Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΙʹ ΨΑΛΜΟΝ.Ἐξομολογήσομαί σοι, Κύριε,
ἐν ὅλῃ καρδίᾳ μου.
αʹ. Τί ἐστιν, Ἐν ὅλῃ; Μετὰ προθυμίας ἁπάσης,
συντεταμένως, ἀπαλλαγεὶς τῶν βιωτικῶν
φροντίδων, καὶ μετάρσιος γενόμενος, καὶ τὴν ψυχὴν ἀπολύσας τῶν δεσμῶν τοῦ σώματος.
Ἐν καρδίᾳ. Οὐχ ἁπλῶς ἐν ῥήμασι, οὐδὲ ἐν
γλώττῃ καὶ στόματι μόνον, ἀλλὰ καὶ μετὰ
τῆς διανοίας. Οὕτω καὶ Μωϋσῆς νομοθετῶν ἔλεγεν·
Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας
σου. Ἐνταῦθα γάρ μοι τὴν ἐξομολόγησιν τὴν εὐχαριστίαν δοκεῖ λέγειν. Ὑμνήσω, φησὶν,
εὐχαριστήσω. Καὶ γὰρ ἅπαντα τὸν βίον εἰς τοῦτο ἀνήλισκεν,
καὶ ἐντεῦθεν προοιμιάζεται, καὶ εἰς τοῦτο καταλήγει· καὶ τοῦτο ἦν ἔργον αὐτοῦ
διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν
τὴν εὐχαριστίαν ἀναφέρειν. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς τοῦτο ἐπιζητεῖ· τοῦτο
θυσία, τοῦτο προσφορὰ,
τοῦτο ψυχῆς εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ διαβόλου·
ἐντεῦθεν ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων
αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περιετράπη, ἀλλ' ἔμενεν εὐχαριστῶν τῷ
∆εσπότῃ περὶ πάντων, οὐχ ἡνίκα ἐπλούτει, ἀλλὰ
καὶ ἡνίκα πένης ἐγένετο·
οὐχ ἡνίκα ὑγίαινεν, ἀλλὰ
καὶ ἡνίκα ἐπλήγη τὴν σάρκα· οὐχ
ὅτε κατὰ ῥοῦν αὐτῷ τὰ πράγματα ἐφέρετο,
ἀλλὰ καὶ ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν κατέσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς
αὐτὴν τοῦ σώματος τὴν φύσιν.
Read More ->>


















