Τρίτη 4 Οκτωβρίου 2016
Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ.Μνήσθητι, Κύριε, τοῦ
∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
αʹ. Ἀλλαχοῦ μὲν ἀπὸ τῆς μνήμης τῶν
προγόνων μόνον ἀξιοῦσι
σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν
ἀγαθῶν, ἐπιείκειαν, ταπεινοφροσύνην,
πραότητα, ἐν ᾧ μάλιστα ἐθαυμάζετο
καὶ Μωϋσῆς. Ἦν γὰρ
πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι τῆς πολιτείας
αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ λὰξ ἐναφεὶς
τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰουδαίους ἐμφυλίων ἐμπλήσας αἱμάτων καὶ πολέμων; ὁ συγγενικοὺς
κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν
γῆν εὐχῇ διελὼν, καὶ
κεραυνοὺς ἄνωθεν ἐνεγκὼν,
καὶ τοὺς μὲν
καταποντίσας, τοὺς δὲ καταφλέξας; οὗτος εἰ πρᾶος ἦν, τίς ὀργίλος
καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώπων πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα
λέγων, καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν, ἀλλ' ἀπ' αὐτῶν τούτων
τῶν εἰρημένων δεῖξαι πειράσομαι αὐτοῦ
τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν τὰ
περὶ τῆς ἀδελφῆς εἰρημένα αὐτῷ πρὸς τὸν Θεὸν, τὴν ἱκετηρίαν,
ἣν ὑπὲρ τοῦ ἔθνους ἀνέθηκε, πάντα
τὰ ῥήματα ἐκεῖνα τὰ ἀποστολικὰ,
καὶ τῶν οὐρανῶν
ἄξια, τὴν ἐπιείκειαν
μεθ' ἧς τῷ δήμῳ
διελέγετο. Ἐνῆν καὶ ταῦτα λέγειν,
καὶ ἕτερα τούτων
πλείονα ἀπαριθμεῖν· ἀλλ' εἰ
βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ' αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν
ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ' ὧν βαρὺν καὶ σκληρὸν καὶ ὀργίλον αὐτὸν εἶναι
νομίζουσί τινες.
Πῶς οὖν δείξομεν; Εἰ πρότερον διακρίναιμεν, καὶ ὁρισαίμεθα,
τί ποτέ ἐστι πραότης, καὶ τί τραχύτης. Οὐδὲ γὰρ τὸ πλήττειν, τραχύτητος
ἁπλῶς, οὐδὲ τὸ φείδεσθαι, πραότητος· ἀλλὰ πρᾶος ἐκεῖνός ἐστιν, ὁ τὰ εἰς ἑαυτὸν
πλημμελήματα φέρειν δυνάμενος, καὶ ὁ τοῖς ἀδικουμένοις ἀμύνων, καὶ σφοδρὸς ἔκδικος
τῶν ἐπηρεαζομένων γινόμενος· ὡς ὅ γε μὴ τοιοῦτος, νωθὴς, καὶ ὑπνηλὸς, καὶ νεκροῦ
οὐδὲν ἄμεινον διακείμενος, οὐ πρᾶος, οὐδὲ ἐπιεικής. Τὸ παρορᾷν ἀδικουμένους, τὸ
μὴ ἀλγεῖν ὑπὲρ τῶν ἀδικουμένων, μηδὲ
θυμοῦσθαι τοῖς ἐπηρεάζουσιν, οὐκ ἀρετῆς, ἀλλὰ
κακίας· οὐκ ἄρα πραότητος, ἀλλὰ νωθείας. Ὥστε αὐτὸ δὴ τοῦτο δείκνυσιν αὐτοῦ
τὴν πραότητα, καὶ ὅτι οὕτως ἦν θερμὸς, ὡς
καὶ προπηδᾷν, ἐν οἷς ἑτέρους ἀδικουμένους
ἑώρα, κατέχειν οὐ δυνάμενος τὴν ὑπὲρ
τοῦ δικαίου ἀγανάκτησιν· ἡνίκα γοῦν αὐτὸς κακῶς ἔπασχεν, οὔτε ἠμύνατο, οὔτε ἐπεξῄει,
ἀλλ' ἔμεινε φιλοσοφῶν διηνεκῶς. Εἰ δὲ
τραχὺς ἦν, καὶ ὀργίλος, οὐκ ἂν ὑπὲρ ἑτέρων ὁ οὕτω ζέων καὶ διαθερμαινόμενος, ὑπὲρ τῶν αὐτοῦ ἂν κατεδέξατο ἡσυχάσαι, ἀλλὰ
πολὺ μᾶλλον τότε ἂν ἐξηγριώθη. Ἴστε γὰρ, ὅτι μᾶλλον ἐπὶ τοῖς οἰκείοις ἢ τοῖς ἀλλοτρίοις
ἀλγοῦμεν. Ἐκεῖνος δὲ τῶν μὲν ἄλλων πασχόντων
κακῶς, αὐτῶν οὐκ ἔλαττον τῶν πασχόντων
ἠμύνετο· τὰ δὲ εἰς αὐτὸν
γινόμενα πλημμελήματα μετὰ πολλῆς
παρέτρεχε τῆς καρτερίας, ἐν ἑκατέροις ἄκρος ὢν, καὶ τῷ μὲν τὸ μισοπόνηρον,
τῷ δὲ τὸ μακρόθυμον ἐπιδεικνύμενος. Ἀλλὰ τί ποιεῖν ἐχρῆν,
εἰπέ μοι; περιορᾷν τὴν ἀδικίαν γινομένην,
καὶ εἰς τὸ πλῆθος ἐκβαῖνον
τὸ κακόν; Ἀλλ' οὐκ ἦν τοῦτο
δημαγωγοῦ, οὐδὲ μακροθύμου τινὸς καὶ ἀνεξικάκου, ἀλλὰ νωθροῦ καὶ ἀναπεπτωκότος.
Σὺ δὲ ἰατρῷ μὲν οὐκ ἐγκαλεῖς τὴν
σηπεδόνα βαδίζουσαν κατὰ παντὸς
τοῦ σώματος προαναστέλλοντι τῇ τομῇ, ἐκεῖνον δὲ
τραχύτατον εἶναι φῂς,
τὸν νόσον πολλῷ σηπεδόνος χαλεπωτέραν
κατὰ παντὸς ῥέουσαν
τοῦ δήμου βουληθέντα
ἀναχαιτίσαι πληγῇ τραχυτέρᾳ; Ἀλλὰ
ταῦτα ἀγνώμονος δικαστοῦ.
Τὸν γὰρ προστάτην
δήμου τοσούτου, καὶ ἔθνος οὕτω σκληρὸν ἄγοντα, καὶ τραχὺ καὶ δυσήνιον, ἐν
προοιμίοις ἀναστέλλειν ἐχρῆν, καὶ ἐκ
προθύρων ἀνακόπτειν, ὥστε μὴ περαιτέρω προβαίνειν
τὸ δεινόν. Ἀλλὰ κατέδυσε,
φησὶ, ∆αθὰν, καὶ Ἀβειρών. Τί λέγεις;
καὶ
ἔδει περιιδεῖν ἱερωσύνην πατουμένην,
καὶ Θεοῦ νόμους ἀνατρεπομένους, καὶ τὸ συνέχον
ἅπαντα διαλυόμενον, λέγω δὴ τὸ τῆς
ἱερωσύνης ἀξίωμα, καὶ πᾶσι βατὰ ποιῆσαι τὰ ἄδυτα, καὶ ἀπὸ τῆς περὶ τούτους ῥᾳθυμίας
προθεῖναι τοῖς βουλομένοις
τοὺς ἱεροὺς καταπατεῖν περιβόλους,
καὶ πάντα ἄνω καὶ κάτω γίνεσθαι; Ἀλλὰ ταῦτα μάλιστα πραότητος οὐκ ἦν, ἀλλὰ ἀπανθρωπίας
καὶ ὠμότητος, τὸ
περιιδεῖν τοσοῦτον κακὸν
αὐξόμενον, καὶ φειδόμενον διακοσίων, ἀπολέσαι μυριάδας τοσαύτας. Εἰπὲ γάρ
μοι, ὅτε ἐκέλευσε σφάξαι τοὺς προσήκοντας, τί ποιῆσαι ἐχρῆν,
ὀργιζομένου Θεοῦ, τῆς ἀσεβείας
αὐξομένης, οὐδενὸς ὄντος τοῦ
δυναμένου τῆς ὀργῆς
αὐτοὺς ἐξαρπάσαι; ἀφεῖναι
τὴν ἐκ τῶν οὐρανῶν
πληγὴν ἐπὶ τὰς
φυλὰς ἁπάσας ἐνεχθῆναι, καὶ πανωλεθρίᾳ παραδοῦναι
τὸ γένος, καὶ μετὰ τῆς κολάσεως περιιδεῖν καὶ τὴν ἁμαρτίαν ἀνίατον γινομένην;
ἢ τιμωρίᾳ καὶ φόνῳ σωμάτων ὀλίγων τό τε ἁμάρτημα ἀνελεῖν, τήν τε ὀργὴν ἀναχαιτίσαι,
τόν τε Θεὸν ἵλεω καταστῆσαι τοῖς τὰ τοιαῦτα πεπλημμεληκόσιν; Ἂν οὕτως ἐξετάζῃς
τὰ τοῦ δικαίου, ὄψει μάλιστα ἐντεῦθεν ὄντα αὐτὸν πραότατον.
βʹ. Ἀλλὰ ταῦτα ἐκ τῶν εἰρημένων τοῖς φιλομαθέσιν ἀφέντες
ἀναλέγειν, ἵνα μὴ τὸ πάρεργον τοῦ
μετὰ χεῖρας μεῖζον ποιήσωμεν, ἐπὶ τὸ προκείμενον ἴωμεν. Τί δὲ ἦν τὸ προκείμενον;
Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο
τῷ Θεῷ Ἰακώβ. Προθεὶς εἰπεῖν περὶ πραότητος, ἀφεὶς διηγήσασθαι τὰ κατὰ τὸν Σαοὺλ,
τὰ κατὰ τοὺς ἀδελφοὺς, τὰ τοῦ Ἰωνάθαν, τὴν μακροθυμίαν τὴν ἐπὶ τοῦ στρατιώτου
τοῦ μυρίοις αὐτὸν
περιβαλόντος ὀνείδεσιν, ἕτερα
πλείονα τούτων, ἐφ' ἕτερον κεφάλαιον ἄγει τὸν λόγον, ὃ ζήλου μάλιστα ἦν πολλοῦ. Τίνος
δὲ ἕνεκεν τοῦτο ποιεῖ; ∆υοῖν ἕνεκα· ἑνὸς μὲν, ἐπειδὴ τούτῳ μάλιστα ἐπιτέρπεται ὁ Θεός· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον, καὶ
τρέμοντά μου τοὺς λόγους; ἑτέρου δὲ, ἐπειδὴ
τὸ κατεπεῖγον τοῦτο
μάλιστα ἦν, ἀνάστασις
ναοῦ, καὶ οἰκοδομὴ πόλεως, καὶ ἡ τῆς παλαιᾶς πολιτείας ἀπόδοσις,
πρὸς τοῦτο μάλιστα ἐπείγει τὸν λόγον, καὶ
τὸ μὲν ὡς δῆλον καὶ ὡμολογημένον παρίησι·
τὸ δὲ πᾶσι
καταφανὲς, τὸ τῆς πραότητος· οὗ δὴ μάλιστα ἐδεῖτο εἰς τὸ προκείμενον, τοῦτο
εἰς μέσον φέρει. Τί γὰρ ἐπεθύμουν
ἰδεῖν; Τὸν ναὸν ἀναστάντα, καὶ τὴν παλαιὰν ἁγιαστίαν ἀποδοθεῖσαν. Ἐπεὶ οὖν ἐν τούτῳ μάλιστα
ἔλαμψεν ὁ ∆αυῒδ, ὥσπερ ἀμοιβὴν τῆς ἐκείνου
σπουδῆς ἀπαιτεῖ τὸν Θεὸν τοῦ ναοῦ τὴν οἰκοδομὴν, καί φησι· Μνήσθητι, Κύριε, τοῦ
∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ
Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα
οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς
μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς
μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ
εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ
Ἰακώβ. Καὶ τί τοῦτο πρὸς σέ; Ὅτι ἐκείνου, φησὶν,
ἔκγονός εἰμι, καὶ ἐπεὶ ἐκεῖνον
ἀποδεξάμενος τῆς σπουδῆς,
ἔφησας στήσειν αὐτοῦ τὸ γένος καὶ τὴν βασιλείαν, διὰ τοῦτο ταύτας ἀπαιτοῦμεν
τὰς συνθήκας νῦν. Καὶ οὐκ εἶπεν, ἕως οὗ οἰκοδομήσω τοῦτο γὰρ αὐτῷ οὐκ ἐφεῖτο, ἀλλ',
Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ καὶ σκήνωμα. Εἶτα τὸν μὲν οἰκοδομήσαντα παρατρέχει·
τὸν δὲ ἐπαγγειλάμενον εἰς μέσον τίθησιν, ἵνα μάθῃς πόσον ἐστὶ γνώμη ὀρθὴ ἀγαθὸν,
καὶ πῶς ἀεὶ τῇ προαιρέσει
τὸν μισθὸν ὁ Θεὸς ὁρίζειν εἴωθε· διὰ
δὴ τοῦτο αὐτοῦ
μέμνηται μᾶλλον, ἐπειδὴ καὶ αὐτὸς μᾶλλόν
ἐστιν ὁ ᾠκοδομηκὼς,
ἢ ὁ παῖς. Ὁ μὲν γὰρ
ἐπηγγείλατο, ὁ δὲ ἐπετάγη. Καὶ ὅρα αὐτοῦ
τὴν προθυμίαν. Οὐ μόνον εἰς οἰκίαν φησὶν οὐκ εἰσελεύσεσθαι, οὐδὲ εἰς κλίνην ἀναβήσεσθαι,
ἀλλ' οὐδὲ ἃ ἀπὸ τῆς φυσικῆς ἀνάγκης ἦν, οὐδὲ τούτων ἀπολαύσεσθαι μετὰ ἀδείας, ἕως οὗ εὕρῃ τόπον
καὶ σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ὧν τὰ ἐναντία
αὐτοὶ ἐνεκαλοῦντο παρὰ τοῦ Θεοῦ,
λέγοντος· Ὑμεῖς μὲν Οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκός μού ἐστιν ἔρημος.
Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.
Ὅρα πάλιν καὶ ἐντεῦθεν
τὴν σπουδὴν, καὶ τὴν
μεμεριμνημένην ψυχήν. Ὁ βασιλεὺς λέγει, Ἕως
οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ, ὁ πάντων κρατῶν. Οὐ γὰρ ἁπλῶς οἰκοδομῆσαι ἐβούλετο, ἀλλ'
ἐν ἐπιτηδειοτάτῳ χωρίῳ, καὶ σφόδρα τῷ ναῷ πρέποντι,
καὶ ζητήσεως ἐδεῖτο· οὕτως ἦν ἄγρυπνος
τῇ ψυχῇ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ
δρυμοῦ. Τὰ παλαιὰ διηγεῖται νῦν, δεικνὺς ὅτι καὶ ἔμπροσθεν πολὺν περιῄει χρόνον
ἡ κιβωτὸς, τόπον ἐκ τόπου
ἀμείβουσα· διὰ τοῦτό φησιν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν
Ἐφραθά· τουτέστι, ταῦτα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, ταῦτα ἐξ ἀκοῆς κατέχομεν,
ὅτι καὶ τότε περιιοῦσα πανταχοῦ, ἐν πεδίοις καὶ ἀγροῖς, ἡδράσθη μετὰ ταῦτα· τοῦτο
δὴ γενέσθω καὶ νῦν. Ἐφραθὰ ἐνταῦθα τὴν Ἰούδα λέγει φυλὴν,
εἰς ἣν μετὰ τὴν πολλὴν περίοδον εἰσηνέχθη. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν
οἱ πόδες αὐτοῦ. Εἶδες πόσῃ παχύτητι κέχρηται
τῆς λέξεως διὰ τὴν πολλὴν τῶν ἀκουόντων
ἀναισθησίαν, σκηνώματα λέγων
τοῦ Θεοῦ, καὶ πόδας,
καὶ τόπον, ἔνθα ἔστησαν οἱ πόδες. Ταῦτα δὲ πάντα τὸν τόπον
λέγει τῆς κιβωτοῦ, ἐπειδὴ ἐκεῖθεν αἱ φρικταὶ φωναὶ ἐφέροντο περὶ
τῶν ἐν τοῖς Ἰουδαίοις πραγμάτων λύουσαι
τὰ ἀσαφῆ, καὶ περὶ τῶν μελλόντων προλέγουσαι. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν
σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἕτερος. Τῆς ἰσχύος σου. Ἄλλος, Τοῦ κράτους
σου·
ἀμφότερα
δὲ ἀληθῆ. Καὶ γὰρ ἡ ἁγιωσύνη ἐκεῖθεν ἐδίδοτο, καὶ ἁγιωσύνης ἦν ποιητικὰ τὰ γράμματα
τὰ ἐπικείμενα, καὶ ἰσχύος.
γʹ. Καλῶς οὖν οὕτως εἶπε· πολλὴν γὰρ ὁ Θεὸς
ἐνεδείξατο δι' αὐτῆς δύναμιν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, οἷον ὅτε ἐλήφθη
παρὰ τῶν Ἀζωτίων, ὅτε τὰ εἴδωλα κατήνεγκεν, ὅτε ἔπληξε τοὺς εἰληφότας, ὅτε ἔστησε
τὴν πληγὴν ἀποδοθείσης αὐτῆς, καὶ διὰ τῶν ἄλλων
δὲ, δι' ὧν αὐτόθι εἰργάζετο, τὴν ἰσχὺν ἐπεδείκνυτο τὴν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἀνάστηθι εἰς τὴν ἀνάπαυσίν
σου; Στῆσον ἡμᾶς ἀλωμένους, φησὶ, καὶ τὴν κιβωτὸν περιφερομένην, καὶ ὀψὲ γοῦν ποτε ἀνάπαυσον αὐτήν. Οἱ ἱερεῖς
σου ἐνδύσονται δικαιοσύνην. Ἕτερος, Ἀμφιεσθήτωσαν. Ἄλλος,Ἐνδυσάσθωσαν, ὅπερ μάλιστά
ἐστι σαφέστερον· εὐχομένου γάρ ἐστιν, οὐχὶ προφητεύοντος, καὶ αἰτοῦντος
τὴν τῆς ἀρετῆς κτῆσιν. ∆ικαιοσύνην δὲ ἐνταῦθά φησι τὴν ἁγιαστίαν, τὴν ἱερωσύνην,
τὴν λατρείαν, τὰς θυσίας, τὰς προσφορὰς, καὶ μετὰ τούτων τὴν ἀκριβῆ πολιτείαν, ἐπειδὴ
μάλιστα καὶ παρὰ ἱερέων ταύτην ἀπαιτεῖσθαι
χρή. Καὶ οἱ ὅσιοί σου ἀγγαλλιάσονται· τούτων γενομένων. Ὅρα αὐτὸν οὐ πόλεως ζητοῦντα
οἰκοδομὴν, οὐκ ἀφθονίαν
ὠνίων, οὐ τὴν ἄλλην
εὐπραγίαν, ἀλλὰ τὴν εὐπρέπειαν τοῦ ναοῦ, τὴν τῆς κιβωτοῦ κατάπαυσιν, τὸ τῶν ἱερέων
πλήρωμα, τὴν ἁγιαστίαν,
τὴν λατρείαν, τὴν ἱερωσύνην. Εἶτα ἐπειδὴ
ταῦτα ᾔτησαν, αὐτοὶ δὲ ὑπεύθυνοι ἁμαρτήμασιν ἦσαν πολλοῖς, ἐπὶ τὸν πρόγονον καταφεύγει
πάλιν λέγων· Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ
κριστοῦ σου. Τί ἐστιν, Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου; Οὐ διὰ τὴν ἀρετὴν ἐκείνου μόνον,
φησὶν, οὐδ' ὅτι τοσαύτην σπουδὴν ἐποιήσατο
πρὸς τὸ τὸν ναὸν ἀνα
.383 στῆσαι, ἀλλ' ὅτι καὶ
συνθήκας ἔθου πρὸς αὐτόν. Ἕνεκεν ∆αυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον
τοῦ κριστοῦ σου. Τίνος φησί; Τοῦ τότε χρισθέντος καὶ δημαγωγοῦντος, καὶ προεστῶτος τοῦ λαοῦ. Ὤμοσε Κύριος τοῦ ∆αυῒδ
ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ
θρόνου σου. Ἐπειδὴ γὰρ ἐμνήσθη τοῦ ∆αυῒδ, καὶ τῆς ἀρετῆς τοῦ ἀνδρὸς, καὶ τῆς
σπουδῆς τῆς πρὸς τὸν ναὸν, καὶ τὰ παλαιὰ
διηγήματα εἶπε, καὶ ἠξίωσεν ἐπὶ τῆς προτέρας αὐτοῦ
φανῆναι πολιτείας, ὅπερ μέγιστον
ἔχει κεφάλαιον, τοῦτο προβάλλεται,
τὰς συνθήκας ἀναγινώσκων τοῦ Θεοῦ. Ποῖαι δὲ αὗταί εἰσιν; Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἀλλ' οὐχ ἁπλῶς αἱ συνθῆκαι ἐγένοντο, ἀλλὰ μετὰ διορισμοῦ τινος. Τίς δὲ ἦν ὁ
διορισμός; Ἄκουε· ἐπάγει γάρ· Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ
τὰ μαρτύριά μου ταῦτα. ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται
ἐπὶ τοῦ θρόνου σου. Ταύτας τὰς συνθήκας θέμενος ὁ Θεὸς, αὐτοῖς ἐνεχείρισε τὸ
χειρόγραφον· κἀκεῖνοι πάλιν ἔλεγον, Πάντα ὅσα εἶπεν ὁ Κύριος ποιήσομεν καὶ
ἀκουσόμεθα. Εἶτα ἐπειδὴ ὁρᾷ τὸ ἓν μέρος παραβεβηκὸς τὰς συνθήκας, ἐπὶ τὸν τόπον
ἄγει τὸν λόγον, πανταχόθεν κινῶν λόγους
παρακλητικοὺς, καὶ λέγων· Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς
κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος. Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην
αὐτήν. Τουτέστιν, οὐκ ἄνθρωπος τὸν τόπον ἐξελέξατο, ἀλλ' ὁ Θεὸς αὐτὸν ἐψηφίσατο,
συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ. Ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ὃν εἵλου, ὃν
ἐξελέξω, ὃν ἐψηφίσω, ὃν ἐδοκίμασας ἐπιτήδειον
εἶναι, μὴ ἀφῇς διαῤῥυῆναι, μηδὲ ἀπολέσθαι. Ταῦτα γὰρ ἔλεγες, ὅτι Κατοικήσω
ἐνταῦθα. Ἀλλὰ ταῦτα ἐλέγετο μετὰ τῶν
συνθηκῶν ἐκείνων. Ποίων δὴ τούτων; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην
μου. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω.
Ἕτερος, Τὸν ἐπισιτισμόν.
Θήραν λέγει τῶν ὠνίων τὴν ἀφθονίαν, τὴν εὐετηρίαν, καὶ εὔχεται πάντα αὐτοῖς ὡς ἀπὸ πηγῶν ἐπιῤῥεῖν. Καὶ γὰρ τοιαύτην εἶχον πολιτείαν οἱ Ἰουδαῖοι τὸ παλαιὸν, οὐκ αἰσθανομένην τῶν φυσικῶν
ἀναγκῶν, εἴ ποτε τὸν Θεὸν
ἵλεων εἶχον· οὔτε γὰρ σιτοδεία τις ἦν
παρ' αὐτοῖς, οὐ λιμὸς, ἢ λοιμὸς, οὐ θάνατος ἄωρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, οἷα συμβαίνειν τοῖς ἀνθρώποις εἴωθεν, ἀλλὰ πάντα αὐτοῖς ὥσπερ
ἐκ πηγῶν ἐπέῤῥει, τῆς τοῦ Θεοῦ χειρὸς τῶν ἀνθρωπίνων
πραγμάτων τὴν ἀσθένειαν διορθουμένης. Τοῦτο
οὖν φησιν ἐνταῦθα, ὅτι Ὑπέσχου τὴν θήραν
αὐτῆς εὐλογήσειν, τουτέστι,
τὴν τῶν ἀναγκαίων
ἀφθονίαν παρέξειν μετὰ πολλῆς τῆς ἀσφαλείας. Τοὺς πτωχοὺς αὐτῆς
χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶν κέρας τῷ ∆αυΐδ· ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην·
ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. Ὅρα πανταχόθεν εὐημερίαν . συγκεκροτημένην, ἀπὸ τοῦ μηδὲν τῶν
ἀναγκαίων ἐνδεῖν, ἀπὸ τοῦ τοὺς ἱερεῖς ἐν
ἀσφαλείᾳ εἶναι, ἀπὸ τοῦ τὸν λαὸν ἐν εὐφροσύνῃ,
ἀπὸ τοῦ τὸν βασιλέα ἐν ἰσχύϊ. Λύχνον γὰρ ἐνταῦθα ἢ τὸν βασιλέα φησὶν, ἢ ἀντίληψιν,
ἢ σωτηρίαν, ἢ φῶς· μετὰ δὲ
τούτων τὸ μέγιστον
τῆς εὐημερίας εἶδος. Ποῖον δὴ τοῦτο; Τὸ τοὺς ἐχθροὺς ἐγκαλύπτεσθαι, καὶ
μηδένα εἶναι τὸν λυμαινόμενον τοῖς καλοῖς τούτοις.
Καὶ οὐκ εἶπεν ἀπώλειαν ἁπλῶς,
ἀλλ' αἰσχύνην, βουλόμενος ὥστε ζῶντας
ἐγκαλύπτεσθαι, καὶ καταδύεσθαι,
καὶ μαρτυρεῖν δι' ὧν
πάσχουσι τὴν ἰσχὺν καὶ τὴν
εὐημερίαν τῷ ἔθνει
τούτῳ. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει
τὸ ἁγίασμά μου. Τί ἐστιν, Ἐπὶ δὲ αὐτόν; Ἐπὶ τὸν λαόν. Τὸ ἁγίασμαἕτερος Τὸ
κέρας εἶπεν. Ἄλλος, Ἀφόρισμα αὐτοῦ. Ἄλλος, Τὸ ἀφωρισμένον αὐτοῦ. Τί ποτ' οὖν ἐστι
τὸ εἰρημένον; Ἐμοὶ δοκεῖ τὴν εὐπραγίαν λέγειν, τὴν ἀσφάλειαν, τὴν ἰσχὺν, τὴν βασιλείαν. Ἅπερ
ἐξ ἀρχῆς ἀφώρισα αὐτῷ,
ταῦτα μενεῖ ἀνθοῦντα,
φησὶ, βρύοντα, οὐ μαραινόμενα, οὐδὲ καταπίπτοντα· ἀλλὰ
ταῦτα πάντα ἔσται,
τοῦ διορισμοῦ τοῦ ἔμπροσθεν εἰρημένου μένοντος. Ποίου δὴ τούτου; Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην
μου. Οὐ γὰρ μόναι αἱ ὑποσχέσεις
τοῦ Θεοῦ παρέχουσιν ἡμῖν τὰ ἀγαθὰ,
ἂν μὴ καὶ ἡμεῖς τὰ παρ' ἑαυτῶν ποιῶμεν,
οὐδὲ χρὴ τούτοις προσέχοντας
ἀναπεπτωκέναι, καὶ ὑπτίους
εἶναι. Πολλὰ γὰρ καὶ τῶν ἀγαθῶν
ὧν ἐπηγγείλατο ὁ Θεὸς οὐ ποιεῖ, τῶν τὰς ἐπαγγελίας δεξαμένων ἀναξίων εὑρισκομένων· ὥσπερ
καὶ τὰ κακὰ, ἃ ἠπείλησεν, εἰς ἔργον οὐκ ἄγει, τῶν παροξυνάντων αὐτὸν ὕστερον μεταβαλλομένων, καὶ τὴν ὀργὴν ἀποκρουσαμένων.
Ταῦτα οὖν εἰδότες, μήτε διὰ τὰς ὑποσχέσεις ῥᾳθυμῶμεν, ἵνα μὴ καταπέσωμεν, μήτε
διὰ τὰς ἀπειλὰς ἀπογινώσκωμεν, ἀλλὰ μεταβαλλώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῶν μελλόντων ἐπιτυχεῖν
ἀγαθῶν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΛΒʹ ΨΑΛΜΟΝ.Ἰδοὺ δὴ τί καλὸν, ἢ τί
τερπνόν ἄλλος, Ἰδοὺ τί ἀγαθὸν, καὶ τί καλόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ
αὐτό;
Πολλὰ τῶν πραγμάτων ἐστὶ μὲν καλὰ, τὸ δὲ
τερπνὸν οὐκ ἔχει· ἕτερα ἡδονὴν μὲν ἔχει πάλιν, τοῦ καλλίστου δὲ ἀπεστέρηται· ἀμφότερα
δὲ συνελθεῖν, οὐ σφόδρα εὔπορον. Ἀλλ' ἐπὶ
τούτου τοῦ εἰρημένου
ἀμφότερα ταῦτα συνδεδράμηκε,
καὶ ἡδονὴ, καὶ τὸ
κάλλιστον. Τοῦτο γὰρ μάλιστα ἡ ἀγάπη κέκτηται· μετὰ τῆς ὠφελείας καὶ τὸ ῥᾷστον ἔχει,
καὶ ἡδύ. Ταύτην γοῦν καὶ ἐνταῦθα ἀνυμνεῖ. Οὐ γὰρ ἁπλῶς τὴν οἴκησιν εἶπεν, οὐδὲ
τῷ ἑνὶ συνέχεσθαι οἰκίσκῳ, ἀλλ' ἐπὶ τὸ αὐτὸ
κατοικεῖν, τουτέστι, μετὰ ὁμοφωνίας καὶ ἀγάπης· τοῦτο γὰρ ποιεῖ ψυχὴν εἶναι μίαν.
Εἶτα εἰπὼν καλὸν καὶ τερπνὸν, σαφέστερον ποιῶν τὸν λόγον,
καὶ εἰς παράδειγμα ἐκφέρει τὸ εἰρημένον,
καὶ σωματικὰς εἰκόνας τίθησι, δυναμένας
σαφεστέραν τῷ ἀκροατῇ
παραστῆσαι τὴν ὄψιν. Τίνες
δέ εἰσιν αἱ εἰκόνες ὅρα. Ὡς μύρον
ἐπὶ κεφαλῆς, τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα, τὸν πώγωνα
τὸν Ἀαρὼν, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν
τοῦ ἐνδύματος αὐτοῦ. Οὗτος γὰρ ἀρχιερεὺς
ὢν, ἐχρίετο τῷ μύρῳ τούτῳ, καὶ κατεστάζετο πάντοθεν, καὶ σφόδρα ἐπίχαρις ἦν τοῖς ὁρῶσι, καὶ ἡδὺς, καὶ ἐπέραστος ἀπὸ τῆς
ἀλείψεως ταύτης. Ὥσπερ οὖν ἐκεῖνος, φησὶν, ὁ ἠλειμμένος τῷ μύρῳ τούτῳ, ἐμπρέπει τῷ σχήματι, φαιδρός ἐστι
τῷ προσώπῳ, πολλῆς εὐωδίας ἐμπέπλησται, χάριν
παρέχει τοῖς ὁρῶσιν
ὀφθαλμοῖς· οὕτω καὶ τοῦτό ἐστι καλόν· καὶ ὥσπερ ἐκεῖνο τὸ θέαμα οὐ μόνον
ὡραῖόν ἐστιν ἰδεῖν, ἀλλὰ καὶ τέρπει τὰς ὄψεις·
οὕτω καὶ τοῦτο
τῇ ψυχῇ τὴν ἡδονὴν ἐντίθησιν.
Ὡς δρόσος Ἀερμὼν,
ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών.
Καὶ ἑτέραν εἰκόνα παρήγαγε
πολλὴν τὴν ἡδονὴν ἔχουσαν, καὶ τῷ θεατῇ τὴν τέρψιν παρεχομένην.
Ταῦτα δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἐπειδὴ πρὸ τῆς αἰχμαλωσίας αἱ δέκα φυλαὶ
καὶ αἱ δύο διεσπαρμέναι ἦσαν, καὶ τοῦτο πολλῆς παρανομίας
αἴτιον γέγονε, καὶ εἰς στάσεις, καὶ
φιλονεικίας, καὶ πολέμους αὐτοὺς ἐνέβαλεν, ἵνα μὴ ταῦτα γένηται παραινεῖ, καὶ συμβουλεύει μηκέτι διεσπάσθαι τὸν
δῆμον, ἀλλ' ὁμοῦ κατοικεῖν, καὶ συνῆφθαι,
καὶ ὑπὸ ἑνὶ τάττεσθαι δημαγωγῷ καὶ
βασιλεῖ, καὶ τὴν ἀγάπην εἶναι ῥέουσαν ἀπ' ἀρχῆς καὶ μέχρι τέλους, ὥσπερ οὖν καὶ
τὴν δρόσον διὰ πάντων διαβαίνουσαν. Καὶ παραβάλλει τὴν ἀγάπην μύρῳ καὶ δρόσῳ, δι' ἐκείνου μὲν τὴν εὐωδίαν,
διὰ τούτου δὲ τὴν ἀνάπαυσιν
καὶ τὸ τερπνὸν τῆς ὄψεως παραστῆσαι
βουλόμενος. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν. Ποῦ, Ἐκεῖ; Ἐν τῇ τοιαύτῃ κατοικήσει, ἐν τῇ
τοιαύτῃ συμφωνίᾳ, ἐν τῇ τοιαύτῃ ὁμοφωνίᾳ,
ἐν τῇ τοιαύτῃ ὁμοσκηνίᾳ. Καὶ γὰρ εὐλογία τοῦτό ἐστιν, ὥσπερ οὖν τὸ ἐναντίον
ἀρά. ∆ιὸ καί τις ἐπαινεῖ τοῦτο λέγων·
Φιλία ἀδελφῶν, καὶ ὁμόνοια τῶν
πλησίον, καὶ ἀνὴρ καὶ γυνὴ ἀλλήλοις συμπεριφερόμενοι. Καὶ ἕτερος
αἰνιγματωδῶς αἰνιττόμενος τὸ ἰσχυρὸν
αὐτοῦ, λέγει· Ἐὰν κοιμηθῶσιν οἱ δύο,
καὶ θέρμη αὐτοῖς, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀποῤῥαγήσεται. Καὶ γὰρ
καὶ τὴν ἡδονὴν
ἐνταῦθα καὶ τὴν ἰσχὺν ἐνδείκνυται,
καὶ ἐμφαίνει ὅτι καὶ ἡσυχάζουσι
πολλὴ ἔσται ἡ ἡδονὴ, καὶ ἐνεργοῦσι πολλὴ ἡ ἰσχύς. Καὶ πάλιν, Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος,
ὡς πόλις ὀχυρά. Καὶ ὁ Χριστὸς δέ φησιν, Οὗ ἐὰν ὦσι δύο, ἢ τρεῖς συνηγμένοι εἰς
τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Καὶ αὕτη δὲ ἡ φύσις τοῦτο ἀπαιτεῖ. ∆ιὸ
καὶ ἐξ ἀρχῆς ὁ Θεὸς τὸν ἄνθρωπον διαπλάττων
ἔλεγεν· Οὐ καλὸν τὸν ἄνθρωπον εἶναι μόνον·
καὶ ποιῶν τὸ ζῶον τοῦτο, τὴν γυναῖκα λέγω, τῇ τῆς χρείας ἀνάγκῃ συνέδησεν ἀνδρὶ,
διὰ μυρίων τρόπων ἡμᾶς πρὸς ἀλλήλους συνάγων. Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Καλῶς τοῦτο
προσέθηκεν. Ἔνθα γὰρ ἡ ἀγάπη, πολλὴ ἡ ἀσφάλεια, πολλὴ ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Αὕτη
γὰρ μήτηρ τῶν ἀγαθῶν, αὕτη ῥίζα καὶ πηγὴ, αὕτη πολέμων ἀναίρεσις, φιλονεικίας ἀφανισμός. ∆ιὸ καὶ τοῦτο
δηλῶν, ἐπήγαγε, Καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ὥσπερ γὰρ
ἡ στάσις καὶ ἡ φιλονεικία
θανάτους ἐργάζεται, καὶ θανάτους
ἀώρους· οὕτω καὶ ἡ ἀγάπη καὶ ἡ ὁμοφωνία
εἰρήνην καὶ ὁμόνοιαν· ὅπου δὲ εἰρήνη
καὶ ὁμόνοια, τὰ τῆς ζωῆς μετὰ ἀδείας ἐστὶ καὶ μετὰ ἀσφαλείας ἁπάσης. Καὶ τί δεῖ
λέγειν τὰ παρόντα; Τὸν γὰρ οὐρανὸν ἡμῖν αὕτη
χαρίζεται, καὶ τὰ ἀπόῤ .386 ῥητα ἀγαθὰ, καὶ
βασιλίς ἐστι τῶν ἀρετῶν. Ταῦτ'
οὖν εἰδότες, μετὰ ἀκριβείας αὐτὴν διώκωμεν, ἵνα καὶ τῶν
παρόντων ἀπολαύσωμεν ἀγαθῶν,
καὶ τῶν μελλόντων·
ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ
τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΛΓʹ ΨΑΛΜΟΝ.Ἰδοὺ δὴ εὐλογεῖτε τὸν
Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου.
Ἐνταῦθα κατέλυσε τοὺς περὶ τῶν ἀναβαθμῶν
ψαλμοὺς, εἰς καλὸν τέλος κατακλείσας τὸν λόγον, εὐφημίαν τε καὶ εὐλογίαν. ∆ούλους δὲ Κυρίου βούλεται εἶναι οὐ κατὰ τὰ δόγματα
μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν· διὸ καὶ προσέθηκεν, Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν
αὐλαῖς οἴκου τοῦ Θεοῦ ἡμῶν. Τὸν γὰρ ἀκάθαρτον καὶ βέβηλον οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν περιβόλων θέμις. Ὥστε εἴ τις ἄξιός ἐστιν ἐπιβαίνειν, καὶ εὐλογεῖν ἄξιός ἐστιν. Ὁ γὰρ οἶκος τοῦ Θεοῦ
τῷ οὐρανῷ ἔοικε· καὶ καθάπερ ἐκεῖ τῶν ἀντικειμένων δυνάμεων μηδεμίαν ἐπιβῆναι θέμις, οὕτως οὐδὲ ἐν τῷ οἴκῳ
τοῦ Θεοῦ. Ἐννόησον ἡλίκης ἀπολαύεις τῆς ἀξίας, ἄνθρωπε, ὅπου γε καὶ αὐτὸς ἐγένου ναὸς, ὅσην
δίκαιος ἂν εἴης παρέχειν καθαρότητα.
Πῶς δὲ ἂν παράσχοις τὴν καθαρότητα; Εἰ πάντα λογισμὸν
πονηρὸν ἐκβάλοις, εἰ διαβολικαῖς ἐνεργείαις
ἄβατον ποιήσῃς τὸ χωρίον τῆς διανοίας, εἰ καθάπερ ἐν ἀδύτοις ἁγίοις μένεις
καλλωπίζων τὴν διάνοιαν τὴν σαυτοῦ. Εἰ γὰρ
ἐπὶ τοῦ ναοῦ τοῦ Ἰουδαϊκοῦ οὐ πᾶς τόπος ἅπασιν ἦν βατὸς, ἀλλὰ πολλοὶ
καὶ διάφοροι διορισμοὶ, καὶ ὁ μὲν
τοῖς προσηλύτοις, ὁ δὲ τοῖς ἐξ ἀρχῆς Ἰουδαίοις, ὁ δὲ τοῖς ἱερεῦσιν, ὁ δὲ τῷ ἀρχιερεῖ
μόνῳ, καὶ οὐδὲ τούτῳ ἀεὶ, ἀλλ' ἅπαξ τοῦ ἐνιαυτοῦ· πόσης ἐννόησον ἁγιωσύνης σοι
δεῖ τῷ πολλῷ μείζονα σύμβολα δεξαμένῳ, ὧν ἐδέξατο τὰ ἅγια τῶν ἁγίων τότε. Οὐ γὰρ
Χερουβὶμ ἔχεις, ἀλλ' αὐτὸν τὸν τῶν Χερουβὶμ ∆εσπότην ἔχεις ἐνοικοῦντα, οὐδὲ στάμνον,
καὶ μάννα, καὶ πλάκας λιθίνας,
καὶ τὴν ῥάβδον τὴν Ἀαρὼν, ἀλλὰ σῶμα καὶ αἷμα δεσποτικὸν, καὶ Πνεῦμα ἀντὶ
τοῦ γράμματος, καὶ χάριν ὑπερβαίνουσαν λογισμὸν
ἀνθρώπινον, καὶ δωρεὰν ἀνεκδιήγητον.
Ὅσῳ δὲ μειζόνων ἠξιώθης συμβόλων καὶ φρικτῶν μυστηρίων, τοσούτῳ μείζονος εἶ ὑπεύθυνος τῆς ἁγιωσύνης, καὶ πλείονος
κολάσεως, εἰ παραβαίης τὰ ἐπιτεταγμένα.
Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἕτερος, Ἁγίως. Ἄλλος,
Ἡγιασμένως. Καὶ εὐλογεῖτετὸν Κύριον. ∆ιὰ
τί φησιν, Ἐν νυξί; Παιδεύων ἡμᾶς μὴ τὴν πᾶσαν αὐτὴν εἰς ὕπνον δαπανᾷν, καὶ δεικνὺς τότε καθαρωτέρας
εἶναι τὰς εὐχὰς, ὅτε καὶ κουφότερος ὁ νοῦς, καὶ πλείων ἡ σχολή. Εἰ δὲ ἐν νυκτὶ παραγίνεσθαι εἰς τὰ ἅγια
δεῖ, ἐννόησον ποίας τεύξεται συγγνώμης ὁ μηδὲ οἴκοι κατὰ τὸν καιρὸν ἐκεῖνον εὐχὰς
ἐπιτελῶν. Ὁ μὲν γὰρ Προφήτης ἀνίστησί
σε ἀπὸ τῆς κλίνης,
καὶ πρὸς τὸν ναὸν ἄγει,
κελεύων ἐνταῦθα διανυκτερεύειν· σὺ δὲ
οὐδὲ οἴκοι καθήμενος
τοῦτο ποιεῖς. Καλῶς δὲ
εἶπεν, Ἁγίως, δηλῶν ὅτι
χωρὶς διαλογισμῶν πονηρῶν
εὔχεσθαι δεῖ, χωρὶς
μνησικακίας, χωρὶς πλεονεξίας,
χωρὶς ἄλλης τινὸς τοιαύτης ἁμαρτίας, λυμαινομένης τὴν διάνοιαν. Καὶ εὐλογεῖτε τὸν
Κύριον. Τοῦτο γὰρ μάλιστά ἐστιν .387 εὐλογία ἠκριβωμένη, ὅταν μετὰ τῶν ῥημάτων
καὶ ὁ βίος σύμφωνα φθέγγηται,
καὶ διὰ τῶν ἔργων δοξάσῃς
τὸν ποιήσαντά σε Θεὸν, κατὰ τὸ Εὐαγγέλιον τὸ λέγον· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν
τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν,
καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς
οὐρανοῖς. Εὐλογήσαι σε Κύριος ἐκ
Σιὼν, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Τουτέστιν, ἂν ταῦτα ποιῇς, τεύξῃ καὶ τῆς
παρὰ τοῦ Θεοῦ εὐλογίας, ἂν διανυκτερεύῃς, ἂν εὔχῃ ἁγίως, ἂν ἄξιος ᾖς τοῦ ἑστάναι
ἐν τῷ οἴκῳ Κυρίου, ἂν σαυτὸν ναὸν ἐπιτήδειον παράσχῃς. Παραινέσας τοίνυν ὡς ἐχρῆν,
λοιπὸν εἰς εὐχὴν κατακλείει τὸν λόγον. Τοῦτο γὰρ ἀρίστου διδασκάλου, καὶ τῇ συμβουλῇ διορθοῦν
τὸν ἀκροατὴν, καὶ ταῖς
εὐχαῖς νευροῦν. Τί βούλεται δηλοῦν διὰ τοῦ εἰπεῖν, Ἐκ Σιών; Ποθεινὸν αὐτοῖς
τὸ ὄνομα ἦν, καὶ ἐκεῖ τῆς ἁγιαστίας
ἁπάσης ἡ ὑπόθεσις
ἐτελεῖτο. ∆ιὰ δὴ τοῦτο ἐπεύχεται αὐτοῖς ἀπολαβεῖν τὴν
προτέραν πολιτείαν, καὶ ἐν
ἐκείνῃ γενέσθαι τῇ ἁγιαστίᾳ,
καὶ ταύτης ἀπολαύειν τῆς εὐλογίας. Εἶτα εἰς ὑψηλότερα αὐτοὺς ἀνάγων δόγματα,
καὶ παιδεύων ὅτι πανταχοῦ ὁ Θεός ἐστι, τὸν
δὲ ναὸν διὰ τὴν ἐκείνων ἀσθένειαν ἐνομοθέτησεν
οἰκοδομηθῆναι, καὶ δεῖ πανταχόθεν αὐτὸν καλεῖν, ἐπήγαγεν, Ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ'
ἐκεῖνοι μὲν τότε αὐτὸν ἐκάλουν
ἐκεῖ, ἡμεῖς δὲ ἐν παντὶ τόπῳ, ἐν
παντὶ χωρίῳ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἐρημίᾳ, καὶ ἐν πλοίῳ, καὶ ἐν
πανδοχείῳ, καὶ ὅπουπερ ἂν ὦμεν. Οὐδὲν γὰρ ἀπὸ τοῦ τόπου κωλύεται τὰ τῆς εὐχῆς, μόνον ἐὰν ὁ τρόπος ᾖ τῇ εὐχῇ
συμβαίνων. Τοῦτο τοίνυν
κατορθώσαντες, πανταχοῦ τὸν
Θεὸν καλῶμεν, καὶ παραστήσεται, καὶ συνεφάψεται, καὶ πάντα ἡμῖν τὰ δύσκολα
εὔκολα καὶ ῥᾴδια ἐργάσεται, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει· ὧν γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη αποκλειστική δημοσίευση
κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο
Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου