ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Τρίτη 4 Οκτωβρίου 2016

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΛΖʹ ΨΑΛΜΟΝ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

αʹ. Πολλάκις  ὑμῖν  περὶ  τούτου  διελέχθην.  ∆ιόπερ  αὐτὸ  παρελθόντες,  ἐπὶ  τὸ ἐχόμενον αὐτοῦ ἥξομεν. Τί δὲ τοῦτό ἐστι, Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι; Ὅπερ ἕτερος εἶπεν  ἑρμηνευτὴς,  Παῤῥησίᾳ, ὁ Θεὸς, ᾄσω σε. Ἄλλος,  Ἔναντι  θεῶν  μελῳδήσω  σοι. Ἂνμὲν  οὖν τοὺς ἐν οὐρανοῖς  ἀγγέλους  λέγῃ,  τοιοῦτόν  ἐστι τὸ λεγόμενον,  ὅτι Μετὰ ἀγγέλων ᾄδειν βιάσομαι, καὶ φιλονεικήσω  τὴν ἅμιλλαν πρὸς αὐτοὺς θέσθαι, καὶ συγχορεῦσαι ταῖς ἄνω δυνάμεσιν. Εἰ γὰρ καὶ τῇ φύσει διέστηκα, ἀλλ' ὅμως τῇ προθυμίᾳ ἁμιλλήσομαι  μετ'  ἐκείνων   στῆναι.  Εἰ δὲ  κατὰ  τὴν  ἑτέρων  ἔκδοσιν  ἐκλάβωμεν  τὸ εἰρημένον,  δοκεῖ μοι περὶ τῶν  ἱερέων  τοῦτο εἰπεῖν.  Ἔθος γὰρ τῇ Γραφῇ καὶ ἄγγελον καλεῖν τὸν ἱερέα καὶ θεόν· νῦν μὲν λέγουσα· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· νῦν  δὲ, Χείλη ἱερέων  φυλάξεται  κρίσιν, καὶ ἐκ στόματος αὐτοῦ  ζητήσουσι δικαιοσύνην,  ὅτι ἄγγελος  Κυρίου παντοκράτορός  ἐστιν. Ἂν  τοίνυν τοῦτο ἐκλαβεῖν  ᾖ, ἐκεῖνο νοεῖν δεῖ, ὅτι Μετὰ τῶν ἱερέων, παρόντων  αὐτῶν,  μετὰ τῆς προσηκούσης  . εὐταξίας  καταρχομένων   ἐκείνων   προηγουμένων   ἕψομαι,  καὶ ἀκολουθήσω,  καὶ ᾄσω σοι· 


Ὅτι ἤκουσας πάντα  τὰ ῥήματα  τοῦ  στόματός μου. Εἶδες εὐχαριστίαν πολλήν; εἶδες προσοχὴν ἐπιτεταμένην; Οὐ καθάπερ ἔνιοι τῶν χαύνων  καὶ διαλελυμένων, πρὶν ἢ μὲν λαβεῖν σφοδροί τινές εἰσι, μετὰ δὲ τὸ λαβεῖν ἀναπεπτωκότες· ἀλλ' οὗτος καὶ πρὶν ἢ λαβεῖν ἐπίκειται, καὶ μετὰ τὸ λαβεῖν μένει διηνεκῶς εὐχαριστῶν. Ἐντεῦθεν δὲ δείκνυται, ὅτι καθαρὰν καὶ ἀρίστην ἐποιεῖτο τὴν εὐχὴν, ἐκ τοῦ ἀκουσθῆναι παρὰ τοῦ Θεοῦ. Τοῦτο γὰρ μάλιστα ἀκούεσθαι ποιεῖ, ὅταν κατὰ γνώμην  αὐτῷ ἡ εὐχὴ γένηται. Ὥστε καὶ τοῦ ἀκουσθῆναι ἡμεῖς κύριοι. Ὅταν γὰρ ταῦτα αἰτῶμεν, ἃ τὸν Θεὸν ἄξιον δοῦναι, ὅταν μετὰ προθυμίας, ὅταν ἀξίους ἑαυτοὺς τοῦ λαβεῖν παρέχωμεν, ἀκούει καλούμενος, καὶ τὸ αἰτούμενον πληροῖ. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ τὸ δύνασθαι ἐπιβαίνειν  ναοῦ, καὶ ἐπιβαίνοντα  μετὰ καθαροῦ συνειδότος προσκυνεῖν. Οὐ γὰρ δὴ τὸ κάμψαι γόνατα, οὐδὲ τὸ εἰσελθεῖν τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλὰ τὸ μετὰ διανοίας θερμῆς καὶ γνώμης συντεταμένης, τὸ μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ  ἔνδον εἶναι· ὥσπερ οὐδὲ μικρὸν ἀξίωμα τὸ προσκυνεῖν τὸν ἐπὶ πάντων Θεὸν, ὡς χρὴ προσκυνεῖν. Εἰ γὰρ ἐπὶ τῶν βασιλέων  ἐν ἀξιώματος  τοῦτο κεῖται μέρει, πολλῷ  μᾶλλον  ἐπὶ τοῦ τῶν  ὅλων  Θεοῦ. Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί  σου ἐπὶ τῷ ἐλέει  σου, καὶ  τῇ  ἀληθείᾳ  σου. Τί ἐστι τοῦτο;  Εὐχαριστήσω σοι, φησὶν,  ὅτι  πολλῆς  ἀπέλαυσα  τῆς  κηδεμονίας.   Οὐ  γὰρ  ἀπὸ  τῶν   οἰκείων   κατορθωμάτων   ἔλαβον   τὸ ἀπολαβεῖν   τὴν  πατρίδα,  καὶ  τὸν  ναὸν   ἰδεῖν,  ἀλλ'  ἀπὸ  τοῦ  ἐλέους  σου  καὶ  τῆς φιλανθρωπίας σου. Ἐπὶ τούτοις  σε προσκυνήσω, ἐπὶ τούτοις  ἐξομολογήσομαί σοι, ὅτι ἄξιον ὄντα κολάσεως καὶ τιμωρίας, καὶ διηνεκῶς ἐν ἀλλοτρίᾳ διατρίβειν ὄντα δίκαιον, ταχέως ἐπανήγαγες. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ὃ λέγει, τοιοῦτόν ἐστιν· Οὐ διὰ τὰς εὐεργεσίας εὐχαριστήσω μόνον,  ἀλλὰ  καὶ δι' αὐτὴν  τὴν δόξαν τὴν ἄφατον, καὶ τὴν μεγαλωσύνην  τὴν ἄπειρον, καὶ τὴν φύσιν τὴν ἄῤῥητον. Ἐμεγάλυνας γὰρ, φησὶν,  ἐπὶ πᾶν  τὸ ὄνομα τὸ ἅγιόν  σου· τουτέστι,  διὰ τῶν  εὐεργεσιῶν,  διὰ τῶν στοιχείων,  διὰ τῶν  ἐν οὐρανοῖς, διὰ τῶν  ἐν γῇ, διὰ τῶν  κολάσεων, διὰ τῶν  εἰς τοὺς πολεμίους, διὰ τῶν εἰς τοὺς οἰκείους. Οὐκ ἔστι γὰρ οὐδὲν μέρος τῆς κτίσεως τῆς ἄνω, τῆς κάτω, ὃ μὴ φωνὴν  ἀφίησι σάλπιγγος λαμπροτέραν, ἀνακηρύττουσαν τοῦ ὀνόματός σου τὴν μεγαλωσύνην. Κἂν ἀγγέλους τοίνυν εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν δαίμονας καὶ τὰ ἀναίσθητα στοιχεῖα, κἂν λίθους, κἂν σπέρματα, κἂν ἥλιον, κἂν σελήνην, κἂν γῆν, κἂν πελάγη, κἂν νηκτὰ, κἂν πετεινὰ, κἂν λίμνας, κἂν πηγὰς, κἂν ποταμοὺς, διὰ πάντων μέγα τὸ ὄνομά σου δείκνυται.  Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐμεγάλυνας  ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου, εἶπεν· Ἐμεγάλυνας γὰρ ὑπὲρ πάντα τὰ ὀνόματά σου τὴν ῥῆσίν σου. Ἄλλος, Τὸ λόγιόν σου, Ἐν ᾗ ἂν ἡμέρα ἐπικαλέσομαί σε, ταχὺ ἐπάκουσόν μου. Ἄλλος, Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπεκαλεσάμην σε, ἐπηκουσάς μου. Τοῦτο γὰρ καὶ ὁ Θεὸς ἐπηγγείλατο,  λέγων· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσῃ με, εἰσακούσομαί σου, καὶ ἐρῶ, Ἰδοὺ λαλοῦντός  σου πάρειμι. Καὶ αὐτὸς  δὲ τοῦτο  αἰτεῖ.  Τοιαῦται  γὰρ  αἱ  ὀδυνώμεναι  ψυχαί·  ταχίστην  βούλονται  τὴν ἀπαλλαγὴν  τῶν δεινῶν  ἰδεῖν. Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Ἄλλος, Συνέστης τῇ ψυχῇ μου δυνάμεις.  Καὶ γὰρ τὸ πρότερον, ἀντὶ τοῦ, Εἰσάκουσόν μου, Ἐπήκουσάς μου, ἕτερος ἔφη. Τί οὖν  ἐστι τὸ εἰρημένον;  Μετέωρα λέγεται  τὰ ὑψηλὰ, παρὰ τὸ αἴρεσθαι, καὶ μετεωρισμοὶ θαλάττης τὰ κύματα αὐτῆς καὶ τὰ ὑψώματα, παρὰ τὸ αἴρεσθαι. Τὸ τοίνυν,  Πολυωρήσεις, ἐστὶν, Ἐπαρεῖς με, ὑψώσεις με. Τοῦτο καὶ ἀλλαχοῦ τέθεικε, λέγων· Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων· τουτέστιν, Ἐπῆρας, ὕψωσας. Οὕτω καὶ τὸ, Πολυωρήσεις με, εἶπεν, ἵνα δηλώσῃ, ὅτι Ἐμπλήσεις με εὐφροσύνης πολλῆς, καὶ μετέωρον ἐργάσῃ μου τὴν ψυχὴν, καὶ τὸ πάντων  μεῖζον, οὐκ ἀφήσεις μου τὸν μετεωρισμὸν  τοῦτον  καὶ τὴν  εὐφροσύνην  ταύτην  σαθρὰν γενέσθαι, ἀλλὰ δυνατὴν καὶ ἰσχυρὰν, βεβαίαν τε καὶ ἀκίνητον. Τοῦτο γάρ ἐστι τὸ, Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου.

βʹ. Ὃ  δὲ  λέγει,  τοῦτό  ἐστι·  ∆υνάμει  με  πολυωρήσεις,  ἰσχύϊ  ὑψώσεις,  καὶ βοηθήσεις μοι. ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς  τὸ αὐτὸ ἐμφαίνων,  εἶπε, Συνέστης τῇ ψυχῇ μου δυνάμεις.  Καλῶς δὲ εἶπε, Ψυχῇ μου, ὅπερ μάλιστα  Θεοῦ ἴδιόν  ἐστι, καὶ ἐν ταῖς θλίψεσιν   ἀνακτᾶσθαι   τὰς   ψυχὰς,   καθάπερ   καὶ   ἐπὶ   τῶν   ἀποστόλων   συνέβαινε. Μαστιζόμενοι  γὰρ ἐπανῄεσαν  χαίροντες,  οὕτως  ἐπολυωρεῖτο  αὐτῶν  ἡ ψυχή.  Τοῦτο μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον· τοῦτο μάλιστα δείκνυσι αὐτοῦ τὴν ἰσχὺν, τὸ ἐν μέσοις τοῖς δεινοῖς  μὴ ἐᾷν καταφέρεσθαι τὴν ψυχήν. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες  οἱ βασιλεῖς  τῆς  γῆς,  ὅτι  ἤκουσαν  πάντα  τὰ ῥήματα  τοῦ  στόματός σου. Ὅρα εὐγνωμοσύνην.  Οὐ γὰρ ἀρκεῖται  τῷ  μόνος  εὐχαριστῆσαι, ἀλλὰ  καὶ τοὺς κρατοῦντας ἅπαντας εἰς κοινωνίαν λαμβάνει τῆς εὐχαριστίας, καὶ αὐτοὺς τὰ διαδήματα ἔχοντας. Εἰ γὰρ καὶ μεγάλη  αὐτῶν,  φησὶν,  ἡ ἐξουσία καὶ δύναμις,  ἀλλά  σοι πάντες  ὀφείλουσιν εὐχαριστεῖν  καὶ ὑπὲρ τῶν  εἰς ἑτέρους γεγενημένων. ∆ιὸ καὶ τοῦτο δηλῶν,  ἐπήγαγεν, Ἤκουσαν  πάντα  τὰ  ῥήματα  τοῦ  στόματός  σου. Εἰ τοίνυν  εὐχαριστοῖεν,  τὰ  μεγάλα ἐντεῦθεν  καρπώσονται  καὶ κερδανοῦσι. Τοιαῦτα γάρ σου τὰ δῶρα πᾶσιν ἐν τῷ μέσῳ πρόκειται, ὥστε τοὺς βουλομένους, μετέχειν τε καὶ ἀπολαύειν αὐτῶν. Οὐδὲν οὖν αὐτοὺς ἡ βασιλεία ὀνῆσαι δύναται τοιοῦτον, οἷον τὸ τῶν σῶν ἀκούειν ῥημάτων. Τοῦτο αὐτοῖς ἀσφάλεια, τοῦτο ἰσχὺς, τοῦτο κόσμος, τοῦτο εὐπρέπεια, τοῦτο βασιλεία, τοῦτο τῆς ἀρχῆς ἡ φαιδρότης τε καὶ δύναμις. Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου. Ἕτερος δὲ, Ἀδέτωσαν τὰς ὁδοὺς Κυρίου.Ἂν μὲν οὖν, Ἐν ταῖς ὁδοῖς σου, τουτέστι τὸ εἰρημένον, Ἐν τοῖς νόμοις σου, ἐν τοῖς προστάγμασί σου. Ἂν δὲ, Τὰς ὁδούς σου, Τὰ κατορθώματά σου ταῦτα, φησὶ, λεγέτωσαν, ὑμνείτωσαν, ἀνακηρυττέτωσαν·  τοῦτο γάρ ἐστι τὸ, Ἀδέτωσαν. Ὅτι μεγάλη ἡ δόξα Κυρίου· τουτέστι, πᾶσι κατάδηλος,  πᾶσι σαφὴς, πᾶσι δήλη, περὶ τὰς ἁπάντων εὐεργεσίας παρεσκευασμένη, πάντας ὑπευθύνους  ἔχουσα χάριτος. Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ  ἐφορᾷ. Ὑψηλὸς τὴν φύσιν, φησὶν, ὑψηλὸς  τὴν οὐσίαν. Ἀλλ' ἐνταῦθα τέως  συγκαταβατικώτερον   εἴρηται  πρὸς  τὴν  θεραπείαν  τὴν  Ἰουδαϊκὴν,  καὶ τροπικώτερον.  Τὸ δὲ ἑξῆς καὶ τοῦτο διορθοῦται, καὶ εἰς μεγάλην  διάνοιαν  ἀνάγει καὶ τὸν  ταπεινὸν  ἀκροατήν.  Τί δὲ  τοῦτό  ἐστι,  Καὶ τὰ  ὑψηλὰ  ἀπὸ  μακρόθεν  γινώσκει; Ἐνταῦθα γὰρ περὶ προγνώσεως  ὁ λόγος, ὅπερ μάλιστα τῆς τοῦ Θεοῦ δυνάμεώς  ἐστιν ἴδιον·  διὸ καὶ ἐν τοῖς προφήταις  πολλάκις  διαλεγόμενος,  ἐντεῦθεν  ἀποτείνεται  πρὸς τοὺς   τῇ   πλάνῃ   τῶν   εἰδώλων   κατεχομένους.   Ἄλλος,   Καὶ  ἐπηρμένον   μακρόθεν διαγινώσκει,  Ἄλλος, Καὶ μετέωρον. Ἐπειδὴ γὰρ εἶπεν, Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, ἐπήγαγεν, ὅτι Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει, δηλῶν, ὅτι τὰ ὑψηλὰ οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ διαστήματος, τουτέστι, πρὶν ἢ ἐκβῆναι, πρὶν ἢ τελεσθῆναι,  πρὶν ἢ εἰς ἔργον ἐλθεῖν.  Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως,  ζήσεις με. Οὐκ εἶπεν,  ὅτι  Τὴν  θλίψιν  ἀπελάσεις,  ἀλλ',  Ἐν  αὐτοῖς  μένοντα  τοῖς  δεινοῖς  ζήσεις  με· τουτέστι, διασῶσαι δυνήσῃ εἰς αὐτοὺς ἐμπεσόντα τοὺς κινδύνους·  ὅπερ δὴ θαυμαστὸν καὶ  παράδοξον,  περιεστώτων  τῶν  λυπηρῶν  καὶ  τῶν  ἐπιβουλευόντων, ἐν  ἀσφαλείᾳ καταστῆσαι  τὸν  περιστοιχιζόμενον  ὑπ' αὐτῶν.  Καὶ ἐπ' ὀργὴν  ἐχθρῶν  μου ἐξέτεινας χεῖράς σου. Ἕτερος, Κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς. Εἶδες ἐφ' ἑκάτερα τὰ μέρη μεγίστην  οὖσαν τὴν  δύναμιν;  Ἐμέ τε γὰρ, φησὶν,  ἐν  μέσοις ὄντα  τοῖς  δεινοῖς διασῶσαι   δυνήσῃ,   ἐκείνους   τε   μαινομένους   καὶ   λυττῶντας    καὶ   πῦρ   πνέοντας ταπεινῶσαι καὶ καταστεῖλαι. Καὶ ἔσωσέ με ἡ δεξιά σου. Ἄλλος, Καὶ σώσει με ἡ δεξιά σου, τουτέστιν,  ἡ δύναμίς  σου, ἡ ἰσχύς σου. Εὔπορος γὰρ ὁ Θεὸς, καὶ εὐμήχανος,  καὶ ἐξ ἀπεγνωσμένων  ἱκανὸς   εἰς  σωτηρίαν   ἀναγαγεῖν.   Κύριος  ἀνταποδώσει   ὑπὲρ  ἐμοῦ. Ἕτερος, Συντελέσει.  Ἄλλος,  Ἐπιτελέσει, τουτέστιν  ἀμυνεῖται  τοὺς  ἐχθρούς.  Καὶ οὐκ εἶπεν, Ἀμυνεῖται, ἀλλ',  Ἀνταποδώσει, δηλῶν,  ὅτι Κἂν ὑπεύθυνος  ὦ, αὐτὸς καταβαλεῖ καὶ καταθήσει· φιλάνθρωπος γάρ ἐστι. ∆υνατὸν δὲ τοῦτο καὶ εἰς τὰ παρὰ τοῦ Χριστοῦ γινόμενα εἰς ἡμᾶς λέγεσθαι. Αὐτὸς γὰρ ἀνταπέδωκεν  ὑπὲρ ἡμῶν. Κύριε, τὸ ἔλεός σου εἰς τὸν  αἰῶνα.  Τὰ ἔργα τῶν  χειρῶν  σου μὴ παρίδῃς.  ∆ύο ταῦτα  τίθησι  δικαιώματα  τοῦ τυχεῖν  φιλανθρωπίας·   ἓν  μὲν,  τὸ ἐλεήμονα  αὐτὸν  εἶναι,  καὶ  ἀγαθὸν,  καὶ  ἐλεήμονα διηνεκῶς,  ὡς  μηδέποτε  αὐτοῦ  διακόπτεσθαι  καὶ  λήγειν   τὴν  φιλανθρωπίαν,  μηδὲ ἐνδιδόναι· ἕτερον δὲ, τὸ ∆ημιουργὸν αὐτὸν εἶναι καὶ Ποιητήν. Ἀλλ' ὥσπερ ἀπὸ τούτων ἀξιοῦμεν σώζεσθαι, οὕτω καὶ τοῦ ἐλέους ἄξιόν τι ἐπιδειξώμεθα. Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ. Οὐ γὰρ ἁπλῶς ὁ ἔλεος ἔπεισιν, ἀλλ' ἔχει τινὰ καὶ αὐτὸς διάκρισιν. Εἰ γὰρ δὴ ἁπλῶς ἐπῄει, οὐδεὶς ἂν ἐκολάσθη. ∆ιὸ μὴ μόνον διὰ τὸ ἐλεεῖσθαι ἄξια πράττωμεν, ἀλλὰ καὶ διὰ τὸ παρὰ τοῦ  Θεοῦ γεγενῆσθαι.  Τὸν γὰρ ὑπὸ τοῦ Θεοῦ δημιουργηθέντα,  καὶ τοιοῦτον  ἐσχηκότα  ποιητήν  τε  καὶ  βασιλέα,  ἀξίαν  τῆς  κηδεμονίας  αὐτοῦ  καὶ  τῆς τοιαύτης  προνοίας  πολιτείαν  ἐπιδείκνυσθαι  χρή. Ἂν ταῦτα ποιῶμεν,  τῶν  μελλόντων  ἐπιτευξόμεθα ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΛΗʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος, τῷ νικοποιῷ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.

αʹ. Τί λέγεις; μετὰ τὸ δοκιμάσαι οἶδεν ὁ Θεὸς, πρὸ δὲ δοκιμάσαι οὐκ οἶδεν; Οὐχὶ, μὴ γένοιτο! Πῶς γὰρ, Ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν; ἀλλὰ τὸ, Ἐδοκίμασάς με, Ἀκριβῶς  ἐπίστασαί  με, ἐστίν.  Ὥσπερ γὰρ  ὁ Ἀπόστολος,  ὅταν  λέγῃ,  ὅτι  ἐρευνᾷ  τὰς καρδίας, οὐκ ἄγνοιαν  ἐμφαίνων,  ἀλλὰ τὴν ἀκριβῆ εἴδησιν, λέγει· οὕτω δὴ καὶ οὗτος λέγων,   Ἐδοκίμασάς  με,  τὴν   γνῶσιν   τὴν   σαφεστάτην   δηλοῖ,  τουτέστιν,   Ἀκριβῶς ἐπίστασαί με. Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Καθέδραν καὶ ἔγερσιν τὸν  βίον  ἅπαντά  φησιν· ἐν γὰρ τούτοις  ἡμῖν  ὁ βίος· τὰς πράξεις, τὰς ἐνεργείας,  τὰς εἰσόδους, τὰς ἐξόδους. Εἶτα ἐπειδὴ ἀρχόμενος ἔλεγεν,  Ἐδοκίμασάς με, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ, ὅτι ἀπὸ δοκιμῆς οἶδεν, ἢ ἀπὸ πείρας πραγμάτων, διὰ τὸ εἰπεῖν, Ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου, ὅρα πῶς αὐτὸ διορθοῦται διὰ τῆς ἐπαγωγῆς, ἧς ἐπήγαγε  λέγων,  Σὺ συνῆκας τοὺς διαλογισμούς  μου ἀπὸ μακρόθεν. ∆είκνυσι γὰρ διὰ τούτου,  ὅτι  οὐχὶ  δοκιμασίᾳ  οἶδεν,  οὐδὲ  δεῖται  τοῦ  δοκιμάσαι,  ἀλλὰ  προγνωστικῇ δυνάμει πάντα ἐπίσταται. Ὁ γὰρ λογισμοὺς εἰδὼς ἐν τῷ νῷ κειμένους, οὐ δεῖται τῆς διὰ τῶν ἔργων δοκιμασίας. Ἄλλως  δὲ οὐδὲ κινουμένους  μόνον ἐν τῷ νοῒ οἶδεν, ἀλλὰ καὶ πρὶν ἢ κινηθῆναι· καὶ οὐδὲ ἁπλῶς πρὶν ἢ κινηθῆναι,  ἀλλὰ καὶ πρὸ πολλοῦ τοῦ χρόνου.
∆ιὸ ταῦτα δηλῶσαι βουλόμενος,  ἐπήγαγε  τὸ, Σὺ συνῆκας τοὺς διαλογισμούς  μου ἀπὸ μακρόθεν. Εἰ τοίνυν  οἶδεν ὁ Θεὸς καὶ τοὺς διαλογισμοὺς, τίνος ἕνεκεν ἐπάγει τὴν διὰ τῶν  ἔργων  δοκιμήν;  Οὐχ  ἵνα  αὐτὸς  μάθῃ,  ἀλλ'  ἵνα  τοὺς  ὑπομένοντας   δοκίμους ἐργάσηται. Ἐπεὶ καὶ τὸν Ἰὼβ ᾔδει πρὸ τῆς πείρας· διὸ καὶ ἐμαρτύρει λέγων· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβής. Ἀλλ' ἐπήγαγε τὴν πεῖραν, ὥστε ἐκεῖνόν τε καρτερικώτερον ἐργάσασθαι, καὶ τοῦ διαβόλου τὴν πονηρίαν  ἐλέγξαι, καὶ τοὺς ἄλλους σπουδαιοτέρους διὰ τοῦ παραδείγματος ποιῆσαι. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ τοῦ Ἰὼβ τοῦτο πεποίηκεν, ὅπου γε καὶ ἐπὶ τῶν  ἁμαρτωλῶν  τὸ αὐτὸ ἐργάζεται; Τοὺς γὰρ Νινευΐτας  ᾔδει σαφῶς  οὐκ ἀξίους ὄντας ἀπολέσαι, ἀλλὰ διὰ τῆς μετανοίας βελτίους ἐσομένους· ἀλλ' ὅμως ἐπάγει καὶ τὴν  διὰ τῶν  πραγμάτων  πεῖραν· καὶ πανταχοῦ  πολλὰς  ἀποδείξεις  παρέχεται  τῆς αὑτοῦ κηδεμονίας καὶ τῆς φιλανθρωπίας, οὐκ ἀρκούμενος τῇ αὑτοῦ γνώσει. ∆ιὰ τοῦτο καὶ ὁ Μονογενὴς ἔλεγεν· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Ἐπειδὴ γὰρ πολλοὶ παχύτεροι τὴν γνώμην ὄντες, καὶ ἀναίσθητοι, πολλὰ τοιαῦτα φθέγγονται,  ὅτι τὸν δεῖνα ἐξελέξατο, καὶ τὸν  δεῖνα  ἐφίλησε,  καὶ  τὸν  δεῖνα  ἐμίσησε, διὰ  τοῦτο  ὁ μὲν  πονηρὸς,  ὁ δὲ φαῦλος ἐγένετο· ἀπὸ τῶν  πραγμάτων  πείθει, τὴν ἑκάστου τούτων  διορθούμενος  γνώμην,  καὶ παράγων εἰς μέσον . τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ ἀποφαίνεται  μὲν, καὶ πρὸ τῶν πραγμάτων, ὅτι ἐνάρετος ὁ δεῖνα, ἵνα μάθωσιν αὐτοῦ τὴν προγνωστικὴν  δύναμιν· ἐπάγει δὲ καὶ τὴν διὰ τῶν πραγμάτων  πληροφορίαν, ἵνα μή τις τῶν ἀνοήτων  εἴπῃ, ὅτι διὰ τὴν  πρόῤῥησιν ὁ δεῖνα  τοιοῦτος  ἦν. Ὅρα γοῦν  καὶ ὁ Παῦλος πῶς  τοῦτο  δηλοῖ, λέγων·  Μήπω  γὰρ  γεννηθέντων,  μηδὲ  πραξάντων  τι  ἀγαθὸν    κακὸν,  ἵνα    κατ' ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ' ἐκ τοῦ καλοῦντος ἐῤῥέθη αὐτῇ, ὅτι
 ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Οὐδὲν γὰρ δεῖται ἀναμεῖναι τῶν ἔργων τὸ τέλος, ἀλλὰ καὶ πρὸ τούτων οἶδεν αὐτὸς τὸν φαῦλον, καὶ τὸν οὐ τοιοῦτον ἐσόμενον. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Ὥσπερ καθέδραν καὶ ἔγερσιν τὰς πράξεις λέγει ἀπὸ τῆς κοινῆς συνηθείας· καὶ γὰρ πολλάκις  καὶ ἡμεῖς λέγομεν, Οἶδεν ὁ δεῖνα, πῶς κάθηται, πῶς ἐγείρεται, τὴν ἀκριβῆ αὐτοῦ γνῶσιν μαρτυροῦντες· οὕτω τρίβον καὶ σχοῖνον ἐνταῦθα τὴν ζωὴν αὐτοῦ πᾶσαν λέγει. ∆ιὸ καὶ ἐπάγει· Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Καὶ τὸ Ἐξιχνίασας δὲ, οὐ ζητοῦντός  ἐστιν, οὐδὲ ἐρευνῶντος,  ἀλλ' ἀκριβῶς  ἐπισταμένου.  Καὶ τοῦτο  δεικνὺς  ἐπήγαγε,  Προεῖδες· τουτέστι, Πρὶν ἢ γενέσθαι οἶδας πάσας τὰς πράξεις τὰς πονηρὰς καὶ τὰς ἀγαθάς. Ὅτι οὐκ ἔστι δόλος,  ἐν  γλώσσῃ μου. Ἄλλος,  Ἑτερολογία.  Τοῦτο μέγιστον  τεκμήριον  ἀρετῆς, τοῦτο  κεφάλαιον  τῶν  ἀγαθῶν,  τοῦτο  ὃ μάλιστα  ὁ Χριστὸς ἐπιζητεῖ  λέγων·  Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· τὸ  ἄκακον,  τὸ  ἄδολον,   τὸ  ἄπλαστον   καὶ  ἀφελὲς   αἰνιττόμενος.   ∆ιὸ  καὶ  ἰδιώτας ἐξελέξατο, καὶ ἔλεγεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, ὅτι ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας  αὐτὰ νηπίοις. Ὅρα· οὐκ εἶπεν, ὅτι Ἐδεξάμην, καὶ ἀπέβαλον τὸν  δόλον· ἀλλ',  ὅτι Οὐδὲ ἐγένετό  ποτε, οὐδὲ ἐπέβη τῆς γλώττης  τῆς ἐμῆς τουτὶ  τὸ νόσημα, ἀλλ' ἄβατος ἡ πονηρία ἀπ' ἐμοῦ αὕτη γέγονεν. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ ἀρχαῖα. Οὐ τοὺς λογισμοὺς μόνον οἶδας, φησὶν, οὐδὲ τὰς πράξεις μου, οὐδὲ τὰς ὁδούς μου, ἀλλὰ πάντα τὰ γενόμενα καὶ ἐσόμενα. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Ἀπὸ τῆς προγνωστικῆς δυνάμεως ἐπὶ τὴν δημιουργικὴν  μετέβη, καὶ ἀπὸ τῆς δημιουργικῆς  πάλιν ἐπὶ τὴν προγνωστικήν.  Οὐ γὰρ δὴ μόνον οὐκ ὄντας ἐποίησεν, ἀλλὰ καὶ γενομένους διακρατεῖ.

βʹ. Ταῦτα ἑκάτερα καὶ ὁ Παῦλος μαρτυρεῖ τῷ Χριστῷ, λέγων·  Πολυμερῶς καὶ πολυτρόπως  πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον  πάντων.  Εἶτα ἐπάγων  λέγει καὶ τὴν δημιουργίαν· ∆ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Καὶ περὶ τῆς οὐσίας αὐτοῦ διαλεχθεὶς, καὶ εἰπὼν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, δείκνυσι καὶ  τὴν  προνοητικὴν   αὐτοῦ  δύναμιν,  λέγων·  Φέρων  τε  τὰ  πάντα  τῷ  ῥήματι  τῆς δυνάμεως  αὐτοῦ. Καὶ Κολοσσαεῦσιν ἐπιστέλλων  τὰ αὐτὰ ταῦτα πάλιν  ἔλεγεν,  Ὅτι ἐν αὐτῷ  ἐκτίσθη  τὰ  πάντα  τὰ  ἐν  τοῖς  οὐρανοῖς  καὶ  τὰ  ἐπὶ  τῆς  γῆς,  εἴτε  θρόνοι,  εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν . ἔκτισται, αὐτός ἐστι πρὸ πάντων.  Τοῦτο τῆς δημιουργίας  αὐτοῦ. Εἶτα τὴν προνοητικὴν  δηλῶν, ἐπάγει· Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Ταῦτα πάλιν  ὁ Ἰωάννης  ἀμφότερα ἐνδεικνύμενος,  ἔλεγε· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Τοῦτο τὴν δημιουργίαν εἶπεν ἐμφαίνων.  Εἶτα τὴν πρόνοιαν· Ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.  Τοῦτο καὶ ἐνταῦθα ὁ προφήτης  αἰνιττόμενος  λέγει· Σὺ ἔπλασάς με. Τοῦτο τῆς δημιουργίας. Εἶπε καὶ τὸ τῆς προνοίας· Καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Τί ἐστιν, Ἔθηκας; ∆ιακρατεῖς, συγκροτεῖς, διαβαστάζεις. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, Ὅτι ἐν αὐτῷ, εἶπε, ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ γὰρ δὴ μόνον ἐν τῷ γενέσθαι, ἀλλὰ καὶ ἐν τῷ εἶναι  καὶ μένειν  δεόμεθα αὐτοῦ τῆς δυνάμεως.  Ἐθαυμαστώθη ἡ γνῶσίς  σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ἄλλος, Ὑπερβάλλει με. Ἀντὶ δὲ τοῦ, Ἐκραταιώθη, ἕτερος, Ὑπερεπήρθη.Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι Καὶ προνοίας ἀπολαύω τῆς σῆς, καὶ εἰδὼς ὅτι πάντα πρόοιδας, καὶ ὅτι ἐξ οὐκ ὄντων με ἐποίησας, ὅμως τὴν περὶ σοῦ γνῶσιν  ἀκριβῆ  καὶ  σαφῆ  πᾶσαν  ἔχειν  οὐ  δύναμαι,  ἀλλ'  Ἐθαυμαστώθη,  τουτέστιν ὑπερέβαλεν,  ἐπήρθη ὑπὲρ ἐμὲ, ἰσχυροτέρα ἐγένετο,  ἢ ὥστε καταληφθῆναι τοῖς ἐμοῖς λογισμοῖς· οὕτως ἐστὶ θαυμαστὴ, οὕτως ἐστὶ μεγάλη. Τί οὖν εἰ θαυμαστὴ μέν ἐστι καὶ μεγάλη, δύναται δὲ καταληφθῆναι;  Οὐδαμῶς. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγεν, Οὐ δύναμαι πρὸς αὐτὴν, ἵνα μὴ τοῦτο λέγῃς. Ὅταν δὲ εἴπῃ γνῶσιν, οὐ τοῦτο λέγει, ὅτι Ἀγνοῶ τὸν Θεὸν, ἀλλ' ὅτι Παντελῆ καὶ σαφῆ τὴν περὶ αὐτοῦ γνῶσιν οὐκ οἶδα. Ὅπερ φησὶν ὁ Παῦλος· Ὅτι μὲν  γὰρ ἔστιν,  ἴσμεν· τὸ δὲ τί  τὴν  οὐσίαν  ἐστὶν,  ἀγνοοῦμεν· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Καὶ οὐκ εἶπε τὸ τί τὴν οὐσίαν ἐστί· τοῦτο γὰρ οὐδενὶ γνώριμον. Ὅτι φιλάνθρωπος,  οἴδαμεν, ὅτι χρηστὸς, ὅτι ἀγαθός· τὸ δὲ πόσον, ἀγνοοῦμεν. Ἀλλ' οὗτος ταῦτα πάντα παραδραμὼν, ἕτερον δοκοῦν εὐκολώτερον  εἶναι προβάλλεται, καὶ αὐτό φησιν ἀγνοεῖν.  Οὐ γὰρ δὴ λέγω τὸ τί τὴν οὐσίαν ἐστὶ, φησὶν, οὐδὲ τὸ πόσον ἀγαθός· ὡμολόγηται  γὰρ, ὅτι ταῦτα ἀκατάληπτα· ἀλλὰ καὶ πῶς πανταχοῦ ἐστιν, εἰπεῖν οὐκ   ἔχω,   ἀλλὰ   καὶ   τοῦτο   ἀνώτερον    τῆς   ἡμετέρας   καταλήψεως.    ∆ιὸ   εἰπὼν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐπήγαγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Ἄλλος, Καταμείνω. Καὶ γὰρ ἐκεῖ ἄλλος, Ἔτι ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα καὶ πρόσωπον αὐτὸν τὸν Θεόν φησι. Τουτέστι, Ποῦ πορευθῶ ἀπὸ σοῦ; Πάντα πληροῖς, πᾶσι πάρει, οὐ κατὰ μέρος, ἀλλ' ὁμοῦ πᾶσιν ὅλος. Καὶ εἰπὼν τὰ ἄνω, τὰ κάτω, πλάτος, μῆκος, βάθος, ὕψος, πανταχοῦ  αὐτὸν παρεῖναι δηλοῖ. Καὶ οὐκ εἶπεν, Ὅπου ἂν ἀπέλθω, ἀκολου θήσεις μοι, καὶ καθέξεις με· ἀλλ', Ὅπου ἂν ἀπέλθω, ἐκεῖ εἶ· τουτέστιν, Ἐκεῖ σε εὑρίσκω προλαμβάνοντά  με. ∆ιὰ τοῦτο λέγει, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Καὶ εἰ μὴ οἶδας αὐτὴν ἀκριβῶς, φησὶ, πῶς οἶδας ὅτι θαυμαστή; Ὅτι ὑπερβάλλει ἐμοῦ τὸν λογισμὸν, ὅτι νικᾷ μου τὴν διάνοιαν. Ἐπεὶ καὶ τὴν ἡλιακὴν ἀκτῖνα οὐ δυνάμεθα σαφῶς καταμαθεῖν, καὶ ὅμως δι' αὐτὸ τοῦτο μάλιστα θαυμάζομεν·  οὕτω  δὴ καὶ ἐπὶ τῆς τοῦ Θεοῦ γνώσεως·  οὔτε καθόλου  αὐτὴν ἀγνοοῦμεν· οἴδαμεν γὰρ ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος,  καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι χρηστὸς, καὶ ἐπιεικὴς, καὶ ὅτι πανταχοῦ· τὸ δὲ τί τὴν οὐσίαν ἐστὶν, ἢ πόσον τὰ εἰρημένα, ἢ πῶς πανταχοῦ,  τοῦτο  ἀγνοοῦμεν.  Εἰπὼν τοίνυν  ἀφ' ὧν  Ἐθαυμαστώθη ἡ γνῶσίς  σου, καὶ ἀνακηρύξας  αὐτοῦ  τὸ προγνωστικὸν,  τὸ δημιουργικὸν,  τὸ προνοητικὸν,  τὸ ἀκατάληπτον,  τὸ ἀνερμήνευτον  τῆς οὐσίας· πάλιν ἑτέραν αὐτοῦ διηγεῖται δύναμιν, καὶ αὐτὴν πολλῆς ἀπορίας γέμουσαν, εἰ λογισμοῖς ζητοῖτο. Καὶ γὰρ καὶ αὕτη ἀκατάληπτος. Τί οὖν ἐστιν αὕτη; Τὸ, Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Τουτέστι, δυνατὸν ἐμπεσόντας ἀνθρώπους εἰς τὰ δεινὰ, μὴ ἀφεῖναι ἁλῶναι τοῖς δεινοῖς, ἐν αὐτοῖς ὄντας τοῖς δεινοῖς.

γʹ. Τοῦτο οὖν ἑρμηνεύων,  ἐπήγαγε· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται.  Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς  αὐτῆς. Εἰπὼν ἄνω ταῦτα, ἅπερ ἀπηριθμησάμην, καὶ μετ' ἐκείνων οὐ μόνον, ὅτι πάρεστι πανταχοῦ, ἀλλ' ὅτι καὶ ποδηγεῖ καὶ ἀσφαλίζεται  καὶ τειχίζει,  ἐπάγει  λοιπὸν  καὶ ἐν τούτῳ  δεικνὺς  τὸ παράδοξον, οὐ μόνον ὅτι τειχίζει καὶ ἀσφαλίζεται, ἀλλ' ὅτι καὶ ὑπὲρ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν. Εἰπὼν γὰρ, ὅτι Καθέξει με ἡ δεξιά σου, καὶ ὅτι Ὁδηγήσει με, ἐπήγαγεν· Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με. Ἄλλος, Ἐὰν εἴπω, Ἴσωςσκότος ἐπισκεπάσει με. Ἄλλος, Καλύψει με. Σκότος ἐνταῦθα τὴν θλίψιν  σημαίνει. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Περιεστοιχίσθην ὑπὸ τῶν δεινῶν, καὶ εἶπον ἐν ἐμαυτῷ, ὅτι περιέσται μου τὰ δεινά. Τοῦτο γάρ ἐστι τὸ, Σκότος  καταπατήσει με. Ἕτερός φησι, Σκότος καλύψει με. Καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ἕτερος, Νὺξ φωτεινὴ  περὶ ἐμέ. Τί δὲ τοῦτό ἐστιν; Ἐγὼ, φησὶ, ταῦτα μὲν εἶπον, ἀπὸ τῆς τῶν  πραγμάτων  φύσεως  ἀναλογιζόμενος·  ἀθρόον  δὲ τὰ δεινὰ  εἰς ἀγαθὰ  μετεβλήθη· μᾶλλον  δὲ οὐ τὰ δεινὰ εἰς ἀγαθὰ μετεβλήθη, ἀλλὰ μενόντων  τῶν δεινῶν  ἐγὼ πολλῆς ἀπέλαυον τῆς χρηστότητος. Οὐ γὰρ εἶπεν, ὅτι Ἡ νὺξ ἠφανίσθη· ἀλλ', ὅτι Ἡ νὺξ φωτεινὴ ἦν· τουτέστι, μένουσα νὺξ ἡ νὺξ, δῆλον δὲ, ὅτι τὰ δεινὰ καὶ αἱ συμφοραὶ ταῦτα γὰρ τῷ τῆς νυκτὸς ὀνόματι δηλοῖ οὐκ ἴσχυσάν με καταπατῆσαι, ἀλλ' ἐγένετο ἐν τῇ νυκτὶ φῶς, τουτέστιν,  ἀντίληψις   περὶ  ἐμέ.  Τὰ γὰρ  ἐναντία   ἐν  τοῖς  ἐναντίοις   καὶ  γίνεται  καὶ φαίνεται,  ὅταν  ὁ Θεὸς βούληται.  Ἢ οὐκ  εἶδες καὶ κάμινον  ἀναπτομένην,  καὶ δρόσον διασυρίζουσαν, καὶ οὔτε ἐκείνην σβεννυμένην, οὔτε ταύτην ξηραινομένην,  καὶ χάλαζαν καὶ φλόγα ὁμοῦ; Πόθεν οὖν τοῦτο γέγονεν; εἰπέ μοι. Πῶς δὲ ἐγένετο, βούλομαι μαθεῖν. Μᾶλλον δὲ οὐδὲ μαθεῖν βούλομαι τὸν τρόπον· οὐδὲ γὰρ δυνατόν· πιστεύω δὲ τῷ γεγενημένῳ,   καὶ  προσκυνῶ  τὸν  ποιήσαντα.  Τὰ γὰρ  πλείονα  τῶν  ἔργων  αὐτοῦ  ἐν ἀποκρύφοις.  Οὐκ εἶδες, ὅτι ἡμέρας οὔσης ἐψηλάφουν  οἱ Αἰγύπτιοι ὡς ἐν σκότει, καὶ σκότους πάντα  κατέχοντος  ἑώρων  οἱ Ἰσραηλῖται, καὶ παρὰ τὴν ἀρχὴν πάλιν  σκότους ὄντος τὸ φῶς ἔλαμψεν ἐν τῷ μέσῳ; Πανταχοῦ γὰρ τῆς τῶν πραγμάτων φύσεως Κύριος ὁ ποιήσας, οὐχ ὥστε παραγαγεῖν οὐκ ὄντα, ἀλλ' ὥστε μένοντα ἐν τῇ φύσει ἑτέρως παρασκευάζειν αὐτὰ δείκνυσθαι. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ. Ἕτερος, Παρὰ σοί. Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται.  Ἕτερος, Ἀλλὰκαὶ  νὺξ ὡς ἡμέρα φανεῖ.  Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ἕτερος, Ὅμοιον τὸ σκότος καὶ τὸ φῶς αὐτῆς. Καλῶς εἶπεν, Ἀπὸ σοῦ, τουτέστι, Παρὰ σοί· δηλῶν,  ὅτι Ἂν  βουληθῇς,  τὸ σκότος οὐκ ἔσται σκότος, ἀλλὰ τὰ φωτὸς ἐπιδείξεται. ∆ιὸ ἐπήγαγε, Καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται, σαφέστερον τὸ πρότερον ποιῶν, καὶ δείκνυσιν  ὅτι τὰ ἡμέρας ἐπιδείξεται  ἡ νὺξ, ὡς τὰ ἴδια. Ὅταν γὰρ ὁ Θεὸς βουληθῇ, πρὸς τὰ ἐναντία μεθίσταται τῶν στοιχείων ἡ ἐνέργεια, οὕτως ἀκριβῶς πρὸς τὰ ἐναντία, ὡς πρὸς τὰ οἰκεῖα παρὰ τὴν ἀρχὴν συγκεκλήρωτο. Ἐὰν γὰρ σὺ βουληθῇς, τοιαύτη ἔσται ἡ νὺξ, καὶ οὕτως ἕξει τὸ φῶς συγκεκληρωμένον,  ὥσπερ τὸ σκότος. ∆ιὸ καὶ τοῦτο δηλῶν, ἐπήγαγεν· Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Ταῦτα εἴρηται μὲν κυρίως ἐπὶ τῶν στοιχείων, μεταφορικῶς δὲ ἐπὶ τῶν πραγμάτων. Ἀφ' ὧν  δείκνυται,  ὅτι  δύναται    Θεὸς ἐν  ταῖς  θλίψεσι  τοσαύτην  ἄνεσιν  ποιῆσαι  τοῖς ἐμπίπτουσιν, ὅσην ἂν τοῖς ἐν ἀνέσει οὖσι, προνοῶν τῆς θλίψεως. Τὸ γὰρ δὴ θαυμαστὸν καὶ παράδοξον τοῦτο, ὅπερ δὴ καὶ ἐπὶ τοῦ Ἰωσὴφ γέγονεν. Οὐ γὰρ τοσαύτης ἀπέλαυσεν ἐκεῖνος ἀνέσεως καὶ τιμῆς τὴν πατρῴαν οἰκίαν οἰκῶν, ὅσην πραθεὶς, καὶ ἐν βαρβαρικῇ τρεφόμενος  οἰκίᾳ.  Καὶ δι' αὐτῶν  τῶν  ἐπιβούλων  αὐτῷ  τὸ διάδημα  ὑφαίνετο,  καὶ ἡ ἁλουργὶς  κατεσκευάζετο, καὶ ἡ τῆς ἀτιμίας  ὑπόθεσις αὕτη τιμῆς  αὐτῷ  καὶ βασιλείας ἀφορμὴ γέγονεν. Εἶδες πῶς ἡρμηνεύσαμεν, ὅτι Νὺξ ὡς ἡμέρα φωτισθήσεται; Πρὸς δὲ τὸ, Ὡς τὸ σκότος αὐῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς, πάλιν ἀνάγκη τὸ αὐτὸ εἰπεῖν· ὥσπερ ἐκεῖνο, οὕτω  καὶ  τοῦτο  αὐτῆς  ἔσται,  οὐ  φαντασίᾳ,  ἀλλὰ  σοῦ τοῦ  Κυρίου τῶν  φύσεων  τὰ πράγματα  μετατιθέντος.  Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς  μου, Κύριε· ἀντελάβου  μου ἐκ γαστρὸς μητρός μου. Καὶ ποία αὕτη ἀκολουθία  πρὸς τὰ εἰρημένα; Πολλὴ μὲν οὖν καὶ σφόδρα συνημμένη. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τοσαύτης, δείκνυσι λοιπὸν,  ὅτι τῇ δυνάμει ταύτῃ εἰς τὸ τοῖς ἀνθρώποις  χρήσιμον κέχρηται  καὶ πρὸς τὴν εὐεργεσίαν. Ἵνα γὰρ μή τις λέγῃ τῶν  ἀνοήτων,  Καὶ τί ταῦτα πρὸς ἐμὲ, εἰ μέγας, καὶ δυνατὸς, καὶ προγνωστικός; . δεῖξον εἴ τι κερδαίνομεν ἐντεῦθεν· ἐπήγαγε τὸ, Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς  μου, ἀπὸ μέρους τὸν πάντα λέγων  ἄνθρωπον.  Οὐ μικρὸν δὲ τοῦτο  εἰς ἐγκωμίου  μέρος καὶ προνοίας,  τὸ κτῆμα  εἶναι  Θεοῦ. Ὁ γὰρ κτώμενος  καὶ  κήδεται καὶ προνοεῖ. ∆ιὸ καὶ τοῦτο δηλῶν, προστίθησι τὸ ἑξῆς, λέγων· Ἀντελάβου μου ἐκ γαστρὸς τῆς μητρός μου. Τουτέστι, διὰ παντός με ἐτείχισας, προενόησας, ἠσφαλίσω ἐκ πρώτης  τῆς ἡλικίας,  ἐξ αὐτῶν  τῶν  σπαργάνων,  καὶ ταῦτα διὰ τῶν  ἔργων  αὐτῶν ἐπαίδευσας ἅπερ εἶπον. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Τί ἐστι τοῦτο; Ἔπλασάς με, φησὶν, ἀλλ' οὐκ οἶδα πῶς ἔπλασας· προνοεῖς, ἀλλ' οὐ δύναμαι πᾶσαν ὁμοῦ περιλαβεῖν τὴν πρόνοιαν τοῖς λογισμοῖς. Πανταχοῦ ὑπάρχεις, ἀλλ' οὐδὲ τοῦτο ἐπίσταμαι. Τὰ μέλλοντα  πρόοιδας, καὶ τὰ προγεγενημένα, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας τῶν ἀνθρώπων· ἀλλ' οὐδὲ τοῦτο τοῖς λογισμοῖς  καταλαβεῖν  δύναμαι.  Μεταβάλλεις  γὰρ  τῶν  πραγμάτων   τὰς  φύσεις,  καὶ μενούσας τὰ ἐναντία ἐπιδείκνυσθαι παρασκευάζεις, καὶ τὰ ἐναντία οὕτω πάλιν ἐξάγεις, ὡς οἰκεῖα καὶ κατὰ φύσιν συγκεκληρωμένα.

δʹ. Ταῦτα δὴ πάντα  πάλιν  συναγαγὼν,  καὶ γενόμενος  ἔνθους, ἀνέκραξε μέγα, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης, τουτέστι, θαυμαστὸς ἐφάνης, καὶ θαυμαστὸς εἶ. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Καὶ τί λέγω, φησὶ, περὶ σοῦ, ὅπου γε καὶ τὰ ὑπὸ σοῦ γινόμενα πολὺ τὸ θαῦμα ἔχει; Εἶτα ἀφεὶς ἅπαντα ἐπεξελθεῖν,  ἀρκεῖται τῇ οἰκείᾳ γνώσει, λέγων· Καὶ ἡ ψυχή μου γινώσκει  σφόδρα. Οὐχ ἁπλῶς γινώσκει, ἀλλὰ μετὰ ἐπιτάσεως, φησὶ, μετὰ σφοδρότητος. Καὶ εἰ γινώσκει, πῶς ἔλεγεν ἔμπροσθεν, ὅτι Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν; Μάλιστα μὲν οὖν ἐκεῖνο περὶ αὐτοῦ εἴρηται, τοῦτο δὲ περὶ τῶν ἔργων. Εἰ δὲ καὶ περὶ αὐτοῦ τοῦτο, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι γινώσκει, ὅτι θαυμαστὸς, ὅτι μέγας, ὅτι ὑψηλός· τὸ δὲ τί τὴν οὐσίαν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ, καὶ πῶς ἡ μεγαλωσύνη, καὶ τίς ὁ τρόπος τῶν  εἰρημένων,  ἀγνοεῖ· ἀλλ' ἡ ἄγνοια  αὕτη γνώσεώς  ἐστιν ἀπόδειξις, εἰ καὶ θαυμαστὸν τὸ εἰρημένον. Ἐπεὶ καὶ τὴν θάλατταν πηλίκη τίς ἐστιν ἀγνοοῦμεν, καὶ ὅμως δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἴσμεν θάλασσαν, ὅτι ἀγνοοῦμεν αὐτῆς τὸ μέτρον. Εἰ δέ τις λέγει εἰδέναι αὐτῆς τὴν ποσότητα, οὗτος μάλιστά ἐστιν ὁ ἀγνοῶν αὐτήν. Ὥστε ἔστιν ἀπαγγελία  γνώσεως  ἄγνοιαν  ἐλέγχουσα,  καὶ ἔστιν  ἄγνοια  γνῶσιν  ἡμῖν  μαρτυροῦσα. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ· καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Πάλιν περὶ τῆς γνώσεως αὐτοῦ διαλέγεται, καὶ ταῦτα πάντα εἰδέναι δείκνυσιν  αὐτόν. Ἢ οὖν πάντα αὐτοῦ τὰ ἀπόῤῥητα λέγει, ἢ ἕτερόν τι αἰνίττεται,  τὴν δημιουργίαν,  καὶ  τὴν  διάπλασιν·  καὶ  οὐδὲ  πλαττομένου   τι  ἠγνόησας,  ἀλλὰ  πάντα ἠπίστασο κατὰ μικρὸν τῆς φύσεως ὑφαινούσης, καίτοι ἐν ἀποῤῥήτῳ αὐτῆς ἐργαζομένης, καὶ ὡς ἐν κατωτάτοις  τῆς γῆς· ἀλλ' ὅμως σοὶ, φησὶ, πάντα γυμνὰ καὶ τετραχηλισμένα. Ἕτερος δὲ ἑρμηνευτὴς . οὕτως εἶπεν· Οὐκ ἐπεκαλύφθη  τὰ ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην  ἐν ἀποκρύφῳ. Ἕτερος, Οὐκ ἔλαθέ σε ἡ κραταίωσίς μου, ἣν ἐποιήθην  ἐν τῷ κρυπτῷ· ἐποικίλθην  ὡς ἐν τοῖς κατωτάτοις  τῆς γῆς. Ἄλλος,  Οὐκ ἔλαθέ σε ἡ δύναμίς μου,    τὰ  ὀστᾶ  μου  ἀπὸ  σοῦ,  ὅτι  καὶ  ἐποιήθην   ἐν  κρυφῇ,  ἐξεικονίσθην  ἐν  τοῖς κατωτάτοις τῆς γῆς. Πάντες μὲν οὖν τὰ αὐτὰ λέγουσιν, ὅτι ἀκριβῶς καὶ πλαττόμενόν  με ἐπίστασαι κατὰ μέρος, καὶ μέχρι τῶν μελῶν  ἕκαστον οἶδας, καὶ τῆς αὐξήσεως. Ὥσπερ καὶ ὁ Χριστὸς λέγει· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσίν. Ὁμοῦ δὲ καὶ περὶ προνοίας  καὶ γνώσεως  ἐμφαίνων  ὁ λόγος  ἐστί. Τὸ ἀκατέργαστόν  μου εἶδον  οἱ ὀφθαλμοί  σου. Ἢ τὸ αὐτὸ πάλιν  φησὶν, ὅτι Καὶ ἀμόρφωτόν  με ᾔδεις· καὶ γὰρ ἕτερος οὕτως εἶπεν, Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· ἢ ἐπὶ τῶν πράξεων αὐτῶν, ὅτι καὶ τὸ μηδέπω πραχθὲν εἶδον οἱ ὀφθαλμοί σου. Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἡμέρας πλασθήσονται,  καὶ οὐθεὶς  ἐν αὐτοῖς. Ἀσαφὲς τὸ εἰρημένον,  ἀλλὰ  δεῖ ἐκ τῆς  ἀκολουθίας  καὶ  τοῦ  ἑτέρου  ἑρμηνέως  αὐτὸ  θηρεῦσαι.  Ὃ γὰρ  λέγει,  τοιοῦτόν  ἐστι, συμφωνοῦν  τῷ προτέρῳ. Τί δὲ ἦν τὸ πρότερον; Ἀμόρφωτόν με εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι, μηδέπω λαβόντα τύπον, ἔτι πλαττόμενον,  ἔτι ὑφαινόμενον,  καὶ οὕτω με εἶδον σαφῶς, ὡς ἐκεῖνον  τὸν μεμορφωμένον,  ὡς ἐκεῖνον  τὸν τετυπωμένον,  ὡς ἐκεῖνον  τὸν πεπληρωμένον,  καὶ οὐδεμιᾶς ἡμέρας ἔτι δεόμενον  πρὸς τὴν ἀπάρτισιν. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστι, ἄκουσον τῆς ἑρμηνείας τοῦ ἑτέρου· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις, οὐκ ἐνδεούσης οὐδεμιᾶς. Σὺν ἐκείνοις με εἶδες, φησὶν, ὁμοίως ἐκείνοις με εἶδες, τοῖς πλασσομένοις ἐν ταῖς ἡμέραις αὐτῶν,  ἡμέραις, αἷς οὐκ ἐνέδει  οὐδεμία ἡμέρα. Ταῦτα δὲ λέγει,  οὐχ ὡς βιβλίου ὄντος  ἄνω, οὐδὲ ὡς ἐγγραφομένων τινῶν,  ἀλλὰ  τὴν ἀκριβῆ γνῶσιν  διὰ τοῦ βιβλίου  σημαίνων,  ὥσπερ ὅταν  φησίν·  Ἤκουσε Κύριος, καὶ  ἔγραψεν  ἐν  βίβλῳ.  Καὶ πάλιν, Βίβλοι ἀνεῴχθησαν. Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἄλλος, Τίμιοι ἐγένοντο οἱ ἑταῖροί σου. Οὐ μικρὰ καὶ τοῦτο ἀρετὴ, τὸ τοὺς τοῦ Θεοῦ φίλους διὰ πολλῆς ἄγειν τιμῆς. Προενόησάς μου, φησὶν, οὐκ ὄντα παρήγαγες, διακρατεῖς, καὶ ἐγὼ ταύτην δίδωμι  τὴν  ἀμοιβὴν  τοὺς  φίλους  σου τιμῶν.  Λίαν ἐκραταιώθησαν  αἱ  ἀρχαὶ  αὐτῶν. Τουτέστιν, αὐτοὶ ἐκραταιώθησαν. Ἄλλος φησί· Τί παμπληθεῖς αἱ κεφαλαὶ αὐτῶν; Ὅπερ καὶ σαφέστερον· ἐπάγει γάρ· Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Ἐγὼ μὲν αὐτοὺς τιμῶ, σὺ δὲ πολλοὺς ποιεῖς, καὶ ψάμμου πλείους· οὐ μόνον δὲ πολλοὺς, ἀλλὰ   καὶ  ἰσχυρούς.  Τὸ  γὰρ,  Ἐκραταιώθησαν,  τοῦτό  ἐστι.  Καὶ  διπλῆν   λέγει   τὴν εὐημερίαν, τήν τε εἰς πλῆθος, τήν τε εἰς ἰσχύος ἐπίδοσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ. Ἄλλος, Ἐξυπνώσω, καὶ εἰς ἀεὶ ἔσομαι παρὰ σοί.

εʹ. Οὐ μικρὸν τοῦτο ἀρετῆς σημεῖον, τὸ ἐν εὐημερίᾳ μένειν  τὴν ἀρετὴν διατηροῦντα. Πολλοὶ γοῦν ἀπολαύσαντες εὐπραγίας, ἐπελάθοντο. Ἀλλ' οὐκ ἐγὼ, . φησὶν, ἀλλὰ καὶ ἀναστὰς, τουτέστιν, ἀπαλλαγεὶς τῶν δεινῶν, ἀεὶ μετὰ σοῦ ἔσομαι. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν ἀποκτείνῃς, τότε ἔσομαι· ἀλλ' ἐκεῖνο μὲν καὶ χωρὶς τούτου ἐπήγγελται· αἰτεῖ δὲ τοῦτο γενέσθαι, οὐχ ἵνα ἀφανίσῃ τὴν οὐσίαν τὴν τῶν ἀνθρώπων, ἀλλ' ἵνα μεταβάλῃ αὐτοὺς ἐκ τῆς ἁμαρτίας ἐπὶ δικαιοσύνην. Οὐ γὰρ εἶπεν,  ἐὰν  ἀποκτείνῃς  ἀνθρώπους,  ἀλλὰ,  Ἁμαρτωλούς.  Ἕτερος δὲ ἀντὶ  τοῦ Ἁμαρτωλοὺς, Παραβάτην εἶπε, περὶ τῶν πολεμίων  λέγων τῶν εἴδωλα προσκυνούντων. Ἄνδρες  αἱμάτων,  ἐκκλίνατε  ἀπ'  ἐμοῦ.  Αἱμάτων  ἄνδρας  τοὺς  φονικούς   φησι,  τοὺς σφαγαῖς χαίροντας. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἐπίδοσιν ἀρετῆς ἡ ὁδὸς, τὸ φεύγειν  καὶ ἀποπηδᾷν τὰς τῶν τοιούτων  συνουσίας. Εἶτα καὶ ἡ αἰτία· Ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς.  Ἄλλος,  Οἵτινες  ἀντελάλησάν   σοι  διαλογισμόν.  Ἄλλος,  Ὅτι παρεπίκρανάν  σε ἐν κακοβουλίᾳ. Ὅρα μὴ τὰ ἑαυτοῦ ζητοῦντα,  ἀλλὰ  διὰ τὴν εἰς τὸν Θεὸν ὕβριν ἀποπηδῶντα, καὶ φεύγοντα τὴν πρὸς ἐκείνους συνουσίαν. Καὶ γὰρ καὶ τοῦτο τῆς ἀπωλείας  τοῖς Ἰουδαίοις αἴτιον  γέγονε, τὸ τοῖς πονηροῖς ἀναμίγνυσθαι.  ∆ιὰ τοῦτο καὶ  νόμον   ἐλάμβανον,   καὶ  νόμῳ  διετειχίζοντο   ἀπ'  αὐτῶν,   καὶ  τὰς  πρὸς  αὐτοὺς ἐπιγαμίας φεύγειν  ἐκελεύοντο, καὶ ἀπὸ τῆς Αἰγύπτου τότε ἐξελθόντες,  ἐπὶ τῆς ἐρήμου τεσσαράκοντα ἔτη καθ' ἑαυτοὺς ἐπλάττοντο.  ∆ιὰ τοῦτο καὶ φραγμὸς ὁ νόμος ἐλέγετο, ἅτε  πανταχόθεν   αὐτοῖς   περικείμενος,   καὶ  τὰς  πρὸς  τοὺς  πονηροὺς   ἀναστέλλων συνουσίας· εὐεξαπάτητον  γὰρ αὐτῶν  τὸ ἦθος, εὐάλωτον  καὶ εὐπερίτρεπτον.  Λήψονται εἰς ματαιότητας τὰς πόλεις σου. Ἕτερος, Ἐπήρθησαν ματαίως ἀντίζηλοί σου. Ἄλλος, Οἱ ἐχθροί σου. ∆ιὰ τοῦτο φεύγει καὶ ἀποπηδᾷ, ὅτι ἐπήρθησαν κατὰ τῆς τοῦ Θεοῦ δόξης, ὅτι παρηνόμουν,   ὅτι  βλάσφημα  ἐφθέγγοντο   ῥήματα.  Οὐχὶ  τοὺς  μισοῦντάς  σε,  Κύριε, ἐμίσησα, καὶ  ἐπὶ  τοῖς  ἐχθροῖς  σου ἐξετηκόμην;  Τέλειον  μῖσος  ἐμίσουν  αὐτούς·  εἰς ἐχθροὺς  ἐγένοντό  μοι.  Οὕτω καὶ  ὁ Θεὸς ἐπηγγείλατο,  ἐχθραίνειν  τοῖς  ἐχθροῖς,  καὶ ἀντικεῖσθαι  τοῖς ἀντικειμένοις  αὐτοῖς. Ταῦτα γὰρ μάλιστα φιλίας  τεκμήρια. Καὶ αὐτὸς τοίνυν   ἀμείβεται  τὸν  Θεὸν  δι'  ἑκατέρων.  Ἀνωτέρω   μὲν  γὰρ  ἔφη,  Ἐμοὶ  δὲ  λίαν ἐτιμήθησαν  οἱ φίλοι  σου, ὁ Θεός· ἐνταῦθα  δὲ, Τοὺς μισοῦντάς σε ἐμίσησα· κἀκεῖ μεθ' ὑπερβολῆς,  καὶ  ἐνταῦθα  μεθ' ὑπερβολῆς.  Οὐ γὰρ, Ἐμίσησα, φησὶ  μόνον,  ἀλλὰ  καὶ, Ἐξετηκόμην. ∆οκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου. Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου, καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ. Καίτοι γε ἀρχόμενος ἔλεγεν· Ἐδοκίμασάς με, καὶ ἔγνως  με. Σὺ ἔγνως  τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν  σχοῖνόν  μου ἐξιχνίασας.  Καὶ πάσας τὰς ὁδούς μου προεῖδες. Σὺ ἔγνως  πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Πῶς οὖν ἐνταῦθα  πάλιν,  ὡς μήπω δοκιμασθεὶς, ∆οκίμασόν με, λέγει; Ὁρᾷς ὅτι ἀνθρωπίναις  κέχρηται λέξεσιν, οὐχ ἵνα τῇ εὐτελείᾳ παραμένωμεν, ἀλλ' ἵνα διὰ πάντων  συναγαγόντες  τὴν  θεοπρεπῆ ἔννοιαν  εἰς ὑψηλὰ  ἀναβῶμεν  νοήματα.
∆οκιμασθῆναι γὰρ καὶ ἐτασθῆναι αἰτεῖ, οὐχ ἵνα γνῷ  τὴν καρδίαν αὐτοῦ ὁ πρὸ τούτου εἰδὼς  πάντα,  καὶ  πρὸ  γενέσεως,  ἀλλ' ἵνα  γνῶμεν  ἡμεῖς  οἱ  ἀπὸ  τῆς  ἐκβάσεως  τῶν πραγμάτων  . μανθάνοντες.  Τὸ γὰρ, ∆οκίμασόν με, ἐνταῦθα τοῦτό ἐστι. Καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὀδῷ αἰωνίᾳ. Ποία δέ ἐστιν αἰωνία ὁδὸς, ἀλλ' ἢ ἡ πνευματικὴ,  καὶ πρὸς οὐρανὸν  ἀνάγουσα, καὶ ἧς τὸ τέλος  οὐκ ἔνι; Ὡς τά γε ἄλλα πάντα ἐπίκηρα γέγονε, καὶ τῷ παρόντι συγκαταλύεται  βίῳ. ∆ιὸ δὴ πάντα παραδραμὼν ἐκείνην ζητεῖ, τὴν ἀθάνατον, τὴν ἀπέραντον, τὴν εἰς τέλος οὐκ ἀπαντῶσαν. Πῶς δ' ἄν τις ὁδηγηθείη  πρὸς ἐκείνην; Τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύων,  καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρων, ἀρετὴν μετιὼν, φιλοσοφίας ἐπειλημμένος, ὑψηλότερος τῶν βιωτικῶν γινόμενος.  Τὰ γὰρ ἐκ τῆς ὁδοῦ ἐκείνης οὐκ ἔστιν ἐφήμερα, οὐδὲ πρόσκαιρα. Τοιοῦτον γὰρ ἡ ἀρετή· διηνεκεῖς ἔχει τοὺς καρποὺς ἀνθοῦντας, καὶ μηδέποτε μαραινομένους, καὶ τὰ ἀγαθὰ ἀθάνατα, καὶ ἀκήρατα, καὶ ἀτελεύτητα·  ὧν γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |