Ιωάννης Χρυσόστομος
Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. Ρ∆ʹ.Ἀλληλούϊα.
Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς
παρακελεύεται τὸν τῶν ὅλων Θεόν. ∆ηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε
τὸν Κύριον, ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν τε πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ
Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ πα ρασχεθέντων ἀγαθῶν
τοῖς ἐκείνων ἐκγόνοις· ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη τοὺς τοσούτων ἀγαθῶν
ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρε θίσαι καὶ παραθῆξαι· διδάσκει
δὲ κατὰ ταὐτὸν καὶ τὸν νέον λαὸν, ὡς οὐκ
ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας
κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ λαὸς Θεοῦ ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας
προμηθείας ἀπ έλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς,
διὰ τῶν προκειμένων ψαλμῶν
διδάσκει πάντας ἀνθρώπους, ὅσα μὲν αὐτοὺς εὐεργέτησεν, ὅπως δὲ ἀχάριστοι
περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένηνται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δικαίωμα καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν ὁδὸν, ἀλλὰ τὴν εὐθεῖαν
ὁδεύοιεν. Τὴν δὲ τοῦ Ἀλληλούϊα ἑρμηνείαν
ἐν τούτοις εἶναι
λέγουσιν, Αἶνον τῷ Θεῷ Ἰαώ·
τὸ δὲ, Ἰαὼ, Ἑβραῖοιὀνομασίαν ὥσπερ τινὰ
τῷ Θεῷ κατέλιπον ἀνερμήνευτον.
Ἀναγκαίως
τοίνυν ἡγεῖται τοῦτο
τοῦ παρόντος ψαλμοῦ.
Πρὸς δοξολογίαν γὰρ Θεοῦ τείνει τὰ ἐν αὐτῷ, ὥσπερ οὖν γενόμενα, οὕτω δὴ καὶ
λεγόμενα. Πρῶτος τοίνυν ὁ παρὼν τυγχάνει ψαλμὸς τῶν ἐπιγεγραμμένων τὸ, Ἀλ ληλούϊα. Οἶμαι
δὲ ταύτην ἔχειν τὴν ἐπιγραφὴν, διὰ τὸ ξένου τυγχάνειν χαρακτῆρος παρὰ τοὺς ψαλμοὺς καὶ τὰ περὶ τὴν ᾠδήν.
∆ι' ὅλου γάρ μοι δοκοῦσιν οὗτοι αἴνους καὶ ὕμνους περιέχειν εἰς τὸν Θεόν· καὶ εἰκότως·
τὸ γὰρ Ἀλληλούϊα ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον· οὔτε διὰ ψαλτηρίου κρουσθέντες,
οὔτε δι' ᾠδῆς λεχθέντες,
ἀλλ' αὐτὸ τοῦτο αἶνοι
καὶ ὕμνοι τυγχάνοντες, καὶ τὰς τοῦ
Θεοῦ εὐεργεσίας εἰς ἀνθρώπους περιέχοντες.
αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ
Πνεῦμα τὸ ἅγιον, τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς
ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς
πεποίη ται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Τὸ δὲ Ἐπικα λεῖσθε, Κηρύσσετε ὁ Σύμμαχος
ἡρμήνευσε. Παρακε λεύεται δὲ ὁ λόγος τὴν
εὐχαριστήριον ὑμνῳδίαν προσφέ ρειν, καὶ
διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Ἀπαγγείλατε
ἐν τοῖς ἔθνεσι
τὰ ἔργα αὐτοῦ.
∆ῆλόν ἐστι καὶ σαφὲς, ὡς
ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ
καὶ τοῖς ἔθνεσιν ἅπασι πραγματεύεται. Ἄσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα
τὰ θαυμάσια αὐτοῦ. Ἄσατε μὲν, τὰς γλώσσας εἰς ἐκφώνησιν τῶν ὕμνων
παρέχοντες· Ψάλατε δὲ, συνιέντες τὰ μελῳδούμενα, ὕμνοις τε αὐ τὸν καὶ μελῳδίαις ἀμείβεσθε,
καὶ τοὺς ἀγνοοῦντας
τὰ παρ' αὐτοῦ
γεγενημένα διδάξατε θαύματα. Ἐπαινεῖσθε
ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ὁ δὲ Ἀκύλας, Καυχᾶσθε, ἀντὶ τοῦ, Ἐπαινεῖσθε, τέθεικε.
Παρακελεύεται δὲ ὁ λόγος μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυ ναστείᾳ μέγα
φρονεῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος
Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν
Κυρίῳ καυχάσθω. Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι·
Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ
αὐτοῦ. Εὐφρανθήτω καρδία ζη τούντων τὸν Κύριον. Ἀπὸ ἐξομολογήσεως ἀρξάμενος εἰς εὐφροσύνην
κατέληξεν. Ἀρχὴ γὰρ τοῦ προκόπτειν, τὸ τὰς ἰδίας ἐξαγορεύειν ἁμαρτίας μετανοοῦντας
διὰ καρπῶν ἀγαθῶν,
κατὰ τὸ, Ποιήσατε καρποὺς ἀξίους
τῆς μετανοίας. Τότε γὰρ
θαῤῥήσομεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ τευξόμεθα τῶν ἐξ αὐτοῦ χαρισμάτων, ἐξ
ὧν αὐτοὶ
ἔγνωμεν καὶ ἑτέρους
ὠφελοῦντες· εἶτα κατ
αξιωθέντες τῆς κατὰ
Θεὸν εὐθυμίας, ᾄδειν αὐτῷ
καὶ ψάλλειν δυνησόμεθα,
καὶ λοιπὸν τὰ τῆς θείας
Γραφῆς ἑρμηνεύειν ἀπόῤῥητα. Ταῦτα γὰρ αὐτοῦ τὰ θαυμάσια. Τότε γὰρ, ὡς
τοσαῦτα κατωρθωκότες, ἐν τῷ ὀνόματι αὐτοῦ ἐπαινεθησόμεθα. Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. Ζητήσατε τὸν Κύριον, καὶ κρα ταιώθητε. Καὶ διδάσκων
πῶς δεῖ τοῦτο ποιεῖν,
ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν
ἄνωθεν ἐπι κουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρ ποῦσθαι· ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται
καὶ ἀήττητοι. Αἰτεῖτε. καὶ δοθήσεται
ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμ
βάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγή
σεται. Τί δέ ἐστι ζήτησις; Τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν.
Ὁ γὰρ ζητῶν, ἐπὶ διανοίας ἐκεῖνος ἔχει τὸ ζητούμενον. ∆ιεγείρει δὲ τῶν ἐθνῶν τοὺς κήρυκας εἰς τὸ
ζητῆσαι τὸν Κύριον· κραταιοῦσθαι γὰρ ἐντεῦθεν αὐτοὺς, ὡς ἂν κράτους ὑπάρχοντας ἐνδεεῖς
πρὸς τὸ ποιεῖν τὰ προσ τεταγμένα, καὶ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κηρύξαν τας,
κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομέ νοις δυνάμει πολλῇ. Τὸ δὲ, διαπαντὸς ζητεῖν, ἀντ έσταλται τῷ κατὰ Μωϋσέα, τρίτον
φαίνεσθαι τοῦ ἐνιαυ τοῦ ἐνώπιον αὐτοῦ. Ὥσπερ δὲ κατὰ τὴν ἱστορίαν ὁ Σα μουὴλ ἐν
τῇ τοῦ μαρτυρίου σκηνῇ λειτουργῶν ἑώρα
τοῦ Θεοῦ τὸ πρόσωπον, οὕτως οἱ προκόπτοντες
ἐν ἐξ ετάσει δογμάτων ἀεὶ καὶ πράξει
τῶν ἀρετῶν, διαπαντὸς
αὐτοῦ ζητοῦσι τὸ πρόσωπον, ἰδεῖν
βουλόμενοι τοῦτον νοῒ καθαρῷ, ὅπερ ἐστὶ
χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ Θεοῦ τοῦ ἀοράτου τυγχάνων εἰκών· διὸ καὶ ὁ ὁρῶν
αὐτὸν, εὐθὺς ὁρᾷ τὸν Πατέρα. Μνήσθητε τῶν
θαυμα σίων αὐτοῦ, ὧν ἐποίησε· τὰ
τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ
.βʹ. Μὴ παράδοτε λήθῃ τὰς ἀῤῥήτους
θαυματουργίας, ἃ ὁ ∆εσπότης εἰργάσατο.Κρίματα
γὰρ ἐνταῦθα προσ ηγόρευσε τὰ ἐνδίκως ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύ ματα. Ἐπειδὴ γὰρ τῶν ἐν Αἰγύπτῳ γεγενημένων
ποιεῖ ται διήγησιν,
προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας
τὸ δίκαιον. Στόμα δὲ ὁ λόγος αὐτοῦ, ὡς ἀκριβοῦς δίκη νομοθέτου καὶ παιδευτοῦ
κεκριμένα παρήγγειλε. ∆οκεῖ δέ μοι ἐνταῦθα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ,
τοὺς ἐν γῇ, τοὺς ἐν θαλάττῃ, τοὺς ὑπὸ γῆν, τοὺς ὑπ' οὐρανόν. Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα πάντα· ἡ θάλαττα,
τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη, τὸ πεπηγέναι· ἡ γῆ, τὸ ἑστάναι· καὶ πάντα ὁμοίως τοῖς οἰκείοις
διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγματι γέγονε Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
Τοὺς αὐτοὺς καὶ τοῦτο κἀκεῖνο
καλεῖ, ὡς τοὺς μὲν
ἀπογόνους, τοὺς δὲ υἱοὺς χρηματίσαντας. Ἐκλεκτοὺς
δὲ προσηγόρευσεν, ὡς,
παρὰ πάντα τὰ ἔθνη λαὸν κληθέντας
Θεοῦ. Τοῦτο δὲ καὶ διὰ τῶν ἐπιφερομένων
ἐδήλωσεν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ
Ἰσραὴλ, οὗτοι Ἰσραήλ· μηδ' ὅσοι σπέρμα Ἀβραὰμ,πάντες τέκνα. Καὶ γὰρ ὁ Σωτὴρ ἔλεγεν·
Οἶδα ὅτι σπέρμα τοῦ Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ σπέρμα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα
τοῦ Ἀβραὰμ ἐποιεῖτε. Οἱ μὲν γὰρ, σπέρμα μόνον· οἱ δὲ καὶ διὰ τρόπων εἰσὶ μιμηταὶ,
τυγχάνοντες ἐκλεκτοὶ καὶ υἱοὶ ὄντες· ὅπερ οὐκ
ἔφη περὶ τοῦ σπέρματος, ἀλλ' ὅτι ∆οῦλοι· ἑκάτε ρον δὲ
νῦν εἶπε περὶ τῶν μαθητῶν· καὶ γὰρ ἦσαν ἀμ φότερα, καὶ δοῦλοι ὡς σπέρμα, καὶ ἐκλεκτοὶ ὡς υἱοί· κατὰ τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο
ὁ Ἰησοῦς, οὒς καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην;
Τὸ δὲ τῶν ἐκλεκτῶν νοή σεις ἐξαίρετον ἀπὸ
τοῦ, Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ
τὰ κρίματα αὐτοῦ. Ὁ γὰρ αὐτὸς ὢν ἁπάντων
Θεὸς καὶ Κύριος, καὶ πάσης δεσπόζων τῆς οἰκουμένης, τού τους ἴδιον λαὸν προσηγόρευσε. ∆ιὸ προσέταξεν ἀπαγ
γεῖλαι τὰ κρίματα τοῦ στόματος
αὐτοῦ, διὰ τὸ πάντας ὑποκεῖσθαι
τοῖς αὐτοῦ κρίμασι· διὸ οὐκ Ἰουδαίους
μό νον, ἀλλὰ καὶ πάντας ἠξίωσε κλήσεως. Καὶ ἄλλος δέ
φησιν, ὡς ἡ πρόνοια τοῦ Θεοῦ ἡμῶν τὸν ἅπαντα κόσμον θείοις κρίμασι διοικεῖ. Ἐμνήσθη
διὰ τὸν αἰῶνα διαθή κης αὐτοῦ· λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς. Τὸ διαρκὲς
καὶ μόνιμον τῶν πρὸς τὸν Ἀβραὰμ γεγε-νημένων ὑποσχέσεων διὰ τούτων
διδάσκει. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ὑπερβολικὸς
ὁ λόγος, ἀλλ' ἀληθὴς καὶ θεῖος. Ὑπέσχετο δὲ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι
αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ, ὁ ∆εσπότης Χριστὸς κατὰ σάρκα,
ὃς αἰώνιον ἔχει τὸ κρά τος καὶ τὴν βασιλείαν
ἀνώλεθρον. Τοῦτο δὲ καὶ τῶν χι λίων γενεῶν
ἡ μνήμη παραδηλοῖ. Οὐ γὰρ ἐτῶν ἀριθμὸν ὁ λόγος σημαίνει, ἀλλὰ τὸ διαρκὲς
καὶ αἰώνιον τῶν γε νεῶν τὸ πλῆθος αἰνίττεται,
ἢ καὶ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ὡς κἀν τῷ, Χιλιάδες εὐθηνούντων· καὶ πάλιν, Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός
σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὃν διέθετο τῷ Ἀβραάμ· καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. Καὶ ἔστησεν
αὐτὸν τῷ
Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ
εἰς διαθήκην αἰώνιον.
Τοῦτον τὸν ὅρκον καὶ ὁ θεσπέσιος ἐμνημόνευσε
Μωϋσῆς. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς πρὸς Ἀβραάμ· Κατ' ἐμαυτοῦ ὤμοσα· ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ
τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ· καὶ, Ἐνευ λογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Τούτῳ
τῷ ὅρκῳ καὶ τὸν Ἰσαὰκ ἀναμιμνή σκει, βεβαιοῖ δὲ καὶ πρὸς τὸν Ἰακὼβ τὰς συνθήκας.
Καὶ μέντοι καὶ πληροῖ ταύτας, διὰ μὲν Μωϋσέως τοὺς ἐκεί νων ἐκγόνους τῆς Αἰγυπτίων ἐλευθερώσας δουλείας, διὰ δὲ Ἰησοῦ τοῦ Ναυῆ τὴν
ἐπηγγελμένην γῆν ἀποδοὺς, τὸ δὲ τέλος τῆς ἐπαγγελίας διὰ τοῦ ∆εσπότου συμπεράνας
Χριστοῦ. Λέγων,
Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοί νισμα κληρονομίας ὑμῶν. Σχοίνισμα
τὴν τῆς γῆς ἐκάλεσε δεσποτείαν· τῶν κεκτημένων γὰρ ἴδιον, μέτρῳ τὴν γῆν ὑποβάλλειν.
Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς,
καὶ παροίκους ἐν αὐτῇ. Ταῦτα δὲ, φησὶν, ὑπέσχετο τοῖς πατράσιν ὀλίγοις
οὖσι καὶ σφόδρα εὐαριθμήτοις.
∆ηλοῖ δὲ διὰ τούτου τοῦ ὑπισχνου
μένου τὴν δύναμιν,
ὅτι καὶ τοῖς οὕτως ὀλίγοις
τοσαύτης γῆς δεσποτείαν παρασχεῖν ἠδύνατο. Ἐπηγγείλατο γὰρ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, ἀντὶ μὲν τοῦ ὀλίγους
αὐτοὺς εἶναι, πληθυνθήσεσθαι ὡς τὰ ἄστρα
τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ ἐνευλογήσειν ἐν αὐτοῖς πάντα τὰ ἔθνη· ἀντὶ δὲ τοῦ τότε
παροικεῖν ἐν γῇ Χαναὰν δεσπότας αὐτοὺς καταστῆσαι τῆς γῆς· ἃ δὴ καὶ γέγονεν ἄμφω
τοῖς ἐξ αὐτῶν, οἵ τινες εἰς πλῆθος ἄμμου δίκην ἐπέδωκαν. ∆ιὰ δὲ τοῦ σπέρματος αὐτοῦ,
ἐν ᾧ εὐλογήθη τὰ ἔθνη, καὶ ταῦτα γέγονεν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Τούτοις
γὰρ λέλεκται· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες. Καὶ
διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Παροικοῦντες γὰρ
οἱ πατριάρχαι διετέλεσαν, καὶ οὐδὲ ἐφ' ἑνὸς ἱδρυμένοι
τόπου, ἀλλὰ νῦν μὲν ὧδε, νῦν
δὲ τὰς σκηνὰς ἀλλαχοῦ μεταφέροντες.
Βασιλείαν δὲ τὴν ἐν Αἰ γύπτῳ
λέγει, ἐξ ἧς διαβάντες, εἰς τὸν λαὸν Χαναναίων κατήντησαν. ∆ιὸ καὶ οὐκ ἀφῆκεν
ἄνθρωπον ἀδικῆσαι αὐτούς. Κρείττους γὰρ αὐτοὺς
τῶν ἀδικεῖν πειραθέν
των ἀπέφηνε. Καὶ ἤλεγξεν
ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις
μου μὴ πονηρεύεσθε. Ταῦτα τῆς τῶν ἐξ αὐτῶν ἀπο
βολῆς δικαίας ἀπολογία,
ὅτι μηδὲ τὰς ἐκ
προγόνων εὐεργεσίας ᾐδέσθησαν, ἅπερ καὶ
τοὺς ἐξ ἐθνῶν ὠφέλει. Οἱ προπάτορες οὖν αὐτῶν, φησὶν, ὀλιγοστοὶ καὶ πάροι κοι ὄντες, τοσαύτης
οὔσης ἀμιξίας τότε καὶ τῶν
κρα τούντων ὠμότητος, ἀσφαλεῖς ἐποιοῦντο
Θεοῦ προνοίᾳ τὰς μεταβάσεις. Μετῆλθε γὰρ ὁ μὲν Ἀβραὰμ ἀπὸ Χαλ δαίων εἰς Χαναὰν, ἀπὸ δὲ Παλαιστίνης εἰς Αἴγυπτον,
κἀκεῖθεν εἰς Γέραρα, ἔνθα μετ' αὐτὸν κατῴκησεν
Ἰσαάκ· Ἰακὼβ δὲ μετῆλθεν ἀπὸ Παλαιστίνης εἰς. Αἴγυπτον. Γράφει δὲ Μωϋσῆς, πῶς ἐτάσας
ὑπὲρ αὐτῶν ὁ Θεὸς βασιλεῖς, οὐκ ἀφῆκεν αὐτοὺς ἀδικεῖσθαι. Οὕτω τὸν Φαραὼ ἤτασεν
ἐτασμοῖς μεγάλοις καὶ φοβεροῖς περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Οὕτω νύκτωρ τὸν
Ἀβιμέλεχ ἐξεδειμάτωσεν, εἰρηκώς· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραὰμ,
αὐτὴ δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Οὕτω τὸν Ἰσαὰκ αἰδέσιμον τοῖς τηνικαῦτα τὴν Παλαιστίνην οἰκοῦσιν ἀπέφηνεν. Οὕτω φονῶντι τῷ Λάβαν ἠπείλησεν· Ὅρα γὰρ, ἔφη,
μὴ λα λήσῃς σκληρὰ κατὰ τοῦ παιδός μου Ἰακώβ. Χριστοὺς δὲ προσαγορεύει, οὐχ ὡς ἐλαίῳ
κεχρισμένους, ἀλλ' ὡς ἐκλεκτοὺς γενομένους.
Προφήτην δὲ ὁ Θεὸς καὶ τὸν Ἀβραὰμ προσηγόρευσεν· Ἀπόδος γὰρ, φησὶ, τὴν
γυναῖκα τῷ ἀνδρὶ, ὅτι προφήτης ἐστὶ, καὶ
προσεύξε ται περὶ σοῦ, καὶ σωθήσῃ. Ἢ χριστούς φησιν, ὡς διὰ τοῦ Πνεύματος χρῖσιν
λαβόντας ἀόρατον. Ὅτι γὰρ αὐ τὸς ἦν ὁ
λαλήσας αὐτοῖς ἐδήλωσε λέγων· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν
τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πότε δὲ εἶδεν; Ὅτε ἀνα βλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἐπιστάντα αὐτῷ τὸν Θεὸν πρὸς τῇ δρυῒ τῇ
Μαμβρῆ· ἡνίκα εἶπεν ἡ Γραφή· Ὤφθη ὁ Θεὸς τῷ Ἀβραάμ. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν.γʹ.
Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος
τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον
τῶν τηνικαῦτα ἀνθρώπων·
ἀλλ' ὅμως καὶ οὕτω τῶν
οἰκείων θεραπόντων ἐπεμελήθη. Ὁ δὲ
Θεὸς οἰκονομικῶς ἐποίησε τὸν
λιμὸν, ἵνα δι' αὐτὸν κατελθόντες καὶ αὐξηθέντες τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συνέτριψεν· ἀντὶ τοῦ, πᾶν
διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς καὶ ὄσπρια,
καὶ ἄλλα, δι' ὧν διαζῶσιν ἄνθρωποι. Τοῦτο δὲ κατ' ὀργὴν Θεοῦ ἐν καιρῷ λιμοῦ εἴωθε
συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον· εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἀμφότερα κατὰ ταὐτὸν ἐδήλωσε,
καὶ τῶν ἀδελφῶν
τὴν μοχθηρίαν, καὶ τὴν αὐτοῦ
σοφίαν. Τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκασεν
ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ
μὲν ἐκεί νων ἐνδέδωκεν, αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον
ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς
Αἴ γυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ
τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς
γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων
θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία
τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ
τῆς θεογνω σίας κατέλαμπεν. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πό δας αὐτοῦ· σίδηρον
διῆλθεν ἡ ψυχὴ αὐτοῦ. Μετὰ γὰρ τὴν
τῆς μοιχείας συκοφαντίαν,
τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν
αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν·
Εἰς σίδηρον ἦλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, μέχρι σφα γῆς ἐκινδύνευσεν· ἢ τὸ στεῤῥὸν
τῶν πειρασμῶν καὶ τὸ ἰσχυρὸν προσηγόρευσε σίδηρον· ὅπερ διὰ τῆς ὑπομονῆς ὁ Ἰωσὴφ διέβαινε,
καὶ πάροδος αὐτῷ τὰ λυπηρὰ διὰ μακροθυμίαν ἐγίνετο.
Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ· τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Ταῦτα
δὲ ὑπέμενεν ἅπαντα, χρυσοῦ δίκην δοκιμαζόμενος, οὐχ ἵνα δὲ τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ
γινώσκων πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ' ἵνα τοῖς ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν
καὶ ἀρχέτυπον ἀληθείας
προθῇ. Καὶ μὴν οὔπω νόμος δοθεὶς ὑπῆρχεν ἔγγραφος, ἀλλ' ἑκάστῳ λογικῷ λόγιον
παρὰ Θεοῦ ὁ φυσικὸς νόμος, δι' ὃν καὶ λογικοὶ λεγόμεθα. Τὸ δὲ, Μέχρι τοῦ ἐλθεῖν
τὸν λόγον αὐτοῦ, τὸν λόγον αὐτοῦ φησιν, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ
πατρὶ καὶ τοῖς ἀδελφοῖς περί τε τῶν δραγμάτων
καὶ τῶν ἀστέρων. Μέχρι
γὰρ ἐξέβη ταῦτα,
τοῖς κακοῖς ἐγυμνά
ζετο. Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν
αὐτόν· ἄρ χων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ,
καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ. Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς
ἐπήγαγε· Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας
αὐ τοῦ ὡς ἑαυτόν· καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σο φίσαι. Χρυσοῦ δίκην πυρωθεὶς
κατὰ τὸ, ∆οκίμασόν με, Κύριε, καὶ πείρασόν με, τοῦ Θεοῦ πρὸς νοῦν ἀγα γόντος
τῷ Φαραὼ, λύεταί τε καὶ ἄρχει. Οὐχ ὁ τυχὼν
δὲ φαίνεται τοῦ Φαραὼ λογισμός. Τί
γὰρ ἐκώλυεν αὐτὸν μαθόντα τὰ περὶ τοῦ
λιμοῦ, τοῦτον μὲν ἀπολῦσαι, τὰ δὲ περὶ τὸν σῖτον διοικῆσαι μετὰ τῶν ἰδίων ἀρχόντων;
Ἀλλ' οὐ τοσοῦτον τῆς τῶν καρπῶν
ἐφρόντισε φυλακῆς, ὅσον τῆς ψυχικῆς ὠφελείας τῶν
ὑπ' αὐτοῦ σωθῆναι μελ λόντων ἀρχόντων
τε καὶ πρεσβυτέρων αὐτοῦ, καὶ ὑπ' αὐτοῦ σοφισθῆναι· δι' ὧν ἔδει βελτίους
καὶ τοὺς ὑπηκόους γενέσθαι. Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας
τῷ βασιλεῖ γενόμενος,
καὶ τὴν ἐξουσίαν
λα χὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις
μόνον χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν
αὐτὴν εὐσέβειαν ἐφελκόμενος.
Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ
παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε Σὴμ, Χὰμ, Ἰάφεθ. Τοῦ δὲ Χὰμ παῖς Χαναάν· τούτου δὲ
Μεσραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος, ἀφ' οὗ καὶ ἡ χώρα. Ὅτι τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, εἰκὸς ἦν τὸν Χὰμ
πάππον ὄντα τοῦ Μεσραῒμ ἐν Αἰγύπτῳ κατοικῆσαι, τοῦ Χα ναὰν ἐπὶ τῆς καλουμένης
Παλαιστίνης οἰκοῦντος. ∆ιὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ
εἰσῆλθεν εἰς Αἴγυπτον,καὶ
οἱ τούτου παῖδες δηλοῦνται.
Ἐν ἑβδομήκοντα δὲ ψυχαῖς κατέβη Ἰσραὴλ
εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Ἐξεδόθη δὲ
καὶ ἑτέρως· Αὕτη, φησὶν, ἡ πρόφασις ἐγέ νετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον ἐκδημίας.
Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπειδὴ ὁ Μεσραῒμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος.
Χὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Χοῦς πρωτότοκον, καὶ Μεσραῒμ τὸν ἀδελφὸν αὐτοῦ. Χοῦς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ
Γραφὴ, Μεσραῒμ δὲ τὴν Αἴγυπτον· Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν
γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ
θείαν ἐπιφά νειαν
διὰ τῆς προσηγορίας
δηλῶν. Ἐμνήσθη γὰρ ὁ Θεὸς τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ὅτε γὰρ εἶπενἈβραὰμ, Πῶς ἔσται τοῦτο; ἐπήγαγε·
Γινώσκων γνώ σῃ, ὅτι πάροικον ἔσται
τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ,
καὶ δουλώσουσιν αὐτὸ
καὶ κακώσουσιν ἔτη τετρακόσια. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ
ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία
διδάσκει. Ὅσῳ γὰρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἐπλήθυνεν
αὐτοὺς ἡ γῆ. ∆είκνυσι τοιγαροῦν, ὅτι οὐ φύσεως ἦν ἡ ἐπίδοσις, ἀλλὰ τῆς ἐπαγγελίας αὐ τοῦ. Ὅτε γὰρ ὀλιγωτέρους ἔδει γενέσθαι ὑπὸ τῶν ἐργοδιωκτῶν ἐλαυνομένους,
τῶν παίδων εἰς τὸν πο ταμὸν ῥιπτομένων,
τῆς φύσεως ἐπηρεαζομένης, τότε μᾶλλον ἐπέδοσαν οὕτως, ὡς καὶ σφόδρα γενέσθαι φοβε
ροὺς τοῖς ἐνοικοῦσιν· ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν
πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς.
Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθη σαν, εἰ
μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς
τοῦ Φαραὼ δεξιώσεως. Μετέτρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ,
τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐπειδὴ
ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰ γυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν εἰδωλολατρείαν ἐξέβησαν,
τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς, καὶ τὰ βα ρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα
κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕρῃ χώραν πληρωθῆναι ἡ πρὸς τὸν Θεὸν Ἀβραὰμ ἐπαγγελία. Ὡς γὰρ τὸν Ἰωσὴφ
πειράσαἐδόξασεν, ἄξιον ὀφθέντα διὰ τῆς
πείρας, οὕτω νῦν τὸν λαόν· πειρασθέντες γὰρ ἐστέναξαν
καὶ ἐκέκραξαν πρὸς τὸν Θεὸν αὐτῶν. ∆ιὸ νῦν εἰς μῖσος μετεστράφη τοῖς Αἰ
γυπτίοις ἡ πρὸς αὐτοὺς τιμή. Ἐν ἀνέσει γὰρ
γενόμενοι καὶ τιμῇ
παρ' Αἰγυπτίοις ἐπελάθοντο
τοῦ πατρῴου Θεοῦ, καὶ τῆς αὐτῶν εἰδωλολατρείας γεγόνασι κοινωνοὶ, ὥς φησιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Καὶ νῦν φοβήθητε,
λέ γων, τὸν Κύριον, καὶ λατρεύσατε
αὐτῷ ἐν εὐθύτητι δικαιοσύνης, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλο τρίους, οἷς ἐλάτρευσαν
οἱ πατέρες ὑμῶν ἐν τῷ πέ ραν τοῦ ποταμοῦ, καὶ ἐν Αἰγύπτῳ. Μετέτρεψε δὲ τῶν Αἰγυπτίων
τὴν καρδίαν, οὐ βιασάμενος, ἀλλὰ τῷ αὐτεξ ουσίῳ παραχωρῶν. Ἐδολιεύσαντο δὲ ποτὲ μὲν ταῖς μαίαις ἐπιτάξαντες
ἀνελεῖν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ ποταμῷ ταῦτα παραπέμψαι κελεύσαντες. Ἀλλ'
ὅμως καὶ οὕτω τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχανήματα. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐ τοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων
αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.
δʹ. Τῆς ἱστορίας τὰ καίρια
τίθησι διηγήματα. Συντεμὼν γάρ φησιν, ὡς ἱκανῶς αὐτοὺς πρὸς τὴν ἀξίαν
τιμωρη σάμενος, πέμπει τούτους δι' ὧν ἐποίησε τεράτων, τοὺς μὲν Αἰγυπτίους
κολάζων, πρὸς τὴν ἰδίαν δὲ γνῶσιν
τοὺς Ἑβραίους παιδεύων. Τῶν σημείων
δὲ τὰς αἰτίας
τοῖς ἀμφὶ Μωϋσέα μόνοις
ἐξέφηνε, λογικὴν κατάληψιν
ὡς λογικοῖς μόνοις οὖσι
δηλώσας, ὡς εἰδέναι
δι' ἣν αἰτίαν ποτὲ μὲν τὰ ὕδατα τῶν Αἰγυπτίων μετέβαλε, ποτὲ δὲ τὸ καθ' ἕκαστον,
καὶ διὰ τί κατὰ τήνδε τὴν τάξιν ἐγίνετο, καὶ ταῦτα τίνων εἰκόνες ἢ σύμβολα. Ἐπειδὴ γὰρ μὴ πάντες οἷοί
τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι' ἑαυτῶν ἀναχωρεῖν τῶν
βλαβερῶν, τοῖς οὕτως ἀσθενέσιν ἀποστέλλει
Θεὸς τοὺς δυναμένους, ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ
φερούσης. Εἰσὶ δὲ οὗτοι· ὁ Θεοῦ νόμος, Μωϋσῆς, καὶ ὁ ἀρχιερατικὸς λόγος, οὗ σύμβολον
Ἀαρών. Καὶ ἐκεῖνοι μὲν τὴν γλῶτταν ἐκίνουν,
καὶ τὸ στόμα ἐδάνειζον τῷ Θεῷ καὶ τὰ ῥήματα
ἐξέβαλλον· ἡ δὲ δύνα μις παρ' αὐτοῦ πᾶσα ἐπέμπετο. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε,
διότι παρεπίκραναν τοὺς λόγους
αὐ τοῦ. Καὶ οὐκ ἀντεῖπον οἱ θαυμάσιοι θεράποντες
τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς
καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ,
κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία
καλεῖ Γραφή. Ὁ γὰρ τοῦ
λαοῦ κηδεμὼν Θεὸς
οὐ διὰ μεγάλων
τινῶν τοὺς Αἰγυπτίους ἐκόλαζεν·
οὐ γὰρ ἠπόρει
ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς
ὀργὴν ἐπιπέμψαι, λέοντας, ἄρκτους, λιμὸν, ἢ λοιμὸν, ἢ θάνατον· ἀλλὰ δι' ὧν
εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν
εἰς μετάνοιαν· ἡ δὲ μεγίστη τοῦ λαοῦ κάκωσις οὐ διὰ πηλοῦ καὶ πλινθείας ἁπλῶς, διὰ δὲ τοῦ παρατρέπειν ἐπὶ σέβας εἰδώλων. ∆ιὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην
ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν
καὶ τούτους ἄγων τοῦ πάντων ∆εσπότου, δι' ὧν ἡ κτίσις ἐξυπηρετεῖτο
ταῖς μάστιξιν. Ἀὴρ μὲν εἰς σκότος, τὸ δὲ ὕδωρ εἰς αἷμα, εἰς δὲ βατράχους ἡ γῆ,
τὸ δὲ πῦρ παρα δόξως ὑπεφέρετο σὺν ὑετῷ καὶ χαλάζῃ· τὸ δὲ σκότος, φησὶν, ἐξαποσταλὲν
ἐκ Θεοῦ, οὐ παρεπίκρανε
τοὺς λόγους αὐτοῦ,
ἀλλ' ὑπήκουσε προθύμως, κατὰ μόνης ὑφαπλω θὲν τῆς Αἰγύπτου. Λέγει γοῦν ἡ Γραφὴ, Τοῖς υἱοῖς
Ἰσραὴλ φῶς ἦν. Εἰ γὰρ ἦν κατὰ παντὸς τοῦ κόσμου, πῶς ἐπὶ τρεῖς ἡμέρας αὐτὸ καὶ
νύκτας μεμενηκέναι φησί; Τί γὰρ ἦν τὸ
διορίζον ἡμέρας καὶ νύκτας, μιᾶς μόνης οὔσης ἐπιτεταμένης νυκτός; Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἔκλει ψις τὸ
συμβὰν ἦν, μηδ' ὅτι δρόμος φύσεως, τὴν αὐτὴν χώραν οἰκοῦντες Ἑβραῖοι ταύτης οὐκ
ᾔσθοντο τῆς πλη γῆς· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συνέβαινε πληγῶν. Μετ έτρεψε τὰ ὕδατα
αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν
ποιότητα ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων
τὰ γένη. Ἐξεῖρ ψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλείων αὐτῶν. Ἐπειδὴ
γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετέβαλλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ
τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν
ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε τοῖς ἀνῃρημένοις παραπλησίως
βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις
ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν
χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. Τῶν οὖν βασιλικῶν ταμείων ἐμνημόνευσεν, ὥστε δηλῶσαι
τὸ τοῦ θαύματος μέγεθος, ὅτι μηδὲ
πλῆθος οἰκετῶν ἢ στρατιωτῶν,
ὅπερ εἰκὸς ἐν τοῖς
βασιλείοις διάγειν, ἀποσοβῆσαι τοὺς βατράχους
δύ νασθαι. Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.
Ἠκολούθει γὰρ τοῖς λεγομένοις τὰ ἔργα,
καὶ παραυτίκα Θεοῦ μὲν
κελεύοντος, Μωϋσέως δὲ λέγοντος, καὶ
κυνόμυια καὶ σκνῖπες
ἐπλήρουν τὴν γῆν,
τοὺς Αἰγυπτίων ὅρους
οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώ ποις τὴν λύμην ἐπιφέροντες,
ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες.
Τοῦτο γὰρ σημαίνει τὸ, Ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, ἀντὶ τοῦ, ἔξω τῶν Αἰγυπτίων
ὅρων οὐδὲν τοιοῦτον
γινόμενον ἦν ἰδεῖν.
Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν,
καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. Τὰ νέφη
μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ
βροχῶν καὶ ὄμβρων χάλαζαν
ἀπεκύησε, κεραυνοὶ δὲ καὶ πρηστῆρες
μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλ
λήλαις φύσεις, ὕδωρ καὶ πῦρ, ἀλλήλας οὐκ ἐλυμήναντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτη
κεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυ σικὴν ἀποθέμενα μάχην, σύμφωνον
Αἰγυπτίοις τὴν παι δείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν
διήλεγχον, ὅτι ἄνθρωποι ὄντες, οὐκ ᾐδοῦντο
τὴν φύσιν, ἀλλὰ
τοὺς ὁμο φυεῖς πικρῶς
δουλεύειν ἠνάγκαζον. Τούτου δὴ χάριν
καὶ αἱ ἄμπελοι καὶ αἱ συκαῖ αὐτῶν, καὶ τὰ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν διεφθείρετο.
Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος,
οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφα γε πάντα χόρτον
ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν
καρπὸν αὐτῶν. ∆ιὰ μὲν τῆς χαλάζης
καὶ τοῦ πυρὸς
τὰ δένδρα διέφθειρε·
διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ
βρούχου, τὰ ἕλη, τοὺς λειμῶνας, τὰ λήϊα. Οὐ γὰρ μόνον
τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν
κατανά λωσε. Καὶ μὴν οὐκ ἔθος ἐν ταὐτῷ ἀκρίδα
καὶ βροῦχον ἐπιγίνεσθαι· ἢ γὰρ τίκτει
τὸν βροῦχον ἡ ἀκρὶς προλα βοῦσα, ἢ ὁ βροῦχος αὐξηθεὶς, ἀκρὶς προκόψας γίνεται, ὥστε
τὸ μὲν πρότερον, τὸ δὲ χρόνῳ τινὶ ἀκολουθῆσαι ὕστερον. Ἀλλ' ἐπειδὴ θαῦμα ἦν, καὶ
προστάγματι Θεοῦ τὸ σημεῖον ἐγίνετο, ἅμα παρῆλθεν ἑκάτερον, καὶ κατ έφαγεν ἅμα τῷ χόρτῳ καὶ τὸν
καρπόν· ὥστε πρὸς τῇ τροφῇ τῶν ἀνθρώπων
καὶ ἡ τῶν κτηνῶν ἐφθείρετο. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν
παντὸς πόνου αὐτῶν.
εʹ. Ταύτην Αἰγυπτίοις ἐπήγαγε
τελευταίαν πληγὴν, μεθ' ἣν ἐξελθεῖν τοὺς
Ἰουδαίους κατήπειξαν· ἅπασα γὰρ οἰκία θρήνων καὶ ὀλοφύρσεως ἐπέπληστο, τῶν
πρωτοτόκων ἁπάντων ἀθρόαν
τελευτὴν δεξαμένων. Κατὰ γὰρ
τῶν ποθεινοτέρων ἐπήγαγε τὴν
πληγὴν, πικροτέραις βάλλων
ἀκίσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ
χρυ σίῳ. Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰγύπτιοι τοὺς Ἰουδαίους ἐπέτρεπον,
πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων
τὸν πλοῦτον, οἷόν
τινα μισθὸν τῆς
χαλε πῆς δουλείας
κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον.
Οὐ γὰρ ἀδίκως τοῦτο γενέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦντας
παιδεύων καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν.
Καὶ οὐκ ἦν ἐν ταῖς
φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τῶν
γὰρ τοῖς Αἰγυπτίοις
ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. Προσέταξε γὰρ ὁ Θεὸς
σκυλεῦσαι τοὺς Αἰγυπτίους, ὡς νενικημένους, καὶ
μισθὸν ὀφείλον τας τῆς μακροχρονίου
δουλείας. Μέγα δὲ καὶ τὸ ἐκ
χώρας τὰ χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι
μέχρι ἑνὸς ἐν μυριάσι τοσαύταις, ἕως
ἂν ἐναπομείνῃ τῇ Αἰγύπτῳ μηδεὶς ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας κεκρατημένος· τοῦτο
δὲ Μωϋσῆς ἱστόρησεν. Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν
ἐπ' αὐ τοῖς. Οὕτω δὲ ταῖς παντοδαπαῖς
ἐξεδειματώθησαν τι μωρίαις,
ὡς εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. ∆ιεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς
τὴν νύκτα. Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγίνετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ
λυποῦν· νύκτωρ δὲ πυροειδὴς γινομέ νη, τοῦ φωτὸς αὐτοῖς
ἐχορήγει τὴν χρείαν.
Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον
οὐρανοῦ ἐνέπλη σεν αὐτούς. Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρ έσχεν αὐτοῖς θήραν
ὀρνίθων αὐτόματον· καὶ δεηθεῖσιν
ἄρτων ἄνωθεν ἐχορήγησε, διὰ τῶν νεφελῶν
οὐχ ὑετὸν, ἀλλ' αὐτὴν δωρησάμενος τὴν τροφήν. Τὸ δὲ μάννα λέγει, οὐχ ὡς ἐξ
αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ' ἐκ τοῦ ὑπὲρ κεφαλῆς ἀέρος, ὅπερ ἡ θεία Γραφὴ οὐρανὸν
προσαγορεύει, φερό μενον, ἅμα δὲ καὶ ὡς εἰκόνα τοῦ οὐρανίου ἄρτου τοῦ δοθέντος ἐν
μυστηρίῳ τῇ Ἐκκλησίᾳ φέρον. ∆ιέῤῥηξε πέτραν, καὶ ἔῤῥυσαν ὕδατα, καὶ ἐπορεύθησαν
ἐν ἀνύδροις ποταμοί. Ἐθεράπευσε δὲ αὐτῶν
καὶ
τὸ δίψος ταῖς παραδόξοις
ὠδῖσι τῆς πέτρας· ἐν ἀνύδρῳ γὰρ καὶ 60 ξηρᾷ ποταμοῦ ἀναβλύσαι
προσέταξε. Καλεῖ δὲ ποταμοὺς τῶν ἀναδοθέντων
ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς. Εἰ δὲ
γράφοιτο, Ποταμοῖς, ἐρεῖς ὡς κατὰ τὴν ἱστορίαν τοιοῦτον μόνον τὸν Ἰορδάνην διέβησαν,
δυνάμει δὲ καὶ ἄλλους, ὅσοι πρὸς διάβασιν ἐνεπόδιζον. Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ
ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν
ἀγαλλιάσει, καὶ τοὺς ἐκλέκτους αὐτοῦ ἐν
εὐφροσύ νῃ. Ἀψευδῆ γὰρ ὅσα Θεὸς τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπηγγείλατο περὶ τοῦ τὸ γένος αὐξῆσαι πλήθει καὶ δόξῃ. Καὶ
Μωϋσῆς δὲ πρὸς αὐτοὺς ἐν τῷ ∆ευτερονομίῳ φησί· Μὴ εἴπῃς, ∆ιὰ τὰς δικαιοσύνας
μου ἐξήγαγέ με Κύ ριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν
ὑμῶν. Ὁ γὰρ Θεὸς ποιῶν ἐστιν ἔλεος εἰς
χιλιάδας τοῖς ἀγαπῶσιν αὐτὸν, ἅμα καὶ
προτρε πόμενος τοῖς ἐξ αὐτῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα
αὐτοῦ. Καὶ ἔδωκεν αὐτοῖς
χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας,
ἀλλὰ καὶ τὴν Χαναναίων αὐτοῖς ἐδωρήσατο
γῆν, καὶ τῶν ἀλλοτρίων πόνων
δεσπό τας ἀπέφηνε, κἀκείνους κολάσας
ἐνδίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς
πρῴην τὴν Παλαιστίνην
οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομοθέτησε, φυγεῖν κελεύσας τῆς ἐκείνων πολιτείας
τὴν μίμησιν, διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε δὲ μὴ εὐθὺς αὐτῷ δίδωσι
τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παρ οικεῖν ἐπὶ πλεῖστον ἐᾷ· Οὔπω γὰρ, φησὶν,
ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν, ἀντὶ τοῦ, οὐδέπω πανωλεθρίας
τετολμήκασιν ἄξια· καὶ οὐ δίκαιον αὐτοῖς τὴν τιμωρίαν ἐπαγαγεῖν, οὐδὲ τῇ προ γνώσει
τῆς μείζονος ἁμαρτίας
τῆς τιμωρίας τὴν ψῆφον ἐξενεγκεῖν,
ἀλλὰ ἀναμεῖναι τῶν πραγμάτων τὸ τέλος. Μέτρῳ
γὰρ χρῶμαι, καὶ
σταθμῷ πρυτανεύω, καὶ
οὐδὲν ἀστάθμητον παρ' ἐμοί.
∆ιὰ τοῦτο τετρακοσίων
ἐτῶν ἀνα μείνας
περίοδον, οὕτω κἀκείνους ἐξέβαλε, καὶ τούτοις τὰς ἐπαγγελίας ἀπέδωκεν.
Ὅπως ἂν φυλάξωσι τὰ δι καιώματα αὐτοῦ,
καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. ∆έδωκε δὲ αὐτοῖς, φησὶν, ἣν ἐπηγγείλατο γῆν, νόμον
αὐ τοῖς δεδωκὼς, καὶ κατὰ τοῦτον βιοτεύειν κελεύσας.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου