ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΨΑΛΜΟΣ ΡΓʹ.

Τρίτη 4 Οκτωβρίου 2016

ΨΑΛΜΟΣ ΡΓʹ.




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΓʹ.

αʹ.    τοῦ  παναγίου   Πνεύματος  χάρις   οὐ  μόνον   ἠθικὴν   καὶ  δογματικὴν διδασκαλίαν  τοῖς  ἀνθρώποις   προσφέρει,  ἀλλὰ  καὶ  ὅπως  ὑμνεῖν   χρὴ  τὸν  Ποιητὴν ἀκριβῶς  ἐκπαι  δεύει. ∆ιά τοι  τοῦτο  τοῦτον  συνεγράψατο  τὸν  ψαλμὸν,  τῷ  μακαρίῳ∆αυῒδ ὑπουργῷ  χρησαμένη,  ὡς ἂν μάθοιεν  ἅπαντες  τίσιν  ὕμνοις  χρὴ τὸν  εὐεργέτην ἀμείβεσθαι.  Τὰς μέντοι  κοινὰς  εὐεργεσίας  ἐνταῦθα  διέξεισι,  καὶ  δεί  κνυσι  ποιητὴν ἁπάντων  ὁμοῦ καὶ πρύτανιν  τὸν τῶν ὅλων Θεόν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ μὲν Θεὸς ἄνθρωπον  εὐλογεῖ, ἐν ἀσφαλείᾳ καθιστῶν καὶ λαμπρό τερον ποιῶν, καθάπερ τὸν Ἀβραάμ· ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλ' αὑτὸν τότε λαμπρότερον ποιῶν. Ἄν τε γὰρ ὁ Θεὸς εὐλογῇ, ἄν τε ἄνθρωπος  τὸν Θεὸν, ἑκατέρω θεν τὸ κέρδος εἰς τὸν ἄνθρωπον διαβαίνει· τὸ γὰρ Θεῖον ἀπροσδεές. Ὑμνεῖν τε διδάσκει τὸν εὐεργέτην Θεὸν ἕκαστον τὸν τῆς εὐσεβείας τρόφιμον.  Κύριος ὁ Θεός μου, ὡς ἐμεγαλύνθης  σφόδρα. Ἐπιτάσεως καὶ ἐνταῦθα  τὸ, Ὡς· τὸ  δὲ, Ἐμεγαλύνθης  σφόδρα, οὐκ  αὐξήσεως  δηλωτικὸν,  ἀλλὰ  τοῦ ἀμετρήτου μεγέθους ση μαντικόν· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Κύριε ὁ Θεός μου, μέγας εἶ σφόδρα. Οὐ γὰρ σμικρὸς ὢν ἐμεγαλύνθης·  ἀλλὰ φύσει μέγας ὢν, τοῦτο τοῖς  εὐσεβέ σιν  ἐδείχθης.  Πῶς δὲ  γίνεται  μέγας    ἀεὶ  ὢν  μέγας,  καὶ  μὴ  δεόμενος προσθήκης, ἀλλ' ἀεὶ τέλειος  ὤν; πῶς με γαλύνεται;  



 Ὅταν οἱ ἀνακείμενοι  αὐτῷ βίον ἄριστον  ἐπι  δείξωνται,   ὅταν   καὶ  διὰ  ῥημάτων   καὶ  δι'  ἔργων   αὐτὸν   ἀνυμνῶσι, μεγαλύνεται τότε, οὐκ αὐτός τι προσλαμβά νων εἰς μέγεθος, ἀλλὰ τοῖς ἀγνοοῦσιν αὐτὸν διὰ τῶν θε ραπευόντων  μέγας δεικνύμενος  διὰ μεγαλουργίας  κτι σμάτων ποικιλίας  τε καὶ προνοίας. Χαίρουσα δὲ ἡ ψυχὴ τῷ τοσούτῳ φησί· Κύριε ὁ Θεός μου· σεμνυνομένης γὰρ ἡ φωνή.  Τίνα δὲ τρόπον ἐμεγαλύνθη  ἐπάγει· Ἐξομολό γησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω.    δὲ  Σύμμαχος  οὕτως,   
Ὕμνον  καὶ  εὐδοξίαν  ἠμφιάσω.  Οὐκ ἔτι  γάρ  σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος. Εἰ γὰρ καὶ ἱκανὴ εἰς δήλωσιν τοῦ μεγέθους τοῦ Θεοῦ ἡ τῶν ἀγγέλων  δημιουργία, ἡ τῶν οὐρανῶν ἔκτασις, ἡ τῆς γῆς θεμελίω  σις, καὶ ἄλλα  ὅσα τούτοις  ὁ ψαλμῳδὸς  ἐπήγαγεν,  ἀλλὰ τούτων ἱκανώτερον  τὸ γενέσθαι τὸν Σωτῆρα ἄνθρωπον,  καὶ μεῖναι Θεὸν, παθεῖν τε τὰ ἡμέτερα,  καὶ  φυλάξαι  τὴν  οἰκείαν  ἀπάθειαν.  ∆ιόπερ  δεύτερα  ταῦτα  τῇ  τάξει  ὄντα, πρότερα τῶν ἄλλων  ὅμως ἔταξεν, ὡς τῇ δυνάμει τυγχάνοντα  πρότερα. Ἐξομολόγησιν τὴν  ἀφ' ἡμῶν  σάρκα φησὶν,  ἐπειδὴ  δι' αὐτῆς  τῷ  Θεῷ τὴν  ὑπὲρ ἡμῶν  προσ ήγαγεν ἐξομολόγησιν, ὥστε βοᾷν τῷ Πατρί· Ἐξομολο γοῦμαί σοι, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπ έκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ὅσα τοιαῦτα· μεγαλοπρέπειαν δὲ, ἐπειδήπερ μεγάλως καὶ λίαν ὑπερβαλλόντως  ἔπρεπε διασῶσαι τὸ ἡμέτερον φύ ραμα. Ἀλλὰ γὰρ καὶ ἐνδύσασθαι ταύτην  αὐτὸν  τὴν  ἐξομολόγησιν  καὶ τὴν  μεγαλοπρέπειάν φησιν,  οὐχ ὡς  πάλιν  ἀποδύεσθαι  μέλλοντα,  ἀλλ' ὥστε δειχθῆναι,  ὅτι σαρκωθεὶς  οὐ μετεβλήθη εἰς ἄνθρωπον, ἀλλὰ καὶ Θεὸς μένει καὶ ἄνθρωπος γίνεται. Ὁ ἀναβαλλόμενος φῶς,  ὡς ἱμάτιον.  Περιβάλλεται φῶς,  ὡς ἱμάτιον,  ὡς γνώσεως  πανταχόθεν πεπληρωμένος,  ὡς ἀκατάληπτον  ἔχων  οὐ σίαν. Καὶ τὴν ἀκραιφνεστάτην  δὲ τοῦ Θεοῦ γνῶσιν  ση μαίνει τὸ φῶς· Οἰκεῖ γὰρ φῶς, κατὰ Παῦλον, ἀπρόσ ιτον. Τὸ γὰρ, οἰκεῖν, τὸ ὅλον εἶναι  γνῶσιν  σημαίνει, δυσ περινόητον  ὑπάρχοντα  τοῖς νοητοῖς·  ἀπρόσιτον γὰρ εἶπε τὸ φῶς. Συνῳδὰ γὰρ τούτοις καὶ ὁ Ἀπόστολος λέγει· Ὁ μόνος ἔχων ἀθανασίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον. Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγ κάζει τοὺς ἀπλήστως καθορᾷν πειρωμένους,  τίς ἱκανὸς τοῦ ἀπροσίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινὸν,  ἀναβάλλεται  δὲ καὶ φῶς ὡς ἱμάτιον,  καὶ φῶς  οἰκεῖ ἀπρόσιτον, καὶ Νεφέλη καὶ γνό  φος κύκλῳ  αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐ τοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρόσιτον φῶς τοῖς ὁρᾷν οὐ δυναμένοις  τῷ γνόφῳ  καὶ τῷ σκότει ταὐτόν ἐστιν· οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ  δυνατὸν  κατιδεῖν· καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. Οὐ μὴν ἀλλὰ καὶ Ἰωάννης ὁ θεολόγος περὶ τῆς αὐτῆς οἰκονομίας διηγούμενος, φῶς αὐτὴν ἐκάλεσε λέγων· Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Ταύτην ὡς ἱμά τιον ἐνδύεται μὲν, ὅτε ὁλοκλήρως τοῖς ὑστερήμασι τῆς σαρκὸς σκέπει τε καὶ κρύπτει τὴν δύναμιν  τῆς θεότη τος, οἷον πεινῶν,  διψῶν, κοπιῶν, καὶ τὰ τούτων  ὑπομέ  νων  παραπλήσια.  Ἀναβάλλεται  δὲ  φῶς,  ἡνίκα  ἑαυτοῦ  φανεροῖ  τὴν θεότητα,  ἐπιτιμῶν  τῇ θαλάσσῃ, σαλεύων  τὴν  γῆν,  σκοτίζων  τὸν  ἥλιον·  οὐκ ἔτι  γὰρ συγχωρεῖ τὴν θεότητα ὑπὸ τῆς ἀνθρωπότητος  κρύπτεσθαι. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.βʹ. Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ χρησάμενος μόνῳ. Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Τοῦτο καὶ ὁ μακάριος ἐδί δαξε Μωϋσῆς· ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ  ἀνὰ  μέσον ὕδατος  τοῦ  ὑποκάτω  τοῦ  στερεώματος.  Ὁ τιθεὶς  νέφη  τὴν  ἐπίβασιν αὐτοῦ,    περιπατῶν  ἐπὶ  πτερύγων  ἀνέμων.  ∆ιὰ τούτων  τὴν  πανταχοῦ  δι  ήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ καὶ ἀνέμοις καὶ νέφεσι, καὶ αὐτὸς ἰθύνει  ταῦτα καὶ κυβερνᾷ,  καὶ  τὴν  ἐντεῦθεν  φυομένην   εἰς  καιρὸν  δίδωσι  χρείαν.  ∆ιδάσκει  δὲ  κατὰ ταὐτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ  πάρεστι καὶ τοῖς πᾶσιν ἐφίσταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων  ὀξυτάτη τῶν ἀνέμων ἡ φύσις (ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν), οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων  παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νε φέλῃ τὸν τῶν  ὅλων  ἐπιφανέντα  Θεὸν, καὶ ἐν πῇ σκηνῇ διὰ νεφέλης  τὴν οἰκείαν  ποιησάμενον ἐπιφάνειαν.  Καὶ μέντοι  τοῦ Σολομῶντος  τὸν οἶκον  ἐγκαινίζοντος,  νεφέλη  τὸν οἶκον ἐκάλυψε· καὶ ὁ ∆εσπότης Χριστὸς ἐν τῷ  ὄρει τοῖς  τρισὶν  ἀποστόλοις  φωτεινὴν περὶ αὑτὸν νεφέλην  ὑπέδειξε· καὶ ἀναλαμβανόμενον, νεφέλη φωτεινὴ  ὑπέλα βεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν  αὐτῶν. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐ τοῦ πῦρ φλέγον.  Ἔδειξεν οὐ τῶν  ὁρατῶν  αὐτὸν  μόνον,  ἀλλὰ  καὶ τῶν  ἀοράτων δημιουργόν.  Τοὺς δὲ αὐτοὺς καὶ πνεύματα  καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν  καὶ τὸ ταχὺ  δι' ἑκατέρων  διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύ  ματος ἡ φύσις· ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέ λοις δὲ χρώμενος  ὑπουργοῖς ὁ τῶν ὅλων  Θεὸς καὶ εὐεργε τεῖ τοὺς  ἀξίους,  καὶ  κολάζει  τοὺς  ἐναντίους.   ∆ιὰ  τοῦτο  καὶ  πυρὸς  ἐμνημόνευσε,  τὴν κολαστικὴν σημαίνων ἐνέρ γειαν. Ὁ θεμελιῶν  τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐ τῆς. Ὁ δὲ Ἀκύλας  καὶ  Σύμμαχος,  Ἐπὶ  τῆς  ἕδρας  αὐτῆς.  Ποίαν  ἀσφάλειαν,    προφῆτα,  ὅπου τοσοῦτον ὕδωρ ὑπόκειται καὶ πέλαγος ἀχανὲς τὸ φέρον ὑπὲρ τῶν νώτων αὐτήν; Καὶ γὰρ ἀλλαχοῦ τοῦτο δηλῶν ἔλεγε· Τῷ στε ρεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἐπειδὴ γὰρ ὁ θεμέλιος  οὐκ ἀσφαλὴς,  ἀλλὰ  σφόδρα σαθρὸς ἦν,  ἐν  αὐτῇ  τὴν  ἀσφάλειαν  ἔθηκεν  ὁ ποιήσας. Τίς δὲ αὕτη ἡ ἀσφά λεια; Ἡ δύναμις τοῦ ἐργασαμένου. Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα  τῆς  γῆς. Γῆν δὲ καλεῖ  τὸν  ἄνθρωπον.  Τοῦτον τοίνυν  ἐπὶ τὴν  ἀσφάλειαν θεμελιοῖ  τῆς πίστεως, ὅστις οὐ κλιθήσεται  εἰς τὸν αἰῶνα  τοῦ αἰῶνος,  δηλαδὴ  ἐν τῷ μέλλοντι.  Οὐ κλιθήσεται  εἰς τὸν  αἰῶνα  τοῦ αἰῶνος.  Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν  ἑδράσας δέδωκεν  αὐτῇ  τὸ  ἀκίνη  τον·  καὶ  τοῦτον  διαμένει  τὸν  τρόπον,  ἐφ' ὅσον  ἂν  αὐτὸς ἐθελήσῃ. Οὕτω καὶ ἀλλαχοῦ φησι· Κρεμῶν τὴν γῆν ἐπ' οὐδενός. Ἄβυσσος, ὡς ἱμάτιον, τὸ περιβό λαιον αὐτοῦ. Τὸ Αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ κα λεῖ ἡ θεία Γραφὴ τὴν ὑγρὰν οὐσίαν. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωϋσῆς· Ἡ δὲ γῆ ἦν  ἀό ρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω  τῆς  ἀβύσσου. Ἐπειδὴ τοίνυν  ἡ γῆ  πανταχόθεν  ὕδατι  περι έχεται,  καὶ τὰ μεγάλα  μὲν  καὶ ἄπλωτα  πελάγη ταύτης  ἐστὶ  τέρματα,  μέσην  δὲ  αὐτὴν  διατέμνει  ἕτερα  πλεόμενα,  εἰκότως  ἔφη  τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. Καὶ ἄλλως δὲ τὴν ἄβυσσον ἐπὶ ἀκαταληψίας εὑ ρήσεις κειμένην, ἐν τῷ, Τὰ κρίματά σου, Κύριε, ἄβυσ σος πολλή. Ἀνεξερευνήτων γὰρ ὄντων  τῶν  κριμάτων  αὐτοῦ, οὐκ ἔστι κατάληψιν  αὐτῶν  εὑρεῖν· διὸ καὶ οὐχ  ἁπλῶς ἀβύσσῳ, ἀλλὰ πολλῇ παραβάλλονται.  Καὶ τὸν Θεὸν οὖν, οὗ πολλὴ ἄβυσσος τὰ κρίματά ἐστι, περιβολαίου δίκην καλύπτει ἀκαταληψία, ἄβυσσος ὀνομαζομένη. Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σοι φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν  Ἀναβαίνουσιν  ὄρη, καὶ  καταβαίνουσι  πεδία  εἰς  τόπον  ὃν  ἐθεμελίωσας αὐτοῖς. ∆ιὰ πάντων  διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν  ἐφεστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα  μιμουμένη, τοῖς κύμα σιν οὐκ ἐπικλύσει τὴν  ἤπειρον,  ἀλλὰ  καθάπερ  ἡμεῖς  τὴν  βροντὴν  κατεπτήχαμεν,   οὕτως  ἐκείνη  τὸν κείμενον δέ διεν ὅρον. Τὸ δὲ, Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα ἀντὶ τοῦ, ὡς ὄρος ἕστηκε· τὸ δὲ, Ἀναβαίνουσιν ὄρη ἀντὶ τοῦ, ὡς ὄρη. Νεφέλας οἶμαι δηλοῦν αὐτὸν τὰς ὑπὲρ τῆς κορυφῆς  τῶν  ὀρέων. Τούτοις γὰρ τοῖς χωρίοις  μάλιστα ἐμφιλοχωροῦσιν  αἱ νεφέλαι, ὥστε μὴ τὰ οἰκούμενα σκο τίζεσθαι συνεχῶς· Αἳ, ὅταν βουληθῇς, φησὶ, πᾶσαι τὸ οἰκεῖον ἀπολαμβάνουσι  χῶρον,  καὶ διαλύονται,  καὶ ὀθόνη  γίνονται.  Καὶ ἄλλως  δὲ ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας καλεῖ. Ἐν αὐτοῖς ὕδατα ἵστανται, οἷς οἱ διψῶντες  τὸ ὕδωρ  τῆς  διδασκαλίας  ποτίζονται.  Ποίας δὲ  ἐπιτιμήσεως;  Τῆς κατὰ  τῶν  Ἰουδαίων. Τοῦτο γὰρ προ φήτης ἕτερος δείκνυσι· φησὶ γὰρ, Καὶ δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν  ὕδατος,  ἀλλὰ  λιμὸν  τοῦ  ἀκοῦσαι  λόγον  Κυρίου. Ὅταν  γὰρ    Θεὸς ὀργισθῇ σπανίζεται   τὰ  τῶν   προφητῶν   ὕδατα,  ἐπειδήπερ   οὐκ  ἀφ'  ἑαυτῶν   τὴν   χορηγίαν κέκτηνται. Φωνὴν δὲ βροντῆς λέγε τὴν τοῦ Εὐαγγελίου, ἣν οὐκ ἀποφεύγει, ἀλλὰ δειλιᾷ τὰ τῶν  προφητῶν  ὕδατα διὰ τὸ ὑπερέχον  τῆς ἐν αὐτοῖς γνώ  σεως. Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέ ψουσι καλύψαι τὴν γῆν.γʹ. Αἰσχύνεται τὴν ψάμμον  ἡ θάλασσα, καὶ μέχρις ἐκεί νης λυττῶσα, καθάπερ χαλινῷ,  τῷ ὅρῳ τῷ θείῳ κωλυο μένη, ἀναχαιτίζεται  πάλιν  καὶ εἰς τοὐπίσω χωρεῖ. Ἢ τοῦτο· οὐδὲ γὰρ πάσας αὐτῶν  τὰς ἀποκαλύψεις  οἱ προ φῆται  ἀπαγγέλλουσι· μόνα δὲ ἅπερ αὐτοῖς ἀποκαλύψαι προστάττεται, ἵνα μὴ τῷ πλήθει καλύψωσι τὴν γῆν, τουτέστι, τὸν ἄνθρωπον  χωρῆσαι μὴ δυνάμενον·  καὶ μαρτυρεῖ Παῦλος λέγων·  Ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὁ ἐξαποστέλλων πη γὰς ἐν φάραγξιν· ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα. Εἶτα τὴν τούτων ἀποδείκνυσι χρείαν. Ποτιοῦσι πάντα τὰ θηρία  τοῦ ἀγροῦ· προσδέξονται  ὄναγροι  εἰς δίψαν  αὐτῶν.  Ἐπ' αὐτὰ τὰ πετεινὰ  τοῦ οὐρανοῦ κατασκηνώσουσιν· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.  Καὶ τοῦτο τῆς θείας προνοίας τεκμήριον μέγι στον, τὸ μὴ μόνον τῶν ἀνθρώπων  τὴν χρείαν, ἀλλὰ καὶ τῶν ἀλόγων  πληροῦν.  ∆ιὰ τοῦτο  ὄρη τεμὼν,  παρόδου  τοῖς  ὕδασιν  ἐτεκτήνατο,  ὥστε μὴ μόνον ἀνθρώπους ἔχει ἀφθόνως  τὰ νάματα τῶν πηγῶν, ἀλλὰ καὶ τῶν χερσαία καὶ τῶν ἀεροπόρων ζώων  τὰ γένη. Τὸ δὲ, Προσδέξοντι ὄναγροι εἰς δίψαν  αὐτῶν,  ὁ Σύμμαχος οὕτως  ἡρμή νευσεν, Ἀνακτήσεται  ὄναγρος  δίψαν  ἑαυτοῦ. Περὶ δὲ τῆς μέχρι τούτων προνοίας ἔλεγεν ὁ Σωτήρ· Ἐμβλέ ψατε εἰς τὰ πετεινὰ  τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οὐδὲν συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά. Θηρία δὲ τοῦ δρυμοῦ οἱ δαίμονες ὀνομάζονται· θηρία δὲ τοῦ ἀγροῦ [ταῦτα Θεοῦ], τουτέστι  τοῦ  κόσμου, τοὺς  ἁμαρ τωλοὺς  καλεῖ· ἐπειδὴ  καθάπερ  τὰ  ἐν  ἀγρῷ  θηρία χειροήθη   γενέσθαι   δύναται,   οὕτω   καὶ  οἱ  ἁμαρτωλοὶ   μεταβληθῆναι.   ∆ιόπερ  καὶ ποτίζονται τοῖς προφητικοῖς καὶ ἀποστολικοῖς ὕδασιν. Ὀνάγρους δὲ τοὺς μηκέτι νωτοφοροῦντας τῇ ἁμαρτίᾳ  ἐκάλεσεν,  ἐλευθερωθέντας  δὲ αὐτῆς· διόπερ αὐτοὺς  καὶ διψῶντας  τῶν  νοητῶν  ὑδάτων  εἰσήγαγε. Τού τους ὁ Θεὸς πρὸς τὸν Ἰὼβ ᾐνίξατο· Τίς ἐστιν ὁ ἀφεὶς  ὄναγρον  ἐλεύθερον;  δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσε Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Τίνος ἕνεκεν τὰ ὄρη ποτίζεται; Ὅτι κἀκεῖνα δεῖται ὑετῶν, ἔνθα βοτάναι καὶ δένδρα ἄκαρπα. Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζειν παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν, ἀλλὰ καὶ ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς  κόσμου, ἔργον Θεοῦ· τὸ δὲ λέγειν  τὸν ὑετὸν, διὰ τὴν  ἐκ τῆς θα λάσσης τῶν ὑδάτων  ἀναγωγήν.  Ὁ ἐξαποστέλλων  χόρ τον τοῖς κτήνεσι, καὶ χλόην  τῇ δουλείᾳ τῶν ἀνθρώ πων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Φύεται γὰρ ἡ  πόα, καὶ διατρέφει τὰ κτήνη τὰ εἰς χρείαν ἀνθρώπων  γεγενημένα. Τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀνθρώπων  χρείαν καὶ τὰ κτήνη  ταύτης  ἀπολαύει  τῆς προμηθείας.  Πιαινομένη  γὰρ, φησὶν,  ἡ γῆ τοῖς  ἐπ' αὐτῇ πᾶσιν  ἀναδί  δωσι  τὰς  ἐπιτηδείους  τροφὰς,  σῖτον  μὲν  καὶ  οἶνον  καὶ  ἔλαιον  τροφὴν ἐξαίρετον  ἀνθρώπῳ,  τῷ  τε  εὐγενεῖ  καὶ  τιμηθέντι  παρὰ  Θεοῦ· τὸν  μὲν  εἰς  δύναμιν καρδίας,  τὸν  δὲ  εἰς  εὐφροσύνην   ψυχῆς,  ἔλαιον  δὲ  τῆς  ἐπιπόνου   σκληρ  αγωγίας ἁπαλῦνόν  τε καὶ φαιδρῦνον  τὸ σῶμα. Καὶ τῆς δὲ τῶν ἄλλων φροντίζων  διαμονῆς, τοῖς μὲν  ποηφάγοις   κτήνεσιν   ἀπέδωκε   χόρτον·   τοῖς  δὲ  πρὸς  ὑπηρεσίαν   ἀν  θρώπων ἐπιτηδείοις  δι' ἡμερότητα καὶ ἰσχὺν, τὴν ὑπ' ἀνθρώπων  σπαρεῖσαν καὶ γεωργηθεῖσαν ἀπένειμε  χλόην,  τοῖς  ἄλλοις  ἀποδοὺς  τὴν  αὐτομάτως  βλαστάνουσαν.  Πλὴν δύναται ἀμφοτέροις καὶ ἡ χλόη καὶ ὁ χόρτος δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ. Τὰ μὲν γὰρ γῆν, τὰ δὲ σάρκας ἐσθίει. Καὶ οἶνος εὐφραίνει  καρδίαν ἀν θρώπου, τοῦ ἱλαρῦναι  πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.δʹ. Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν  χόρτον  τοῖς  κτήνεσι, καὶ χλόην   τῇ  δουλείᾳ  τῶν  ἀν  θρώπων,   εἰς  τὸ  ἐκφῦσαι  τροφὴν   ἀπὸ  γῆς,  καὶ  οἶνον εὐφραίνειν   καρδίαν  ἀνθρώπου·  στίλβειν  πρόσωπον  ἐν  ἐλαίῳ,  καὶ  ἄρτον  καρδίαν ἀνθρώπου  στηρίζειν.  Ἐπὶ  τοῦτο  γὰρ,  φησὶν,    τῶν  ὅλων  Θεὸς τῇ  γῇ  τοὺς  ὑετοὺς διηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς  βλα στῆσαι καρπούς· καὶ ἄρτῳ μὲν στηρίξαι καὶ  διαθρέψαι  τῶν  ἀνθρώπων   τὴν  φύσιν,  οἴνῳ  δὲ  εὐφρᾶναι   καὶ  θυμηρε  στέραν ἐργάσασθαι  τὴν  ζωὴν,  ἐλαίῳ  δὲ  οὐ  μόνον  ἔνδοθεν   διαθρέψαι,  ἀλλὰ  καὶ  ἔξωθεν λαμπρῦναι  τὰ σώματα, ἱλα ρῦναι δὲ καὶ φαιδρῦναι  τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, ἐπινοίᾳ μόνῃ δια φέροντι τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος, ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν. Ἐγὼ γὰρ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Ὁ δὲ Ἑβραῖος καὶ οἱ λοιποὶ,  Τοῦ Κυρίου, τεθείκασι. ∆ιεξελθὼν  τὰ κάρπιμα, ἀναγκαίως  μνημονεύει  καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐ τῶν παρεχόντων  χρείαν. ∆ιὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτοφυᾶ καὶ οὐ χειροποίητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Τίνος δὲ χορτασθήσεται; Θεογνω σίας δηλονότι. Πῶς δὲ χορτάζονται; Τῇ μελέτῃ  τοῦ  νόμου.  Τοιγαροῦν  αὐτοὺς  καὶ  ξύλα  τοῦ  Κυρίου  ἐκάλεσεν,  ἐπειδὴ  οἱ μελετῶντες  τὸν νόμον ἡμέρας καὶ νυκτὸς ξύλον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον   λέγονται.  Αἱ κέ  δροι  τοῦ  Λιβάνου, ἃς  ἐφύτευσας,  ἐκεῖ  στρουθία  ἐν νοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν.Ὡς ἀναγκαίων  δὲ μετὰ τὰ κάρπιμα μνημονεύει  καὶ τῶν ἀκάρπων. ∆ιὰ δὲ τοῦ Λιβάνου ἐπισήμου ὄρους καὶ τῶν αὐτοῦ κέδρων τὰ λοιπὰ τῆς γῆς ὄρη καὶ δένδρα δεδήλω κε. Τὰ δένδρα δὲ ταῦτα ἀνθρώποις  μὲν συνίστησιν οἴ κους, ὀρνέων δὲ δέχεται τὰς οἰκήσεις. Ἀκύλας δὲ ἐξέδω κεν· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ  ἐλάται  οἶκος αὐτῶν. Τῶν δὲ Πατέρων τις ἔφη· Ἐρωδιῷ πᾶς τόπος εἰς οἴκησιν ἐπιτήδειος, καὶ ὡς εἰς προετοιμασθέντα οἶκον πανταχοῦ παραγίνεται. Τουτὶ γὰρ τὸ, Ἡγεῖται αὐτῶν. Στρουθία δὲ καλεῖ  τὰς παρὰ τοῦ διαβόλου  καὶ τῶν  αὐτῶν  πραττόντων  διωκομένας  ψυχὰς  δι' εὐσέβειαν, δυνηθείσας δὲ αὐτοῦ τὰς παγίδας φυγεῖν,  περὶ ὧν ὁ ∆αυῒδ ἔλεγεν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος θηρευόντων.  Ἐρωδιὸν δὲ οὐκ ἂν ἁμάρτοις τὸν  Πέτρον εἰπὼν,  ἐπειδὴ  τὸν  Χριστὸν διηνεκῶς  ἠκολούθει,  ὥσπερ ὁ ἐρωδιὸς  οὐκ ἐθέλειν χωρίζεσθαι τῶν κεκτημένων  λέγε ται. Οὗτος τῶν στρουθίων ἡγεῖται· δείκνυσι γὰρ αὐτοῖς, πῶς χρὴ τὰς τῶν θηρευόντων  παγίδας ὑπεράλλεσθαι, καὶ αὐτὸς τῇ ἀρνήσει παγιδευθεὶς,  διὰ μετανοίας  τὴν παγίδα. ἐξέφυγεν.  Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Οὐ παρορᾷ, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ Πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκεν ἐνδιαί τημα τὰς τῶν ὀρῶν κορυφὰς, τοῖς δὲ σμικροτέροις τῶν ζώων  τὰς τῶν  πετρῶν  καταδύσεις. Καὶ οὐδὲν  ἄρα μάτην  παρὰ σοῦ τοῦ Θεοῦ γέγονε· τούτων γὰρ μὴ ὄντων, ἐν πεδιάδι ῥᾳδίως τὰ τῶν ζώων ἀσθενῆ πρὸς τῶν ἰσχυρο τέρων   ἡλίσκετο,  καὶ  θᾶττον   ἐξέλιπον   ἂν  κατὰ  τὸν   τοῦ  ὕπνου   καιρὸν  μάλιστα θηρευόμενα. ∆ιὰ δὲ τῶν πετρῶν σπήλαιά τε σημαίνει καὶ φωλεοὺς, εἰς ἃ καταφεύγουσι λαγωοί τε καὶ χοιρογρύλλιοι.  Καὶ γὰρ τὸ τῶν ἐλάφων  γένος πολεμίως ἔχει πρὸς τὸ τῶν ὄφεων. Τοιοῦτοι πάν τες καὶ οἱ Χριστοῦ μαθηταὶ, τὴν κατὰ τῶν νοητῶν ὄφεων δύναμιν ἔχοντες,  κατὰ τὸ εἰρημένον  ὑπὸ Χριστοῦ· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω  ὄφεων  καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν  τοῦ ἐχθροῦ. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Οἱ λαγωοὶ  καὶ οἱ χοιρογρύλλιοι,  οἳ ἐν τοῖς ἀκαθάρτοις ζώοις τάττονται  καὶ ἀσθενέσι.  Μωϋσῆς τοίνυν,  Τὴν  κάμηλον  καὶ  τὸν  ὗν  καὶ  τὸν  δασύποδα,  ὅπερ  ἐστὶ λαγωὸς,  οὐκ  ἔδεσθε, φησί.  ∆ιὰ τούτων  οὖν  ὁ ∆αυῒδ τὰ  ἔθνη  αἰνίττεται.  Οὗτοι γὰρ καταφυγὴν   τὴν  νοητὴν   πέτραν,  τὴν  Ἐκκλησίαν  ἔχουσι,  δι'  ἧς  δυναμοῦνται   καὶ καθαίρονται. Ἔλαφοι δὲ, ἐπειδὴ καθαρὰ ζῶα κατὰ τὸν νόμον τυγχάνουσιν,  ἀναγκαίως αἱ ψυχαὶ τῶν δικαίων  εἰσὶν, ὅσαι τὸν νόμον ἐφύλαξαν.  Ἐποίησε σελήνην  εἰς καιρούς. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δεί ξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φω στήρων ποιεῖται τὴν μνήμην, ἃ κατὰ τὴν  τετάρτην  ἡμέραν  ἐγένετο,  καὶ λέγει  τὴν  τῆς σελήνης  δημιουργίαν  διὰ τὴν  τῶν καιρῶν  γεγενῆσθαι  διδασκαλίαν.  Αἱ γὰρ  αὐτῆς  ἀλλοιώ  σεις μετρεῖσθαι  τὸν  χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ, ἐν τοσαύταις ἡμέραις αὔ ξουσά τε καὶ φθίνουσα. Σελήνην δὲ ἐνταῦθα τὴν τῶν Ἰου δαίων λέγει συναγωγὴν, ἥντινα μέχρι καιρῶν  νόμου καὶ τῶν  προφητῶν  ἔθετο· ἥλιον  δὲ τὸν Χριστόν· οὕτω γὰρ αὐτὸν  καὶ Μαλαχίας   ἔλεγεν·   Ἀνατελεῖ   ὑμῖν   τοῖς   φο   βουμένοις   τὸ   ὄνομα   Κυρίου  ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, ὅστις ἔγνω  τὴν ἑαυτοῦ δύσιν. Τὸν γὰρ καιρὸν,  καθ' ὃν  ἔδει  τὸ  πάθος  οἰκονομῆ  σαι, ἐγίνωσκεν·  ὥστε  πρὶν  ἐλθεῖν  τοῦτον, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώμενος, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτω ποιεῖ  τὴν  ἡμέραν  φαινόμενος,  καὶ τὴν  νύκτα  κρυπτόμε  νος,  καὶ  τὸν  αὑτοῦ  δρόμον τρέχει, καὶ τὰ μέτρα φυλάτ  τει. Ἔθου σκότος, καὶ ἐγένετο  νύξ. Ἀναγκαία καὶ ταύτης χρεία, καὶ τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συν ισταμένη, ἀνάπαυλαν  δὲ τοῖς ἀνθρώποις παρεχομένη. Σαφῶς δὲ τὸν σταυροῦ λέγει καιρόν. Τότε γὰρ σκότος ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης  ἐγένετο,  ὅπερ εἰς ὁλόκλη  ρον νύκτα  ἕνεκα  τοῦ τριημέρου  τῆς  ἀναστάσεως παρεί ληπται  μυστηρίου. Ἐν αὐτῇ διελεύσεται  πάντα  τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζη τῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς.
εʹ. Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις  ἀνάπαυλαν  πραγμα τεύεται, ἄδειαν  δὲ τοῖς θηρίοις παρέχει, ὥστε τὰς πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς, ἀντὶ  τοῦ, καὶ τούτοις  ἡ θεία πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων. Ἀλλ' ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρέχει τροφήν. Θηρία δὲ τοῦ δρυμοῦ καὶ σκύμνους τοὺς δαίμονάς φη σιν, οἵτινες ἐν τῷ καιρῷ τοῦ ∆εσποτικοῦ σταυροῦ ὠρύοντο, νομίζοντες  τότε θήρας ἔχειν  καιρόν.  Ἔβλεπον  γὰρ  Ἰούδαν  προδεδωκότα,  τὸν  Πέτρον  ἀρνούμενον,   τοὺς λοιποὺς  ἀποστόλους  σκορπισθέντας. Ὠρύοντο τοίνυν  ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· πρότερον ἁρπά σαι· οὐκ ἐπιτυχόντες  δὲ τῆς ἁρπαγῆς, ζητῆσαι. Οὐδὲ γὰρ ὀκνοῦσι παρὰ τοῦ Θεοῦ ὑπὸ ἀναιδείας  τοὺς δικαίους  ἐξαιτεῖν  εἰς πειρατήρια. Ἢ οὐχὶ τὸν Ἰὼβ ἐξῄτησεν ὁ διάβολος; Ἐξῄτησε δὲ καὶ τοὺς ἀποστόλους παρὰ Χρι στοῦ, ὥστε τὸν Κύριον λέγειν· Σίμων, Σίμων, ποσάκις ἐξῄτησεν ὁ Σατανᾶς σινιάσαι σε, ὡς τὸν σῖτον; Ἐγὼ δὲ ἐδεήθην  περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ  ἡ πίστις σου. Ἀνέτειλεν  ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἡλίου ἀνίσχον τος τὰ μὲν εἰς τὰς οἰκείας  καταδύσεις  χωρεῖ· οἱ δὲ ἄνθρωποι  τὸν  πρὸ τῆς χθὲς  ἡμέρας ἀποθέμενοι πόνον,  προθύμως  πάλιν  ἐπὶ τοῖς ἔργοις  διημερεύουσιν.  Ἀναστάντος  γὰρ τοῦ Χριστοῦ ὑπεχώρησαν. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Συνήχθησαν, Ὑποχωρήσουσιν ἔγραψε. Ποῦ δὲ  ὑπεχώρησαν;  Εἰς τὰς  ἑαυτῶν  μάνδρας,  ἔνθα  κοιτά  ζονται  ἑρπετῶν  δίκην φωλεύοντες. Ἐξελεύσεται ἄν θρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Εἰκότως· ἐπειδὴ τὸ θαῤῥεῖν τοῖς ὄντως ἀνθρώποις δέδωκεν ἡ τοῦ Χριστοῦ ἀνάστασις, καὶ προέτρεψε μέχρις ἑσπέρας, δηλαδὴ τῆς τοῦ βίου συντελείας, τὸ οἰκεῖον ἔργον ἐργάζεσθαι, τουτέστι τὴν ἀρετήν. Ταύτην γὰρ ἡμῖν ὁ Θεὸς εἰς ἐργασίαν ἔθετο. Ὡς ἐμεγαλύνθη  τὰ ἔργα σου, Κύριε· πάντα  ἐν σοφίᾳ ἐποίησας. Ἕκαστον τῶν  εἰρημένων λογισάμενος ὁ προ φήτης, καὶ τὴν πολλὴν τοῦ Θεοῦ κηδεμονίαν  καταμα θὼν, ἐν μέσῳ τῆς διηγήσεως τὸν ὕμνον ἀνέπεμψε, θαυ μαστὰ καὶ λίαν ἀξιάγαστα καὶ σοφίας μεστὰ φήσας  εἶναι  πάντα  τοῦ  Θεοῦ τὰ  ποιήματα.  Εὗρε γὰρ  καὶ  τὴν  ὑπό  τινων  δυσσεβῶν διαβαλλομένην νύκτα σφόδρα χρη σιμωτάτην, καὶ τὰ ἄκαρπα ξύλα χρείαν ἑτέραν εἰσφέ ροντα, καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώ ποις ἁρμόδια. Θαυμαστὸν δὲ τὸ, Ὡς, καὶ σοφία, ἐν ᾗ πάντα ἐποίησεν, ὁ Κύριός ἐστι· Χριστὸς γὰρ Θεοῦ δύ ναμις καὶ Θεοῦ σοφία, Ἣν, ὡς ὑπερβάλλουσαν καὶ λίαν ἀπόκρυφον, οὐδεὶς τῶν ἀρχόντων  τοῦ αἰῶνος τούτου  ἔγνωκεν.  Εἰ γὰρ ἔγνωσαν,  οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, καθώς φησιν  ὁ Παῦλος. Ἐπλη ρώθη  ἡ γῆ τῆς  κτίσεώς  σου· ἀντὶ  τοῦ, Παντοδαπῶν  ταύτην ἐνέπλησας  ἀγαθῶν,  τουτέστι,  τοῦ  ἐγκαινισμοῦ  καὶ  τῆς  ἀνανεώσεως.  Εἴ τις  γὰρ  ἐν Χριστῷ, καινὴ κτί σις. ∆ιὰ τί δὲ, Ἡ γῆ; Ἐπειδὴ εἰς αὐτὴν ὁ κλίνας οὐρανοὺς καταβέβηκε. Πῶς δὲ αὐτὴν ἀνεκαίνισε; ∆ι' ὑδά των, ὥσπερ αὐτὴν καὶ ἀπ' ἀρχῆς παρήγαγε, δι' ὑδάτων δὲ τοῦ βαπτίσματος εὔδηλον  ὅτι· δηλοῖ γὰρ τὸ ἑπόμε νον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη. Μεγάλη μὲν γὰρ ἡ χάρις τοῦ βαπτίσματος, ὡς μεγάλα περιέχουσα μυστή ρια· εὐρύχωρος δὲ, ὡς ὅλην χωροῦσα τὴν ἐνέργειαν τοῦ Πνεύματος. Ἑρπετὰ δὲ τοὺς ἁμαρτωλοὺς, διὰ τὸ ἕρπειν αὐτοὺς ἐπὶ τὰ γήϊνα, οἵτινες διὰ τὸ πλῆθος εἰ κότως ὑπὲρ ἀριθμὸν λέγονται· ἢ ὅτι μόνοις τοῖς δικαίοις ἀριθμεῖσθαι πρέπει· φησὶ γάρ· Ἐμοὶ δὲ λίαν ἐτιμή θησαν οἱ φίλοι σου, ὁ Θεός. Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.  Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός. Ζῶα μικρὰ μετὰ μεγάλων. Καὶ τοῦτο  δὲ  τῆς  θείας  κηδεμονίας   τεκμήριον,  τὸ  τὰ  μικρὰ  γένη  τοῖς  μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς  ὑπ' ἐκείνων  καταναλίσκεσθαι. Θαλάττῃ τοίνυν  τῇ καθ' ἡμᾶς παρα βάλλει  τὸν  ἀνθρώπινον  βίον  διὰ τὸ ἀστάθμητον  καὶ ἀει κίνητον  τῶν  ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον, τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς.  Φύσις μὲν  γὰρ  πᾶσιν    αὐτὴ,  καὶ    τῆς  γενέσεως  τρόπος  οὐχ  ἕτερος· πολυσχιδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι  τῶν ἀνθρώπων.  Πλοῖα δὲ εἶναί  φαμεν  διαπορευόμενα  ἐν  ταύτῃ  τῇ θαλάσσῃ, τὰς ἁγίας  τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, ἀνωτέρω  δὲ τοῦ κόσμου· καθάπερ καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν, οὔσας μὲν ἐν ὕδασι, πλὴν  ὑδάτων  ἀνωτέρω.  Αἱ τοίνυν  ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν  ταύτην  ἰδίᾳ νηχόμεναι  θάλασσαν, δέχονται  μὲν τοὺς πιστεύον τας,  ἀποκομίζουσι  δὲ,  καθάπερ  εἰς  ἑτέραν  γῆν  τινα    χώραν,  τὴν  τῶν  οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες, κατὰ τὸ γεγραμμένον, καὶ παρεπίδημοι ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκεί νην, Ἧς τεχνίτης καὶ  δημιουργὸς    Θεός. Ἐκεῖ πλοῖα  διαπορεύεται.  Χρεία καὶ  αὕτη  τῶν  ἀνθρώπων μεγίστη. ∆ιὰ ναυπηγικῆς  γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστή μης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον  καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον. ∆ράκων οὗτος, ὃν ἔπλα σας ἐμπαίζειν αὐτῷ.
ςʹ. ∆ιὰ τοῦ  δράκοντος  τὰ  μεγάλα  παρεδήλωσε  κήτη,  ἃ 52 τοῖς  μεγάλοις πελάγεσιν ἐμφιλοχωρεῖ·  τὸ δὲ Ἐμπαίζειν αὐτῷ, ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ. Ἀῤῥενικῶς γὰρ αὐ τὴν καὶ ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μυρία τῶν  ἰχθύων  περίκειται  γένη,  καὶ τὰ μέγιστα κήτη ἀδεῶς  ἐν αὐτῇ νήχεται.  Εἰ δέ τισι δοκεῖ  καὶ  ἀλληγορῆσαι  τὸν  δράκοντα,  διὰ  τὸ  καὶ  ἐν  τῷ  Ἡσαΐᾳ τὴν  μάχαιραν  τὴν μεγάλην καὶ τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα χωρεῖν, τὸν ὄφιν τὸν σκολιὸν τὸν ἐν τῇ θαλάττῃ, οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην  διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑρί σκομεν τὸν Θεὸν διαλεγόμενον, Ἄξεις, φησὶ, δράκοντα ἐν ἀγκίστρῳ; Οὗτος παρὰ  τοῦ  Θεοῦ πλασθεὶς,  ἐπαρθεὶς  δὲ  κατὰ  τοῦ  δημιουργήσαντος,  εἰς  τὸ  παίζεσθαι δέδοται· περὶ οὗ πάλιν  ὁ Θεὸς πρὸς τὸν Ἰὼβ διελέγετο·  Οὐκ ἔστιν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκα ταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων, δηλαδὴ τῶν δικαίων. Οὗτοι γὰρ διὰ τὴν ἀρετὴν καὶ εἰς ἀγγέλων  τάξιν ἀνελ θόντες παίζουσι τὸν διὰ κακίαν ἐξ ἐκείνης ἐκπεσόντα  τῆς  τάξεως.  Καὶ ὁ Κύριος ἐξουσίαν  ἔδωκε  τοῖς  ἑαυτοῦ  μαθηταῖς  πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Καὶ ἀλλαχοῦ φησι· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδα τος. Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης  λόγῳ  τούτου  ἐμνημόνευσεν,  ἅτε  δὴ  καὶ  τοῦ  βίου  παντὸς  τοῦ  ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν περιῤῥιπιζομένου καὶ κύμασιν ἀγρίοις συγκινουμένου.  Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι  τὴν  τροφὴν  αὐτῶν  εἰς εὔκαιρον. Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομί ζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφὴν, ἀγνοεῖ δὲ τὸν χορηγόν· δέχεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. ∆όντος σοῦ, αὐτοὶ συλλέξουσι. Σοῦ παρέχοντος τὴν ἀφθονίαν,  τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. Ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ σύμπαντα πλησθή σεται χρηστότητος. Τὴν εὐκολίαν  τῆς τῶν  ἀγαθῶν  χο ρηγίας διὰ τούτων  ἐδήλωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας    ἐκτεῖναι   δακτύλους,   οὕτω   ῥᾴδιον   τῷ   Θεῷ  τῶν   ἀγαθῶν   ἁπάντων δωρήσασθαι τὴν εἰσφοράν. Ἀνοιγὴν δὲ χειρῶν αὐτοῦ, καὶ τὴν ἐπὶ τοῦ σταυροῦ ἔκτασιν χρὴ λογίζεσθαι,  ἀφ' ἧς πάντα  ἐπλήσθη  χρηστότητος,  τουτέστι  φιλανθρωπίας·  ἐπειδὴ πᾶσα ἁμαρτία διὰ σταυροῦ συγ κεχώρηται. Ἀποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον, ταραχθήσονται.   Καθάπερ  δὲ   πάσης   ἐμφορεῖς   θυμηδίας   τοὺς   τῶν   σῶν   ἀγαθῶν ἀπολαύοντας,  ἐν  εὐμενείᾳ  ταῦτα  δωρούμενος·  οὕτως  ἀποστρεφομένου  σοῦ, ταραχῆς ἅπαντα καὶ δέους ἐμπίμπλαται.  Ἀντανελεῖς  τὸ πνεῦμα αὐ τῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτὸν ἐπι στρέψουσι. Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ τοῦ σώματος γίνεται χωρισμὸς, μεθ' οὗ τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται·  καὶ  ἀνακαινιεῖς   τὸ  πρόσωπον  τῆς  γῆς.  Ἐνταῦθα  σα  φῶς  ἡμῖν  τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου  Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἠλίας  ὁ πάνυ  τῆς  χήρας  ἀνέστησε τὸν  υἱὸν,  τρὶς  ἐμφυσήσας τῷ  παιδαρίῳ,  διὰ τῆς ἐνοικούσης πνευματικῆς  χάριτος  ἐπαναγαγὼν  εἰς ζωήν. Οὕτω καὶ Ἐλισσαῖος τὸν τῆς Σωναμίτιδος   ἐζωοποίησε  παῖδα,  τῷ  πνευματικῷ   χρησά  μενος  ἐμφυσήματι,  καὶ  τῷ ζωοποιῷ Πνεύματι πραγμα τευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως καὶ ταύτην τὴν ἐνέργειαν  δείξας, εἰς ὑμνῳδίαν  μεταφέρει  τὴν γλῶτταν.  Ἥτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας. Ἀεὶ, φησὶ, παρὰ πάντων  αὐτὸν ὑμνεῖσθαι δίκαιον. Εὐ φρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Τὴν ἐσο μένην τῶν ἀνθρώπων  θεογνωσίαν  διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων  ἀπαλλαγέν των, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπίγνωσιν,   εὐφραίνε   ται  Θεὸς,  οὐ  προσκυνούμενος,   ἀλλὰ   σωζομένους   ὁρῶν.   Ὁ ἐπιβλέπων   ἐπὶ  τὴν  γῆν,  καὶ  ποιῶν  αὐτὴν  τρέμειν·    ἁπτόμενος  τῶν  ὀρέων,  καὶ καπνίζονται.  Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς  διδάσκων τῆς θείας φύ σεως Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος, ἀλλ' ὡς σώζειν βουλόμενος, τὴν ἀλήθειαν δείκνυσι, καὶ κολάζειν δυνάμενος, οὐκ ἐπιφέρει τὴν κόλασιν, καίτοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν.  Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε·  53 τὴν  οἰκείαν   γὰρ  ποιησάμενος  ἐπιφάνειαν,   τὸ  ὄρος  ἅπαν  ἔδειξε καπνιζόμενον.  Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ  τῷ Θεῷ μου, ἕως ὑπάρχω.  Καὶ ταῦτα εἰκότως προσέθηκεν. Οὐ γὰρ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων  αὐτοῦ· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται αὐτῷ; Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδηφορίας  καιρὸν εἰς ἀγορασίαν ἐλαίου δα πανησάσαις. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. ∆ιαλογήν φησι τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων,  Θεῷ διαλέγεται. Ὁ δὲ Σύμμαχος τὴν  διαλογὴν,  ∆ιάλεξιν  εἴρηκεν· ὁ δὲ Ἀκύλας, Ὁμιλίαν.  Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμν ωδίαν ἡδίστην καὶ τερπνοτάτην  ὀφθῆναι. Ἐγὼ δὲ εὐ φρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Τούτου γὰρ, φησὶ, γινο μένου, ἐγὼ τὴν ἐντεῦθεν  εὐθυμίαν καρπώσομαι. Ἐκλεί ποιεν ἁμαρτωλοὶ  ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν  αὐτούς. Τὸ θεῖον κάλλος  καὶ  τὸν  ἄῤῥητον  πλοῦτον,  ὡς  ἐνῆν  ἀνθρωπείᾳ  φύσει,  διεξελθὼν,   πάντας ἀνθρώπους   τῆς  αὐτῆς   μεταλαχεῖν   ἱμείρεται   γνώσεως,   καὶ  τὴν   τῶν   ἁμαρτωλῶν παντελῶς  ἐκλεῖψαι συμμορίαν ἱκετεύει, οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μετα βληθῆναι  δεόμενος, καὶ παύσασθαι αὐτῶν  τὸ στῖφος ἀν τιβολῶν  μεταταξαμένων  καὶ μεταμαθόντων   τὰ  θεῖα.  Εἰ δέ  τις  ἑτέρως  ταῦτα  βούλεται  νοεῖν  τὰ  ῥήματα,  ὡς  τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑποβάλλοντος  ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προ φητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κο ρινθίοις ἐπιστέλλων  φησίν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. Καὶ γὰρ ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ· ἐπειδὴ δὲ ἐπέφανεν  ὁ μονογενὴς  τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρ τωλοὶ,  ἐκλελοίπασιν  οἱ ὄντες  ἐν ἀνομίαις.  Πῶς ἢ τίνα  τρόπον; Ἐδικαίωσε γὰρ ἅπαντας,  ἀπήλλαξε  τῶν πε πλημμελημένων. Οὐκοῦν ὀλίγοι  γεγόνασιν  οἱ ἁμαρτωλοὶ, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι.  Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγαθῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει ∆ημιουργὸν καὶ Σωτῆρα.

Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |