Τρίτη 4 Οκτωβρίου 2016
ΨΑΛΜΟΣ ΡΑʹ.Προσευχὴ τῷ πτωχῷ,
Ομιλίαι είς τους Ψαλμούς
In Psalmos 101-107 [Sp.]
ΨΑΛΜ. ΡΑʹ.Προσευχὴ τῷ πτωχῷ,
ὅταν ἀκηδιάῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
αʹ. Πρόῤῥησιν μὲν ὁ ψαλμὸς
ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων
ταλαιπωρίας καὶ τῆς ἐκεῖθεν ἐπαν όδου· προαγορεύει δὲ κατὰ ταὐτὸν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν· ἁρμόττει
καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκε τεύοντι. Πτωχὸν
γὰρ καλεῖ τὸν τῆς θείας ἐνδεῆ προμη θείας, συμβάλλων αὐτὸν τῷ
μακαριζομένῳ κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι.
Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πρά γμασι. παρὰ δὲ τῷ Θεῷ πλουτῶν,
ἀκηδιᾷ λυπούμενος, ἢ, Ἀθυμεῖ, κατὰ τὸν Σύμμαχον, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ
ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ψυχή! ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν
ἐν ἀνθρώποις οὐχ ὑπάρχει· καὶ ὁ εἰπὼν, Οὐκ ἔστι ποιῶν χρηστότητα.
Κύριε, εἰσάκουσον τῆς προσευ χῆς μου, καὶ
ἡ κραυγή μου πρὸς σὲ
ἐλθέτω. Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ
τὴν πρὸς τὸν Θεὸν, καὶ τὴν παράκλησιν· ἡ δὲ δέησις τὴν αἴτησιν τὴν περὶ ὧν βούλεται αὐτῷ δεομένῳ
παρασχεθῆναι. Λέγει δέ· ∆έξαι μου
τὴν ἱκετηρίαν, ὦ ∆έσποτα, καὶ ποτνιωμένῳ
τὴν σὴν βοήθειαν ὄρεξον.
Τὴν γὰρ κραυγὴν, Οἰμωγὴν ὁ Σύμμα χος εἴρηκεν.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ἀποστρέφει ὁ Θεὸς τὸ πρώσωπον αὐτοῦ ἀπό τι νων προσευχομένων
κατὰ τρόπους πλείονας· ἤτοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν
ἃ πρέπει Θεῷ χαρίζεσθαι, καὶ αὐτοῖς
λυσιτελεῖ λαβεῖν· ἢ τῷ μὲν, ἃ ἁρμόζει Θεῷ παρέχειν, αἰτεῖσθαι μὴ μὴν αὐτοὺς καιρὸν
ἔχειν τὸ
ὠφελίμως χωρῆσαι ταῦτα.
Εἰσὶ δὲ καὶ οἱ ἐπὶ τὸ ἁμαρτάνειν
τυχεῖν τινων ἀξιοῦντες. Ὁ ἅγιος
οὖν πα ρακαλῶν λέγει·
Μὴ εἴη τοιαῦτά με αἰτῆσαι, ἐφ' οἷς
ἀνα νεύσας ἀποστρέφεις ἀπ' ἐμοῦ τὸ πρόσωπον. Εὔχομαι δὲ, οὐχ ὅπως μὴ θλιβῶ, ἀδύνατον
γὰρ τοῦτο, ἀλλ' ὅπως θλιβόμενος μὴ ἡττηθῶ, καὶ ὅπως τῇ ἐλπίδι χαρῶ, ὑπομένων ταῖς θλίψεσι, καυχώμενος ἐν αὐταῖς. Ἐν ᾗ ἂν ἡμέρᾳ
θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ
ἐπάκουσόν μου. ∆ηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ
γεγενημένων διήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ
πολλῇ καὶ περιφανείᾳ
ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου
∆αυῒδ βασιλείᾳ, εἰκότως ὁ προ φήτης τῷ ἐκείνων
κεχρημένος προσώπῳ προσφέρει
τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι
μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύ γιον συνεφρύγησαν. Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα
τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς
διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι
τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς.Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε·
Καὶ τὰ ὀστᾶ μου, ὡς καῦ σις ἐψαθυρώθη. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία
μου. Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπέσβην, καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. Ὅτι
ἐπελα θόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς
τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Πάσης μὲν γὰρ τροφῆς
ἀπεβαλόμην ὄρεξιν, τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην· τῇ γὰρ ἐξ ἀθυμίας
τηκεδόνι κατηναλώθη τὸ σῶμα, γυμνοῖς δὲ τοῖς
ὀστέοις ἐπίκειταί μου τὸ δέρμα. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· ἐγενήθην ὡσεὶ νυκτικόραξ
ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ γενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Πολλαῖς κέχρηται
παραβολαῖς, ἀξίως βου λόμενος παραστῆσαι τὰς συμφοράς· δι' ἑκάστου δὲ τῶν εἰρημένων
ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ'
ἀγωνίας ἐξελαύ νει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν,
ταῖς ἐρήμοις καὶ καταλελυμέναις προσ τρέχει. Τὰ γὰρ οἰκόπεδα, Ἐρείπια ὁ Σύμμαχος
εἴρηκεν. Οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν
με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαι νοῦντές με κατ' ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενό μην
τοῖς δυσμενέσι, καὶ ὁ ποτὲ ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι
θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· μὴ πάθοιμι, ἃ οἱ δεῖνες πεπόνθασιν.
Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, ἀπὸ προσώπου
τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.
βʹ. Ταῦτα καὶ ἐν τῷ ἑβδομηκοστῷ
καὶ ἐννάτῳ ψαλμῷ ἔφη· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ· τὴν δὲ τῆς ὀδύνης ὑπερ
βολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς
τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε
μεστὸς, σχολῇ γε ἄλλος καιρὸς ταύτης ἐλεύθερος
ἂν ἦν. Τούτοις δὲ, φησὶ, περικλύζομαι
τοῖς κακοῖς, ἐπειδὴ, ∆έσποτα, κεκίνηκας κατ' ἐμοῦ τὴν ὀργήν· Ὅτι ἐπάρας κατέῤῥαξάς
με. Ἐδοξάσθη γὰρ ὅ τε λαὸς καὶ ὁ ναὸς χρηματίζοντος τοῦ Θεοῦ· καὶ ὅσον ἐπήρθη, κατέπεσεν, ὁ μὲν λαὸς
ἀπαχθεὶς, ἐρημωθεὶς δὲ μετὰ τῆς Ἱερουσαλὴμ ὁ ναὸς, ἐν οἷς ὁ νόμος καὶ ἡ κατ' αὐτὸν
ἐτε λεῖτο λατρεία, σκιὰν ἔχοντα τῶν μελλόντων ἀγαθῶν· καὶ ἦρτο καὶ ταῦτα ἐκ μέσου.
Λέγει δὲ καὶ τὸ καθ' ἑαυτόν. 38 Ὑψηλόν με γὰρ δείξας καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ, Κατέῤῥαξας, ἐκ μετα φορᾶς τέθεικε
τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ
ἐδάφους καταῤῥηγνύντων. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
Παρ' αὐ τάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμὰς, καὶ ἔοικα σκιᾷ κλινάσῃ
καὶ ληγούσῃ λοιπόν·
καὶ χόρτου δὲ μιμοῦμαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλούμενος τὰς χεῖρας.
Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις,
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
Τὰ μὲν ἀν θρώπινα τοιαῦτα, διὰ κακίαν
μετὰ τὴν ἔπαρσιν ταπει νούμενα, καὶ μηδέποτε μένοντα
ὅπερ εἰσί· σὺ δὲ μηδὲν ἔχων
ἐπίκηρον, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, καὶ
αἱ παρὰ σοῦ δὲ ἐπαγγελίαι βέβαιοι· καὶ μὴ
τῇ παρούσῃ γενεᾷ, φησὶν, ἀλλ' ἑτέρᾳ, περὶ
ἧς τὸ, Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη·
καὶ τὸ, Γραφήτω
αὕτη εἰς γενεὰν
ἑτέραν. Τὸ γὰρ τῶν ἐπαγγελιῶν σου μνημόσυνον πληρωθήσεται, καὶ μεταβολήν τινα
τῶν παρόντων κακῶν ῥᾳδίως ἂν ἐπιχαρίσαιο.
∆ιό φημι θαῤ ῥῶν, ὅτι τὴν Σιὼν ἀναστήσεις· τοῦτο γὰρ ἐπιφέρει·
Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει
καιρός. ∆ὸς, φησὶ, μετα βολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαι τεῖ.
Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσι περιωρισμένης τιμωρίας
τὸ τέλος. Οὕτω καὶ
ὁ θαυμά σιος ∆ανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει τὴν ἱκετηρίαν κατὰ τὸν Ζαχαρίαν εἰπόντα·
Κύριε παντοκράτωρ, μέχρι τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ; Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς
μελῳδίας τὰ ῥήματα· Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Οἶμαι δὲ
προφητεύειν ἐν τού τοις τοῦ Θεοῦ Λόγου αὐτοῦ
δὴ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν, αἰτίαν
ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών.Ἔνθα δὴ γε νόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε, μηδὲ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε
δηλοῦσθαι, ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος
τὴν ἀνανέωσιν. Οὗτος γάρ ἐστιν ὁ καιρὸς, περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησί· Καιρῷ
δεκτῷ ἐπήκουσά σου. Τοῦτον δὲ καὶ ὁ Παῦλος πεπλη ρῶσθαι τὸν καιρὸν, ἐπιδημήσαντος
τοῦ Σωτῆρος, γράφει λέγων· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ὅτι εὐδόκησαν οἱ δοῦλοί
σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν. Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, εἴρηταί που ἐν προφήταις. Ἀλλὰ καὶ
ὁ Πέτρος, Ὑμεῖς δὲ πάντες λίθοι ζῶντες,
φησὶν, οἰκοδομεῖσθε οἶκος πνευματικὸς
εἰς ἱεράτευμα ἅγιον.
Τοῦτον δὲ καλεῖ τὸν τρόπον
τοὺς εἰς τὴν οἰκοδομὴν
τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους. ∆ιὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας
τῆς πρὸς ἀλλήλους, διά τε τοῦ τὰ αὐτὰ
φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα
οἶκον ἀπεργάζονται τῷ Θεῷ. Τούτους δὲ οὖν τοὺς λίθους ηὐδόκησαν οἱ δοῦλοί σου, δηλαδὴ
οἱ προφῆται. Οὗτοι γὰρ θείῳ Πνεύματι προ ορῶντες τῆς μελλούσης οἰκοδομεῖσθαι καθ'
ὅλης τῆς οἰκουμένης νέας Σιὼν τοὺς ἐξ ἁπάντων
τῶν ἐθνῶν συν αχθησομένους εἰς τὴν οἰκοδομὴν
λίθους ηὐδόκησαν, ἀρε σθέντες
ἐν αὐτοῖς. Εἴποις
δ' ἂν χοῦν εἶναι τῆς νενοημέ
νης ἡμῖν Σιὼν ἤτοι τοὺς χοϊκώτερον μὲν βιοῦντας,
τοῖς δὲ λίθοις τῆς οἰκοδομῆς συναριθμουμένους· ὅθεν καὶ οἴκτου τυγχάνειν
ἀξιοῖ τοὺς ἐκ τῶν Ἰουδαίων
ἔθνους εἰσέτι καὶ νῦν χοϊκώτερον θεοσεβεῖν προσποιουμένους, καὶ διὰ
τοῦτο χοῦν ὀνομαζομένους.Οἴκτου καὶ ἐλέους ἀξίους
εἶναί φησι. ∆ιὸ οἱ δοῦλοι
τοῦ Θεοῦ τούτους μὲν οἰκτειρήσειν προφητεύονται, τοὺς δὲ λίθους
τῆς νέας οἰκοδομῆς
εὐδοκιμήσειν. Ἢ λίθους τοὺς πιστεύσαντας
τῷ Χριστῷ μετὰ τὴν ἀνάστασίν φησι, δούλους δὲ, τοὺς ἁγίους ἀποστόλους, δι' ὧν ἐσώθησαν
οἱ πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν
Χριστόν. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς
τὴν δόξαν σου. Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν
εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα. Καλῶς δὲ εἶπε, Φοβηθήσονται· τότε γὰρ
αὐτοῦ τὸν φόβον τὰ ἔθνη οὐκ ἐκέκτηντο· ἀφ' οὗ δὲ τοῖς ἀποστόλοις προσ έταξε, Πορευθέντες
μαθητεύσατε πάντα τὰ ἔθνη. Ἀλλὰ μὴν καὶ Οἱ βασιλεῖς τῆς γῆς, οὐ τινὲς, ἀλλὰ Πάντες·
διόπερ ἐρείσματα τῶν βασιλέων καὶ τοὺς δι καίους λέγεσθαι· αὐτοχειροτόνητοι γὰρ οὗτοι· μᾶλλον δὲ τὰ παρὰ Θεοῦ χειροτονηθέντες βασιλεῖς, διὰ
τὸ δεσπό ζειν τῶν ἡδονῶν, καὶ φυλάξαι τὴν βασιλικὴν εἰκόνα, τυγ χάνουσιν. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας,
ἀσθένειαν ὑπελάμβανον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν καὶ τῆς Ἱερουσαλὴμ
τὴν ἐρημίαν, εἰκότως ἐκάλεσε δόξαν τοῦ Θεοῦ τὴν τῆς πόλεως νεουρ γίαν· ἀντὶ τοῦ,
πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν.
Ἡνίκα πάντως μέσος τοῦ χοροῦ τῶν ἀποστόλων
ἵστατο, τότε ἐν τῇ δόξῃ αὐτοῦ δηλαδὴ
τοῖς σημείοις τῶν παθημάτων
ἐφαίνετο· φησὶ γὰρ πρὸς τὸν Θωμᾶν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ τὰ ἑξῆς.
∆όξαν δὲ τὰ πάθη καλεῖ, ἐπειδὴ δι' αὐτῶν τὴν οἰ κουμένην ὑπέταξε. Νοήσεις δὲ καὶ ἑτέρως τὸ, Οἰκοδο μήσει
Κύριος τὴν Σιών. Γενόμενος γὰρ σὰρξ ὁ Θεὸς Λόγος, καὶ σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε
τὴν Ἐκκλησίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. Ὀφθήσεται
ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώσαντος ἐν ἡμῖν
αὐτοῦ θεα σώμεθα Τὴν δόξαν αὐτοῦ,
δόξαν ὡς
Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος
καὶ ἀληθείας. Ἐπ έβλεψεν ἐπὶ τὴν προσευχὴν
τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε
τὴν δέησιν αὐτῶν.
γʹ. Οὐ κατεφρόνησε, φησὶν,
ὡς αἰχμαλώτων καὶ δούλων,
ἀλλ' ἐδέξατο τὴν ἱκετείαν καὶ δέδωκε τὴν ἐλευθερίαν. Ταπεινοὺς
δὲ τοὺς ταπεινόφρονάς φησι, περὶ ὧν ὁ Κύ ριος ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' [ἢ] ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά
μου τοὺς
λόγους; Αἰ νίττεται δὲ τοὺς ἀποστόλους.
Ἢ καὶ προσευχὴν
λέγει τῶν ταπεινούντων ἑαυτοὺς προφητῶν, περὶ οὓς εἴ ρητο τὸ, Προσευχὴ τῷ πτωχῷ· καὶ περὶ
τῆς δεήσεως ἔλεγε· Καὶ ἐνώπιον Κυρίου ἐκχέῃ
τὴν δέησιν αὐ τοῦ, δι' ἣν ἀνοικοδομήσει τὴν
Σιὼν, καὶ τὰ ῥηθέντα ποιήσει.
Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν·
καὶ λαὸς ὁ κτιζόμενος
αἰνέσει τὸν Κύριον. Ἡ διὰ τοῦ ψαλμοῦ
προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία
προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα,
δέδοται τοῖς Ἰουδαίοις εἰς τὸ φυλάττεσθαι
τῷ νέῳ λαῷ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ, καθ' ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως·
περὶ ὧν καὶ ὁ μακάριος λέγει Παῦλος· Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ αὐτὸς δὲ
ὁ θεσπέσιος ∆αυῒδ ἐν τῷ εἰκοστῷ
πρώτῳ ἔφη ψαλμῷ· Ἀναγγελήσεται τῷ Κυρίῳ
γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν
ὁ Κύριος. Ἐν αὐτῷ τε τῷ Χριστῷ
κτίζονται οἱ δύο, ὁ ἐξ ἐθνῶν καὶ ὁ ἐκ
περιτομῆς λαὸς, εἰς ἕνα καινὸν ἄνθρωπον. Ἀλλοίωσιν
γὰρ νῦν, ἀλλ' οὐκ οὐσίω σιν ἡ κτίσις δηλοῖ· ὁποῖον καὶ τὸ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός·
καὶ τὸ, Κύριος ἔκτισέ με ἀρ χὴν
ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.
Οὐ γὰρ καθάπαξ ἐκτίσθη
τὸ λέγον πρόσωπον, ἀλλ' εἰς ἀρχὴν ὁδῶν Θεοῦ
τῶν εἰς τὰ ἔργα αὐτοῦ. Τὸ γὰρ ἀρχήν τινων κτισθῆναι δηλοῖ σχέσιν, ἀλλ' οὐκ ἀλλοίωσιν.
Ὁ κτιζόμενος οὖν οὕτω λαὸς, αἰνέσει τὸν Κύριον, εἰς γνῶσιν ἐρχόμενος
τοῦ μόνου Θεοῦ. Εἰ δὲ οὐσίωσιν ἐσήμανεν, οὐχ, Ὁ κτι ζόμενος, ἂν εἶπεν, ἀλλ', Ὁ κτισθείς.
Οὐ γὰρ δὴ ἐν τῷ οὐ σιῶσθαι, ἀλλ' ἐν τῷ μετασκευάζεσθαι μένειν δυνατόν. Οὕτως ὁ λαὸς
καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος, τὸν προσήκοντα ὕμνον ἀναπέμπει τῷ Σωτῆρι
Θεῷ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν. Ἐκκύψαι ἀπὸ τοῦ ὕψους ὁ Σωτὴρ λέγεται κατὰ τὸν καιρὸν τῆς σαρκώσεως,
ὡς ἄνω
μείνας καὶ κάτω φανείς. Τοῦτο γὰρ τῶν ἐκκυπτόντων ἀπὸ τοῦ ὕψους
ἴδιον. Ἐξέκυψε δὲ τὴν γῆν ἐπιδεῖν, τουτ
έστιν ἐπισκέψασθαι. Ὑπάρχων δὲ ὁ Κύριος ἀσώματος οὐσία καὶ νοερὰ, μᾶλλον
δὲ ὑπὲρ ταῦτα, μηδαμοῦ πε ρατούμενος, οὐ περιγράφεται τόπῳ· διαφοιτᾷ δὲ τῇ δυ νάμει δι' ὅλης τῆς κτίσεως. Ἐν τῷ κόσμῳ
γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο. Καὶ λέγεται διατρίβειν ἐν τοῖς κρείττοσι
τοῦ κόσμου μέρεσι, κατὰ τὸ, Ὁ κατοικῶν ἐν οὐρανοῖς· καὶ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
οὐ κατὰ περιοχὴν, ἀλλ' ἀφάτῳ δυνάμει τοῖς ἰδίοις ἔργοις παρών. Ἐν οὐρανῷ τοίνυν
οὕτω λεγόμενος εἶναι,
τῷ προνοεῖσθαι καὶ τῆς γῆς, ἐπέβλεψεν εἰς αὐτήν.
Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ, λῦ
σαι τοὺς υἱοὺς τῶν τεθανατωμένων· τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ
ἐν Ἱερουσαλήμ. Τὴν αἰτίαν ἡμῖν τῆς κλήσεως
τῶν ἐθνῶν παρατίθεται.
Αὕτη δέ ἐστιν ἡ τοῦ Σωτῆρος ἐπιφάνεια, ἣν ἐποίησε κλίνας οὐρανούς. Τίνες
δὲ οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτιῶν
ἔσφιγξεν ὁ μισόκαλος δαίμων; Υἱοὶ δὲ τῶν τεθανατωμένων εἶεν οἱ ἐξ ἐθνῶν, καθ' ὃ ἀπέθανον
οἱ πατέρες αὐτῶν
ταῖς ἰδίαις ἁμαρτίαις,
εἰδω λολατροῦντες ἔτι, σειραῖς τε
τῶν οἰκείων ἁμαρτημάτων ἕκαστος σφιγγόμενοι· ὧν τὴν ἐπιστροφὴν μηνύων
ὁ Ἡσαΐας πρὸς τὸν Θεὸν ἔλεγεν· Καὶ σοὶ ἀκολουθή σουσι δεδεμένοι χειροπέδαις, καὶ
ἐν σοὶ προσ εύξονται καὶ προσκυνήσουσί σοι. Ἐκ Σιὼν γὰρ ἀρ ξάμενον τὸ Εὐαγγέλιον,
εἰς πᾶσαν τὴν γῆν διεδόθη. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ,
καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν.Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασι λεῖς τοῦ δουλεύειν
τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὁδὸν ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν φησίν. Ἦλθε γὰρ ἵνα δήσῃ τὸν
ἰσχυρόν. Ηὔχετο γὰρ ἰδεῖν, εἰ φθάσει εἰς
ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ' ἃς ἔμελλεν
ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής.
Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ·
λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευο
μένων ἐκβάσεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν· εἰ δὲ ἀστοχήσω
τῆς εὐχῆς,
ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν
τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. Καί
μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν φωνὰς ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται
καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς
ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Τὸν λόγον πάλιν πρὸς
τὸν Κύριον ἔτρεψεν. Αὐτοῦ γὰρ τὰ ἔτη, ἃ ἐν
σαρκὶ πεποίη κεν, ἐν γενεᾷ γενεῶν, ὡς ἀπηρτισμένην
καὶ ὁλόκληρον τὴν πολιτείαν ἔχοντα·
ὅθεν καὶ ὁ Παῦλος τοὺς ἐν τελειό
τητι παραστῆσαι βουλόμενος, ἔλεγεν· Ἵνα καταντήσω μεν οἱ πάντες εἰς ἄνδρα
τέλειον, εἰς μέτρον ἡλικίας
τοῦ πληρώματος τοῦ Χριστοῦ. Κατ' ἀρχὰς σὺ Κύ ριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ δια μένεις.
δʹ. ∆ύναται τὸ, Κατ' ἀρχὰς,
κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων, πάντων
τὴν γῆν στοιχεῖον εἶναι, ὡς πάντα ἐξ αὐτῆς γεγενῆσθαι, οὐδενὸς προτέρου αὐτῆς ὄντος.
Φαί νεται γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατά τινας
προεπινοουμένας ἀρχὰς θεμελίους
αὐτῆς ὑπάρχειν. Εἴρηται καὶ τῷ Ἰὼβ ὑπ' αὐτοῦ τοῦ Κυρίου, ὡς θεμελιώσαντος
τὴν γῆν· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
Θεμελιοῦντος δὲ τοῦ Κυρίου, δι' οὗ τὰ πάντα γεγένηται, τὴν γῆν, καὶ περὶ τοῦ Πατρὸς
λέγεται· Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ τὸ εἰρημένον δὲ περὶ Θεοῦ, Κρεμάζων
τὴν γῆν ἐπ' οὐδενὸς, ἐμφαίνει τὴν ἐν τῷ μεσωτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι.
Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ
ὡσεὶ περιβόλαιον ἑλί ξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα
μὲν γὰρ τὰ ὁρώμενα
καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιό τητα· σὺ δὲ αὐτὰ ἀλλάξεις καὶ νεουργήσεις,
καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Ὅτι καὶ αὐτὴ
ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης
τῶν τέκνων τοῦ Θεοῦ. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ
τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τὴν μὲν οὖν κτίσιν με ταῤῥυθμίζεις ὡς θέλεις, ὦ ∆έσποτα·
σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέν τοι ὁ θεῖος Ἀπόστολος
τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι ἐν τῇ πρὸς
Ἑβραίους Ἐπιστολῇ. Ἀλλ' ὅμως ἐν τῷ Υἱῷθεωροῦμεν τὸν Πατέρα.
Ἃ γὰρ
ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ, καὶ τὸ ταὐτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται. Μίαν γὰρ ἴσμεν τῆς Τριάδος ἐνέρ γειαν. Οἱ υἱοὶ
τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα
αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Ἀντὶ δὲ τοῦ, Κατευθυνθήσεται, ὁ Σύμμαχος, ∆ιαμε
νεῖ, τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπ αλλαγέντες,
τὴν Ἱερουσαλὴμ οἰκήσουσι· τὸ
δὲ ἐξ αὐτῶν σπέρμα εἰς
τὸν αἰῶνα διαμενεῖ. Υἱοὺς δὲ δούλων τοῦ Θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν, ἀλλὰ κατὰ παί δευσιν καὶ μίμησιν ἀληθινῆς
πολιτείας· ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν
τινες ἐκαλοῦντο, τὸ κατὰ προφητι 41 κὴν ἕξιν ἴσως γεγενῆσθαι παρ' αὐτῶν·
σπέρμα δὲ αὐ τῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι
ἐτύγχανον. Περὶ δὲ τούτου τοῦ σπέρματος
ὁ θεῖος Ἀπόστολος ἔφη· Μέχρις οὗ ἔλθῃ τὸ σπέρμα,
ᾧ ἐπήγγελται· καὶ, Τῷ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει δὲ, Τοῖς σπέρμασιν,
ὡς ἐπὶ πολ 42 λῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν ὁ Χριστός. Τοῦτο
τὸ σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεοῦ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι,
καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν·
λέγει γάρ· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα, ἐν αὐτῷ Χριστῷ
τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική
εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Η ηλεκτρονική
επεξεργασία, επιμέλεια και
μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το
Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου