ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. Ὠδὴ τῶν ἀναβαθμῶν

Τρίτη 4 Οκτωβρίου 2016

ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. Ὠδὴ τῶν ἀναβαθμῶν




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. Ὠδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει, Ὠδὴ τῶν ἀναβάσεων. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.

αʹ. Τῶν μὲν ἄλλων  ψαλμῶν  ἑκάστῳ ἰδία τίς ἐστιν ἐπιγραφὴ,  ἐνταῦθα  δὲ ὁμοῦ πολλοὶ συνελθόντες μίαν ἔλαβον προσηγορίαν, Ὠδὴ τῶν ἀναβαθμῶν, ἢ ὡς ἕτερος εἶπεν ἑρμηνευτὴς,  τῶν  ἀναβάσεων.  Τινὲς  δὲ  αὐτοὺς  καὶ  ἀναβαθμοὺς  καλοῦσι.  Καὶ τίνος, φησὶν,  ἕνεκεν  οὕτως  εἰσὶν εἰρημένοι;  Κατὰ μὲν τὴν  ἱστορίαν, ὅτι δὴ περὶ τῆς ἀνόδου διαλέγονται  τῆς ἐκ Βαβυλῶνος, καὶ τῆς αἰχμαλωσίας μνημονεύουσι τῆς ἐκεῖσε·κατὰ δὲ τὴν ἀναγωγὴν,  ὅτι εἰς τὴν κατ' ἀρετὴν ὁδὸν χειραγωγοῦσι· τινὲς  γὰρ οὕτως αὐτοὺς  ἐξέλαβον.  Καὶ γὰρ    ἐκεῖ  φέρουσα  ὁδὸς  ἀναβαθμοῖς   ἔοικε,  κατὰ  μικρὸν ἀνάγουσα τὸν  ἐνάρετον  καὶ φιλόσοφον  ἄνδρα, καὶ πρὸς τὸν  οὐρανὸν  αὐτὸν  ἱστῶσα τοῦτον. Ἄλλοι  δὲ τὴν τοῦ Ἰακὼβ κλίμακα  διὰ τούτων  αἰνίττεσθαί  φασι, τὴν ἀπὸ γῆς ἐστηριγμένην πρὸς οὐρανὸν δειχθεῖσαν αὐτῷ. 




Οὕτω γὰρ καὶ τὰ ἄβατα τῶν χωρίων, καὶ ὑψηλότερα, βατὰ γίνεται, βάθρων καὶ κλιμάκων ὑποτεθειμένων ἡμῖν. Ἀλλ' ἐπειδὴ τοὺς ἀνελθόντας,   ἐπειδὰν   εἰς   ὕψος   ἀνενεχθῶσιν,    ἀνάγκη   ἰλιγγιᾷν,    διὰ   τοῦτο   οὐχὶ ἀναβαίνοντας  μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ τὸ ἄκρον γινομένους  ἀσφαλίζεσθαι χρή. Μία δὲ ἀσφάλεια, ὅταν μὴ ὅσον ἀνέβημεν ἴδωμεν, καὶ ἀπονοηθῶμεν,  ἀλλ' ὅσον ἀναβῆναι λείπει  κατοπτεύσωμεν,  καὶ πρὸς ἐκεῖνο τεινώμεθα.  Ὃ καὶ Παῦλος δηλῶν  ἔλεγε· Τῶν ὄπισθεν  ἐπιλανθανόμενοι,  πρὸς  δὲ  τὰ  ἔμπροσθεν  ἐπεκτεινόμενοι.   Ἀλλ'    μὲν  τῆς ἀναγωγῆς λόγος οὗτος· ἡμεῖς δὲ λοιπὸν, εἰ δοκεῖ, ἔλθωμεν ἐπὶ τὴν ἱστορίαν, καὶ ἴδωμεν τοὺς  τῆς  αἰχμαλωσίας  ἀπαλλαγέντας.   Πῶς οὖν  ἀπηλλάγησαν  τῆς  αἰχμαλωσίας;  Τῷ πόθῳ τῶν Ἱεροσολύμων· ὡς οἵ γε μὴ τοῦτον κατορθώσαντες, οὐδὲν ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος  ἐκέρδαναν,  ἀλλ' ἐναπέμειναν  τῇ δουλείᾳ  καὶ ἐναπέθανον·  οὓς καὶ ἡμεῖς  ἂν ζηλώσωμεν, τὸ αὐτὸ πεισόμεθα. Ἂν γὰρ μὴ τῷ τῶν οὐρανίων ἔρωτι κατασχεθῶμεν, καὶ τῷ πόθῳ τῆς ἄνω Ἰερουσαλὴμ, ἀλλὰ τῷ παρόντι βίῳ προσηλωθῶμεν διαπαντὸς, ἐγκαλινδούμενοι τῷ  πηλῷ  τῶν  βιωτικῶν   φροντίδων,   οὐ  δυνησόμεθα  τὴν  πατρίδα ἀπολαβεῖν.  Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί  με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. Εἶδες τῆς θλίψεως  τὸ κέρδος; εἶδες τῆς φιλανθρωπίας τὸ ἕτοιμον; Τῆς θλίψεως  τὸ κέρδος, ὅτι πρὸς  εὐχὴν  αὐτοὺς  ἤγαγε  καθαράν·  τῆς  φιλανθρωπίας τὸ  πρόχειρον,  ὅτι  καλοῦσιν εὐθέως ἐπένευσεν· ὃ καὶ τοῖς ἐν Αἰγύπτῳ ἐποίησε πρότερον. ∆ιὸ καὶ λέγει· Ἰδὼν εἶδον τὴν  κάκωσιν  τοῦ  λαοῦ  μου,  καὶ  τοῦ  στεναγμοῦ  αὐτῶν  ἤκουσα,  καὶ  κατέβην  τοῦ ἐξελέσθαι αὐτούς. Καὶ σὺ τοίνυν,  ἀγαπητὲ, ἐν θλίψει  γινόμενος,  μὴ ἀπογίνωσκε, μηδὲ ῥᾴθυμος γίνου, ἀλλὰ τότε μάλιστα διανάστηθι· ἐπειδὴ καὶ τότε καθαρώτεραι αἱ εὐχαὶ, καὶ πλείων ἡ εὔνοια ἡ παρὰ τοῦ Θεοῦ· καὶ πάντα τὸν βίον οὕτω ζῆθι, ὡς ἐπίπονον εἶναί σοι  τὴν   ζωὴν,   εἰδὼς,   ὅτι  Πάντες  οἱ  θέλοντες   ζῇν   εὐσεβῶς  ἐν   Χριστῷ  Ἰησοῦ, διωχθήσονται·  καὶ ὅτι ∆ιὰ πολλῶν  θλίψεων  δεῖ ἡμᾶς εἰσελθεῖν  εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Μὴ τοίνυν  τὸν  ὑγρὸν  καὶ διαλελυμένον ἀγαπήσῃς βίον, μηδὲ τὴν  εὐρύχωρον θελήσῃς βαδίζειν οὐ γὰρ φέρει αὕτη πρὸς τὸν οὐρανὸν  ἡ ὁδὸς, ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην.   Εἰ δὲ  βούλει  περὶ  τὰς  ἄνω  διατριβὰς  καταντῆσαι,  φεῦγε  τὰς  ἡδονὰς, καταπάτει τὴν φαντασίαν τοῦ βίου, πλοῦτον καὶ δόξαν καὶ δυναστείαν ἀτίμαζε· πενίαν δὲ καὶ συντριβὴν διανοίας καὶ ἐξομολόγησιν καὶ δακρύων πηγὰς κτῆσαι, καὶ πάντα τὰ σωτηρίαν δυνάμενα  προξενεῖν μέτελθε. Ταῦτα γὰρ καὶ ἀσφαλέστερον τὸν κεκτημένον καθίστησι,  καὶ  τὰς  εὐχὰς  ὑψηλοτέρας  ἐργάζεται.  Ἂν  οὕτω  σεαυτὸν  κατασκευάσῃς,καὶ μετὰ τοιαύτης διανοίας καλέσῃ καὶ σὺ τὸν Θεὸν, πάντως ἀκούσεταί σου. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Προφήτης εἶπεν, ὅτι Ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, ἵνα  μάθῃς  ἀναβαίνειν  κατὰ  μικρὸν,  καὶ τὰς  εὐχὰς  ἐπτερωμένας  ἐργάζεσθαι, ἵνα  μὴ δυσχεραίνῃς μηδὲ ἀλύῃς ἐν ταῖς θλίψεσιν, ἀλλὰ δρέπῃ τὸ ἀπ' αὐτῶν  κέρδος. Εἰ γὰρ ὁ προφήτης  Ἐλισσαῖος ἄνθρωπος  ὢν, προσιοῦσαν τὴν γυναῖκα  οὐκ ἀφίησι τὸν μαθητὴν ἀπώσασθαι, Ἄφες,  λέγων,  αὐτὴν,  ὅτι κατώδυνός  ἐστιν  ἡ ψυχὴ  αὐτῆς· οὐδὲν  ἕτερον ἐμφαίνων  ἐκ τούτου, ἢ ὅτι ἀπολογίαν ἔχει μεγάλην, καὶ συνηγορίαν τὴν θλίψιν· πολλῷ μᾶλλον ὁ Θεὸς οὐ διακρούσεταί σε μετὰ κατωδύνου  ψυχῆς προσιόντα. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς μακαρίζει τοὺς πενθοῦντας,  καὶ τοὺς γελῶντας  ταλανίζει.  ∆ιὰ τοῦτο καὶ τῶν μακαρισμῶν   ἀρχόμενος,   ἐντεῦθεν   τὸ  προοίμιον   ἐποιήσατο,   λέγων,   Μακάριοι  οἱ  πενθοῦντες.  Εἰ τοίνυν  βούλει  τοὺς  ἀναβαθμοὺς  ἀναβαίνειν   τούτους,  περίκοψον  τὸ διαλελυμένον καὶ  χαῦνον  τοῦ  βίου, σύσφιγξον  σεαυτὸν  τῷ  ἐπιπόνῳ  τῆς  πολιτείας, ἀπόστησον τῶν  γηΐνων  πραγμάτων.  Αὕτη πρώτη  ἀνάβασις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὁμοῦ καὶ κλίμακα ἀναβαίνειν, καὶ τῆς γῆς ἔχεσθαι.

βʹ. Ὁρᾷς πόσον τὸ ὕψος τοῦ οὐρανοῦ· οἶσθα τοῦ χρόνου τὴν βραχύτητα· οἶσθα τὸ ἄδηλον  τοῦ θανάτου. Μὴ τοίνυν  μέλλε, μηδὲ ἀναβάλλου,  ἀλλὰ πολλῇ τῇ σφοδρότητι ταύτης  ἅψαι τῆς ἀποδημίας, ἵνα ἐν μιᾷ ἡμέρᾳ καὶ δύο καὶ τρεῖς καὶ δέκα καὶ εἴκοσι ἀναβαίνῃς  ἀναβαθμούς.  Κύριε, ῥῦσαι τὴν  ψυχήν  μου ἀπὸ χειλέων  ἀδίκων,  καὶ ἀπὸ γλώσσης δολίας. Ὅρα ἐνταῦθα τὸ εὐαγγελικὸν  ἐκεῖνο παράγγελμα διαλάμπον· Εὔχεσθε μὴ  εἰσελθεῖν  εἰς  πειρασμόν.  Τούτου  γὰρ  τοῦ  πειρασμοῦ  οὐδὲν  ἴσον,  ἀγαπητὲ,  τοῦ δολερῷ περιπεσεῖν ἀνθρώπῳ· ὁ τοιοῦτος καὶ θηρίου χαλεπώτερος. Τὸ μὲν γὰρ ὅπερ ἐστὶ φαίνεται· οὗτος δὲ παραπετάσματι πολλάκις ἐπιεικείας τὸν ἰὸν ἀπέκρυψεν, ὡς καὶ δυσφώρατον    γενέσθαι   τὴν   ἐνέδραν,   καὶ   βαράθρῳ   περιπεσεῖν   ἀφυλάκτως    τὸν ἐμπίπτοντα. ∆ιὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιούτων ἐπιβούλων  ἀπαλλάττεσθαι.  Εἰ δὲ  τοὺς  δολεροὺς  δεῖ  φεύγειν  καὶ  ὑπούλους,  πολλῷ μᾶλλον τοὺς ἀπατεῶνας,  καὶ πονηρὰ δόγματα ἐνιέντας.  Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα, τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα,  τὰ πρὸς κακίαν ἀπάγοντα.  ∆ιὰ δὴ ταῦτα καὶ ὁ Προφήτης οὗτος τὴν ψυχὴν  αὐτοῦ ἀξιοῖ ῥυσθῆναι· ἐκεῖ γὰρ ἐνίησι τὰ βέλη. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἕτερος ἑρμηνευτής  φησι· Τί παρέξει σοι, ἢ τί προσθήσει γλῶσσα δολία; Ὁ δὲ ἕτερος· Τί δῴη σοι, ἢ τί προσθείη σοι γλῶσσα κατ' ἐπιθέσεως; Οὐδὲν οὖν ἕτερον παρίστησι τὸ εἰρημένον, ἢ ὅτι μεγάλη αὕτη ἡ πονηρία, καὶ χαλεπὸν τῆς κακίας τὸ εἶδος. ∆ιὰ δὴ τοῦτο ὁρᾷς καὶ τὸν Προφήτην θυμούμενον,  ὀργιζόμενον,  καὶ  λέγοντα·  Τί δοθείη  σοι, καὶ  τί  προστεθείη  σοι πρὸς γλῶσσαν δολίαν; Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ποία ἂν εὑρεθείη . τῆς κακίας ταύτης ἀξία τιμωρία, Ὅπερ καὶ Ἰουδαίοις Ἡσαΐας ἔλεγε· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; τοῦτο δὴ καὶ αὐτός· Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἢ τοῦτο τοίνυν  φησὶν, ἢ ὅτι καὶ αὐτὸ τοῦτο τιμωρία, καὶ πρὸ τῆς δίκης σαυτὸν ἀπαιτεῖς δίκην, οἴκοθεν τὴν κακίαν τίκτων.  Μεγίστη γὰρ ψυχῆς τιμωρία κακία, καὶ πρὸ τῆς δίκης. Τίς οὖν ἂν γένοιτο ἀξία τῷ τοιούτῳ δίκη; Ἐνταῦθα μὲν οὐδεμία, ἡ δὲ παρὰ τοῦ Θεοῦ πληγή. Ἄνθρωπος  μὲν  γὰρ οὐκ ἂν  κατ' ἀξίαν  ἀμύναιτο·  ὑπερβαίνει  γὰρ πᾶσαν τιμωρίαν  ἡ πονηρία· ὁ Θεὸς δὲ ἐπάξει τὴν πληγήν. ∆ιὸ καὶ ἐμφαίνων  τοῦτο, ταχέως ἐπήγαγε λέγων· Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Πάλιν βέλη ἐνταῦθα τὰς τιμωρίας καλεῖ. Ὁ δὲ ἕτερος ἑρμηνευτὴς, Τὰ βέλη τοῦ δυνατοῦ ἠκόνηται, εἶπε, μετὰ ἀνθράκων  ἐστοιβασμένων.  Καὶ ἕτερος δὲ, Σὺν ἀνθρακίαις  ἀρκευθίναις,  τῇ μεταφορᾷ τῶν  ὀνομάτων  αὔξων  τῆς  τιμωρίας  τὸν  φόβον.  Τό τε  γὰρ, Ἐστοιβασμένων,  τό  τε, Ἀρκευθίναις, τὴν αὐτὴν ἔχει ἔννοιαν.  Ἐκεῖ μὲν τὸ πλῆθος παρίστησιν· ἐνταῦθα δὲ τὴν ποιότητα καὶ τὴν σφοδρότητα τῆς τιμωρίας. Ὅπερ οὖν καὶ οἱ Ἑβδομήκοντα δηλοῦντες, Σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, ἐξέδωκαν, τουτέστιν ἐρημοποιοῖς, δαπανῶσι, καταναλίσκουσιν.  Ἀπὸ γὰρ τῶν  παρ' ἡμῖν φοβερῶν  ὑλῶν  καὶ τοῦ Θεοῦ τὰς τιμωρίας σχηματίζουσιν   αἱ  Γραφαὶ,  βέλη  καὶ  πῦρ  αὐτὰς  καλοῦσαι.  Ἐνταῦθα  δέ  μοι  τοὺς βαρβάρους αἰνίττεσθαι δοκεῖ. ∆ιὸ καὶ τοῦτο δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χείλους ψευδοῦς. Τοιαῦτα γὰρ αὐτῶν τὰ ῥήματα, τοιοῦτοι οἱ δόλοι καὶ αἱ ἐπιβουλαὶ, πλάνης γέμοντα ἅπαντα καὶ πολλῆς τῆς κακίας. Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη,  κατεσκήνωσα  μετὰ τῶν  σκηνωμάτων  Κηδάρ. Ἕτερος ἑρμηνευτής  φησιν·
 Οἴμοι ὅτι παροικῶν  παρείλκυσα. Ἄλλος, Ὢ ἐμοὶ, προσηλύτευσα ἐν μακρυσμῷ. Ταῦτα μὲν οὖν οὗτοι θρηνοῦσιν ὑπὲρ τῆς αἰχμαλωσίας τῆς ἐν Βαβυλῶνι· ὁ δὲ Παῦλος ὑπὲρ τῆς ἐνταῦθα διατριβῆς λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν βαρούμενοι Καὶ, Οὐ μόνον  δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν  τοῦ Πνεύματος ἔχοντες,  καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Καὶ γὰρ παροικία ὁ παρὼν βίος. Καὶ τί λέγω παροικίαν, ὅπου γε καὶ τῆς παροικίας ἐστὶν εὐτελέστερον  πρᾶγμα; Ὅθεν αὐτὴν καὶ ὁδὸν ἐκάλεσεν ὁ Χριστὸς, λέγων· Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη  ἡ ὁδὸς ἡ ἐπάγουσα εἰς τὴν ζωήν. Καὶ γὰρ τοῦτο ἀρίστη  διδασκαλία  μάλιστα  καὶ    πρώτη,  τὸ  εἰδέναι  ὅτι  πάροικοί  ἐσμεν  κατὰ  τὸν παρόντα   βίον.   ∆ιὸ   καὶ   οἱ   παλαιοὶ   τοῦτο   ὡμολόγουν,   καὶ   διὰ   τοῦτο   μάλιστα ἐθαυμάσθησαν. Τοῦτο καὶ Παῦλος δηλῶν,  ἔλεγε γράφων· ∆ιὰ ταύτην  τὴν αἰτίαν  οὐκ ἐπαισχύνεται   αὐτοὺς    Θεὸς, Θεὸς αὐτῶν  καλεῖσθαι.  Ποίαν  αἰτίαν;  εἰπέ  μοι.  Ὅτι ὡμολόγησαν  ξένοι καὶ παρεπίδημοι  εἶναι. Τοῦτο ἀρετῆς ἁπάσης ῥίζα καὶ ὑπόθεσις. Ὁ γὰρ   τῶν   ἐνταῦθα   ξένος   τῶν   ἄνω   πολίτης   ἔσται.    τῶν   ἐνταῦθα   ξένος   οὐκ ἐμφιλοχωρήσει   τοῖς  παροῦσιν·  οὐκ  οἰκίας  ἐπιμελήσεται,  . οὐ  χρημάτων,   οὐ τροφῆς,   οὐκ  ἄλλου   τῶν   τοιούτων    οὐδενός·  ἀλλ'  ὥσπερ  οἱ  ἐν  ἀλλοτρίᾳ διατρίβοντες,  πάντα  ποιοῦσι καὶ πραγματεύονται  πρὸς τὴν  ἐπὶ τῇ πατρίδι ἀποκατάστασιν, καὶ καθ' ἑκάστην ἐπείγονται  τὴν ἡμέραν τὴν ἐνεγκοῦσαν  ἰδεῖν· οὕτω καὶ ὁ τῶν  μελλόντων ἐρῶν, οὔτε τοῖς λυπηροῖς  ταπεινωθήσεται  παροῦσιν, οὔτε τοῖς χρηστοῖς  ἐπαρθήσεται,  ἀλλ' ἑκάτερα  παραδραμεῖται,  καθάπερ  ὁδὸν  βαδίζων,  ∆ιά τοι τοῦτο καὶ ἐν τῇ προσευχῇ κελευόμεθα λέγειν,  Ἐλθέτω ἡ βασιλεία σου, ἵνα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν  τῆς ἡμέρας ἐκείνης στρέφοντες, καὶ πρὸ ὀφθαλμῶν  αὐτὴν ἔχοντες, μηδὲ ὁρῶμεν τὰ παρόντα. Εἰ γὰρ Ἰουδαῖοι τῶν Ἱεροσολύμων ἐπιθυμοῦντες θρηνοῦσι τὰ παρελθόντα,  καὶ μετὰ τὸ ἀπαλλαγῆναι,  τίνα ἂν σχοίημεν ἡμεῖς συγγνώμην,  ποίαν  δὲ ἀπολογίαν, μὴ σφοδρῷ κατεχόμενοι τῷ πόθῳ τῆς ἄνω Ἱερουσαλήμ;

γʹ. Ὅρα γοῦν πῶς δὲ οὗτοι θρηνοῦσι τὴν μετ' ἐκείνων διατριβὴν, Κατεσκήνωσα, λέγοντες,  μετὰ τῶν σκηνωμάτων  Κηδάρ· πολλὰ παρῴκησεν ἡ ψυχή μου. Ἐνταῦθα γὰρ οὐ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν θρηνοῦσι μόνον, ἀλλὰ καὶ τὴν μετὰ βαρβάρων διαγωγήν. Ὃ δὴ καὶ ἄλλοι προφῆται ἐποίουν ὑπὲρ τοῦ παρόντος βίου θρηνοῦντες,  καὶ λέγοντες· Οἴμοι ὅτι ἀπόλωλεν  ἀπὸ τῆς γῆς εὐλαβὴς, καὶ ὁ κατορθῶν  ἐν ἀνθρώποις  οὐκ ἔστι· καὶ αὐτὸς δὲ οὗτος, λέγων·  Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν  ὅσιος. Οὐ γὰρ ταύτῃ  μόνον ἐπίπονος ὁ βίος, ὅτι πολλὴν ἔχει τὴν ματαιότητα, καὶ ἀκαίρους φροντίδας, ἀλλ' ὅτι καὶ πολλὴ τῶν πονηρῶν  ἡ φορά. Οὐδὲν δὲ ἐπαχθέστερον καὶ δυσκολώτερον τῆς πρὸς τοὺς τοιούτους ὁμιλίας. Οὐ γὰρ οὕτω καπνὸς καὶ αὐχμὸς βαρύνειν τοὺς ὀφθαλμοὺς εἴωθεν, ὡς ἡ τῶν πονηρῶν  ὁμιλία τὰς ψυχὰς ἀλύειν  παρασκευάζει. Οὐχ ὁρᾷς καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ δυσχερὲς ἐνδεικνύμενον τῆς τοιαύτης διαγωγῆς; Καὶ γὰρ ὅταν λέγῃ, Ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; τοῦτο αἰνιττόμενος  λέγει, Κατεσκήνωσα μετὰ τῶν  σκηνωμάτων  Κηδάρ. Βάρβαρον τοῦτο τὸ γένος  ἐστὶ, θηριωδέστερον  πρὸς  τοὺς  κεκρατημένους  διακεῖσθαι,  σκηναῖς  καὶ  καλύβαις κεχρημένων  καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐκπεπτωκότων.  Ἀλλὰ τούτων πολλῷ χαλεπώτεροι  οἱ ἅρπαγες, οἱ πλεονέκται,  οἱ ἐν ἀσελγείαις, οἱ ἐν τρυφαῖς ζῶντες. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Καὶ μὴν οὐ πολλά· ἑβδομήκοντα γὰρ ἔτη μόνον ἦν· ἀλλ' οὐ τῷ πλήθει αὐτὰ πολλὰ καλεῖ, ἀλλὰ τῇ δυσκολίᾳ τῶν πραγμάτων.  Κἂν γὰρ ὀλίγα ᾖ, πολλὰ τοῖς  θλιβομένοις  φαίνεται.  Οὕτω καὶ  ἡμᾶς  διακεῖσθαι  χρὴ, κἂν  ὀλίγα  ἔτη  ζήσωμεν ἐνταῦθα,  πολλὰ  νομίζειν  αὐτὰ  τῇ  ἐπιθυμίᾳ  τῶν  μελλόντων.   Ταῦτα  λέγων  οὐ  τῆς  παρούσης ζωῆς κατηγορῶ· μὴ γένοιτο· καὶ γὰρ τοῦτο ἔργον Θεοῦ· ἀλλὰ πρὸς τὸν ἔρωτα τῶν μελλόντων ὑμᾶς ἀλείφων, καὶ ὥστε μὴ ἐμφιλοχωρεῖν τοῖς παροῦσι, μηδὲ προσηλῶσθαι τῷ σώματι, μηδὲ κατὰ τοὺς μικροψύχους τῶν πολλῶν  διακεῖσθαι· οἳ κἂν μυρία  ζήσωσιν  ἔτη,  ὀλίγα  ταῦτα  εἶναί  φασιν.  Ὧν τί  γένοιτ' ἂν  ἀλογώτερον;  τί  δὲ παχύτερον,  εἰ  οὐρανοῦ  προκειμένου,  καὶ  τῶν  ἐν  τοῖς  οὐρανοῖς  ἀγαθῶν,    μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, πρὸς τὰς  σκιὰς κεχήνασι, καὶ τὸν εὔριπον τοῦ παρόντος διαπερᾷν βούλονται βίου, κύμασι διηνεκέσι, καὶ χειμῶνι, καὶ ναυαγίοις ἐγκαλινδούμενοι;  Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' ἔσπευδε καὶ ἠπείγετο, καὶ ἓν αὐτὸν μόνον  κατεῖχεν,  ἡ τῶν  ἀνθρώπων  σωτηρία. Μετὰ τῶν  μισούντων  τὴν εἰρήνην  ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. Εἶδες πῶς δείκνυσι τὸ φορτικὸν τῆς  ἐκεῖ  διατριβῆς;  Οὐ γὰρ εἶπε,  Μετὰ τῶν  οὐκ ἐχόντων  εἰρήνην,  ἀλλὰ,  Μετὰ τῶν μισούντων  τὴν εἰρήνην ἤμην εἰρηνικός. Εἶδες τῆς θλίψεως τὸ κέρδος; εἶδες τῆς αἰχμαλωσίας  τὸν καρπόν; Ἀλλὰ νῦν, τίς ἡμῶν δυνήσεται τοῦτο εἰπεῖν; Ἀγαπητὸν γὰρ μετὰ τῶν εἰρηνικῶν  εἰρηνικὸν εἶναι· οὗτος δὲ καὶ μετὰ τῶν μισούντων τὴν εἰρήνην ἦν εἰρηνικός. Πῶς οὖν τοῦτο καὶ ἡμεῖς κατορθώσομεν; Ἂν ὡς πάροικοι διατρίβωμεν· πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ὑπόθεσιν ἄγω τὸν λόγον· ἂν ὡς ξένοι, ἂν μηδενὶ τῶν παρόντων ὦμεν κατεχόμενοι. Οὐδὲν γὰρ οὕτω ποιεῖ μάχην καὶ πόλεμον, ὡς ὁ τῶν παρόντων ἔρως, ὡς ἢ δόξης, ἢ χρημάτων, ἢ τρυφῆς ἐπιθυμία. Ὅταν δὲ καὶ πάντα διακόψῃς τὰ σχοινία ταῦτα, καὶ μηδενὶ τούτων  περιίδῃς τὴν ψυχὴν  κατεχομένην,  τότε ὄψει πόθεν ὁ πόλεμος ἔχει τὴν ἀρχὴν, πόθεν ἡ ἀρετὴ ὑπόθεσιν λήψεται.  ∆ιὰ τοῦτο μεταξὺ λύκων  πρόβατα εἶναι κελεύει, ἵνα μὴ λέγῃς,  Τὰ καὶ τὰ ἔπαθον,  καὶ διὰ τοῦτο ἠγριώθην.  Κἂν μυρία, φησὶ, πάθῃς, μένε πρόβατον  ὂν, καὶ οὕτω  περιέσῃ τῶν  λύκων.  Πονηρός ἐστιν ὁ δεῖνα  καὶ διεφθαρμένος,   ἀλλ'  ἔχεις   τοσαύτην   δύναμιν,   ὡς   καὶ  πονηρῶν   περιγενέσθαι.   Τί προβάτου ἡμερώτερον; τί δὲ λύκου ἀγριώτερον; Ἀλλ' ὅμως τοῦτο ἐκείνου περιέσται· καὶ τοῦτο   ἐπὶ   τῶν   ἀποστόλων   ἐδείχθη.   Οὐδὲν  γὰρ  πραότητος   δυνατώτερον,   οὐδὲν μακροθυμίας  εὐτονώτερον.  ∆ιά τοι  τοῦτο  ὁ Χριστὸς κελεύει  πρόβατα  εἶναι  μεταξὺ λύκων.  Εἶτα  οὕτως  εἰπὼν,  ὥσπερ  οὐκ  ἀρκούσης  τῆς  ἡμερότητος  ταύτης,  τῆς  τοῦ προβάτου  λέγω,  ὃν  βούλεται  μαθητὴν  δεῖξαι,  καὶ  ἕτερόν  τι  προστίθησιν·  Ἔσεσθε ἀκέραιοι ὡς αἱ περιστεραί· δύο ζώων ἡμέρων καὶ ἀφελῶς διακειμένων  μίξας πραότητα· τοσαύτην  ἡμᾶς ἀπαιτεῖ  τὴν  ἐπιείκειαν,  ὅταν  μεταξὺ ἀγρίων  ὦμεν.  Καὶ μή μοι λέγε, Πονηρός  ἐστι,  καὶ  οὐ  δύναμαι  φέρειν.  Τότε  γὰρ  μάλιστα  ἐπιδείκνυσθαι   χρὴ  τὴν πραότητα,  ὅταν  πρὸς  ἀγρίους  ἔχωμεν,  ὅταν  πρὸς  ἀνημέρους·  τότε  αὐτῆς    ἰσχὺς δείκνυται,  τότε  αὐτῆς  τὸ  ἔργον  καὶ  τὸ  κατόρθωμα  καὶ    καρπὸς  διαλάμπει.  Ὅταν ἐλάλουν  αὐτοῖς, ἐπολέμουν  με δωρεάν. Ἕτερος δὲ ἑρμηνευτής  φησι, Καὶ ὅτε ἐλάλουν αὐτοῖς,  ἐπολέμουν·  ἢ τοῦτο  αἰνιττόμενος,  Μετὰ τῶν  μισούντων  τὴν  εἰρήνην  ἤμην εἰρηνικὸς, ἢ, ὅτι Ἐπεὶ ἐλάλουν αὐτοῖς, αὐτοὶ ἐπολέμουν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐν αὐτῷ  τῷ  καιρῷ  τῆς  διαλέξεως,  ὅτε  μάλιστα  τὴν  ἀγάπην  ἐνεδεικνύμην,   φησὶν,  ὅτε μάλιστα καὶ ῥήματα φιλικὰ  ἱέμην, τότε ἠγρίαινον,  τότε δόλους  ἔῤῥαπτον, καὶ οὐδὲν αὐτῶν  ἐκράτει· ἀλλ' ὅμως ἐγὼ τὴν οἰκείαν  ἐπεδεικνύμην  ἀρετὴν, καὶ ἐκείνων  ταύτῃ διακειμένων.  Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν βάλλωσι, κἂν παίωσι φιλοῦντας,  κἂν ἐπιβουλεύωσι, τὰ παρ' ἑαυτῶν ἐπιδείκνυσθαι, ἐκείνης τῆς παραβολῆς μεμνημένους τῆς κελευούσης, ὡς πρόβατα καὶ περιστερὰς εἶναι ἐν μέσῳ λύκων,  ἵν' ἐκείνους τε βελτίους  ἐργασώμεθα, καὶ αὐτοὶ τῶν  ἐν οὐρανοῖς ἀγαθῶν  ἀπολαύσωμεν·  ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΚʹ ΨΑΛΜΟΝ.Ὠδὴ τῶν ἀναβαθμῶν. Ἄλλος, Ἆσμα εἰς τὰς ἀναβάσεις. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἕτερος, Αἴρω ὀφθαλμούς  μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.

αʹ. Ὅρα ψυχὴν  ἀπορουμένην  καὶ ἀμηχανοῦσαν,  ὡς ἐν τοῖς κακοῖς οὖσαν, καὶ βουλομένην  τυχεῖν  παραμυθίας  πρὸς τὸν  Θεὸν ἀφορῶσαν.  Τοῦτο πάλιν  κατόρθωμα, τῶν  πειρασμῶν,  καὶ  κέρδος  πτεροῦν  αὐτὴν  καὶ  διεγεῖρον,  καὶ  τὴν  ἄνωθεν  ποιοῦν ἐπιζητεῖν ῥοπὴν, καὶ τῶν βιωτικῶν  ἀποτέμνον ἁπάντων. Εἰ γὰρ Ἰουδαῖοι, οἱ παχεῖς καὶ τῇ γῇ προσηλωμένοι,  ἀπὸ τῆς ἐν αἰχμαλωσίᾳ  ταλαιπωρίας  οὕτως ἐγίνοντο  σπουδαῖοι, καὶ πρὸς τὸν οὐρανὸν ἔβλεπον· πολλῷ μᾶλλον ἡμεῖς δίκαιοι ἂν εἴημεν τοῦτο ποιεῖν ἐν ταῖς  περιστάσεσι, καὶ  πρὸς  τὸν  Θεὸν  καταφεύγειν,   οἱ  πλείονα  ἐκείνων   ἀκρίβειαν ἀπαιτούμενοι. Ἐπειδὴ γὰρ ἐκεῖνοι τότε ἐν μέσοις ἦσαν ἀπειλημμένοι  τοῖς πολεμίοις, καὶ οὐ  πόλις  αὐτοῖς  ἦν,  οὐ  τεῖχος,  οὐ  πύργος,  οὐχ  ὅπλα,  οὐ  συμμαχία  ἀνθρωπίνη,  οὐ χρημάτων  περιουσία,  οὐκ  ἄλλο  τῶν  τοιούτων  οὐδὲν,  ἀλλ'  αἰχμάλωτοι   καὶ  δοῦλοι μεταξὺ  δεσποτῶν  ὁμοῦ καὶ  πολεμίων  ἀνεστρέφοντο· τῷ  μεγέθει  δὲ τῶν  συμφορῶν πιεζόμενοι πρὸς τὴν ἄμαχον κατέφυγον  χεῖρα, καὶ τῶν ἀνθρωπίνων ἐρημωθέντες, ἀπὸ τῆς ἐρημίας ταύτης ἐπὶ τὸ φιλοσοφεῖν  ἤρχοντο. ∆ιὸ καὶ ἔλεγον· Ἦρα τοὺς ὀφθαλμούς μου   εἰς   τὰ   ὄρη,  ὅθεν   ἥξει      βοήθειά   μου.   Τὰ  παρὰ   τῶν   ἀνθρώπων    πάντα ἐγκαταλέλειπται,  πάντα  φροῦδα, πάντα  ἐκποδών· μία λοιπὸν  ὑπολέλειπται  σωτηρία, φησὶν, ἡ παρὰ τοῦ Θεοῦ. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τὸν Θεὸν πανταχοῦ  ἐπιζητοῦντας;  ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ, ἀπὸ τῶν ὀρῶν, ἀπὸ τῆς ἐρημίας, πανταχοῦ αὐτὸν φανταζομένους; εἶδες αὐτῶν τὴν διάνοιαν ὑψηλοτέραν  γινομένην,  καὶ  τὴν  πανταχοῦ  πρόνοιαν  αὐτοῦ  ἐκτεταμένην ἀνακηρύττοντας; Οὐ γὰρ ἁπλῶς προσέθηκε, Τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν· ἀλλὰ  συλλογιζόμενος  αἰνιγματωδῶς τοῦτο  καὶ λέγων·  Εἰ τὸν  οὐρανὸν  καὶ τὴν  γῆν ἐποίησε,  δύναται  καὶ  ἐν  ἀλλοτρίᾳ  βοηθῆσαι,  καὶ  πανταχοῦ,  καὶ  ἐν  βαρβάρῳ  χεῖρα ὀρέξαι, καὶ τῆς πατρίδος ἐκπεσόντας διασῶσαι. Εἰ γὰρ τὰ στοιχεῖα ταῦτα λόγῳ  μόνῳ παρήγαγε, πολλῷ μᾶλλον ἡμᾶς τῶν βαρβάρων ἀπαλλάξαι δυνήσεται. Ὁρᾷς πῶς φιλοσοφοῦσιν  οἱ λίθων  ὄντες ἀναισθητότεροι, ἐπὶ τῆς ἀλλοτρίας διατρίβοντες; Οὐκέτι γὰρ   ναοῦ   μέμνηνται,   ἀλλ'   οὐρανοῦ   καὶ   γῆς.   Ὅρα  πῶς   καὶ   τὴν   δημιουργίαν ἀνακηρύττουσι καὶ τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν πρόνοιαν. Οἱ γὰρ πρὸ τούτου τῷ ξύλῳ λέγοντες, Θεός μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σύ με . ἐγέννησας, νῦν τὸν δημιουργὸν τῆς οἰκουμένης  ἐπιγινώσκουσιν.  Ἡ βοήθειά μου παρὰ Κυρίου, οὐ παρὰ ἀνθρώπων,  οὐδὲ παρὰ ἵππων, οὐ παρὰ χρημάτων, οὐ παρὰ συμμάχων, οὐδὲ παρὰ περιβόλων. Ἡ βοήθεια ἡμῶν παρὰ Κυρίου· αὕτη ἀχείρωτος ἡ συμμαχία, αὕτη ἄμαχος ἡ βοήθεια· οὐκ ἄμαχος δὲ μόνον,  ἀλλὰ  καὶ ῥᾳδία καὶ εὔκολος. Οὐ γὰρ ὁδὸν μακρὰν  βαδίσαι δεῖ, οὐ θυρωροὺς κολακεῦσαι, οὐ χρήματα δαπανῆσαι, οὐ πρεσβείαν στείλασθαι, ἀλλ' οἴκοι μένοντα δυνατὸν ταύτην ἐπισπάσασθαι τὴν ῥοπὴν, μόνον ἂν ἀποστήσας τις ἑαυτὸν τῶν ἀνθρωπίνων, ἐκείνης  ἐξέχηται  τῆς  ἐλπίδος,  καὶ ὀξυδερκὲς  ἔχῃ  τὸ ὄμμα, καὶ ὑψηλὰ βλέπῃ. ∆ιὰ γὰρ τοῦτο καὶ μόνῳ τῷ ζώῳ τούτῳ τὴν διάπλασιν ὄρθιον ἐποίησεν ὁ Θεὸς, καὶ τοὺς ὀφθαλμοὺς ἐν ὕψει κατέθετο τῆς σαρκὸς, διδάσκων καὶ ἀπὸ τῶν αἰσθητῶν, ὅτι δεῖ πρὸς τὸ ὕψος ὁρᾷν. Μόνον γὰρ τοῦτο τὸ ζῶόν ἐστιν οὕτω διαπεπλασμένον·  τὰ δὲ  ἄλλα πάντα κάτω βλέπει, καὶ πρὸς γῆν νένευκεν.  Οὗτος δὲ πρὸς τὸν οὐρανὸν τέταται, ἵνα τὰ ἐκεῖ περισκοπῇ, καὶ ἐν ἐκείνοις φιλοσοφῇ, καὶ ἐκεῖνα φαντάζηται, καὶ ὀξυδερκὲς ἔχῃ τὸ ὄμμα τῆς ψυχῆς. ∆ιὰ δὴ τοῦτο καί τις σοφὸς ἔλεγε, Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ· τουτέστι, τῶν κάτω πάντων ἀπήλλακται, καὶ οὐρανοπολεῖ, καὶ μετέωρα φαντάζεται.  Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων  σε. Ὁρᾷς πόσην ἀπαιτεῖ παρ' ἡμῶν σπουδὴν ὁ λόγος; Ἐπειδὴ γὰρ βοηθείας ἐμνήσθησαν, καὶ τὴν ἄνωθεν  ῥοπὴν καλοῦσι, παραινεῖ καὶ συμβουλεύει, μονονουχὶ  τοῦτο λέγων·  Εἰ βούλει ταύτης ἀπολαῦσαι, τὰ παρὰ σαυτοῦ εἰσένεγκε. Τί δέ ἐστιν ὃ παραινεῖ; Ἄκουε· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου· τουτέστι, μὴ περιτραπῇς, μὴ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα, οὐκ ἐγκαταλιμπάνοντα, οὐκ ἀφιέντα.  Ὥστε παρ' ἡμῖν αἱ ἀρχαὶ, καὶ τούτου ἡμεῖς κύριοι. Ἐπειδὴ δὲ κύριοι, ὅταν βουλώμεθά τινος ἐπιτυγχάνειν, δεῖ καὶ ἡμᾶς τὰ παρ' ἑαυτῶν  εἰσφέρειν  οὕτω  γὰρ καὶ ὁ Θεὸς βούλεται,  μικρὰ μὲν ὄντα  καὶ εὐτελῆ,  δεῖ δὲ ὅμως εἰσφέρειν,  οὐκ ἀργοῦντας,  οὐδὲ ὑπνοῦντας  καὶ ῥέγχοντας,  οὐδὲ ἀναπεπτωκότας,  ἀλλ'  ἐνεργοῦντας,  καὶ σπουδάζοντας  διασώσειν. ∆ιὰ τοῦτο  καὶ περὶ τὴν ἑνδεκάτην  ὥραν ἐμισθώσατο. Καίτοι τί τοσοῦτον ἔμελλον  ποιεῖν  περὶ ἑνδεκάτην ὥραν; Ἀλλ' ἵνα ἀφορμὴν ἔχῃ τὴν ἐργασίαν, ἵνα πρόφασιν τῶν στεφάνων. ∆ιό φησι· Μὴ δῴης  εἰς  σάλον  τὸν  πόδα  σου, καὶ  οὐ νυστάξει  ὁ φυλάσσων  σε. Ἐὰν τὰ  παρὰ σοῦ παράσχῃς, καὶ τὰ ἐκείνου ἕψεται. Ἐκ τούτου καὶ τοιοῦτό τι δείκνυται,  ὅτι καὶ τὰ παρ' ἡμῶν ἂν εἰσφέρωμεν, ὅμως καὶ οὕτω τῆς παρ' αὐτοῦ δεόμεθα ῥοπῆς, ἵν' ἐν ἀσφαλείᾳ ὦμεν, ἵνα ἀπερίτρεπτοι μένωμεν.  βʹ. Τίς δὲ δίδωσιν εἰς σάλον τὸν πόδα; Ὁ πράγμασιν ἐπιβαίνων  ὀλισθηροῖς καὶ οὐκ ἔχουσιν ἰσχυρὰν βάσιν, οἷός ἐστιν ὁ τῶν χρημάτων ἔρως, οἷος ὁ τῶν  βιωτικῶν  πόθος. ∆ιὰ τοῦτο συνεχῶς  περιτρέπονται  καὶ καταπίπτουσι,  καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμῶσιν ἑαυτοῖς κίνδυνον.  Οὐ γάρ ἐστιν ἐκεῖνά ποτε ἀσάλευτα, οὐδέ ποτέ ἐστιν ἀκίνητα,  ἀλλ' ἀεὶ μεταβάλλεται,  καὶ μεθίσταται,  καὶ τῶν κυμάτων  μᾶλλον  ταράττεται,  καὶ τῶν  ποταμίων  ῥευμάτων  ταχύτερον  διαβαίνει,  καὶ ψάμμου πάσης ἐστὶν ἀσθενέστερα καὶ διαῤῥεῖ. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων  τὸν Ἰσραήλ. Ἂν οὕτω διακείμενος  ᾖς, φησὶν, Οὐ νυστάξει, οὐδὲ ὑπνώσει, τουτέστιν,  οὐκ  ἐγκαταλείψει,  οὐ προήσεται, οὐκ ἀφήσει  γυμνὸν  καὶ  ἔρημον.  Τοῦτο αἰνίξασθαι   θέλων,   ἀλλ'  οὐχ  ἁπλῶς,   τέθεικεν,     φυλάσσων   τὸν  Ἰσραήλ.    δὲ λέγει,τοῦτό ἐστιν· Εἰ τοῦτο ἔργον αὐτοῦ διηνεκὲς, τὸ ἄνωθεν καὶ ἐκ προγόνων τῶν σῶν ἐν ἀσφαλείᾳ σε καθιστᾷν, οὐ προήσεται τὸ ἔργον τὸ αὑτοῦ, καὶ ὃ σύνηθες αὐτῷ πράττειν οὐκ  ἐγκαταλείψει,   ἐὰν  μὴ  σὺ  δώῃς  εἰς  σάλον  τὸν  πόδα  σου.  Καὶ οὐ  μόνον  οὐκ ἐγκαταλείψει,  ἀλλὰ  καὶ  προστήσεται  μετὰ  πολλῆς  τῆς  ἀσφαλείας.  ∆ιὸ καὶ  ἐπήγαγε λέγων·  Κύριος φυλάξει  σε· Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. Ἕτερος, Παρὰ τὴν χεῖρα τὴν δεξιάν σου. Παραστάτης, φησὶν, ἔσται σου, σύμμαχος, βοηθός. Ὁρᾷς πῶς καὶ ἐνταῦθα βούλεταί σε ἐνεργὸν εἶναι; Ἀπὸ μεταφορᾶς δὲ τῶν ἐν παρατάξει ἑστώτων, παρὰ τὴν χεῖρά σου στήσεται τὴν δεξιὰν, ὥστε ἀχείρωτον εἶναι, ὥστε ἐνεργὸν, ὥστε ἰσχυρὸν, ὥστε δυνάστην,  ὥστε τρόπαιον  ἱστᾷν, ὥστε τὴν νίκην  αἴρεσθαι, ἐπειδὴ μάλιστα αὕτη ἐστὶ, δι' ἧς ἅπαντα  ἐνεργοῦμεν.  Οὐκ ἔσται δέ σοι παραστάτης μόνον, οὐδὲ σύμμαχος, ἀλλὰ  καὶ σκέπη. Πάλιν λέγω·  διὰ τῶν  παρ' ἡμῖν  πραγμάτων  τοῦ Θεοῦ τὰς βοηθείας χαρακτηρίζει,  τὴν  ὁλόκληρον  αὐτοῦ φυλακὴν  καὶ τὴν  ἐγγυτάτην  συμμαχίαν  διὰ τῆς δεξιᾶς καὶ τῆς σκέπης παρίστησιν. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Καὶ τοῦτο γέγονεν  ἡνίκα ἐξ Αἰγύπτου ἐπανῄεσαν, καὶ ἐν τῇ ἐρήμῳ διέτριβον. Ἐνταῦθα  δὲ τὴν  πολλὴν  ἄδειαν  λέγει.  Εἰκὸς δὲ καὶ τότε  ἐπανιόντας  τοιαύτης  τινὸς ἀπολαῦσαι   παραδοξοποιίας   ἑτέρῳ  τινὶ   τρόπῳ.  Ἐκ  περιουσίας  τοίνυν   αὐτοῦ  τὴν πρόνοιαν  δεῖξαι βουλόμενος, ὅτι οὐ μόνον τῶν δεινῶν  ἀπαλλάττει,  ἀλλ' οὐδὲ τὰ τῶν ἀνθρώπων   ἀφίησί  σε παθεῖν,  τοῦτο  ἐπήγαγε.  ∆αψιλὴς  γὰρ  αὐτοῦ  τῆς  βοηθείας  ἡ χορηγία, ἄφατος ἡ φιλανθρωπία, οὐ πρὸς τὸ μέτρον τῆς χρείας τῆς ἡμετέρας παρέχουσα τὴν παρ' ἑαυτοῦ βοήθειαν, ἀλλ' ὑπερβαίνουσα ταῖς ἀντιδόσεσι καὶ τὰς αἰτήσεις ἡμῶν· Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ· φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Ὁ γὰρ μηδὲ τὰ μικρὰ ταῦτα λυπῆσαί σε συγχωρῶν,  ἀλλὰ μέχρι τοσούτου τὴν πρόνοιαν  ἐκτείνων  τὴν ἑαυτοῦ  καὶ  τὴν  κηδεμονίαν,  πολλῷ  μᾶλλον  ἀφ'  ἑτέρων  ἀχείρωτόν  σε καταστήσει. Ἕκαστον μὲν τῶν ἐπιόντων  λυπηρῶν  εἴκει καὶ παραχωρεῖ τῷ νεύματι τοῦ Θεοῦ, ἅπερ ἐπ' ἀνθρώπων  οὐκ ἔνι. Ἀλλ' εἰ καὶ τούτου πολλάκις  ἀπήλλαξε τοῦ κακοῦ, ἑτέρου οὐκ ἠδυνήθη· ἢ ἠδυνήθη μὲν, οὐκ ἠβουλήθη δέ· ἀλλ' ἡ τοῦ Θεοῦ παντοδύναμος  καὶ κραταιὰ χεὶρ, κἂν ὁτιοῦν ἐπέλθῃ, λῦσαι .δυνήσεται καὶ ἀπαλλάξαι πάντων, καὶ ἐλεύθερον ἀποκαταστῆσαι.  Κύριος  φυλάξει   τὴν   εἴσοδόν  σου,  καὶ  τὴν   ἔξοδόν   σου.  Ἕτερος ἑρμηνευτής φησι, Τὴν προσέλευσίν σου. Εἶδες διηνεκῆ συμμαχίαν πανταχοῦ  παροῦσαν, εἰσιόντι, ἐξιόντι; Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς ἀγάπης; τί τῆς φιλανθρωπίας; Ἐνταῦθα μέντοι τὸν βίον ἅπαντα αἰνίττεται·  ἐν τούτοις γὰρ ὁ βίος ἅπας, ἐν εἰσόδοις καὶ ἐξόδοις. Καὶ τοῦτο σαφέστερον δηλῶν, ἐπήγαγεν· Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Οὐ πρὸς μίαν ἡμέραν,  φησὶν,  οὐδὲ  πρὸς  δύο,  καὶ  τρεῖς,  καὶ  δέκα,  καὶ  εἴκοσι,  καὶ  ἑκατὸν,  ἀλλὰ διηνεκῶς·   ὅπερ  ἐπ'  ἀνθρώπων   οὐκ  ἔνι·  ἀλλὰ  πολλαὶ   αἱ  μεταβολαὶ,  συνεχεῖς  αἱ μεταπτώσεις,  ἀθρόοι  αἱ  μεταστάσεις·    σήμερον  φίλος,  αὔριον  ἐχθρός·    σήμερον βοηθὸς,  αὔριον  ἐγκαταλιμπάνει.  Πολλάκις  δὲ οὐκ  ἐγκαταλιμπάνει μόνον,  ἀλλὰ  καὶ πολεμεῖ  καὶ ἐπιβουλεύει  πολεμίου  παντὸς  χαλεπώτερον·  ἀλλὰ  τὰ τοῦ Θεοῦ ἀκίνητα, διηνεκῆ, ἀθάνατα, μόνιμα, πέρας οὐκ ἔχοντα. Ἵνα οὖν αὐτῶν  ἐπιτυγχάνωμεν, καὶ τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, ὥστε πολλῆς ἀπολαῦσαι τῆς ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτυχεῖν  ἀγαθῶν  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν,  ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.



ΕΙΣ ΤΟΝ ΡΚΑʹ ΨΑΛΜΟΝ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυ ρίου πορευσόμεθα.

αʹ. Ἀλλὰ  νῦν  πολλοὶ  καὶ  δυσχεραίνουσιν  ἐπὶ  τῷ  ῥήματι·  κἂν  μέν  τις  εἰς ἱπποδρομίας, ἢ εἰς θέατρα παρονομίας ἀναβαίνων  καλέσῃ, πολλοὶ οἱ συντρέχοντες· ἂν δὲ ἐπὶ τὸν εὐκτήριον οἶκον, ὀλίγοι οἱ μὴ ὀκνοῦντες. Ἀλλ' οὐχ οἱ Ἰουδαῖοι οὕτως· οὗ τί γένοιτ'  ἂν  χαλεπώτερον,   ὅταν  καὶ  ἐκείνων   φαίνωνται ῥᾳθυμότεροι  οἱ  Χριστιανοί; Πόθεν δὲ οὗτοι οὕτως; Πάλιν λέγω· ἀπὸ τῆς αἰχμαλωσίας ἐγένοντο βελτίους. Ἐντεῦθεν οἱ πρὸ τούτου  ναυτιῶντες,  καὶ τὸν μὲν ναὸν  ἀφιέντες,  καὶ τὴν  ἀκρόασιν τῶν  θείων λογίων,  ὄρεσι δὲ καὶ νάπαις  καὶ βουνοῖς ἑαυτοὺς διδόντες  καὶ πολλῇ τῇ ἀσεβείᾳ, τὴν ἐπιθυμίαν  ἔστησαν τῆς  λατρείας  ἐκείνης,  καὶ πρὸς τὴν  ἐπαγγελίαν  αὐτὴν διαθερμαίνονται,  καὶ ὀρθοῦνται, καὶ ἵστανται, καὶ γάννυνται τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐν λιμῷ κατέστησαν καὶ δίψει, οὐ λιμῷ ἄρτου, καὶ δίψει ὕδατος, ἀλλὰ τοῦ ἀκοῦσαι λόγον Κυρίου, κολασθέντες τῇ τιμωρίᾳ ταύτῃ μετὰ πλείονος τῆς ἐπιθυμίας ταῦτα ἐπιζητοῦσιν, ὧν πρώην ἐξέπεσον. Οὕτω καὶ τὸ ἔδαφος αὐτὸ περιέπλεκον λέγοντες, ὅτι Εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι· καὶ πάλιν, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; καὶ πάλιν, Μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμονιεὶμ, ἀπὸ ὄρους μικροῦ· καὶ πάλιν· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν  ψυχήν μου. Τί ἐμνήσθης, εἰπέ μοι; Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ. Τουτέστιν, ὅτι ∆ιηρχόμην τὰς χορείας, τὰς πανηγύρεις,  τὴν λατρείαν ἐκείνην.  Ἑστῶτες  ἦσαν  οἱ  πόδες  ἡμῶν  ἐν  ταῖς  αὐλαῖς  σου, Ἱερουσαλήμ.  Ἕτερος, Εὐφράνθην  εἰπόντων  μοι· Εἰς τὸν οἶκον Κυρίου ἤλθομεν  Ἔστησαν οἱ πόδες ἡμῶν  ἐν ταῖς   αὐλαῖς   σου,   Ἱερουσαλήμ.   Εἶδες   ἡδονῆς   ὑπερβολήν;   Ὡς   τῶν   πραγμάτων ἀπολαύοντες   αὐτῶν,  καὶ  πρὸς  τὰ  ῥήματα  . αὐτὰ  ἔχαιρον,  πολλῷ   τῷ  πόθῳ περιπλεκόμενοι  τὸν εὐκτήριον  οἶκον καὶ τὴν πόλιν.  Οὕτως ὁ Θεὸς ἀεὶ ποιεῖν  εἴωθεν. Ὅταν  γὰρ  ἔχοντες   τὰ  ἀγαθὰ  μὴ  αἰσθανώμεθα,   ἐκβάλλει   αὐτὰ  τῶν   χειρῶν   τῶν ἡμετέρων, ἵν' ὅπερ οὐκ ἐποίησεν ἡ ἀπόλαυσις, τοῦτο ποιήσῃ ἡ στέρησις· ὅπερ οὖν καὶ αὐτοὶ πεπόνθασιν  ἀντεχόμενοι  τῆς πόλεως, ἀντεχόμενοι  τοῦ ναοῦ, εἰδότες αὐτῷ χάριν πολλὴν ὑπὲρ ὧν τὴν πατρίδα ἀπέλαβον. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Ἕτερος, Τὴν ᾠκοδομημένην   ὡς  πόλιν.  Ἢ τοίνυν  κατὰ  τοὺς  Ἑβδομήκοντα  τοῦτό  ἐστιν,  ὅτι οἰκοδομηθήσεται     Ἱερουσαλὴμ   ὡς   πόλις,   τὸν   πρὸ  τοῦ   οἰκοδομηθῆναι   χρόνον δηλοῦντος  τοῦ λόγου· ἢ κατὰ τὸν ἕτερον ἑρμηνευτὴν,  Ἀπελάβομεν  τὴν Ἱερουσαλὴμ, Τὴν ᾠκοδομημένην  ὡς πόλιν, τὰ μετὰ τὴν αἰχμαλωσίαν  γενόμενα ἐμφαίνοντα.  Ἐπειδὴ γὰρ   τότε   ἐρημία   πολλὴ   πανταχοῦ   τῆς   πόλεως   ἦν   καὶ   ἐρείπια,   τῶν   πύργων καταβεβλημένων,  τῶν  τειχῶν   ἐῤῥιμμένων,  καὶ  λείψανα  μόνον  ἔμενε  τῆς  ἀρχαίας πατρίδος, ἐπανελθόντες,  καὶ ἰδόντες τὴν ἐρημίαν, ἀνακαλοῦνται  τὴν παλαιὰν  ἐκείνην εὐημερίαν, καὶ τὰ ἐγκώμια αὐτῆς διηγοῦνται,  λέγοντες,  ὅτι Ἡ λαμπρὰ καὶ περιφανὴς, καὶ ἔχουσα ἐκκλησίαν, καὶ ἄρχοντας, καὶ βασιλεῖς, καὶ ἀρχιερεῖς, καὶ πολλῷ κομῶσα τῷ κόσμῳ, τὸ κατηφὲς  τοῦτο σχῆμα περιβέβληται  νῦν. Καὶ ὅτι τοῦτό ἐστιν, ἄκουσον τῶν ἑξῆς· Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Τότε γὰρ οὔπω πόλις ἦν. ∆ῆλον καὶ ἐξ οὗ ἐπάγει, λέγων· Ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Τὸ γὰρ συγκεκροτημένον  αὐτῆς λέγει τῶν οἰκοδομῶν, καὶ τὸ ἀσφαλὲς, καὶ τὸ πεπυκνωμένον, καὶ ὅτι οὐδὲν ἔρημον εἶχε κατὰ τὸ μέσον, ἀλλὰ πάντοθεν ἦν πεπυκνωμένη,  ἀπηρτισμένη, συγκεκροτημένη, συνεχής τις οὖσα καὶ συνημμένη οὕτω πρὸ τῆς αἰχμαλωσίας.  ∆ιὸ καί τις ἑρμηνευτής  φησι, τοῦτο δηλῶν, Συνάφειαν ἔχουσα. Εἶτα μετὰ τοῦτο καὶ ἕτερον ἐγκώμιον αὐτῆς φησιν· Ἐκεῖ γὰρ ἀνέβησαν  αἱ φυλαὶ,  φυλαὶ  Κυρίου, μαρτύριον  τοῦ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Τούτῳ γὰρ μάλιστα ἐκοσμεῖτο ἡ πόλις· οὐχ οὕτω τῷ μεγέθει καὶ τοῖς οἰκοδομήμασιν, ὡς τῷ πάντας ἐκεῖ συλλέγεσθαι, εἴτε βουλή τις, εἴτε ἐκκλησία ἐγίνετο, εἴτε περί τινων  σκέψις ἦν προκειμένη. Ἐπειδὴ γὰρ ὁ ναὸς αὐτόθι ἦν, καὶ ἡ ἁγιαστία πᾶσα ἐπετελεῖτο,  καὶ  ἱερεῖς,  καὶ  Λευῖται, καὶ  τὸ  ἀνάκτορον,  καὶ  τὰ  ἄδυτα,  καὶ  τὰ προπύλαια, καὶ θυσίαι, καὶ βωμὸς, καὶ ἑορταὶ, καὶ πανηγύρεις, καὶ εὐχαὶ, καὶ ἀκροάσεις, καὶ ἁπλῶς εἰπεῖν τῆς πολιτείας τὸ σχῆμα ἐκεῖ συγκεκροτημένον ἦν, ἔδει τὰς φυλὰς ἐκεῖ συλλέγεσθαι μάλιστα τρίτον τοῦ ἐνιαυτοῦ ἐν ταῖς ἐπισήμοις καὶ δημοτελέσιν ἑορταῖς, ἐν τῷ Πάσχα, ἐν τῇ Πεντηκοστῇ, ἐν τῇ Σκηνοπηγίᾳ. Οὐ γὰρ ἐξῆν ἀλλαχοῦ. Λέγων τοίνυν αὐτῆς  τὸ  ἐγκώμιον,  φησίν·  Ἐκεῖ  ἀνέβησαν  αἱ  φυλαί.  Καὶ ἕτερος,  Ἐκεῖ  ἀνέβησαν σκῆπτρα. Καὶ οὐχ ἁπλῶς, Φυλαὶ, ἀλλὰ, Φυλαὶ Κυρίου. Πᾶσαι αἱ φυλαὶ ἦσαν Κυρίου, ἀλλ' οὐκ ἐξῆν αὐταῖς οὐδὲ οὕτως ἐν τῇ οἰκείᾳ πατρίδι ταῦτα ἐπιτελεῖν, ἀλλὰ τούτῳ τετίμητο ἡ μητρόπολις, πάντας συνάγουσα καὶ ἕλκουσα πρὸς ἑαυτήν.

βʹ.  Τοῦτο  δὲ  ἐγίνετο   εἰς  θεογνωσίας   ὑπόθεσιν,   ἵνα   μὴ  .  πανταχοῦ πλανώμενοι  ἀφορμὰς ἔχωσι καὶ ἐξόδους ἐπὶ τὴν τῶν  εἰδώλων  θεραπείαν.  ∆ιὰ τοῦτο ἐκεῖ θύεσθαι, ἐκεῖ εὔχεσθαι, ἐκεῖ πανήγυριν  ἔχειν ἐκέλευσε, τῇ στενοχωρίᾳ τοῦ τόπου τὴν πεπλανημένην αὐτῶν  διάνοιαν  ἀποτειχίζων,  ἀναστέλλων  τε καὶ ἀναχαιτίζων  ἐπὶ  τὴν ἀσέβειαν φερομένην.  Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν  ἔλεγε· Φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τί ἐστι, Μαρτύριον τῷ Ἰσραήλ; Μαρτυρία μεγίστη, ἔλεγχος, ἀπόδειξις τῆς τοῦ  Θεοῦ προνοίας,  τὸ μηδεμίαν  αὐτοῖς  καταλιμπάνεσθαι  ἀπολογίαν  ἀποσκιρτῶσιν, ἀποπηδῶσι, καὶ πρὸς τὰ εἴδωλα αὐτομολοῦσι. Τῆς γὰρ αὐτοῦ προνοίας, τῆς δυνάμεως, τῆς  σοφίας τοῦτο  μέγιστον  τεκμήριον  ἦν. Καὶ γὰρ ἐκεῖ ὁ νόμος  ἀνεγινώσκετο,  τῶν παλαιῶν  κατορθωμάτων  διηγήματα καὶ ἱστορίας ἔχων. Ἐκεῖ καὶ εἰς ἀγάπην συνεσφίγγοντο  ἀλλήλοις  ἐπιμιγνύμενοι.  Καὶ γὰρ τῶν  ἑορτῶν  αἱ ὑποθέσεις τῆς πρὸς ἀλλήλους  ἐπιμιξίας  ἀφορμὴ  καὶ ὑπόθεσις αὐτοῖς  ἐγίνοντο,  καὶ πλείων  ὁ φόβος, καὶ ἀκμάζουσα ἡ εὐλάβεια, καὶ μυρία κατεσκευάζετο καλὰ ἐκ τοῦ συνεῖναι  εἰς τὴν πόλιν αὐτούς.  Τοῦ ἐξομολογήσασθαι  τῷ  ὀνόματι  Κυρίου. Τουτέστι, τοῦ  εὐχαριστῆσαι,  τοῦ λατρεῦσαι,  τοῦ  εὔξασθαι,  τοῦ  προσενεγκεῖν,  τοῦ  θῦσαι, ἅπερ  αὐτοὺς  εἰς  εὐλάβειαν ἐνῆγε,  καὶ  τὴν  τῆς  πολιτείας  ἀκρίβειαν  ἀσφαλεστέραν  καθίστη.  Ὅτι ἐκεῖ  ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον ∆αυΐδ. Ἰδοὺ καὶ ἕτερον λέγει τῆς πόλεως προτέρημα. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτόθι τὰ βασίλεια. Τοῦτο γάρ ἐστιν, Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον ∆αυΐδ. Ἕτερος, Τοῦ οἴκου ∆αυΐδ. Ἡ γὰρ διπλῆἀρχὴ,  ἥ τε τῶν ἱερέων,  ἥ τε τῶν  βασιλέων,  ἐκεῖ τὸ ἓν ζεῦγμα εἶχεν,  ὥσπερ διπλῷ  τινι  στεφάνῳ  καὶ διαδήματι τῆς πόλεως καλλωπιζομένης  διὰ τούτων ἁπάντων.  Αὐτόθι οἱ κριταὶ, ἐφ' οὓς καὶ τὰ ὑπερβαίνοντα τοὺς πολλοὺς ἀνεφέρετο. Εἰ γάρ τις ἐγένετο ψῆφος ἐν ταῖς ἄλλαις πόλεσιν  ἀπορίαν  τινὰ  ἔχουσα, ὥσπερ ἐν  ταῖς  ἐφέσεσιν, ἐπὶ τὴν  τῶν  κριτῶν  τῶν  ἐν Ἱεροσολύμοις  γνῶσιν  τὴν  ψῆφον  ἀνέφερον,  κἀκεῖθεν  ἡ λύσις ἐγίνετο.  Ἀλλὰ τὰ μὲν παλαιὰ τοιαῦτα· τὰ δὲ νῦν  πολλῷ  τούτων  ἀνιαρότερα. Καὶ γὰρ ἐρημία παντελὴς,  καὶ κατασκαφὴ,  καὶ  πυρπόλησις,  ὀλίγα  λείψανα  τῶν  οἰκοδομημάτων  ὄντα,  κατηφὲς  τὸ σχῆμα, καὶ ὑπόμνημα μόνον ἔχον τῆς προτέρας εὐημερίας, καὶ αἴνιγμα. ∆ιὰ δὴ τοῦτο οὐ κατακλείει εἰς τὰ σκυθρωπὰ τὸν λόγον, ἀλλ' ἐπὶ τὴν ἐλπίδα τῶν φαιδροτέρων ἐπανάγει λέγων·  Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην  τὴν Ἱερουσαλήμ. Τί ἐστιν, Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ; Ἀντὶ τοῦ, Ἀξιώσατε, παρακαλέσατε. Ἕτερος δέ φησιν, Ἀσπάσασθε  τὴν   Ἱερουσαλήμ.  Τουτέστι,  ∆εήθητε,  ὥστε  αὐτὴν   εἰς  τὴν   προτέραν ἐπανελθεῖν    εὐημερίαν,   ὥστε   ἀπαλλαγῆναι    τῶν   πυκνῶν   πολέμων,   ὥστε   ἀδείας ἀπολαῦσαι λοιπόν. Ἢ τοῦτο τοίνυν  λέγει, ἢ προφητεύει. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Τουτέστιν, εἰρήνη αὐτὴν καταλήψεται.  Καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Ἕτερος, Ἠρεμήσουσιν. Ἄλλος,  Εὐπαθήσαιεν ἀγαπῶντές  σε. Ἐνταῦθα .350 πολλὴ  ἡ περιουσία τῆς εὐπραγίας, ὅταν μὴ μέχρις αὐτῆς ἱστῆται τὰ ἀγαθὰ, ἀλλὰ καὶ οἱ φιλοῦντες αὐτὴν τούτων ἀπολαύωσιν· ὅπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις τὸ ἐναντίον  ἐγίνετο. Οἱ γὰρ μισοῦντες αὐτὴν καὶ πολεμοῦντες,  οὗτοι μάλιστα ἴσχυον, καὶ δυνατώτεροι  τῶν ἄλλων ἦσαν, καὶ λαμπρότεροι, καὶ μετ' εὐκολίας τὰ τρόπαια ἵστων. Ἀλλ' οἱ φιλοῦντές  σε νῦν, ἐν  πολλῇ  ἔσονται  τῇ  ἀδείᾳ. Οἱ συμπεφραγμένοι  σου. Τούτους δὲ ἢ τοὺς  μέλλοντας συμπράττειν λέγει, ἢ καὶ αὐτοὺς τοὺς πολίτας. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου. Ἕτερος, Ἐν τῷ προτειχίσματί σου. Ἄλλος, Ἐν τῷ περιβόλῳ σου. Τί ἐστιν, Ἐν τῇδυνάμει σου;  Ἐν  τῇ  ὑποστάσει  σου,  ἐν  τοῖς  οἰκοῦσί  σε,  ἐν  τῇ  εὐθηνίᾳ  σου.  Ἐπειδὴ  γὰρ φθοροποιὸν     πόλεμος,  καὶ  τοῦτο  αὐτὴν  ἀπώλεσεν,  ἐπεύχεται  αὐτῇ  εἰρήνην.  Καὶ εὐθηνία  ἐν ταῖς πυργοβάρεσί σου. Ἕτερος, Ἐν τοῖς βασιλείοις σου. Ἄλλος, Εὐπάθεια. Ἄλλος,  Ἠρεμία. Οὐ γὰρ δὴ μόνον  αὐτοῖς  ἀπαλλαγὴν  κακῶν  προφητεύει,  ἀλλὰ  καὶ προσθήκην μυρίων ἀγαθῶν, εἰρήνην, εὐπορίαν, εὐετηρίαν. Τί γὰρ ὄφελος εἰρήνης, ὅταν πενίᾳ, καὶ πτωχείᾳ,  καὶ λιμῷ συζῶσι; τί δὲ ὄφελος εὐθηνίας,  ὅταν πόλεμος ἐπίκειται;

∆ιὰ δὴ τοῦτο ἀμφότερα αὐτοῖς ταῦτα προφητεύει τὰ καλὰ, ὡς καὶ ἐν εὐθηνίᾳ εἶναι, καὶ  ταύτην ἔχειν ἐν ἀσφαλείᾳ διὰ τῆς εἰρήνης. Ἕνεκα τῶν ἀδελφῶν  μου καὶ τῶν πλησίον μου. Ἢ τοὺς ἐκ γειτόνων  φησὶ, τοὺς ἐφησθέντας αὐτοῖς ἐπταικόσι, καὶ εὔχεται γενέσθαι εἰρήνην,  ὥστε κἀκείνους  ταπεινωθῆναι καὶ γνῶναι  τοῦ Θεοῦ τὴν ἰσχύν· ἢ ἀδελφοὺς τοὺς τὴν πόλιν οἰκοῦντας καλεῖ. Ἕνεκα τοίνυν τῶν ἀδελφῶν  μου καὶ τῶν πλησίον μου γενέσθω εἰρήνη, ὥστε ὀψὲ γοῦν ποτε ἀναπνεῦσαι, βελτίους ἀπὸ τῶν συμφορῶν γενομένους.  Ἐλάλουν δὴ εἰρήνην  περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα  ἀγαθά  σοι. Ἄλλος,  Λαλήσω εἰρήνην  ἐν  σοί. Ἐπειδὴ  εἶπεν,  Ἕνεκεν  τῶν ἀδελφῶν  μου καὶ τῶν πλησίον μου, δεικνὺς ὅτι οὐ διὰ τὴν ἀξίαν τὴν ἐκείνων, ἀλλ' ἵνα αὐτοὺς μᾶλλον εὐεργετήσῃ τοῦτο εὔχεται, ἐπήγαγεν· Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν τουτέστι, διὰ τὴν δόξαν τὴν αὐτοῦ εὔχομαι τὴν εἰρήνην, ὥστε πάλιν αὐτοῦ τὴν λατρείαν   ἐπανελθεῖν,   καὶ   πλείονα   γενέσθαι   διδασκαλίαν.   Οἱ  μὲν   γὰρ   ἐπὶ   τῆς αἰχμαλωσίας  ἐτέχθησαν, οἱ δὲ μάρτυρες καὶ τῆς καθόδου καὶ τῆς ἐπανόδου γεγόνασι. Καὶ τῆς λατρείας ἐπιτελουμένης,  ἅπαντα ταῦτα παρὰ τῶν πρεσβυτέρων ἐμάνθανον, τὴν παλαιὰν  εὐπραγίαν,  τὴν  εὐημερίαν,  ὅτι ἐν τούτοις  ὄντες  ἐξέπεσον. Ὁρᾷς πῶς αὐτῶν καταστέλλει τὴν ἀπόνοιαν, ἵνα μὴ ὡς ἀξίαν δεδωκότες δίκην, νομίζωσιν ἀπειληφέναι τὰ ἀγαθὰ, ἀλλὰ  μάθωσιν,  ὅτι διὰ τὴν  τοῦ Θεοῦ δόξαν  πρὸς τὴν  οἰκείαν  ἐπανῆλθον πατρίδα, καὶ μαθόντες μένωσι μετὰ ἀσφαλείας πολλῆς, καὶ μὴ ἁμαρτάνοντες πάλιν τῶν αὐτῶν λάβωσι πεῖραν; Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς μάλιστα μὲν μὴ πταίωμεν· εἰ δ' ἄρα ποτὲ περιπέσωμεν ἁμαρτήμασι, σπουδάζωμεν ἀνίστασθαι ταχέως, καὶ μὴ παλινδρομεῖν εἰς  τὰ  πρότερα,  ἵνα  μὴ  τὰ  τοῦ  παραλύτου  ἀκούσωμεν·  Ἴδε  ὑγιὴς  γέγονας,  μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν  τί σοι γένηται.  ∆ιὰ γὰρ τοῦτο οὕτως εἶπε, τούς τε ἐν ἀρετῇ ὄντας   παιδεύων   διατηρεῖν   .351 αὐτὴν   μετὰ  ἀσφαλείας,   τούς  τε  ἁμαρτημάτων ἀπαλλαττομένους πρὸς τὴν ἀρίστην μένειν μεταβολὴν, ὥστε κοινῇ πάντας τῶν ἐπουρανίων    τυχεῖν    ἀγαθῶν·   ὧν   γένοιτο   πάντας   ἡμᾶς   ἀπολαῦσαι,   χάριτι   καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





ΕΙΣ ΤΟΝ ΡΚΒʹ ΨΑΛΜΟΝ.Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοι κοῦντα ἐν τῷ οὐρανῷ.

α.Ὁρᾷς πανταχοῦ τῆς αἰχμαλωσίας τὸ κέρδος διαλάμπον. Οἱ γὰρ τοῖς βιωτικοῖς ἀεὶ προσηλωμένοι,  καὶ  Ἀσσυρίοις καὶ  Αἰγυπτίοις  θαῤῥοῦντες,  καὶ  περιβολῇ  τειχῶν,  καὶ πλήθει  χρημάτων,  πάντων  ἐκείνων  ἀποῤῥήξαντες  ἑαυτοὺς, ἐπὶ τὴν  ἄμαχον καταφεύγουσι   χεῖρα,  καὶ  τῆς  ἐλπίδος   ἐκείνης   ἐκκρέμανται,  καὶ  ὑψηλὴν   κτῶνται διάνοιαν,   καὶ   τῆς   γῆς   ἀπαλλαγέντες,    καὶ   τοῦ   περὶ   ναὸν   ἠσχολῆσθαι,   ἐπειδὴ κατέστρεψαν αὐτῶν τὸν ναὸν, ἀπὸ τοῦ οὐρανοῦ καλοῦσι λοιπὸν τὸν Θεόν. Οἰκεῖν δὲ ἐν οὐρανῷ λέγεται, οὐχ ὡς τόπῳ περικλειόμενος, ἄπαγε· πάντα γὰρ αὐτὸς πληροῖ· ἀλλ' ὡς ταῖς ἐκεῖ δυνάμεσιν ἐπαναπαυόμενος  μᾶλλον· ἐπεὶ καὶ ἐν ἀνθρώποις ἐνοικεῖν  λέγεται· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Γενόμενοι τοίνυν  ἐν τῇ βαρβάρων χώρᾳ, οὐ μικρὰ δόγματα ἐπαιδεύθησαν· τό τε πάντων κεχωρίσθαι τῶν βιωτικῶν, τό τε εἰδέναι σαφῶς,  ὅτι  πανταχοῦ  καλούμενος  ὁ Θεὸς ἐπινεύει  ῥᾳδίως.  Ἐπειδὴ  γὰρ  ἔμελλε  τῆς καινῆς  λοιπὸν  πολιτείας  ἡ ἀκτὶς  ἀνίσχειν,  ἄρχεται  τὰ μέλλοντα  προανακρούεσθαι  ὁ Προφήτης, τὴν τῶν τόπων παρατήρησιν παραλύων ἠρέμα πως καὶ δι' αἰνιγμάτων·  Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας  τῆς  κυρίας  αὐτῆς·  οὕτως  οἱ  ὀφθαλμοὶ  ἡμῶν  πρὸς  Κύριον τὸν  Θεὸν ἡμῶν,  ἕως  οὗ οἰκτειρήσαι ἡμᾶς. Ὅρα ἐπίτασιν εὐλαβείας ἐνταῦθα  πάλιν· οὐ γὰρ πρὸς βραχὺ μόνον ἐλπίζουσιν,   ἀλλὰ   διηνεκῶς   προσηλωμένοι   καὶ  κεχηνότες.   ∆ιὰ  δὴ  τοῦτο   καὶ  τὸ παράδειγμα  εἰς  μέσον  ἤγαγον,  τοῦτό  τε  αὐτὸ  αἰνιττόμενοι,   ὅτι  οὐδαμόθεν  αὐτοῖς ἄλλοθεν ἐλπὶς βοηθείας, οὐδὲ συμμαχίας, οὐδὲ πρὸς οὐδὲν ἕτερον βλέπουσιν, ἐπεὶ καὶ ἡ παιδίσκη καὶ ὁ οἰκέτης μίαν ταύτην ἀφορμὴν ἔχουσι καὶ διατροφῆς καὶ ἐνδυμάτων, καὶ τῆς ἄλλης  διαγωγῆς,  τὸ πρὸς τοὺς κυρίους βλέπειν·  καὶ οὐκ ἀφίσταται,  ἀλλ'  ἕως ἂν λάβῃ παραμένει, κἂν λάβῃ, χάριν οἶδε· καὶ διηνεκῶς τοῦτο ἔργον αὐτοῖς. Τοῦτο τοίνυν θέλων  δηλῶσαι, ὅτι καὶ πρὸς αὐτὸν ὁρῶσι, καὶ διηνεκῶς  τοῦτο ποιοῦσι, καὶ οὐδεμίαν ἔχουσιν  ἑτέραν  ἐλπίδα,  καὶ  ὅτι  προσήλωνται  τῇ  προσδοκίᾳ  τῇ  ἀπὸ  τῆς  συμμαχίας ἐκείνης, καὶ ὅτι τὰ αὐτῶν πάντα αὐτοῦ, τῆς παιδίσκης καὶ τῶν δούλων ἐμνημόνευσεν. Ὅρα πῶς οἱ πρότερον παρακαλούμενοι  πρὸς Θεὸν τρέχειν, καὶ ναυτιῶντες καὶ ἀναπίπτοντες,   οὗτοι  νῦν  οὕτως  ἐγένοντο  τῇ  συμφορᾷ  βελτίους,  ὡς  μὴ  βούλεσθαι ἀποστῆναι  αὐτοῦ,  ἀλλὰ  παραμένειν  καὶ  δουλεύειν,  καὶ  τὰ  παρ' αὐτοῦ  ζητεῖν,  Ἕως οἰκτειρήσαι  ἡμᾶς.  Οὐκ εἶπεν,  ἕως  ἂν  ἀποδῷ  τὸν  μισθὸν,  οὐδὲ,  ἕως  ἂν  ἀποδῷ  τὴν ἀμοιβὴν,  ἀλλ',  Ἕως ἂν  ἐλεήσῃ. Καὶ σὺ τοίνυν  παράμενε  διηνεκῶς,  ἄνθρωπε,  ἄν  τε λάβῃς,  ἄν  τε  μὴ λάβῃς· κἂν  μὴ λάβῃς,  μὴ ἀποστῇς, καὶ  πάντως  λήψῃ.  Εἰ γὰρ  τὸν ἄρχοντα ἐκεῖνον τὸν ὠμὸν προσεδρεία χήρας ἐπέκαμψε, τίνα ἂν ἔχῃς . συγγνώμην σὺ οὕτω ταχέως ἀποπηδῶν, καὶ ἀκηδιῶν. καὶ ναρκῶν; Οὐχ ὁρᾷς πῶς αἱ παιδίσκαι τῶν κυρίων  ἐκκρέμανται,  οὐ διάνοιαν,  οὐκ ὄμμα ἀφιεῖσαι  ἔξω  πλανᾶσθαι;  Οὕτω καὶ  σὺ ποίει· ἕπου τῷ  Θεῷ μόνον,  καὶ πάντα  ἀφεὶς  τὰ ἄλλα,  τῶν  ἐκείνου  γίνου,  καὶ λήψῃ πάντως  ἅπερ ἂν αἰτῇς συμφερόντως. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπιπολὺ ἐπλήσθημεν  ἐξουδενώσεως.  Ἐπιπλεῖον  ἐπλήσθη ἡ ψυχὴ  ἡμῶν.  Εἶδες συντετριμμένην διάνοιαν; Ἀπὸ ἐλέους σωθῆναι ἀξιοῦσι· καὶ οὐδὲ ἀπὸ ἐλέους, κατὰ τὴν ἀξίαν· ἀλλ' ὅτι πολλὴν ἔδοσαν δίκην, καθάπερ καὶ ὁ ∆ανιήλ φησιν, ὅτι Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη  ἐπὶ  τῆς  γῆς·  τοῦτο  δὴ  καὶ  οὗτοι  λέγοντες   δι'  ὧν  ἱκετεύουσι·  Τὴν  ἐσχάτην ὑπεμείναμεν   τραγῳδίαν·   πατρίδος   ἐξεπέσομεν,   ἐλευθερίας·  βαρβάρων   ἐγενόμεθα δοῦλοι, ὀνειδιζόμενοι  διετελέσαμεν,  λιμῷ  καὶ ταλαιπωρίᾳ  καὶ δίψῃ  κατειργάσθημεν, διαπτυόμενοι, καταπατούμενοι  πάντα τὸν χρόνον ἀνηλώσαμεν· διὰ δὴ ταῦτα ἄνες ἡμῖν καὶ ἐλέησον. Τί δέ ἐστιν, Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν; Καὶ αὐτὴ, φησὶν, ἐξελύθη ἡμῶν ἡ ψυχὴ, ἐταριχεύθη τῷ μεγέθει τῶν κακῶν. Ἔστι γὰρ πολλοὺς πάσχειν μὲν δεινὰ, φέρειν  δὲ  γενναίως.  Ἀλλ'  ἡμεῖς,  φησὶ,  καὶ  τοῦτο  ἀπωλέσαμεν,  ἀλύομεν ταλαιπωρούμενοι,  κοπτόμεθα.  Ἐπειδὴ γὰρ δεόντως  ταῖς  τιμαῖς  οὐκ ἐχρήσαντο,  τοῖς ἐναντίοις  αὐτοὺς ὁ Θεὸς διορθοῦται,  καὶ τοῦτο αὐτὸν  πανταχοῦ  ἔστι ποιοῦντα  ἰδεῖν. Οὕτω καὶ τὸν Ἀδὰμ, ἐπειδὴ τῇ οἰκήσει τοῦ παραδείσου οὐκ ἐχρήσατο πρὸς τὸ συμφέρον, τῇ ἐκβολῇ αὐτὸν διώρθωσε· καὶ τὴν γυναῖκα  τῇ ὁμοτιμίᾳ γενομένην  φαυλοτέραν,  τῇ δουλείᾳ καὶ τῇ ὑποταγῇ βελτίω  κατέστησε. Καὶ τούτους δὲ αὐτοὺς τοὺς Ἰουδαίους τῇ ἐλευθερίᾳ καὶ τῇ ἐπὶ τῆς οἰκείας ἀδείᾳ χείρους γεγενημένους,  καὶ ἀποσκιρτήσαντας, καὶ ἐκδιαιτηθέντας,  τοῖς ἐναντίοις  διορθοῦται. Οὗτοι καὶ ἐλέους τυχεῖν  ἱκετεύοντες,  πρὸς τὸν Θεὸν λέγουσιν· Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις  τοῖς  ὑπερηφάνοις.  Ἕτερος, Πολλῶν  ἐχορτάσθη  ἡ ψυχὴ  ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων.  Ἄλλος, Τοῦ μυκτηρισμοῦ τῶν ὑπερφερῶν. Ἄλλος, Ἐξουδενώσεως αὐτῶν  εὐθηνούντων. Οὗτοι μὲν οὖν τοῦ αὐτοῦ ἔχονται νοήματος· τραγῳδοῦσι γὰρ τὴν ταλαιπωρίαν  διὰ τοῦ λέγειν, ὅτι Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν  τῶν  ἐξευτελιζόντων·  οἱ δὲ Ἑβδομήκοντα ἕτερόν φασιν, ὅτι  Μετασταίη ταῦτα εἰς ἐκείνους, καὶ τῶν αὐτῶν ἀπολαύσαιεν ὧν ἐποίησαν, καὶ καταχθείη τὸ φύσημα αὐτῶν, καὶ ἡ φλεγμονή.  Ὃ δὴ καὶ γινόμενον  πολλάκις  ἴδοι τις ἄν· καὶ γὰρ συνεχῶς  αὐτὸ  ποιεῖν  ὁ Θεὸς εἴωθε,  τοὺς  μεγάλα  φυσῶντας  καταστέλλων,  καὶ  τοὺς φλεγμαίνοντας ταπεινῶν·  ὥστε  αὐτοὺς  ἀπαλλαγῆναι   τῆς  ἐπὶ  τὴν  κακίαν  φερούσης ὁδοῦ.  Οὐδὲν γὰρ  ὑπερηφανίας  χεῖρον.  ∆ιὰ τοῦτο  πειρασμοὶ  καὶ  θλίψεις,  καὶ  σῶμα θνητὸν, καὶ αἱ πολλαὶ τῶν πραγμάτων  περιστάσεις· διὰ τοῦτο πάθη καὶ νοσήματα, ἵνα μυρίοι χαλινοὶ  περίκεινται  τῇ ψυχῇ ῥᾳδίως ἐπαιρομένῃ, καὶ πρὸς ὄγκον ὑψουμένῃ. Μὴ τοίνυν  θορυβοῦ πειραζόμενος, ἀγαπητὲ,  ἀλλ' ἀναμνησθεὶς  τοῦ Προφήτου τοῦ λέγοντος,  Ἀγαθόν  μοι, ὅτι ἐταπείνωσας  με, ὅπως  ἂν μάθω  τὰ δικαιώματά  σου, πρὸς φάρμακον  δέχου  τὴν  συμφορὰν,  καὶ  εἰς  δέον  κέχρησο  τῷ  πειρασμῷ,  καὶ  δυνήσῃ πλείονος  τυχεῖν  ἀνέσεως· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΚΓʹ ΨΑΛΜΟΝ.Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν.

αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι μέγας ὁ ἀπὸ τῆς αἰχμαλωσίας καρπὸς, καὶ ἱκανὸς πρὸς φιλοσοφίαν ἐναγαγεῖν τοὺς προσέχοντας. Ἴδε γὰρ οἱ πρὸς εἴδωλα  τρέχοντες,  καὶ τοῦ Θεοῦ καταφρονοῦντες,  καὶ πρὸς ἀσέβειαν ἐξοκείλαντες,  τί λέγουσι νῦν  μετὰ τὴν  αἰχμαλωσίαν,  καὶ πῶς  τὴν  ἑαυτῶν  σωτηρίαν ἀνατιθέασι τῷ Θεῷ; Καὶ ὁ Προφήτης δὲ καθάπερ χοροστάτης ἄριστος τὰ αὐτὰ συνεχῶς αὐτοῖς  παρακελεύεται  λέγειν.  Μετὰ γοῦν  τὸ  πρῶτος  εἰπεῖν,  καὶ  ἐκείνοις  παρεγγυᾷ ὥσπερ μαθηταῖς διδάσκαλος λέγειν· Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ  ἐπαναστῆναι  ἀνθρώπους  ἐφ' ἡμᾶς, ἄρα ζῶντας  ἂν κατέπιον  ἡμᾶς. Καὶ γὰρ ἦσαν ἄοπλοι καὶ γυμνοὶ, καὶ αἰχμάλωτοι  καὶ δοῦλοι, καὶ ἄρτι τῶν κακῶν ἀπηλλαγμένοι,  καὶ πόλιν   ἀτείχιστον   ἔχοντες,   μᾶλλον   δὲ  οὐδὲ  πόλιν,   καὶ  πᾶσι  μετὰ  τὴν  ἐπάνοδον προέκειντο θήρα ἕτοιμος· ἀλλ' ἀντὶ τείχους καὶ πύργου ὁ Θεὸς αὐτοῖς γέγονε. Τοῦτο καὶ ἡμεῖς νῦν λέγωμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Τί γὰρ ἂν οὐκ ἐποίησεν ὁ ἐχθρὸς ἡμῶν διάβολος, εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν; Ἄκουσον τῷ Σίμωνι τί φησιν ὁ Χριστός· Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον, καὶ ἐγὼ  ἐδεήθην  περὶ σοῦ, ἵνα  μὴ ἐκλίπῃ  ἡ πίστις σου; Πονηρὸν γὰρ τὸ θηρίον  καὶ ἀκόρεστον, καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο,  πάντα ἂν ἀνέτρεψε καὶ συνέχεεν. Εἰ γὰρ ἐπὶ τοῦ  μακαρίου  Ἰὼβ  μικράν   τινα   λαβὼν   ἐπιτροπὴν,   πρόῤῥιζον  αὐτοῦ  τὴν   οἰκίαν ἀνέσπασε, τὸ σῶμα αὐτοῦ διελωβήσατο,  τοσαύτην  τραγῳδίαν  εἰργάσατο, τὴν  οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα σκώληκας ἐπιζέσαι ἐποίησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν, εἰ μὴ μυρίοις κατείχετο χαλινοῖς, πῶς οὐκ ἂν ἅπαντας ἐλυμήνατο; ∆ιὰ τοῦτο καὶ οὗτος λέγει· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Καὶ γὰρ σφόδρα ὀλίγοι  ἦσαν, καὶ εὐτελεῖς,  καὶ πολλοὶ αὐτοῖς  ἐνεπέθεντο  ἐπανελθοῦσι.  Κἀν τούτῳ  δὲ τοῦ  Θεοῦ ἡ σοφία ἐδείκνυτο,  τῷ  μὴ ἀθρόον αὐτοῖς  δοῦναι  τὴν  ἀσφάλειαν,  ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Τοῦτο δὲ ἐποίει τηρῶν  αὐτοὺς  ἐν τῇ θεογνωσίᾳ,  καὶ τὴν  ἐκ τῆς αἰχμαλωσίας  προσγινομένην  αὐτοῖς διόρθωσιν οὐκ ἀφεὶς διαῤῥυῆναι. Ἐπειδὴ γὰρ εἴωθεν ἡ τῶν κακῶν ἀπαλλαγὴ ῥᾳθυμοτέρους ποιεῖν, καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν ἀφίησιν αὐτοὺς συνεχῶς πειράζεσθαι, ἵν' ἔχωσι διηνεκῆ  γυμνασίαν  φιλοσοφίας  τοὺς πειρασμούς. ∆ιά τοι τοῦτο οὔτε ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ  ῥᾳθυμότεροι  γένωνται,   ἀλλὰ  ταῖς  ἐναλλαγαῖς   ποικίλλει   τὴν  σωτηρίαν αὐτῶν. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Εἶδες πῶς παρίστησι τὸ θηριῶδες τῶν ἐπιόντων; Καὶ γὰρ εἰσὶν καὶ ἄνθρωποι  τοιοῦτοι, θηρίων ὠμότητα ἐπιδεικνύμενοι,  μᾶλλον  δὲ καὶ ἐκείνων χαλεπώτερον  τοῖς ὁμοφύλοις κεχρημένοι. Τὸ μὲν γὰρ θηρίον ἅπαξ ἐμπεσὸν τὸν θυμὸν ἀφῆκε, καὶ ἀνεχώρησεν, ἢ διακρουσθὲν οὐκ ἔτι ἐπῆλθεν· ἄνθρωποι δὲ πολλάκις ἀποτυχόντες,  πολλάκις  ἐπιτίθενται,  αὐτῶν  ἐπιθυμοῦντες  ἀπογεύσασθαι τῶν  σαρκῶν. Τοιοῦτον ὁ θυμὸς, λογισμὸν οὐκ ἔχων· οὕτω ζεῖ τὸ πάθος καὶ ἀνακαχλάζει. Πῶς οὖν ἂν σβεσθείη τὸ νόσημα; Ἂν τὰ καθ' ἑαυτοὺς λογισώμεθα, εἰ θάνατον ἐννοήσωμεν καὶ τοὺς καθ' ἑκάστην ἀπιόντας  ἡμέραν, εἰ τὴν φύσιν αὐτὴν διασκεψώμεθα, ὅτι γῆ καὶ σποδός ἐσμεν. Εἰ δὲ τὸ κάλλος τῆς ὄψεως ἔτι ἀπατᾷ σου τὴν διάνοιαν, βάδισον πρὸς τὰ μνήματα καὶ τὰς θήκας τῶν πατέρων, καὶ ἴδε τοὺς κειμένους, πῶς εἰσιν εἰς χοῦν διαλελυμένοι, καὶ  πολλὴν  ἐκ τῆς  ὄψεως  ἀφορμὴν  εἰς  τὸ  συστέλλεσθαι  δέξῃ. Ἀλλὰ  μὴ  καταγνῷς βαρύτητα   τοῦ   λόγου.   Καθάπερ  γὰρ   οἱ   πυρέττοντες,   ἐπειδὰν   ἀπαλλαγῶσι   τῶν νοσημάτων, ἀέρος δέονται καθαροῦ· οὕτω δὴ καὶ οἱ μαινόμενοι  τοῖς πάθεσιν, ἂν εἰς τὰ μνήματα   παραγένωνται,   ὥσπερ  ὑγιεινοῦ   τινος   χωρίου   ἐπιλαβόμενοι,   πολλὰ   τῶν νοσημάτων   ἐξορίζουσι.  Καὶ  γὰρ   ἀρκεῖ   τῆς   λάρνακος      ὄψις   καὶ   τὸν   σφόδρα ἀπονενοημένον κατενεγκεῖν. Ἀπὸ τούτων παράπεμψον τὴν διάνοιαν εἰς τὴν μέλλουσαν ἡμέραν τὴν φοβερὰν, εἰς τὰ βασανιστήρια ἐκεῖνα καὶ τὰς εὐθύνας, εἰς τὰς κολάσεις τὰς οὐκ ἐχούσας  παραμυθίαν,  ἔνθα  οὐδείς  σοι παραστήσεται· τούτοις  πᾶσι κατέπᾳδε  τὰ πάθη. Σκόπει δὲ καὶ τῶν ἀνθρώπων  τοὺς ἐν τῷ παρόντι βίῳ ἀπὸ πλούτου πρὸς πενίαν μεταπίπτοντας,  ἀπὸ δόξης εἰς ἀτιμίαν· καὶ εἰ βούλει ὀργίζεσθαι, μὴ τῷ συγγενεῖ, ἀλλὰ τῷ  πονηρῷ  δαίμονι·  ἔχεις  ἔνθα  ἀναλώσεις  τὸ πάθος· ἐκείνῳ  μηδέποτε  καταλλαγῇς, ἐκείνῳ   ἀνάλωσον   τὴν   ὀργὴν   καὶ  δαπάνησον,   ἐκείνῳ   στῆσον  παγίδα,   μηδέποτε ἐμπλησθῇς αὐτῷ πολεμῶν. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν  ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Χείμαῤῥον ἐνταῦθα καὶ ὕδωρ τὴν ἄφατον τῶν πολεμίων  λέγει· ὕδωρ γάρ ἐστιν ἀτάκτως φερόμενον, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τῆς βίας παρασῦρον τὸ προστυγχάνον. Οὐ τὴν φορὰν δέ φησιν ἐνταῦθα τῶν κακῶν, ἀλλὰ καὶ τὴν πάροδον.

βʹ. Μὴ τοίνυν  καταπέσωμεν, ὅταν ἐπίῃ δεινά. Χείμαῤῥός ἐστιν οἷα ἂν ᾖ, νέφος ἐστὶ παρατρέχον. Ὅπερ ἂν εἴπῃς λυπηρὸν, ἔχει τέλος· ὅπερ ἂν εἴπῃς δεινὸν, πρὸς πέρας ἀπαντᾷ.  Εἰ γὰρ μὴ τέλος  εἶχεν,  οὐκ ἂν  ἤρκεσεν ἡ φύσις. Ἀλλὰ  πολλοὺς  παρασύρει, φησίν. Ἀλλ' οὐ παρὰ τὴν οἰκείαν ῥύμην, ἀλλὰ παρὰ τοὺς ῥᾳθύμους, καὶ ῥᾳδίως ὑποσκελιζομένους. Ἵνα οὖν μὴ παρασυρῶμεν, καὶ πρὸς τὰ βαθύτερα αὐτοῦ βαδίζωμεν, διασκεψώμεθα  τοὺς  τόπους  αὐτοῦ,  ἐπιλαβώμεθα   τῆς  ἱερᾶς  ἀγκύρας,  ὥστε  μηδὲν ὑπομεῖναι ναυάγιον. .3 Καὶ γὰρ ὁ χειμάῤῥους μέχρι καιροῦ φοβερός ἐστι, καὶ πάλιν ἀμέτρως ταπεινοῦται.  Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν  ἡμᾶς. Ἕτερος ἑρμηνευτής  φησι, Τότε ἂν τὰ ὕδατα παρέκλυσεν ἡμᾶς, ὡς φάραγξ παρελθόντα κατὰ τῆς ψυχῆς ἡμῶν. Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Ἕτερός φησι, Τότε παρῆλθον ὑπὲρ τὴν ψυχὴν  ἡμῶν  ὡς  τὰ  ὕδατα  ὑπερήφανοι.  Εἶδες πόση τοῦ  Θεοῦ ἡ  συμμαχία;  πῶς  ἐν τοσούτοις κακοῖς  οὐκ ἀφῆκεν  αὐτοὺς  ὑποβρυχίους  γενέσθαι; ∆ιὰ γὰρ τοῦτο  ἀφίησιν αὔξεσθαι τὰ δεινὰ οὐχ ἵνα ἡμᾶς καταδύσῃ. ἀλλ' ἵνα δοκιμωτέρους  ἐργάσηται, καὶ τῆς αὐτοῦ δυνάμεως  μείζονα  παράσχηται  τὴν  ἀπόδειξιν.  Ὑπερηφάνους  δὲ ἐνταῦθα  τοὺς πολεμίους  φησὶν,  οἳ  παντὸς  χειμάῤῥου  σφοδρότερον  καὶ  παντὸς  ὕδατος  ἀφορήτου  προσβάλλοντες,  οὐδὲν  αὐτοὺς  παρέβλαψαν.  Τὸ δὲ  αἴτιον    τοῦ  Θεοῦ συμμαχία,  ἡ ἄνωθεν  ῥοπὴ, ἡ ἀχείρωτος βοήθεια. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς εἰπὼν τὴν ἀπαλλαγὴν  τῶν κακῶν,  λέγει  καὶ  τὸν  τὴν  ἀπαλλαγὴν  παρεσχηκότα,  καὶ  μετὰ  εὐφημίας.  Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη  ἐκ  τῆς  παγίδος  τῶν  θηρευόντων.   Εἶδες  πῶς  καὶ  τὴν  οἰκείαν  ἀσθένειαν παρίστησι, καὶ τὴν  ἐκείνων  ἰσχύν; Οἱ μὲν γὰρ ὡς θηρία καὶ λέοντες  ἐπῄεσαν, αὐτῶν ἕτοιμοι τῶν σαρκῶν ἀπογεύσασθαι, καὶ τῇ δυνάμει καὶ τῷ θυμῷ καθωπλισμένοι·  οἱ δὲ στρουθίου παντὸς ἀσθενέστερον διέκειντο. Τότε γὰρ μάλιστα διαδείκνυται  τοῦ Θεοῦ τὰ θαύματα, ὅτε οἱ ἀσθενεῖς τῶν δυνατῶν  κρατοῦσιν. Οὐ ταύτῃ δὲ μόνον ἀφόρητος ἦν ἡ ἐπιβουλὴ, ὅτι οἱ μὲν δυνατοὶ καὶ φοβεροὶ, καὶ θυμοῦ πολλοῦ γέμοντες, καὶ παρεσκευασμένοι   τῶν   σαρκῶν   ἀπογεύσασθαι·   οἱ   δὲ   ἀσθενεῖς,   καὶ   ὀλίγοι,   καὶ εὐεπιχείρητοι·  ἀλλ' ὅτι καὶ ἐν μέσοις ἀπειλημμένοι  τοῖς δεινοῖς, εἰς αὐτὰ ἐμβεβηκότες τὰ δυσχερῆ, πάντοθεν πολέμους ἔχοντες περικειμένους· ἀλλ' ὁ εὔπορος καὶ πανταχόθεν δυνάμενος  διασώζειν,  καὶ μετὰ τὸ ἐμπεσεῖν  εἰς τὰ δεινὰ,  μετὰ πολλῆς  ἡμᾶς, φησὶν, ἀπήλλαξε τῆς εὐκολίας. Ὅπερ οὖν παραστῆσαι βουλόμενος, οὕτως εἶπεν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων.  Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εἶτα δεικνὺς καὶ πῶς, ἐπήγαγεν· Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος  τὸν  οὐρανὸν  καὶ  τὴν  γῆν.  Εἶδες τὴν  δύναμιν  τοῦ  προστάτου; εἶδες  τὴν ἰσχύν; Καὶ αὐτὰς τὰς ἀφορμὰς τῆς ἐπιβουλῆς ἀνεῖλε. Τοῦτό τις καὶ κατὰ ἀναγωγὴν  ἂν ἐκλάβοι  ἐπὶ  τοῦ  διαβόλου,  καὶ  τοῦ  γένους  τοῦ  τῶν  ἀνθρώπων.  ∆είκνυσι  γὰρ  πῶς ἐξήρπασε, πῶς  ἐξέλυσεν  αὐτοῦ τὰς ἐπιβουλάς·  τοῦτο  γὰρ γέγονεν  ἀφ' οὗ πρὸς τοὺς μαθητὰς  εἶπε· Πατεῖτε ἐπάνω  ὄφεων  καὶ σκορπίων,  καὶ ἐπὶ πᾶσαν τὴν  δύναμιν  τοῦ ἐχθροῦ. Οὐκ ἔτι γὰρ ἐξ εὐθείας  ἡ μάχη, οὐδὲ ἐξίσης ἡ παράταξις,  ἀλλ' ὁ μὲν κεῖται πρηνὴς καταπεπτωκὼς,  σὺ δὲ ἕστηκας ὄρθιος, ἄνωθεν βάλλων· ὁ μὲν ἐκνενευρισμένος, σὺ δὲ ἰσχυρός. Πόθεν οὖν  νικᾷ  πολλάκις;  Ἀπὸ τῆς  νωθείας  τῆς  ἡμετέρας,  ἀπὸ  τῆς ῥᾳθυμίας τῶν καθευδόντων.  Ὥστε εἰ βουληθείης ἐναντίον  στῆναι, οὐ τολμᾷ παρατάξασθαι. Εἰ δὲ καθεύδοντος  περιγίνεται,  τοῦτο οὐ τῆς ἐκείνου  δυνάμεως,  ἀλλὰ τῆς σῆς ὀλιγωρίας. Τίς γὰρ οὐκ ἂν κρατήσειε τοῦ καθεύδοντος, κἂν ἁπάντων ἀσθενέστερος ἦ; Ἐδέθη ὁ ἰσχυ .356 ρὸς, τὰ σκεύη αὐτοῦ διηρπάγη, ἡ δύναμις  αὐτοῦ κατελύθη,  τὸ καταγώγιον  ἀνεῤῥάγη,  αἱ ῥομφαῖαι  αὐτοῦ  ἐξέλιπον.  Τί πλέον  τούτων βούλει; τίνος ἕνεκεν αὐτὸν φοβῇ; τίνος ἕνεκεν δέδοικας. Πατεῖν ἐκελεύσθης τὸν ἐκνενευρισμένον·  πόθεν  τρέμεις;  εἰπέ  μοι·  πόθεν  ἀγωνιᾷς;  Οὐκ ἐννοεῖς  οἷον  ἔχεις βοηθόν;  Οὐδὲ γὰρ  μόνον  ὁ ἐχθρὸς  γέγονεν  ἀσθενέστερος, ἀλλὰ  καὶ  ἡ βοήθειά  σου μείζων.  Τῆς σαρκὸς τὰ σκιρτήματα  κατεστάλη,  τῆς  ἁμαρτίας  τὸ  φορτίον  ἠφανίσθη, Πνεύματος  ἔλαβες  χάριν,  ἀλείμματος  δύναμιν.  Τὸ γὰρ  ἀδύνατον  τοῦ  νόμου,  ἐν  ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε  τὴν  ἁμαρτίαν  ἐν τῇ σαρκὶ, ἵνα  τὸ δικαίωμα  τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι. Τὴν σάρκα εὐήνιον ἐποίησεν, ὅπλα σοι  ἐχαρίσατο,  θώρακα   δικαιοσύνης,   ζώνην   ἀληθείας,   κράνος   σωτηρίας,   ἀσπίδα πίστεως,  μάχαιραν  Πνεύματος,  ἀῤῥαβῶνα  δέδωκε,  τῷ  σώματι  αὐτοῦ  τρέφει  σε, τῷ αἵματι αὐτοῦ ποτίζει σε, σταυρόν σοι ἐνεχείρισεν ὡς δόρυ, δόρυ μηδέποτε καμπτόμενον· ἐκεῖνον ἔδησε, χαμαὶ ἔῤῥιψεν. Ὥστε ἀναπολόγητός  σου λοιπὸν ἡ ἧττα, καὶ συγγνώμην οὐκ ἔχεις βαλλόμενος. Μυρίας γὰρ ἔχεις πρὸς τὸ νικᾷν ἀφορμάς. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁρᾷς οἷον ἔχεις στρατηγόν; οἷον βασιλέα; τὸν τοῦδε τοῦ παντὸς δημιουργόν;τὸν λόγῳ τοσαῦτα σώματα παρενέγκαντα, τοσοῦτον ὄγκον, τοσοῦτον μέγεθος; Μὴ καταπέσῃς, στῆθι γενναίως·  οὐδὲν κωλύει τὸ τρόπαιόν σου στῆναι λαμπρόν. Ταῦτ' οὖν εἰδότες,  ἀγαπητοὶ,  νήφωμεν,  ἀγωνιζώμεθα,  μὴ καθεύδωμεν,  ἀλλὰ  τὰ ὅπλα ἀποσμήξαντες, καὶ τὴν προθυμίαν νευρώσαντες, βάλλωμεν διηνεκῶς τὸν πολέμιον, ἵνα λαμπρὰν τὴν νίκην ἀράμενοι, μετὰ πολλῆς τῆς δόξης ἀπολαύσωμεν τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |