Τρίτη 4 Οκτωβρίου 2016
Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ,
Ομιλίαι είς τους Ψαλμούς
In Psalmum 92 [Sp.]
Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ
καὶ δευτέρου ψαλμοῦ, τὸ, «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·» καὶ περὶ τοῦ ἐν θαλάσσῃ
περιπατοῦντος Σωτῆρος, εἰς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ εἰς τοὺς
πρωτοπλάστους κατὰ τῆς παραβάσεως.
αʹ. Ἐκτῶν ἀρτίως ἡμῖν
παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς
θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων
ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε,
ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολ λῶν· θαυμαστοὶ οἱ
μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ Κυρίου θαυμα
τουργία, ὅτι νεύματι
μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε.
Τίνες δὲ οἱ ἐπάραντες φωνὰς ἐν τῇ θαλάσσῃ
ποταμοὶ, ἀλλ' ἢ οἱ μαθηταὶ τοῦ Κυρίου πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς
ἀεννάου πηγῆς Χριστοῦ προελθόντες, κατὰ
τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος
ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυμα τουργῶν οὐκ ἐπαύετο·
οἱ δὲ ἀπόστολοι
τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ
θαλάσσῃ κυμαινόμενοι.
Τὸν Κύριον γὰρ
τετάρτῃ φυλακῇ τῆς
νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι.
Ποῖον φάντασμα; Ἡ δούλη τὸν ∆εσπότην ἐγνώρισε, καὶ οἱ μαθηταὶ τὸν ∆εσπότην οὐκ ἐγνώρισαν;
Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον,
κατανοή σαντες αὐτὸν τὰ νῶτα τῆς
θαλάσσης χωροβατοῦντα. Οὐχὶ αὐτὸς ἦν ὁ διὰ τῆς Μωϋσαϊκῆς βακτηρίας τὸνβύθιον κόλπον
γυμνώσας, καὶ τοὺς υἱοὺς Ἰσραὴλ
κεκονιαμένῳ ποδὶ παροδεῦσαι κατασκευάσας;
Ἔδοξαν φάντασμα εἶναι,
καὶ ἐφοβήθησαν. Οὕτως Ἐφοβήθησαν
φόβῳ, οὗ οὐκ ἦν φόβος. Ἐφοβήθησαν γὰρ, τὸν
λιμένα τῆς ζωῆς κατανοήσαντες
πλησιάσαντα. Πάντων δὲ
φοβηθέντων, ὁ Πέτρος πλησιάσας ἔφη πρὸς
τὸν Κύριον· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος
πρὸς αὐτὸν, Ἐλθέ. Εἶτα πρὸς τοὺς μαθητὰς, Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Οὐ
φαντάζω, ἀλλ'
ἀληθεύω. Ἐγὼ γὰρ ἡ ἀλήθεια
ἐνηνθρώπησα, ἵνα τὸν φαντάζοντα καταργήσω. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τί δοκεῖσθε τῇ
τῶν ἀνέμων ἐμπνεύσει; Οὐ περὶ ἐμοῦ ἔλεγε τὸ φάσκον ῥητόν·
Ὁ ἐξάγων ἀνέμους ἐκ θη σαυρῶν αὐτῶν; Καὶ νῦν
τοὺς ἀνέμους
ἐξέβαλον, οὐχ ἵνα ταράξω ὑμᾶς, ἀλλ' ἵνα στηρίξω. Ταῦτα τοῦ Κυρίου λέγοντος, πάλιν ὁ Πέτρος
προπηδήσας, ὡς θερμὸς τῇ πίστει, ἀπεκρίνατο λέγων· Κύριε, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ
τοῖς ῥήμασι γνωριζόμενος, καὶ τοῖς πράγμασιν
ἀμφι βαλλόμενος·
οὐδαμοῦ γάρ
σε κατενοήσαμεν τὴν θάλασσαν πεζεύοντα·
εἰ σὺ εἶ ὁ Χριστὸς, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.
Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐλθὲ, ἐὰν ἔχῃς πίστιν βαστάζουσάν σε. Οὐδὲν εἰρωνείᾳ
χαρίζομαι. Εἰ μὴ πιστεύεις, οὐ βαδίζεις. Τοῦ
δὲ Πέτρου καταπη δήσαντος
πρὸς τὴν τοῦ Κυρίου ἐπαγγελίαν, ἤρξατο χω ροβατεῖν τὴν θάλασσαν,
ἔχων τὴν πίστιν
ἀκλυδώνιστον. Ὡς δὲ προέβη μικρὸν,
ἐπειδὴ ἀνθρώπινος ἦν ἕξει, τρο πῇ δουλεύων, ὡς ἄνθρωπος κλονούμενος, ἐδίστασεν,
ἐνεχαυνώθη, καὶ πρὸς ἑαυτὸν ἤρξατο
λέγειν· Ἄπιστον τὸ
φαινόμενον· τὴν θάλασσαν πεζεύω,
ἡ ὑγρὰ κόνιν ἐκ βάλλει.
Ἐν τούτῳ τοῦ Πέτρου διστάζοντος
ἡ σύνδουλος θάλασσα, ὡς ἐπὶ ἀπίστου δούλου, ἤρξατο κυματοῦσθαι, καὶ παιδεύειν τὸν
σύνδουλον, καὶ καταποντίζειν τὸν ἄπι
στον. Ὅθεν ὁ Πέτρος κατανοήσας, ὅτι ἡ μὲν πίστις τὴν βάσιν παρεῖχεν, ἡ δὲ
ἀπιστία κλυδώνιον ἔφερεν, ἔκραξε λέγων· Ἐπιστάτα, σῶσον, ἀπόλλυμαι.
Τί λέγεις, ὦ Πέτρε; Ὅτε κινδυνεύεις, τότε
γνωρίζεις τὸν ∆εσπότην; Τί οὖν ὁ Χριστός; Οὐ καταλιμπάνω σε τῷ βυθῷ, ἐκτενῶ τὴν χεῖρα· τὰ γὰρ πάντα ἐν τῇ χειρὶ βαστάζω. Ἐκτεί νας δὲ τὴν χεῖρα, φησὶν,
ὁ Κύριος ἐπελάβετο
αὐτοῦ, καὶ λέγει
αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Πολλὴ
τῶν ἀποστόλων ἡ διχόνοια. Πρὸ τῆς
ἀναστάσεως ἐκλο νοῦντο· μετὰ τὴν ἀνάστασιν τὸ βέβαιον καρπωσάμενοι, ἀπαρασάλευτοι τῇ πίστει γεγόνασιν.
Ὅτι δὲ πρὸ τῆς ἀναστάσεως
ἐκλονοῦντο πολλαῖς ἀμφιλογίαις, ἤκουες ἀρτίως, πῶς ὀψίας γενομένης προσῆλθον
οἱ ἀπόστολοι τῷ Κυρίῳ λέγοντες· Ἀπόλυσον
τὸν ὄχλον, ὅτι ἔρη μός ἐστιν ὁ τόπος, ὅπως ἀπελθόντες εἰς τὰς κύκλῳ
κώμας, ἀγοράσωσιν ἑαυτοῖς
βρώματα. Ὅρα μοι καὶ ἐνταῦθα, πῶς ἄπιστον τὸ διανόημα. Τῷ Σωτῆρι
προσ ῆλθον λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρημός ἐστιν ὁ τόπος· ὁ δὲ Κύριος
πρὸς αὐτούς· Ἀπολύσω τὸν ὄχλον; τί μοι ἀδοξίαν προσάγετε; τί καταψηφίζεσθε τοῦ
διδασκάλου; ἀπολύσω τοὺς ὄχλους, ἵνα ἀγοράσωσι βρώ ματα; καὶ τί ἐροῦσιν οἱ πιπράσκοντες
αὐτοῖς τοὺς ἄρ τους; ὅτι ἐμοῦ παρόντος οὗτοι ἄρτους ἀγοράσουσιν; Εἰ μὴ ἡμῖν ἄρτος,
καλῶς τὸ ἀπολύειν ἐπετρέπετε· νῦν δὲ ἄρτος ὑπάρχων, πῶς ἀπολύσω πεινῶντας τοὺς προσμέ νοντάς μοι; Οἱ ὄχλοι
προσμένουσι, κἀγὼ τοὺς
προσμέ νοντας ἀπελάσω; ποῖος
ποιμὴν προβάτων ποιεῖ τοῦτο; Ἐγὼ τῷ ∆ανιὴλ ἐν τῷ λεοντίῳ λάκκῳ τὸν Ἀμβακοὺμ φακοφόρον παρέπεμψα· ἐγὼ
τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ ἔτη τεσσαράκοντα οὐρανόθεν τὸ μάννα ἐχορήγουν τοῖς ἀχα ρίστοις,
καὶ τοὺς εὐχαρίστους λιμαγχονήσω; Οὐ μὴν,
οὐδαμῶς. ∆ότε ὑμεῖς
αὐτοῖς φαγεῖν. Οἱ δὲ ἀπόστολοί φασι· ∆ῶμεν αὐτοῖς φαγεῖν; πόθεν
δῶμεν τοῖς ἐπιτα γεῖσι μηδὲν αἴρειν
εἰς ὁδόν; Πλὴν πέντε ἄρτων
καὶ δύο ἰχθύων οὐκ ἔχομέν τι πλέον· καὶ
τί εἰσι ταῦτα εἰς πεντακισχιλίους ἄνδρας
ἄνευ γυναικῶν καὶ παιδίων; Ὁ δὲ Κύριός φησι πρὸς αὐτούς· Πόθεν δῶτε; Ἔχετε
τὸ γαζοφυλάκιον τῆς πίστεως. Οὐκ εἶπον ὑμῖν, ὅτι Ἐὰν
ἔχητε πίστιν, ὡς κόκκον
σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται;
Ὄρη μεθίστανται, καὶ ἄρτοι οὐ πληθύνον ται; ∆ῶτε αὐτοῖς ὑμεῖς φαγεῖν. Τῶν δὲ παραιτουμένων, καὶ πρὸς τὴν δόσιν ἰλιγγιώντων, ὁ Κύριοςπρὸς αὐτούς· Ἀνακλίνατε
τοὺς ὄχλους. Ἐγὼ τῇ διανοίᾳ [λ. ἐπὶ τῇ 14 διακονίᾳ] στέλλομαι· οὐ παραιτοῦμαι τοῖς
δούλοις ὑπηρε τῶν. Ἀρχαῖον γάρ μου τοῦτο τὸ ἐπιτήδευμα Ἐγὼ τῷ Ἀδὰμ ὑπηρέτησα ἐν τῷ
παραδείσῳ· ὃ ἐκεῖ μετῆλθον, καὶ ὧδε οὐ
παραιτοῦμαι.
βʹ. Ἔστι δὲ πάντως εἰπεῖν,
τίνα καὶ πότε ὁ Θεὸς τὸν [φ. τοῦ] Ἀδὰμ διακονίαν μετῆλθεν. Ἄκουε συνετῶς. Καλὸν
γὰρ ἀποτίσαι τῆς ἕκτης ἡμέρας τῆς τελευταίας τοῦ Θεοῦ δημιουργίας, ἐν ᾗ τὴν ἐπαγγελίαν ἐποιησάμεθα. ∆ιὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ
δημιουργὸς ὑπηρέτησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβά νων τῶν ἑαυτοῦ κτισμάτων.
Ἴστε πάντες σαφῶς,
πῶς ἐν τῷ
παραδείσῳ ὁ δημιουργὸς καθίσας τὸν
Ἀδὰμ ἐπὶ ὑψη λοῦ τόπου, προσήγαγεν αὐτῷ ἕκαστον τῶν ζώων. Ὁ ∆εσπότης ἐξ ἀρχῆς οὐ
παρῃτήσατο δούλῳ ὑπηρετῶν, τῷ ἰδίῳ κτίσματι· ἐξ ὧν καὶ ἐν τῷ παραναγνωσθέντι εὐαγ
γελίῳ οὐ παρῃτήσατο ὑπηρετῆσαι τοῖς δούλοις, ἀνέκλινεν αὐτοὺς
ἐπὶ χόρτου, καὶ
λαβὼν τοὺς ἄρτους
ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς προσφέρειν, τρέφων, πληθύνων, θαυματουργῶν, τὰ δέοντα χορηγῶν. Ἐξ ὧν καὶ ἐν
τῷ παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθό τητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ
ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο
αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν
λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων· ὅπερ ἡ Γραφὴ παρέστησε λέ
γουσα· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ
κτήνη· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί
καλέσαι αὐτά. Μάθω
σιν, ὅτι διὰ σὲ παρήχθησαν.
Τὴν ἐμὴν δέχου οἰκονομίαν.
Μή τι τοσοῦτον ἐπὶ ἀγγέλου,
ἢ ἐπὶ ἄλλης κτίσεως, οἷον ἐπὶ τοῦ ἀνθρώπου; Ἐπειδὴ αὐτὸν μόνον ἰδίαις χερσὶν ἔπλασεν,
αὐτῷ μόνῳ ὑπηρέτησεν ὁ δημιουργὸς, τοῦτο μὲν, τῇ τῶν ζώων παραγωγῇ, τοῦτο δὲ, ἐν
τῇ τῶν ἐνδυ μάτων καλλονῇ. Ἐξ ὧν καὶ ἐν τῇ ἐνανθρωπήσει μηνύων τοῖς ἑαυτοῦ
μαθηταῖς, ἤρξατο νίπτειν αὐτῶν τοὺς πόδας,
τῆς ἀρχαίας δημιουργίας
τὴν ἔμφασιν παριστῶν.
Τοῦ δὲ Πέτρου
ἀπὸ εὐλαβείας παραιτουμένου τὴν τῶν ποδῶν νίψιν, ὁ Κύριος πρὸς αὐτόν· Ἐὰν
μή σου νίψω τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ. Ἐγώ εἰμι ὁ τῷ Ἀδὰμ ὑπηρετήσας,
τοῦτο μὲν, τὰ ζῶα παραγαγὼν, τοῦτο δὲ, τὴν πλευρὰν αὐτοῦ οἰκοδομῶν εἰς γυναῖκα,
ἐξ αὐτοῦ τὸ αὐτοῦ, καὶ πρὸ αὐτοῦ τὸ ἐμὸν δι' ἑαυτοῦ αὐτῷ προσάγων. Ἐξ ὧν δείκνυσι,
φίλε, ὅτι μόνος ὁ ἄνθρωπος ἐν κτίσμασιν ἀσύγκριτον καὶ ἐξαίρετον ἔργον τοῦ Θεοῦ.
Ἐξ ὧν καὶ περὶ αὐτοῦ μόνου γέγραπται· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν
καὶ καθ' ὁμοίωσιν. Πολλὴ σχέσις Θεοῦ περὶ τὸν ἄνθρωπον· καὶ ὁ μὲν δημιουργὸς
τοσαύτης δόξης τὸν Ἀδὰμ ἠξίωσεν, οἵας ἄλλη
κτίσις καθάπαξ οὐ μετέσχεν· ὁ δὲ Ἀδὰμ
ὀλιγωρήσας ἐξωλίσθησεν εἰς τὸν τοῦ ᾅδου πυθμένα, ἀντὶ βασιλείας πτωχείαν ἐπισπασάμενος,
ὡς γενέσθαι τὸν δεσπότην δοῦλον, τὸν παντάρχην
προσαιτὴν, τὸν εὐπρέπειαν ἠμφιεσμένον, μηδὲ ῥάβδου εὐποροῦντα,
τὸν φιλικῇ συντυχίᾳ
καθ' ἑκάστην τῷ Θεῷ συνδιατρίβοντα, ὡς κλέπτην ὑπὸ δένδρον κρυπτόμενον,
τὸν δεξάμενον τὸν παράδεισον ἐνδιαίτημα,
ἐξόριστον τοῦ παραδείσου γενόμενον,
καὶ κατ' ἀντικρὺ τοῦ
παραδείσου παροικιζόμενον, ἵνα
βλέπων τὴν ζημίαν
τοῦ παραδείσου, μὴ παύσηται μεμφόμενος
τὴν ματαίαν συμβουλίαν.
Τί γὰρ ἕτερον ἔπραττεν ὁ Ἀδὰμ, ἔξω τοῦ παραδείσου τὴν κατοίκησιν
ἔχων, σκάπτων, κάμνων, μεταλλεύων, βωλοστροφῶν, ἱδρῶτι
πανταχόθεν κατακλυζόμενος, ἢ ὀνειδίζει
μεγάλῳ στόματι τὴν γαμετὴν, φάσκων οὕτως· Ἴδε σου τῆς συμβουλίας τὰ κέρδη· ἵνα
σὺ τῷ ὄφει προσπαίζῃς, ἐγὼ τῆς τοῦ Θεοῦ δωρεᾶς ἠλλοτρίωμαι;
Οὐχ ὑπέσχου μοι λέγουσα,
γύναι, ἐὰν γεύσῃ τοῦ ἀπηγορευμένου καρποῦ, γενήσῃ μακάριος; Οὐ θεόν με ποιεῖν ἐπηγγείλω
μετὰ τὴν βρῶσιν τοῦ ἀπηγορευμένου καρποῦ; Πῶς οὖν ὁ θεὸς σκαφεὺς ἀνεδείχθην; ὁ μακάριος τρισάθλιος εὑρέθην; Σὺ ἐσφάλης, κἀγὼ
μαστίζομαι· τὴν πλευρὰν ἀπολώλεκα, καὶ βοηθὸν οὐχ εὗρον. Οἴμοι, γύναι Εὔα, θανάτου μήτηρ, παρακοῆς γεννήτρια, παραδείσου ἐκβλήτρια, δρακοντιαίων συρισμάτων ἀγαπήτρια, διαβολικῶν μηχανημάτων
ἐπιτήδειον ὄργανον. Ἄπιθι, γύναι· τί μου τὴν ἀθανασίαν ἐθέρισας; τί μου
τὴν βασιλικὴν στολὴν ἔσχισας; ἣν οὐχ ὕφανας,
διέῤῥηξας. Τί με φύλλα συκῆς ῥάπτειν ἐδίδαξας; τί μοι καρπὸν παγιδευτικὸν
προσήγαγες, γύναι γοητόστομε, λέγουσα·
∆έξαι, φάγε τοῦ φθονηθέντος σοι
καρποῦ; Ἧ δ' ἂν γὰρ ἡμέρᾳ φάγῃ,
διανοιχθήσονταί σου οἱ ὀφθαλμοὶ, καὶ ἔσῃ ὡς Θεὸς γινώσκων καλὸν
καὶ πονηρόν. Τί ἔπραξας, γύναι; Ἐτυφλώθην,
οὐ βλέπω. Τὸ κακὸν ἐποίησα, τὸ καλὸν ἀπεπήδησεν. Ὥσπερ ἡ ἀκτὶς μοχθῶ, οὐχ
ὡς Θεὸς αὐθεντῶ. Ἄπιθι, γύναι, οὐκ οἶδα τίς εἶ. Πρὸ τοῦ συναφθῆναι τὴν λύσιν
ζητῶ· οὐ φέρω τὸν κόπον. Σὺ ἀμέριμνος μὲν οὖσα, οὐκ αἰσθάνῃ τῆς ὀδύνης. Ὅτε τόκῳ πλησιάσεις, τότε τῆς ἀποφάσεως ὑπομνησθήσῃ. Ἄπιθι, ἀφορήτων
μοι κακῶν ἐγένου πρόξενος, γύναι· τὴν γῆν προσετάχθην ἐργάσασθαι, ἐν ἱδρῶτι τοῦ προσώπου
τὸν ἄρτον ἐσθίειν·
ἀκάνθας καὶ τριβόλους
ἡ γῆ ἀνατέλλειν
μοι προσετάχθη. Ταύτην θεόθεν τὴν ἀπόφασιν ἔλαβον. Τί ποιήσω; πότε δίκελλαν
χαλκεύσω; πότε ἄροτρον κατασκευάσω; πότε ταῦρον ζυγῷ πείθεσθαι διδάξω; πότε πλάκας
ἐγερῶ; πότε σπέρμα ῥίψω; πότε στάχυν περιμενῶ; πότε δρέπανον ὀξυνῶ; πότε δρᾶγμα θερίσω; πότε ἅμαξαν γεμίσω;
πότε ἅλωνα καθαρίσω; πότε τυκάνην χαράξω;
πότε πτύον συμπήξω; πότε ζύμην ἐγκρύψω; πότε ἄρτον σχηματίσω; πότε ὀπτῆρας ἐκκαύσω;
Οὐ φέρω τὴν ὀδύνην. Μετὰ
πόσων μόχθων καὶ ἱδρώτων ἐσθίω τὸν ἄρτον; Ἴδε πόσων κακῶν γέγονας μοι
πρόξενος, γύναι, ζωὴ προσαγορευθεῖσα, καὶ θάνατος εὑρεθεῖσα. Ὄντως θανάτου
πρόξενος ἡ γυνὴ, ἔκτοτε καὶ νῦν. Καὶ μή μου τοῦτο λέγοντος περὶ γυναικὸς
καταστασιαζέτω τὸ τῶν γυναικῶν σύστημα· ἀποδοῦναί
με τὸ ἔγκλημα, εἰ θέλωσιν ὑποδέξασθαι. Μὴ ἐμοὶ ὀργιζέσθωσαν, ἀλλὰ τῷ χριστοφόρῳ
Παύλῳ. Εἰ τολμῶσιν ὑβρίζειν, ἐκεῖνον ὑβριζέτωσαν. Ἡμεῖς ὡς ἐκείνου μαθηταὶ τὰ ἐκείνου
παρεγγυῶμεν ῥήματα, οὐχ ἡμέτερα καινουργοῦμεν. Ἀκουσάτωσαν Παύλου δι' ἡμῶν βοῶντος·
Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὴ μήπως
ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, καὶ ὑμᾶς ἀπατήσῃ. Ὁρᾶς ὅτι οὐχ ὁ ἀνὴρ ἐσκελίσθη, ἀλλ'
ἡ γυνὴ ἠπατήθη; Τίς ἡ ἀπατηθεῖσα; τίς ἡ τῷ ὄφει προσπαίξασα; Ἡ ὀφιόστομος καὶ ἰοβόλος
γυνή.
Τίς προσέπαιξε τῷ ὄφει; Ἡ
διεμπαίγματα μελετῶσα. Οὐδεὶς ἦν ἐν τῷ παραδείσῳ, πλὴν αὐτῆς καὶ τοῦ ἀνδρὸς αὐτῆς·
καὶ μήτε τὴν μόνωσιν, μήτε ἄλλο τι φοβηθεῖσα περιήρχετο πλαζομένη, ῥεμβομένη,
ποῦ παράκοιτον εὕροι, πρὸ τῆς συναφῆς τοῦ γάμου
τὴν μοιχοσπορίαν μελετῶσα.
Εἰ προσῆν τῷ ἀνδρὶ,
οὐκ ἂν ἐπλησίαζεν ὁ ὄφις τῷ ὄφει.
Ἔξω τοῦ ἀνδρὸς αὐτὴν εὗρε, καὶ ἐδελέασε. Γυνὴ γὰρ νομίμῳ ἀνδρὶ ἀεὶ συνοῦσα,
διαπαντὸς φθορὰν οὐχ ὑπομένει, ἧτταν οὐ δέχεται, μοιχείαν οὐκ εἰσπράττεται·
χωρισθέντος δὲ τοῦ ἀνδρὸς, κἂν μετ' ἀγγέλων ᾖ συνδιατρίβουσα, εὐεπηρέαστος γίνεται.
Ποῦ ἀλλαχοῦ τὰς μυσαρὰς πράξεις ἐπιτηδεύουσιν
αἱ τῶν νομίμων
ἀνδρῶν χωριζόμεναι γυναῖκες,
εἰ μὴ ἐν τοῖς
μαρτυρίοις, προφάσει τῆς ἱκεσίας, τοῖς γαμολύταις συντασσόμεναι, καὶ αὐτῶν τῶν
μαρτύρων καταφρονοῦσαι; Πολλάκις γὰρ καὶ κατὰ τῶν μαρτύρων
ὀμνύουσι μὴ ἀθετῆσαι τὰς ἀθεμίτους πράξεις.
Ὢ πόσων κακῶν Εὔα διδάκτρια, τῶν ἀγαθῶν
ἀφανίστρια. Καὶ πᾶσαι μὲν
γυναῖκες αἱ σωφροσύνην
ἐρῶσαι προσαγορεύονται ἀνδρεῖαι. Πολλὴ γὰρ
διαφορὰ καὶ ἐν
γυναιξὶν, ὡς καὶ ἐν ἀνδράσιν,
ὡς καὶ ἐν ἀγγέλοις·
καὶ ὅσαι γυναῖκες σωφροσύνην
ἐρῶσι, τῇ παρθένῳ ἀκολουθοῦσι,
τὴν Σωσάννην ποθοῦσι, τὴν Σάῤῥαν ἀσπάζονται, τὴν Ῥεβέκκαν περιπτύσσονται·
ὅσαι δὲ σωφροσύνης ἐκτός εἰσιν, ὡς ἡ Εὔα πλανῶνται, ὡς ἡ Αἰγυπτία συκοφαντοῦσιν, ὡς ἡ ∆αλιδὰ ξυρῶσιν,
ὡς Ἰεζάβελ τοὺς ἐνθέους φονεύουσι.
Καθολικὸς ὁ λόγος,
οὐ μερικὸν τὸ αἴνιγμα. Μὴ πάλιν
τινὲς τῶν ἀθέων προσφάτως τὰς λέξεις δεξάμενοι, ἄρξωνται τὰς ἀκοὰς
δάκνεσθαι, εἰς διανοίας
(λ. διχονοίας) ἡμᾶς εὐτρεπίζοντες. Ἡμῖν τούτων λόγος οὐδείς. Ἀποστολικὸς
ὁ λόγος. ∆ιὰ τὴν Εὔαν τὸ αἴνιγμα. Ἐξ ὧν καὶ τῇ ἐνιαυσιαίῳ περιόδῳ τὰ αὐτὰ ἀνακεφαλαιούμεθα, μάρτυρα τῶν
λεγομένων τὸν θεσπέσιον Παῦλον παραγαγόντες τὸν εἰρηκότα, Ἡρμοσάμην γὰρ ὑμᾶς
ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ
Χριστῷ. Μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν
Εὔαν, γυναῖκα Ἀδὰμ, τοῦ σφάλματος τὴν αἰτίαν. Καὶ πάλιν
ὁ αὐτὸς Ἀπόστολος, Ἀδὰμ, φησὶν, οὐκ ἠπατήθη,
ἡ δὲ τούτου
γυνὴ Εὔα ἀπατηθεῖσα ἐν
παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει
καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, οὐ μετὰ ἀκολασίας. Εἶπε, Σωθήσεται διὰ τῆς
τεκνοποιίας, οὐχ ὡς ἡ Εὔα τὸν Κάϊν ἔτεκεν, ἀλλ' ὡς ἡ παρθένος τὸν Χριστὸν ἐκυοφόρησεν·
ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η
αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με
αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου