ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λόγος εις τήν τρυγόνα ήτοι εις την Εκκλησίαν

Τρίτη 4 Οκτωβρίου 2016

Λόγος εις τήν τρυγόνα ήτοι εις την Εκκλησίαν




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΡΥΓΟΝΑ Ἤτοι εἰς τὴν Ἐκκλησίαν.

αʹ.    τρυγὼν     φιλέρημος,  ὅτε  ἐν  ὕλαις  συγκοιταζομένη  καλεῖ  τὸν ὁμόζυγον, γοεραῖς κολακείαις τὰς κοιλάδας δονήσασα, καὶ τὸν ἑαυτῆς ἄῤῥενα παρ' ὕδασι  νεμόμενον  θέλξασα,  καὶ  τοῦτον  πετάσασα παραινεῖ  ταχεῖαν  τὴν  πτῆσιν ποιήσασθαι· ὁμοφώνῳ  δὲ γνώμῃ ἐπὶ τῶν στερεμνίων πρέμνων  τὴν καλιὰν αὐτῶν πήξασαι καὶ ἀφόβως ἐπωάζουσι, καὶ τοὺς νεοττοὺς ἑαυτῶν ἐκεῖθεν πετάζουσι. Φασί τινες  τὴν  τρυγόνα  φίλανδρον  εἶναι  καὶ  φίλαγνον·  ὥστε κἂν  συμβῇ τὸν  ταύτης ἄῤῥενα ὑπὸ ἀετοῦ ἀναλωθῆναι,  ἢ ὑπὸ ἰξευτοῦ θηρευθῆναι, ταύτην ἑτέρῳ ἀνδρὶ μὴ ἐπιμίγνυσθαι, ἀλλ' αὐτὸν ποθεῖν, αὐτὸν ἀναμένειν, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκειν. Ἀκούσατε, γυναῖκες, οἵα σωφροσύνη ἐν ὀρνέοις εὑρίσκεται. Ὅσοι τοίνυν   τὴν  μορφὴν   τῆς  τρυγόνος   ἐν  ὄψει  φέρετε,  τὴν  ταύτης  σωφροσύνην μιμήσασθε.


Τοιαύτη ἐστὶν ἡ πάνσεμνος Ἐκκλησία. Τοῦ γὰρ ἀνδρὸς αὐτῆς Χριστοῦ σταυρωθέντος  καὶ εἰς οὐρανοὺς  ἀνελθόντος,  ἑτέρῳ  ἀνδρὶ  οὐκ ἐπιμίγνυται·  ἀλλ' αὐτὸν  ποθεῖ, αὐτὸν  ἀναμένει,  καὶ τῇ τούτου μνήμῃ συναποθνήσκει. Ἀλλ' ἵνα μὴ δόξωμεν,  ἀγαπητοὶ,  ἔξωθεν  εἶναι  τῶν  Γραφῶν  μνημονεύσαντες  τρυγόνος,  φέρε αὐτῶν  τῶν  Γραφῶν μνημονεύσωμεν.  Μαρτυρεῖ ὁ ∆αυῒδ ὁ μακάριος, καὶ κελαδεῖ λέγων· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Καὶ ποῖον λέγει στρουθίον; Ἦ πάντως τὸν ἄνθρωπον· Ἡ γὰρ ψυχὴ ἡμῶν,  ὡς στρουθίον, ἐῤῥύσθη ἐκ τῆς  παγίδος  τῶν  θηρευόντων.  Ὁ δέ γε Κύριος βουλόμενος  δεῖξαι τοῖς ἑαυτοῦ μαθηταῖς, πόσον ἄλλων  ἐν ἁγιωσύνῃ  διαφέρουσι, λέγει πρὸς αὐτούς· Μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ἐβόα λέγων· Ἵνα σώζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.  Καὶ πάλιν  ἡ θεία  φωνή·  Ὁμοία ἐστὶν  ἡ βασιλεία τῶν  οὐρανῶν  κόκκῳ σινάπιος, ὃν λαβὼν  ἄνθρωπος  ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ· ὃ μικρότερον μέν ἐστι πάντων  τῶν  σπερμάτων· ὅταν  δὲ αὐξηθῇ, γίνεται  μεῖζον πάντων  τῶν  λαχάνων, ὥστε ἐλθεῖν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. Καὶ γὰρ ἐνταῦθα τὰ πολυαρίθμητα γένη τῶν ἀνθρώπων ὀρνέοις παρείκασε. Καὶ γὰρ στρουθίον  εὗρεν  ἑαυτῷ  οἰκίαν,  καὶ  τρυγὼν  νοσσιὰν ἑαυτῇ,  οὗ θήσει τὰ  νόσσια ἑαυτῆς. Τρυγόνι παρείκασε τὴν πάνσεμνον Ἐκκλησίαν διὰ τὰ ποικίλα  τῆς σοφίας χαρίσματα. Ὅτι δὲ πεποίκιλται ἡ Ἐκκλησία, ἔστι τοῦ ∆αυῒδ ἀκοῦσαι λέγοντος· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη,πεποικιλμένη. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς· τουτέστιν,  ὑπὸ τοὺς  στερεμνίους  κλάδους  τοῦ σταυροῦ ἐκτρέφουσα τὰ νεοφώτιστα τέκνα.
Ταύτης δὲ τῆς τρυγόνος μέμνηται καὶ Ἱερεμίας λέγων· Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία καὶ τέττιγες  ἔγνωσαν καιρὸν εἰσόδου αὐτῶν, τρυγόνα λέγων  τὴν πάνσεμνον Ἐκκλησίαν, χελιδόνα τὸν φιλάνθρωπον  Ἰωάννην,  τέττιγα τὸν εὔλαλον
Παῦλον, τὸν τῆς Ἐκκλησίας αὐλόν. Περὶ ταύτης τῆς τρυγόνος ἐντέλλεται  ὁ Κύριος τῷ  Ἀβραάμ· Λάβε μοι  δάμαλιν  τριετίζουσαν,  καὶ  κριὸν  τριετίζοντα,  καὶ  αἶγα τριετίζουσαν, καὶ περιστερὰν, καὶ τρυγόνα. Ταύτης τῆς τρυγόνος μέμνηται καὶ ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἡ Γραφὴ λέγουσα· Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν.  Ἡ φωνὴ  τῆς  τρυγόνος  ταύτης,  τὸ  οὐράνιον  ἔαρ τὸν  Χριστὸν οὐρανόθεν παραγίνεσθαι,  ἡμῖν  σημαίνει.    φωνὴ  τῆς  τρυγόνος  ἠκούσθη  ἐν  τῇ  γῇ  ἡμῶν
σήμερον. Ἀλλ' ἀκούσωμεν τὴν  φωνὴν  τῆς τρυγόνος  ταύτης, ποῖα μέλη κελαδεῖ. Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ. Μὴ ἐμβλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Μέλαινά εἰμι καὶ καλή· μέλαινα, διὰ τὴν προτέραν παράβασιν, καλὴ, διὰ τὴν ταχεῖαν μετάνοιαν· μέλαινα, διὰ τὸ ἐν τῷ πταίσματι πένθος, καλὴ, διὰ τὸ ἐν τῷ βαπτίσματι φέγγος. Μέλαινά 00 εἰμι καὶ καλὴ,  θυγατέρες  Ἱερουσαλήμ.  Θυγατέρας λέγει  τῆς  Ἱερουσαλὴμ  τὰς  ἁγίας  τῶν πατέρων ψυχάς. Μέλαινά εἰμι καὶ καλὴ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία. Μὴ βλέψητε ὑμεῖς, αἱ ἅγιαι ψυχαὶ, μὴ ἐμβλέψητε εἰς ἐμὲ, ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος  τῆς  δικαιοσύνης, διὰ τὴν  προτέραν  μου πλάνην.  Ποῖος ἥλιος  παρέβλεψεν αὐτήν; Οὐ πάντως περὶ οὗ λέγει ἐν τῷ Ἐκκλησιαστῇ, Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ἀνατέλλει γὰρ ἡμῖν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ἐκ Μαρίας, τὸ κατὰ σάρκα· ἀνατολὴ ὄνομα αὐτῷ· ἔδυνε πάλιν, ὅτε ἐπὶ τοῦ σταυροῦ καὶ εἰς τὰ καταχθόνια κατῆλθεν. Ἀνατέλλει ὁ ἥλιος, καὶ δύνει ὁ ἥλιος, καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Ὅτε εἰς οὐρανοὺς ἀνῆλθε, τότε ἡμᾶς εἷλκεν. Ὅταν γὰρ ὑψωθῶ, τότε πάντας ἑλκύσω  πρὸς  ἐμαυτόν.  Περὶ  τούτου  τοῦ  ἡλίου  τῆς  δικαιοσύνης  καὶ  Ἡσαΐας φθέγγεται  λέγων· Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνατελεῖ ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἐλθόντος γὰρ τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, ἡ αἱμοῤῥοοῦσα ἁψαμένη τοῦ πτερυγίου τοῦ ἱματίου αὐτοῦ, τὰς πηγὰς τῶν  αἱμάτων
ἐξήρανε.  Μέλαινά  εἰμι  καὶ  καλὴ,  θυγατέρες  Ἱερουσαλήμ.  Εἴ τίς  ἐστιν  ἐνθάδε ἑστηκυῖα  ψυχὴ  ἁμαρτίᾳ  μεμελανωμένη,   μὴ  φοβείσθω·  μόνον  μετανοείτω,  καὶ λεγέτω· Μέλαινά εἰμι καὶ καλή. Εἰ καὶ πρὸς ἐσχάτην ἀναπνοὴν τυγχάνει εἰ καὶ πρὸς
ἑσπέραν  ὥρα  ἐστὶ,  μὴ  φοβείσθω·  μετανοείτω  μετὰ  κλαυθμοῦ.  Τὸ γὰρ  ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις. Μίμησαι Ἐζεκίαν τὸν βασιλέα, ὃς ἀῤῥωστίᾳ ὑποπεσὼν κατέκειτο ἐπὶ κλίνης·  ἀκούσας δὲ Ἡσαΐου λέγοντος  πρὸς
αὐτόν· Τάξαι περὶ τοῦ οἴκου σου· μέλλεις γὰρ σὺ τελευτᾷν, καὶ οὐ ζήσῃ· στραφεὶς πρὸς τὸν τοῖχον, δάκρυσι μετανοίας τὴν κλίνην  ἐδρόσιζε, τὸν ἥλιον ἐνεπόδιζε, καὶ πεντεκαιδεκαετῆ ζωῆς χρόνον παραχρῆμα ἐλάμβανεν.


βʹ. Εἴ τίς ἐστιν ἐνταῦθα κατηχούμενος,  μετανοείτω,  προσερχέσθω τῷ Θεῷ, τῷ   ὕδατι   βαπτιζέσθω,  τῷ   βλέμματι   φωτιζέσθω.   Εἴ  τίς   ἐστιν  ἐνθάδε   πιστὸς ἁμαρτήσας, τῷ ὕδατι τῶν δακρύων τὸ σῶμα λουέτω, καὶ τῷ ἐλαίῳ τῆς εὐποιίας τὴν ψυχὴν λαμπρυνέτω. Ἐὰν οὕτω σεαυτὸν καλλωπίσῃς, ἐὰν τοῖς κατορθώμασιν αὐτὴν ὡραΐσῃς, ἐρᾷ σου ὁ θεῖος λόγος, ἅπτεταί σου τῆς διανοίας, πρὸς πόθον Θεοῦ ἐξέλκει· λέγεις  καὶ  σὺ,  Οἴ μοι,  τετρωμένη  ἀγάπης  ἐγώ·  καθάπερ  γὰρ  βέλει  τῇ  ἀγάπῃ τιτρώσκονται  αἱ τῶν  ἁγίων  ψυχαί. Θέλεις ἀκοῦσαι αὐτοῦ τοῦ βέλους λαλοῦντος; Ἀνάγνωθι τὸν Ἡσαΐαν, καὶ ἐν αὐτῷ εὑρήσεις πῶς λαλεῖ τὸ βέλος· Καὶ ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, ὁ Θεὸς Λόγος λέγει, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Τούτῳ τῷ βέλει τρωθεὶς  Ἱερεμίας ἔλεγε  πρὸς αὐτόν· Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου  οὐκ ἐπεθύμησα. Τούτῳ τῷ βέλει τὴν διάνοιαν τρωθεὶς  ∆αυῒδ  ἔλεγε  πρὸς  αὐτόν·  Ἐκολλήθη    ψυχή  μου  ὀπίσω  σου, ἐμοῦ  δὲ ἀντελάβετο ἡ δεξιά σου. Τούτῳ τῷ βέλει τρωθεὶς ὁ Πέτρος ἔλεγε τῷ Χριστῷ· Κύριε, σὺ οἶδας ὅτι φιλῶ  σε. Τούτῳ τῷ βέλει τρωθεὶς  ὁ Παῦλος καὶ συνδεθεὶς Χριστῷ, ἔλεγε· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Τούτῳ τῷ βέλει τρωθεῖσα ἡ πάνσεμνος Ἐκκλησία ἔλεγεν· Οἴμοι, τετρωμένη ἀγάπης ἐγώ. Ὢ στεναγμὸς ἐκ μέσου τῆς καρδίας βλυστάνων  φιλόχριστα  νάματα· ὢ στεναγμὸς, τὸν οὐράνιον νυμφίον Χριστὸν πρὸς ἑαυτὴν ἐπισπωμένη.
∆ιὰ  τοῦτο  αὐτὴ  λέγει·  Φιλησάτω  με  ἀπὸ  φιλημάτων   στόματος  αὐτοῦ.Μεμνήστευμαι τῷ οὐρανίῳ νυμφίῳ διὰ νόμου καὶ τῶν προφητῶν. Ἐγὼ ἡ Ἐκκλησία ἡ ἐξ ἐθνῶν  μεμνηστευμένη  οὐκ ἔτι βούλομαι διὰ Μωϋσέως, ἢ διὰ Ἡσαΐου, ἢ διὰ Ἱερεμίου  καὶ τῶν  λοιπῶν  προφητῶν,  ἀλλ' αὐτὸς  ἐλθέτω· βούλομαι  στόμα πρὸς στόμα λαλῆσαι αὐτῷ· αὐτὸς ἡκέτω, Φιλησάτω με ἀπὸ φιλημάτων  στόματος αὐτοῦ. Ἀκούω Ἱερεμίου λέγοντος περὶ αὐτοῦ· 01 Βαθεῖα ἡ καρδία αὐτοῦ παρὰ πάντας, καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Αὐτὸν ποθῶ, αὐτὸν ἱκετεύω. Φιλησάτω με ἀπὸ φιλημάτων  στόματος αὐτοῦ. Ἀκούω τοῦ Ἀμῶς λέγοντος·  Ἰδοὺ ἄνθρωποςἑστὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. Αὐτὸν ζητῶ, ἡκέτω, φιλησάτω με ἀπὸ φιλημάτων  στόματος αὐτοῦ. Καὶ ὥσπερ γυνὴ φίλανδρος, ἀπόντος τοῦ ἀνδρὸς, παρακύπτουσα διὰ θυρίδων αὐτὸν περιβλέπεται, αὐτὸν περισκοπεῖ, καὶ κατὰ τὴν γῆν, καὶ κατὰ τὴν θάλασσαν· κἂν ἴδῃ πλοῖον ἐρχόμενον, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα φαντάζεται· κἂν ἴδῃ ὁδοιπόρους ἐρχομένους πόῤῥωθεν, ἐκεῖ τὸν ἑαυτῆς ἄνδρα λογίζεται εἶναι· πολλάκις γὰρ αὐτοῖς συναντήσασα ἐπερωτᾷ περὶ τοῦ ἰδίου ἀνδρός· Εἴπατέ μοι, ποῦ αὐτὸν ἐάσατε, ἐν ποίᾳ πόλει ἢ κώμῃ, τί λέγοντα, ἢ τί ποιοῦντα, ἢ πότε ἐρχόμενον;

γʹ. Τὸν αὐτὸν τρόπον καὶ ἡ πάνσεμνος Ἐκκλησία φιλήματι ἁγίῳ καὶ ἀγάπῃ συνεχομένη, πάντας  τοὺς προφήτας  ἐπερωτᾷ λέγουσα· Ἴδετε αὐτόν; ἆρα ἔρχεται; ἆρα   οὐκ   ἔρχεται;   ἆρα   ἐν   οὐρανῷ   ἐστιν;   ἆρα   τὰ   ἀπλάνητα   πρόβατα   τὰ ἐνενηκονταεννέα   ἐν  οὐρανῷ  νέμει,  καὶ  οὐκ  ἔρχεται  πρὸς  τὸ  πεπλανημένον πρόβατον;  Εἴπατέ μοι,  ποῦ  ποιμαίνει,  ποῦ  κοιτάζει,  ὃν  ἠγάπησεν    ψυχή  μου; Ἐπερωτώμενοι δὲ οἱ προφῆται, δι' ἑνὸς φθέγγονται  Ἡσαΐου, καὶ λέγουσι· Εἴδομεν αὐτόν· ἀλλ' εἰ ἐκεῖνον ἐκδέχῃ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν οὔτε τὸ εἶδος αὐτοῦ, οὔτε τὸ κάλλος, ἀλλὰ  τὸ εἶδος αὐτοῦ ἄτιμον  καὶ ἐκλεῖπον  παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀποκρίνεται ἡ πάνσεμνος νύμφη Ἐκκλησία· ἐκεῖνός ἐστιν, αὐτὸν ποθῶ, αὐτὸν ζητῶ, ἱκετεύω, Φιλησάτω με ἀπὸ φιλημάτων  στόματος αὐτοῦ. Ἀποκρίνεται πρὸς αὐτὴν Ἡσαΐας· Εἰ αὐτός ἐστιν, ἔρχεται, καὶ μετὰ ἰσχύος πολλῆς ἔρχεται. Κύριος, Κύριος ἔρχεται, καὶ ὁ βραχίων  αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ, καὶ τὸ Ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξει ἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει.
Ἀκούει αὐτὴ, ὅτι ἀκριβῶς τὰ περὶ αὐτοῦ διηγεῖται Ἡσαΐας καὶ λέγει αὐτὸν ποιμένα· Ὡς ποιμὴν  ποιμανεῖ  τὸ ποίμνιον  αὐτοῦ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ συνάξειἄρνας, καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλέσει· καὶ λέγει αὐτῷ· Ποῦ ποιμαίνει, ποῦ κοιτάζει, ὃν ἠγάπησεν ἡ ψυχή μου; Πέμπει αὐτὴν Ἡσαΐας πρὸς Ἰωάννην,  καὶ λέγει αὐτῇ Ἰωάννης· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας
ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἀπέρχεται εἰς τὴν ἔρημον πρὸς Ἰωάννην,  κρατεῖ αὐτὸν,ἐπερωτᾷ· Εἰπέ μοι, εἰ σὺ εἶ ὁ Χριστός; Ἀποκρίνεται Ἰωάννης· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. Καὶ λέγει πάλιν αὐτὴ πρὸς αὐτόν· Εἰ οὐκ εἶ ὁ Χριστὸς, διὰ τί βαπτίζεις; Ἀπεκρίνατο πάλιν ἐκεῖνος· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός· Ὀπίσω μου ἔρχεται, ἰσχυρότερός μού ἐστιν· οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ λῦσαι. Ἔτι βραδύναντος αὐτοῦ, ἔλεγεν  αὐτή·  Οἴμοι, τετρωμένη  ἀγάπης  ἐγώ.  Πάλιν  πρὸς  αὐτὴν  Ἰωάννης·  Μὴ στέναζε, παῦσαι, μόνον ἐπίσχες ὀλίγον. Θεωρεῖ Ἰωάννης προσερχόμενον τὸν Κύριον, καὶ  λέγει  αὐτῇ·  Παῦσαι, μηκέτι  στέναζε.  Πόῤῥωθεν ὑποδεικνύει,  τὸν  δάκτυλον ἐκτείνας, καὶ λέγει· Ἴδε, ὃν ζητεῖς· Ἴδε, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.  Ἀκούσασα  αὕτη   ἀμνὸν   παρὰ  Ἰωάννου,   καὶ  ποιμένα   παρὰ  Ἡσαΐου, ἀμφιβάλλει  λέγουσα ἐν ἑαυτῇ· Τίνι ἄρα πιστεύσω; ἆρα τούτῳ πιστεύσω, ἢ Ἠσαΐᾳ; Θεωρεῖ ὁ ∆εσπότης, ὅτι ἀμφέβαλλε· κράζει καὶ λέγει· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· λύει αὐτῆς τὴν ἀμφιβολίαν ἐκ τοῦ ῥήματος.
Προσέρχεται ἐκείνη τῷ νυμφίῳ,  περιπτύσσεται αὐτὸν, καὶ φιλεῖ αὐτόν. Καὶ πληροῦται τὸ ἐν τῷ ∆αυῒδ γεγραμμένον· Ἔλεος καὶ ἀλή 02 θεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἵνα δὲ ἐντελέστερον μάθωμεν, ὅτι νύμφη τῷ νυμφίῳ  συνήφθη,  καὶ  γάμος  ἐγένετο  πνευματικὸς,  καὶ  αὐλὸς  ἐκθαλάμιος·  ᾄδει αὐτὸν ὁ Ἰωάννης,  καὶ λέγει· Ὁ ἔχων  τὴν νύμφην,  νυμφίος  ἐστίν· ὁ δὲ φίλος  τοῦ νυμφίου,  ἑστὼς καὶ ἀκούων τὴν φωνὴν  αὐτοῦ, χαρὰν χαίρει διὰ τὴν φωνὴν  τοῦ νυμφίου. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Χρεία ἦν ὡς ἐν γάμῳ καὶ δῶρα γράφεσθαι τῇ νύμφῃ· ἔδει χάρτην ζητηθῆναι, καὶ γραφέα, καὶ κάλαμον. Ὁ χάρτης παρὰ Ἡσαΐου εὑρίσκεται. Ἐπιτάσσει τῷ γραφεῖ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγει· Λάβε μοι τόμον  καινὸν,  μέγαν,  καὶ γράψον  εἰς  αὐτὸν  γραφίδι  ἀνθρώπου.  Ἐζητεῖτο ὁ κάλαμος, εὑρέθη παρὰ τῷ ∆αυΐδ. Λέγει γὰρ περὶ αὐτοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει  παρὰ τοὺς υἱοὺς τῶν  ἀνθρώπων.  Ταύτην τὴν  Ἐκκλησίαν    ∆αυῒδ  νυμφοστολεῖ·  αὐτὸς  αὐτὴν  καλλωπίζει,   αὐτὸς  αὐτὴν νουθετεῖ,  καὶ διδάσκει ὡς νυμφοστόλος,  ἢ, ὡς ἔθος ἐστὶ λέγειν  τοῖς  ἀνθρώποις, παράνυμφος. Παραγγέλλει τῇ νύμφῃ· Βλέπε, τέκνον· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον  τὸ οὖς σου, καὶ ἐπιλάθου  τοῦ λαοῦ  σου·  καὶ ἐπιθυμήσει  ὁ βασιλεὺς τοῦ κάλλους σου. Μὴ νομίσῃς ὅτι ἴση αὐτοῦ εἶ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν ὁ Κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις. Ἐάν μου ἀκούσῃς, θύγατερ, Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς.
Ἔδει λοιπὸν  γραφῆναι, καὶ τὰ παρ' ἑκάστου αὐτῶν  διδόμενα, δούλους καὶ παιδίσκας· παρὰ μὲν τοῦ Χριστοῦ, δούλους· παρὰ δὲ τῆς νύμφης,  παιδίσκας· τοὺς δούλους δίδωσιν ὁ Χριστός· ἔρχονται Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ· ἀπαιτοῦσι καὶ τὰς παρὰ τῆς νύμφης παιδίσκας. Ὁ ∆αυῒδ ὑπαγορεύει· Ἀπενεχθήσονται  τῷ  βασιλεῖ  παρθένοι  ὀπίσω  αὐτῆς,  αἱ  πλησίον  αὐτῆς ἀπενεχθήσονταί  σοι. Γίνεται    γάμος·  ἔρχεται    Κύριος μυστικῶς  ἐν  Κανᾷ τῆς Γαλιλαίας. Κανᾶ δὲ ἑρμηνεύεται κτίσις Θεοῦ· κτίσις δὲ τοῦ Θεοῦ ὁ πᾶς κόσμος. Ὧδε τοὺς  γάμους  τελεῖ   τοὺς  πνευματικοὺς,   ἔρχεται  ἐν  Κανᾷ  τῆς  Γαλιλαίας,  καὶ παραγίνεται ἐκεῖ πᾶς ὁ τῶν ἁγίων χορός· προσφέρουσι τῷ νυμφίῳ τὰ δῶρα, ἕκαστος κατὰ τὴν οἰκείαν δύναμιν, ὡς ἐν γάμῳ, Ἀβραὰμ τὸν μόσχον, ἡ τούτου γυνὴ Σάῤῥα τοὺς ἐγκρυφίας,  Ἰσαὰκ τὰ ξύλα, Ἰακὼβ τοὺς ἐρίφους, Ἰωσὴφ σιτοδοτεῖ, Μωϋσῆς λαμπαδουχεῖ, Ἡσαΐας ᾄδει, καὶ ∆αυῒδ χορεύει. Καὶ ἐπειδὴ ἔδει καὶ γυναῖκας  ἁγίας παρεῖναι εἰς τὸν τοιοῦτον γάμον, κἀκείνας ᾄδειν, ἔρχεται Ἐσθὴρ, Ἰουδὴθ στολίζεται, καλλωπίζεται· καὶ Μαρία ἡ τοῦ Μωϋσέως ἀδελφὴ λαμβάνει τὸ τύμπανον, καὶ λέγει· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπειδὴ ἔδει ὡς ἐν γάμῳ τοιούτῳ καὶ ἐγγράφεσθαι ἐπαίνους, Παῦλος ἐπαινῶν τὸν γάμον λέγει· Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος.
Ὅτι δὲ περὶ Χριστοῦ λέγει καὶ τῆς Ἐκκλησίας, αὐτὸς ἑαυτὸν ἑρμηνευσάτω· Τί γὰρ, φησὶ, γέγραπται; Ἕνεκεν τούτου καταλείψει  ἄνθρωπος  τὸν  πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. οὖν ἐκεῖνος ἑρμηνεύει, ἡμεῖς μὴ ἀμφιβάλλωμεν,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ
Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |