐνταῦθα  σκανδαλίζονται,  καὶ  τοῦ  τέκτονος καλοῦσι υἱόν· ἀλλ' οὐχ ὅτε τοὺς ἄρτους ἤσθιον, ἀλλ',  Οὗτός ἐστιν ὁ προφήτης, ἔλεγον, καὶ ἤθελον αὐτὸν ποιῆσαι βασιλέα. Ἐδόκουν μὲν οὖν ἀγανακτεῖν,  ἐπὶ τῷ λέγειν αὐτὸν ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι· τὸ δὲ ἀληθὲς, οὐ τοῦτο ἦν τὸ ποιοῦν τὴν ἀγανάκτησιν, ἀλλὰ τὸ μὴ προσδοκᾷν ἀπολαύσεσθαι τραπέζης σωματικῆς. Ἐπεὶ εἰ ὄντως ἠγανάκτουν, ἐχρῆν ἐρωτᾷν καὶ πυνθάνεσθαι, πῶς ἄρτος ζωῆς ἐστι, πῶς ἐκ τοῦ οὐρανοῦ καταβέβηκε· νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσι, γογγύζουσι δέ. Καὶ ὅτι οὐ τοῦτο αὐτοὺς ἐσκανδάλιζε, δῆλον ἐκεῖθεν. Εἰπόντος γὰρ ὅτι Ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον, οὐκ εἶπον, Παρακάλεσον ἵνα δῷ· ἀλλὰ τί; ∆ὸς ἡμῖν τὸν ἄρτον. Καίτοι οὐκ εἶπεν,  ὅτι Ἐγὼ δίδωμι,  ἀλλ',  ὅτι Ὁ Πατήρ μου δίδωσιν.  Οἱ δὲ ἐπιθυμίᾳ  τῆς τροφῆς  καὶ  αὐτὸν  ἀξιόπιστον  εἶναι  ἐνόμισαν  πρὸς  τὴν  χορηγίαν.   Οἱ  τοίνυν ἀξιόπιστον εἶναι  νομίσαντες  πρὸς τὸ δοῦναι, πῶς ἔμελλον  μετὰ ταῦτα σκανδαλίζεσθαι, καὶ ταῦτα ἀκούσαντες ὅτι Ὁ Πατὴρ δίδωσι; Τί οὖν ἐστι τὸ αἴτιον; Ἐπειδὴ ἤκουσαν ὅτι φαγεῖν οὐκ ἔνι, πάλιν ἠπίστησαν, καὶ προβάλλονται δῆθεν τῆς ἀπιστίας προκάλυμμα τὸ ὑψηλὸν εἶναι τὸν λόγον. ∆ιὰ τοῦτό φησι, Καὶ ἑωράκατέ με, καὶ οὐ πιστεύετε· τούτῳ μὲν τὰ σημεῖα αἰνιττόμενος, τούτῳ δὲ τὴν ἀπὸ τῶν Γραφῶν μαρτυρίαν. Ἐκεῖναι γάρ εἰσι, φησὶν, αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ, Ὅτι ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· καὶ, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων  λαμβάνοντες;  Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλω ἔξω. Ὅρα πῶς πάντα ποιεῖ διὰ τοὺς σωζομένους.∆ιὰ δὴ τοῦτο καὶ ἐπήγαγεν, ἵνα μὴ δόξῃ περιεργάζεσθαι, καὶ εἰκῆ ταῦτα λέγειν. Τί δέ ἐστιν ὅ φησι; Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ ἀναστήσω αὐτὸν  τῇ ἐσχάτῃ  ἡμέρᾳ.  Τίνος  δὲ  ἕνεκεν   καὶ  τῆς  κοινῆς   ἀναστάσεως,  ἧς  καὶ  ἀσεβεῖς μετέχουσιν,  ὡς ἐξαιρέτου δώρου μέμνηται  τῶν  πιστευόντων  εἰς αὐτόν; Ὅτι οὐχ ἁπλῶς ἀναστάσεως μέμνηται, ἀλλὰ τῆς τοιᾶσδε ἀναστάσεως. Πρότερον γὰρ εἰπὼν, Οὐ μὴ ἐκβάλω αὐτὸν, καὶ, Οὐ μὴ ἀπολέσω ἐξ αὐτοῦ, τότε εἶπε τὴν ἀνάστασιν. Ἐν γὰρ τῇ ἀναστάσει οἱ μὲν ἐκ . βάλλονται, ὡς ἔστι μαθεῖν ἐκ τοῦ, Ἄρατε αὐτὸν, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· οἱ δὲ ἀπόλλυνται, ὡς καὶ αὐτὸ δείκνυται ἐκ  τοῦ,  Φοβήθητε  δὲ  μᾶλλον  τὸν  δυνάμενον  καὶ  ψυχὴν  καὶ  σῶμα  ἐν  γεέννῃ ἀπολέσαι. Ὥστε τὸ, Ζωὴν αἰώνιον  δίδωμι, τοῦτο δηλοῖ· Ἐκπορεύσονται γὰρ οἱ μὲν τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως, οἱ δὲ τὰ ἀγαθὰ, εἰς ἀνάστασιν ζωῆς. Ταύτην  τοίνυν  τὴν  ἀνάστασιν  ἐδήλωσεν  ἐνταῦθα  τὴν  ἐπὶ  τοῖς  ἀγαθοῖς.  Τί  δὲ βούλεται δεῖξαι διὰ τοῦ λέγειν. Πᾶν ὃ δίδωσί μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει; Καθάπτεται τῆς ἀπιστίας αὐτῶν, καὶ δείκνυσιν ὅτι ὁ μὴ πιστεύων αὐτῷ, τὸ θέλημα παραβαίνει τοῦ Πατρός. Καὶ οὕτω μὲν αὐτὸ γυμνῶς οὐ φησὶν, ὑφειμένως δέ· καὶ πανταχοῦ τοῦτο ποιοῦντα ὄψει αὐτὸν, θέλοντα δεῖξαι καὶ τῷ Πατρὶ προσκεκρουκότας τοὺς ἀπιστοῦντας, οὐκ αὐτῷ μόνῳ. Εἰ γὰρ θέλημα αὐτοῦ τοῦτό ἐστι, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σώσῃ πάντα τὸν κόσμον, οἱ μὴ πιστεύοντες, τὸ θέλημα αὐτοῦ παραβαίνουσιν. Ὅταν οὖν, φησὶν, ὁ Πατὴρ ὁδηγῇ τινα, οὐδέν ἐστι τὸ κωλύον αὐτὸν ἐλθεῖν πρός με. Τοῦτο καὶ προϊὼν  λέγει, Οὐδεὶς δύναται  ἐλθεῖν  πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν.  Ὁ δὲ Παῦλος εἶπεν,  ὅτι  αὐτὸς  παραδίδωσιν  αὐτοὺς  τῷ  Πατρί· Ὅταν γὰρ παραδῷ τὴν  βασιλείαν  τῷ  Θεῷ καὶ Πατρί. Ὥσπερ οὖν  καὶ διδοὺς  ὁ Πατὴρ, οὐκ ἀποστερῶν  ἑαυτὸν  πρότερον  τοῦτο  ποιεῖ·  οὕτω  καὶ  παραδιδοὺς  ὁ  Υἱὸς,  οὐκ ἐκβάλλων   ἑαυτὸν   τοῦτο   ποιεῖ.   Λέγεται  δὲ  παραδιδόναι,   ὅτι   δι'  αὐτοῦ   τὴν προσαγωγὴν ἐσχήκαμεν.

 γʹ. Τὸ δὲ, ∆ι' οὗ, τοῦτο καὶ ἐπὶ τοῦ Πατρὸς εἴρηται, ὥσπερ ὅταν  λέγῃ·  ∆ι'  οὗ  ἐκλήθητε  εἰς  κοινωνίαν   τοῦ  Υἱοῦ αὐτοῦ·  τουτέστι,  διὰ  τοῦ θελήματος τοῦ Πατρός· καὶ πάλιν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι. Ὃ δὲ αἰνίττεται  ἐνταῦθα, μονονουχὶ τοῦτό ἐστιν· Οὐ τὸ τυχὸν πρᾶγμα  ἡ πίστις  ἡ εἰς  ἐμὲ, ἀλλὰ  τῆς  ἄνωθεν  δεῖται  ῥοπῆς. Καὶ τοῦτο  δι' ὅλου κατασκευάζει τοῦ λόγου, δεικνὺς ὅτι ψυχῆς γενναίας τινὸς ὄντως καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐφελκομένης  αὕτη δεῖται  ἡ πίστις. Ἀλλ' ἴσως ἐρεῖ τίς· Εἰ πᾶν  ὃ δίδωσιν  ὁ Πατὴρ, ἔρχεται πρὸς σὲ, καὶ οὓς ἂν ἑλκύσῃ, καὶ οὐδεὶς δύναται ἐλθεῖν πρὸς σὲ, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν, πάσης αἰτίας εἰσὶν καὶ ἐγκλημάτων ἀπηλλαγμένοι οἷς οὐ δίδωσιν ὁ Πατήρ. Λόγοι ταῦτα ψιλοὶ καὶ πρόφασις· ∆εόμεθα γὰρ καὶ τῆς οἴκοθεν προαιρέσεως· τὸ γὰρ διδάσκεσθαι, προαιρέσεώς ἐστι, καὶ τὸ πιστεύειν. Ἐνταῦθα δὲ οὐδὲν ἄλλο ἐμφαίνει διὰ τοῦ, Ὃ δίδωσί μοι ὁ Πατὴρ, ἀλλ' ἢ ὅτι Οὐ τὸ τυχὸν πρᾶγμά ἐστι τὸ πιστεῦσαι εἰς ἐμὲ, οὐδὲ λογισμῶν ἀνθρωπίνων,  ἀλλὰ καὶ τῆς ἄνωθεν ἀποκαλύψεως  δεῖ, καὶ ψυχῆς εὐγνωμόνως  δεχομένης  τὴν ἀποκάλυψιν.  Καὶ τὸ, Ὁ ἐρχόμενος δὲ πρός με, σωθήσεται, τοῦτο δηλοῖ· Ἐπιμελείας ἀπολαύσεται πολλῆς. Ὑπὲρ γὰρ τούτων καὶ παρεγενόμην, φησὶ, καὶ σάρκα ἀνέλαβον, καὶ τὴν τοῦ δούλου μορφὴν ὑπῆλθον.  Εἶτα ἐπήγαγε, Κατέβην, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τί λέγεις; ἕτερον γὰρ τὸ σὸν, καὶ ἕτερον τὸ ἐκείνου; Ἵνα οὖν μὴ τοῦτό τις ὑποπτεύσῃ, τῇ ἐπαγωγῇ θεραπεύει αὐτὸ, λέγων· Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον.  Τοῦτο οὖν οὐκ ἔστι σὸν θέλημα; Καὶ πῶς οὖν ἀλλαχοῦ λέγεις· Πῦρ ἦλθον . βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη; Εἰ δὲ καὶ σὺ τοῦτο θέλεις, εὔδηλον ὅτι ἓν θέλημα· καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Τί οὖν τὸ θέλημα τοῦ Πατρός; ἆρ' οὐχ ἵνα μὴ ἀπόληται ἐξ αὐτῶν μηδὲ εἷς; Τοῦτο δὴ καὶ αὐτὸς θέλεις. Οὐ τοίνυν ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο. Οὕτω καὶ ἀλλαχοῦ φαίνεται τὸ πρὸς τὸν Πατέρα ἴσον ἔτι βεβαιότερον παριστῶν τῷ λέγειν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· Οὐκ ἄλλο τι πράξων ἦλθον, ἢ τοῦτο ὅπερ καὶ ὁ Πατὴρ βούλεται· οὐκ ἴδιόν τι ἐμὸν παρὰ τὸ τοῦ Πατρὸς ἔχων θέλημα· πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ ἐκείνου. Εἰ τοίνυν κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, εἰκότως φησίν· Οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιῶ. Ἀλλ' οὕτω μὲν ἐνταῦθα οὐκ εἶπεν, ἀλλὰ πρὸς τῷ τέλει τοῦτο τηρεῖ. Τὰ γὰρ ὑψηλὰ, ὅπερ ἔφην, τέως ἐγκρύπτει, καὶ συσκιάζει, καὶ βούλεται δεῖξαι ὅτι εἰ εἶπεν, ὅτι Τὸ θέλημα τὸ ἐμὸν τοῦτό ἐστι, κατεφρόνησαν ἄν. Λέγει τοίνυν, ὅτι Καὶ ἐγὼ ἐκείνῳ συμπράττω τῷ θελήματι, βουλόμενος αὐτοὺς μᾶλλον πλῆξαι, ὡσανεὶ ἔλεγε· Τί νομίζετε; ὅτι ἐμὲ παροργίζετε ἀπιστοῦντες; Τὸν Πατέρα μὲν οὖν τὸν ἐμὸν παροξύνετε· Τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. ∆είκνυσιν ἐνταῦθα οὐκ αὐτὸν δεόμενον τῆς αὐτῶν θεραπείας, οὐδὲ δι' οἰκείαν χρείαν παραγενόμενον,  ἀλλὰ  διὰ τὴν  ἐκείνων  σωτηρίαν, οὐ διὰ τὴν  παρ' αὐτῶν  τιμήν. Ὅπερ καὶ ἐν τῇ προτέρᾳ δημηγορίᾳ φησὶν, ὅτι ∆όξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω· καὶ πάλιν·  Ταῦτα λέγω,  ἵνα  ὑμεῖς  σωθῆτε. Ἄνω  γὰρ καὶ κάτω  τοῦτο  σπουδάζει δεῖξαι, ὅτι διὰ τὴν  ἐκείνων  σωτηρίαν  παρεγένετο.  Λέγει δὲ καὶ τῷ  Πατρὶ δόξαν παρασκευάζειν, ὥστε ἀνύποπτος δόξαι. Καὶ ὅτι διὰ τοῦτο οὕτως εἶπε, διὰ τῶν ἑξῆς τοῦτο σαφέστερον ἀπεκάλυψεν. Ὁ γὰρ ζητῶν, φησὶ, τὸ θέλημα τὸ ἑαυτοῦ, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, ἀληθής ἐστι, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν, καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Τί δήποτε  συνεχῶς  ἄνω  καὶ  κάτω  στρέφει  τὴν  ἀνάστασιν; Ἵνα  μὴ  τοῖς παροῦσι πράγμασι κρίνωσι  μόνον  τὴν  τοῦ  Θεοῦ πρόνοιαν· ἵνα  κἂν  ἐνταῦθα  μὴ ἀπολαύωσι, μὴ διὰ τοῦτο ὑπτιώτεροι γένωνται, ἀλλὰ τὰ μέλλοντα ἐλπίζωσι, καὶ ἵνα μὴ διὰ τὸ μὴ κολάζεσθαι πρὸς τὸ παρὸν, αὐτοῦ καταφρονῶσιν, ἀλλ' ἑτέραν προσδοκῶσι ζωήν.

δʹ. Ἀλλ' εἰ καὶ ἐκεῖνοι οὐδὲν ἐκέρδαναν, ἡμεῖς κερδᾶναι σπουδάσωμεν ἐκ τοῦ  συνεχῶς  περὶ  ἀναστάσεως διαλέγεσθαι.  Κἂν πλεονεκτῆσαι βουληθῶμεν,  κἂν ἁρπάσαι, κἂν ἄτοπόν τι πρᾶξαι, εὐθέως τὴν ἡμέραν ἐκείνην  εἰς νοῦν λαμβάνωμεν, καὶ τὸ δικαστήριον ὑπογράφωμεν· καὶ παντὸς χαλινοῦ σφοδρότερον καθέξει τὴν ὁρμὴν τὴν ἄτοπον ὁ λογισμὸς οὗτος. Καὶ λέγωμεν  πρὸς ἄλλους  τε  ἀεὶ  καὶ  πρὸς  ἑαυτούς·  ἀνάστασίς  ἐστι,  καὶ  δικαστήριον  ἡμᾶς  μένει φοβερόν.   Κἂν  ἴδωμέν   τινα   γαυρούμενον,   καὶ   ἐπὶ   τοῖς   παροῦσιν   ἀγαθοῖς φλεγμαίνοντα,  τὸ αὐτὸ  ἐπιλέγωμεν,  ἐμφαίνοντες  ὅτι  πάντα  ἐνταῦθα  μένει· κἂν ἕτερον   ἀλγοῦντα   ἴδωμεν   καὶ   ἀποδυσπετοῦντα,   καὶ   πρὸς   ἐκεῖνον   τὸ   αὐτὸ φθεγγώμεθα,  δηλοῦντες  ὅτι  τέλος  ἕξει  τὰ  λυπηρά.  . Κἂν ῥᾳθυμοῦντα  καὶ διακεχυμένον,  τὸ  αὐτὸ  πάλιν  ἐπᾴδωμεν,  δηλοῦντες  ὅτι  ἀνάγκη,  τῆς  ῥᾳθυμίας εὐθύνας διδόναι. Ἱκανὸν  τοῦτο τὸ ῥῆμα παντὸς  φαρμάκου μᾶλλον  τὴν ἡμετέραν θεραπεῦσαι ψυχήν. Καὶ γάρ ἐστιν ἀνάστασις, καὶ ἀνάστασις ἐπὶ θύραις, οὐ μακρὰν οὐδὲ πόῤῥω. Ἔτι γὰρ μικρὸν, φησὶ Παῦλος, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· τουτέστι, καὶ πονηροὺς καὶ ἀγαθοὺς, ἵνα κἀκεῖνοι ἐπὶ πάντων  αἰσχύνωνται, καὶ οὗτοι πάλιν ἐπὶ  πάντων   λαμπρότεροι  γένωνται.   Καθάπερ  γὰρ  οἱ  ἐνταῦθα  δικάζοντες   καὶ πονηροὺς κολάζουσι, καὶ ἀγαθοὺς τιμῶσι δημοσίᾳ· οὕτω δὴ καὶ ἐκεῖ γίνεται· ὥστε τοῖς μὲν τὴν αἰσχύνην  μείζω, τοῖς δὲ τὴν λαμπρότητα γενέσθαι περιφανεστέραν. Ταῦτα τοίνυν καθ' ἑκάστην ὑπογράφωμεν ἑαυτοῖς τὴν ἡμέραν. Ταῦτα ἂν ἀεὶ στρέφωμεν,   οὐδὲν   ἡμᾶς   τῶν   παρόντων   καὶ   ἐπικήρων   κατασχεῖν   δυνήσεται πραγμάτων. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Συνεχῶς τοίνυν  καὶ  πρὸς ἑαυτοὺς  φθεγγώμεθα,  καὶ  πρὸς ἀλλήλους·  Ἀνάστασίς ἐστι, καὶ κρίσις, καὶ εὐθῦναι τῶν πεπραγμένων. Καὶ ὅσοι νομίζουσιν εἱμαρμένην εἶναι, τοῦτο  λεγέτωσαν,  καὶ  εὐθέως  ἀπαλλαγήσονται  τῆς  σηπεδόνος  τοῦ  νοσήματος.  Εἰ γὰρ ἀνάστασίς ἐστι καὶ κρίσις, οὐκ ἔστιν εἱμαρμένη, κἂν μυρία φιλονεικῶσι  καὶ ἀποπνίγωνται.  Ἀλλὰ γὰρ αἰσχύνομαι  Χριστιανοὺς περὶ ἀναστάσεως διδάσκων. Ὁ γὰρ δεόμενος μαθεῖν ὅτι ἔστιν ἀνάστασις, καὶ μὴ σφόδρα πεπεικὼς ἑαυτὸν, ὅτι οὐκ ἀνάγκῃ, καὶ ἁπλῶς, καὶ ὡς ἔτυχε, τὰ πράγματα φέρεται, οὐκ ἂν εἴη Χριστιανός. ∆ιὰ τοῦτο, παρακαλῶ  καὶ  δέομαι, πάντων  τῶν  πονηρῶν  ἑαυτοὺς  ἐκκαθάρωμεν,  καὶ πάντα πράξωμεν, ὥστε συγγνώμης τυχεῖν καὶ ἀπολογίας κατὰ τὴν ἡμέραν ἐκείνην. Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ πότε συντέλεια; πότε δὲ ἀνάστασις ἔσται; ἰδοὺ πόσος γέγονε χρόνος, καὶ οὐδὲν  τοιοῦτον  συνέβη; Ἀλλ' ἔσται, πιστεύσατε. Καὶ γὰρ οἱ πρὸ τοῦ κατακλυσμοῦ τοιαῦτα ἔλεγον, καὶ κατεγέλων  τοῦ Νῶε· ἀλλ' ἦλθεν ὁ κατακλυσμὸς, καὶ παρέσυρε τούτους  μὲν  ἅπαντας  ἀπιστοῦντας,  ἐκεῖνον  δὲ διέσωσε μόνον  τὸν πιστεύσαντα. Καὶ οἱ ἐπὶ τοῦ Λὼτ οὐ προσεδόκων τὴν θεήλατον πληγὴν ἐκείνην, ἕως οἱ πρηστῆρες ἐκεῖνοι, καὶ κεραυνοὶ, κατενεχθέντες  ἅπαντας ἠφάνισαν. Καὶ οὔτε ἐπὶ τούτων,   οὔτε   ἐπὶ   τῶν   κατὰ   τὸν   Νῶε  ἐγένετο   προοίμιον   τῶν   μελλόντων συμβήσεσθαι· ἀλλὰ  τρυφώντων,   μεθυόντων,   ἐμπαροινούντων   ἁπάντων,   οὕτως ἐκεῖνα γέγονε τὰ ἀφόρητα. Οὕτω καὶ ἡ ἀνάστασις ἔσται, οὐ μετὰ προοιμίων τινῶν, ἀλλ' ἐν μέσαις ὄντων  ἡμῶν  εὐημερίαις. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Ὅταν δὲ λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος  αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι. Τοῦτο δὲ οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἵνα διὰ παντὸς ὦμεν ἐναγώνιοι, καὶ ἐν αὐτῇ τῇ ἀσφαλείᾳ μὴ θαῤῥῶμεν. Τί λέγεις; οὐ προσδοκᾷς τὴν ἀνάστασιν ἔσεσθαι καὶ κρίσιν; δαίμονες ὁμολογοῦσι ταῦτα, καὶ σὺ οὐχ ὁμολογεῖς; Ἦλθες γὰρ, φησὶν, ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Οἱ δὲ βάσανον ἔσεσθαι λέγοντες, καὶ κρίσιν ἴσασι, καὶ εὐθύνας, καὶ τιμωρίας. Μὴ τοίνυν παροξύνωμεν τὸν Θεὸν πρὸς τὸ φαῦλα τολμᾷν, καὶ ἀπιστοῦντες τῷ τῆς ἀναστάσεως λόγῳ. Ὥσπερ γὰρ ἐν τοῖς ἄλλοις ἦρξεν ἡμῶν ὁ Χριστὸς, οὕτω καὶ ἐν τούτῳ. Καὶ γὰρ πρωτότοκος διὰ τοῦτο λέγεται ἐκ τῶν νεκρῶν. . Εἰ δὲ μὴ ἀνάστασις ἦν, πῶς ἔμελλε πρωτότοκος ἔσεσθαι, μηδενὸς αὐτῷ τῶν νεκρῶν ἑπομένου; Εἰ μὴ ἀνάστασις ἦν, ποῦ τοῦ Θεοῦ τὸ δίκαιον  σωθήσεται, τοσούτων μὲν πονηρῶν  εὐημερούντων, τοσούτων δὲ ἀγαθῶν θλιβομένων, καὶ ἐν τῇ θλίψει τὸν βίον καταλυόντων; Ποῦ γὰρ τὰ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται  τούτων, εἴ γε ἀνάστασις μὴ ἔστιν; Οὐδεὶς τῶν ὀρθῶς  βεβιωκότων   τῇ  ἀναστάσει  διαπιστεῖ,  ἀλλὰ  καθ'  ἑκάστην  εὔχονται   τὴν ἡμέραν, τὴν ῥῆσιν ἐκείνην τὴν ἁγίαν λέγοντες· Ἐλθέτω ἡ βασιλεία σου. Τίνες οὖν εἰσιν οἱ τῇ ἀναστάσει διαπιστοῦνες; Οἱ βεβήλους ἔχοντες τὰς ὁδοὺς καὶ ἀκάθαρτον τὸν βίον, καθάπερ ὁ Προφήτης φησί· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ  καιρῷ· ἀνταναιρεῖται  τὰ κρίματά σου ἀπὸ . προσώπου αὐτοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον βίον ἔχειν καθαρὸν, ἀναστάσει διαπιστοῦντα· ὡς οἵ γε μηδὲν συνειδότες ἑαυτοῖς   πονηρὸν,   καὶ   λέγουσι,   καὶ   βούλονται,   καὶ   πιστεύουσιν   ὥστε   τὴν ἀνταπόδοσιν   λαβεῖν.  Μὴ  τοίνυν   αὐτὸν   παροξύνωμεν,   ἀλλ'  ἀκούωμεν   αὐτοῦ λέγοντος, ὅτι Φοβήθητε τὸν δυνάμενον  καὶ ψυχὴν  καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ἵνα  διὰ τοῦ φόβου  γενώμεθα  βελτίους,  καὶ τῆς ἀπωλείας  ταύτης  ἀπαλλαγέντες, καταξιωθῶμεν  τῆς  βασιλείας  τῶν  οὐρανῶν·  ἧς  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν, χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ προσκυνητῷ καὶ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων.  Ἀμήν.



Μς’ Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ κατα βάς· καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει  ἐκ τοῦ οὐρανοῦ καταβεβηκέναι;


αʹ. Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, γράφων Φιλιππησίοις ὁ Παῦλος περί τινων ἔλεγεν. Ὅτι δὲ καὶ Ἰουδαῖοι τοιοῦτοι, δῆλον μὲν καὶ ἀπὸ τῶν ἔμπροσθεν, δῆλον δὲ καὶ ἀφ' ὧν τῷ Χριστῷ προσελθόντες διελέγοντο. Ὅτε μὲν γὰρ ἄρτον ἔδωκεν αὐτοῖς, καὶ τὴν γαστέρα ἐνέπλησε, καὶ προφήτην ἔλεγον εἶναι, καὶ βασιλέα ποιῆσαι ἐζήτουν· ὅτε  δὲ  αὐτοὺς  ἐδίδασκε περὶ  τῆς  πνευματικῆς  τροφῆς,  περὶ  ζωῆς  αἰωνίου,  ὅτε ἀπήγαγεν  αὐτοὺς τῶν αἰσθητῶν, ὅτε περὶ ἀναστάσεως διελέγετο, καὶ ὑψηλοτέραν ἐποίει τὴν γνώμην· ὅτε μάλιστα θαυμάζειν αὐτὸν ἐχρῆν, τότε γογγύζουσι καὶ ἀποπηδῶσι. Καὶ μὴν, εἰ οὗτός ἐστιν ὁ προφήτης, καθὼς ἔφθησαν εἰπόντες· Οὗτός ἐστι περὶ οὗ φησιν ὁ Μωϋσῆς, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν  ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· ἐχρῆν αὐτοὺς τούτου ἀκούειν λέγοντος, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Ἀλλὰ οὐκ ἤκουον, ἀλλ' ἐγόγγυζον. Ἔτι γὰρ αὐτὸν ᾐδοῦντο διὰ τὸ νεαρὸν εἶναι τὸ τῶν ἄρτων σημεῖον. ∆ιὰ τοῦτο φανερῶς  μὲν οὐκ ἀντέλεγον,  τῷ  δὲ  γογγύζειν  ἐνέφαινον   ὡς  ἠγανάκτουν,  ὅτι  μὴ  ἔδωκεν  αὐτοῖς τράπεζαν ἥνπερ ἐβούλοντο. Καὶ γογγύζοντες ἔλεγον· Οὐκ ἔστιν οὗτος ὁ υἱὸς Ἰωσήφ; Ὅθεν  δῆλον,  ὅτι  οὐδὲ  τὴν  θαυμαστὴν  αὐτοῦ  καὶ  παράδοξον  οὐδέπω  ᾔδεισαν γέννησιν.  ∆ιὰ τοῦτο γοῦν υἱὸν Ἰωσὴφ ἔτι λέγουσιν αὐτόν. Καὶ οὐκ ἐπιτιμᾷ, οὐδὲ λέγει  αὐτοῖς· Οὐκ εἰμὶ υἱὸς Ἰωσήφ· οὐχ ὅτι υἱὸς Ἰωσὴφ ἦν, ἀλλ' ἐπειδὴ οὐδέπω ἠδύναντο  τὸν  θαυμαστὸν  ἐκεῖνον  ἀκοῦσαι  τόκον.  Εἰ δὲ  τὸν  κατὰ  σάρκα οὐκ ἠδύναντο σαφῶς ἀκοῦσαι, πολλῷ μᾶλλον τὸν ἄῤῥητον τὸν ἄνω. Εἰ τὸ ταπεινὸν οὐκ ἀπεκάλυψε, πολλῷ μᾶλλον ἐκεῖνα οὐκ ἂν ἐνεχείρησε. Καίτοι τοῦτο αὐτοὺς σφόδρα ἐσκανδάλιζε, τὸ ἐξ εὐτελοῦς εἶναι πατρὸς, καὶ τοῦ τυχόντος· ἀλλ' ὅμως οὐκ ἀπεκάλυψεν,  ἵνα  μὴ, ἕτερον  σκάνδαλον  ἀναιρῶν,  ἕτερον  ποιήσῃ. Τί οὖν  αὐτὸς, γογγυζόντων  αὐτῶν, ἀποκρίνεται; Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν. Τούτῳ ἐπιπηδῶσι Μανιχαῖοι λέγοντες, ὅτι οὐδὲν ἐφ' ἡμῖν κεῖται· ὅπερ μάλιστα βεβαιοῖ κυρίους ὄντας  τῆς γνώμης.  Εἰ γάρ τις ἔρχεται πρὸς αὐτὸν, φησὶ, τί δεῖ τῆς ἕλξεως; Ὃ καὶ αὐτὸ οὐ τὸ ἐφ' ἡμῖν ἀναιρεῖ, ἀλλὰ μᾶλλον ἐμφαί . νει ἡμᾶς βοηθείας δεομένους, ὅτι δείκνυσιν ἐνταῦθα, οὐ τὸν τυχόντα ἐρχόμενον, ἀλλὰ τὸν πολλῆς ἀπολαύοντα συμμαχίας. Εἶτα δείκνυσι καὶ τὸν τρόπον καθ' ὃν ἕλκει. Ἵνα γὰρ μὴ πάλιν αἰσθητόν τι περὶ τὸν Θεὸν ὑποπτεύσωσιν, ἐπήγαγεν· Οὐχ ὅτι τὸν Θεόν τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς οὖν ἕλκει, φησί; Τοῦτο ὁ προφήτης ἄνωθεν ἔδειξε, προαναφωνῶν  καὶ λέγων· Ἔσονται πάντες  διδακτοὶ  Θεοῦ. Εἶδες τῆς  πίστεως  τὸ ἀξίωμα; Καὶ πῶς  οὐ παρὰ ἀνθρώπων  οὐδὲ δι' ἀνθρώπου,  ἀλλὰ  δι' αὐτοῦ  τοῦ Θεοῦ προεῖπεν  ὅτι  μέλλουσι μανθάνειν; ∆ιὰ δὴ τοῦτο καὶ τὸν λόγον ποιῶν ἀξιόπιστον, ἐπὶ τοὺς προφήτας αὐτοὺς παρέπεμψεν. Καὶ εἰ εἴρηται, φησὶν, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ, πῶς τινες οὐ πιστεύουσιν; Ὅτι τὸ εἰρημένον περὶ τῶν πλειόνων  εἰρημένον ἐστίν. Ἄλλως δὲ καὶ χωρὶς τούτου, οὐχ ἁπλῶς πάντας τὸ προφητικὸν, ἀλλὰ πάντας δηλοῖ τοὺς βουλομένους. ∆ιδάσκαλος γὰρ προκάθηται πᾶσιν ἕτοιμος ὢν τὰ αὐτοῦ παρασχεῖν, εἰς πάντας  ἐκχέων  τὴν διδασκαλίαν  τὴν ἑαυτοῦ. Καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Οὐ μικρὸν ἐνταῦθα τοῦ Υἱοῦ τὸ ἀξίωμα, εἴ γε ὁ Πατὴρ προσάγει, καὶ οὗτος ἀνίστησιν· οὐχὶ διαιρούμενος πρὸς τὸν Πατέρα τὰ ἔργα· πῶς γάρ; ἀλλὰ δεικνὺς τὸ ἰσότιμον τῆς δυνάμεως. Ὥσπερ οὖν ἐκεῖ λέγων, Καὶ ὁ πέμψας με Πατὴρ μαρτυρεῖ περὶ  ἐμοῦ·  εἶτα  ἵνα  τινὲς  μὴ  φωνὴν   περιεργάζωνται  παρέπεμψεν  αὐτοὺς  ταῖς Γραφαῖς· οὕτω  καὶ  ἐνταῦθα,  μὴ  τὸ  αὐτὸ  ὑποπτεύσωσι, παραπέμπει  αὐτοὺς  τοῖς προφήταις, τούτους συνεχῶς ἄνω καὶ κάτω στρέφων, δεικνὺς ἑαυτὸν οὐκ ἐναντίον ὄντα τῷ Πατρί. Τί δὲ οἱ πρὸ τούτου, φησίν; οὐχὶ διδακτοὶ ἦσαν ἄρα Θεοῦ; τί οὖν ἐνταῦθα τὸ ἐξαίρετον; Ὅτι τότε μὲν δι' ἀνθρώπων  ἐμάνθανον τὰ τοῦ Θεοῦ· νῦν δὲ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου. Εἶτα ἐπάγει· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ· οὐ κατὰ τὸν τῆς αἰτίας λόγον ἐνταῦθα τοῦτο λέγων, ἀλλὰ κατὰ τὸν τρόπον τῆς οὐσίας. Ἐπεὶ εἰ τοῦτο ἔλεγε, πάντες  παρὰ τοῦ Θεοῦ ἐσμέν· ποῦ οὖν τὸ ἐξαίρετον τοῦ Υἱοῦ καὶ κεχωρισμένον; Τίνος δὲ ἕνεκεν τρανότερον αὐτὸ οὐ τέθεικε, φησί; ∆ιὰ τὴν ἐκείνων  ἀσθένειαν. Εἰ γὰρ εἰπόντος,  Ἐκ τοῦ οὐρανοῦ  καταβέβηκα, οὕτως  ἐσκανδαλίσθησαν· τί  οὐκ ἂν ἔπαθον, εἰ καὶ τοῦτο προσέθηκεν; Ἄρτον δὲ ζωῆς ἑαυτὸν καλεῖ, ὅτι τὴν ζωὴν ἡμῶν συγκροτεῖ καὶ ταύτην καὶ τὴν μέλλουσαν· διὸ καὶ . ἐπήγαγεν· Ὃς ἂν φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἄρτον δὲ ἤτοι τὰ δόγματα λέγει ἐνταῦθα τὰ σωτήρια, καὶ τὴν  πίστιν  τὴν  εἰς αὐτὸν, ἢ τὸ σῶμα τὸ ἑαυτοῦ. Ἀμφότερα γὰρ νευροῖ τὴν ψυχήν. Καίτοι γε ἀλλαχοῦ εἰπόντος· Ἐάν τίς μου τὸν λόγον ἀκούσῃ, οὐ μὴ γεύσεται θανάτου, καὶ ἐσκανδαλίσθησαν· ἐνταῦθα δὲ οὐδέν τι τοιοῦτον ἔπαθον, τάχα διὰ τὸ ἔτι δυσωπεῖσθαι αὐτὸν ἀπὸ τῶν  γεγενημένων  ἄρτων.

 βʹ. Ὅρα δὲ καὶ πόθεν  ποιεῖται  τὴν  πρὸς  τὸ  μάννα  διαφοράν.  Ἀπὸ τοῦ  οἷον  τὸ  τέλος  ἀκοῦσαι ἑκατέρας τῆς τροφῆς. ∆εικνὺς γὰρ, ὅτι οὐ ξένην  τινὰ ἐκείνη παρεῖχε τὴν χρείαν, ἐπήγαγεν·  Οἱ πατέρες ὑμῶν  ἔφαγον  ἐν  τῇ ἐρήμῳ τὸ μάννα,  καὶ ἀπέθανον.  Εἶτα κατασκευάζει τὸ μάλιστα πεῖθον αὐτοὺς, ὅτι πολλῷ τῶν πατέρων αὐτῶν μειζόνων αὐτοὶ ἠξίωνται, τοὺς περὶ Μωϋσέα αἰνιττόμενος  θαυμαστοὺς ἄνδρας ἐκείνους. ∆ιὰ τοῦτο ἐπειδὴ εἶπεν, ὅτι ἀπέθανον οἱ τὸ μάννα φαγόντες, ἐπήγαγεν· Ὁ τρώγων ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ τὸ Ἐν τῇ ἐρήμῳ δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' αἰνιττόμενος ὅτι οὐδὲ ἐξετάθη ἐπὶ χρόνον πολὺν, οὐδὲ συνεισῆλθεν εἰς τὴν τῆς ἐπαγγελίας γῆν. Οὗτος δὲ ὁ ἄρτος οὐ τοιοῦτος. Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστὶν, ἣν  ἐγὼ  δώσω ὑπὲρ τῆς  τοῦ  κόσμου ζωῆς. Εἰκότως ζητήσειεν  ἄν  τις ἐνταῦθα διαπορῶν, ποῖος τῶν λόγων τούτων καιρὸς ἦν, οἰκοδομούντων μὲν οὐδὲν οὐδὲ χρησιμευόντων, μᾶλλον δὲ τοῖς οἰκοδομηθεῖσι καὶ λυμαινομένων.  Ἐκ τούτου, φησὶ, πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος οὗτος, τίς δύναται αὐτοῦ ἀκούειν; Ἐνῆν γὰρ ταῦτα μόνοις παραδοθῆναι τοῖς μαθηταῖς, καθάπερ ὁ Ματθαῖος ἔλεγεν, ὅτι Ἰδίᾳ διελέγετο αὐτοῖς. Τί ποτε οὖν πρὸς τοῦτο ἐροῦμεν; Ὅτι καὶ νῦν τῶν τοιούτων  ῥημάτων πολὺ καὶ τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον. Ἐπειδὴ γὰρ ἐπέκειντο τροφὴν αἰτοῦντες μὲν, ἀλλὰ τὴν σωματικὴν, καὶ τῆς ἐπὶ τῶν  προγόνων  παρασχεθείσης ἀναμιμνήσκοντες  αὐτὸν  τροφῆς, τὸ μάννα μέγα ἔλεγον, δεικνὺς ὅτι πάντα ἐκεῖνα τύπος ἦν καὶ σκιὰ, ἡ δὲ πραγμάτων ἀλήθεια ἡ παροῦσά ἐστι, μέμνηται τροφῆς πνευματικῆς. Ἀλλ' ἔδει, φησὶν, εἰπεῖν, ὅτι οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα· ἐγὼ δὲ ἄρτον παρέσχον ὑμῖν. Ἀλλὰ πολὺ τὸ μέσον ἦν. Ἐδόκει γὰρ τοῦτο καὶ ἔλαττον ἐκείνου, τῷ ἐκεῖνο μὲν ἄνωθεν φέρεσθαι, τοῦτο δὲ κάτω γεγενῆσθαι τὸ θαῦμα τῶν ἄρτων. Ἐπεὶ οὖν ἐζήτουν ἐκ τοῦ οὐρανοῦ φερομένην τροφὴν, διὰ τοῦτο συνεχῶς ἔλεγεν, Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα. Εἰ δὲ ἐξετάζοι τις, τί δήποτε καὶ τὸν περὶ μυστηρίων ἐνέβαλε λόγον; ἐκεῖνο ἂν εἴποιμεν πρὸς αὐτὸν, ὅτι καὶ τούτων  σφόδρα τῶν  λόγων  ὁ καιρὸς ἦν. Τὸ γὰρ ἀσαφὲς τῶν εἰρημένων ἀεὶ τὸν ἀκροατὴν διανίστησι καὶ προσεκτικώτερον ἐργάζεται. Οὐ τοίνυν σκανδαλίζεσθαι ἔδει, ἀλλ' ἐρωτᾷν μᾶλλον καὶ πυνθάνεσθαι. Νῦν δὲ ἀναχωροῦσιν. Εἰ γὰρ προφήτην  αὐτὸν  εἶναι  ἐνόμιζον,  ἐχρῆν πιστεῦσαι τοῖς λεγομένοις.  Ὥστε τῆς ἐκείνων  ἀνοίας τὸ σκάνδαλον ἦν, οὐ τῆς ἀπορίας τῶν λεγομένων.  Σὺ δὲ ὅρα πῶς κατὰ μικρὸν τοὺς μαθητὰς συνέδησεν ἑαυτῷ· οὗτοι γάρ εἰσιν οἱ λέγοντες, Ῥήματα ζωῆς  ἔχεις·  ποῦ  ἀπελευσόμεθα; Πλὴν  ἑαυτὸν  ἐνταῦθα  εἰσάγει  διδόντα,  οὐ  τὸν Πατέρα, Ὁ ἄρτος, λέγων, ὃν ἐγὼ δώσω, σάρξ μου ἐστίν. Ἀλλ' οὐχ οἱ ὄχλοι οὕτως, ἀλλ'  ἀπεναντίας·  Σκληρός ἐστιν ὁ λόγος οὗτος. ∆ιὸ καὶ ἀναχωροῦσι. Καίτοι οὐδὲ . ξένη τις ἦν ἡ διδασκαλία, καὶ παρηλλαγμένη. Ὁ γὰρ Ἰωάννης ἄνωθεν τοῦτο ᾐνίξατο, ἀμνὸν αὐτὸν προσειπών. Ἀλλ' οὐδὲ οὕτως ᾔδεσαν, φησίν. Οἶδα κἀγώ· ἀλλ' οὐδὲ οἱ μαθηταὶ ἠπίσταντο. Εἰ γὰρ περὶ ἀναστάσεως οὐδέπω τι ᾔδεσαν σαφὲς, διὰ τοῦτο  δὲ καὶ ἠγνόησαν  τί  ποτέ ἐστι τὸ, Λύσατε τὸν  ναὸν  τοῦτον,  καὶ ἐν  τρισὶν ἡμέραις  ἐγερῶ  αὐτόν·  πολλῷ  μᾶλλον  περὶ  τῶν  εἰρημένων·  ταῦτα  γὰρ  ἐκείνων ἀσαφέστερα ἦν. Ὅτι μὲν γὰρ προφῆται ἀνέστησαν, ᾔδεσαν, εἰ καὶ μὴ οὕτω σαφῶς εἰρήκασιν αἱ Γραφαί· ὅτι δὲ σάρκα τις ἔφαγεν, οὐδέποτε οὐδεὶς εἶπεν ἐκείνων. Ἀλλ' ὅμως ἐπείθοντο καὶ ἠκολούθουν, καὶ ὡμολόγουν ῥήματα ζωῆς αἰωνίου αὐτὸν ἔχειν Τοῦτο γὰρ μαθητοῦ, τὸ μὴ περιεργάζεσθαι τὰ τοῦ διδασκάλου, ἀλλ' ἀκούειν  καὶ πείθεσθαι, καὶ τὸν προσήκοντα καιρὸν ἀναμένειν  τῆς λύσεως. Τί οὖν, φησὶν, ὅτι τοὐναντίον  συνέβη, καὶ ἀπῆλθον  εἰς τὰ ὀπίσω; Τοῦτο παρὰ τὴν ἐκείνων  ἄνοιαν. Ὅταν γὰρ ἡ ζήτησις τοῦ πῶς εἰσέλθῃ, συνέρχεται καὶ ἀπιστία. Οὕτω καὶ Νικόδημος ἐθορυβεῖτο λέγων·  Πῶς δύναται  ἄνθρωπος  εἰσελθεῖν  εἰς τὴν κοιλίαν  τῆς μητρὸς αὐτοῦ; οὕτω  καὶ οὗτοι  ταράττονται  λέγοντες,  Πῶς δύναται  δοῦναι  ἡμῖν  φαγεῖν οὗτος τὴν σάρκα αὐτοῦ; Εἰ γὰρ τὸ πῶς ζητεῖς, διατί τοῦτο ἐπὶ τῶν ἄρτων οὐκ εἶπες, πῶς τοὺς πέντε εἰς τοσούτους ἐξέτεινεν; Ὅτι τοῦ κορεσθῆναι μόνον ἦσαν τότε, οὐ τοῦ τὸ θαῦμα ἰδεῖν. Ἀλλ' ἡ πεῖρα τότε, φησὶν, ἐπαίδευσεν. Οὐκοῦν ἐξ ἐκείνης ἔδει καὶ ταῦτα γενέσθαι εὐπαράδεκτα. ∆ιὰ γὰρ τοῦτο προλαβὼν ἐθαυματούργησε τὸ παράδοξον ἐκεῖνο, ἵνα δι' ἐκείνου διδαχθέντες,  μηκέτι διαπιστῶσι τοῖς μετὰ ταῦτα λεγομένοις. Ἐκεῖνοι μὲν οὖν οὐδὲν ἐκαρπώσαντο τότε ἐκ τῶν εἰρημένων· ἡμεῖς δὲ τῆς εὐεργεσίας δι' αὐτῶν τῶν ἔργων ἀπολελαύκαμεν. ∆ιὸ καὶ ἀναγκαῖον μαθεῖν τὸ θαῦμα  τῶν  μυστηρίων,  τί  ποτέ  ἐστι,  καὶ  διατί  ἐδόθη,  καὶ  τίς  ἡ  ὠφέλεια  τοῦ πράγματος. Ἓν σῶμα γινόμεθα, καὶ μέλη, φησὶν, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Οἱ δὲ μεμυημένοι παρακολουθείτωσαν τοῖς λεγομένοις.

γʹ. Ἵν' οὖν μὴ μόνον κατὰ τὴν ἀγάπην τοῦτο γενώμεθα, ἀλλὰ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα, εἰς ἐκείνην ἀνακερασθῶμεν  τὴν  σάρκα. ∆ιὰ  τῆς  τροφῆς  γὰρ  τοῦτο  γίνεται   ἧς  ἐχαρίσατο, βουλόμενος ἡμῖν δεῖξαι τὸν πόθον, ὃν ἔχει περὶ ἡμᾶς. ∆ιὰ τοῦτο ἀνέμιξεν ἑαυτὸν ἡμῖν, καὶ ἀνέφυρε τὸ σῶμα αὐτοῦ εἰς ἡμᾶς, ἵνα ἕν τι ὑπάρξωμεν, καθάπερ σῶμα κεφαλῇ  συνημμένον. Τῶν γὰρ σφόδρα ποθούντων  ἐστὶ τοῦτο δεῖγμα. Τοῦτο γοῦν καὶ ὁ Ἰὼβ αἰνιττόμενος, ἔλεγε περὶ τῶν ἑαυτοῦ οἰκετῶν, οἷς ἦν οὕτω μεθ' ὑπερβολῆς ποθεινὸς, ὡς προσφύναι ταῖς σαρξὶν αὐτοῦ ἐπιθυμεῖν. Ἐκεῖνοι γὰρ τὸν πολὺν αὐτῶν ἐνδεικνύμενοι πόθον ὃν εἶχον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ, ἔλεγον, ἐμπλησθῆναι; ∆ιὸ δὴ καὶ ὁ Χριστὸς αὐτὸ πεποίηκεν, εἰς φιλίαν ἡμᾶς ἐνάγων μείζονα, καὶ τὸν αὐτοῦ πόθον ἐπιδεικνὺς τὸν περὶ ἡμᾶς, οὐκ ἰδεῖν αὐτὸν μόνον παρέσχε τοῖς ἐπιθυμοῦσιν· ἀλλὰ καὶ ἅψασθαι, καὶ φαγεῖν, καὶ ἐμπῆξαι τοὺς ὀδόντας τῇ σαρκὶ, καὶ συμπλακῆναι,  καὶ τὸν  πόθον  ἐμπλῆσαι πάντα.  Ὡς λέοντες  τοίνυν  πῦρ πνέοντες, οὕτως ἀπὸ τῆς τραπέζης ἀναχωρῶμεν  ἐκείνης, φοβεροὶ τῷ διαβόλῳ γινόμενοι, καὶ τὴν κεφαλὴν  τὴν ἡμετέραν ἐννοοῦντες,  καὶ τὴν ἀγάπην  ἣν περὶ ἡμᾶς ἐπε . δείξατο. Οἱ μὲν οὖν γεννήσαντες, πολλάκις ἑτέροις τρέφειν διδόασι τὰ τεχθέντα· ἐγὼ δὲ οὐχ οὕτω, φησὶν, ἀλλὰ ταῖς σαρξὶ τρέφω ταῖς ἐμαῖς, ἐμαυτὸν ὑμῖν παρατίθημι, πάντας  ὑμᾶς εὐγενεῖς  εἶναι  βουλόμενος,  καὶ χρηστὰς ὑμῖν  περὶ τῶν  μελλόντων ὑποτείνων  ἐλπίδας.  Ὁ γὰρ  ἐνταῦθα  ὑμῖν  ἐκδοὺς  ἑαυτὸν,  πολλῷ  μᾶλλον  ἐν  τῷ μέλλοντι. Ἀδελφὸς ἠθέλησα ὑμέτερος γενέσθαι· ἐκοινώνησα σαρκὸς καὶ αἵματος δι' ὑμᾶς, πάλιν αὐτὴν ὑμῖν τὴν σάρκα καὶ τὸ αἷμα, δι' ὧν συγγενὴς ἐγενόμην, ἐκδίδωμι. Τοῦτο τὸ αἷμα τὴν εἰκόνα ἡμῖν ἀνθηρὰν  ἐργάζεται τὴν βασιλικὴν, τοῦτο κάλλος ἀμήχανον  τίκτει,  τοῦτο  ἀπομαρανθῆναι  τῆς  ψυχῆς  τὴν  εὐγένειαν  οὐκ  ἀφίησιν, ἄρδον αὐτὴν συνεχῶς καὶ τρέφον. Τὸ μὲν γὰρ ἀπὸ τῶν σιτίων ἡμῖν αἷμα γινόμενον, οὐκ εὐθέως τοῦτο γίνεται,  ἀλλ'  ἕτερόν τι· τοῦτο δὲ οὐχ οὕτως, ἀλλ'  εὐθέως τὴν ψυχὴν   ἀρδεύει,  καὶ   μεγάλην   τινὰ   δύναμιν   ἐμποιεῖ.   Τοῦτο  τὸ   αἷμα   ἀξίως λαμβανόμενον ἐλαύνει μὲν δαίμονας καὶ πόῤῥωθεν ἡμῶν ποιεῖ, καλεῖ δὲ ἀγγέλους πρὸς  ἡμᾶς,  καὶ  τὸν  ∆εσπότην  τῶν  ἀγγέλων.  Ὅπου  γὰρ  ἂν  ἴδωσι  τὸ  αἷμα  τὸ ∆εσποτικὸν, φεύγουσι μὲν δαίμονες, συντρέχουσι δὲ ἄγγελοι. Τοῦτο τὸ αἷμα ἐκχυθὲν πᾶσαν τὴν οἰκουμένην  ἐξέπλυνε. Πολλὰ περὶ τοῦ αἵματος τούτου καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἐφιλοσόφησε. Τοῦτο τὸ αἷμα τὰ ἄδυτα καὶ τὰ ἅγια τῶν ἁγίων  ἐκάθηρεν. Εἰ δὲ ὁ τύπος αὐτοῦ τοσαύτην ἔσχεν ἰσχὺν, ἔν τε τῷ ναῷ  τῶν Ἑβραίων, ἔν τε Αἰγύπτῳ μέσῃ, ταῖς φλιαῖς ἐπιχριόμενον· πολλῷ μᾶλλον ἡ ἀλήθεια. Τοῦτο τὸ αἷμα, τὸ χρυσοῦν θυσιαστήριον ἡγίασε· τούτου χωρὶς οὐκ ἐτόλμα ὁ ἀρχιερεὺς εἰς τὰ ἄδυτα εἰσιέναι· τοῦτο τὸ αἷμα ἱερέας ἐχειροτόνει· τοῦτο ἀπέλουεν ἁμαρτίας ἐν τοῖς τύποις. Εἰ δὲ ἐν τοῖς τύποις τοσαύτην ἔσχεν ἰσχὺν, εἰ τὴν σκιὰν οὕτως ὁ θάνατος ἔφριξε, τὴν ἀλήθειαν αὐτὴν, εἰπέ μοι, πῶς οὐκ ἂν ἐφοβήθη; Τοῦτο ἡ σωτηρία τῶν  ἡμετέρων  ψυχῶν,  τούτῳ  λούεται  ἡ ψυχὴ,  τούτῳ  καλλωπίζεται, τούτῳ πυροῦται, τοῦτο πυρὸς λαμπρότερον ἐργάζεται τὸν νοῦν τὸν ἡμέτερον, τοῦτο χρυσίου φαιδροτέραν  τὴν  ψυχὴν  ποιεῖ, τοῦτο ἐξεχύθη τὸ αἷμα, καὶ τὸν  οὐρανὸν ἐποίησε βατόν.

 δʹ. Φρικτὰ ὄντως  τὰ μυστήρια τῆς Ἐκκλησίας, φρικτὸν  ὄντως  τὸ θυσιαστήριον. Ἀνέβαινεν ἐκ τοῦ παραδείσου πηγὴ, ποταμοὺς αἰσθητοὺς προχέουσα· ἀπὸ  τῆς  τραπέζης  ταύτης  ἄνεισι  πηγὴ,  ποταμοὺς  ἀφιεῖσα  πνευματικούς.  Παρὰ ταύτην τὴν πηγὴν πεφυτευμέναι  εἰσὶν, οὐκ ἰτέαι ἄκαρποι, ἀλλὰ δένδρα πρὸς αὐτὸν φθάνοντα τὸν οὐρανὸν, καρπὸν ἔχοντα ὥριμον ἀεὶ καὶ ἀμάραντον. Εἴ τις καυσοῦται, παρὰ ταύτην ἡκέτω τὴν πηγὴν, καὶ καταψυχέτω  τὸ καῦσος. Καὶ γὰρ αὐχμοὺς λύει, καὶ τὰ διακαῆ πάντα  παραψύχει,  οὐ τὰ ἐξ ἡλίου  διακαιόμενα,  ἀλλὰ  τὰ ἀπὸ τῶν βελῶν τῶν πεπυρωμένων.  Καὶ γὰρ τὴν ἀρχὴν ἄνωθεν ἔχει, καὶ τὴν ῥίζαν ἐκεῖθεν, ὅθεν  καὶ  ἄρδεται.  Πολλοὶ  ταύτης  οἱ  ῥύακες  τῆς  πηγῆς,  οὓς  . ἀφίησιν  ὁ Παράκλητος· καὶ μεσίτης ὁ Υἱὸς γίνεται, οὐ δίκελλαν ἔχων καὶ ὁδοποιῶν, ἀλλὰ τὴν διάθεσιν  ἀνοίγων  τὴν  παρ' ἡμῖν.  Αὕτη ἡ  πηγὴ  φωτός  ἐστι πηγὴ,  ἀναβλύζουσα ἀληθείας  ἀκτῖνας.  Ταύτῃ  καὶ  αἱ  ἄνω  παρεστήκασι  δυνάμεις,  πρὸς  τὸ  κάλλος ἐνορῶσαι τῶν ῥείθρων, ἐπειδὴ καὶ σαφέστερον ἐκεῖναι τῶν προκειμένων θεωροῦσι τὴν δύναμιν, καὶ τὰς μαρμαρυγὰς τὰς ἀπροσίτους. Ὥσπερ γὰρ χρυσοῦ τηκομένου, ἄν τε τὴν χεῖρά τις ἐμβάλῃ, εἰ οἷόν τε ἦν, ἄν τε τὴν γλῶτταν,  χρυσῆν εὐθέως αὐτὴν ἐποίησεν  ἄν·  οὕτω  δὴ  καὶ  πολλῷ   πλέον   ἐνταῦθα   τὴν   ψυχὴν   ἐργάζεται  τὰ προκείμενα. Ἀναζεῖ μὲν γὰρ πυρὸς σφοδρότερον ὁ ποταμὸς, ἀλλ' οὐ καίει, ἀλλὰ βαπτίζει μόνον ὅπερ ἂν λάβῃ. Τοῦτο τὸ αἷμα ἄνωθεν προετυποῦτο ἀεὶ, ἐν θυσιαστηρίοις, ἐν δικαίων  σφαγαῖς· τοῦτο ἡ τιμὴ τῆς οἰκουμένης, τούτῳ ἠγόρασε τὴν  Ἐκκλησίαν  ὁ  Χριστὸς, τούτῳ  κατεκόσμησεν  αὐτὴν  ἅπασαν.  Καθάπερ γὰρ ἄνθρωπος οἰκέτας ὠνούμενος χρυσίον δίδωσι, καὶ καλλωπίσαι πάλιν αὐτοὺς βουλόμενος, χρυσῷ τοῦτο ποιεῖ· οὕτω καὶ ὁ Χριστὸς, καὶ ἠγόρασεν ἡμᾶς αἵματι, καὶ ἐκόσμησεν  αἵματι.   Οἱ  τούτου   μετέχοντες   τοῦ   αἵματος,   μετὰ   ἀγγέλων,   καὶ ἀρχαγγέλων,  καὶ τῶν  ἄνω δυνάμεων  ἑστήκασιν, αὐτὴν περικείμενοι τοῦ Χριστοῦ τὴν βασιλικὴν στολὴν, τὰ ὅπλα ἔχοντες τὰ πνευματικά. Ἀλλ' οὐδὲν εἶπον οὐδέπω μέγα·  αὐτὸν  γάρ  εἰσιν  ἐνδεδυμένοι   τὸν  βασιλέα.  Ἀλλ'  ὥσπερ  ἐστὶ  μέγα  καὶ θαυμαστὸν, οὕτως ἂν μὲν μετὰ καθαρότητος προσέλθῃς, εἰς σωτηρίαν προσῆλθες· ἂν δὲ μετὰ πονηροῦ συνειδότος, εἰς κόλασιν καὶ τιμωρίαν.  Ὁ γὰρ ἐσθίων, φησὶ, καὶ πίνων ἀναξίως τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Εἰ τοίνυν οἱ ῥυποῦντες τὴν πορφύραν τὴν βασιλικὴν κολάζονται  ὁμοίως, ὥσπερ οἱ διαῤῥηγνύντες·  τί ἀπεικὸς καὶ τοὺς ἀκαθάρτῳ διανοίᾳ δεχομένους τὸ σῶμα, τὴν αὐτὴν ὑπομεῖναι τιμωρίαν τοῖς αὐτὸ  διαῤῥήξασι διὰ τῶν  ἥλων;  Ὅρα γοῦν  πῶς  φοβερὰν  ἔδειξεν  ὁ Παῦλος τὴν κόλασιν, εἰπών· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν  ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν  ἡγησάμενος ἐν ᾧ ἡγιάσθη; Προσέχωμεν τοίνυν  ἑαυτοῖς, ἀγαπητοὶ,  τοιούτων  ἀπολαύοντες  ἀγαθῶν·  καὶ ὅταν βουληθῶμεν  αἰσχρόν τι εἰπεῖν, ἢ συναρπαζομένους ἑαυτοὺς ἴδωμεν ὑπὸ ὀργῆς, ἢ ἑτέρου τινὸς τοιούτου πάθους, λογισώμεθα τίνων  κατηξιώθημεν,  ὅσου Πνεύματος ἀπηλαύσαμεν· καὶ ἔσται σωφρονισμὸς ἡμῖν τῶν ἀλόγων  παθῶν οὗτος ὁ λογισμός. Μέχρι γὰρ τίνος  τοῖς παροῦσι προσηλώμεθα;  μέχρι τίνος  οὐ διεγειρόμεθα; μέχρι τίνος οὐ φροντίζομεν τῆς ἑαυτῶν σωτηρίας; Ἐννοήσωμεν τίνων ἡμᾶς κατηξίωσεν ὁ Θεὸς, εὐχαριστήσωμεν, δοξάσωμεν, μὴ διὰ πίστεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων αὐτῶν· ἵνα καὶ τῶν μελλόντων  ἀγαθῶν  ἐπιτύχωμεν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.  Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |