Τρίτη 4 Οκτωβρίου 2016
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν καὶ περὶ ἐλεημοσύνης.
Ομιλίαι είς τους Ψαλμούς
Είς τόν ΛΗ ψαλμόν
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν καὶ περὶ ἐλεημοσύνης.
αʹ. Προτρέπεται καὶ κόλπος
βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν
τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται· καὶ θηρατὴν
ὕλη θηροτρόφος, ὅταν
ὄρη διερευνήσας, καὶ
κορυφὴν κατάκομον ἀναπτύξας, μετὰ
λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας. Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις
γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει, πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι
κόλπων, οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον, ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ
βασιλεία καθέστηκε; Φέρε οὖν, ἀγαπητὲ, ∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν
μέλος, καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν· Πλὴν μάτην
ταράσσεται πᾶς ἄνθρωπος ζῶν· Ταράσσεται, καὶ τὸ τέλος ἀπόλλυται·
ταράσσεται, καὶ πρὶν καταστῆναι καταποθεῖται·
ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται· ὡς θύελλα ἐπαίρεται, καὶ ὡς
κόνις ἐδαφίζεται· ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται· ὡς ἄνθος ὡραΐζεται,
καὶ ὡς χόρτος ξηραίνεται· ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται· ὡς
πομφόλυξ ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται·
ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν· ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται. Αὐτοῦ
αἱ ταραχαὶ, καὶ ἄλλων αἱ τρυφαί· αὐτοῦ οἱ
πόνοι, καὶ ἄλλων οἱ θησαυροί· αὐτοῦ αἱ
φροντίδες, καὶ ἄλλων αἱ εὐφροσύναι· αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις· αὐτοῦ αἱ κατάραι, καὶ
ἄλλων αἱ θεραπεῖαι· αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί· παρ' αὐτῷ ὁ στεναγμὸς,
καὶ παρ' ἑτέροις οἱ πλεονασμοί· παρ' αὐτῷ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα·
αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πάλιν ἐν τοῖς αὐτοῦ ἐντρυφῶσι ψάλλοντες.
Πλὴν μάτην ταράσσεται πᾶς
ἄνθρωπος ζῶν. Ἄνθρωπος, τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου ἀνυπέρθετον
ὄφλημα, τὸ ἐκ προαιρέσεως ἀδάμαστον
ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα, τὸ αὐτομαθὲς ἐπιβούλευμα, τὸ εὔτεχνον εἰς κακουργίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον
εἰς πλεονεξίαν, τὸ ἀκόρεστον εἰς ἀπληστίαν, τὸ εὐφυὲς εἰς ἀπιστίαν, τὸ ὑπέρογκον
πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, τὸ εὐδιάλυτον φρύαγμα,
τὸ εὐκαθαίρετον ὕψωμα,
τὸ εὐάλωτον τόλμημα, ὁ πηλὸς ὁ αὐθάδης, ἡ τέφρα ἡ
στασιώδης, ἡ κόνις
ἡ μεγαλόφρων, ἡ σποδὸς ἡ
πεφυσιωμένη, ὁ σπινθὴρ ὁ εὐκατάσβεστος, ἡ φλὸξ ἡ
εὐμάραντος, ὁ εὐρίπιστος λύχνος, τὸ ἑτοιμοφθόρον ξύλον, ὁ εὐξήραντος χόρτος, ἡ
εὐνέκρωτος χλόη, ἡ εὐδαπάνητος φύσις· ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον τελευτῶν· ὁ
σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ· ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι·
ὁ σήμερον ἐν πορφύρᾳ, καὶ αὔριον ἐν ἐκφορᾷ· ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν
σοροῖς· ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν· ὁ σήμερον ὢν, καὶ αὔριον μὴ
ὤν· ὁ ἄρτι φρυαττόμενος, καὶ μετ' ὀλίγον θρηνούμενος· ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος·
ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ αὐτὸν πολυπραγμονῶν· ὁ τὸ παρὸν
οὐκ εἰδὼς, καὶ
περὶ τῶν μελλόντων φανταζόμενος· ὁ φύσει θνητὸς,
καὶ τῇ ἐπάρσει, ὡς
νομίζει, αἰώνιος· τὸ πάσης
ἀῤῥωστίας προκείμενον πάρεργον, τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον,
τὸ τῶν πυρετῶν ἀδιάφορον
καθημερινὸν γυμνάσιον, τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον. Ὢ πόση τῆς ἡμετέρας
εὐτελείας ἡ τραγῳδία! ὢ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος! Ὢ πόσα εἶπον,
καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον
εὗρον, τῆς λεγούσης· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν! Τέλος, ὅρα, ἀγαπητὲ,
εἰ μὴ θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ πράγματα, εἰ μὴ τῆς ἐκεῖθεν ταραχῆς ὁ βίος
ἐμπλέκεται, εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ τῆς ξηρᾶς χειμαζόμεθα, εἰ μὴ τῶν ἀνέμων σφοδρότερον
ἀλλήλοις συμπίπτομεν, εἰ μὴ τὰ χρήματα,
καθάπερ καταιγίδες, κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν, εἰ μὴ,
καθάπερ ἐν ζόφῳ
θαλαττίῳ, ὧδε κἀκεῖσε περιφερόμεθα. Οὗτος ἐκείνου τὸν ἀγρὸν
παρεσπάσατο, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασε· καὶ ὁ μὲν περὶ ὕδατος
τῷ γείτονι κρίνεται,
ὁ δὲ περὶ ἀέρος τῷ συνοικήτορι πολεμεῖ. Οἱ μὲν διὰ μέτρα τῆς
γῆς διακαπνίζονται, οἱ δὲ περὶ οἰκοδομῆς ἀλλήλους διαθλίβουσιν·
οὗτος, ἅπερ οὐκ ἔδωκε, λαβεῖν ἐπιφύεται· ἐκεῖνος, ἅπερ ἔλαβε, μὴ δοῦναι δικάζεται.
Ὁ μὲν περὶ τόκους ἀπληστεύεται·
ὁ δὲ καὶ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται·
οὗτος ἀπορῶν ὀδυνᾶται·
ἐκεῖνος εὐπορῶν θορυβεῖται· ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων
ἐπιβουλεύεται· ὁ ἐν ἀρχαῖς, ὑποβλέπεται· ὁ ἐν ἐξουσίαις, μισεῖται· ὁ ἐν
δυναστείαις, σκευάζεται. Οἱ πόλεμοι συνέχουσιν, οἱ φθόνοι ἐπάλληλοι, ἡ ἀπληστία
τυραννεῖ, ἡ πλεονεξία καταδυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται, ἡ πρὸς ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν,
ἡ φιλία μέχρι τραπέζης περιορίζεται. Οἱ ἄλλοι
τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν· ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται, ὁ ἀὴρ μέχρις
αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται. ∆ιὰ τὰ χρήματα ὁ βίος ἀβίωτος γέγονε· διὰ τὰ χρήματα
ἐλεύθερα στοιχεῖα πεπράκαμεν· ὁδοὶ τελωνεύονται, ἡ γῆ ἀποκεκλήρωται, ὕδατα δεσποτεύονται, ὁ ἀὴρ
ὠναῖς ὑποβάλλεται· δεκατολόγοι καὶ φορολόγοι
καὶ τελῶναι τὰς πόλεις συνέχουσιν·
οἱ πλούσιοι ταῖς
φροντίσιν ἐκτήκονται· οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται· οἱ ἅρπαγες
τὸν βίον ταράττουσιν· οἱ φιλοχρήμονες
τὰ δικαστήρια κατατρίβουσιν· οἱ ἔμποροι τὰς συμφορὰς πραγματεύονται· οἱ συκοφάνται τὸ
ψεῦδος πιπράσκουσιν. Ἀλλήλοις ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν· εἰς τὸ ὀμνύειν
μόνον τὸν Θεὸν ἐπιστάμεθα. βʹ. Οὕτω πάντας ἐν
κακοῖς σεσωρευμένους ὀρῶν ὁ προφήτης,
καὶ τὸν βίον ταλανίζων, ἔλεγε· Πλὴν μάτην τα 61 ράσσεται πᾶς ἄνθρωπος
ζῶν. Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται; ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται;
Οὐδὲν τῶν ἐν ζώοις ἢ στοιχείοις ταρασσόμενον εὗρον. Ταράσσεται, φησὶ, τὰ ὕδατα,
καὶ πάλιν ἀποκαθίσταται· σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται· κινοῦνται οἱ ἄνεμοι,
καὶ πάλιν ἡσυχάζουσι· θορυβεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται· διεγείρεται φλὸξ, καὶ ὑποκειμένην
ὕλην ἀναλίσκουσα σβέννυται. Ἄνθρωπος
δὲ ταρασσόμενος ἐπὶ χρήμασιν οὐδέποτε παύεται· ἔλαβε τοῦτο, καὶ πρὸς ἐκεῖνο ἀποβλέπει· ἐκράτησεν ἐκεῖνο, καὶ πρὸς ἄλλο κέχηνε.
Τὰ ἑκατὸν διπλασιάζειν
φιλονεικεῖ, ἐπὶ τοῖς
τοσούτοις πάλιν τὰ τοσαῦτα σωρεύειν
ἐπείγεται, καὶ οὐδέποτε τοῦ σωρεύειν παύεται,
ἕως ἂν τὸ τέλος αὐτοῦ σωρευθῇ· καὶ τῇ δίψῃ τῆς
φιλαργυρίας συνεχόμενος,
ὠχρότερος χρυσίου περιέρχεται, διὰ τὸν πολυπόθητον
πλοῦτον, τὸν τάχα ἀβεβαιότερον φίλον,
τὸν ἐπίβουλον πόθον, τὸν πολυδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν,
τὸν ὑπόπτερον δέσμιον, τὸν πολέμιον νεκρὸν, τὸν ἐν τῷ κόσμῳ ἀφιπτάμενον ἄνεμον· πλοῦτον, τὸν πάσης ἀτοπίας γεννήτορα,
τὸν πάσης κακίας εὑρετὴν, τὸν συνεργὸν τῆς ψυχοφθόρου τρυφῆς, τὸν ἀντίπαλον τῆς
ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύνης, καὶ τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην.
Ἀλλὰ τί διαβάλλω τὸν πλοῦτον, τοὺς
κεκτημένους ἀφείς; Ἀδικεῖται καὶ αὐτὸς δεσμούμενος ὑπ' αὐτῶν, καὶ πέδαις συνεχόμενος.
Ἔοικε γάρ μοι αὐτὸν πρὸς αὐτοὺς ἀφιέναι
φωνήν· Τί με τὸν πλοῦτον, ὦ
φιλοχρήμονες, συμποδίζετε; τί με, καθάπερ
δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε; τί με ὡς φίλον περιπτύσσεσθε, καὶ ὡς κακοῦργον καταδεσμεῖτε,
ἀπὸ μετάλλων εἰς τὰς ὑμῶν χεῖρας
παραπέμποντες; Εἰ θέλετε
κἂν τῶν ὀνείρων κουφότερον ἀναπαῦσαί
με, ἐάσατέ με
καὶ εἰς τὰς
τῶν πενήτων δεξιὰς μεταπεμφθῆναι.Ἀλλά φησι·
Τέκνοις συνάγω
τὸν πλοῦτον, ἵνα
μὴ πενίας γένωνται κληρονόμοι. Καλῶς ὁ πολυφάνταστος
πλούσιος· τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει·
τὰ καθ' ἑαυτὸν ἀγνοεῖ, καὶ περὶ τῶν παίδων
φροντίζει· εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ τῶν κληρονόμων βουλεύεται.
Ὦ ἄφρων, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι· εἰπέ μοι τὰ
τῆς σήμερον, καὶ τότε πιστεύω σοι καὶ τὰ τῆς αὔριον.
Τί σεαυτὸν καὶ μετὰ θάνατον
ἀπατᾷς; τί θέλεις εἶναι καὶ νεκρὸς καὶ χλευαζόμενος; τί διορίζῃ τῷ Θεῷ τὸ πρακτέον;
τί νομοθετεῖς τὴν τοῦ Θεοῦ πρόνοιαν διοικεῖσθαι τὰ σοὶ δεδομένα; Οὐδὲν πρὸς σὲ
περὶ τῶν μετὰ σέ. Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικητὴς ζώντων, καὶ νεκρῶν
κριτὴς ζυγοστατῶν ἑκάστου τὸ δίκαιον. Τί οὖν ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν
πενήτων τοῖς σοῖς θησαυρίζων, καὶ οὐκ οἶδας
τίνι συνάγεις αὐτά;
τί τὰ τῶν ὀρφανῶν κατέχεις,
τί αἰτούμενος παρ' αὐτῶν
ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων; Τὰ ἴδια ζητοῦσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα
σοι δι' αὐτοὺς, οὐ τὰ μετὰ σοῦ γεννηθέντα.
Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον, ὅτι δοῦναι, οὐ λαβεῖν, προσετάχθης.
Ἀρκεῖ σοι, ὅτι διὰ τοῦ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει. Ὁ βρέχων ἐξ οὐρανοῦ,
τὴν χαλκοῦ ψεκάδα σε προσαιτεῖ· ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει· ὁ
περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ. Ἀρκεῖ σοι, ὅτι οἱ πένητες
ὡς Θεόν σε λιτανεύουσι. ∆ὸς, οἴκτειρον, ἐλέησον, ἵνα ἐλεηθῇς.
Σὺ δὲ οὐδὲ τὰς ὀφρύας σου
ἀνατεῖναι βούλῃ, καὶ λιτανευόμενος οὐκ ἐπικάμπτῃ.
∆ὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇ τὸ λογοθέσιον· δὸς αὐτοῖς τὰ αὐτῶν, ἃ μέλλεις
μετ' οὐ πολὺ ἀπολαμβάνειν. Πατέρα ἔχουσι βασιλέα· δὸς αὐτοῖς τὰ αὐτῶν, καὶ λάβε
παρὰ τοῦ πατρὸς
αὐτῶν τὴν ἀμεριμνίαν.
Ποίαν ταύτην; Ἐφ' ὅσον
ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν
ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ γὰρ
συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, οὐ μόνον τὸ
χειρόγραφον τῆς ἁμαρτίας ἐξαλείφει, ἀλλὰ
καὶ ὁμολογίαν λαμβάνει,
τὴν λέγουσαν φωνὴν,
Ὁ διδοὺς πτωχῷ,
Θεῷ δανείζει. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν
φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος! Ὁ ἐλεῶν πτωχὸν, δανείζει
Θεῷ. ∆ιὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, 62 ἀλλὰ, ∆ανείζει; Οἶδεν
ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν·
προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν
πρὸς πλεονεξίαν βλέπουσα τὸν
πλεονασμὸν ζητεῖ, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἵνα
μὴ ἁπλῆν τὴν δόσιν καὶ τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ', Ὁ ἐλεῶν πτωχὸν, δανείζει
Θεῷ, ἵνα τὸ ὄνομα τοῦ δανείσματος ὁ φιλοκερδὴς ἀκούσας, ἑαυτὸν ἐπιδῷ πρὸς ἔλεον.
Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Εἰ δανείζεται
Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστιν.
Τί οὖν θέλεις
αὐτὸν κριτὴν ἔχειν,
ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν
δανείσαντα· ὁ κριτὴς δὲ οὐ δυσωπεῖται τὸν δικαζόμενον. γʹ. Ἀναγκαῖον δὲ, ἀδελφοὶ,καὶ
καθ' ἕτερον τρόπον ἰδεῖν, τίνος ἕνεκεν ὁ Θεὸς εἶπεν, ὅτι Ἐμοὶ δανείζει ὁ διδοὺς
πτωχῷ. Ἐπειδὴ εἶδεν ἡμῶν τὴν πλεονεξίαν ῥέπουσαν εἰς τὸν πλεονασμὸν, ὡς ἔφθην εἰπὼν,
καὶ μηδαμοῦ τὸν χρήματα ἔχοντα δανείζειν θέλοντα ἄνευ ἀσφαλείας (ἀπαιτεῖ γὰρ ὁ
δανείζων ἢ ὑποθήκην, ἢ ἐνέχυρα, ἢ τὸν ἀντιφωνοῦντα,
καὶ διὰ τῶν τριῶν τούτων ἀσφαλειῶν ἐμπιστεύει τὰ ἑαυτοῦ χρήματα, ἢ ἐγγύας δεχόμενος,
ὡς ἔφθην εἰπὼν, ἢ ὑποθήκην πραγμάτων)·
ἐπεὶ οὖν οἶδεν ὁ Θεὸς, ὅτι ἐκτὸς τούτων
οὐδεὶς δανείζει, οὐδὲ εἰς φιλανθρωπίαν βλέπει, ἀλλ' εἰς μόνον τὸ κέρδος ὁρᾷ·
πάντων δὲ τούτων ἔρημος ὁ πτωχὸς, οὐχ ὑποθήκην
ἔχων (οὐ κέκτηται γὰρ οὐδὲν), οὐκ ἐνέχυρα φέρων
(γεγύμνωται γὰρ), οὐ τὸν ἀντιφωνοῦντα
παρέχων (ἀπιστεῖται γὰρ διὰ τὴν ἀπορίαν),
ὡς εἶδεν αὐτὸν διακινδυνεύοντα τῇ ἀπορίᾳ,
καὶ τὸν ἔχοντα χρήματα διὰ τὴν ἀπανθρωπίαν, μέσον ἑαυτὸν παρέθηκεν, ἔγγυον μὲν
τῷ πένητι, ἐνέχυρον δὲ τῷ δανείζοντι. Ἀπιστεῖς τούτῳ, φησὶ, διὰ τὴν ἀπορίαν;
Ἐμοὶ πίστευσον διὰ τὴν ἀφθονίαν. Εἶδε τὸν πτωχὸν, καὶ ἠλέησεν· εἶδε τὸν πτωχὸν, καὶ οὐ παρεῖδεν, ἀλλ' ἑαυτὸν ἔδωκεν ἐνέχυρον
τῷ μηδὲν ἔχοντι, καὶ τῷ ἀπόρῳ προέστη διὰ πολλὴν ἀγαθότητα.
Ὁ ἐλεῶν πτωχὸν, δανείζει
Θεῷ. Θάρσει, φησὶν, ἐμοὶ δανείζεις. Καὶ τί τοσοῦτον κερδαίνω, σοὶ δανείζων;
Ἑκατονταπλασίονά σοι δίδωμι, καὶ ζωὴν αἰώνιον.
Ἵνα πότε μοι ταῦτα ἀποδῷς, ἀπαιτῶ τὰ σύμφωνα, στηρίξαι βουλόμενος τὸ συνάλλαγμα.
∆ός μοι τῆς ἀνταποδόσεως τὸν καιρὸν, ὅρισον τῆς ἀπολήψεως τὴν
προθεσμίαν. Ἄκουε συνετῶς, πότε καὶ ποῦ σοι τὴν ὀφειλὴν ἀποδίδωσιν ὁ διὰ τῶν πτωχῶν δανεισάμενος.
Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου
ἐπὶ θρόνου δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ
εὐωνύμων· καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· ∆εῦτε,οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς
κόσμου. Ὑπὲρ τίνων; Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι
φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ ἐνεδύσατέ με· ἐν
φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Εἶτα οἱ
καλῶς ἐν καιρῷ διακονήσαντες εἰς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες, καὶ εἰς τὴν ἀξίαν τοῦ δανεισαμένου, λέγουσι·
Κύριε, πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν,
ἢ διψῶντα, καὶ ἐποτίσαμεν, εἰς ὃν οἱ ὀφθαλμοὶ
πάντων ἐλπίζουσιν; ἢ πότε σε εἴδομεν ἐν ἐνδείᾳ τοσαύτῃ; πότε δὲ ταῦτα πεποιήκαμεν;
Ἐφ' ὅσον, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων πεποιήκατε, ἐμοὶ ἐποιήσατε. Μὴ οὐκ ἀληθὴς
ὁ λόγος, ὅτι Ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει; Ἀλλ' ὥσπερ τοῖς ἐκ δεξιῶν διὰ τὴν φιλανθρωπίαν ἔδειξε δεδωρημένην τὴν βασιλείαν, οὕτω καὶ τοῖς
ἐξ ἀριστερῶν διὰ τὴν ἀκαρπίαν ἠπείλησε τὴν τιμωρίαν· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ
κατηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις
αὐτοῦ. ∆ιὰ τί; ὑπὲρ τίνος; Ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Οὐκ εἶπεν, Ὅτι
ἐπορνεύσατε, ὅτι ἐμοιχεύσατε, ὅτι ἐκλέψατε, ὅτι ἐψευδομαρτυρήσατε, ὅτι ἐπιωρκήσατε·
κἂν μὲν ὁμολογουμένως καὶ ταῦτα,
ἀλλὰ τῆς ἀπανθρωπίας
κατώτερα καὶ τῆς ἀνελεημοσύνης.
∆ιὰ τὶ δὲ, ὦ Κύριε, οὐδὲν
τῶν ἄλλων φέρεις εἰς μνήμην; Οὐ κρίνω, φησὶ, τὴν ἁμαρτίαν, ἀλλὰ τὴν ἀπανθρωπίαν·
οὐ κρίνω τοὺς ἁμαρτήσαντας, ἀλλὰ τοὺς μὴ μετανοήσαντας. Ὑπὲρ ἀπανθρωπίας ὑμᾶς καταδικάζω, ὅτι ἔχοντες
τοσοῦτον καὶ τηλικοῦτον φάρμακον σωτηρίας, τὴν ἐλεημοσύνην, παρήκατε
τοσαύτην εὐεργεσίαν. Ὀνειδίζω τοίνυν τὴν ἀπανθρωπίαν, ὡς ῥίζαν πάσης κακίας καὶ
πάσης ἀσεβείας, ἐπαινῶ δὲ τὴν φιλανθρωπίαν ὡς ῥίζαν πάντων ἀγαθῶν, καὶ ἀπειλῶ τοῖς μὲν πῦρ αἰώνιον, τοῖς
δὲ δίδωμι βασιλείαν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοῦς αἰῶνας τῶν αἰώνων Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου