Τρίτη 4 Οκτωβρίου 2016
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΙʹ ΨΑΛΜΟΝ.Ἐξομολογήσομαί σοι, Κύριε,
ἐν ὅλῃ καρδίᾳ μου.
αʹ. Τί ἐστιν, Ἐν ὅλῃ; Μετὰ προθυμίας ἁπάσης,
συντεταμένως, ἀπαλλαγεὶς τῶν βιωτικῶν
φροντίδων, καὶ μετάρσιος γενόμενος, καὶ τὴν ψυχὴν ἀπολύσας τῶν δεσμῶν τοῦ σώματος.
Ἐν καρδίᾳ. Οὐχ ἁπλῶς ἐν ῥήμασι, οὐδὲ ἐν
γλώττῃ καὶ στόματι μόνον, ἀλλὰ καὶ μετὰ
τῆς διανοίας. Οὕτω καὶ Μωϋσῆς νομοθετῶν ἔλεγεν·
Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας
σου. Ἐνταῦθα γάρ μοι τὴν ἐξομολόγησιν τὴν εὐχαριστίαν δοκεῖ λέγειν. Ὑμνήσω, φησὶν,
εὐχαριστήσω. Καὶ γὰρ ἅπαντα τὸν βίον εἰς τοῦτο ἀνήλισκεν,
καὶ ἐντεῦθεν προοιμιάζεται, καὶ εἰς τοῦτο καταλήγει· καὶ τοῦτο ἦν ἔργον αὐτοῦ
διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν
τὴν εὐχαριστίαν ἀναφέρειν. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς τοῦτο ἐπιζητεῖ· τοῦτο
θυσία, τοῦτο προσφορὰ,
τοῦτο ψυχῆς εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ διαβόλου·
ἐντεῦθεν ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων
αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περιετράπη, ἀλλ' ἔμενεν εὐχαριστῶν τῷ
∆εσπότῃ περὶ πάντων, οὐχ ἡνίκα ἐπλούτει, ἀλλὰ
καὶ ἡνίκα πένης ἐγένετο·
οὐχ ἡνίκα ὑγίαινεν, ἀλλὰ
καὶ ἡνίκα ἐπλήγη τὴν σάρκα· οὐχ
ὅτε κατὰ ῥοῦν αὐτῷ τὰ πράγματα ἐφέρετο,
ἀλλὰ καὶ ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν κατέσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς
αὐτὴν τοῦ σώματος τὴν φύσιν.
Τοῦτο γὰρ μάλιστα εὐχαρίστου γνώμης ἐν ταῖς θλίψεσι
καὶ ταῖς δυσημερίαις πολλὴν
εἰδέναι τῷ Θεῷ
τὴν χάριν, καὶ
διαπαντὸς μένειν εὐχαριστοῦντα·
ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος διὰ τῶν ἑξῆς
ἐδήλωσεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων
ἐν εὐθυμίᾳ μὲν ὄντες εὐχαριστοῦσι, τὰ ἐναντία δὲ πάσχοντες δυσχεραίνουσιν· εἰσὶ δὲ οἳ καὶ τῶν
γινομένων ἐπιλαμβάνονται· δεικνὺς ὅτι οὐ
παρὰ τὴν φύσιν τῶν συμβαινόντων, ἀλλὰ
παρὰ τὴν διεστραμμένην γνώμην
τοῦτο γίνεται, ἐπήγαγε λέγων·
Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου. Τοῦτο εἶπε δεικνὺς, ὅτι
δικαστοῦ χρεία ἀδεκάστου καὶ συλλόγου μὴ διεφθαρμένου, καὶ δῆλα ἔσται τὰ ἔργα
τοῦ Θεοῦ, ὅτι μέγαλα, ὅτι πολλοῦ θαύματος ἀνάμεστα. Ἔστι μὲν γὰρ καὶ καθ' ἑαυτὰ
μεγάλα, οὐ δείκνυται δὲ μεγάλα, ἐὰν μὴ κριτὴν ὀρθὸν ἔχῃ. Ἐπεὶ καὶ ὁ ἥλιος καθ' ἑαυτὸν
φαιδρὸς καὶ διαυγὴς, καὶ τὴν οἰκουμένην διαλάμπει πᾶσαν ἀλλὰ τοῖς κατὰ ὄψεις
νοσοῦσιν οὐκ ἔστι τοιοῦτος. Ἀλλ' οὐ τοῦ ἡλίου τὸ ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀσθενείας
τὸ ἐλάττωμα. Ὅταν
τοίνυν ἴδῃς τινὰ
κατηγοροῦντα τῶν ἔργων
Θεοῦ, μὴ τὰ ἔργα διάβαλλε
διὰ τὴν ἐκείνου κακίαν, ἀλλὰ τῆς ἐκείνου
ἀνοίας λάμβανε μέγιστον δεῖγμα ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας. Ὥσπερ γὰρ ὁ τὸν ἥλιον λέγων
σκοτεινὸν, οὐ τὸ ἄστρον διέβαλεν, ἀλλὰ τῆς αὐτοῦ πηρώσεως ἐξήνεγκεν ἔλεγχον
ἀκριβῆ· καὶ ὁ τὸ μέλι πικρὸν ὀνομάζων,
οὐ τὴν γλυκύτητα τὴν ἐκείνου συνεσκίασεν, ἀλλὰ τῆς νόσου τῆς ἑαυτοῦ κατηγορίας συνεστήσατο
τὴν ψῆφον· οὕτω
δὴ καὶ ὁ τῶν ἔργων
τοῦ Θεοῦ ἐπιλαμβανόμενος. Καὶ ὥσπερ οὗτος ἐκεῖνα μὲν οὐ λυμαίνεται, οὐδὲ τὴν
περὶ αὐτῶν ὑπόληψιν, τῆς δὲ ἀνοίας τῆς ἑαυτοῦ μεγίστην ἐκφέρει κατηγορίαν· οὕτω δὴ καὶ περὶ τῶν ἔργων
τοῦ Θεοῦ οἱ μὴ κρίσιν
ὀρθὴν ἔχοντες, οὐκ ἴσασιν οὐδὲ τὰ θαύματα τὰ γενόμενα·
ὡς εἴ τις ἀδέκαστον ἔχοι
ψυχὴν καὶ μὴ διεστραμμένην, ἕκαστον καὶ τῶν δοκούντων εἶναι
δυσχερῶν ἐκπλαγήσεται. Τί γὰρ οὐ
θαυμαστὸν, εἰπέ μοι, τῶν
γινομένων; Καὶ εἰ βούλει, παραδραμόντες τὰ ἄλλα
πάντα ἔλθωμεν ἐπὶ τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς ἐπαχθῆ καὶ φορτικὰ, τὸν θάνατον, τὴν νόσον, τὴν πενίαν, καὶ ὅσα τοιαῦτα. Εἰ γάρ τις εὐθεῖαν ἔχοι καρδίαν,
καὶ ταῦτα σφόδρα ἀποδέξεται καὶ θαυμάσεται. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος,
ἀλλ' ὅμως τοσαύτη τοῦ Θεοῦ ἡ περιουσία, καὶ ἡ φιλανθρωπία, καὶ τῆς κηδεμονίας ἡ
ὑπερβολὴ, ὡς καὶ τούτῳ εἰς δέον χρήσασθαι τῷ γένει τῷ ἡμετέρῳ. Τί γὰρ, εἰπέ
μοι, βαρὺ ὁ θάνατος ἔχει; Οὐκ ἀπαλλαγὴ πόνων ἐστίν; οὐ λύσις
φροντίδων; Οὐκ ἀκούεις
τοῦ Ἰὼβ αὐτὸν ἐγκωμιάζοντος, καὶ λέγοντος·
Θάνατος ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη; Οὐκ ἐκκοπὴ κακίας; Ἄν τε γὰρ πονηρὸς
ᾖ τις, διεκόπη τὰ τῆς κακίας αὐτοῦ τελευτήσαντος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται
ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκέτι προστίθησιν
ἁμαρτίαν· ἄν τε ἀγαθὸς ὢν ἀπέλθῃ, ἐν ἀσφαλεῖ κείσεται τὰ τῆς ἀρετῆς αὐτῷ πάντα,
καὶ ἐν ἀσύλῳ θησαυρῷ. Τοὺς δὲ ζῶντας, εἰπέ
μοι, οὐ ποιεῖ
σωφρονεστέρους καὶ ἐπιεικεστέρους; Οὐχ ὁρᾷς
ὅτι πολλάκις ἐν ἐκφορᾷ παραγενόμενοι οἱ πλουτοῦντες, καὶ τετυφωμένοι καὶ τὰς ὀφρῦς ἀνασπῶντες, ὅταν
ἴδωσι τὸ σῶμα κείμενον κωφὸν καὶ ἀκίνητον, καὶ παιδία ἐν ὀρφανίᾳ, καὶ γυναῖκα ἐν
χηρείᾳ, καὶ φίλους ἐν κατηφείᾳ, καὶ οἰκέτας μελανειμονοῦντας, καὶ ἅπαν τῆς οἰκίας
σκυθρωπὸν τὸ σχῆμα, πῶς συστέλλονται; πῶς ταπεινοῦνται; πῶς συντρίβονται; Καὶ γὰρ μυρίας ἀπολαύσαντες
διδασκαλίας, καὶ μηδὲν κερδάναντες,
ἀπὸ τῆς ὄψεως ἐκείνης ἀθρόον
φιλοσοφοῦσι, τό τε εὐτελὲς καὶ ἐπίκηρον τῆς ἀνθρωπίνης καταμανθάνοντες φύσεως,
καὶ τὸ σαθρὸν καὶ ἄστατον τῆς αὐτῶν
δυναστείας, καὶ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰς ἑαυτῶν προορῶντες
μεταβολάς.
βʹ. Εἰ γὰρ θανάτου ὄντος, τοσαῦται ἁρπαγαὶ,
τοσαῦται πλεονεξίαι, καὶ καθάπερ οἱ ἰχθύες
καταπίνουσι τοὺς καταδεεστέρους οἱ
δυνατώτεροι· εἰ μὴ θάνατος ἦν, πότε ἂν ἔστησαν πλεονεξίας; Εἰ γὰρ εἰδότες,
ὅτι οὐκ ἀπολαύσονται ὧν ἁρπάσωσιν, ἀλλὰ ἑκόντες καὶ ἄκοντες
ἐκστήσονται ἑτέροις, οὕτω
μαίνονται καὶ λυττῶσιν· εἰ
τοῦτο εἶχον ἐν ἀσφαλείᾳ, πότε ἂν αὐτοῖς ἐσβέσθη τὰ τῆς ἐπιθυμίας
τῆς πονηρᾶς; Τί δέ; τοῦ μαρτυρίου οἱ στέφανοι οὐ διὰ θανάτου πλέκονται; Τί δὲ ὁ
Παῦλος; οὐ μυρία ἔστησε τρόπαια, λέγων· Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν
καύχησιν; Οὐ γὰρ ὁ θάνατος κακὸς, ἀλλ' ὁ πονηρὸς θάνατος κακός. ∆ιὰ τοῦτό φησι·
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων
αὐτοῦ. Ἀλλαχοῦ δέ φησι· Θάνατος ἁμαρτωλῶν πονηρός· τοῦτο λέγων πονηρὸν, τὸ μετὰ
τοῦ πονηροῦ συνειδότος ἀπελθεῖν, καὶ πολλαῖς πλημμελημάτων φροντίσι βεβαρημένον
καὶ πιεζόμενον. Ὡς ὅ γε
καθαρὸν ἔχων συνειδὸς,
ἐπὶ τὰ βραβεῖα
τρέχει, πρὸς τὸν στέφανον
ἀναχωρεῖ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν
πραγμάτων φύσις, ἀλλ' ἡ τῶν ἀνθρώπων
γνώμη, αὕτη τὸν θόρυβόν ἐστιν ἡ ποιοῦσα, ἄκουσον ὁ Παῦλος πῶς ἐπιζητεῖ
τοῦτο, νῦν μὲν λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζομεν, τὴν υἱοθεσίαν
ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· νῦν δὲ τὸ αὐτὸ δηλῶν ἀλλαχοῦ· Ἀλλ' εἰ καὶ σπένδομαι
ἐπὶ τῇ θυσίᾳ
καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν,
χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ
δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἰ δὲ θάνατος οὐ φορτικὸν, ἀλλὰ
καὶ ποθεινὸν τοῖς ὀρθῶς
βιοῦσι, πολλῷ μᾶλλον πενία
καὶ τὰ ἄλλα ἅπαντα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἄλλος, Ἐξηκριβωμένα.
Ἐνταῦθά μοι περὶ τῶν
κτισμάτων δοκεῖ διαλέγεσθαι,
ἀνακηρύττων τοῦ Θεοῦ τὴν σοφίαν· ἀνωτέρω δὲ ἔργα ἔλεγεν εἰ καὶ ἡμεῖς διὰ τοὺς μικροψύχους καὶ ἑτέρας διανοίας εἰς ταῦτα
ἡψάμεθα, τὰ τεράστια, τὰ θαύματα, ἃ πολλάκις
ἐπετέλεσε τὸ τῶν ἀνθρώπων οἰκονομῶν γένος. Τί δέ ἐστιν, Ἐξεζητημένα
εἰς πάντα τὰ θελήματα αὐτοῦ; Ἠκριβωμένα, φησὶ, καθάπερ καὶ ἕτερος ἑρμηνευτὴς εἶπε,
παρεσκευασμένα, ἀπηρτισμένα, γεγενημένα, πεπληρωμένα, ἀρκοῦντα
τὰ θελήματα αὐτοῦ
ποιεῖν, ἱκανὰ μαρτυρεῖν
τὴν δύναμιν αὐτοῦ, οὐ χωλεύοντα, οὐδὲ ἐνδεῶς ἔχοντα εἰς τὸ ἀνῦσαι αὐτοῦ τὰ ἐπιτάγματα,
ὅπερ καὶ ἀλλαχοῦ φησι· Πῦρ, χάλαζα, χιὼν,
κρύσταλλος, πνεύματα καταιγίδος τὰ ποιοῦντα
τὸν λόγον αὐτοῦ· τουτέστι, τὰ προστάγματα αὐτοῦ. Οὕτω καὶ ὁ Προφήτης ἔλεγεν· Ἐποίησε
σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Οὐ μόνον δὲ πρὸς ἅπερ ἐστὶ κατεσκευασμένα ταῦτα ἀνύει· ἀλλὰ κἂν τἀναντία ἐπιτάξῃ,
καὶ ἐνταῦθα πολλὴ ἡ ὑπακοή. Τῇ γοῦν θαλάττῃ ἐπέταξε, καὶ οὐ μόνον οὐ κατεπόντισεν, ὅπερ αὐτῆς ἔργον ἦν,
ἀλλὰ στορέσασα αὐτῆς τὰ κύματα,
πέτρας ἀσφαλέστερον τὸν Ἰουδαίων
δῆμον διεβίβασεν, Ἡ κάμινος οὐ μόνον οὐκ ἔκαιεν, ἀλλὰ καὶ δρόσον παρεῖχε διασυρίζουσαν. Τὰ θηρία οὐ μόνον οὐ κατήσθιεν, ἀλλὰ καὶ σωματοφυλάκων ἐπεῖχε χώραν ἐπὶ
τοῦ ∆ανιήλ. Τὸ κῆτος οὐ μόνον οὐ κατέπινεν, ἀλλὰ
καὶ σώαν τὴν παρακαταθήκην διετήρει. Ἡ γῆ οὐ μόνον οὐκ ἐβάστασεν, ἀλλὰ
καὶ θαλάττης χαλεπώτερον κατεπόντισεν, ὅτε ἠνοίχθη καὶ κατέπιε
∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· καὶ
πολλὴν ἑτέραν ἴδοι
τις ἂν τερατουργίαν
ἐν τοῖς οὖσι γενομένην· ἵνα μάθωσιν
οἱ σφόδρα ἀνοηταίνοντες, καὶ φύσιν
θεοποιοῦντες, ὅτι οὐ τυραννίδι
φύσεως τὰ πράγματα ἄγεται, ἀλλὰ βουλῇ Θεοῦ πάντα εἴκει καὶ παραχωρεῖ. Αὕτη
γάρ ἐστιν ἡ τῆς φύσεως δημιουργὸς, καὶ πρὸς τὸ αὑτῇ δοκοῦν πάντα
τὰ ὄντα μεταῤῥυθμίζουσα, καὶ νῦν μὲν ἀκινήτους
αὐτῶν διατηροῦσα τοὺς ὅρους, νῦν δὲ,
ἐπειδὰν βουληθῇ, ῥᾳδίως αὐτοὺς ἀνασπῶσα, καὶ πρὸς τὸ ἐναντίον μεταβάλλουσα. Ἐξεζητημένα
εἰς πάντα τὰ θελήματα αὐτοῦ. Εἰς τὰ προστάγματα αὐτοῦ, φησὶν, εἰς τὰ
ἐπιτάγματα αὐτοῦ· οὐ μόνον δὲ εἰς τὰ ἐπιτάγματα αὐτοῦ, ἀλλὰ καὶ εἰς τὸ γινώσκεσθαι αὐτὸν παρὰ τῶν
ἀνθρώπων, ὅπερ καὶ προηγούμενον αὐτοῦ θέλημα, καὶ διὸ μάλιστα ταῦτα ἐποίησεν.
Ὃ τοίνυν ὁ
Προφήτης λέγει, τοιοῦτόν
ἐστιν· ὅτι οὕτως
ἐστὶν ἀπηρτισμένα, ὡς τοῖς
προσέχουσι καὶ νοῦν ἔχουσιν
ἀκριβεστάτην καὶ
σαφῆ καὶ τρανοτάτην τὴν περὶ αὐτοῦ γνῶσιν ἐντιθέναι
τῇ διανοίᾳ τῶν ἀνθρώπων. Καὶ γὰρ
καὶ πρὸς τοῦτο μάλιστα
τὸ θέλημα αὐτοῦ ἐξ
ἀρχῆς αὐτὰ κατεσκεύασε, τῷ μεγέθει,
τῷ κάλλει, τῇ θέσει, τῇ ἐνεργείᾳ, τῇ διακονίᾳ, τοῖς ἄλλοις ἅπασιν ἀνακινῶν τὴν ψυχὴν τοῦ θεατοῦ, καὶ τὴν διάνοιαν διεγείρων
εἰς τὸ ζητῆσαι τὸν δημιουργὸν καὶ
ἀριστοτέχνην Θεὸν, καὶ προσκυνῆσαι τὸν ποιήσαντα αὐτὰ, καὶ ἀντὶ βιβλίων καὶ
γραμμάτων γενέσθαι ἅπαν τὸ σῶμα τῆς κτίσεως.
γʹ. Οὐκ εἰς θεογνωσίαν δὲ μόνον, ἀλλὰ καὶ εἰς πολιτείαν ἡμῖν μεγίστην εἰσάγει διδασκαλίαν τὰ κτίσματα. Ὅ τε γὰρ πλεονέκτης,
ἐπειδὰν ἴδῃ τὴν ἡμέραν τῇ
νυκτὶ παραχωροῦσαν, καὶ τὸν ἥλιον τῇ σελήνῃ, αἰδεσθήσεται τῶν στοιχείων
τὴν εὐταξίαν, κἂν δυνατώτερος ᾖ,
τῶν καταδεεστέρων οὐκ ἐπιθυμήσει πραγμάτων· ὅ τε μοιχὸς καὶ ἀκόλαστος, ἐπειδὰν
ἴδῃ τὴν θάλατταν
μαινομένην, εἶτα χαλινουμένην
ὑπὸ τὸν αἰγιαλὸν, πάλιν
τῶν ἀτάκτων ὑδάτων
αἰδούμενος τὴν εὐταξίαν, ταχέως καταστεῖλαι δυνήσεται τὴν ἑαυτοῦ κορυφουμένην ἐπιθυμίαν, καὶ τῷ φόβῳ τοῦ Χριστοῦ χαλινῶσαι
τὴν εἰς τὸ πρόσω φορὰν, καὶ διαλῦσαι τὸν ἀφρὸν ἅπαντα τῆς ἀκολάστου ταύτης ὁρμῆς,
καὶ εἰς
σωφροσύνην ἐπαναγαγεῖν. Καὶ περὶ
ἀναστάσεως δὲ εἰς τὴν χέρσον
ἀπιδὼν εὐκόλως δυνήσεται φιλοσοφεῖν,
καὶ τὸν περὶ αὐτῆς δέξασθαι λόγον. Ὅταν γὰρ ἴδῃ τὴν γῆν δεχομένην
κόκκον σίτου στερεὸν, εἶτα πρότερον διαλύουσαν
καὶ σήπουσαν, καὶ πολλῷ βελτίονα τίκτουσαν·
ὅταν ἴδῃ τὴν ἄμπελον
ἐν χειμῶνι γυμνὴν
φύλλων, καὶ ἑλίκων, καὶ βοτρύων,
καὶ αὐτὸ ξηρὸν ξύλον, ὡς τὰ ὀστᾶ τὰ ξηρὰ, εἶτα ἔαρος ἐπιστάντος τὴν εὐμορφίαν
ἅπασαν ἀπολαμβάνουσαν· ἐν τοῖς σώμασι
τῶν φυτῶν καὶ τῶν
σπερμάτων τῶν μετὰ τὸ
διαφθαρῆναι ἀνισταμένων, δυνήσεται
καὶ περὶ τῆς ἑαυτοῦ σαρκὸς
φιλοσοφεῖν. Τὸ φιλόπονον
δὲ πάλιν ἀπὸ
τοῦ μύρμηκος εἴσεται,
καὶ τὸ φιλόκαλον ἀπὸ τῆς μελίττης,
καὶ τὸ κοινωνικὸν, καθάπερ ἡ Παροιμία
φησίν· Ἴθι πρὸς τὸν μύρμηκα,
ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ,
καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος,
μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην
ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν.
Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἧς τοὺς πόνους βασιλεῖς
καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται.
Καίτοι οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν
τιμήσασα προήχθη. Καὶ γὰρ αὐτή σοι πάλιν
ἡ μέλιττα διαλέξεται, ὥστε μὴ
θαυμάζειν ἁπλῶς τὰ κάλλη τῶν σωμάτων, ὅταν
ψυχῆς ἀρετὴ μὴ ᾖ, μηδὲ ἐξευτελίζειν τὴν ἀμορφίαν, ὅταν ἡ ψυχὴ
κεκαλλωπισμένη τύχῃ. Ὅπερ οὖν
καὶ αὐτὸ δηλῶν ὁ
παροιμιαστὴς ἔλεγε· Μικρὰ ἐν πετεινοῖς ἡ
μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Ἐννόησόν μοι τοὺς ὄρνιθας, καὶ δέξῃ ἐκεῖθεν
φιλοσοφίαν. ∆ιά τοι τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε
εἰς τὰ πετεινὰ
τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν,
οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Εἰ γὰρ τὰ ἄλογα
οὐ μεριμνῶσι περὶ τροφῆς, ποίαν ἕξεις
ἀπολογίαν μηδὲ τοσαύτην
ἐπιδεικνύμενος ὑπεροψίαν τῶν παρόντων, ὅσην οἱ ὄρνιθες; Εἰ δὲ καὶ
καλλωπισμοῦ βούλει καταφρονῆσαι, παιδεύσει
σε τὰ ἄνθη τοῦ ἀγροῦ, μὴ εἶναί σε φιλόκοσμον. Ὅπερ καὶ αὐτὸ δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἐμβλέψατε εἰς τὰ κρίνα τοῦ ἀγροῦ,
ὅτι οὐ νήθουσιν, οὐδὲ κοπιῶσιν. Ἀμὴν λέγω ὑμῖν, οὐδὲ Σολομὼν περιεβάλετο ὡς ἓν
τούτων. Ὅταν τοίνυν ἐθέλῃς σπουδάζειν περὶ κάλλη ἱματίων, ἐννόησον
ὅτι ὅσα ἂν φιλονεικήσῃς,
παρὰ τῷ χόρτῳ τὰ
νικητήρια, καὶ οὐ δυνήσῃ
πρὸς ἐκεῖνον ἁμιλληθῆναι· καὶ κατάλυσον
τὴν ἄλογον ταύτην
μανίαν. Καὶ ἕτερα πολλὰ, καὶ ἀπὸ
τῶν ἀλόγων, καὶ ἀπὸ τῶν ἀνθῶν, καὶ ἀπὸ τῶν σπερμάτων ἔστι φιλοσοφεῖν. Ἐξομολόγησις
καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Τουτέστιν, ἕκαστον τῶν ἔργων αὐτοῦ· οὐ γὰρ δὴ περὶ ἑνὸς ἔργου ταῦτά φησιν.
Ἕτερος δὲ ἑρμηνευτὴς εἶπεν· Ἔπαινος καὶ ἀξίωμα
ἡ ἐργασία αὐτοῦ· οὗτος δὲ, Ἐξομολόγησις, τουτέστιν, εὐχαριστία καὶ δόξα. Ἕκαστον
γὰρ τῶν ὁρωμένων ἱκανὸν εἰς εὐχαριστίαν τὸν θεατὴν παραπέμψαι, εἰς ὕμνον, εἰς εὐφημίαν, εἰς δοξολογίαν. Οὐκ ἔστιν εἰπεῖν· ∆ιὰ τί τοῦτο; εἰς τί τοῦτο;
ἀλλὰ καὶ τὸ σκότος καὶ ἡ ἡμέρα, καὶ ὁ λιμὸς καὶ ἡ εὐθηνία, καὶ ἡ ἔρημος καὶ ἡ ἀοίκητος,
καὶ ἡ λιπαρὰ καὶ ἡ βαθύγειος, καὶ ζωὴ καὶ θάνατος, καὶ πάντα τὰ ὁρώμενα τοῖς
μετὰ ἀκριβείας αὐτὰ καταμανθάνουσιν ἱκανὰ
καὶ δυνατὰ πρὸς εὐχαριστίαν διεγεῖραι. Τοῦτο γοῦν δηλῶν διά τινος
προφήτου ὁ Θεὸς ἔλεγεν, ἀντ' εὐεργεσίας τὰς τιμωρίας τιθείς· Κατέστρεψα αὐτοὺς, ὡς κατέστρεψεν ὁ
Θεὸς Σόδομα καὶ Γόμοῤῥα· ἐπάταξα αὐτοὺς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ. Καὶ πάλιν δι'
ἄλλου· Ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλείας
ἐλυτρωσάμην αὐτούς· εἰς εὐεργεσίας τὰς
τιμωρίας μεταλαμβάνων. Οὕτω καὶ
ταῦτα· καὶ γὰρ καὶ ταῦτα εὐεργετοῦντα, διορθοῦντα, παιδεύοντα, παιδαγωγοῦντα, ἐκκόπτοντα
τὴν κακίαν ἐστίν.
Ἄνθρωποι μὲν γὰρ
τὰ μὲν εὐεργετοῦντες ποιοῦσι, τὰ δὲ μισοῦντες καὶ ἀποστρεφόμενοι· ὁ δὲ Θεὸς φιλῶν ποιεῖ πάντα, οἷον εὐεργετῶν ἔθετο ἐν τῷ
παραδείσῳ, καὶ εὐεργετῶν πάλιν ἐξέβαλε τοῦ παραδείσου· εὐεργετῶν
τὸν κατακλυσμὸν εἰργάσατο,
καὶ εὐεργετῶν τὸ πῦρ
ἐκεῖνο τὸ τῶν Σοδόμων κατήνεγκε. Καὶ ὅπερ ἂν εἴποι τις τῶν γενομένων, ἕκαστον εἰς εὐεργεσίαν ποιεῖ.
Εὐεργετῶν καὶ τὴν γέενναν
ἠπείλησε· καὶ καθάπερ οἱ πατέρες οὐ θεραπεύοντες μόνον
τὰ παιδία, ἀλλὰ
καὶ τύπτοντες πατέρες
εἰσὶ, καὶ οὐκ ἔλαττον τύπτοντες, ἢ θεραπεύοντες· οὕτω δὴ καὶ ὁ Θεός. ∆ιὸ καὶ ὁ
Παῦλος ἔλεγε· Τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; Καὶ ὁ Σολομών· Ὃν γὰρ ἀγαπᾷ
Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Ἡ δικαιοσύνη αὐτοῦ μένει
εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
δʹ. Τοῦτο δοκεῖ μοι ἐνταῦθα εἰπεῖν
διὰ τοὺς σκανδαλιζομένους πρὸς τὰ
συμπίπτοντα δυσχερῆ τισι παρ' ἐλπίδας, μονονουχὶ
παραινῶν αὐτοῖς καὶ λέγων· Μὴ θορυβοῦ συκοφαντουμένους ἀνθρώπους ὁρῶν, ἐπηρεαζομένους, παρὰ τὴν ἀξίαν
κακῶς πάσχοντας· μένει γὰρ
δικαστήριον ἀδέκαστον, μένει
ψῆφος καθαρὰ, τὸ
κατ' ἀξίαν ἑκάστῳ παρέχουσα. Εἰ δὲ
νῦν αὐτὴν ἐπιζητοίης, ὅρα μὴ κατὰ σαυτοῦ πρώτου τὴν ψῆφον ἐξενέγκῃς. Εἰ γὰρ ἔμελλε
καθ' ἕκαστον τῶν ἁμαρτημάτων ὁ Θεὸς ἐπάγειν τιμωρίαν, καὶ ἐφ' ἑκάστου τῶν πλημμελούντων τὴν δικαίαν ἐπιφέρειν
ψῆφον, πάλαι ἂν προανηρπάσθη τὸ τῶν
ἀνθρώπων γένος. Καὶ τί λέγω τὸν δεῖνα καὶ
τὸν δεῖνα; Τὸν γὰρ κορυφαῖον τῶν ἐν ἀνθρώποις
ἁπάντων εἰς μέσον ἀγαγὼν, τοῦτο
δεῖξαι πειράσομαι, Παῦλον ἐκεῖνον τὸν κήρυκα τῆς οἰκουμένης, τὸν εἰς τρίτον
ἁρπαγέντα οὐρανὸν, τὸν εἰς παράδεισον ἀπενεχθέντα, τὸν τῶν
φρικτῶν κοινωνήσαντα μυστηρίων, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν
νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν ἀγγελικὴν ἐπιδειξάμενον πολιτείαν,
τὸν τοσαύτην ἀρετὴν ἐπελθόντα.
Εἰ γὰρ μὴ ἐβουλήθη μακροθυμῆσαι αὐτῷ,
μηδὲ ἀνασχέσθαι αὐτοῦ, ἀλλ' ἡνίκα ἡμάρτανε
καὶ ἐβλασφήμει καὶ ἐδίωκε, κατὰ πόδας
ἐπαγαγεῖν αὐτῷ τὴν δικαίαν ψῆφον, πάλαι ἂν αὐτὸν τῆς μετανοίας προεξήρπασε. ∆ιὸ
καὶ αὐτὸς ταῦτα εἰδὼς, ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος
εἰς διακονίαν, τὸν πρότερον ὄντα
βλάσφημον καὶ διώκτην,
καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν
μελλόντων αὐτῷ πιστεύειν εἰς ζωὴν αἰώνιον.
Τί δέ; τὴν πόρνην εἰ ἐκόλασε,
πότε ἂν μετεβλήθη;
Τί δέ; τὸν
τελώνην Ματθαῖον εἰ ἐν τῷ
καιρῷ τῆς τελωνείας πρὸ τῆς μεταβολῆς
δίκην ἀπῄτησε, οὐκ ἂν προεξήρπασεν
αὐτὸν τῆς μετανοίας; Οὕτω καὶ τὸν
λῃστὴν, οὕτω καὶ τοὺς μάγους, οὕτω καὶ ἕκαστον τῶν ἁμαρτανόντων. ∆ιά τοι τοῦτο ἀνέχει τὴν ὀργὴν, καὶ τὴν κατ' ἀξίαν
ἀντίδοσιν, καλῶν τοὺς ἀνθρώπους εἰς μετάνοιαν. Εἰ δὲ μένοιεν
ἀδιόρθωτοι, πάντως ὑποστήσονται τὴν δικαίαν ψῆφον.
∆ιόπερ ὁ Προφήτης τούς τε ἀδικουμένους
παραμυθούμενος, τούς τε ἀδικοῦντας σωφρονίζων,
ἐπήγαγε τὸ, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὃ δὲ βούλεται διὰ τούτου
εἰπεῖν, τοιοῦτόν ἐστι· Μήτε σὺ, ὁ ἀδικούμενος, ἐὰν καταλύσῃς τὸν βίον ὡς οὐ
τῶν δικαίων τευξόμενος,
ἀπελπίσῃς· μετὰ γὰρ τὴν ἐντεῦθεν
ἀποδημίαν πάντως ἀπολήψῃ τῶν πόνων τὰς ἀμοιβάς· μήτε σὺ
πάλιν, ὁ
πάντα ἁρπάζων καὶ πλεονεκτῶν καὶ συγχέων,
ἂν ἐν εἰρήνῃ καταλύσῃς τὸν βίον,
θαῤῥήσῃς· πάντων γὰρ δώσεις λόγον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, τῆς
πονηρίας ἀποτίσεις τὰς ἀμοιβάς. Θεὸς γάρ ἐστιν ἀεὶ μένων, καὶ δικαιοσύνην μένουσαν
ἔχων ἀεὶ, οὐδὲν ἀπὸ τοῦ θανάτου διακοπτομένην,
οὐδὲ πρὸς τὴν ἀμοιβὴν τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, οὐδὲ πρὸς τὴν ἀντίδοσιν τῶν
κολάσεων τῶν διὰ τὴν
πονηρίαν. Μνείαν ἐποιήσατο τῶν
θαυμασίων αὐτοῦ. Τί ἐστι, Μνείαν ἐποιήσατο τῶν θαυμασίων
αὐτοῦ; Οὐ διέλιπε θαυματουργῶν,
φησὶ, διηνεκῶς. Τοῦτο γάρ ἐστι τὸ, Μνείαν
ἐποιήσατο· οὐκ ἐπαύσατο, οὐκ ἀπέστη διὰ πάσης γενεᾶς θαύματα ἐργαζόμενος, καὶ
τοὺς παχυτέρους διεγείρων διὰ τῶν τεραστίων. Ὁ μὲν γὰρ ὑψηλὸς καὶ φιλόσοφος
οὐδὲν δεήσεται τῶν σημείων· Μακάριοι
γὰρ οἱ μὴ εἰδότες, καὶ πιστεύσαντες. Ἐπειδὴ δὲ αὐτὸς οὐ τούτων κήδεται μόνων, ἀλλὰ καὶ τῶν παχυτέρων, καθ' ἑκάστην σχεδὸν γενεὰν
θαυματουργῶν οὐ παύεται. Ἱκανὴ
μὲν γὰρ θαυματουργία πᾶσα τῶν ὁρωμένων
ἡ κτίσις· ἀλλ' ὅμως διεγείρων τῶν πολλῶν
τὴν ῥᾳθυμίαν ἐν μέσῳ τῷ θεάτρῳ τούτῳ
πολλὰ ἐπεδείκνυτο τεράστια, καὶ ἰδίᾳ καὶ
κοινῇ, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, τὸ ἐπὶ τῆς συγχύσεως τῶν γλωσσῶν, τὰ ἐπὶ τῶν
Σοδόμων, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰακὼβ,τὰ ἐν Αἰγύπτῳ, τὰ
ἐν τῇ ἐξόδῳ τῶν Ἰουδαίων, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς Παλαιστίνης, τὰ ἐν
Βαβυλῶνι, τὰ μετὰ τὴν ἐπάνοδον, τὰ ἐπὶ τῶν Μακκαβαίων, τὰ μετὰ τὴν Χριστοῦ
παρουσίαν, τὰ ἐν αὐτῇ τῇ παρουσίᾳ, τὰ μέχρι σήμερον γινόμενα, ἡ κατάπτωσις τῶν Ἱεροσολύμων,
ἡ οἰκοδομὴ τῆς Ἐκκλησίας, ὁ λόγος ὁ πανταχοῦ τρέχων, ὁ διὰ κυμάτων ἀρθεὶς, ὁ διὰ
πολέμων αὐξηθεὶς, οἱ τῶν μαρτύρων δῆμοι, τὰ ἄλλα ἅπαντα. Πολλὰ δὲ ἄν τις καὶ ἰδικὰ
ἴδοι καὶ ἐν οἰκίᾳ γενόμενα θαύματα, καὶ ἐν πόλεσιν.
Ἀλλὰ τέως τὰ
καθολικὰ, καὶ ἅπασι
δῆλα καὶ γνώριμα, ἃ καθ' ἑκάστην γίνεται
γενεὰν, ἴδωμεν. Πόσα ἐπὶ
Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος γέγονε, τῆς Ἐκκλησίας πολεμουμένης; πόσα ἐπὶ
Μαξιμίνου; πόσα πρὸ τῶν ἐκείνων
βασιλέων; Εἰ δὲ βούλεσθε
καὶ τὰ ἐπὶ τῆς γενεᾶς
συμβάντα τῆς ἡμετέρας, οἷον οἱ
σταυροὶ οἱ κατὰ τῶν ἱματίων χαραγέντες ἀθρόον,
τοῦ Ἀπόλλωνος τὸ ἱερὸν τὸ σκηπτῷ κατενεχθὲν,
τοῦ ἁγίου μάρτυρος Βαβύλα τοῦ ἐν ∆άφνῃ ἡ μετάθεσις,καὶ ἡ
φανερὰ νίκη ἡ κατὰ τοῦ δαίμονος, τοῦ
ταμίου τῶν βασιλικῶν
χρημάτων ὁ παράδοξος θάνατος, αὐτὴ
ἡ τοῦ βασιλέως ἀναίρεσις, αὐτοῦ τοῦ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος, καὶ ἡ τοῦ θείου τοῦ ἐκείνου ἀπώλεια,
τῶν σκωλήκων αἱ πηγαὶ, ἕτερα μυρία,
ὁ λιμὸς, ὁ αὐχμὸς, ἡ τῶν ὑδάτων σπάνις,
ἡ μετ' αὐτοῦ ταῖς πόλεσιν ἐμπεσοῦσα, καὶ ἕτερα μυρία πανταχοῦ.
εʹ. Καὶ ἐν Παλαιστίνῃ τὰ τότε συμβάντα ἔγνωτε.
Καὶ γὰρ ἡνίκα τὸν ναὸν ἐκεῖνον τὸν τῇ ψήφῳ
τοῦ Θεοῦ καθαιρεθέντα ἀνοικοδομεῖν ἐβούλοντο
Ἰουδαῖοι, πῦρ ἐκ τῶν θεμελίων ἐκπηδῆσαν ἅπαντας
ἤλασε, καὶ μαρτυρεῖ
τὸ ἔργον ἀτέλεστον
μεῖναν. Οἰκτίρμων καὶ .286 ἐλεήμων
ὁ Κύριος τροφὴν ἔδωκε
τοῖς φοβουμένοις αὐτόν. Ἀπαγγείλας αὐτοῦ
τὰς εὐεργεσίας, τὰς διὰ τῶν
θαυμάτων, τὰς διὰ τῶν
ἔργων, τὴν κηδεμονίαν τὴν ὑπὲρ ἡμῶν
γεγενημένην, καὶ τούτῳ πάλιν αὔξει τὸν λόγον,
δεικνὺς ὅτι τοσαῦτα καὶ τηλικαῦτα
ποιήσας ὑπὲρ τῆς
σωτηρίας τῆς τῶν ἀνθρώπων, καὶ
παντὶ τρόπῳ παιδεύσας αὐτοὺς, καὶ παιδεύων εἰς τὴν θεογνωσίαν καὶ τὴν ἄκραν
φιλοσοφίαν, καὶ διακρατῶν αὐτῶν τὴν ζωὴν, οὐ κατὰ ὀφειλὴν τοῦτο ἐργάζεται ὅπερ μεγίστη χάρις ἐστὶν, ἀλλὰ
δι' ἔλεον καὶ φιλανθρωπίαν, οὐχ ὡς αὐτὸς δεόμενος
αὐτῶν, ἀλλὰ δι' ἀγαθότητα μόνην.
Τροφὴν ἔδωκε τοῖς
φοβουμένοις αὐτόν. Τίνος
ἕνεκεν τοὺς φοβουμένους ἐνταῦθα
τέθεικεν; Οὐ γὰρ δὴ μόνους αὐτοὺς
τρέφει. Καὶ γὰρ ἐν τῷ
Εὐαγγελίῳ φησὶν, Ὅτι ἀνατέλλει τὸν ἥλιον
ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Πῶς οὖν εἶπε, Τοῖς φοβουμένοις αὐτόν; Τροφὴν ἐνταῦθα δοκεῖ μοι λέγειν οὐ τὴν σωματικὴν, ἀλλὰ τὴν τῆς
ψυχῆς. ∆ιὰ τοῦτο καὶ περὶ τῶν φοβουμένων διαλέγεται μόνον·
αὕτη γὰρ τούτοις ἐστὶν ἀφωρισμένη. Ὥσπερ γὰρ τρέφεται σῶμα, οὕτω τρέφεται καὶ ψυχή. Καὶ ὅτι τρέφεται
ἄκουε· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ
διὰ στόματος Θεοῦ. Ταύτην οὖν λέγει τὴν τροφὴν, ἣν ἐξαιρέτως ἔδωκε τοῖς φοβουμένοις
αὐτὸν, τὴν διὰ τοῦ λόγου διδασκαλίαν, τὴν παίδευσιν, τὴν φιλοσοφίαν ἅπασαν.
Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Πάλιν καταστέλλων τῶν Ἰουδαίων τὴν ἀπόνοιαν, καὶ τὸν τῦφον
αὐτῶν ὑποτεμνόμενος, μᾶλλον δὲ
δεικνὺς, ὅτι τῶν ἀγαθῶν, ὧν ἀπήλαυσαν, οὐ διὰ τὴν ἀξίαν ἀπήλαυσαν τὴν οἰκείαν, ἀλλὰ
διὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τοὺς πατέρας,
καὶ τὰς συνθήκας τὰς πρὸς ἐκείνους
γεγενημένας, φησί· Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης
αὐτοῦ· ὅπερ καὶ Μωϋσῆς παρήγγειλεν
αὐτοῖς εἰσιοῦσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας λέγειν
καὶ ἐννοεῖν. Ἐὰν γὰρ οἰκοδομήσῃς,
φησὶ, πόλεις λαμπρὰς, καὶ
περιβάλῃ πλοῦτον χρημάτων,
μὴ εἴπῃς, ὅτι ∆ιὰ τὴν δικαιοσύνην
μου ταῦτα γέγονεν, ἀλλὰ διὰ τὰς
συνθήκας τὰς πρὸς τοὺς πατέρας σου. Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο παντὶ
τρόπῳ καὶ διαπαντὸς ὁ Θεὸς ἐκκόπτει αὐτὴν
συνεχῶς. Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν. Ἀπὸ τῶν καθολικῶν ἐπὶ τὰ μερικὰ μετάγει τὸν λόγον· ἀπὸ τῶν κατὰ τὴν οἰκουμένην γενομένων,
ἐπὶ τὰ Ἰουδαίοις συμβάντα. Μάλιστα
δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε, καὶ ταῦτα καθολικῶν ἐπέχει τάξιν. Τὰ γὰρ εἰς αὐτοὺς γινόμενα, τοῖς
ἄλλοις διδασκαλίαι ἐγίνοντο,
καὶ οἱ πόλεμοι,
καὶ τὰ τρόπαια;
καὶ αἱ νῖκαι ἀντὶ
κηρύγματος ἤρκουν τοῖς προσέχουσιν. Οὐ γὰρ ἀκολουθίᾳ ἀνθρωπίνῃ, ἀλλὰ ὑπὲρ λόγον ταῦτα συνέβαινε. Ποία γὰρ ἀκολουθία
ἐκείνη, σαλπιζόντων αὐτῶν τὰ τείχη καταβάλλεσθαι,
καὶ γυναῖκα στρατηγοῦσαν νικᾷν καὶ περιγίνεσθαι, καὶ παιδίον μικρὸν βαρβαρικοὺς
πολέμους καταλύειν ἀπὸ λίθου βολῆς μιᾶς;
Καὶ ἕτερα δὲ ἄλλα παράδοξα τοιαῦτα συνέβαινεν. Οὕτω τῶν πολεμίων ἐκράτησαν, οὕτω τῆς Παλαιστίνης ἐξέβαλον. Ὅταν
οὖν λέγῃ, Ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ
λαῷ αὐτοῦ, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐπέδειξεν
αὐτοῦ τὴν δύναμιν, οὐχ ἁπλῶς ἐκβάλλων τὰ
ἔθνη, ἀλλὰ τρόπῳ τοιούτῳ, δι' οὗ μάλιστα ἠδύνατο εἰδέναι
σαφῶς, ὡς εἰ καὶ τὰ πρότερα ἤρκει, ὅτε θεήλατος ἦν ἡ πληγὴ
κατ' ἐκείνων γινομένη, καὶ αὐτοῦ στρατηγοῦντος τὰ τῶν
πολεμίων ἐκρίνετο πράγματα. Οὐ γὰρ
δὴ διὰ ῥημάτων,
ἀλλὰ καὶ διὰ
πραγμάτων αὐτοὺς ἐπαίδευε,
δι' ὑποδημάτων, διὰ ἱματίων,
διὰ τροφῆς, διὰ
φωτὸς νυκτερινοῦ καὶ ἡμερινοῦ, διὰ νεφέλης,
διὰ πολέμων, διὰ εἰρήνης, διὰ τροπαίων, διὰ γεωργίας, διὰ ὑετῶν, καὶ πάντα
φωνὴν ἠφίει τὸν
∆εσπότην ἀνακηρύττοντα, καὶ τὴν πεπωρωμένην
αὐτῶν διάνοιαν κατανύττοντα, καὶ οὐδεὶς χρόνος ἐνέλιπεν, ἐν ᾧ μὴ συνεχῆ σημεῖα αὐτοῦ ἐπεδείκνυτο. Ἔργα
χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις. Ἐπειδὴ περὶ τῆς δυνάμεως αὐτοῦ διελέχθη, διαλέγεται καὶ
περὶ τῆς δικαιοκρισίας, ὅτι οὐ μόνον
δύναμιν ἐν οἷς ἐποίει τότε ἐπεδείκνυτο, ἀλλὰ
καὶ πολλὴν τὴν δικαιοσύνην.
Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλε τὰ ἔθνη, ἐπειδὴ Ἰουδαίους εἰσαγαγεῖν ἐβούλετο,
ἀλλὰ μετὰ τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν ὁ Μωϋσῆς· Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι
τῶν Ἀμοῤῥαίων. Ταῦτα δὲ οὐκ ἐπὶ Ἰουδαίων ἔστιν
εἰπεῖν μόνον, καὶ τῶν
ἐκείνοις συμβαινόντων, ἀλλὰ πάλιν
καθολικὸς ὁ λόγος ἐστί. Πάντα γὰρ τὰ ὑπ' αὐτοῦ γενόμενα ἀλήθεια καὶ κρίσις· κρίσις, τουτέστι δικαιοσύνη.
Οἶδεν δὲ ἀλήθειαν πολλάκις
ἡ Γραφὴ καὶ τὴν
φιλανθρωπίαν λέγειν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, ὅτι μετὰ τῆς
δικαιοσύνης καὶ φιλανθρωπίας τὰ πάντα ἀνέμιξεν. Εἰ γὰρ δὴ μόνον τῷ τοῦ δικαίου ἐκέχρητο
λόγῳ, πάντα ἂν ἀπολώλει.
ς ʹ. ∆ιὸ καὶ οὗτος ὁ προφήτης ἀλλαχοῦ
λέγει· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν. Καὶ πάλιν·
Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται;
Πάντα τοίνυν τὰ ὑπ' αὐτοῦ
γινόμενα ἑκατέρων γέμει τούτων. Ἄν τε γὰρ τὸ δίκαιον ἀπαιτῇ μόνον, πάντα
ἂν διεφθάρη· εἰ δὲ φιλανθρωπίᾳ μόνῃ κέχρηται, οἱ πλείους ἂν ἐγίνοντο ῥᾳθυμότεροι.
∆ιὰ τοῦτο ποικίλλων τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἑκατέροις τούτοις εἰς τὴν διόρθωσιν αὐτῶν
κέχρηται. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Ὅπερ πολλαχοῦ ποιεῖ, τοῦτο καὶ ἐνταῦθα
ἐργάζεται, ἀπὸ τῆς σοφίας τῆς ἐν τῇ ποικίλῃ δημιουργίᾳ καὶ τῆς κηδεμονίας ἐπὶ τὴν
νομοθεσίαν μεταβαίνων, καὶ τοῦτο πάλιν κινῶν τῆς προνοίας τὸ μέρος. Οὐ γὰρ δὴ μόνον
τῷ κτίσαι κτίσιν τοσαύτην καὶ
τηλικαύτην, ἀλλὰ τῷ τὸν νόμον
θεῖναι τὸ τῶν ἀνθρώπων
διώρθωσε γένος. ∆ιὸ καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ψαλμῷ
ἀμφότερα ταῦτα τὰ μέρη
διελὼν, ἀρχόμενος μὲν ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· πρὸς δὲ τὸ μέσον ἐλθὼν, καὶ τὸν
περὶ τῆς κτίσεως ἀπαρτίσας λόγον ἐπήγαγεν· Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα
ὀφθαλμούς. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν
περὶ τῶν τεραστίων καὶ τῶν θαυμάτων αὐτοῦ,
καὶ τῶν ἔργων, εἰς τὴν περὶ τῶν ἐντολῶν
ὑπόθεσιν μεταχειρίζει τὸν λόγον οὕτω λέγων· Πισταὶ πᾶσαι
αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ
καὶ εὐθύτητι. Οὐχ ἁπλῶς εἶπε, Πᾶσαι, ἀλλὰ πολὺ γένος ἐντολῶν ἀνακινῶν,
ταύτην τέθεικε τὴν λέξιν. Καὶ γὰρ ἐντολαί εἰσιν αἱ τῆς κτίσεως, ἃς
διατηρεῖ πᾶσα ἡ κτίσις, ἥλιος καὶ σελήνη, ἡμέρα καὶ νὺξ, καὶ ἀστέρες, καὶ γῆς
καὶ φύσεως δρόμος. Ἐντολαί εἰσιν αἱ τῇ φύσει δοθεῖσαι ἐξ ἀρχῆς, ὅτε τὸν ἄνθρωπον
ἔπλαττε, περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ
νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν·
Συνήδομαι γὰρ τῷ νόμῳ
τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐντολαί
εἰσι καὶ αἱ γραπταί. Καὶ αὗται πᾶσαι μεμενήκασιν. Εἰ δέ τινες κατελύθησαν, οὐκ ἐπὶ τὸ χεῖρον, ἀλλ' ἐπὶ τὸ βέλτιον μεταῤῥυθμισθεῖσαι. Τὸ γὰρ, Οὐ φονεύσεις,
οὐ κατελύθη, ἀλλ' ἐπετάθη· καὶ τὸ, Οὐ μοιχεύσεις, οὐκ ἠφανίσθη, ἀλλὰ μεῖζον
γέγονε. ∆ιὸ καὶ ἔλεγεν, Οὐκ ἦλθον καταλῦσαι
τὸν νόμον, ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. Ὁ γὰρ μὴ ὀργιζόμενος, πολλῷ
μᾶλλον τοῦ φόνου ἀφέξεται· καὶ ὁ
μὴ βλέπων ἀκολάστοις ὀφθαλμοῖς, μακρότερον
τῆς μοιχείας ἐσκήνωται. Ὁ τοίνυν νόμος τοῦτο μάλιστα ἔχει τὸ ἐξαίρετον, τὸ ἀθάνατον, τὸ
διηνεκὲς, καὶ ὁ τῆς
κτίσεως, καὶ ὁ φυσικὸς,
καὶ ὁ τῆς φιλοσοφίας, καὶ τῆς
Καινῆς ∆ιαθήκης. ∆ιό φησιν· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται· τὸ ἀκίνητον αὐτῶν
δηλῶν. Πάντα γὰρ ὅσα ἂν βούληται
μένειν ὁ Θεὸς, μένει διηνεκῶς, καὶ οὐδέν ἐστι τὸ κινοῦν αὐτά. Πεποιημέναι ἐν ἀληθείᾳ
καὶ εὐθύτητι. Τί ἐστιν, Ἐν ἀληθείᾳ καὶ εὐθύτητι; Οὐδὲν αὐταῖς, φησὶ, σκολιὸν, οὐδὲν
στραγγαλιῶδες, οὐδὲν ἀσαφὲς, οὐδὲν πρὸς χάριν τινὰ, ἢ ἀπέχθειαν, ἀλλὰ πάντα πρὸς
τὸ συμφέρον καὶ λυσιτελές· οὐ καθάπερ οἱ ἀνθρώπινοι νόμοι, πολὺ μὲν ἔχοντες τὸ ἐπίκηρον, πολὺ δὲ
τὸ ἀσαφὲς, πολὺ δὲ τὸ ἀνθρώπινον. Καὶ γὰρ
ἀπὸ ἀνθρωπίνων παθῶν πολλοὶ πολλάκις ἐτέθησαν.
Καὶ γὰρ τὸν ἐχθρὸν
ἀμυνόμενος, ἢ φίλῳ
χαρίζεσθαι βουλόμενος, οὕτω τὰ γράμματα
συνέθηκεν. Ἀλλ' οὐχ οἱ θεῖοι
τοιοῦτοι, ἀλλ' ἡλίου φαιδρότεροι
μένουσι, τὸ συμφέρον τῶν νομοθετουμένων ἐπιζητοῦντες, καὶ πρὸς ἀρετὴν αὐτοὺς ἐπανάγοντες, καὶ πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν, οὐ πρὸς τὰ ψευδῆ ταῦτα, πλοῦτον λέγω
καὶ δυναστείαν ταῦτα γὰρ ψευδῆ· τὰ
δὲ τοῦ Θεοῦ ἀλήθεια, οὐχ ὅπως γένοιντο εὐπορώτεροι,
οὐδ' ὅπως τῶν παρόντων ἐπιτύχοιεν, ἄλλ' ὅπως τῶν μελλόντων ἀπολαύσαιεν, διδάσκοντες.
Περὶ τῶν ἀληθῶν
πραγμάτων καὶ ὀρθῶν,
καὶ οὐδὲν ἐχόντων διεστραμμένον, ἅπαντα εἶπον ἐκεῖνοι οἱ νόμοι.
Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Τί ἐστι, Πισταί; Βέβαιαι, μένουσαι. Κἂν γὰρ
παραβαθῶσιν, αἱ τιμωρίαι ἕπονται, καὶ αὗται οὐ σαλεύονται· εἰ δὲ ἄνθρωποι παραβῶσιν,
ἀλλ' ὁ Θεὸς αὐτὰς ἐκδικεῖ. Μὴ τοίνυν λέγε, ὅτι πρὸς ἀπειλὴν εἴρηται τὰ εἰρημένα,
ἢ ὑπερβολικῶς. Οὐδεὶς νομοθετῶν πρὸς ἀπειλὴν
λέγει μόνον, ἀλλὰ
καὶ πρὸς σωφρονισμόν.
Εἰ δὲ οὐ σφόδρα
πιστεύεις ὑπὲρ τῶν μελλόντων, ἀπὸ τῶν παρελθόντων λάμβανε τὴν ἀπόδειξιν. Ὁ γοῦν ἐπὶ τοῦ Νῶε κατακλυσμὸς,
καὶ ἡ ἐπὶ τῶν Σοδόμων πυρπόλησις, καὶ ἡ ἐπὶ τοῦ Φαραὼ ἀπώλεια, καὶ ἡ τῶν Ἰουδαίων
πανωλεθρία, καὶ αἱ αἰχμαλωσίαι, καὶ οἱ πόλεμοι, ἆρα ἀπειλῆς εἰσιν, ἢ πείρας πραγμάτων; Εἰ δὲ τὰ ἐν τῷ τύπῳ
γέγονε, πολλῷ μᾶλλον τὰ ἐν τῇ ἀληθείᾳ, ὅσῳ καὶ μείζων ἡ πονηρία
τῶν αὐτοῖς τετολμημένων μετὰ τοσαύτην θεραπείαν
καὶ διόρθωσιν. Λύτρωσιν ἀπέστειλε ὁ Κύριος τῷ λαῷ αὐτοῦ. Κατὰ μὲν τὴν ἱστορίαν,
τὴν τῶν Ἰουδαίων ἐλευθερίαν φησί· κατὰ δὲ τὴν ἀναγωγὴν, τὴν τῆς οἰκουμένης, ὃ καὶ τὸ ἑξῆς δηλοῖ· Ἐνετείλατο
εἰς τὸν αἰῶνα
διαθήκην αὐτοῦ. Τὴν Καινὴν ἐνταῦθα λέγει· ἐπειδὴ
γὰρ ἐντολῆς ἐμνήσθη
καὶ νόμου, οὗτος
δὲ παρεβάθη, καὶ εἰργάσατο ὀργὴν, φησὶν, ὅτι Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ,
καθάπερ καὶ αὐτὸς ἔλεγεν· Οὐκ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον.
Ἐπειδὴ γὰρ παραβαινόμενος ὁ νόμος ἐκόλαζεν· Ὁ γὰρ νόμος ὀργὴν, φησὶ, κατεργάζεται·
οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· καὶ, Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης
τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι· διὰ τοῦτο
οὕτως εἶπε· Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ.
ηʹ. Ἀλλ' ὅμως οὐδὲ ἡ λύτρωσις ἁπλῶς, ἀλλὰ
μετὰ τὴν λύτρωσιν καὶ νόμος, ἵνα τῆς χάριτος
ἀξίαν ἐπιδειξώμεθα τὴν
πολιτείαν. Ἅγιον καὶ φοβερὸν
τὸ ὄνομα αὐτοῦ. Ἐπειδὴ γὰρ ἐνενόησεν ἅπαντα τὰ ἀνακηρύττοντα αὐτοῦ τὴν κηδεμονίαν, τὴν πρόνοιαν, τὴν ἐν τῇ
Παλαιᾷ, τὴν ἐν τῇ Καινῇ, τὴν ἐν τοῖς ἔργοις, τὴν διὰ τῶν ἐντολῶν, τὴν διὰ τῶν
θαυμάτων, τὴν διὰ τῶν
τεραστίων, ἔνθους γενόμενος, καὶ ἐκπλαγεὶς
αὐτοῦ τὴν μεγαλωσύνην, εἰς
δοξολογίαν καταλύει τὸν λόγον, ὕμνον ἀναφέρων εἰς τὸν ταῦτα
πεποιηκότα. Ἅγιον καὶ
φοβερὸν τὸ ὄνομα
αὐτοῦ· τουτέστιν, ἐκπλήξεως
γέμον, θαύματος πολλοῦ. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ, πόσῳ μᾶλλον ἡ οὐσία; Πῶς δὲ
τὸ ὄνομα αὐτοῦ ἅγιον καὶ φοβερόν; ∆αίμονες αὐτὸ τρέμουσι, νοσήματα αὐτὸ δέδοικε,
τούτῳ κεχρημένοι τῷ ὀνόματι οἱ ἀπόστολοι
τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν. Τούτῳ ὁ ∆αυῒδ ἀντὶ ὅπλου χρησάμενος,
τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· τούτῳ τὰ μυρία κατωρθώθη πράγματα· τούτῳ
τὴν ἱερὰν μυσταγωγούμεθα μυσταγωγίαν. Ἐννοῶν
τοίνυν ὅσα ἐργάζεται θαύματα τὸ ὄνομα
αὐτοῦ, ὅσας εὐεργεσίας, πῶς τοὺς ἐναντίους
διαλύει, πῶς τοὺς οἰκείους ἀσφαλίζεται, καὶ πράγματα ἀναλογιζόμενος ὑπερβαίνοντα
φύσεως ἀκολουθίαν, καὶ νικῶντα λογισμὸν
ἀνθρώπων, φησίν· Ἅγιον καὶ φοβερὸν
τὸ ὄνομα αὐτοῦ. Εἰ δὲ ἅγιον, ἁγίων δεῖται στομάτων πρὸς ὑμνολογίαν, ἁγίων καὶ καθαρῶν. Ἀρχὴ σοφίας φόβος Κυρίου.
Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Τί ἐστιν, ἀρχή; Πηγὴ, ῥίζα, ὑπόθεσις.
Ἐπειδὴ γὰρ τοσαῦτα
καὶ τηλικαῦτα εἶπε
περὶ τοῦ τῆς οἰκουμένης
∆εσπότου, καὶ τοσαύτης
ἐκπλήξεως ἐνεπλήσθη, ἐπάγει
τοῦτο ἀκολούθως, λοιπὸν δεικνὺς, ὅτι ὁ τοῦτον φοβούμενος πάσης
ἐμπίμπλαται σοφίας, καὶ συνετὸς γίνεται.
Εἶτα ἵνα μή τις νομίσῃ μέχρι τῆς γνώσεως
εἶναι τὰ τῆς σοφίας, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν
αὐτήν. Οὐ γὰρ ἀρκεῖ πίστις, ἂν μὴ
προσῇ καὶ πολιτεία τῇ πίστει συμβαίνουσα.
Πῶς δὲ ἀρχὴ σοφίας φόβος Κυρίου; Πάσης ἀπαλλάττει πονηρίας, πᾶσαν ἀρετὴν κατορθοῖ. Σοφίαν δὲ οὐ
τὴν ἐν ῥήμασιν, ἀλλὰ τὴν ἐν πράγμασι λέγει. Ἐπεὶ καὶ οἱ ἔξωθεν σοφίαν τοῦτο ὡρίσαντο,
θείων καὶ ἀνθρωπίνων πραγμάτων διάγνωσιν. Ταύτην δὲ τὴν τέχνην ὁ τοῦ Θεοῦ φόβος διδάσκει, πονηρίαν ἀνελὼν, ἀρετὴν φυ .290 τεύων, τῶν παρόντων ὑπερορᾷν
παρασκευάζων, πρὸς τὸν οὐρανὸν μεθιστάς. Τί δὲ τῆς τοιαύτης ψυχῆς σοφώτερον; Οὐ τὸν ἀκροατὴν δὲ ἐνταῦθα ζητεῖ μόνον, ἀλλὰ καὶ τὸν ποιητήν. Σύνεσις δὲ
ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· τουτέστι, τοῖς ποιοῦσι τὴν σοφίαν, καὶ διὰ τῶν ἔργων
ἐπιδεικνυμένοις, σύνεσις ἀγαθή. Σύνεσις,
εἶπεν, ἀγαθὴ, ὅτι ἔστι καὶ σύνεσις πονηρὰ, ὡς ὅταν λέγῃ· Σοφοί εἰσι τοῦ κακοποιῆσαι·
τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. Ἀλλ' αὐτὸς τὴν ἐπὶ τῆς ἀρετῆς σύνεσιν ζητεῖ. Ἡ
αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ποία αἴνεσις; εἰπέ μοι. Ἡ εὐχαριστία,
ἡ δοξολογία, ἡ διὰ τῶν ἔργων γενομένη ἀθάνατος, καὶ πρὸ τούτων, αὐτὴ ἡ τῇ οὐσίᾳ
αὐτοῦ συγκεκληρωμένη. Ἀθάνατος μὲν γὰρ ὁ
Θεὸς, καὶ καθ' ἑαυτὸν σφόδρα
αἰνετός· αἰνετὸς δὲ καὶ ὅταν
ἐννοήσῃς τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὰ ἄλλα πάντα· αἰνετὸς καὶ διὰ τῶν ἔργων,
ὅταν ἴδῃς αὐτοῦ τὴν σοφίαν διὰ τῶν ὁρωμένων. Ταῦτα δὲ λέγει εἰς εὐχαριστίαν
προτρέπων, καὶ δεικνὺς οὐδεμιᾶς συγγνώμης
ὄντας ἀξίους, οὐδὲ τῆς τυχούσης,
τοὺς δυσχεραίνοντας πρὸς τὰ γενόμενα. Ὅταν γὰρ ἡ αἴνεσις αὐτοῦ,
καὶ ἡ εὐχαριστία, καὶ ἡ
δοξολογία οὕτως ᾖ φανερὰ, καὶ δήλη, καὶ σαφὴς, καὶ ἀκίνητος,
καὶ πεπηγυῖα, καὶ μονίμη, ὡς καὶ ἀθάνατος εἶναι, ἀπέραντος καὶ ἀτελεύτητος, ἐκεῖνοι
δὲ ταύτην ἀγνοοῦντες τἀναντία φθέγγωνται·
οὐδὲν ἕτερον ἢ πρὸς τὰ ἡλίου σφόδρα
σαφέστερα ἀντιλέγουσι, καὶ ἑκόντες
τυφλώττουσιν. Οὐδὲ γὰρ πρόσκαιρός
ἐστιν, ἵνα ἀγνοήσωσιν,
οὔτε ἀμαυρά τις καὶ
ἀσαφὴς, ἀλλὰ καὶ δήλη, καὶ διηνεκὴς καὶ ἀθάνατος ἀεὶ μένουσα, καὶ τέλος οὐδέποτε ἔχουσα.
ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος
τὸν Κύριον.
αʹ. Σφόδρα μοι δοκεῖ τῷ τέλει τοῦ πρὸ τούτου
ψαλμοῦ ἕπεσθαι τὸ προοίμιον, καὶ ὥσπερ ἓν σῶμα εἶναι συνεχὲς καὶ συνημμένον Ἐκεῖ
μὲν γάρ φησιν, Ἀρχὴ σοφίας φόβος Κυρίου· ἐνταῦθα δὲ, Μακάριος ἀνὴρ ὁ φοβούμενος
τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι παιδεύων τοῦ Θεοῦ τὸν φόβον. Ἐκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ἔφησεν
εἶναι· ἐνταῦθα δὲ μακάριον· τὸ δὲ ὄντως
μακάριον τοῦτο, ὡς τά γε ἄλλα πάντα ματαιότης καὶ
σκιὰ, καὶ ψιλὰ πράγματα·
κἂν πλοῦτον εἴπῃς,
κἂν δυναστείαν, κἂν σώματος ὥραν, κἂν χρημάτων περιβολήν. Φύλλοις γὰρ ἔοικε καταπίπτουσι, καὶ
σκιαῖς παρατρεχούσαις, καὶ ὀνείρασιν ἀφιπταμένοις. Τὸ δὲ ὄντως μακάριον τοῦτο. Εἶτα, ἐπειδὴ καὶ
δαίμονες δεδοίκασιν αὐτὸν, καὶ φρίττουσιν, ἵνα μὴ νομίσῃς τοῦτο μόνον ἀρκεῖν εἰς
σωτηρίαν, ὅπερ ἄνω πεποίηκε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπὼν, Ἀρχὴ
σοφίας φόβος Κυρίου, ἐπήγαγε· Σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, τοῖς δόγμασι
τὴν συμβαίνουσαν πολιτείαν
ἀναρτῶν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν
τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως, ὃν καὶ δαίμονες ἔχουσιν· ἀλλὰ καὶ τοῦτο προστίθησιν λέγων Ἐν ταῖς ἐντολαῖς αὐτοῦ
θελήσει σφόδρα. Τοῦτο
δὲ εἶπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἠκριβωμένην,
καὶ ψυχὴν φιλόσοφον. Καὶ οὐκ εἶπε, Τὰς ἐντολὰς αὐτοῦ ποιήσει, ἀλλὰ, Θελήσει, ἕτερόν τι πλέον ἐπιζητῶν.
Ποῖον δὴ τοῦτο; Τὸ μετὰ προθυμίας αὐτὰς ποιεῖν· τὸ ἐραστὰς αὐτῶν εἶναι σφοδρούς· τὸ μεταδιώκειν αὐτῶν
τὰ ἐπιτάγματα· τὸ φιλεῖν αὐτὰς, μὴ διὰ τὸν μισθὸν τὸν ὑπὲρ αὐτῶν κείμενον, ἀλλὰ
διὰ τὸν θέντα αὐτάς· τὸ μεθ' ἡδονῆς μετιέναι
τὴν ἀρετήν· τὸ μὴ φόβῳ γεέννης,
μηδὲ ἀπειλῇ κολάσεως, μηδὲ ἐπαγγελίᾳ βασιλείας,
ἀλλὰ διὰ τὸν
νομοθετήσαντα. Καὶ ἀλλαχοῦ τοῦτο
ποιεῖ, φησὶ, δεικνὺς τὴν ἡδονὴν, ἣν ἔχει περὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ὡς γλυκεῖα
τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Τοῦτο καὶ Παῦλος ἐπιζητεῖ, αἰνιγματωδῶς
οὕτω λέγων· Ὥσπερ
παρεστήσατε μέλη ὑμῶν
δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ
εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Τουτέστι, Μεθ' ὅσης σπουδῆς, μεθ' ὅσης ἐπιθυμίας τὴν κακίαν ἐδιώκετε, καίτοι
μηδὲν ἔπαθλον ἔχουσαν, ἀλλὰ κόλασιν μᾶλλον, καὶ τιμωρίαν· μετὰ τοσαύτης διώξατε
τὴν ἀρετήν. Ἀλλ' ὅμως, καὶ τοῦτο σύμμετρον
ἔφησεν ἀπαιτεῖν μέτρον. Μέλλων γὰρ ταῦτα λέγειν, οὕτως ἔφη· Ἀνθρώπινον λέγω
διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· δεικνὺς ὅτι οὐ πολλῷ ἥττονα ἐπιθυμίαν ἐπιδείκνυσθαι
χρὴ περὶ τὴν ἀρετὴν, ἢ περὶ τὴν κακίαν ἐπεδειξάμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν·
Εἰ γὰρ μὴ τὴν αὐτὴν ἐπιδείξωνται ἀρετὴν,
τίνα ἂν ἔχοιεν ἀπολογίαν ἢ συγγνώμην οἱ μηδὲ μετὰ τῆς αὐτῆς ἐπιθυμίας πρὸς
ταύτην ἰόντες; ∆ιὰ δὴ τοῦτο
καὶ ὁ προφήτης εἶπεν
οὗτος· Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· ὁ γὰρ φοβούμενος αὐτὸν ὡς
χρὴ, τὰ ἐπιτάγματα αὐτοῦ μετὰ πολλῆς δέχεται τῆς ἐπιθυμίας. ∆ιόπερ ὁ περὶ τὸν
νομοθέτην ἔρως προσηνῆ ποιεῖ τὸν νόμον,
κἂν δυσκολίαν δοκῇ ἔχειν τινά. Καὶ μηδεὶς καταγνῷ τοῦ λόγου, εἰ τοιούτῳ κέχρημαι παραδείγματι·
καὶ γὰρ καὶ Παῦλος ἐχρήσατο αὐτῷ οὕτως εἰπών· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν
δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε
δοῦλα τῇ δικαιοσύνῃ. Ὁ τοίνυν πόρνης ἐρῶν, κἂν ὑβρίζηται, κἂν λοιδορῆται, κἂν
τύπτηται, κἂν ἀσχημονῇ, κἂν τῆς πατρίδος ἐκβάλληται, καὶ τῆς πατρῴας οὐσίας, κἂν
τῆς εὐνοίας τοῦ πατρὸς, κἂν ἕτερα
χαλεπώτερα πάσχῃ, μεθ' ἡδονῆς
αὐτὰ φέρει διὰ τὸν ἔρωτα
τὸν ἀκόλαστον. Εἰ δὲ ἐκεῖνα μεθ' ἡδονῆς
δέχονται, πῶς οὐ πολλῷ
μᾶλλον τὰ τοῦ Θεοῦ διατάγματα, τὰ
σωτηριώδη καὶ δόξης γέμοντα, καὶ πολλὴν ἡμῖν παρέχοντα φιλοσοφίαν, καὶ ψυχὴν
βελτίονα ἐργαζόμενα, μετὰ πολλῆς δεῖ δέχεσθαι τῆς ἡδονῆς, καὶ μηδὲν δύσκολον ἐν
αὐτοῖς εἶναι νομίζειν; Τὴν γὰρ δυσκολίαν οὐχ ἡ τῶν ἐπιταγμάτων φύσις, ἀλλ'
ἡ τῶν πολλῶν ῥᾳθυμία ποιεῖν εἴωθεν.
Ὡς εἴ τις μετὰ προθυμίας αὐτὰ δέχοιτο,
κοῦφα καὶ ῥᾷστα αὐτὰ ὄψεται ὄντα. ∆ιὸ ὁ Χριστὸς ἔλεγεν· Ὁ ζυγός μου χρηστὸς, καὶ
τὸ φορτίον μου ἐλαφρόν ἐστι. Καὶ ἵνα
μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον,
καὶ ἡ ῥᾳθυμία τῶν πολλῶν καὶ τὰ εὔκολα
δύσκολα ἀποφαίνει, ἡ δὲ σπουδὴ καὶ τὰ δύσκολα
ῥᾷστα· ὅτε τοῦ μάννα ἀπήλαυον οἱ Ἰουδαῖοι,
καὶ ἐδυσχέραινον καὶ θάνατον ηὔχοντο· λιμῷ
δὲ παλαίων ὁ Παῦλος ἔχαιρε, καὶ ἐσκίρτα.
Κἀκεῖνοι μὲν ἔλεγον· Ἡ ψυχὴ ἡμῶν κατάκενος ἐπὶ τῷ μάννα. Ἐξήγαγες ἡμᾶς ἀπο .292
κτεῖναι παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ὁ δὲ Παῦλος ἔλεγε· Χαίρω ἐν τοῖς
παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα
τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί
μου. Ποίοις παθήμασι; Τῷ λιμῷ, τῇ δίψῃ, τῇ γυμνότητι, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Πῶς δ' ἂν τοῦτο γένοιτο;
Ἂν μετὰ ἀκριβείας καὶ φοβώμεθα καὶ ἀγαπῶμεν τὸν Θεόν· ἂν ἐννοῶμεν αὐτῆς τῆς ἀρετῆς τὴν φύσιν. Καὶ γὰρ πρὸ τῶν ἄλλων ἐπάθλων
ἐν ἑαυτῇ τὰς ἀμοιβὰς ἔχει. Ὅταν γὰρ
μὴ μοιχεύῃς, μηδὲ φονεύῃς, ἐννόησον
ὅσης ἀπολαύσῃ τῆς ἡδονῆς, μὴ καταγινωσκόμενος ὑπὸ τοῦ
συνειδότος, μὴ τοὺς οἰκείους
αἰσχυνόμενος, καθαροῖς ὀφθαλμοῖς
πρὸς ἅπαντας βλέπων. Ἀλλ' οὐχ ὁ μοιχὸς τοιοῦτος, ἀλλὰ πάντας τρέμει καὶ
δέδοικε, καὶ αὐτὰς τὰς σκιὰς ὑφορᾶται,
βʹ.
Πάλιν ὁ πλεονέκτης
καὶ βάσκανος τὰ αὐτὰ πείσεται.
Ὁ δὲ τούτων ἀπηλλαγμένος τὰ ἐναντία. ∆υνατὸν
ἐν τῇ γῇ ἔσται
τὸ σπέρμα αὐτοῦ. Σπέρμα οἶδε πολλάκις ἡ Γραφὴ λέγειν οὐ τὸ κατὰ φύσεως ἀκολουθίαν τικτόμενον,
ἀλλὰ τὸ κατὰ κοινωνίαν ἀρετῆς. ∆ιὸ
καὶ Παῦλος ἑρμηνεύων τὸ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ἔλεγεν· Οὐ γὰρ πάντες
οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι σπέρμα Ἀβραὰμ, πάντες τέκνα·
ἀλλ' ἐν Ἰσαὰκ
κληθήσεταί σοι σπέρμα. Καὶ πάλιν, Ἐν τῷ
σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη. Ὅτι γὰρ οὐ περὶ Ἰουδαίων εἴρηται, τὰ πράγματα δηλοῖ· οἱ γὰρ αὐτοὶ κατάρας
γέμοντες, πῶς ἂν ἄλλοις εὐλογίας
γένοιντο αἴτιοι; ἀλλὰ περὶ τῆς Ἐκκλησίας
φησὶ, τῆς κατὰ τὴν κοινωνίαν τῆς πίστεως σπέρμα χρηματιζούσης αὐτῷ. Τοιοῦτοι τοίνυν οἱ ἐνάρετοι, καὶ τὸν Θεὸν φοβουμένων παῖδες
∆υνατὸν ἐν τῇ γῇ τὸ σπέρμα αὐτοῦ. ∆ιὰ τί εἶπεν,
Ἐν τῇ γῇ; Ἵνα δείξῃ, ὅτι καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ πρὸ τῆς πείρας τῶν
ἀγαθῶν τῶν ἐκεῖ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, ἐν ἑαυτῇ τὴν ἀμοιβὴν
ἡ ἀρετὴ κέκτηται καὶ πρὸ τῶν ἐπάθλων.
Ὅτι γὰρ ὁ τοιοῦτος σπέρμα δυνατὸν ἔσχε,
καὶ ὁ ἀρετὴν
περιβεβλημένος πάντων ἐστὶ
δυνατώτερος, ἐδίδαξαν οἱ ἀπόστολοι,
ἔδειξαν οἱ προφῆται.
Ὁμοίως καὶ ὁ Κύριος περὶ
τούτων ἐμφαίνων, φησίν· Ὅστις ἀκούει
μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε
τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Πόσαι δήμων ἐπαναστάσεις, πόσοι τυράννων θυμοὶ, πόσα ξίφη,
πόσα δόρατα, πόσα βέλη, πόσαι κάμινοι, πόσοι θηρίων ὀδόντες, πόσοι κρημνοὶ, πόσα
πελάγη, πόσαι ἐπιβουλαὶ, πόσαι συκοφαντίαι, πόσα μηχανήματα κατὰ τῶν ἀποστόλων ᾔρετο! ἀλλ' ὅμως οὐδὲν αὐτοὺς
ὑπεσκέλισεν, ἀλλὰ πάντων ὑψηλότεροι τούτων ἐγένοντο, ὑπὲρ τοὺς καλάμους τῶν ἐπιβουλευόντων
πετόμενοι, καὶ τοὺς ἐπιβουλεύοντας εἰς τὴν ἑαυτῶν
μετατιθέντες τάξιν. Οὐδὲν γὰρ ἀρετῆς δυνατώτερον· αὕτη καὶ πέτρας στεῤῥοτέρα, καὶ ἀδάμαντος
ἰσχυροτέρα· ὥσπερ οὖν
κακίας οὐδὲν εὐτελέστερον, οὐδὲ ἀσθενέστερον,
κἂν μυρία τις ᾖ περιβεβλημένος χρήματα, κἂν πολλὴν ἔξωθεν
ἔχων δυναστείαν. Εἰ δὲ ἐν τῇ γῇ τοσαύτη ἡ ἰσχὺς, ἐννόησον, ἐν τοῖς οὐρανοῖς πόσης ἀπολαύσονται τῆς δυνάμεως
οἱ τοιοῦτοι. Γενεὰ εὐθέων εὐλογηθήσεται. Εἶδες αὐτὴν διαλάμπουσαν, καὶ μυρίους
κήρυκας καὶ ἐπαινέτας ἔχουσαν καὶ θαυμαστάς;
Ἀλλ' οὐχ ἁπλῶς τοὺς τυχόντας, ἀλλὰ
τοὺς συνετούς. Οὐδὲ γὰρ δυνήσεταί
τις αὐτὴν συνιδεῖν τῶν χαμαιζήλων
ἀνθρώπων, ἀλλ' οὗτοι μάλιστα αὐτὴν ἐπαινέσονται,
οὗτοι θαυμάσονται, καὶ ἀνακηρύξουσιν, οἱ μὴ διεστραμμένην ἔχοντες
τὴν διάνοιαν. Ἐννόησον οὖν ἡλίκον ἐστὶ τὸ κτῆμα, ὥστε μηδὲ τῶν
ἀγγέλων ἀποδέειν, μηδὲ τῶν ἀποστόλων, μηδὲ τῶν μεγάλων καὶ θαυμαστῶν· καὶ γὰρ εἰ τοὺς ἐγκωμιάζοντας αὐτὴν τοιούτους εἶναι χρὴ, σκόπει καὶ λογίζου
ἡλίκην αὐτὴν εἶναι εἰκός. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Πάλιν ἀπὸ τῶν αἰσθητῶν
ἐπὶ τὰ νοητὰ διαβαίνει. Οἶδε γὰρ καὶ πλοῦτον καλεῖν ἡ Γραφὴ τὸν ἐν τοῖς ἔργοις
τοῖς ἀγαθοῖς· ὡς ὅταν λέγῃ· Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς. Οὗτος γὰρ ἀληθὴς
ὁ πλοῦτος, ὡς ὅ γε ἕτερος ὄνομα πλούτου ψιλὸν, πράγματος ἔρημον. Εἰ δὲ καὶ τοῦτον
λέγει τις, οὐδὲ οὕτως ἀποστησόμεθα τοῦ λόγου. Τί γὰρ ἂν ἦν καὶ ἐν χρήμασι τῶν ἀποστόλων
πλουσιώτερον, οἷς καθάπερ ἐκ πηγῶν ἅπαντα ἔῤῥει; Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν
ὑπῆρχον, πωλοῦντες ἔφερον καὶ ἐτίθουν τὰς
τιμὰς παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὁρᾷς
πλούτου φιλοτιμίαν; Τὰ πάντων
ἐκέκτηντο, τῆς φροντίδος αὐτῶν ἀπηλλαγμένοι, καὶ ὥσπερ οἰκονόμοι μᾶλλον
αὐτῶν ὄντες ἢ δεσπόται. Οἱ γὰρ ἔχοντες, τοῦ ἔχειν ἀφιστάμενοι, οὕτως αὐτὰ
τοῖς ἀποστόλοις ἐκόμιζον, αὐτοὶ μὲν αὐτὰ ἐξαργυρίζοντες καὶ χρήματα ποιοῦντες,
τὴν δὲ διανομὴν ἐπιτρέποντες ἐν τῇ ἐξουσίᾳ τῇ ἐκείνων γίνεσθαι. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Παῦλος· Ὡς μηδὲν
ἔχοντες, καὶ πάντα κατέχοντες. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἐν τοσούτῳ πλούτῳ
ὄντες, ὑψηλότεροι τῆς
περιουσίας ἦσαν· καὶ γὰρ τὸ πλῆθος
αὐτοὺς οὐ κατεῖχε τῶν χρημάτων.
Τοῦτο μάλιστα πλοῦτος, τὸ μὴ δεῖσθαι
πλούτου. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐνταῦθα λοιπὸν οὐδὲ ἑρμηνείας
δεῖται. Εἶχον μὲν γὰρ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ. Εἵπετο καὶ αὕτη κατὰ τὸν θεῖον
λόγον τὸν λέγοντα· Ζητεῖτε τὴν βασιλείαν τοῦ
Θεοῦ, καὶ ταῦτα πάντα
προστεθήσεται ὑμῖν. Τί γὰρ ἐκείνων
σεμνότερον; Ὡς ἀγγέλους τοῦ Θεοῦ ἐδέχοντο,
τὰ χρήματα φέροντες, παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν· λοιπὸν καὶ αὐτῶν τῶν τὸ διάδημα
περικειμένων λαμπρότεροι ὑπῆρχον. Ποῖος
μὲν μετὰ τοσαύτης εἰσῄει βασιλεὺς περιφανείας, μεθ' ὅσης ὁ Παῦλος ἐθαυμάζετο
πανταχοῦ φθεγγόμενος, καὶ λύων
θανάτους, καὶ ἐλαύνων
νοσήματα, δραπετεύειν ποιῶν δαίμονας, καὶ διὰ τῶν ἱματίων τῶν ἑαυτοῦ τοιαῦτα
ἐργαζόμενος; Οὗτος τὴν γῆν οὐρανὸν ἐποίει, καὶ πρὸς τὴν ἀρετὴν ἅπαντας
ἐχειραγώγει.
γʹ. Εἰ δὲ ἐν τῇ γῇ τοιαῦτα, ἐννόησον ἐν οὐρανοῖς
ἡλίκης δόξης ἀπολαύσονται. Τί δέ ἐστιν, Ἐν τῷ οἴκῳ . αὐτοῦ; Μετ' αὐτοῦ, φησίν. Ὁ
δὲ ἔξωθεν πλοῦτος οὐ μετὰ τοῦ ἔχοντος, ἐπειδὴ οὐδὲ ἐν ἀσφαλείᾳ κεῖται, ἀλλὰ ἐν
ταῖς τῶν συκοφαντῶν χερσὶν, ἐν ταῖς τῶν κολάκων,
ἐν ταῖς τῶν ἀρχόντων, ἐν ταῖς τῶν
οἰκετῶν· διὰ τοῦτο πανταχοῦ αὐτὸν διασπείρει, μὴ θαῤῥῶν αὐτὸν ὅλον ἐν τῷ
οἴκῳ κατέχειν· διὰ τοῦτο φυλακαὶ, καὶ προφυλακαὶ, καὶ
πλέον οὐδὲν, πάντα
δυναμένου διαδιδράσκειν ἐκείνου.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς
τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν· Ἡ ἐλεημοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος. Ἤτοι τὴν ἀρετὴν τὴν καθόλου φησὶν ἐνταῦθα, ἤτοι τὴν ἀντικειμένην τῇ ἀδικίᾳ,
ἢ καθὼς ἕτερος ἑρμηνευτὴς ἔφη, τὴν φιλανθρωπίαν τὸν ἔλεον λέγει. Τοιοῦτον γὰρ ἡ
τῆς ἐλεημοσύνης δύναμις, ἀθάνατον πρᾶγμα
καὶ ἀκήρατον, καὶ οὐδέποτε σβεσθῆναι δυνάμενον.
Ἀλλὰ τὰ μὲν ἀνθρώπινα ἅπαντα διασύρεται,
ὁ δὲ τῆς ἐλεημοσύνης καρπὸς ἀμάραντος διαμένει διηνεκῶς, μηδεμιᾷ δυσκολίᾳ καιρῶν
ἐλεγχόμενος. Κἂν γὰρ τὸ σῶμα διαλυθῇ,
ἐκείνη οὐ συγκαταλύεται τῷ βίῳ, ἀλλὰ προαποδημεῖ μονὰς αὐτῷ προευτρεπίζουσα,
περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι Ἐν τῷ οἴκῳ τοῦ
Πατρός μου μοναὶ πολλαί εἰσιν.
Ὥστε καὶ τούτῳ κρατεῖ
τῶν ἀνθρωπίνων, τῷ διηνεκεῖ καὶ μονίμῳ,
ὅπερ οὐδὲν ἔχει τῶν βιωτικῶν. Ἄν τε γὰρ κάλλος εἴπῃς, νόσῳ μαραίνεται, καὶ γήρᾳ δαπανᾶται· ἄν
τε δυναστείαν εἴπῃς, πολλάκις μεταβάλλεται· ἄν τε πλοῦτον, ἄν τε ἄλλο ὁτιοῦν τῶν
λαμπρῶν καὶ περιφανῶν τῶν κατὰ τὸν παρόντα
βίον, ἢ ζῶντας ἀπέλιπεν, ἢ τελευτήσαντας γυμνοὺς
καὶ ἐρήμους εἴασεν. Ἀλλ' οὐχ ὁ τῆς δικαιοσύνης καρπὸς τοιοῦτος· οὐ χρόνῳ
δαπανᾶται, οὐ θανάτῳ διακόπτεται, ἀλλὰ τότε μᾶλλον ἀσφαλέστερος γίνεται, ὅταν πρὸς ἐκεῖνον
καταπλεύσῃ τὸν ἀκύμαντον λιμένα. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Τὸν μακαρισμὸν ὑπογράφων τοῦ φοβουμένου τὸν Θεὸν, λέγει καὶ τὰ ἐν τῷ
παρόντι συμβαίνοντα πράγματα, οἷον ὅτι ἀθάνατα αὐτοῦ τὰ κτήματα, ὅτι δόξης
ἀπολαύσεται, καὶ πάντων ἀνώτερος
ἔσται, ὅτι τοὺς ἐοικότας αὐτῷ κατὰ
τὴν ἀρετὴν, καὶ τέκνα αὐτοῦ γινομένους, ἀχειρώτους ὄψεται, ὅτι ἐν τῇ τῶν πραγμάτων δυσκολίᾳ
πολλῆς τεύξεται τῆς ἀδείας.
Τοῦτο γάρ ἐστιν, Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι.
Τοῖς γὰρ οὕτω διακειμένοις, τοῖς ὀρθὰ
βαδίζουσι, ἐν μέσῳ σκότους φῶς ἀνατεῖλαι παρασκευάσει. Τί ἐστιν, Ἐν σκότει; Κἂν ἐν θλίψει
καὶ στενοχωρίᾳ καὶ πειρασμῷ
καὶ κινδύνοις γένωνται,
φησὶ ταῦτα γὰρ σκότος καλεῖ, πολλὴν αὐτοῖς εὐθέως ποιήσει ἔσεσθαι τὴν
ἡδονήν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Οὐ θέλω δὲ ἀγνοεῖν ὑμᾶς περὶ τῆς θλίψεως τῆς γενομένης
ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρύνθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. Εἶδες τὸ σκότος; Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα
τοῦ θανάτου ἐσχήκαμεν,
ἵνα μὴ πεποιθότες ὦμεν ἐν
ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ
ἐγείροντι τοὺς νεκροὺς,
ὃς ἐκ τηλικούτων
θανάτων ἐῤῥύσατο ἡμᾶς. Εἶδες τὸ φῶς πῶς ἀνέτειλε; Σκόπει δὲ αὐτὸ καὶ ἐπὶ
τῶν τριῶν παίδων. Προσδοκῶντες γὰρ ἐμπίπρασθαι, δρόσου καθαρωτάτης ἀπήλαυσαν.
Καὶ ἐπὶ τοῦ ∆ανιὴλ δὲ καὶ τῶν ἄλλων προφητῶν. Εἰ δὲ καὶ κατὰ ἑτέραν τις ἀναγωγὴν ταῦτα ἐκλαβεῖν θέλει, ἐπὶ τῆς οἰκουμένης ὄψεται
τοῦτο γεγονός. Κατέχοντος
γὰρ τοῦ σκότους
γῆν καὶ θάλατταν, καὶ
πλάνης πανταχοῦ κεχυμένης,
κάτωθεν ὁ τῆς
δικαιοσύνης ἀνέτειλεν ἥλιος. Ἐπειδὴ
γὰρ οὐρανὸν ἀφέντες οἱ τότε ἄνθρωποι Θεὸν ἐπὶ γῆς ἐζήτουν, ἐκεῖθεν αὐτοῖς ἐφάνη
συγκαταβὰς τοῖς ἀσθενοῦσιν, ἵνα ἀναγάγῃ
πρὸς ὕψος ἄπειρον. Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος Κύριος ὁ Θεός. Ἐπειδὴ εἶπεν, ὅτι Ἡ
δικαιοσύνη αὐτοῦ μένει, καὶ παρεμυθήσατο ἐκείνῳ τῷ τρόπῳ, πολλοὶ δὲ τῶν ἐλεημόνων, καὶ τῶν τὸν ὀρθὸν βιούντων βίον, τῶν ἐναντίων
ἐνταῦθα ἀπολαύουσιν, ἑτέραν ἐπεισάγει παραμυθίαν λέγων· Ἐλεήμων, καὶ οἰκτίρμων,
καὶ δίκαιος ὁ Κύριος· διπλῆν κατασκευὴν ἐργαζόμενος ἐντεῦθεν.
Εἰ γὰρ ἐλεήμων
ἐστὶ, καὶ τοὺς
ἁμαρτάνοντας πολλάκις συγγνώμης ἀξιοῖ,
πολλῷ μᾶλλον τοὺς κατορθοῦντας οὐ περιόψεται ἀστεφανώτους ἀπελθόντας. Ἀλλὰ κἂν ἐνταῦθα μὴ ἀποδῷ, ἀποδώσει πάντως ἐκεῖ. Εἶτα καὶ, ∆ίκαιος, ἐπάγει· εἰ δὲ δίκαιός
ἐστιν, ὥσπερ οὖν καὶ ἔστι, τὸ κατ' ἀξίαν ἑκάστῳ ἀποδώσει, κἂν ἐνταῦθα μὴ ἀποδῷ· ὅπερ μάλιστα καὶ τῆς ἀναστάσεώς ἐστιν
ἀπόδειξις μεγίστη. Ὅταν γὰρ πολλοὶ τῶν ἐναρέτων φαίνωνται μυρία παθόντες δεινὰ,
καὶ τῶν πονηρῶν πολλῆς ἀπολαύσαντες ἀδείας, ποῦ τὸ κατ' ἀξίαν ἕκαστος ἀπολήψεται, εἰ μὴ μέλλοι ἀνάστασις εἶναι καὶ ἑτέρα ζωὴ,
καὶ κρίσις, καὶ ἀντίδοσις; Εἶτα ἐπειδὴ
δικαιοσύνης μνησθεὶς, ἐφόβησε τὸν
ἀκροατὴν ὡς μέλλοντα εὐθύνας ὑπέχειν τῶν ἡμαρτημένων, ταχέως ἐπάγει τὸ φάρμακον
λέγων· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν,
οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει.
δʹ. Ὅρα πόσα τίθησι τὰ ἔπαθλα τῷ φιλανθρώπῳ·
ὅτι μένει διηνεκῶς ὁ καρπὸς, ὅτι πειρασμῶν
ἀπαλλαγήσεται, ὅτι τὸν Θεὸν ζηλώσει· καὶ γὰρ ὁ Θεὸς οἰκτίρμων· ὅτι τῶν οἰκείων ἁμαρτημάτων
λήψεται συγγνώμην. Τοῦτο γάρ ἐστιν, Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει· τουτέστι, τεύξεται συνηγορίας, τεύξεται ἀπολογίας,
οὐκ ἔσται αὐτῷ κατάκρισις τότε, τῆς ἐλεημοσύνης διατιθείσης αὐτῷ τὴν ἀπολογίαν καλῶς. Ἕτερος δὲ ἑρμηνευτής φησιν,
Οἰκονομῶν τὰ πράγματα
αὐτοῦ μετὰ κρίσεως. Τουτέστι, πολλῆς ἀπολαύσεται εὐημερίας,
οὐχ ὑποστήσεταί τι τῶν ἀτόπων, ἅτε ἄριστος οἰκονόμος γενόμενος. Ὡς ὅ γε ὠμὸς καὶ
ἀπάνθρωπος, καὶ μὴ ἐλεῶν, σφόδρα ἀνοικονόμητος. Τί γὰρ ἂν γένοιτο τούτου
χαλεπώτερον, ἢ ὅταν περὶ ψυχῆς
κινδυνεύειν μέλλων χρημάτων φείδηται,
κἀκείνης ἀμελῇ; ∆ιά τοι τοῦτο καὶ ἐκεῖνον τὸν οἰκονόμον ὁ Χριστὸς ἐπῄνεσε τὸν ἡνίκα ἔμελλε κινδυνεύειν
τὰ γραμματεῖα διαλύσαντα, καὶ χρεωκοπίαν ἐργασάμενον. Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τῷ παρόντι κινδυνεύοντας βίῳ πάντα τὰ ἑαυτῶν προΐεσθαι, ὥστε ἐξωνεῖσθαι τὸν κίνδυνον,
ἐπικινδύνῳ δὲ μέλλοντας παραδίδοσθαι κολάσει, μὴ τοιαύτῃ
κεχρῆσθαι οἰκονομίᾳ; ∆ιὰ δὴ τοῦτο φρόνιμον οἰκονόμον φησὶ τὸν ἐλεήμονα, ὀλίγου
πολλὰ ἀγοράζοντα, χρημάτων τὸν οὐρανὸν ὠνούμενον, ἱματίου τὴν βασιλείαν, ἄρτου καὶ ψυχροῦ ποτηρίου
τὰ μέλλοντα ἀγαθά. Τί γὰρ ταύτης τῆς οἰκονομίας γένοιτ' ἂν ἴσον, ὅταν τὰ ἀπολλύμενα
διδούς τις καὶ ῥέοντα καὶ φθειρόμενα, τὰ μέλλοντα καὶ ἀκίνητα ταῦτα λαμβάνῃ, καὶ δι' ἐκείνων καὶ τῆς κατὰ τὸν παρόντα βίον ἀσφαλείας ἀπολαύῃ; ∆ιὰ τοῦτό φησιν, Οἰκονομήσει τοὺς λόγους
αὐτοῦ ἐν κρίσει. Ἢ, ὡς ἕτερός φησιν, Οἰκονομῶν τὰ πράγματα τὰ αὐτοῦ μετὰ κρίσεως.
Ποίᾳ ἐν κρίσει, ἢ ἐν τῇ μελλούσῃ ἡμέρᾳ; Ἢ
ὅτι εὖ διαθήσει τὰ κατ' αὐτὸν ἅπαντα, καὶ οὐδὲν ἐν αὐτοῖς ἔσται συγκεχυμένον, ἀλλὰ πάντα ἐν τάξει κείμενα, πάντα ἀκολουθίᾳ καὶ ὁδῷ
βαδίζοντα, οὐδὲν τεταραγμένον
ἐν αὐτοῖς οὐδὲ θορυβῶδες, τῆς ἐλεημοσύνης ἅπαντα
ἐξευμαριζούσης αὐτῷ. Ὃ καὶ σαφέστερον
ποιῶν ἕτερος ἑρμηνευτὴς, Οἰκονομῶν
τὰ πράγματα αὐτοῦ μετὰ κρίσεως, εἶπεν. Ἐλεήμων γὰρ οὗτος ὁ μετὰ κρίσεως οἰκονομῶν
τὰ ἑαυτοῦ· ὡς ὅ γε ἕτερος ἄκαρπος, ἀνοικονόμητος. Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Τί τῆς οἰκονομίας ταύτης ἴσον, ὅταν τοιαύτην ὁδὸν εὕρῃ τὴν ἀπαλλάττουσαν αὐτὸν τῶν ἀδοκήτων περιστάσεων, καὶ τῶν τοῦ βίου κλυδωνίων ἔξω
ποιοῦσαν ὁρμίζεσθαι, καὶ ἄνθρωπος ὢν μηδὲν ἀνθρώπινον ὑπομένῃ, ἢ ὑπομένῃ μὲν, μὴ περιτρέπηται δέ; Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν τῇ
τῶν πειρασμῶν ἐπαγωγῇ μὴ κλίνηται, μηδὲ ὑποσκελίζηται.
Τί οὖν; οὐκ ἐσαλεύθησαν πολλοὶ τῶν ἐλεημόνων; Οὐδαμῶς. Εἰ γὰρ καὶ πένητες ἐγένοντο, καὶ πρὸς ἐσχάτην πτωχείαν μετηνέχθησαν, καὶ
συμφοραῖς περιέπεσον, ἀλλ' ὅμως οὐ περιετράπησαν ἐννοοῦντες τὰ εἰργασμένα αὐτοῖς, καὶ τὴν εὔνοιαν τοῦ Θεοῦ, καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασάμενοι, καὶ ἰσχυράν τινα
καὶ ἀσφαλῆ ἄγκυραν, τὸ χρηστὸν
λέγω συνειδὸς, ἔχοντες. ∆ιά τοι τοῦτο οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλευθήσονται, ἀλλ' ὅτι οὐ σαλευθήσονται. Ὃ δὴ καὶ ἐπ' ἐκείνου ἔλεγεν
ὁ Χριστὸς, τοῦ τὴν οἰκοδομὴν ποιοῦντος ἐπὶ τῆς πέτρας, οὐχ ὅτι οὐχ ὑποστήσεται χειμῶνα, ἀλλ' ὅτι καὶ ὑπομένων χειμῶνα
οὐ περιτραπήσεται. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν μὴ ἐν ἐρημίᾳ τῶν
πειρασμῶν τὸ ἀσφαλὲς αὐτῷ ᾖ, ἀλλὰ καὶ
πυκνότητι τῶν μηχανημάτων ἀπερίτρεπτος μένῃ
διηνεκῶς. Καὶ γὰρ ἀμήχανον ψυχὴν πλουτοῦσαν ἐλεημοσύνῃ ὑπὸ ἀηδίας
παθῶν βαπτισθῆναί ποτε. Εἰς μνημόσυνον αἰώνιον
ἔσται δίκαιος. Ὅρα αὐτὸν οὐκ ἐν
τῷ καιρῷ τῆς ζωῆς, ἀλλὰ
καὶ μετὰ τὴν τελευτὴν
διδάσκοντα πολλοὺς καὶ κατηχοῦντα. Πῶς οὖν οὗτος ἐν τῷ ζῇν πείσεταί τι πονηρὸν, ὅταν
καὶ τελευτῶν ἑτέροις διδάσκαλος γένηται εὐθυμίας; Ἵνα γὰρ μάθωσι καὶ οἱ σφόδρα ἄπιστοι,
ὅτι ἀθάνατος αὐτοῦ ὁ καρπὸς ἐν οὐρανοῖς μένει, ἐνταῦθα δίδωσι τὴν πεῖραν· καὶ γὰρ
τοῦ σώματος αὐτοῦ καταχωσθέντος, καὶ τῇ
γῇ παραδοθέντος, ἡ μνήμη πανταχοῦ περιφέρεται. Τοιαύτη
τῆς ἀρετῆς ἡ δύναμις· οὐκ εἴκει τῷ χρόνῳ, οὐ μαραίνεται τῷ πλήθει τῶν ἡμερῶν. Τοῦτο δὲ γίνεται διὰ τὴν τῶν πονηρῶν σωτηρίαν. Ἐκεῖνοι μὲν γὰρ
οὐ δέονται τῆς παρὰ ἀνθρώπων
εὐφημίας· οἱ δὲ ἐν κακίᾳ
ζῶντες δέονται τῶν ἐκείνων ἐγκωμίων,
ὥστε ἀπὸ τῆς εὐφημίας τῶν ἑτέροις
κατορθουμένων σπουδαιότεροι γενέσθαι, καὶ
τῆς κακίας ἀπαλλαγῆναί ποτε. Ποῦ τοίνυν
εἰσὶν οἱ τοὺς τάφους τοὺς πολυτελεῖς οἰκοδομοῦντες, καὶ τὰς λαμπρὰς οἰκίας
ἐγείροντες; Ἀκουέτωσαν τί ποιεῖ μνημόσυνον διηνεκές. Οὐ λίθων οἰκοδομὴ, οὐδὲ
περιβολὴ τοίχων καὶ πύργοι, ἀλλ' ἔργων ἀγαθῶν ἐπίδειξις. Ταῦτα δὲ τίθησι διὰ τοὺς
σφόδρα ἀπίστους καὶ τοῖς μέλλουσιν οὐ προσέχοντας, ἵνα ἀπὸ τῶν παρόντων καὶ
φαινομένων ἐπισπασάμενος αὐτοὺς, καὶ πρὸς τὰ μέλλοντα χειραγωγήσῃ·
ἄλλως τε καὶ δείκνυσιν ὅτι ἡ ἀρετὴ, ὃ πολλάκις εἶπον, καὶ πρὸ τῶν ἐπάθλων ἐκείνων
ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἔχει. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Ἄλλος, Ἀγγελίαν κακὴν οὐ φοβηθήσεται. Ὥσπερ ἄνω
οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλει θήσεται, ἀλλ' ὅτι ἐπιβουλευόμενος οὐ σαλευθήσεται· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι οὐκ ἀκούσεται
πονηρὰν ἀγγελίαν, ἀλλ' ὅτι ἀκούων
οὐ φοβηθήσεται.
εʹ. Καὶ πῶς οὐ φοβηθήσεται; Κἂν πόλεμον ἴδῃ
προσιόντα, κἂν σεισμὸν τὰς πόλεις καταλύοντα,
κἂν λῃστὰς καὶ τοιχωρύχους τὰ πάντα ὑφαιρουμένους, κἂν βαρβάρους ἐπιτρέχοντας, κἂν νόσον θάνατον
ἀπειλοῦσαν, κἂν δικαστοῦ θυμὸν, κἂν ὁτιοῦν ἕτερον, οὐ δέδοικε. Προαπέθηκε γὰρ αὑτοῦ
τὸν πλοῦτον ἐν ἀσύλῳ χωρίῳ, καὶ οὐ μόνον
οὐ τρέμει τελευτῆς ἐπιούσης, ἀλλὰ καὶ ἐπείγεται ταχέως ἐπιδημῆσαι, ἔνθα
τὰ τῆς ἐμπορίας αὐτῷ. Ὅπου γὰρ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ.
Εἰ γὰρ ἔμποροι χρημάτων, πολλὰ προπέμψαντες οἴκαδε φορτία, καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν ἰδεῖν τὸν αὑτῶν πλοῦτον·
πολλῷ μᾶλλον οὗτος, ὁ ἐν τοῖς οὐρανοῖς
τὴν περιουσίαν προαποθέμενος ἅπασαν,
θελήσει τῶν παρόντων ἀποῤῥαγεὶς πρὸς τὰ μέλλοντα κατεπείξεσθαι. Οὐδὲν τοίνυν
αὐτὸν εἰς φόβον ἐμβαλεῖν
δύναιτ' ἄν. Ἑτοίμη ἡ καρδία αὐτοῦ
ἐλπίζειν ἐπὶ Κύριον. Ἕτερός φησιν, Ἑδραία καρδία
αὐτοῦ, ταὐτὸ δηλῶν,
καὶ ἑρμηνεύων τὸ ἕτοιμον. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐδέν ἐστι τὸ
παρασαλεῦον αὐτὸν, καὶ τοῖς παροῦσι προσηλοῦν, ἀλλ' ὅλος δι' ὅλου πρὸς τὸν Θεὸν
ἀνατέταται, καὶ τὴν ἐλπίδα ἀναμένει ἐκείνην,
καὶ πέπηγε τῇ προσδοκίᾳ ταύτῃ διηνεκῶς ἐρηρεισμένος,
καὶ οὐδενὶ τῶν παρόντων μαλακιζόμενος, ἢ
περισπώμενος. Τοιαῦται γὰρ αἱ τῶν
πραγμάτων φροντίδες σχίζουσι τὴν διάνοιαν, καὶ
διατέμνουσι τὴν γνώμην.
Ἀναγκαῖον τοίνυν πάλιν εἰπεῖν ἐκεῖνο
τὸ εὐαγγελικόν· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ἐστήρικται
ἡ καρδία αὐτοῦ, οὐ μὴ σαλευθῇ. Εἶδες τὸν οἰκοδομοῦντα τὴν οἰκίαν ἐπὶ τὴν πέτραν;
Τί γὰρ δύναται δεδοικέναι ὁ γυμνὸς καὶ εὔζωνος, καὶ μηδεμίαν μηδενὶ παρέχων λαβήν;
τί δύναται δεδοικέναι
ὁ τὸν Θεὸν ἵλεω ἔχων
καὶ εὐμενῆ; Ὥστε ἑκατέρωθεν αὐτῷ τὰ τῆς ἀσφαλείας, ἔκ τε
τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς κάτωθεν εὐκολίας· καὶ οὐδὲν αὐτὸν παρασαλεῦσαι δύναται,
οὐ ζημία χρημάτων, οὐκ ἐπήρειαι, οὐ συκοφαντίαι. Οὐ γὰρ ἔχει ἔνθα βλαβῇ, ἐντεῦθεν μεθορμισάμενος εἰς τὸν οὐρανὸν, εἰς χωρίον
πονηρίᾳ πάσῃ καὶ ἐπιβουλῇ ἄβατον. Καὶ γὰρ ἴστε σαφῶς, ὅτι πᾶσαι αἱ ἐπιβουλαὶ
περὶ χρήματα καὶ χρημάτων ἕνεκεν, καὶ περὶ ταῦτα τῶν ἀνθρώπων ἡ πᾶσα σπουδή. Ἕως
οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ, Τίς δὲ τοῦ τοιούτου ὁ ἐχθρὸς, ἀλλ' ἢ οἱ πονηροὶ δαίμονες, καὶ αὐτὸς ὁ διάβολος; Ἐσκόρπισεν, ἔδωκε
τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐπειδὴ
γὰρ ἐλεημοσύνης ἐμνήσθη
καὶ τοῦ κιχρᾷν
καὶ τοῦ οἰκτείρειν· ἐλεημοσύνης
δὲ μέτρα πολλά· ὁ μὲν
γὰρ ἔλαττον, ὁ δὲ πλεῖον δίδωσιν· ἴδωμεν ποῖον ἐλεήμονά φησι, τὸν
ἐκ τοῦ περισσεύματος παρέχοντα, ἢ τὸν
τὰ ὄντα κενοῦντα. Εὔδηλον ὅτι τὸν
τὰ ὄντα κενοῦντα, τὸν ἀφειδῶς κεχρημένον
τῷ πράγματι· οἷον ὁ Παῦλος ζητεῖ
λέγων· Ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Ὅρα δὲ πῶς καὶ ὁ
Προφήτης ἄριστα ταῖς λέξεσι κέχρηται. Οὐ γὰρ εἶπε, ∆ιέδωκε, διένειμεν, ἀλλ', Ἐσκόρπισεν,
ὁμοῦ καὶ τὴν δαψίλειαν τοῦ παρέχοντος δηλῶν,
καὶ σπόρον τὸ πρᾶγμα ὀνομάζων. Τοιοῦτον γὰρ οἱ σπείροντες· σκορπίζουσι τὰ
ἀποκείμενα, καὶ τὰ δῆλα προδιδόασιν, ἵνα τὰ μέλλοντα λάβωσι.
Τοῦτο συλλογῆς κρεῖττον·
καὶ γὰρ οὕτω σκορπίζειν πολλῷ τοῦ συλλέγειν βέλτιον.
Σκορπίζεται χρήματα, καὶ συλλέγεται δικαιοσύνη· σκορπίζεται τὰ μὴ μένοντα, ἵνα πορισθῇ τὰ μένοντα. Τοῦτο καὶ γηπόνοι ποιοῦσιν. Ἀλλ' ἐκεῖνοι μὲν ἐπ'
ἀδήλοις· γῆ γάρ ἐστιν ἡ ὑποδεχομένη· σὺ δὲ εἰς τὴν χεῖρα τοῦ Θεοῦ, ὅθεν οὐδὲν ἔστιν ἀπολέσαι.
Ὅταν οὖν ἴδῃς, ὅτι τὸ
χρυσίον καλὸν, καὶ ὀκνήσῃς ἐκβαλεῖν, ἐννόησον
τοὺς σπείροντας, ἐννόησον τοὺς
δανείζοντας, ἐννόησον τοὺς ἐμπόρους, οἳ ἀπὸ
δαπάνης ἄρχονται καὶ ἀναλωμάτων, καὶ ταῦτα ἕκαστος τούτων ἀδήλοις ἐγχειρίζων τοῖς πράγμασι· καὶ γὰρ καὶ κύματα καὶ κόλποι
γῆς, καὶ γραμματεῖα τῶν ὀφειλόντων, πάντα ἄδηλα. Καὶ γὰρ πολλάκις
ἐν τῷ κεφαλαίῳ
τὴν ζημίαν ὑπέμειναν οἱ δανείσαντες· ὁ δὲ τὸν οὐρανὸν γεωργῶν, οὐδὲν τούτων
δέδοικεν, ἀλλὰ καὶ περὶ τοῦ κεφαλαίου
καὶ περὶ τοῦ τόκου θαῤῥεῖν ἔχει, εἴ γε τὸ τοιοῦτον τόκον δεῖ καλεῖν, ἀλλ' οὐχὶ καὶ τοῦ κεφαλαίου πολλῷ πλέον. Τὸ μὲν γὰρ κεφάλαιον χρήματα· ὁ δὲ τόκος οὐρανῶν βασιλεία. Εἶδες δανείσματος φύσιν, τοῦ κεφαλαίου πολλῷ
μείζονα ἔχουσαν τὸν τόκον;
Καὶ ταῦτα μὲν ἐν τῷ μέλλοντι·
ἐν δὲ τῷ παρόντι ἐλευθερίας ἀπολαύσῃ πολλῆς. Τὸ ἀνεπιβούλευτον ἕξεις, τῶν συκοφαντῶν καὶ τῶν ἐπιβουλευτῶν τὴν ἐπιθυμίαν σβέσεις· ἐν
ἀδείᾳ βιώσῃ τὸν ἅπαντα βίον, οὔτε ταῖς φροντίσι τῶν ὄντων ἀποτεινόμενος, ἀλλὰ ταῖς ἐλπίσι τῶν μελλόντων πτερούμενος. Τὸ
κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ὃ μάλιστα
ποθεινὸν ἀνθρώποις, τοῦτο
συνεχῶς τίθησι, τὸ λαμπρὸν καὶ ἐπίσημον, ὃ καὶ ἐκεῖ αὐτοὺς
διαδέξεται, καὶ ἐνταῦθα αὐτοῖς μετὰ πολλῆς ἔσται τῆς περιουσίας. Οὐδεὶς γὰρ οὕτω
λαμπρὸς καὶ ἐπίδοξος, ὡς ὁ ἐλεήμων.
ς ʹ. Καὶ εἰ βούλει, λάβε τοὺς ἐν ταῖς ἱπποδρομίαις καὶ ἐν τοῖς θεάτροις εἰκῆ τὰ αὑτῶν δαπανῶντας·
ἄγε εἰς μέσον
τὸν ἐλεήμονα, καὶ τότε ὄψει ὅσος
ἑκατέροις ὁ καρπός· πῶς τοῦτον μὲν ἅπαντες
κροτοῦσι διηνεκῶς, καὶ θαυμάζουσι,
κοινὸν πατέρα καὶ λιμένα ἡγούμενοι· ἐκεῖνον
δὲ τὴν ἡμέραν ἐκείνην κροτήσαντες μόνον ἀκαίρῳ τινὶ καὶ ἀλογίστῳ
ὁρμῇ, μετὰ ταῦτα
διαβάλλουσιν, ὡς ἀπάνθρωπον,
ὡς ὠμὸν, ὡς κενόδοξον, ὡς ἀσελγείας διάκονον καὶ
πονηρίας ὑπηρέτην. Ἀλλὰ καὶ ἐν τοῖς συλλόγοις, εἴποτε τοιοῦτοι γίνονται λόγοι, ἐκείνων μὲν τὰ ἀναλώματα στίζεται, καὶ διαβάλλονται αἱ
δαπάναι· τούτων δὲ οὐδείς ἐστιν οὕτως ἀναίσχυντος
καὶ μιαρὸς, ὃς κἂν μυριάκις ὠμότατος ᾖ .καὶ ἀπάνθρωπος, οὐκ ἔσται ἐπαινέτης
καὶ θαυμαστής. Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ παρὰ τοῖς μὴ μετιοῦσιν αὐτὴν ἐπαινετή·
ὥσπερ οὖν ἡ κακία καὶ παρὰ τοῖς μετιοῦσι βδελυρὰ, καὶ κατηγορίας ἀνάμεστος. ∆ιά
τοι τοῦτο ἐκείνους μὲν οὐδὲ οἱ λαμβάνοντες
ἐπαινοῦσι, πόρναι, καὶ ἡνίοχοι,
καὶ ὀρχησταὶ, ἀλλὰ καὶ κακῶς ἐροῦσι· τοῦτον δὲ οὐχ οἱ λαβόντες πένητες μόνον,
ἀλλὰ καὶ οἱ μὴ τῆς φιλοτιμίας ἀπολαύσαντες θαυμάσονται καὶ
φιλήσουσιν ἅπαντες. Ἁμαρτωλὸς
ὄψεται, καὶ ὀργισθήσεται·
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. Τοιοῦτον ἡ ἀρετή· ἐπαχθὲς καὶ
φορτικὸν τῇ κακίᾳ. Καὶ γὰρ καθάπερ τὸ πῦρ ἐκκαίει
τὰς ἀκάνθας, οὕτω δὴ καὶ ἡ φιλανθρωπία
τοὺς ἀπανθρώπους καὶ ὠμοὺς παροξύνει· ἔλεγχος γὰρ αὐτῶν ἐστι καὶ κατηγορία
τῆς κακίας. Ἀλλ' ὅρα αὐτὸν οὐδὲ ἐν τῇ τηκεδόνι τολμῶντα κατηγορῆσαι καὶ ἀντιβλέψαι τῷ φαιδρῷ τῆς ἀρετῆς ὄμματι, ἀλλὰ καὶ τὴν διάνοιαν
τηκόμενον, καὶ τὴν ὀδύνην διὰ τῶν ὀδόντων ἐπιδεικνύμενον, ῥῆμα
δὲ ἐξενεγκεῖν οὐ
τολμῶντα, ἀλλὰ τηκόμενον καὶ κατατεινόμενον. Τοιοῦτον γὰρ ἡ κακία· κἂν εἰς αὐτὰ ἀναβῇ τὰ
σκῆπτρα, καὶ ἐγγὺς τῶν τὰ διαδήματα περικειμένων στῇ, πάντων
εὐτελεστέρα καὶ δειλοτέρα, καὶ θορύβῳ τινὶ καὶ ταραχῇ ἔοικε, καὶ θαλάττῃ μαινομένῃ,
κἂν μυρίαν ᾖ περιβεβλημένη δυναστείαν· ὥσπερ οὖν ἡ ἀρετὴ τοὐναντίον. Κἂν γὰρ εἰς
ἐσχάτην ᾖ πενίαν, κἂν παρ'
αὐτῷ τῷ δεσμωτηρίῳ, τῶν βασιλευόντων ἐστὶ λαμπροτέρα, καὶ πολλῆς ἀπολαύει τῆς ἀδείας,
καὶ ἐν γαλήνῃ κάθηται
καὶ ἀκυμάντῳ λιμένι,
οὐ μόνον οὐδὲν
πάσχουσα παρὰ τῶν πονηρῶν,
ἀλλὰ καὶ ἐν τῷ σιγᾷν ἀμύνασθαι
αὐτοὺς δυναμένη, καὶ τὴν ἐσχάτην
τῆς πονηρίας ἀπαιτοῦσα δίκην. Τί
γὰρ ἂν γένοιτο ἀνθρώπου ἀθλιώτερον
τοῦ ἐν πονηρίᾳ ζῶντος, ὅταν πρὸς τῷ δουλεύειν τοῖς χρήμασι καὶ τοῖς ἑτέρων κατορθώμασι δάκνηται,
καὶ τὴν ἑτέρων εὐδοκίμησιν
οἰκείαν ἡγῆται τιμωρίαν
εἶναι, καὶ δίκην αὐτὸς ἑαυτὸν ἀπαιτῇ, καταξαίνων
ἑαυτοῦ τὸ συνειδὸς,
κατατείνων ἑαυτοῦ τὴν διάνοιαν, δήμιος αὐτὸς ἑαυτοῦ γινόμενος; Εἶδες ἀρετῆς δύναμιν
καθ' ὑπερβολήν; εἶδες κακίας ἀσθένειαν καὶ ἀθλιότητα; Ἀλλ' οὐκ ἐν τούτῳ μόνῳ ἕστηκεν
αὐτοῦ τὰ τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐν ἑτέροις πλείοσιν· ὅπερ οὖν
καὶ αὐτὸς δηλῶν ἐπήγαγε, λέγων·
Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Τί ἐστιν,
Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται; Οὐδαμοῦ,
φησὶν, ἵσταται. Ἐπειδὴ γὰρ τὰ ἐπιθυμήματα
αὐτοῦ τοιαῦτα ῥευστὰ καὶ παρατρέχοντα, καὶ ἡ ἐπιθυμία μιμεῖται τὰ πράγματα,
σβεννυμένη καὶ ἀπολλυμένη, καὶ ῥίζαν οὐδεμίαν
ἔχουσα. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ τοῦ ἁμαρτωλοῦ, ἐννόησον τὰ ἐν τῷ μέλλοντι αἰῶνι
ἡλίκα. Ἵνα οὖν μὴ ταῦτα πάθωμεν, ταύτην φυγόντες
τὴν ὁδὸν, ἐκείνην ἑλώμεθα, καὶ
βαδίζωμεν διηνεκῶς τὴν ἀσφαλῆ, τὴν ἀχείρωτον, τὴν ἡδονῆς γέμουσαν,
τὴν δόξης ἐμπεπλησμένην, τὴν οὐρανὸν ἡμῖν
προξενοῦσαν, τὴν πρὸς πάντα τοῦ
Θεοῦ τὴν εὔνοιαν ἡμῖν
παρεχομένην, τὴν φιλοσοφεῖν παρασκευάζουσαν, τὴν
τοσαῦτα ἔχουσαν ἀγαθὰ,
ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται· ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ .....
Πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο
Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου