Τρίτη 4 Οκτωβρίου 2016
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΛΘʹ ΨΑΛΜΟΝ.Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου
πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.
αʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· ∆ιὰ τί θηρία;
διὰ τί σκορπίοι; διὰ τί ἔχεις; Ἰδοὺ γὰρ εὕρηται
ζῶον πλείονα κακίαν
ἐπιδεικνύμενον, οὐ παρὰ τὴν φύσιν, ἀλλὰ
παρὰ τὴν γνώμην, ὁ ἄνθρωπος. ∆ιά
τοι τοῦτο καὶ ὁ προφήτης παρεὶς πάντα ἐκεῖνα,
ἀπὸ τούτου ἀξιοῖ ῥυσθῆναι. Τί οὖν, εἰπέ μοι; ἐπεὶ τοιοῦτος, οὐκ ἐχρῆν ἀνθρώπους γενέσθαι; Ἀλλ' ἐσχάτης ἀνοίας τοῦτο λέγειν· οὐδὲν
γάρ ἐστι τὸ βλάπτον ἄνθρωπον, ἀλλ' ἢ ἡ ἁμαρτία
μόνη· καὶ ταύτης
ἀνῃρημένης, ἅπαντα ῥᾴδια, καὶ
εὔκολα, καὶ γαληνά·
ὥσπερ οὖν, ταύτης παρούσης, πάντα σκόπελοι, καὶ χειμῶνες, καὶ ναυάγια.
Μηδεὶς δὲ ἡμῶν καταγινωσκέτω, εἰ θηρίου πονηρότερον ἄνθρωπον εἶναι τὸν ἐν κακίᾳ
εἰρήκαμεν· τὸ μὲν γὰρ, εἰ καὶ μὴ ἐν τῇ φύσει τὸ πρᾶον ἔχει, ἀλλ' ἀπατηθῆναι δύναται
ῥᾳδίως, καὶ ὅπερ ἐστὶ φαίνεται· ὁ δὲ ἄνθρωπος μελετῶν τὴν πονηρίαν, καὶ πολλὰ τὰ
προσωπεῖα περικείμενος, δυσφυλακτότερόν ἐστι
θηρίου, δορὰν προβάτου πολλάκις προβαλλόμενος, καὶ ἔνδον τὸν λύκον ἀποκρύπτων. ∆ιὸ καὶ ἀφυλάκτως πολλοὶ τοῖς τοιούτοις περιπίπτουσιν.
Ἐπεὶ οὖν
δυσφώρατα τὰ τοιαῦτα θηρία, ἐπ' εὐχὴν ὁ
προφήτης τρέπεται, καὶ τὴν παρὰ τοῦ Θεοῦ καλεῖ
ῥοπὴν, ὥστε τῆς
τοιαύτης ἀπαλλαγῆναι ἐπιβουλῆς. Τοῖς γὰρ
τοιούτοις πολλάκις καὶ ὁ διάβολος ὑποδύεται,
καὶ οὕτω βάλλει. Πολλὰ τοίνυν
πανταχόθεν τὰ ἐπιβουλεύοντα. Καὶ
γὰρ ἄνθρωπος πονηρὸς τοῦτο ποιεῖ, καὶ δαίμων ἄγριος πολεμεῖ, καὶ πειρασμὸς ἀφόρητος ἐνοχλεῖ.
∆ιὸ καὶ διδασκόμεθα εὐχόμενοι λέγειν· Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ποικίλαι αἱ μάχαι,
καὶ πολυσχιδεῖς αἱ παρατάξεις, καὶ
δεῖ πρὸς ἅπαντα παρεσκευάσθαι. Καθάπερ γὰρ . ὁ μέλλων εἰς πέλαγος ἀφιέναι,
καὶ ὑδάτων ἀτάκτων
ῥύμην, καὶ πνευμάτων
ἀγρίων ἐμβολὴν, καὶ νεφῶν συνδρομὴν, καὶ ὑφάλους πέτρας καὶ σπιλάδας, καὶ
θηρίων ἐπανάστασιν, καὶ πειρατῶν παράταξιν,
καὶ λιμὸν, καὶ δίψος, καὶ θάλατταν, καὶ ὅρμον
ἀλίμενον, καὶ ναυτῶν φιλονεικίαν, καὶ ἐφοδίων σπάνιν, καὶ πάντα τὰ τοιαῦτα
προορᾷν ὀφείλει, καὶ πρὸς ἅπαντα παρατάττεσθαι· οὕτω δὴ καὶ εἰς τὸν εὔριπον τοῦ παρόντος ἐλθὼν βίου, καὶ πρὸς πάθη σώματος, καὶ πρὸς νοσήματα
ψυχῆς, καὶ πρὸς ἀνθρώπων ἐπιβουλὰς, καὶ πρὸς ἐχθρῶν ἐπαναστάσεις, καὶ πρὸς φίλων ὑπούλων
δόλους, καὶ πρὸς πενίαν, καὶ πρὸς βασάνους, καὶ πρὸς ἐπήρειαν, καὶ πρὸς
δαιμόνων φάλαγγας, καὶ πρὸς διαβόλου μανίαν
παρεσκευάσθαι ἂν εἴη δίκαιος, εἴ
γε μέλλοι πρὸς τὴν βασιλίδα ἀπαντᾷν πόλιν, καὶ πεπληρωμένος τῶν
φορτίων εἰς τὸν λιμένα καταίρειν. Ἐνταῦθα μὲν οὖν πονηρὸν ἄνθρωπον καλεῖ· ὅταν δὲ περὶ τοῦ διαβόλου διαλέγηται, ἁπλῶς
πονηρόν. Τί δή ποτε; Ὅτι αὐτὸς πατὴρ τῆς πονηρίας ἐγένετο· διὰ τοῦτο καὶ κατ' ἐξοχὴν
λέγεται πονηρὸς, καὶ ἀντὶ τοῦ κυρίου τὸ ἐπίθετον ἤρκεσεν ὄνομα διὰ τὴν ὑπερβολὴν
τῆς κακίας, οὐκ ἔμφυτον οὖσαν, ἀλλὰ προσγενομένην αὐτῷ. Εἰ δὲ βούλει καὶ αὐτῆς
τῆς πονηρίας τὸ ὄνομα μαθεῖν πόθεν εἴρηται, καὶ ἐντεῦθεν μεγάλα καρπώσῃ. Πονηρία γὰρ εἴρηται, ἐκ τοῦ πόνον
ἐπάγειν καὶ μόχθον αὐτῷ τῷ κεκτημένῳ. ∆ιὸ καί τις σοφὸς τοῦτο παραδηλῶν λέγει· Ἐὰν
κακὸς γένῃ, μόνος ἀντλήσεις τὰ κακά·
ἐὰν δὲ
ἀγαθὸς, σαυτῷ καὶ τοῖς
πλησίον. Καὶ πῶς, φησὶ, μόνος ἀντλεῖ τὰ κακὰ ὁ πονηρός, καίτοι γε πολλοὺς ἐπηρεάζει,
Ἀλλ' οὐδένα τῶν μὴ χαύνων
καὶ ῥᾳθύμων; Καὶ εἰ
βούλει, τὸν πονηρὸν
ἄνθρωπον ἀφέντες, αὐτὸν τὸν
πονηρὸν δαίμονα εἰς μέσον ἀγάγωμεν. Εἰπὲ δή μοι, οὐχὶ πᾶσαν αὑτοῦ ἐξέχεε τὴν κακίαν; μή τι τὸν Ἰὼβ ἔβλαψεν;
οὐχὶ ἐκεῖνον μὲν καὶ λαμπρότερον ἐποίησεν,
ἑαυτῷ δὲ χαλεπώτερον τὸ πτῶμα εἰργάσατο;
Τί δὲ Κάϊν; οὐχὶ μόνος ἤντλησε τὰ κακά;
Οὐχὶ, φησὶν, ἀλλὰ καὶ ὁ Ἄβελ. Πῶς καὶ
τίνι τρόπῳ; Ὅτι ταχέως
εἰς τὸν ἀκύμαντον παρεπέμφθη
λιμένα. Ἀλλὰ τοῦτο μέγιστον
εὐεργεσίας εἶδος ἦν, ὅτι μετὰ κατορθώματος κατέλυσεν, ὅτι τὸ κοινὸν τῆς
φύσεως χρέος ἐπραγματεύσατο. Καὶ γὰρ ὃ τοῖς ἄλλοις ἦν κοινὸν
καὶ κατὰ ἀνάγκην παραγινόμενον, τοῦτο μετ' ἐμπορίας τούτῳ παρεγένετο. Ταῦτα οὐχὶ
κακὸν ἦν ὑπομεῖναι,
ἀλλὰ στέφανον ἀναδήσασθαι λαμπρότερον. Τί δὲ τὸν Ἰωσὴφ ἔβλαψαν
οἱ ἀδελφοί; οὐκ αὐτοὶ μόνοι
τὰ κακὰ ἤντλησαν; Ἀλλὰ δοῦλος ἐγένετο,
φησί. Καὶ τί τοῦτο; Ἐγὼ δὲ λέγω, ὅτι καὶ δεσμώτης· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον,
εἰ δοῦλος γέγονε καὶ δεσμώτης, ἀλλ' εἰ βλάβην τινὰ ἐντεῦθεν ὑπέμεινε. Τοὐναντίον γὰρ εὑρίσκομεν, ὅτι καὶ ἐκέρδανε τὰ μέγιστα,
πλείονα παρὰ τῷ Θεῷ παῤῥησίαν κτησάμενος, καὶ δι' αὐτῶν τῶν δοκούντων ἐναντίων
εἶναι τὴν παροῦσαν εὐημερίαν λαβών. Μὴ δὴ φοβώμεθα πονηροὺς, ἀλλ' ἐλεῶμεν. Τότε
μὲν γὰρ εἰκότως ἦσαν φοβεροὶ, ἅτε οὐδέπω τῆς ὑψηλῆς ὁδοῦ τετμημένης τῆς ἐπὶ φιλοσοφίαν ἀγούσης· . νυνὶ
δὲ οὐκέτι, τῶν οὐρανῶν ἡμῖν
λοιπὸν ἠνεῳγμένων, καὶ τῶν ἀνθρώπων
ἀγγέλων γενομένων. Ἐπεὶ καὶ θηρίον μετὰ πολλῆς ἐμπῖπτον τῆς ῥύμης τῇ τοῦ δόρατος αἰχμῇ, δοκεῖ μὲν τὸν
κατέχοντα τὸ δόρυ ἀμύνεσθαι, ἑαυτὸν δὲ
περιπείρει χαλεπωτέρᾳ πληγῇ· καὶ ὁ πρὸς κέντρα λακτίζων, ὁμοίως τοὺς πόδας αἱμάττει.
βʹ. Τοιοῦτόν ἐστιν ἡ ἀρετὴ, κέντρα καὶ ξίφος
ἠκονημένα· οἱ δὲ πονηροὶ πάντες τῶν θηρίων χείρους καὶ ἀλογώτεροι. Ὅταν τοίνυν ἐπίωσι
τοῖς ἀγαθοῖς, ἑαυτοὺς χαλεπώτερον περιπείρουσι,
τοὺς μὲν εἰς χρήματα πολλάκις ἢ σώματα ζημιοῦντες, αὐτοὶ δὲ εἰς ψυχὴν παραβλαπτόμενοι τὴν ὄντως ζημίαν. Εἰ γὰρ ἔβλαπτεν ἡμᾶς εἰς τὴν
οἰκείαν ἀρετὴν ἡ τῶν χρημάτων ζημία, οὐκ ἂν ἐκέλευσεν ὁ Παῦλος ἀδικεῖσθαι, καὶ
μὴ ἀδικεῖν. Εἰ κακὸν τὸ ἀδικεῖσθαι ἦν, οὐκ ἂν ὁ τῶν ἀγαθῶν νομοθέτης κακὰ ἐπέταξε.
Πλὴν ἀλλὰ καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, οὐ δεῖ τοῖς πονηροῖς ἐπιπηδᾷν, οὐδὲ ὁμόσε
χωρεῖν, ἀλλὰ φεύγειν καὶ ἐκκλίνειν αὐτῶν
τὰς συνουσίας· ἐπιόντας δὲ μετὰ ἀνδρείας δέχεσθαι.
∆ιὰ γὰρ τοῦτο κελευόμεθα εὔχεσθαι, μὴ εἰσελθεῖν
εἰς πειρασμόν. ∆ιὸ καὶ οὗτος εἰπὼν, Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἐπάγει
τὸ, Ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· πάλιν γενικὸν
ὄνομα τῆς κακίας τιθείς. Οὐ γὰρ ἁπλῶς τὸν περὶ τὰ χρήματα ἄδικον, ἀλλὰ τὸν
περὶ πάντα ἐνταῦθα λέγει. Ἀξιοῖ δὲ ῥυσθῆναι, ὥστε μήτε περιπεσεῖν, μήτε κατ' ἐκεῖνον
γενέσθαι. Καὶ οὐχ ἁπλῶς αἰτεῖ, ἀλλὰ τὰ παρ' ἑαυτοῦ συνεισενεγκών. ∆ιά τοι τοῦτο
ἐν τῷ τέλει τοῦ προτέρου ψαλμοῦ φυγὼν αὐτοὺς καὶ τὴν πρὸς αὐτοὺς συνουσίαν, ἐνταῦθα
τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν αἰτεῖ. Ἐκεῖ μὲν
γὰρ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε λέγων, Ἄνδρες αἱμάτων, ἐκκλίνατε
ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· ἐνταῦθα δὲ τὸν Θεὸν παρακαλεῖ ῥυσθῆναι ἀπὸ τῆς πονηρίας
αὐτῶν. Οὐ γὰρ τὸ τυχὸν εἰς ἀσφαλείας λόγον,
καὶ ἀδείας, καὶ ἐλευθερίας, καὶ ἡδονῆς ἁπάσης, τὸ τῶν τοιούτων ῥύεσθαι συλλόγων,
καὶ ὡς ποῤῥωτάτω κατασκηνοῦν
τῆς τῶν πονηρῶν
συνουσίας, ἀλλ' ἡ μεγίστη τοῦτο εὐημερία. Εἶτα ὑπογράφων αὐτῶν τὴν πονηρίαν, ἐπάγει καὶ λέγει· Οἵτινες
ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ· ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. Εἶδες πῶς
δυσφύλακτα τὰ θηρία, κατὰ διάνοιαν τυρεύοντες
τὰ κακὰ, καὶ κατακρύπτοντες ἐν τοῖς ἀποῤῥήτοις
τὰς ἐπιβουλάς. Ἐλογίσαντο γὰρ, φησὶν, ἐν τῇ καρδίᾳ· τουτέστιν, οὐκ ἔξω προήνεγκαν
τέως, ἀλλ' ἔστρεφον ἔνδον ὠδίνοντες τὴν
πονηρίαν, καὶ τὸ δὴ χαλεπώτερον, οὐχὶ
συναρπασθέντες, οὐδὲ περιτραπέντες, ἀλλὰ
μελέτῃ τὸ πρᾶγμα ποιούμενοι. Τοῦτο γάρ ἐστι
τὸ, Ἐλογίζοντο, μετὰ σπουδῆς, μετὰ προθυμίας ἁπάσης. Ὅλην τὴν ἡμέραν παρετάσσοντο
πολέμους. Τὸν βίον ἅπαντα διὰ τούτου δηλοῖ. Πολέμους δὲ ἐνταῦθα οὐ τούτους τοὺς
ἐπὶ τῶν παρατάξεων καὶ διὰ τῶν ὅπλων, ἀλλὰ
τοὺς διὰ τῶν ἐπιβουλῶν αἰνίττεται, οὓς καὶ ἐν ἀγοραῖς
καὶ ἐν οἰκίαις
πολεμοῦσιν ἄνθρωποι, οὐ θώρακα
ἐνδυόμενοι, οὐδὲ ἀσπίδα προβαλλόμενοι, ἀλλ' ἀντὶ παντὸς ὅπλου τῇ πονηρίᾳ κεχρημένοι, καὶ ῥήματα βελῶν
πικρότερα ἀκονῶντες. Τὸ μέγιστον δὲ αὐτῶν τῆς κακίας, οὐχ ὅτι δολεροὶ μόνον, οὐδ'
ὅτι ὕπουλοι, οὐδ' ὅτι πρὸς πολέμους ἕτοιμοι καὶ μάχας, ἀλλ' ὅτι καὶ διὰ παντὸς
τοῦ βίου, καὶ οὐδέποτε ἀνακωχὴν ἔσχον τῆς χαλεπῆς ταύτης παρατάξεως. Καίτοι γε
εἴ γε ἐβούλοντο πολεμεῖν, ἑτέραν εἶχον δικαίαν ὑπόθεσιν. Κατὰ γὰρ τῶν ἁμαρτημάτων
ἵστασθαι ἔδει, καὶ πρὸς τὸν διάβολον παρατάττεσθαι, καὶ πρὸς τὰ νοσήματα τῆς
ψυχῆς μάχεσθαι, καὶ κατὰ τῶν δαιμόνων ἀκονᾷν
τὰ ξίφη. Οἱ δὲ ἐκείνῃ μὲν οὐδὲ προκύπτουσι τῇ παρατάξει, κατὰ δὲ ἀλλήλων βάλλουσι τὰ βέλη. Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ
ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν ἀεί. Εἶδες τῆς κακίας τὴν δυσγένειαν; Ἐξ ἀνθρώπων
θηρία ποιεῖ, ἀσπίδας καὶ ὄφεις, καὶ τὴν γλῶτταν τὴν λογικὴν πρὸς ἐκείνην καταφέρει τὴν θηριωδίαν. Ὅπερ δὲ ἀνωτέρω ᾐτιάσατο, τοῦτο πάλιν καὶ ἐνταῦθα
κατηγορεῖ. Ποῖον δὴ τοῦτο; Ἰὸς ἀσπίδων
ὑπὸ τὰ χείλη αὐτῶν,
φησὶν, ἀεὶ, τουτέστι, διηνεκῶς.
Ὥσπερ γὰρ ἀνωτέρω εἶπεν,
Ὅλην τὴν ἡμέραν
παρετάσσοντο πολέμους· οὕτω καὶ ἐνταῦθα, Ἠκόνησαν γλῶτταν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν
ἀεί. Τὸ γὰρ ∆ιάψαλμα τοῦτο δηλοῖ πανταχοῦ. Καὶ Ἑβραϊστὶ Σὲλ εἴρηται τὸ διάψαλμα,
ὅπερ ἐστὶν, ἀεί. Καίτοι γε καὶ ἐν βραχεῖ καιρῷ φορτικὸν ἡ κακία, ὅταν δὲ
καὶ
διηνεκῶς αὐτὴν μετίωσι, καὶ μηδὲ κόρον λαμβάνωσι, ποίαν ἂν σχοῖεν συγγνώμην; ποίαν ἀπολογίαν;
Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ·
ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με. Οἵτινες
διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Ἔκρυψαν οἱ ὑπερήφανοι παγίδα μοι· καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου· ἐχόμενα τρίβου σκάνδαλα
ἔθεντό μοι. Οὐδὲν ἀδικώτερον τῶν κακίαν μετιόντων, οἳ πρὸ τῶν ἄλλων τὰς ἑαυτῶν ἀδικοῦσι ψυχάς. Ὅταν
γὰρ αὐτοὶ σκανδάλου γίνωνται αἴτιοι, ὅταν τοῦ Θεοῦ τὴν δόξαν παρὰ τῶν ἀνοήτων
λοιδορεῖσθαι παρασκευάζωσι, ὅταν τὰ ὀφειλόμενα οὐ κατατιθῶσιν, ἀλλὰ καὶ ψυχὴν
καὶ σῶμα λαβόντες παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ἀγνωμονῶσι περὶ
τὰς ἀμοιβὰς, καὶ κόσμου
τοσούτου καὶ τηλικούτου
ἀπολαύοντες ἀγαθοῦ, τοῖς ἐναντίοις
ἀμείβωνται τὸν εὐεργέτην, τί τούτων
γένοιτ' ἂν ἀδικώτερον; τί δὲ ἀγνωμονέστερον;
καὶ τὸ δὴ μεῖζον καὶ πλέον εἰς κακίας ὑπερβολὴν, ὅτι καὶ ἑτέροις ἐπηρεάζειν
ἐπιχειροῦσι. ∆ιελογίσαντο γὰρ, φησὶ, τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. Εἰ δὲ μὴ
εἰς ἔργον ἐξῆλθεν ὁ λογισμὸς, τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας γέγονεν ἔργον. Αὐτὸς γὰρ διέκοψε τὰ πονηρὰ αὐτῶν
βουλεύματα.
γʹ. Καὶ ὅρα πῶς ἦν μεμελετημένη ἡ πονηρία, καὶ μετὰ σπουδῆς ἡ ἐπιβουλή. Καὶ γὰρ
ἔκρυψαν, καὶ διέτειναν, καὶ ἐχόμενα τρίβου,
ὥστε καὶ τῷ μήκει, καὶ τῷ λανθάνειν, καὶ τῷ πλησίον τείνειν, ἑλεῖν
καὶ χειρώσασθαι. ∆ημιουργοὶ γὰρ ἐγένοντο
τῆς κακίας, πανταχόθεν ἐκτείνοντες τὰς πάγας, ἓν ἔργον τιθέμενοι, τὸ καθελεῖν.
Βούλει μαθεῖν πῶς καὶ ὁ διάβολος τοιαῦτα τίθησι σχοινία; Ὅρα πάλιν ἐπὶ τοῦ Ἰὼβ
τὸ πρᾶγμα συμβαῖνον. Τί γὰρ πλατύτερον ἐκείνων;
τί δὲ μακρότερον; τί δὲ ἐγγύτερον, ὅπου γε οὐκ ἐν συγγενέσι μόνον, οὐδὲ φίλοις,
οὐδὲ ἐν γυναικὶ, ἀλλ' ἐν αὐτῷ τῷ σώματι τὴν παγίδα ἔθηκεν; Εἶπα τῷ Κυρίῳ· Θεός
μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς
δεήσεώς μου. Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου. Ἄλλος, Κράτος τῆς σωτηρίας
μου. Εἰπὼν τὸν πόλεμον καὶ τὰς ἐπιβουλὰς, καὶ δείξας ἀφόρητα τὰ δεινὰ, καταφεύγει λοιπὸν ἐπὶ τὴν ἀχείρωτον συμμαχίαν, ἀπὸ τοῦ οὐρανοῦ
καλῶν τὸν βοηθὸν ταῦτα λῦσαι δυνάμενον. Τοῦτο ψυχῆς γενναίας δεῖγμα, τοῦτο φιλοσόφου διανοίας, ἡνίκα ἂν ταῦτα πανταχόθεν περίκεινται, μὴ καταφεύγειν εἰς ἀνθρωπίνην
συμμαχίαν, μηδὲ εἰς λογισμοὺς θνητοὺς, ἀλλὰ πρὸς τὸν οὐρανὸν ὁρᾷν, καὶ πανταχοῦ
παρόντα καλεῖν τὸν Θεὸν, μηδὲ τῆς ἀθυμίας γίνεσθαι, καὶ τοῦ θορύβου, καὶ τῆς
ταραχῆς. Καὶ ὅρα πῶς ἀξίως ἑαυτοῦ τὸν λόγον κατασκευάζει. Οὐ γὰρ εἶπε, Τὸ καὶ τὸ
κατώρθωσα, καὶ τήνδε τὴν δικαιοσύνην εἰργασάμην·
ἀλλὰ τί; Θεός μου εἶ σὺ,
μέγιστον δικαίωμα συμμαχίας
προβαλλόμενος τὸ πρὸς
∆εσπότην καταφεύγειν, καὶ
∆ημιουργὸν, καὶ Βασιλέα. Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου, Κύριε, Κύριε, δύναμις τῆς
σωτηρίας μου. ∆ύναμις τῆς σωτηρίας εἶπε, δεικνὺς ὅτι ἔστι καὶ δύναμις κολάσεως καὶ τιμωρίας. Ἀλλ' ἐμοὶ τὴν δύναμιν τῆς σωτηρίας, φησὶ, παρέσχες. ∆ύνασαι μὲν γὰρ
καὶ κακῶς ποιεῖν καὶ ἀναιρεῖν· ἀλλ' ἀεὶ πρὸς σωτηρίαν τὴν ἐμὴν ἐχρήσω τῇ δυνάμει
σου. Καὶ ὅρα τὸν πόθον τοῦ λέγοντος. Τῷ γὰρ διπλασιασμῷ καὶ τῷ προσθεῖναι, Τῆς
σωτηρίας μου, πολλὴν δείκνυσι τὴν διάθεσιν.
Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ
πολέμου. Εἶδες τὴν εὐχάριστον ψυχήν; Τῶν προτέρων ἀναμιμνήσκει ἑαυτὸν,
ὅτι ἐν ἀσφαλείᾳ
κατέστησεν αὐτόν. Τοῦτο
γάρ ἐστι τὸ, Ἐπεσκίασας. Καὶ ὅρα τὸ εὔκολον τοῦ Θεοῦ πῶς δείκνυσιν. Οὐ γὰρ εἶπε, Πρὸ τούτου, ἀλλ', Ἐν αὐτῇ τῇ ἡμέρᾳ,
φησὶν, ὅτε τὰ δεινὰ ᾔρετο, ὅτε ἡ παράταξις ἦν, ὅτε περὶ τῶν ἐσχάτων ἐκινδύνευον, τότε με ἐν ἀσφαλείᾳ κατέστησας. Οὐ γὰρ
παρασκευῆς ἢ παρακλήσεως δεῖται ὁ Θεὸς
πάντα εἰδὼς, τά
τε παρόντα, τά
τε μέλλοντα, τά τε
γεγονότα, καὶ πάντα δυνάμενος, καὶ ἀεὶ παρεστὼς ἕτοιμος εἰς βοήθειαν. Εἶτα δηλῶν
τὴν ὑπερβολὴν τῆς νίκης καὶ τῆς ἀσφαλείας, οὐκ εἶπεν, Ἔσωσάς
με ἀλλὰ τί; Ἐπεσκίασας· τουτέστιν, οὐδὲ τὸ τυχὸν λυπηρὸν ὑπομεῖναι ἐποίησας, οὐδὲ ὅσον ἀπὸ καύματος· ἀλλ' ἐν
τοσαύτῃ κατέστησας ἀσφαλείᾳ, καὶ μετὰ τῆς ἀσφαλείας ἐν ἡδονῇ καὶ ἀνέσει, ὡς μηδὲ
τυχεῖν θέρμης τινὸς λυπούσης, ἀλλὰ σκιᾷ ἐντρυφᾷν, τουτέστι, τῇ τῶν δεινῶν ἀπαλλαγῇ
καὶ ἐλευθερίᾳ. ∆ιὰ τοῦτο ἐπήγαγε τὸ, Ἐπεσκίασας, τοῦτό τε αὐτὸ δηλῶν, καὶ τὸ εὔκολον
τῆς βοηθείας τοῦ
Θεοῦ δεικνὺς, διὰ τοῦ τῆς
σκιᾶς ὀνόματος, ὡσανεὶ ἔλεγεν,
Ἀρκεῖ παρεῖναί σε μόνον, καὶ πάντα λέλυται. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἄλλος, Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ δῷς
ἀπὸ τῆς ἐπιθυμίας τῆς κατ' ἐμοῦ, τουτέστιν, ἃ ἐπιθυμεῖ κατ' ἐμοῦ, ταῦτα μὴ ἀφῇς
αὐτὸν πληρῶσαι. Καὶ οὐκ εἶπεν, Ἃ ἐπιθυμεῖ, ἀλλ', Ἀπὸ τῆς ἐπιθυμίας μου, . τοιοῦτόν τι βουλόμενος
δηλῶσαι· Μηδὲ μικρόν τι δῷς ὧν ἐπιθυμεῖ. Τοιοῦτοι γὰρ οἱ πονηροί· μετὰ
πολλῆς τῆς ἐπιθυμίας
τὴν κατὰ τῶν
πλησίον ἐργάζονται ἐπιβουλὴν, καθάπερ καὶ ὁ διάβολος, περὶ οὗ
φησιν, ὅτι Περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα
καταπίῃ. Οὕτω μετ' ἐπιθυμίας προσέβαλε τῷ Ἰώβ· οὕτως ἐβουλεύετο
τῷ Πέτρῳ προσβαλεῖν· διὸ καὶ ἔλεγε· Ποσάκις ἐξῃτήσατό σε ὁ Σατανᾶς σινιάσαι
σε ὡς τὸν σῖτον; Εἶδες πόσην εἶχεν
ἐπιθυμίαν; Εἰσὶ καὶ ἄνθρωποι ἐκείνου
ζηλοῦντες κακίαν ὑπὸ βασκανίας καὶ φθόνου, καὶ τοῦ χαίρειν ἐπὶ
κακοῖς. Οὓς καὶ ταλανίζει ἡ Γραφὴ λέγουσα, Οὐαὶ οἱ εὐφραινόμενοι ἐπὶ
κακοῖς, οἱ χαίροντες
ἐπὶ διαστροφῇ κακῶν·
καὶ μάλα εἰκότως· διεφθαρμένης γὰρ τοῦτο
διανοίας. Εἰ γὰρ καὶ ἀλγεῖν
δεῖ, καὶ στένειν, καὶ θρηνεῖν ἐπὶ τοῖς ἀπολλυμένοις, τίνα ἂν σχοῖεν συγγνώμην, ποίαν δὲ ἀπολογίαν, οἱ μὴ μόνον
οὐ συναλγοῦντες, ἀλλὰ
καὶ χαίροντες; Οὐκ εἶδες, ὅτι καὶ αὐτὸς ὁ
κολάζειν μέλλων Χριστὸς δακρύει τὴν Ἱερουσαλὴμ ἀπολλυμένην; οὐχ ὁρᾷς καὶ Παῦλον
στένοντα καὶ θρηνοῦντα ταῖς
ἑτέρων ἀπωλείαις καὶ
πενθοῦντα; Ἀλλ' εἰσί
τινες οὕτω διεφθαρμένοι, ὡς τῶν ἰδίων
κακῶν παραμυθίαν ἡγεῖσθαι
τὰς ἀλλοτρίας συμφοράς.∆ιελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν ἀεί. Τὸ γὰρ ∆ιάψαλμα τοῦτό ἐστιν. Ἄλλος, Μὴ ἀποβαίης,
μήποτε ὑψωθῶσι. Τοῦτο τῆς μιαρᾶς καὶ ἐφθαρμένης γνώμης, ὅταν
καὶ βουλῆς καὶ σχολῆς καὶ μελέτης
δέωνται πρὸς τὴν κακίαν. Οὐ γὰρ ἀρκεῖ τὰ ἀπὸ συναρπαγῆς γινόμενα· οὐ γὰρ
ἱκανὰ τὰ κατὰ προπέτειαν ἡμᾶς ἀπολέσαι, ἀλλὰ
καὶ βουλῆς σοι καὶ χρόνου καὶ σκέψεως δεῖ πρὸς τὴν κακίαν.
δʹ. Ποίαν οὖν ἕξεις ἀπολογίαν, μελέτην
ποιούμενος τὴν πονηρίαν, καὶ βουλὴν τιθέμενος ὑπὲρ τῆς τῶν
κακῶν ἐργασίας, καὶ
κοινωνοὺς λαμβάνων; Ἀλλ' ὅρα τὴν τούτου ταπεινοφροσύνην. Οὐ γὰρ εἶπε·
Μὴ ἐγκαταλίπῃς με, ὅτι ἄξιός
εἰμι, μὴ ἐγκαταλίπῃς με διὰ τὴν
τοῦ βίου ἀρετήν. Ἀλλὰ τί; Μήποτε ὑψωθῶσιν, ὥστε μὴ ἀλαζονικωτέρους γενέσθαι, καὶ εἰς πλείονα ἀπόνοιαν
ἀρθῆναι διὰ τῆς ἐμῆς ἐγκαταλείψεως.
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. Ἄλλος,
Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Κύκλωμα ἐνταῦθα τὸν σύλλογον
λέγει, τὸ συνέδριον, τὸ πονηρὸν ἐργαστήριον, τὰ διεφθαρμένα βουλεύματα. Ὃ
δὲ λέγει, τοιοῦτόν ἐστιν· Αὐτὰ τὰ πονηρὰ βουλεύματα, καὶ τὸ κεφάλαιον τῆς πονηρίας
καὶ διεφθαρμένης γνώμης, αὐτὸ αὐτοὺς καταδύσειε καὶ ἀπολέσειε. Κόπος τῶν χειλέων
αὐτῶν. Κόπον ἐνταῦθα τὴν
πονηρίαν καλεῖ. Καὶ γὰρ
τοιοῦτον ἡ πονηρία·
αὐτῷ τῷ κεκτημένῳ
γίνεται ὄλεθρος, καὶ ὑποβρύχιον αὐτὸν ἐργάζεται. Τοῦτο γέγονεν
ἐπὶ τοῦ ∆αυΐδ. Μυρίοις γὰρ αὐτὸν προσεδόκησαν περιβαλεῖν κινδύνοις·
ὁ δὲ λαμπρότερος ἦν. Ναὶ, φησὶν, ἀλλ' οὐ τοῦτο ζητῶ· ἀλλὰ πῶς τῇ
οἰκείᾳ αὐτῶν βουλήσει βουλευσάμενοι περιεπάρησαν
καὶ
ἀπώλοντο, δεῖξον,
καὶ ποῦ αὐτὸ τοῦτο συνέβη, εἰπέ. Ἐπὶ
τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Βουλόμενοι γὰρ αὐτὸν ποιῆσαι δοῦλον
καὶ ἀπολέσαι, περὶ τῶν ἐσχάτων αὐτοὶ ἐκινδύνευσαν. Καίτοι καὶ εἰς δουλείαν καὶ
εἰς θάνατον τό γε αὐτῶν ἐνέπεσε μέρος. Καὶ ὁ Ἀβεσσαλὼμ βουλόμενος διὰ τῆς τυραννίδος ἀπολέσαι τὸν
πατέρα, διὰ ταύτης αὐτὸς ἑάλω.
Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός· ἐν πυρὶ καταβαλεῖς αὐτούς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἱκανὴ μὲν
καὶ αὐτὴ ἡ πονηρία διαφθεῖραι τοὺς κυκλοῦντας αὐτήν· μετὰ δὲ ταύτης καὶ τὴν θεήλατον
ὑποστήσονται ὀργήν. Ἄνθρακας δὲ πυρὸς ἐνταῦθα καὶ πῦρ τὴν ἄνωθεν λέγει φερομένην τιμωρίαν. Πολλάκις δὲ καὶ ἐπ' αὐτοῦ τοῦ πυρὸς
γέγονεν, ὡς ἐπὶ τοῦ ∆αθὰν, καὶ Κορὲ, καὶ Ἀβειρὼν, καὶ ἐπὶ τῶν κυκλωσάντων τὴν κάμινον τὴν Βαβυλωνίαν. Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσιν. Ἕτερος, Πεσοῦνται εἰς
βοθύνους, μήποτε ἀναστῶσιν. Ἄλλος, Ἐσπευσμένως, καὶ οὐ μὴ ἀνασταῖεν. Κατὰ μὲν οὖν
τὸν ἕνα ἑρμηνευτὴν τοιοῦτόν τί ἐστι τὸ λεγόμενον· οὕτως αὐτοὺς ἀπόλεσον, ὥστε
μηκέτι ἀναστῆναι. Κατὰ δὲ τὸν ἄλλον, Μετὰ πολλοῦ τοῦ τάχους· τοῦτο γάρ ἐστι τὸ,
Ἐσπευσμένως. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Εἰπὼν περὶ τῆς ὀργῆς
τοῦ Θεοῦ, πάλιν δείκνυσιν, ὅτι καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ κακία ἱκανὴ διαφθεῖραι τοὺς ἔχοντας. Οὐ μικρὸν δὲ καὶ τοῦτο εἶδος
πονηρίας, τὸ προπετῆ εἶναι, καὶ τῆς γλώττης
μὴ κρατεῖν. Γλωσσώδη γὰρ ἐνταῦθα τὸν ὑβριστὴν λέγει, τὸν φλύαρον, τὸν λοίδορον,
τὸν συνεχῶς ὑλακτοῦντα, τὸν οὐδὲν κυνὸς ἄμεινον διακείμενον.
Εἰπὲ, καὶ τίς ὁ τούτου καρπός. Οὐ
κατευθυνθήσεται, φησὶν, ἐπὶ τῆς γῆς. Ἄλλος,
Οὐχ ἑδρασθήσεται τουτέστι, περιτραπήσεται,
κατενεχθήσεται, ἀπολεῖται. Οὗτος
ὁ τοῦ λοιδόρου
καρπός· πᾶσι πολέμιος, πᾶσιν
ἀηδὴς, πᾶσιν ἐπαχθὴς
καὶ φορτικὸς ὁ
τοιοῦτος. Ὥσπερ οὖν ὁ
μακρόθυμος, καὶ ἐπιεικὴς, καὶ σιγᾷν ἐπιστάμενος, ἀσφαλὴς καὶ βεβηκὼς καὶ πᾶσιν ἐπίχαρις·
οὕτως ὁ τοιοῦτος σφαλερὸν μέτεισι βίον, μυρίους πανταχόθεν ἐχθροὺς ἐπισπώμενος, καὶ πρὸ τῶν ἄλλων τὴν
ψυχὴν ταράττων τὴν ἑαυτοῦ, καὶ οὐκ ἀφιεὶς εἶναι ἐν ἡσυχία,
ἀλλὰ καὶ μηδενὸς
ἐνοχλοῦντος, μυρίους πολέμους
καὶ θορύβους ἔνδον ἐγείρων. Ἄνδρα ἄδικον
κακὰ θηρεύσει εἰς διαφθοράν. Οὕτω
καὶ ἄλλος σοφὸς λέγει· Παρανομίαι ἄνδρα ἀγρεύουσιν. Ὅρα πάλιν
τὴν κακίαν ἀρκοῦσαν εἰς διαφθορὰν τοῦ ἔχοντος. Ἀλλὰ τίνος ἕνεκεν τὸ τῆς θήρας ἔθηκεν
ὄνομα; Ἵνα τὸ ἄφευκτον ἴδῃς, ἵνα, κἂν μὴ παραυτίκα ἐμπέσῃς ἀδικῶν, μὴ θαῤῥήσῃς.
Τοιαύτη γὰρ ἡ ἄγρα· οὐκ ἀεὶ ἐπιτυγχάνει, οὐδὲ εὐθέως· ἀλλ' ὅμως κἂν μὴ ἁλῷ τὰ ἄγρια
ζῶα καὶ τὰ θηρευόμενα, οὐδὲ οὕτως ἐν ἀσφαλείᾳ τυγχάνει, κἂν μηδέπω τῶν δικτύων ἔνδον γένηται. Οὕτω τοίνυν μηδὲ ψυχὴ θαῤῥείτω ἄδικα
πράττουσα, καὶ μηδέπω
ἁλοῦσα· ὁτὲ γὰρ δήποτε
ἁλώσεται. Εἰ γὰρ βούλει ἐν ἀσφαλείᾳ
εἶναι, παῦσαι ταῦτα πράττων, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀδείας. Τί δήποτε δὲ εἶπεν,
Εἰς διαφθοράν; Ὅτι πολλοὶ καὶ εἰς σωτηρίαν ἐθηρεύθησαν· ὡς οἱ παρὰ τῶν ἀποστόλων,
ὡς οἱ παρὰ τῶν ἁγίων ἀνδρῶν. Ἀλλ' οὐχ οἱ πονηροὶ, . ὅταν ὑπὸ τῆς κακίας θηρεύωνται· ἀλλ' ἐπ' ἀπωλείᾳ καὶ διαφθορᾷ. Καὶ διὰ τί οὐ
παρὰ πόδας τῆς κακίας ἕπεται τὰ τῆς τιμωρίας; ∆ιὰ τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν.
Εἰ γὰρ ἐβούλετο τῶν ἁμαρτανόντων ἕκαστον εὐθέως
ὑπὸ τὴν τιμωρίαν
ἄγειν, προανηρπάσθη ἂν τὸ
πλέον γένος τῶν ἀνθρώπων. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν,
καὶ τὴν δίκην τῶν
πενήτων. Πλὴν δίκαιοι
ἐξομολογήσονται τῷ ὀνόματί
σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν
τῷ προσώπῳ σου. Ἄλλος, Παρὰ τῷ προσώπῳ σου. Ἀντὶ δὲ τοῦ Κατοικήσουσι, ∆ιαμενοῦσιν
ἕτερος λέγει, καὶ ἄλλος, Καθεδοῦνται· ἀντὶ δὲ τοῦ Ἔγνων, Οἶδα, Ἐπειδὴ γὰρ εἶπεν,
ὅτι θηρεύσει, καὶ ὅτι ἀπολοῦνται, καὶ οὐκ εὐθέως δείκνυσι τὴν τιμωρίαν ἐπαγομένην·
ἵνα μηδεὶς διὰ τοῦτο τῶν
παχυτέρων ῥᾳθυμότερος γένηται, ἐπήγαγε τὸ, Οἶδα, δεικνὺς ὅτι πάντως ἔσται τοῦτο. Οὐ γὰρ μενεῖ τὰ τῶν ἀδικουμένων
ἀνεκδίκητα. Πτωχοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς
τοὺς πένητας καλεῖ, ἀλλὰ τοὺς σφόδρα ταπεινοὺς, τοὺς συντετριμμένους.
Ταῦτα δὲ λέγει, καὶ τοὺς ἀδικουμένους παραμυθούμενος, καὶ τοὺς ἀδικοῦντας
σωφρονίζων, ἵνα μήτε ἐκεῖνοι τῇ μελλήσει ἀπογνῶσι, μήτε οὗτοι διὰ τὴν ἀναβολὴν
ῥᾳθυμότεροι γένωνται. Ἡ γὰρ ἀναβολὴ εἰς μετάνοιαν ἄγει· τὸν δὲ ἐπιμένοντα χαλεπώτερον κολάζει· καὶ μάλα δικαίως. ∆ιὰ τί; Ὅτι τοσαύτης
ἀπολαύσαντες ἀγαθότητος, οὐκ ἐγένοντο
βελτίους. Ἐννόησον γὰρ ὅση τοῦ
Θεοῦ φιλανθρωπία, ὅταν τοὺς ἀνακειμένους
αὐτῷ ἀνέχηται πάσχειν
κακῶς, καὶ μὴ ἐπεξίῃ, τῇ μετανοίᾳ
σε βελτίω ποιῆσαι βουλόμενος. Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί
σου. Τί ἐστιν ὃ λέγει; Ὅπερ ἂν γένηται,
φησὶν, ἐκεῖνοι εὐχαριστήσουσι· κἂν
τοὺς ταπεινοὺς ἴδωσιν ἐπηρεαζομένους, καὶ τοὺς πονηροὺς ἐπαιρομένους, οὐκ ἀπαιτήσουσιν
εὐθύνας τῶν γινομένων. Τοῦτο γὰρ δικαίων
μάλιστα, τὸ διαπαντὸς καὶ ἐν ἅπασιν εὐχαριστεῖν. Καὶ κατοικήσουσιν εὐθεῖς
σὺν τῷ προσώπῳ σου·
τουτέστι, Τῆς βοηθείας ἀπολαύσαντες
τῆς παρὰ σοῦ, τὴν ἔννοιαν ἔχοντες τὴν
περὶ σοῦ, ἀεὶ μετὰ σοῦ ὄντες, οὐδέποτε ἀποστήσονται· ὅπερ ἂν γένηται,
οὐδέποτε δυσχερανοῦσιν, οὐδέποτε μέμψονται τοῖς γινομένοις. Τοῦτο γὰρ
ψυχῆς ἀπεριτρέπτου, τοῦτο γνώμης ἀκλινοῦς, μὴ ἀπαιτεῖν τὸν ∆εσπότην εὐθύνας. ∆ιὸ
καὶ Παῦλος ἔλεγε· Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ, Μὴ
ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; Ταύτην τοίνυν καὶ ἡμεῖς
διαπαντὸς τηρῶμεν τὴν εὐγνωμοσύνην, ὑπὲρ πάντων εὐχαριστοῦντες τῷ Θεῷ· ὅτι αὐτῷ
ἡ δόξα, καὶ ἡ εὐχαριστία, καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς ἀτελευτήτους
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜʹ ΨΑΛΜΟΝ.Κύριε, ἐκέκραξα πρὸς σὲ,
εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
αʹ. Τούτου τοῦ ψαλμοῦ τὰ μὲν ῥήματα ἅπαντες,
ὡς εἰπεῖν, ἴσασι, καὶ διὰ πάσης ἡλικίας διατελοῦσι ψάλλοντες· τὴν δὲ διάνοιαν τῶν
εἰρημένων ἀγνοοῦσιν. . Ὅπερ οὐ μικρὸν εἰς κατηγορίας λόγον, τὸ καθ' ἑκάστην ἡμέραν
ψάλλοντας, καὶ διὰ στόματος τὰ ῥήματα
προφέροντας, μὴ ζητῆσαι τῶν νοημάτων τὴν
δύναμιν τῶν ἐναποκειμένων τοῖς ῥήμασιν. Ἀλλ' ὕδωρ μέν
τις διαυγὲς καὶ καθαρὸν
ὁρῶν, οὐκ ἂν ἀνάσχοιτο
μὴ προσελθεῖν, καὶ ἅψασθαι,
καὶ πιεῖν· καὶ εἰς λειμῶνά
τις συνεχῶς εἰσιὼν,
οὐκ ἂν ὑπομείνειε μὴ συλλέξας τι
τῶν ἀνθῶν ἐξελθεῖν· ὑμεῖς δὲ ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τοῦτον μελετῶντες
τὸν ψαλμὸν διατελεῖτε, τὰ ῥήματα εἰδότες μόνον, καὶ παρακάθησθε θησαυρῷ
συνεσκιασμένῳ, καὶ βαλάντιον περιφέρετε ἐσφραγισμένον,
καὶ οὐδὲ ὑπὸ πολυπραγμοσύνης παρωξύνθη τις
μαθεῖν, τί ποτέ ἐστι
τὸ λεγόμενον· οὐκ ἐζήτησεν, οὐκ ἠρεύνησε.
Καίτοι γε οὐδὲ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σαφής τις ὢν ὁ ψαλμὸς πάντας εἰς ὕπνον ἤγαγε,
καὶ οὐκ ἀφῆκε ζητῆσαι τὸ προχείρως κείμενον. Καὶ γάρ ἐστιν ἀσαφὴς, καὶ ἱκανὸς διεγεῖραι
τὸν μὴ σφόδρα
καθεύδοντα, μᾶλλον δὲ καὶ τὸν καθεύδοντα. Τί γάρ ἐστι τὸ, Μὴ ἐκκλίνῃς τὴν
καρδίαν μου εἰς λόγους πονηρίας; τί δὲ τὸ, Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει
με; Τὸ δὲ μετὰ τοῦτο, εἰπέ μοι, οὐκ
ἔστι παντὸς ζόφου ζοφωδέστερον; Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν
ταῖς εὐδοκίαις αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀλλ' ὅμως τοσούτων ὄντων ἀσαφῶν,
ὥσπερ τινὰ ᾠδὴν ἁπλῶς
παρατρέχουσιν οἱ πολλοί. Ἀλλ' ἵνα
μὴ τὴν κατηγορίαν ἐπὶ πλεῖον
ἐπιτείνοντες, φορτικὸν τὸν λόγον ἐργασώμεθα,
φέρε δὴ πρὸς τὴν ἔρευναν τῶν εἰρημένων
βαδίσωμεν. Ἀλλὰ προσέχετε
μετὰ ἀκριβείας· οὐδὲ γὰρ ἁπλῶς
οἶμαι τὸν
ψαλμὸν τοῦτον τετάχθαι παρὰ τῶν πατέρων καθ' ἑκάστην
ἑσπέραν λέγεσθαι, οὐδὲ διὰ τὴν μίαν λέξιν τὴν λέγουσαν· Ἔπαρσις τῶν χειρῶν μου
θυσία ἑσπερινή. Ἐπεὶ καὶ ἄλλοι ψαλμοὶ ταύτην ἔχουσι
τὴν λέξιν, ὥσπερ ἐκεῖνος ὁ λέγων, Ἑσπέρας καὶ
πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ
ἀπαγγελῶ. Καὶ πάλιν, Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Καὶ πάλιν τὸ, Ἑσπέρας
αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις· καὶ πολλοὺς ἂν εὕροις τις
ψαλμοὺς ἐπιτηδείους τῷ καιρῷ τῆς ἑσπέρας. Οὐ διὰ τοῦτο γοῦν τοῦτον τὸν ψαλμὸν ἐτύπωσαν
οἱ πατέρες, ἀλλ' ὥς τι φάρμακον σωτήριον
καὶ ἁμαρτημάτων καθάρσιον ἐνομοθέτησαν
λέγεσθαι, ἵν' ὅσαπερ ἂν προστριβώμεθα δι' ὅλου τοῦ μήκους τῆς ἡμέρας, ἢ ἐν ἀγορᾷ,
ἢ ἐν οἰκίᾳ, ἢ ὅπου δήποτε διατρίβοντες, ταῦτα ἐλθόντες εἰς τὴν ἑσπέραν, διὰ τῆς
ἐπῳδῆς ταύτης ἀποδυσώμεθα τῆς πνευματικῆς.
Φάρμακον γάρ ἐστιν ἁπάντων τούτων
ἀναιρετικόν. Τοιοῦτός ἐστι καὶ ὁ ἑωθινὸς
ψαλμός· οὐδὲν γὰρ κωλύει ἐν βραχεῖ κἀκείνου
ἐπιμνησθῆναι. Τὸν πόθον γὰρ ἀνάπτει
τὸν πρὸς τὸν Θεὸν,
καὶ διεγείρει τὴν ψυχὴν,
καὶ σφόδρα πυρώσας,
καὶ πολλῆς ἐμπλήσας
ἀγαθότητος καὶ ἀγάπης, οὕτως ἀφίησι
προσελθεῖν. Ἴδωμεν δὲ καὶ πόθεν ἄρχεται, καὶ τί διδάσκει ἡμᾶς· Ὁ Θεὸς, ὁ Θεός
μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου. Ὁρᾷς πῶς πεπυρωμένης δείκνυσι ψυχῆς ῥήματα; Ἔνθα δὲ ἀγάπη Θεοῦ, πάντα οἴχεται τὰ πονηρά· ἔνθα μνήμη Θεοῦ, ἐνταῦθα ἁμαρτημάτων
λήθη, καὶ κακῶν ἀναίρεσις. Οὕτως ἐν
τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου, καὶ τὴν δόξαν σου. Τί ἐστιν, Οὕτως; Μετὰ
τοῦ πόθου, φησὶ, τούτου, μετὰ τῆς ἀγάπης ταύτης, ὥστε ἰδεῖν σου τὴν δόξαν, ἢν
πανταχοῦ τῆς γῆς ἔστιν ἰδεῖν. Ἀλλ' ἵνα μὴ τὸ ἐν χερσὶν ἀφέντες, τὸ πάρεργον
ἐπεισαγάγωμεν, παραπέμψαντες τὸν ἀκροατὴν
εἰς τὰ ὑπὲρ ἐκείνου εἰρημένα, τῶν
προκειμένων νῦν ἁψώμεθα. Τί δέ
φησιν οὗτος; Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου. Τί λέγεις; εἰπέ μοι· ἐπειδὴ ἐκέκραξας, ἀκουσθῆναι ἀξιοῖς, καὶ ταύτην τίθης
αἰτίαν, ὡς εὔλογον τοῦ ἀκουσθῆναι; Οὐκοῦν μεγαλοφώνων νῦν χρεία, καὶ τόνον ἐχόντων; Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο λόγον. Τί γὰρ
ἥμαρτεν ὁ μικρόφωνος καὶ ἰσχνόφωνος καὶ βραδύγλωσσος; Οὐχὶ τοιοῦτος ἦν ὁ Μωϋσῆς,
καὶ πάντων μᾶλλον ἠκούετο; οὐχὶ πλείω πάντων
οἱ Ἰουδαῖοι ἐβόων, ἀλλ' οὐκ ἐπένευσεν αὐτῶν
ταῖς δεήσεσιν ὁ Θεός; Τὸ γὰρ μέγα
φωνῆσαι καὶ μικρὸν, φύσεως πλεονέκτημα καὶ ἐλάττωμα. Ταῦτα δὲ οὔτε ἀκούεσθαι, οὔτε
παρακούεσθαι ποιεῖ· οὔτε γὰρ ἐγκωμίων, οὔτε κατηγορημάτων ἄξια. Πολλὰ γὰρ τῶν τῆς φύσεως πλεονεκτημάτων
καὶ μιαροῖς πρόσεστιν. Οὐχὶ καλὸς ἦν, καὶ εὐειδὴς, καὶ μέχρι τῶν βοστρύχων
αὐτῶν εἷλκε τοῦ σώματος τὴν ὥραν ὁ Ἀβεσσαλώμ;
Τί δαί;
οὐχὶ φαλακρὸς ἦν ὁ Ἐλισσαῖος, ὡς καὶ σκώπτεσθαι παρὰ τῶν παιδίων; Ἀλλ' οὐδὲν οὐδὲ ἐκεῖνον
ἡ ὥρα ὠφέλησεν,
οὔτε τοῦτον ἡ ἀμορφία παρέβλαψε.
Καὶ τί λέγω τὸν ἰσχνόφωνον, ἢ βραδύγλωσσον, ὅπου γε καὶ σιγῶν ἠκούετο ὁ
Μωϋσῆς, καὶ μηδὲ φθεγγομένη ἡ Ἄννα; Ἰουδαίοις
δὲ διαλεγόμενος ὁ Θεὸς ἔλεγε·
Ἐὰνπληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι
ὑμῶν. Τί οὖν οὗτος λέγει, Ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου; Κραυγὴν ἐνταῦθα τὴν
ἔνδον φησὶν, ἢν ἡ καρδία ἔτικτεν ἡ πεπυρωμένη, καὶ ἡ διάνοια ἡ συντετριμμένη, ἣν
καὶ Μωϋσῆς βοῶν ἠκούετο. Ὥσπερ γὰρ ὁ βοῶν πᾶσαν τὴν δύναμιν αὐτοῦ κενοῖ, οὕτω
καὶ ὁ καρδίᾳ βοῶν πάντα τὸν νοῦν συστρέφει.
βʹ. Τοιαύτην οὖν κραυγὴν ζητεῖ ὁ Θεὸς, τὴν
συστρέφουσαν τὴν καρδίαν, τὴν οὐκ ἐῶσαν χασμᾶσθαι, καὶ ἀνακλᾶσθαι τὸν ψάλλοντα.
Οὐ μόνον δὲ κραυγὴν τοιαύτην ζητεῖ, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν εὔχεσθαι. Εἰσὶ γὰρ
πολλοὶ οἳ ἑστήκασι μὲν, οὐ βοῶσι δὲ πρὸς τὸν Θεὸν, ἀλλὰ τὰ μὲν χείλη πρὸς τὸν Θεὸν βοᾷ, καὶ τὸ ὄνομα τοῦ Θεοῦ
περιφέρει, ἡ δὲ διάνοια οὐδενὸς ἐπαισθάνεται τῶν λεγομένων. Ὁ τοιοῦτος οὐ κράζει, κἂν μέγα βοᾷ· ὁ τοιοῦτος
οὐδὲ πρὸς τὸν Θεὸν
εὔχεται, κἂν δοκῇ
πρὸς αὐτὸν εὔχεσθαι.
Ἀλλ' οὐχ ὁ Μωϋσῆς οὕτως, ἀλλ' ἐβόα,
καὶ ἠκούετο· διὸ καὶ παρὰ τοῦ Θεοῦ, Τί βοᾷς πρός με, ἀκούει. Οὐ μόνον δὲ βοῶν, ἀλλὰ
καὶ σιγῶν ἤνυσεν ἅπερ ἤθελεν, ἄξιον παρασχὼν ἑαυτὸν τοῦ ἀκούεσθαι. Εἰ δὲ βούλει
καὶ ἁμαρτωλοὺς ἐκτενῶς ἰδεῖν εὐχομένους, καὶ ἀνύοντας καὶ κράζοντας
μεγάλα, ὅρα τὴν πόρνην
τὴν σιγῇ βοῶσαν· ὅρα τὸν τελώνην
ἀπὸ εὐχῆς δικαιωθέντα μόνης. Τοιαύτην
κραυγὴν καὶ οὗτος
ποιεῖται, διὸ καὶ λέγει· Κύριε, ἐκέκραξα πρὸς σὲ,
εἰσάκουσόν μου· καὶ διὰ τοῦτο ἀκουσθῆναι
ἀξιοῖ. . Ἐν τῷ κεκραγέναι με πρὸς
σέ. Ὅρα καὶ ἄλλην ἀρετὴν
εὐχῆς. Οὐ γὰρ ἀπὸ τοῦ σπουδαίως εὔχεσθαι ἀξιοῖ ἀκουσθῆναι, ἀλλὰ
καὶ ἐκ τοῦ τοιαύτην παραστῆσαι τὴν εὐχὴν,
ὥστε ἀξίαν εἶναι τῶν ἀκοιμήτων ὀφθαλμῶν
ἐκείνων. Ποία δέ ἐστιν αὕτη; Ὅταν
μὴ κατ' ἐχθρῶν τις εὔχηται, ὅταν μὴ ὑπὲρ πλούτου καὶ πλεονεξίας, ὅταν μὴ
ὑπὲρ δυναστείας καὶ δόξης, μηδὲ ὑπέρ τινος τῶν ἐπικήρων τούτων, ἀλλ' ὑπὲρ τῶν ἀκηράτων
καὶ ἀθανάτων ἐκείνων. Ζητεῖτε γὰρ τὴν βασιλείαν
τοῦ Θεοῦ, φησὶ, καὶ ταῦτα πάντα
προστεθήσεται ὑμῖν. Ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ὁρᾷς πῶς βούλεται καὶ ἡμᾶς
μετὰ σπουδῆς καλεῖν, μετὰ προθυμίας; Καὶ γὰρ ὁ διάβολος τότε μάλιστα ἐφεδρεύει.
Ἐπειδὴ γὰρ οἶδεν ὅτι μέγιστον ὅπλον ἡ εὐχὴ,
καὶ, κἂν ἁμαρτωλοὶ
ὦμεν καὶ κατῃσχυμμένοι, ὅμως
μετὰ ἀκριβείας καὶ κατὰ τοὺς τοῦ Θεοῦ νόμους εὐξάμενοι ἀνύομεν μεγάλα· τότε
ἐμβάλλειν ἐσπούδακεν εἰς ῥᾳθυμίαν, καὶ λογισμοὺς ἀνακινεῖν, ὥστε ἀκάρπους ποιεῖν
ἡμᾶς ἀπὸ τῆς εὐχῆς ἀπελθεῖν. ∆ιὸ δεῖ ταῦτα εἰδότας ἐπιτειχίζειν
αὐτῷ τὴν ἡμετέραν σπουδὴν, καὶ μηδέποτε κατ' ἐχθρῶν
εὔχεσθαι, ἀλλὰ τοὺς ἀποστόλους μιμεῖσθαι.
Καὶ γὰρ ἐκεῖνοι μυρία παθόντες
δεινὰ, εἶτα εἰς δεσμωτήρια ἐμπεσόντες, καὶ τὸν περὶ τῶν ἐσχάτων ὑπομείναντες κίνδυνον, εἰς εὐχὴν καταφυγόντες ἔλεγον· Ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Καὶ τί
μετὰ ταῦτα; Μὴ, Κατάῤῥαξον αὐτοὺς, ἢ ἀπόκτεινον, ἔλεγον, ὃ πολλοὶ πολλάκις ἐπαρώμενοι λέγουσιν;
Οὐδαμῶς. Ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου. Πῶς καὶ τίνι τρόπῳ; ἐν τῷ ἀποκτεῖναι τοὺς ἐπιβουλεύοντας, ἐν τῷ ἀφανίσαι καὶ
πανωλεθρίᾳ παραδοῦναι; Οὐδαμῶς. Ἀλλὰ
πῶς, Ἐν τῷ σημεῖα καὶ τέρατα ποιεῖν διὰ τοῦ ἁγίου Παιδός
σου Ἰησοῦ. Εἶδες εὐχὴν φιλοσοφίας γέμουσαν,
καὶ μετὰ τοσαῦτα δεινὰ οὐδεμίαν αἰτοῦσαν τῶν ἐχθρῶν τιμωρίαν; Ἀλλ' οὕτω μὲν αὐτοὶ,
ἔτι ζῶντες καὶ ἐμπνέοντες· ὁ δὲ Στέφανος καὶ ἀποῤῥήγνυσθαι μέλλων τῆς παρούσης ζωῆς, οὐ μόνον οὐδὲν αὐτοῖς κακὸν
ᾔτησεν, ἀλλὰ καὶ τοὺς λιθάζοντας καὶ ἀναιροῦντας σπουδάζει διὰ τῆς εὐχῆς ἐξαρπάσαι
τῆς ὀργῆς τῆς ἐπὶ τῇ ἁμαρτίᾳ ταύτῃ, καί φησι, Μὴ στήσῃς αὐτοῖς
τὴν ἁμαρτίαν ταύτην.
Τίνος οὖν ἂν εἶεν συγγνώμης
ἄξιοι, ποίας ἀπολογίας, οἱ κατὰ τῶν
ἐχθρῶν εὐχόμενοι; πῶς δ'
ἡ τοιαύτη ἀκουσθείη εὐχὴ, ὅταν ἀπεναντίας τοῖς τοῦ Θεοῦ νόμοις ἀναφέρηται; Μὴ δὴ τοιοῦτον
μηδὲν λέγωμεν. Οὐ γὰρ δὴ μόνον οὐκ εὔχεσθαι δεῖ κατὰ τῶν ἐχθρῶν,
ἀλλὰ καὶ τὴν ὀργὴν ἀναιρεῖν τὴν
κατ' αὐτῶν· διό φησι· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐν παντὶ τόπῳ, ἐπαίροντας
ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Τουτέστι, κἂν ἐχθρὸν ἔχῃς, σβέσον τὴν
ὀργὴν, καὶ οὕτω πρόσιθι τῷ ∆εσπότῃ, καὶ μὴ μόνον διὰ τοῦ στόματος μηδὲν εἴπῃς
κατ' αὐτοῦ, ἀλλὰ καὶ τὴν διάνοιαν ἀπάλλαξον τοῦ ἰοῦ. Ἂν τοιαύτη ἡ εὐχὴ ᾖ, καὶ
μετὰ σπουδῆς καλῇς τὸν Θεὸν, καὶ πρὶν ἢ τελέσαι τὴν εὐχὴν ἀκουσθήσῃ. Τοῦτο καὶ
αὐτὸς αἰτεῖ λέγων· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς . σέ.
Καὶ γὰρ αὐτοῦ τοῦ Θεοῦ ἐστιν ὑπόσχεσις λέγουσα,
Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Κατευθυνθήτω
ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου. Ἕτερος, Ταχθήτω ἡ προσευχή μου, ὡς
θυμίαμα ἔμπροσθέν σου. Ἄλλος, Ἑτοιμασθήτω. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
Ἄλλος,
∆ῶρον ἑσπέρας. Ἕτερος, Προσφορὰ ἑσπερινή.
Τί διδάξαι βουλόμενος ἡμᾶς ὁ προφήτης περὶ θυσίας ἑσπερινῆς διαλέγεται;
∆ύο βωμοὶ τὸ παλαιὸν ἦσαν, εἷς μὲν
ἀπὸ χαλκοῦ κατεσκευασμένος, ἕτερος δὲ χρυσοῦς. Καὶ ὁ μὲν πάνδημος ἦν σχεδὸν,
προκείμενος τοῖς ἱερείοις τοῖς τοῦ πλήθους παντὸς, ὁ δὲ ἐν τοῖς ἀδύτοις ἀπέκειτο
καὶ τοῦ καταπετάσματος ἔνδον. Μᾶλλον δὲ ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα
ἡμῖν, εἰς ἀρχὴν τὸν λόγον ἀναγαγεῖν
πειρασόμεθα. Ναὸς ἦν παρὰ Ἰουδαίοις τὸ παλαιὸν τεσσαράκοντα μὲν πηχῶν τὸ
μῆκος, τὸ δὲ πλάτος εἴκοσι. Τούτου τοῦ μήκους δέκα ἀφελὼν πήχεις ἀπέλαβεν ἔνδον διὰ τοῦ καταπετάσματος,
καὶ τὸ ἀπειλημμένον ἐκαλεῖτο Ἅγια ἁγίων, τὸ δὲ ἔξω, Ἅγια μόνον. Καὶ χρυσῷ πάντα κατελάμπετο.
γʹ. Τινὲς δὲ καὶ τὴν δοκὸν ἐκείνην τὴν ἄνω χρυσήλατον ἔλεγον
εἶναι. Ἔνθα ὁ ἀρχιερεὺς μόνος εἰσῄει ἅπαξ τοῦ ἐνιαυτοῦ, ἐκεῖ καὶ ἡ κιβωτὸς
ἔκειτο, καὶ τὰ Χερουβίμ· ἐκεῖ καὶ ὁ βωμὸς εἰστήκει
ὁ χρυσοῦς, ἔνθα τὸ θυμιατήριον προσεφέρετο, εἰς οὐδὲν ἕτερον παρεσκευασμένος, ἀλλ' ἢ πρὸς τὸ
θυμίαμα μόνον. Τοῦτο δὲ ἐγίνετο ἅπαξ τοῦ
ἐνιαυτοῦ. Ἐν τῷ ναῷ οὖν τῷ ἔξω
ὁ χαλκοῦς ἦν βωμὸς, καὶ καθ' ἑκάστην ἑσπέραν ἐφέρετο ἀμνὸς καὶ κατεκαίετο. Τοῦτο ἐκαλεῖτο
θυσία ἑσπερινή· ἦν γὰρ καὶ ἑωθινὴ, καὶ δὶς τῆς ἡμέρας εἰς τὸν ναὸν τὸν βωμὸν καίεσθαι
ἔδει, ἐκτὸς τῶν ἄλλων ἱερείων τῶν παρὰ τοῦ λαοῦ προσαγομένων. Τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐπίταγμα καὶ νόμος ἦν, ὥστε οἴκοθεν καὶ παρ' ἑαυτῶν, ὅταν
μηδεὶς προσέφερεν, ἕνα ἑωθινὸν
καὶ ἕνα ἑσπερινὸν ἀμνὸν καταθύειν
καὶ κατακαίειν· καὶ ἡ μὲν ἐκαλεῖτο θυσία ἑωθινὴ,
ἡ δὲ ἑσπερινή. Τοῦτο δὲ ὑπὸ τοῦ
Θεοῦ νενομοθέτητο γίνεσθαι, δηλοῦντος
διὰ τοῦ γινομένου,
ὅτι διηνεκῶς αὐτὸν θεραπεύεσθαι χρὴ, καὶ ἀρχομένης καὶ τελευτώσης ἡμέρας.
Αὕτη τοίνυν ἡ θυσία εὐπρόσδεκτος ἦν ἀεὶ, καὶ τὸ θῦμα τοιοῦτον· τὸ δὲ ὑπὲρ ἁμαρτημάτων ποτὲ μὲν εὐπρόσδεκτον ἦν, ποτὲ δὲ οὐκ εὐπρόσδεκτον, ἀπὸ τῆς διαθέσεως
τῶν προσφερόντων πρὸς ἀρετὴν ἢ κακίαν τοῦτο
κἀκεῖνο γινόμενον· ὅπερ δὲ οὐχ ὑπὲρ ἁμαρτημάτων ἑτέρων προσεφέρετο, ἀλλ' ἱερουργίας
νόμος ἦν καὶ θεραπείας τρόπος, πάντως
εὐπρόσδεκτον ἦν. Ἀξιοῖ τοίνυν οὗτος
οὕτω γενέσθαι αὐτοῦ τὴν εὐχὴν ὡς ἐκεῖνο τὸ θῦμα τὸ οὐδεμιᾷ κηλῖδι τοῦ προσάγοντος
μολυνόμενον, ὡς ἐκεῖνο τὸ θυμίαμα τὸ
καθαρὸν καὶ ἅγιον. ∆ιὰ δὲ τὸ ἀξιοῦν καὶ παιδεύει καθαρὰς ἡμᾶς ποιεῖσθαι τὰς εὐχὰς
καὶ εὐώδεις. Τοιοῦτον γὰρ ἡ δικαιοσύνη· ὥσπερ οὖν ἡ ἁμαρτία δυσώδης. ∆ιὸ καὶ τὴν
δυσωδίαν αὐτῆς παραδηλῶν αὐτὸς οὗτος ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν
κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν
ἐπ' ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν
οἱ μώλωπές μου. Ὥσπερ
οὖν τὸ θυμίαμα καὶ καθ' ἑαυτό ἐστι καλὸν
.431 καὶ εὐῶδες, τότε δὲ μάλιστα ἐπιδείκνυται
τὴν εὐωδίαν, ὅταν ὁμιλήσῃ τῷ πυρί· οὕτω δὴ καὶ ἡ εὐχὴ καλὴ μὲν καὶ καθ' ἑαυτήν·
καλλίων δὲ καὶ εὐωδεστέρα γίνεται, ὅταν μετὰ θερμῆς
καὶ ζεούσης ψυχῆς ἀναφέρηται, ὅταν θυμιατήριον ἡ ψυχὴ γένηται
καὶ πῦρ ἀνάπτῃ
σφοδρόν. Οὐδὲ γὰρ τὸ θυμίαμα τῆς ἐσχάρας μὴ προαναφθείσης ἐπετίθετο, ἢ τῶν
ἀνθράκων μὴ διακαιομένων. Τοῦτο καὶ σὺ ἐπὶ
τῆς διανοίας ποίησον· πρότερον ἄναψον αὐτὴν τῇ προθυμίᾳ, καὶ τότε ἐπιτίθει τὴν εὐχήν. Εὔχεται τοίνυν τὴν μὲν εὐχὴν αὐτοῦ γενέσθαι ὡς θυμίαμα, τὴν
δὲ ἔπαρσιν τῶν χειρῶν ὡς θυσίαν ἑσπερινήν. Ἀμφότερα γὰρ εὐπρόσδεκτα. Πῶς δ' ἂν
γένοιτο τοῦτο; Εἰ ἀμφότερα εἴη καθαρὰ, εἰ
ἀμφότερα εἴη ἄμωμα,
ἥ τε γλῶττα
καὶ αἱ χεῖρες,
αἱ μὲν πλεονεξίας καὶ ἁρπαγῆς ἐκκεκαθαρμέναι, ἡ δὲ πονηρῶν
ῥημάτων ἠλευθερωμένη. Ὥσπερ γὰρ
θυμιατήριον οὐδὲν ἔχειν ἀκάθαρτον χρὴ, ἀλλ' ἢ πῦρ καὶ θυμίαμα· οὕτω καὶ τὴν γλῶτταν
μὴ προφέρειν κεκηλιδωμένον ῥῆμα, ἀλλ'
ἢ ἁγιωσύνην, καὶ εὐφημίαν· οὕτω καὶ τὰς
χεῖρας θυμιατήριον γίνεσθαι. Ἔστω τοίνυν θυμιατήριόν σου τὸ στόμα, καὶ σκόπει μὴ
κόπρου αὐτὸ ἐμπλήσῃς. Τοιοῦτοι οἱ τὰ αἰσχρὰ φθεγγόμενοι καὶ ἀκάθαρτα
ῥήματα. Καὶ τίνος
ἕνεκεν οὐκ εἶπεν Ἑωθινὴ, ἀλλ' Ἑσπερινή;
Ἐμοὶ μὲν ἀδιαφόρωςεἰρῆσθαι καὶ τοῦτο
δοκεῖ. Καὶ γὰρ εἰ εἶπεν ἑωθινὴν, ὁ περίεργος
ἠρώτησεν ἂν, τίνος ἕνεκεν οὐκ εἶπεν ἑσπερινήν; Εἰ δέ τις ἀπολυπραγμόνως βούλοιτο
ἀκούειν, ὅτι ἡ μὲν ἑωθινὴ
ἀναμένει τὴν ἑσπερινήν·
ἡ δὲ ἑσπερινὴ
γενομένη τὴν ἱερουργίαν ἐπλήρωσε, καὶ οὐκ ἔστιν ἀτελεστέρα
πως ἔτι τῆς ἡμέρας λοιπὸν ἡ λατρεία, ἀλλὰ ἀπηρτίσθη, καὶ τέλος ἔλαβεν. Ἀλλὰ γὰρ
τί βούλεται καὶ τῶν χειρῶν
ἡ ἔκτασις ἐν τῇ εὐχῇ; Ἐπειδὴ πολλαῖς
πονηρίαις διακονοῦνται αὗται, οἷον πληγαῖς, φόνοις, ἁρπαγαῖς,
πλεονεξίαις, δι' αὐτὸ μὲν οὖν τοῦτο
κελευόμεθα αὐτὰς ἀνατείνειν,
ἵνα ἡ τῆς εὐχῆς διακονία δεσμὸς αὐταῖς
γένηται τῆς κακίας,
καὶ ἀπαλλαγὴ τῆς
πονηρίας, ἵν' ὅταν μέλλῃς ἁρπάζειν
ἢ πλεονεκτεῖν ἢ τύπτειν ἕτερον, ἀναμνησθεὶς
ὅτι ταύτας μέλλεις ἀντὶ συνηγόρων πρὸς τὸν Θεὸν πέμπειν, καὶ διὰ τούτων τὴν θυσίαν
ἀναπέμπειν ἐκείνην τὴν πνευματικὴν, μὴ καταισχύνῃς
αὐτὰς, καὶ ἀπαῤῥησιάστους ἐργάσῃ
τῇ διακονίᾳ τῆς πονηρᾶς
ἐργασίας. Κάθαιρε τοίνυν
αὐτὰς ἐλεημοσύνῃ, φιλανθρωπίᾳ, προστασίᾳ δεομένων, καὶ οὕτως
αὐτὰς εἰς εὐχὴν ἄγε. Εἰ γὰρ ἀνίπτους αὐτὰς οὐκ ἐπιτρέπεις εἰς εὐχὴν ἐπαίρεσθαι, πολλῷ μᾶλλον
ἁμαρτήμασιν οὐκ ἂν εἴης δίκαιος αὐτὰς μιαίνειν. Εἰ τὸ ἔλαττον δέδοικας,
πολλῷ μᾶλλον τὸ μεῖζον φρῖξον.
Τὸ μὲν γὰρ ἀνίπτοις
χερσὶ προσεύχεσθαι, οὐ τοσοῦτον ἄτοπον· τὸ δὲ καταῤῥυπωθείσας αὐτὰς μυρίοις
ἁμαρτήμασι προσάγειν, τοῦτο πολλὴν φέρει τὴν ὀργήν.
δʹ. Τοῦτο
καὶ ἐπὶ στόματος
καὶ γλώττης λογιζώμεθα,
καὶ ἄβατον αὐτὸ τῇ
πονηρίᾳ τηροῦντες, οὕτω . τὴν προσευχὴν προσάγωμεν. Εἰ γὰρ χρυσοῦν τις σκεῦος ἔχων,
οὐκ ἂν ἕλοιτο εἰς ἄτιμον αὐτῷ χρήσασθαι διακονίαν διὰ τὸ πολύτιμον τῆς ὕλης· πολλῷ μᾶλλον
οἱ χρυσοῦ καὶ μαργαρίτου τιμιώτερα
στόματα ἔχοντες, οὐκ ἂν εἴημεν δίκαιοι
ταῖς ἀναισχύντοις αὐτὰ καταῤῥυπαίνειν αἰσχροῤῥημοσύναις,
καὶ λοιδορίαις, καὶ ὕβρεσιν. Οὐκ ἐν χαλκῷ
προσάγεις βωμῷ τὸ θυμιατήριον, οὐδὲ
ἐν χρυσῷ, ἀλλ' ἐν τῷ τούτου τιμιωτέρῳ, ἐν ναῷ πνευματικῷ. Ἐκείνῳ μὲν γὰρ ἄψυχος
ἡ ὕλη· ἐν σοὶ δὲ ὁ Θεὸς ἐνοικεῖ, καὶ μέλος εἶ τοῦ Χριστοῦ καὶ σῶμα. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί
μου. Παρακαλέσας τὸν ∆εσπότην ἀκουσθῆναι αὐτοῦ τὴν εὐχὴν καὶ εὐπρόσδεκτον γενέσθαι,
ὅρα ποίαν προσάγει πρώτην αἴτησιν, ποίαν ἱκετηρίαν. Οὐ γὰρ εἶπε, ∆ός μοι χρήματα,
δός μοι τιμὰς παρὰ ἀνθρώποις, δός μοι κρατῆσαι τῶν ἐχθρῶν, δός μοι παιδία· οὐδὲν
τούτων, ἀλλὰ πάντα ἀφεὶς ἐπὶ τῆς γῆς ἐῤῥῖφθαι, αἰτεῖ παρὰ τοῦ Θεοῦ ταῦτα ἃ παρὰ
τοῦ Θεοῦ αἰτεῖν δίκαιον. Τί οὖν; οὐ δεῖ, φησὶν, αἰσθητὰ αἰτεῖν; ∆εῖ μὲν, μετὰ μέτρου δὲ, ὡς ὁ Ἰακὼβ λέγων· Ἐὰνδῷ
μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέσθαι· ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι
λέγοντας· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· πρὸ δὲ πάντων τὰ
πνευματικά. Ὃ καὶ αὐτὸς ποιεῖ λέγων· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου. Εἶδες
σύνεσιν; εἶδες φιλοσοφίαν; πόθεν ἄρχεται τῆς αἰτήσεως; Ἀπὸ τοῦ μεγίστου τῶν
κατορθωμάτων, καὶ ὃ πάντων αἴτιόν
ἐστι τῶν κακῶν,
ἀμελούμενον· ὥσπερ τῶν ἀγαθῶν, σπουδαζόμενον. Τὰ γὰρ μυρία κακὰ
τῆς γλώττης ἡ εὐκολία ἐργάζεται, ὥσπερ οὖν
τὰ ἀγαθὰ ἡ ἀσφάλεια. Ὥσπερ οὖν οὐδὲν ὄφελος οἰκίας, οὐ πόλεως, οὐ τειχῶν, οὐ πυλῶν, οὐ θυρῶν, ἂν μὴ ὦσιν οἱ φυλάττοντες, καὶ εἰδότες πότε μὲν δεῖ κλείειν, πότε δὲ ἀνοίγειν·
οὕτως οὐδὲ γλώττης ὄφελος, οὐδὲ στόματος, ἂν μὴ λογισμὸς ᾖ τὴν κλεῖσιν καὶ τὴν ἄνοιξιν μετὰ ἀκριβείας καὶ πολλῆς τῆς ἐπιστήμης ἐπιτετραμμένος, καὶ εἰδὼς τίνα μὲν ἐκφέρειν δεῖ, τίνα δὲ ἔνδον
κατέχειν. Οὐ τοσοῦτοι γὰρ, φησὶν, ἔπεσον ἀπὸ μαχαίρας, ὅσοι ἀπὸ γλώττης. Καὶ πάλιν
ὁ Χριστός· Οὐ τὰ εἰσερχόμενα εἰς
τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ
ἐκπορευόμενα ἀπὸ τοῦ στόματος. Καὶ πάλιν ἕτερος· Ποίησον τῷ στόματί σου θύραν καὶ μοχλόν. Οὗτος δὲ ἐπειδὴ
σφόδρα δύσκολον ὂν οἶδε τὸ πρᾶγμα, καὶ εὐχὰς προστίθησι, καὶ τὸν Θεὸν εἰς τὴν
συμμαχίαν ταύτην καλεῖ. Μᾶλλον δὲ καὶ ἐκεῖνος τὸ αὐτὸ τοῦτο
αἰνίττεται, ὡς ὅταν λέγῃ· Τίς δώσει ἐπὶ τῶν χειλέων
μου σφραγῖδα πανοῦργον; ∆εῖ μὲν
γὰρ καὶ τὰ παρ' ἡμῶν εἰσφέρειν· διὸ δὴ καὶ ἐν
τάξει προστάγματος αὐτὸ τέθεικε λέγων· Ποίησον θύραν καὶ μοχλόν. ∆εῖ δὲ
καὶ τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν καλεῖν, ἵνα καὶ
ἡ ἡμετέρα σπουδὴ εἰς ἔργον γένηται.
Φυλάττωμεν τοίνυν τὸ στόμα διηνεκῶς, κλεῖν αὐτῷ τὸν λογισμὸν ἐπιτιθέντες, οὐχ ἵνα διηνεκῶς ᾖ κεκλεισμένον, ἀλλ' ἵνα κατὰ καιρὸν ἀνοίγηται τὸν προσήκοντα. Ἔστι γὰρ ὅτε ἡ σιγὴ μᾶλλον ὠφέλησε
λαλιᾶς, ὥσπερ καὶ λαλιὰ μᾶλλον σιγῆς. ∆ιὰ δὴ τοῦτο καὶ ὁ σοφώτατος ἐκεῖνος ἔλεγε·
Καιρὸς τοῦ σιγῆσαι, καὶ και .433 ρὸς τοῦ λαλῆσαι. Εἰ γὰρ διαπαντὸς ἀνεῷχθαι ἔδει, οὐκ ἂν
ἐγένοντο θύραι· εἰ δὲ διαπαντὸς κεκλεῖσθαι
ἐχρῆν, οὐκ ἔδει φυλακῆς. Τὸ γὰρ
κεκλεισμένον τί ἄν τις φυλάξειεν; Ἀλλὰ διὰ τοῦτο θύρα καὶ φυλακὴ, ἵνα καιρῷ ἐπιτηδείῳ ἕκαστα ἐργαζώμεθα. Ἕτερος δέ φησι, Ζυγὸν καὶ
σταθμὸν ποίησαι τῇ σαυτοῦ γλώττῃ, πλείονα ἀκρίβειαν ἀπαιτῶν, ἵνα μὴ μόνον ἐκφέρωμεν
ῥήματα ἃ δεῖ, ἀλλὰ καὶ μετὰ τῆς προσηκούσης ἀκριβείας σταθμίζοντες, ὡς ἂν εἴποι
τις, καὶ διερευνώμενοι. Εἰ γὰρ ἐπὶ
χρυσοῦ τοῦτο ποιοῦμεν,
καὶ ὕλης ἀπολλυμένης,
πολλῷ μᾶλλον ἐπὶ ῥημάτων ποιεῖν
δεῖ, ὥστε μηδὲν ὑστερεῖν, ἢ περιττεύειν.
∆ιὸ καί τίς φησι· Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Εἶδες καιρὸν ἐξόδου;
Ἕτερος δὲ καιρὸν σιγῆς λέγων, φησίν· Εἰ ἔστι
σοι λόγος, ἀποκρίθητι· εἰ δὲ μὴ, ἔστω ἡ χείρ σου ἐπὶ τῷ στόματί σου. Καὶ πάλιν, Ὁ πλεονάζων
ἐν λόγῳ, μισηθήσεται. Καὶ, Κρείσσων
ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ, ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. Ἤκουσας λόγον; Ἐναποθανέτω
σοι. Θάρσει, οὐ μή σε ῥήξει. Καὶ πάλιν,
Ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Εἶτα
καὶ περὶ μέτρου· Λάλησον, νεανίσκε, εἰ
χρεία σοι, μόλις δίς· ἐὰν
ἐπερωτηθῇς, κεφαλαίωσον ἐν ὀλίγοις πολλά. Πολλῆς γὰρ χρεία ἐπιστασίας τῶν λογισμῶν,
ὥστε τῇ ἐξουσίᾳ τῆς γλώττης μετὰ πολλῆς κεχρῆσθαι τῆς ἀσφαλείας. ∆ιὸ καὶ πάλιν ἔλεγεν·
Ἔστιν ἔλεγχος, καὶ οὐκ ἔστιν ὡραῖος· καὶ ἔστι τις σιγῶν καὶ εὑρισκόμενος σοφός.
Οὐ γὰρ δὴ μόνον σιγᾷν δεῖ, καὶ φθέγγεσθαι εὐκαίρως, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς χάριτος. ∆ιὸ καὶ Παῦλος ἔλεγεν, Ὁ λόγος ὑμῶν
πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι
πῶς δεῖ ὑμᾶς ἐπὶ ἑκάστῳ ἀποκρίνεσθαι. Ἐννόησον ὅτι τοῦτό ἐστι τὸ μέλος, δι' οὗ ὁμιλοῦμεν τῷ Θεῷ,
δι' οὗ τὴν εὐφημίαν ἀναφέρομεν. Τοῦτό ἐστι τὸ μέλος, δι' οὗ τὴν φρικτὴν θυσίαν ὑποδεχόμεθα. Ἴσασιν οἱ πιστοὶ τὸ λεγόμενον. ∆ιὸ καὶ
κατηγορίας ἁπάσης αὐτὸ καθαρὸν εἶναι χρὴ, καὶ λοιδορίας, καὶ αἰσχρολογίας, καὶ
συκοφαντίας· κἂν ἀσελγής τις λογισμὸς ἐκβιάζηται, ἀποπνίγειν αὐτὸν ἔνδον χρὴ,
καὶ μὴ ἐᾷν εἰς ῥήματα ἐκφέρεσθαι· κἂν μικροψυχία τις ἀποδυσπετεῖν σε παρασκευάζῃ,
καὶ ταύτην ἀναξηραίνειν τὴν ῥίζαν, καὶ ἀσφαλῆ
τὴν θύραν ἔχειν, καὶ ἀκριβῆ τὴν φυλακήν· καὶ τὰ πονηρὰ βουλεύματα μήτε ἐᾷν τίκτεσθαι, καὶ τικτόμενα ἀποπνίγειν ἔνδον, καὶ καταξηραίνειν τὴν ῥίζαν.
εʹ. Τοιαύτην εἶχε φυλακὴν ὁ Ἰώβ· διὰ τοῦτο οὐδὲν ἐξήνεγκε ῥῆμα ἀπηχὲς, ἀλλ'
ἐπὶ πλέον μὲν ἐσίγα· . ὅτε δὲ καὶ φθέγξασθαι ἔδει πρὸς τὴν γυναῖκα, ἐφθέγξατο τὰ
φιλοσοφίας γέμοντα ῥήματα.
Τότε γὰρ δεῖ φθέγγεσθαι μόνον,
ὅταν τῆς σιγῆς
τὰ λεγόμενα χρησιμώτερα ᾖ. ∆ιὰ τοῦτο
καὶ ὁ Χριστὸς ἔλεγε· Πᾶν ῥῆμα
ἀργὸν, ὃ ἐὰν λαλήσωσιν ἄνθρωποι,
δώσουσιν ὑπὲρ αὐτοῦ λόγον. Καὶ ὁ Παῦλος· Λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω.
Πῶς δ' ἂν γένοιτο ἀσφαλὴς
αὕτη ἡ θύρα,
καὶ ἡ φυλακὴ ἀκριβὴς, ἄκουσον ἑτέρου
λέγοντος· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου.
Ἐὰν
γὰρ παιδευθῇς μηδὲν περιττὸν
λαλεῖν, ἀλλὰ διαπαντὸς
τῇ τῶν θείων Γραφῶν διηγήσει τειχίζῃς σου καὶ τὴν διάνοιαν καὶ τὸ στόμα, ἀδάμαντος ἔσται ἀσφαλεστέρα ἡ
φυλακή. Καὶ γὰρ πολλαὶ ὁδοὶ ἀπωλείας
διὰ τοῦ στόματος, οἷον ὅταν τις αἰσχρολογῇ, ὅταν εὐτραπελεύηται, ὅταν
κενοδοξῇ, ὅταν μεγαλαυχῇ, ὡς ὁ Φαρισαῖος, ὃς ἐπεὶ οὐκ ἔσχε θύραν ἐπὶ τοῦ στόματος, πάντα ἐξεχύθη
τὰ ἔνδον δι' ὀλίγων ῥημάτων·
διὸ καὶ ὥσπερ οἰκία ἀθύρωτος
οὐκ ἰσχύσας κατασχεῖν
τὸν θησαυρὸν τὸν ἐναποκείμενον,
ἀθρόον ἐγένετο πένης. Σκόπει μοι καὶ ἄλλον διὰ μεγαληγορίας ἀπολλύμενον
ὁμοίως. Εἶπε γὰρ, φησὶν, Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον
μου. Ἰουδαῖοι δὲ διὰ τὸ ἐφήδεσθαι τοῖς
τοῦ πλησίον κακοῖς νῦν μὲν ἀκούουσιν· Ἀνθ' ὧν εἶπας, Εὖγε, γέγονεν ὡς τὰ λοιπὰ ἔθνη Ἰσραήλ·
νῦν δὲ ὀνειδίζονται, διὰ τὸ ἀποδυσπετεῖν, καὶ λέγειν· Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε. Καὶ ἡμεῖς
μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες
ἀνομήματα. Οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βίβλῳ; Ἕτεροι διὰ γογγυσμὸν, καθώς
φησιν ὁ Παῦλος· Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ἀπὸ
τοῦ ὀλεθρευτοῦ. Καὶ πότε ἐγόγγυσαν; Ὅτε ἔλεγον·
Ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι μνήματα
ἐν Αἰγύπτῳ. Ἕτεροι διὰ παιδιὰν καθάπερ φησίν· Ἔφαγον καὶ ἔπιον, καὶ ἀνέστησαν
παίζειν. Ἄλλοι διὰ λοιδορίας. Πᾶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ
κρίσει. Καὶ ἕτεροι τούτων πλείους δι' ἄλλα
ἀπώλοντο, μὴ φυλάξαντες τὰ ἑαυτῶν
στόματα. Εἰ δὲ βούλει καὶ ἀπὸ σιγῆς ἀκαίρου ἀκοῦσαι ἀπολλυμένους τινὰς, ἐγώ σοι δείξω. Ἐὰν γὰρ μὴ διαστείλῃς,
φησὶ, τῷ λαῷ, ἐκεῖνος μὲν ἀποθανεῖται τῇ ἁμαρτίᾳ αὐτοῦ, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς
χειρός σου ἐκζητήσω. Ἄλλος, ἐκ τοῦ ἀδιακρίτως τισὶ διαλέγεσθαι, καὶ τὰ ἐμπιστευθέντα ἐκχεῖν.
Μὴ δῶτε γὰρ,
φησὶ, τὰ ἅγια
τοῖς κυσὶ, μήτε ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ἄλλος,
ἐκ τοῦ γελᾷν· διό φησιν· Οὐαὶ ὑμῖν οἱ γελῶντες,
ὅτι κλαύσετε. Εἶδες πῶς ἀπόλλυσι στόμα; Ὅρα καὶ πῶς σώζει στόμα ἀπὸ τῶν
ἐναντίων. Εἶδες τὸν
Φαρισαῖον ἀπολλύμενον δι' αὐτοῦ;
Ὅρα τὸν τελώνην σωθέντα δι' αὐτοῦ. Εἶδες τὸν μεγαλήγορον βάρβαρον δίκην δόντα; Ὅρα τὸν δίκαιον μετριάζοντα καὶ λέγοντα,
Ἐγώ εἰμι γῆ καὶ σποδός. Εἶδες τὸν ἐφηδόμενον ἐγκαλούμενον καὶ κολαζόμενον; Ὅρα
τὸν συναλγοῦντα σωζόμενον. ∆ὸς γὰρ, φησὶ,
τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυνωμένων. ∆ιὸ καὶ Παῦλος ἔλεγε,
Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Εἰ καὶ μηδὲν ἕτερον δύνασαι, φησὶν, οὐ μικρὸν
τοῦτο εἰσοίσεις τῷ ἀλγοῦντι, τὸ συναλγῆσαι. Εἶδες τὸν γελῶντα θρήνῳ παραδιδόμενον; Ὅρα τὸν πενθοῦντα παρακλήσεως ἀπολαύοντα. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ
παρακληθήσονται. Εἶδες τοὺς ἀποδυσπετοῦντας κολαζομένους;
Ὅρα τοὺς εὐχαριστοῦντας σωζομένους. Εὐλογητὸς εἶ, Κύριε, καὶ αἰνετὸν τὸ ὄνομά
σου, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν. Καὶ μετ' ὀλίγα, Πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας. Ἐκεῖνοι ἔλεγον,
Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίον· οὗτοι ἀπεναντίας, Καθαρὸς ὁ
ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν
πονηρά. Ἐκεῖνοι ἐμακάριζον ἀλλοτρίους, ὅτι ἀνοικοδομοῦνται
ποιοῦντες ἀνομήματα· οὗτος τοὺς ὑπὸ Θεοῦ βοηθουμένους. Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος
ὁ Θεὸς αὐτοῦ. Καὶ πάλιν,
Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Εἶδες τοὺς ἁγίους καὶ ἑτέροις παραινοῦντας, καὶ αὐτοὺς ἀπεριτρέπτους ἐν τοῖς πειρασμοῖς μένοντας; Ἄκουσον γοῦν τοῦ Ἰακὼβ λέγοντος· Ἐὰνδῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον
περιβαλέσθαι. Καὶ τοῦ Ἀβραάμ· Οὐ μὴ
λάβω ἀπὸ σοῦ ἀπὸ σπαρτίου
ἕως σφαιρωτῆρος ὑποδήματος. Καὶ ἡνίκα
δὲ ἡ γυνὴ διαφθείρεσθαι ἔμελλε,
καὶ ὁ λιμὸς ἐπέκειτο, οὐδὲν ἐφθέγξατο
ῥῆμα ἀπηχές. Καὶ ὅτε ὁ παῖς εἶπεν, Πάτερ, ἰδοὺ τὰ ξύλα καὶ
τὸ
πῦρ, ποῦ τὸ πρόβατον; ὅρα πῶς μετὰ ἐπιεικείας καὶ φιλοσόφου διανοίας ἀποκρίνεται,
καὶ λέγει· Ὄψεται ἑαυτῷ ὁ Θεὸς πρόβατον, τέκνον· οὔτε ὑπὸ τῆς φύσεως, οὔτε ὑπὸ
τῆς συμπαθείας ἐπιστραφεὶς πρὸς τὰ τοῦ παιδὸς ῥήματα, μόνος πρὸς μόνον ἃ ἐποιεῖτο,
ὅτε μάλιστα καὶ τὰ τοῦ πόθου σφοδρότερον ἀνάπτεσθαι εἰκὸς ἦν. Ἵνα γὰρ μή τις εἴπῃ,
ὅτι ἑτέρους αἰδούμενος οὐκ ἐπένθησε, χωρισθεὶς
αὐτῶν καὶ μόνος
ὢν ἔδειξε τῆς φιλοσοφίας τὸν τόνον.
ς ʹ. Εἶδες τοὺς διὰ γέλωτος κολαζομένους; Ὅρα τοὺς διὰ θρήνων καὶ νηστειῶν σωζομένους, τοὺς Νινευίτας ἐννοήσας.
Εἶδες τοὺς διὰ λοιδορίας τιμωρουμένους; Σκόπει τοὺς δι' εὐφημίαν μισθὸν
λαμβάνοντας. Ὁ εὐλογῶν
σε εὐλογημένος, καὶ
ὁ καταρώμενός σε, ἐπικατάρατος. Εὐλογεῖτε
τοὺς διώκοντας ὑμᾶς,
εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ
Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς ὅτι οὐδὲ κεκλεῖσθαι δεῖ δι' ὅλου, οὐδὲ ἀνεῷχθαι εἰς πάντα,
ἀλλ' εἰδέναι τὸν καιρὸν ἑκάστου;
Ταῦτα καὶ ὁ προφήτης εἰδὼς ἔλεγε, .Θοῦ,
Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν
περιοχῆς περὶ τὰ χείλη μου. Τίς δ' ἂν γένοιτο φυλακὴ ἄλλη, ἢ λογισμὸς φοβερῶς ἐφεστὼς,
μετὰ χεῖρας ἔχων τὸ
πῦρ τὸ μέλλον κατακαίειν τοὺς ἁπλῶς τῷ στόματι κεχρημένους; Τοῦτον στῆσον πυλωρὸν καὶ φύλακα
ἀπειλοῦντα τῷ συνειδότι, καὶ οὐδέποτε
ἀνοίξει τὴν θύραν ταύτην ἀκαίρως, ἀλλ' εἰς
καιρὸν, καὶ ἐπὶ κέρδει καὶ μυρίοις ἀγαθοῖς. ∆ιό τις ἔλεγε· ∆ιὰ παντὸς μιμνήσκου
τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς.
Εἶδες πῶς καὶ οὗτος
τοῦτον ἐπέστησε τὸν λογισμόν;
Ἐγὼ δὲ καὶ φοβερώτερον ἐποίησα αὐτὸν, οὐχὶ τῇ
τελευτῇ μόνον, ἀλλὰ
καὶ μετὰ τὴν τελευτὴν, εἰπὼν αὐτὸν
μετὰ χεῖρας ἔχειν. Ἂν τοῦτο ᾖ, οὐδὲ τεχθήσεταί τι πονηρὸν ἐν τῇ διανοίᾳ. Μετὰ
τούτου καὶ ἕτερον αὐτῷ
παράστησον τὸν λέγοντα, ὅτι παντὸς
ῥήματος ἀργοῦ λόγον ἀποδώσεις ἐν ἡμέρᾳ κρίσεως. Ἐννόησον ὅτι καὶ ὁ θάνατος
ἐντεῦθεν εἰσῆλθεν. Εἰ γὰρ μὴ διελέχθη ἡ γυνὴ πρὸς τὸν ὄφιν ἐκεῖνα ἃ διελέχθη, εἰ
μὴ προσήκατο τὰ ῥήματα, οὐκ ἂν ἐδέξατο τὴν βλάβην, οὐκ ἂν ἔδωκε τῷ ἀνδρὶ, οὐκ ἂν
ἔφαγεν ἐκεῖνος. Καὶ ταῦτα λέγω, οὐ γλῶτταν καὶ στόμα αἰτιώμενος· ἄπαγε· ἀλλὰ
τὴν ἄκαιρον αὐτῶν χρῆσιν, ἣ παρὰ ῥᾳθυμίαν γίνεται
τοῦ λογισμοῦ. Ἔστι δὲ καὶ ἄλλη ὁδὸς ἀπωλείας διὰ στόματος γινομένη, ὅταν φιλήματα αἰσχρὰ ᾖ
καὶ ἀκάθαρτα, ὅταν δολερὰ καὶ ὕπουλα. Καὶ τούτοις τίθει φυλακήν. Τοιοῦτον φίλημα
ἦν τὸ τοῦ Ἰούδα, δόλου γέμον· ἀλλ' οὐ τὸ τοῦ Παύλου τοιοῦτον, ᾧ φιλεῖν ἀλλήλους
ἐκέλευσε, λέγων· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· ὥσπερ οὐδὲ τοῦ ∆αυῒδ τὸ
πρὸς τὸν Ἰωνάθαν, ἀλλὰ ἅγιον καὶ
σεμνὸν, καὶ γνησίας ἀγάπης γέμον, καὶ οἷον ἦν τὸ τῶν ἐπιπεσόντων τῷ τοῦ Παύλου τραχήλῳ, καὶ καταφιλούντων αὐτόν. ∆ιὰ τοῦτό
φησι· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί
μου, καὶ θύραν· οὐχ ἁπλῶς Θύραν, ἀλλὰ Περιοχῆς ἐπαγαγὼν, ὥστε περιέχειν τὸ πᾶν καὶ ἀσφαλίζεσθαι. Ἔστι καὶ ἕτερον εἶδος
ἀπωλείας διὰ γλώττης, τὸ λέγειν. ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο γέγονε; ∆ιὰ τοῦτο
καθαπτόμενος ὁ Παῦλος τῶν οὕτω φθεγγομένων ἀπερισκέπτως· Μενοῦν γε, ὦ ἄνθρωπε,
σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Οὐ
στόμα δὲ δεῖ φυλάττειν μόνον, ἀλλὰ καὶ διάνοιαν
πρὸ τοῦ στόματος. ∆ιὸ καί τις ἔλεγε· Τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας,
ἵνα ἐν τοῖς ἀγνοήμασί μου μὴ φείσωνται; ∆ιὸ καὶ ὁ Χριστὸς ἔνδοθεν αὐτοὺς ἀναιρεῖ τοὺς πονηροὺς λογισμοὺς, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν.
Ὁρᾷς πῶς οὐκ ἀφίησιν αὐτοὺς βλαστῆσαι, οὐδὲ ἀρχὴν λαβεῖν, οὐκ ἐπιθυμίαν,
οὐκ ὀργήν; Καὶ γὰρ Ὁ ὀργιζόμενος, φησὶ, τῷ ἀδελφῷ, ἔνοχος
ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.
Οὐ μικρὸν δὲ καὶ τὸ μὴ πολλὰ φθέγγεσθαι
εἰς ἀσφάλειαν· διό
φησιν, Ἐκ πολυλογίας
οὐκ ἐκφεύξῃ ἁμαρτίαν·φειδόμενος δὲ
χειλέων, νοήμων ἔσῃ.
Μὴ ἐκκλίνῃς τὴν
καρδίαν μου εἰς λόγους
πονηρίας, τοῦ προφασίζεσθαι
προφάσεις ἐν ἁμαρτίαις.
Ἄλλος, Μὴ παρατρέψῃς τὴν καρδίαν
μου εἰς λόγους πονηροὺς,
ἐννοεῖν ἐννοίας παρανόμους.
Τί δήποτε ἐναντίαν τὴν τάξιν ἐποιήσατο,
καὶ πρότερον περὶ στόματος διαλεχθεὶς, τότε
ἐπὶ τὴν καρδίαν ἦλθεν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τοῦτο ποιεῖ. Καθάπερ γὰρ ἐπὶ τῶν
δεσμωτῶν τῶν βουλομένων ἐκφυγεῖν ἔργον προηγούμενον οἱ τὴν ἐπιμέλειαν ἔχοντες
ποιοῦνται προκαταλαβεῖν τοῦ
δεσμωτηρίου τὰς θύρας καὶ τοῦτο πάντες ἐσπουδάκασι, κἂν τοῦτο γένηται, τὸ λειπόμενον
εὐδιόρθωτον· οὕτω δὴ καὶ οὗτος
ἐνταῦθα ποιεῖ, καὶ
δι' ὧν παραινεῖ, τοῦτο μονονουχὶ
λέγει· Ἔστωσαν αἱ θύραι
κεκλεισμέναι, καὶ οἱ
πονηροὶ λογισμοὶ ταχέως χειρωθήσονται. ∆ιὰ
τοῦτο οὐδὲ τὴν ἀρχὴν συγχωρεῖ
ἔξωθεν εἰσελθόντας, καὶ τὴν πονηρὰν ἀνασπᾷ ῥίζαν, λέγων· Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας. Οὐχ ὅτι ὁ
Θεὸς ἐκκλίνει· μὴ γένοιτο· ἀλλ' ὃ λέγει, τοιοῦτόν ἐστι· Μὴ ἀφῇς κλιθῆναι, μὴ ἀφῇς περιτραπῆναι εἰς ἐννοίας
πονηράς. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς ἀρετῆς καὶ τῆς κακίας, ἀπὸ τῆς καρδίας.
Τίνες δὲ οἱ λόγοι τῆς πονηρίας; Πολλοὶ
καὶ διάφοροι. Καὶ γὰρ οἱ ἐπιβουλὰς ῥάπτοντες,
οἱ τὸν Θεὸν
διαβάλλοντες, οἱ ἀρετὴν ἀποστρεφόμενοι, οἱ κακίαν διώκοντες, οἱ
περὶ δογμάτων διεφθαρμένων καὶ βίου ἠμελημένου
ἡδέως ἀκούονται λόγοι, καὶ τὰ
τοιαῦτα, ἐκ πονηρίας πολλῆς προϊέμενοι· ὥσπερ δέ εἰσιν ἔννοιαι καὶ ῥήματα
πονηρίας, οὕτω καὶ ζωῆς. ∆ιὸ καὶ ἔλεγον οἱ μαθηταὶ τῷ Χριστῷ, Ῥήματα ζωῆς αἰωνίου ἔχεις·
καὶ πρὸς τίνα ἀπελευσόμεθα; Λέγεται
δὲ ῥήματα ζωῆς, τὰ ζωὴν παρέχοντα· λέγεται δὲ καὶ ῥήματα σωτηρίας, τὰ
σωτηρίαν περιποιοῦντα. ∆ιὸ καί τις σοφὸς
λέγει, Μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας. Λόγοι πονηρίας καὶ οἱ πονηροὺς ποιοῦντες
τοὺς λέγοντας.
ζʹ. Ὥσπερ γάρ εἰσιν ἀέρες λοιμώδεις καὶ νοσοποιοὶ, οὕτω καὶ λόγοι. Ὅπερ γὰρ ἐργάζονται
ἐν σώματι ἐκεῖνοι, τοῦτο οὗτοι τῇ παραδεχομένῃ ψυχῇ. Εὔχεται τοίνυν καὶ οὗτος δι' ὧν ἐπήγαγε, καὶ λέγει· Μὴ ἀφῇς
τὴν καρδίαν μου δέξασθαι λόγους τοιούτους, μὴ ἀφῇς ἐκεῖ κλιθῆναι. Εἶδες πῶς δείκνυσι τὸ αὐτεξούσιον, καὶ ὅτι οὐκ
ἐν ἑαυτῇ τὴν πονηρίαν ἡ φύσις ἔχει, ἀλλ' ἀπὸ ῥᾳθυμίας
κλινομένη δέχεται; Τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Αὕτη μάλιστά
ἐστιν ἡ τῆς ἀπωλείας
ὁδὸς, ὅταν ἢ αὐτὴ ἡ ἁμαρτοῦσα ψυχὴ τὸν φόβον ἐκλύσῃ, καὶ προφάσεις
τινὰς εἰς ῥᾳθυμίαν ἐπινοῇ· ἢ καὶ ὅταν, μοιχεύσαντός τινος, βουλόμενος
ἕτερος ἐκλῦσαι αὐτοῦ τὴν κατάνυξιν, λέγῃ·
Μὴ γὰρ σὺ αἴτιος; ἡ ἐπιθυμία αἰτία. Κακὸν γοῦν τὸ ἁμαρτεῖν, χαλεπώτερον δὲ αὐτὸ ποιεῖ τὸ ἀρνεῖσθαι μετὰ τὸ ἁμαρτεῖν. Τοῦτο μάλιστα ὅπλον τοῦ διαβόλου. Τοῦτο καὶ ἐπὶ τῶν πρωτοπλάστων ἐγένετο. ∆έον γὰρ ὁμολογῆσαι τὸν Ἀδὰμ τὰ
πεπλημμελημένα, ὁ δὲ ἐφ' ἑτέραν μεταφέρει
τὴν αἰτίαν, κἀκείνη πάλιν ἐπὶ τὸν διάβολον. ∆έον εἰπεῖν, Ἡμάρτομεν, ἠνομήσαμεν,
οἱ δὲ οὐ . μόνον οὐχ ὁμολογοῦσιν, ἀλλὰ καὶ ἀπολογίαν συντιθέασιν. Ὁ γὰρ διάβολος
εἰδὼς, ὅτι ἡ ὁμολογία τῆς ἁμαρτίας λύσις ἐστὶ τῆς ἁμαρτίας, πείθει τὴν ψυχὴν ἀναισχυντεῖν. Ἀλλὰ σὺ, ἀγαπητὲ, ὅταν ἁμάρτῃς, εἰπὲ, ὅτι Ἥμαρτον·
ταύτης τῆς ἀπολογίας οὐδὲν δικαιότερον. Οὕτω τὸν Θεὸν ἵλεων ποιεῖς· οὕτω καὶ
σεαυτὸν ὀκνηρότερον εἰς τὸ τοῖς αὐτοῖς
περιπεσεῖν. Ὅταν δὲ μέλλῃς προφάσεις
οὐκ οὔσας ζητεῖν, καὶ ἀπαλλάττειν τὴν
ψυχὴν τοῦ δέους, προθυμοτέραν αὐτὴν ἐργάσῃ
πρὸς τὸ πάλιν ἐμφύρεσθαι τοῖς αὐτοῖς, καὶ τὸν
Θεὸν μειζόνως παροξυνεῖς. Οὐδένα γὰρ τῶν ἁμαρτανόντων πρόφασις λείπει ἀναίσχυντος.
Καὶ γὰρ ὁ ἀνδροφόνος τὸν θυμὸν αἰτιάσασθαι
ἔχει, καὶ ὁ κλέπτης τὴν πενίαν, καὶ ὁ μοιχὸς τὴν ἐπιθυμίαν, καὶ ἕτερος τὴν
δυναστείαν· ἀλλὰ ταῦτα προφάσεις εἰσὶν ἄλογοι, οὐδεμίαν ἀπολογίαν εὔλογον ἔχουσαι.
Οὐδὲ
γὰρ ἐκεῖνα ποιεῖ τὰς ἁμαρτίας, ἀλλ' αἱ γνῶμαι τῶν ἁμαρτανόντων. Καὶ ὅτι αὗται, ἀπὸ τῶν προσεχόντων τοῦτο ποιήσω φανερόν. Ὅταν γὰρ φαίνηται ἕτερος ἄνθρωπος, καὶ πενίᾳ συζῶν, καὶ ἐπιθυμίαν ἔχων, καὶ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενος, καὶ ταῦτα μὴ ἁμαρτάνων,
ποίαν ἕξουσιν οὗτοι ἀπολογίαν; ∆ιὰ τοῦτο
σοφός τις καλῶς οὕτως εἶπε·
Τίς δώσει ἐπὶ διανοίας μου μάστιγας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ
φείσωνται; Ὅρα τὸν
∆αυῒδ οὐ προφασιζόμενον ἡνίκα
ἥμαρτεν, ἀλλὰ λέγοντα· Ἡμάρτηκα τῷ Κυρίῳ. Καίτοι γε εἶχεν
εἰπεῖν· Τί γὰρ ἐγυμνοῦτο ἡ γυνή; τί γὰρ ἐλούετο
πρὸ τῶν ὀφθαλμῶν τῶν ἐμῶν; Ἀλλ' ᾔδει ὅτι
ταῦτα πρόφασις ἦν ἄλογος· καὶ διὰ τοῦτο ἦλθεν
ἐπὶ τὴν σαφῆ ἀπολογίαν, τῷ εἰπεῖν, Ἥμαρτον. Ἀλλ' οὐχ ὁ Σαοὺλ οὕτως, ἀλλ' ἐγκαλούμενος περὶ τῆς ἐγγαστριμύθου, ἔλεγε, Θλίβομαι, καὶ
οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί. ∆ιὰ δὴ
τοῦτο μάλιστα ἐκολάζετο. ∆έον γὰρ εἰπεῖν, Ἥμαρτον, καὶ, Παρηνόμησα· ὁ δὲ τοῦτο μὲν οὐκ
εἶπε, περιήρχετο δὲ προφάσεις
ἀλόγους ζητῶν. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν. Τοῦτο
ἐπήγαγε δεικνὺς, ὅτι ἐκείνων ἐστὶ μάλιστα τὸ προφασίζεσθαι, τὸ ἀναισχυντεῖν. ∆ιὰ δὴ τοῦτο καὶ ὁ ∆αυῒδ συνεχῶς ἀντὶ ἀρετῆς
τοῦτο προβάλλεται, τὸ φεύγειν
τοὺς τοιούτους συλλόγους,
μᾶλλον δὲ καὶ ἐντεῦθεν τοῦ βιβλίου παντὸς ἄρχεται λέγων· Μακάριος ἀνὴρ,
ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισε.
∆ι' αὐτὸ δὲ τοῦτο εὑρίσκεις αὐτὸν ἀεὶ ἐν
τοῖς ἁμαρτήμασιν εὐγνώμονα. Ὅτε γοῦν
ἠρίθμησε τὸν λαὸν, ἔλεγεν· Ἐγὼ ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα.
Οὐκ εἶπε· Τί γάρ ἐστι, ὅτι
ἠρίθμησα; ἀλλ' ἑαυτὸν καταδικάζει, διὸ καὶ συγγνώμης τυγχάνει. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν ἵλεων ποιεῖ,
ὡς τὸ τὰ οἰκεῖα ὁμολογεῖν ἁμαρτήματα. Τοῦτο γένοιτ' ἂν ἐκ τοῦ φεύγειν τοὺς
συλλόγους τοὺς ἐκλύοντας
τὸν ἐκ τῶν ἁμαρτημάτων φόβον,
καὶ εἰς ῥᾳθυμίαν ἐμβάλλοντας.
∆ιὸ καὶ Παῦλος καὶ Ἱερεμίας πολὺν ὑπὲρ τούτου
ποιοῦνται λόγον, φεύγειν κελεύοντες
ἑκάτεροι τῶν πονηρῶν
τὰς συνουσίας, καὶ τῶν οὕτω ῥᾳθύμων. Καὶ ὁ Ἰὼβ δὲ ἐν τάξει ἀρετῆς καὶ
τοῦτο τίθεται λέγων· Εἰ ἤμην πορευόμενος μετὰ
γελοιαστῶν. Οὗτος δὲ μηδὲ
καθίσαι δείκνυσιν ἑαυτὸν
μετὰ τοιούτων, λέγων· Οὐκ ἐκάθισα ἐν συνεδρίῳ
παιζόντων. ∆ιά τοι τοῦτο καὶ Παῦλος οὐκ ἀφίησι συνεσθίειν τοῖς πονηροῖς,
οὐδὲ ἁπλῶς συγγίνεσθαι, λέγων· Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς,
τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ. Καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν
αὐτῶν. Ἕτερος, Μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Ἄλλος, Μὴ συναυλισθῶ ἐν ταῖς
τερπνότησιν αὐτῶν. Τὸ ἀποστολικὸν ἐνταῦθα λέγει, ὅτι καὶ τρυφὰς αὐτῶν καὶ συμπόσια φεύγειν δεῖ, ἔνθα μάλιστα τὰ τῆς ἁμαρτίας αὔξεται, ἔνθα
πλείων ἡ ἄδεια γίνεται.
ηʹ. Οὐ μικρὸν δὲ τοῦτο ἀρετῆς σημεῖον, οὐ
μικρὰ διορθώσεως ὁδὸς, τὸ φεύγειν τὰ τοιαῦτα
συμπόσια καὶ τοὺς
συλλόγους, καὶ μήτε
φιλίαν αἰδεῖσθαι, μήτε
γαστρὶ δουλεύοντας τὸν τόνον ἐκλύειν τῆς ψυχῆς, καὶ τὸ τῆς φιλοσοφίας εὔτονον παραλύειν. Οὕτω πολλοὶ φιλίαν
αἰδεσθέντες εἰς τὸ τῆς μέθης κατεκυλίσθησαν κλυδώνιον,
οὕτως ὑπὸ πορνείας ἑάλωσαν,
καὶ πῦρ ἡδονῆς
ἀνῆψαν, συμπόσια διώξαντες
καὶ θέατρα πολλὴν ἔχοντα
παρανομίαν. Τοῦτο καὶ αὐτὸς δείκνυσιν ἑαυτὸν πεποιηκέναι, ὡς μηδὲ μετασχεῖν τῆς τοιαύτης τραπέζης.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ἄλλος, Κατελεησάτω με δίκαιος
ἐλέους, καὶ ἐλεγξάτω. Καὶ τοῦτο οὐ μικρὸν
ἀρετῆς εἶδος μετὰ τοῦ προτέρου, τὸ μὴ φεύγειν ἐλέγχους, μηδὲ ἐπιτιμήσεις
τὰς παρὰ τῶν δικαίων γινομένας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τῶν μὲν πρὸς χάριν
διαλεγομένων ἐπὶ βλάβῃ
μηδέποτε μεταλάβοιμι, φησὶ,
τῶν
συλλόγων·
τοὺς δὲ ἐπιστύφοντας καὶ
διορθουμένους, τούτους ἑλοίμην,
τοὺς ἐλέγχοντας, τοὺς ἐγκαλύπτοντας τὰ πεπλημμελημένα, τοὺς ἐπιτιμῶντας. Τοῦτο γὰρ μάλιστα ἐλέους καὶ φιλανθρωπίας, τὸ
τὰ τραύματα διορθοῦν. Ἔλαιον δὲ, φησὶν, ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν
μου. Εἶδες ψυχὴν συγκεκροτημένην ἀρετῇ; Τῶν μὲν δικαίων καὶ τὰς ἐπιτιμήσεις μεθ' ἡδονῆς φέρει, τῶν
δὲ παρανόμων καὶ τὰ πρὸς χάριν
λεγόμενα διακρούεται. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν ἐλεοῦντες πολλάκις ἀπώλεσαν· οὗτοι
δὲ ἐπιτιμῶντες καὶ ἐπιστύφοντες διώρθωσαν·
καὶ τῷ μὲν ἐλέγχῳ τούτων συγκεκλήρωται ἔλεος, τῷ δὲ ἐλέῳ ἐκείνων θάνατος. ∆ιὸ καί τις ἔφησεν· Ἀξιοπιστότερα
τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν. Καὶ σκόπει πῶς τὸ ἀποστολικὸν ἐνταῦθα
δηλοῖ, τὸ, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Τοιοῦτος γὰρ καὶ ὁ ἔλεγχος τῶν ἁγίων.
Οὕτω καὶ ἰατροὶ ποιοῦσιν· οὐ τέμνουσι μόνον, ἀλλὰ καὶ ἐπιδεσμοῦσι. ∆ιὰ τοῦτο καὶ
ὁ Χριστὸς εὐπαράδεκτον ποιῶν γίνεσθαι
τὸν ἔλεγχον, οὐκ ἀφίησι δημοσιεύεσθαι
ἐκ προοιμίων τὴν ἐπιτίμησιν, λέγων· Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ
αὐτοῦ μόνου. Οὕτω καὶ Παῦλος ἐποίει, μετὰ ἐλέους τὸν ἔλεγχον ἐπιδεικνύμενος, καὶ νῦν μὲν λέγων· Ὦ ἀνόητοι Γαλάται· νῦν δὲ,
Τεκνία μου, οὓς πάλιν ὠδίνω. Πολλὰ γὰρ δεῖ τὸν ἐλέγχοντα ἐπινοεῖν, ὥστε εὐπαράδεκτον γενέσθαι
τὸν ἔλεγχον, καὶ πολλῆς
χρεία συνέσεως τῷ τοῦτο ἐπάγοντι
τὸ φάρμακον· μᾶλλον μὲν οὖν, πλείονος ὁ ἐλέγχων δεῖται συνέσεως, ἢ ὁ σῶμα τέμνων.
Πῶς; . Ὅτι ἐκεῖ μὲν ἕτερον τὸ τέμνον, καὶ ἕτερον τὸ ὑπομένον τὴν ὀδύνην· ἐνταῦθα
δὲ αὕτη καὶ ἡ τεμνομένη καὶ ἡ φέρουσα
τὴν ἀλγηδόνα. Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν
κεφαλήν μου. Τί ἐστι
τοῦτο; Ἐκεῖνος, φησὶν,
οὐ τὸ χρήσιμον ζητεῖ
τοῦ ἀκούοντος, ἀλλὰ τὸ ἑαυτοῦ,
ἵνα ἡδὺς φαίνηται,
ἵνα προσφιλής· οὗτος δὲ πρὸ τῆς ἑαυτοῦ
χάριτος τὸ ἐκείνου συμφέρον σκοπεῖ. Ὥστε ἀλλήλων καὶ ταύτῃ μάλιστα διεστήκασιν. Εἰ δὲ ἐλεοῦντας ἀποστρέφεσθαι χρὴ τοὺς πονηροὺς, πότε αὐτοὺς
δεῖ προσίεσθαι; Οὐδέποτε. Ὥστε κἂν χρήματα παρέχῃ, κἂν τρυφὴν ἐπαγγέλληται καὶ τιμὰς, διακρούου καὶ φεῦγε·
τὸν δὲ δίκαιον, κἂν σκώπτῃ λόγοις, κἂν ἐπιτιμᾷ, δίωκε· ἐκεῖνος γάρ ἐστι ὁ φιλῶν. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις
αὐτῶν. Ἄλλος, Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Ἄλλος, Ὅτι ἔτι
καὶ ἡ προσευχή μου ἐν ταῖς πονηρίαις αὐτῶν. Τὰ μὲν ᾔτησε, τὰ δὲ παρ' ἑαυτοῦ παρέχεται· ἐντεῦθεν
δείκνυσιν, ὅτι εὐχῇ οὐ
δεῖ θαῤῥεῖν μόνον αὐτοὺς
ἀναπεπτωκότας καὶ καθεύδοντας, ἀλλὰ τὰ παρ'
ἑαυτῶν εἰσφέρειν. Τί οὖν οὗτος ἐξ
ἑαυτοῦ παρέχεται; Οὐ πρόβατα, καὶ βόας,
καὶ χρήματα, ἀλλὰ
τρόπων ἐπιείκειαν, καὶ τὸ
μεθ' ὑπερβολῆς ἀποστρέφεσθαι αὐτῶν τὴν
πονηρίαν. Οὐ μόνον, φησὶ, φεύξομαι τὴν ἐκείνων
χάριν τὴν ἐπιβλαβῆ, οὐδὲ αἱρήσομαι
τὴν τούτων ἐπιτίμησιν,
ἀλλὰ καὶ κατὰ τῶν ἐπιθυμιῶν
αὐτῶν στήσομαι· τοσοῦτον ἀπέχω ἑλέσθαι τὸν ἐκείνων ἔλεον,
ὅτι καὶ εὔχομαι
κατὰ τῶν ἐπιθυμιῶν αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν ταῖς εὐδοκίαις
αὐτῶν. Κατεπόθησαν ἐχόμενα πέτρας
οἱ κριταὶ αὐτῶν. Ἄλλος, Ἐκτιλήσονται ἐν χειρὶ πέτρας. Ἐνταῦθα δείκνυσι τὸ
τῆς ἁμαρτίας εὐχείρωτον, καὶ τὸ ἀπόκρημνον τῆς κακίας. Αὐτοὶ, φησὶν, οἱ δυνάσται,
οἱ πάντα ἄγοντες καὶ φέροντες, ἀπώλοντο. Καὶ οὐκ εἶπεν, Ἀπώλοντο,
ἀλλὰ, Κατεπόθησαν, δηλῶν ὅτι οὕτως, ὡς μηδὲ ἴχνος αὐτῶν φαίνεσθαι, ὃ
καὶ περὶ τοῦ ἀσεβοῦς λέγει, ὅτι Παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Τί ἐστιν, Ἐχόμενα; Ἐγγύς. Ὃ δὲ λέγει,τοῦτό
ἐστιν·
Ὥσπερ ἡ πέτρα τις
κατὰ πόντου βληθεῖσα
οὐκ ἂν φανείη, οὕτω δὴ
καὶ αἱ ἐκείνων εὐημερίαι
καταδυόμεναι λοιπὸν ἀφανεῖς
γίνονται, ὁλοσχερῆ τὴν ἀπώλειαν
ὑπομένουσαι. Ἢ τοῦτο
τοίνυν φησὶ, τὸ ἀνώνυμον, τὸ πρόῤῥιζον, ἢ τὸ ἰσχυρὸν, καὶ δυνατὸν, καὶ κραταιόν.
Τοῦτο γὰρ τὸ, Ἐκτιλήσονται ἐν
χειρὶ πέτρας. Ἀκούσονται τὰ
ῥήματά μου, ὅτι
ἡδύνθησαν. Ἕτερος, Ὅτι ἐδορυφορήθησαν.
Ἄλλος, Ὅτι εὐπροσωπίσθησαν. Τουτέστι, διὰ τῆς πείρας εἴσονται τῶν πραγμάτων τὴν ἡδονὴν τῆς ἐμῆς παραινέσεως καὶ συμβουλῆς.
Καὶ πῶς; Ὁ ἔλεγχος τῶν δικαίων τοῦτον φέρει τὸν καρπὸν, καὶ ἡ παιδεία αὐτῶν πολλὴν
ἔχει τὴν ἡδονήν. θʹ. Τοιοῦτον γὰρ
ἡ ἀρετή· πρόσκαιρον μὲν ἔχει τὸν πόνον,
διηνεκῆ δὲ τὴν εὐφροσύνην. Ὡσεὶ πάχος
γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς· διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν . παρὰ τὸν ᾅδην. Ἕτερος, Ὥσπερ
γεωργὸς, ὅταν ῥήσσῃ τὴν
γῆν· οὕτως ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν εἰς στόμα ᾅδου. Ἄλλος, Ὁμοίως εἰ ἀποκλῶντι καὶ διασχίζοντι τὴν γῆν, ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν
εἰς τὸν ᾅδην. Ἄλλος, Ὡς καλλιεργῶν καὶ
σκάπτων ἐν τῇ γῇ, διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Εἰπὼν ὅτι πολλὴν ἔχει
αὐτοῦ τὰ ῥήματα τὴν ἡδονὴν, λέγει καὶ τὰς παλαιὰς συμφοράς. Ὅτι καίτοι γε τὰ ἔσχατα
ἐπάθομεν, καὶ ὥσπερ γῆ διαῤῥαγεῖσα, καὶ ἀροτριωμένη, ἢ διασκαπτομένη, οὕτω πάντες
διεσπάρημεν, καὶ ἀπωλόμεθα, καὶ
πρὸς αὐτὰς τοῦ θανάτου τὰς πύλας ἤλθομεν·
ἀλλ' ὅμως καὶ οὕτω διακείμενοι μᾶλλον
ἂν ἑλοίμεθα τὴν ἀπὸ τῶν δικαίων
παίδευσιν καὶ διόρθωσιν, ἢ τὸν ἀπὸ τῶν
ἁμαρτωλῶν ἔλεον. Καὶ γὰρ, ὅπερ ἂν γένοιτο, τῆς πρὸς σὲ ἐλπίδος ἐκκρεμάμεθα, καὶ οὐκ ἄν ποτε ἐκπέσοιμεν τοῦ πρὸς σὲ ὁρᾷν. ∆ιὸ καὶ ἐπήγαγε λέγων,
Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Κἂν μυρία, φησὶν, ἐπέλθῃ δεινὰ,
κἂν πόλεμοι, κἂν μάχαι, κἂν θάνατοι, κἂν πύλαι ᾅδου, οὐκ ἀφιστάμεθα τῆς ἱερᾶς ἀγκύρας,
ἀλλ' ἐχόμεθα τῆς ἐλπίδος τῆς ἐπὶ τὴν σὴν συμμαχίαν, καὶ ὅπλα καὶ παρατάξεις ἀφέντες,
ἐντεῦθεν τὴν ἀπαλλαγὴν προσδοκῶμεν, ἀπὸ τῆς σῆς ῥοπῆς. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν
ψυχήν μου. Ἄλλος, Μὴ ἐκκενώσῃς.
Τουτέστι, μὴ ἄπρακτόν με ἀφῇς ἀπελθεῖν. Φύλαξόν
με ἀπὸ παγίδος ἧς
συνεστήσαντό μοι, καὶ ἀπὸ
σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Οὐχ ἁπλῶς ἐνταῦθα ἐπιβουλὰς λέγει,
ἀλλὰ τὰς λαθραίους, τὰς κεκρυμμένας, αἵπερ
εἰσὶ καὶ δυσφύλακτοι καὶ δυσφώρατοι, διὸ μάλιστα
καὶ τῆς ἄνωθεν δέονται ῥοπῆς. ∆ιὰ δὴ τοῦτο εἰς εὐχὴν κατακλείει τὸν λόγον,
ἐντεῦθεν προοιμιασάμενος, καὶ ἐνταῦθα τελευτῶν· δεικνὺς, ὅτι τὰ μὲν παρ' αὐτοῦ
ταῦτά ἐστιν, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεὸν, τὸ διαπαντὸς πρὸς τὸν
Θεὸν βλέπειν, τὸ φεύγειν αὐτῶν
τοὺς συλλόγους, τὸ μισεῖν αὐτῶν τὰς πονηρὰς ἐπιθυμίας· τὰ δὲ παρὰ τοῦ
Θεοῦ, ἡ βοήθεια, ἡ συμμαχία, τὸ τῶν δυσφορωτάτων αὐτὸν ἀνώτερον ποιεῖν. Οὕτω γὰρ ἡ ἀρετὴ ὑφαίνεται,
καὶ τῆς
ἡμετέρας σπουδῆς εἰσαγομένης,
καὶ τῆς τοῦ
Θεοῦ βοηθείας συμμαχούσης. Πεσοῦνται
ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρτωλοί· καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω Τίνος ἐν ἀμφιβλήστρῳ πεσοῦνται; Αὐτοῦ τοῦ Θεοῦ. Τουτέστιν, ἁλώσονται,
χειρωθήσονται. Τὰ μὲν γὰρ τῶν δικαίων,
μέχρι διορθώσεως καὶ τοῦ διεγεῖραι αὐτῶν τὴν φιλοσοφίαν· τὰ δὲ τῶν ἁμαρτωλῶν,
ἅτε ἀνίατα νοσούντων, μέχρι κολάσεως καὶ τιμωρίας. Καταμόνας
εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω.
Ἕτερος, Ἅμα ἐγώ εἰμι, ἕως οὗ παρέλθω.
Ἄλλος, Ἐπὶ τὸ αὐτό. Τουτέστι, συνημμένος, συγκεκροτημένος, οὐ διεσπαρμένος· ἢ κατὰ τοὺς Ἑβδομήκοντα, ἀπηλλαγμένος τῶν πονηρῶν, καθαρεύων τῆς ἐκείνων συνουσίας,
καὶ ὡσανεὶ μόνος οἰκῶν· ὅπερ καὶ μέγιστόν ἐστιν ἀρετῆς εἶδος. Καὶ οὐ μίαν δὲ καὶ
δύο καὶ τρεῖς φησιν ἡμέρας τοῦτο ποιεῖν, ἀλλὰ πάντα τὸν βίον. Τοῦτο ἀσφάλεια,
τοῦτο τεῖχος, τοῦτο ἀρετῆς
ἐπίδοσις, τὸ φεύγειν τοὺς πονηροὺς, καὶ πρὸς ἑαυτὸν συγκεκροτημένον καὶ συνηγμένον
εἶναι ἅπαντα τὸν βίον, καὶ καταμόνας οἰκεῖν τῶν διαφθειρόντων. Οὐ γὰρ ἐρημία
ποιεῖ τὸ μόνον
εἶναι, ἀλλὰ γνώμη φιλόσοφος. Οὕτω καὶ πόλεις μέσας οἰκοῦντες, καὶ θορύβους, καὶ ἀγορὰς, δύναιντ' ἂν εἶναι
καταμόνας ἄνθρωποι, ὅταν τοὺς διεφθαρμένους φεύγωσι συλλόγους, καὶ τοῖς τῶν
δικαίων συνεδρίοις ἑαυτοὺς
ἐκδιδῶσιν. Αὕτη ἀσφαλὴς ὁδός. Ὁ μὲν
οὖν ἀρκῶν καὶ ἑτέρους
διορθῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι
τὴν θεραπείαν, καὶ
ποιείτω
βελτίους·
ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω
τοὺς πονηροὺς, ὥστε μὴ τὴν
παρ' ἐκείνων δέξασθαι λύμην. Καὶ
οὕτω καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται
ἀγαθῶν· ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική δημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο
Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου