Οὕτω καὶ ἐκεῖνο λύεται τὸ, Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· τουτέστιν, Ὁ τὸν ἄρχοντα κακῶς λέγων, ἁμαρτάνει. Ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου λιθοβοληθήσεται· τουτέστιν, ὁ τοῖς μὴ οὖσι προσάπτων τὸ τοῦ ὄντος Θεοῦ ὄνομα. Ἐπεὶ γὰρ ἀσύγγνωστον τὸ ἁμάρτημα, καὶ ἡ ἐπ' αὐτῷ τιμωρία χαλεπωτάτη· λέγονται καὶ οἱ τῶν Ἑλλήνων θεοὶ, οὐ κατὰ τιμὴν, οὔτε χάριτι προσηγορίας, ἀλλὰ διὰ τὴν ἀπάτην τῶν πλανηθέντων, καὶ οὕτως αὐτοὺς καλεσάντων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, δηλῶν ὅτι οὐκ ὄντες οὐδὲ μέχρι προσηγορίας τῆς κατὰ τιμήν. Ἐνταῦθα οὖν περὶ τίνων λέγει, Θεὸς θεῶν; Ἐμοὶ δοκεῖ τῶν Ἑλληνικῶν, οὐχ ὡς ὄντων, ἀλλ' ὡς παρὰ τοῖς πεπλανημένοις ὑποπτευομένων. Ἐπεὶ γὰρ ἔτι παχύτεροι ἦσαν οἱ Ἰουδαῖοι, καὶ οὐ πάντη εἰδωλολατρείας ἀπηλλαγμένοι, ἀλλὰ κεχηνότες πρὸς τὰ εἴδωλα, καὶ λείψανα πολλὰ τῆς παρανομίας ἔχοντες, καὶ ἐντεῦθεν αὐτῶν καθαιρεῖ τὰ φρονήματα, δεικνὺς ὅτι κἀκείνων ∆εσπότης ἐστί. Καὶ γὰρ καὶ τῶν δαιμόνων ∆εσπότης ἐστὶν, αὐτῶν τῶν οὐσιῶν λέγω· αἱ γὰρ γνῶμαι παρ' αὐτῶν εἰσιν εἰσενηνεγμέναι καὶ ἡ πονηρία πᾶσα. ∆οκεῖ δέ μοι καὶ οὗτος ἔχεσθαι τοῦ προτέρου ψαλμοῦ. Καὶ γὰρ καὶ ἐνταῦθα ἔλεγχος καὶ κατηγορία τῶν πεπλημμεληκότων γέγραπται· ἀλλ' ἐκεῖ μὲν τὴν οἰκουμένην ἐκάλει πᾶσαν εἰς ἀκρόασιν, ἐνταῦθα δὲ αὐτὰ τὰ στοιχεῖα τὰ καθ' ὅλης ἐκτεταμένα τῆς οἰκουμένης. Ἄλλο θέατρον ὧδε καὶ ἄλλο ἀκροατήριον· ἐκεῖ τὰ ἔθνη, οἱ γηγενεῖς, ὁ πλούσιος, ὁ πένης· ἐνταῦθα ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ αὐτὸν εἰσάγει τὸν Θεὸν δικαζόμενον, καὶ τοιούτους κινεῖ λόγους παρ' αὐτοῦ δικαιολογουμένου πρὸς τὸν δῆμον τῶν Ἰουδαίων. ∆ιὸ . καὶ πλείονος ἡμῖν δεῖ τῆς προσοχῆς. Ποιεῖ δὲ τοῦτο καὶ ἕτερος προφήτης, καὶ εἰσάγει τὸν Θεὸν δικαζόμενον, καὶ ἐν τάξει δικαστῶν τίθησι τὰς φάραγγας καὶ τὰ θεμέλια τῆς γῆς. Ἀκούσατε γὰρ, φησὶ, φάραγγες καὶ θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ λαοῦ διαλεχθήσεται. Καὶ πάλιν· Κριθήσεται πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς πατέρας ὑμῶν. Καὶ πολλαχοῦ τῶν Γραφῶν ἴδοι τις ἂν τοῦτο τὸ σχῆμα, ὅπερ ἐστὶ μάλιστα πληκτικώτατον, καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἄξιον. Καὶ γὰρ τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγαθότητα, τοσοῦτον καταβαίνοντος, ὥστε κρίνεσθαι μετὰ ἀνθρώπων. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἔχει μέν τι καὶ προφητικὸν, ἔχει δὲ καὶ ἱστορικὸν, τὸ εἰρημένον· γέγονε μὲν γὰρ καὶ ἐπὶ τῆς Παλαιᾶς ἐκεῖθεν αὐτοῦ ἡ εὐπρέπεια. Καὶ γὰρ ὁ ναὸς, τὰ Ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, καὶ ἱερέων τὸ πλῆθος, καὶ θυσίαι, καὶ ὁλοκαυτώσεις, καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμωδίαι, καὶ πάντα ἐκεῖθεν, καὶ τῶν μελλόντων ἐκεῖθεν ὁ τύπος προδιεγέγραπτο. Ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν, ἐκεῖθεν πάλιν τὴν ἀρχὴν ἔλαβεν. Ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν· ἐκεῖθεν τὰ μυρία κατορθώματα. ∆ιὰ δὴ τοῦτο καὶ περὶ τοῦ νόμου φησὶν ὁ Ἡσαΐας τῆς Καινῆς ∆ιαθήκης γράφων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον, καὶ τὴν πόλιν τὴν παρακειμένην αὐτῷ, τὴν μητρόπολιν τῶν Ἰουδαίων. Ἐκεῖθεν γὰρ καθάπερ ἐκ βαλβῖδός τινος εὐσκελεῖς ἵπποι οἱ ἀπόστολοι εἰς τὴν οἰκουμένην ἀφέθησαν ἅπασαν· ἐκεῖθεν τὰ σημεῖα ἤρξαντο ποιεῖν· ἐκεῖ γέγονεν ἡ ἀνάστασις, ἐκεῖ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς σωτηρίας τῆς ἡμετέρας· ἐκεῖ τὰ ἀπόῤῥητα δόγματα κηρύττεσθαι ἀρχὴν ἔλαβεν. Ἐκεῖ πρῶτον ἀπεκαλύφθη ὁ Πατὴρ, ἐγνωρίσθη ὁ Μονογενὴς, καὶ ἐδόθη τοσαύτη Πνεύματος χάρις. Καὶ τὸν περὶ τῶν ἀσωμάτων ἐκεῖ λόγον ἐγύμναζον οἱ ἀπόστολοι, τῶν δωρεῶν, καὶ δυνάμεων, καὶ τῶν μελλόντων ἀγαθῶν τῆς ἐπαγγελίας. Ἅπερ ἅπαντα ἐννοῶν ὁ Προφήτης, ὡραιότητα αὐτοῦ καλεῖ. Κάλλη γὰρ Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ ἡ φιλανθρωπία, καὶ ἡ εἰς ἅπαντας εὐεργεσία. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Ὁρᾷς πῶς προϊὼν ἀπογυμνοῖ τὸν λόγον, καὶ ἀποκαλύπτει τὸν θησαυρὸν, καὶ φαιδροτέραν ἀφίησι τὴν ἀκτῖνα, λέγων· Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πότε γὰρ οὐκ ἐμφανῶς παραγέγονε; Πότε; Τῇ προτέρᾳ παρουσίᾳ· ἀψοφητὶ γὰρ ἦλθε τοὺς πολλοὺς κρύπτων, καὶ μέχρι πολλοῦ λανθάνων. Τί λέγω τοὺς πολλοὺς, ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτὸν, οὐδὲ ὁ δοκῶν εἶναι πατὴρ μέγα τι ἐφαντάζετο περὶ αὐτοῦ;
Τρίτη 4 Οκτωβρίου 2016
Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ.Θεὸς θεῶν Κύριος ἐλάλησε,
καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
αʹ. Καὶ ἀλλαχοῦ φησιν ὁ
αὐτός· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν.
Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι
θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες
οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων.
Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων
τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται.
Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν
γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω
τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα
λέγει θεούς; Τοὺς ἄρχοντας. ∆ιὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα
τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Λέγει καὶ τοὺς ἐκ
προγόνου τινὸς ἐναρέτου
γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν
ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες,
καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις
ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ
τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει
καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε,
καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν
τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν.

βʹ. Καὶ τί λέγω ἀνθρώπους;
Καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· οὐδὲ γὰρ ἂν,εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον ἐπὶ τοῦ ὄρους, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ ἅπαξ,
καὶ δὶς, καὶ τρίτον τοῦτο ἐποίει. ∆ιὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν ἀρξαμένῳ αὐτὸν ἐκκαλύπτειν· Ἄφες
ἄρτι· τουτέστι, Σίγα
νῦν· οὐδέπω γὰρ
καιρὸς τοῦ ἐκκαλυφθῆναι τὸ ἀπόῤῥητον τῆς οἰκονομίας· ἔτι λανθάνειν
τὸν διάβολον βούλομαι· σίγα τοίνυν,
φησίν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν. Καὶ κατελθὼν
ἀπὸ τοῦ ὄρους, ἐνετείλατο ἵνα μηδενὶ
εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός.
Τότε γὰρ ὡς ποιμὴν ἦλθε ζητῶν τὸ πεπλανημένον πρόβατον, καὶ τὴν ἀφηνιῶσαν ἄγραν θηρεῦσαι βουλόμενος· διὸ καὶ συνεσκίαζεν
ἑαυτόν. Καὶ γὰρ ὥσπερ ἰατρὸς οὐκ εὐθέως φοβερὸς τῷ κάμνοντι γίνεται, οὕτω δὴ καὶ αὐτὸς ἐκ προοιμίων οὐκ ἠβουλήθη
δῆλον ἑαυτὸν ποιῆσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. ∆ιὸ τὴν ἀψοφητὶ
ταύτην αὐτοῦ γινομένην παρουσίαν δηλῶν ὁ
αὐτὸς οὗτος προφήτης λέγει προϊών· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ
σταγὼν στάζουσα ἐπὶ τὴν γῆν. Οὐδὲ γὰρ κτυπῶν ἦλθεν, οὐ ταράττων, οὐ κλονῶν τὴν γῆν, οὐκ ἀστραπὰς ἀφιεὶς, οὐ τινάσσων τὸν οὐρανὸν, οὐ δήμους ἀγγέλων
ἐπιφερόμενος, οὐ μέσον τὸ στερέωμα
διαῤῥηγνὺς, καὶ οὕτω καταβαίνων ἐπὶ τῶν
νεφελῶν· ἀλλ' ἀψοφητὶ διὰ μήτρας
παρθενικῆς, ἐννεαμηνιαίῳ κυοφορούμενος χρόνῳ,
ὡς τέκτονος υἱὸς ἐν
φάτνῃ τίκτεται, ἐν σπαργάνοις
εὐτελέσιν ἐπιβουλεύεται, φεύγει
μετὰ τῆς μητρὸς εἰς Αἴγυπτον. Εἶτα μετὰ
τελευτὴν τοῦ τοιαῦτα
παρανομήσαντος, τότε ἐπάνεισι,
καὶ περιπολῶν διετέλει ὡς εἷς τῶν
πολλῶν κατὰ τὸ σχῆμα, καὶ ἱμάτιον εὐτελὲς ἦν αὐτῷ, καὶ τράπεζα εὐτελεστέρα, καὶ
βάδισις διηνεκὴς, καὶ οὕτω διηνεκὴς, ὡς καὶ κόπον ἀπὸ τῆς βαδίσεως γίνεσθαι. Ἀλλ'
οὐ τότε οὕτως ἥξει, ἀλλ' οὕτω φανερῶς, ὡς μηδὲ χρείαν ἔχειν τοῦ προαγγέλλοντος
αὐτοῦ τὴν παρουσίαν. ∆ιὰ τοῦτο καὶ αὐτὸς δηλῶν αὑτοῦ τὸ περιφανὲς ἔλεγεν· Ἐὰν ἀκούσητε, ὅτι Ἰδοὺ ἐν τοῖς ταμιείοις,
μὴ εἰσέλθητε· ὅτι Ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐκπορεύεται
ἀπὸ ἀνατολῶν ἡλίου,
καὶ φαίνεται ἕως δυσμῶν· οὕτως ἔσται
ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, αὐτὴ ἑαυτὴν
δεικνύουσα καὶ ἀνακηρύττουσα. Καὶ γὰρ ἐπὶ
τῆς ἀστραπῆς τοῦτο συμβαίνει,
καὶ οὐ δεόμεθα τοῦ ἀπαγγέλλοντος, ἀλλ' ὁμοῦ τε ἐφάνη, καὶ γνωρίμη πᾶσι γέγονε, καὶ κατὰ ταὐτὸν πᾶσιν. Οὕτω καὶ ὁ
Παῦλός φησιν· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ
σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ ὁ προφήτης δὲ οὕτως αὐτὸν ἑώρα ἐπὶ τῶν νεφελῶν φερόμενον, καὶ ποταμὸν
ἔμπροσθεν συρόμενον, καὶ τὸ βῆμα τὸ φοβερὸν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους.
Τότε γὰρ, τότε δικαστηρίου καιρὸς καὶ κρίσεως· διόπερ οὐκέτι ὡς ἰατρὸς, ἀλλ' ὡς
δικαστὴς φαίνεται. Ὁ γοῦν ∆ανιὴλ καὶ τὸν
θρόνον αὐτοῦ βλέπει, καὶ τὸν ποταμὸν πρὸ τοῦ βήματος ἑλκόμενον, καὶ πάντα ἀπὸ
πυρὸς αὐτῷ δείκνυται, τὸ ἅρμα, οἱ τροχοί. Ἀλλ' οὐχ ὅτε παρὰ τὴν ἀρχὴν
καὶ ἐν τῇ πρώτῃ παρουσίᾳ παρεγένετο, ἔδειξέ τι τοιοῦτον, οὐ πῦρ, οὐ ποταμὸν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ φάτνη καὶ καταγώγιον, καὶ καλύβη, καὶ μήτηρ πενιχρά. Ἄλλως δὲ καὶ τὸ
ἄτρεπτον αὐτοῦ δείκνυσιν ἐντεῦθεν καὶ ἀναλλοίωτον.
Ἐπειδὴ γὰρ ἔφησε τὸν ἐπὶ τοῦ θρόνου καθήμενον τρίχα ἔχειν λευκὴν ὡσεὶ ἔριον, καὶ
ἱμάτιον ὡς χιόνα, ἵνα μὴ τρίχας νομίσῃς,
μήτε ἱμάτιον, ἀλλὰ τὸ καθαρὸν
καὶ τὸ διαυγὲς πῦρ πανταχοῦ εἶναι, λέγει· . Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς
σφοδρά. Οὕτω καὶ οὗτος ὁμοῦ τε τὸ ἀναλλοίωτον, καὶ ἄτρεπτον, καὶ φωτεινὸν,
καὶ ἀπρόσιτον διὰ τούτων ἐνδείκνυται
τῶν εἰκόνων. Καὶ οὐχ ἵσταται μέχρι
τοῦ πυρὸς, ἀλλὰ τὸ σφοδρὸν τῆς τιμωρίας παραστῆσαι βουλόμενος, ἐπάγει
λέγων· Καταιγὶς σφοδρά. Καταιγὶς δὲ λέγεται ἢ βῶλος χιόνος ἀφόρητος
τὸ ἐμπῖπτον ἅπαν παρασύρουσα καὶ καταστρέφουσα, ἢ ῥαγδαία
πνευμάτων ῥύμη τὸ αὐτὸ δὴ ἐργαζομένη, καὶ ἀφόρητος οὖσα
τοῖς
ἐντυγχάνουσι. ∆εῖξαι τοίνυν
βουλόμενος τὸ ἀφόρητον τῆς κολάσεως ἐκείνης, ταύτας παρήγαγε τὰς εἰκόνας.
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Πάλιν
τῶν στοιχείων μέμνηται, δι' ὧν τὰ μυρία γέγονεν ἀγαθὰ τῷ γένει τῶν ἀνθρώπων, οὐ μόνον πρὸς τὴν
τοῦ σώματος ζωὴν καὶ συγκρότησιν, ἀλλὰ καὶ αὐτῆς τῆς θεογνωσίας
τὴν ὑπόθεσιν. Τά τε
γὰρ κάλλη καὶ τὰ μεγέθη, καὶ οἱ τρόποι
τῶν θέσεων, καὶ αἱ οὐσίαι, ἐξ ὧν ταυτὶ συνέστηκε τὰ στοιχεῖα, καὶ τὰ ἐξ
αὐτῶν γενόμενα, τά τε καθολικῶς διὰ
παντὸς τοῦ χρόνου,
τά τε ἰδικῶς πολλάκις συμβαίνοντα,
ἅπαντα ταῦτα καὶ τὰ σώματα τρέφει καὶ συγκροτεῖ, καὶ πρὸς τὴν γνῶσιν τοῦ
ποιήσαντος χειραγωγεῖ. ∆ιὸ καὶ Παῦλος ἔλεγε·
Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ
δύναμις καὶ θειότης.
Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας
τὸν Θεὸν, τουτέστι, διὰ τῆς σοφίας
τῆς ἐν τοῖς
κτίσμασι φαινομένης, ὡς οὐ
μικρᾶς, ἀλλὰ καὶ σφόδρα
μεγίστης καὶ σαφεστάτης οὔσης διδασκαλίας. Καὶ τὰ καθ' ἡμέραν δὲ δι' αὐτῶν γινόμενα,
εἰ καὶ κατὰ φύσεως ἀκολουθίαν γίνεσθαι
δοκεῖ, ἀλλ' οὖν καὶ αὐτὰ τὸν ∆ημιουργὸν ἀνακηρύττει. Καὶ γὰρ τῆς φύσεως
∆εσπότης ὁ ∆ημιουργός.
γʹ. Μὴ θαυμάσῃς δὲ, εἰ πρὸς Ἰουδαίους ἀποτείνει τὸν λόγον, περὶ τῆς καθόλου κρίσεως διαλεγόμενος. Οὕτω γὰρ καὶ Παῦλός φησι· Θυμὸς καὶ ὀργὴ, θλίψις
καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου
τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως
ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.
Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Τί δήποτε, ὧν
μέλλει κατηγορεῖν, καὶ οὓς μέλλει
καταδικάζειν, ὁσίους ἐνταῦθα
καλεῖ; Τὴν κατηγορίαν
αὔξων, καὶ γνώρισμα μεῖζον τῇ τιμωρίᾳ τιθεὶς
τὴν τιμήν. Οὕτω καὶ ἡμεῖς ἐπειδὰν ἴδωμέν
τινας πεπλημμεληκότας, καὶ βουλώμεθα
αὐτῶν σφοδρότερον καθάψασθαι,
μετὰ τῶν ἀξιωμάτων αὐτοὺς καλοῦμεν, ὥστε βαρυτέραν ἐργάσασθαι τὴν
κατηγορίαν, λέγοντες· Κάλεσον τὸν διάκονον,
ἢ τὸν πρεσβύτερον. Ἐπεὶ οὖν καὶ οὗτοι βασίλειον ἱεράτευμα καὶ λαὸς περιούσιος ἐχρημάτιζον,
καὶ μέγα ἐπὶ τούτῳ ἐφρόνουν· καὶ ἐντεῦθεν ὑφαίνει τῶν ἐγκλημάτων τὸ μέγεθος. Τοὺς διατιθεμένους τὴν διαθήκην
αὐτοῦ ἐπὶ θυσίαις. Ἐπειδὴ μυρία τολμῶντες κακὰ, καὶ τοσαῦτα κακίας μεταχειρίζοντες εἴδη, ἁρπάζοντες, πλεονεκτοῦντες, φονεύοντες,
μοιχεύοντες, αἵματα ἐφ' αἵμασι ἀναμιγνύντες,
ἐνόμιζον μεγάλα κατορθοῦν, καὶ τὸν νόμον πληροῦν καὶ τὴν διαθήκην, εἰ πρόβατα θύσαιεν
καὶ μόσχους, ὀνειδίζων . αὐτοῖς ἐντεῦθεν,
καὶ κωμῳδῶν αὐτούς φησι· Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ
θυσίαις· τουτέστι, τοὺς νομίζοντας αὐτοῖς ἀρκεῖν εἰς σωτηρίαν
τὸ καταθύειν ἀλόγων
σώματα. Καὶ ἀναγγελοῦσιν
οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Πάλιν ἐνταῦθα τὸ διαλάμπον αὐτοῦ τῆς δικαιοσύνης, τὸ φαιδρὸν, τὸ σαφὲς,
τὸ ἀναντίῤῥητον, τὸ ὡμολογημένον δεῖξαι
βουλόμενος, εἰσάγει τὰ ἀναίσθητα στοιχεῖα, ἀνακηρύττοντα αὐτὴν
κατὰ τὸ αὐτὸ σχῆμα, ὅπερ ἔμπροσθεν ἔλεγεν· Ὅτι ὁ Θεὸς κριτής ἐστι. Τὰ δίκαια ὁρίζων ἑκάστῳ,
φησίν. Οὐδὲ γὰρ ἁπλῶς τὸ κρίνειν ἐνταῦθα τέθεικεν, ἀλλ' ἵνα δηλώσῃ, ὅτι καὶ δίκαιός
ἐστι, καὶ ἑτέροις τοῦτο παρέχει. Ἐπὶ γὰρ τοῦ Θεοῦ τὸ, Κριτὴς, ἀντὶ τοῦ, δίκαιος,
εἴληπται, καθὰ καὶ Παῦλος αὐτὸ τέθεικε λέγων· Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
Τοῦτο γὰρ μάλιστα κρίσις, τοῦτο μάλιστα κριτὴς, οὐ τὸ ψηφίσασθαι ἁπλῶς, ἀλλὰ τὸ
δικαίως ψηφίσασθαι. Κριθήσονται δὲ Ἰουδαῖοι, καὶ οἱ τότε, καὶ οἱ μετὰ ταῦτα
παρανομήσαντες ἐπὶ τῆς Καινῆς· ἐκεῖνοι μὲν τὴν φύσιν καὶ τὸν νόμον κατήγορον ἔχοντες,
οὗτοι δὲ μετὰ τούτων καὶ τὰ παρὰ τοῦ Χριστοῦ γεγενημένα εἰς
αὐτούς.
Τί γὰρ καὶ ἔχοιεν ἂν εἰπεῖν, ἢ ποίαν προβαλέσθαι αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν;
Ἀλλὰ προσέχετε τοῖς
λεγομένοις, παρακαλῶ, ἵνα
δύνησθε τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Βέλτιον
γὰρ αὐτοὺς παρ'
ἡμῶν ἡττηθέντας νῦν
διορθωθῆναι, ἢ νομίζοντας νικᾷν ἀπελθεῖν ἐκεῖ, καὶ κατακριθῆναι παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης δικαστοῦ. Τί τοίνυν ἂν ἔχοιεν
εἰπεῖν Ἰουδαῖοι, τίνος ἕνεκεν
ἀνεῖλον τὸν Χριστόν; τί μικρὸν ἢ
μέγα ἐγκαλεῖν ἔχοντες; Ὅτι ἐποίει ἑαυτὸν Θεὸν, φησί. Καὶ μὴν οὐ ταῦτα ἦν τὰ ῥήματα
ἐν τῷ καιρῷ τοῦ σταυροῦ, ἀλλ' ἕτερά
τινα. Οὐ γὰρ ἔλεγον, Ὁ ποιῶν ἑαυτὸν Θεὸν, ἀλλ', Ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ
ἔστι φίλος τοῦ Καίσαρος. Καίτοι γε πολλάκις ἠθέλησαν αὐτὸν
βασιλέα χειροτονῆσαι, καὶ ἔφυγεν. Ἀλλὰ
πρὸ τούτου, φησὶν, ἐνεκάλουν, ὅτι ἐποίει ἑαυτὸν Θεόν. Καὶ
τί τοῦτο; Εἰ μὲν γὰρ ψευδῶς καὶ ἀδίκως, καὶ οὐκ ὢν, λόγον τὸ ἔγκλημα εἶχε· εἰ δὲ
δικαίως, προσκυνεῖσθαι αὐτὸν ἐχρῆν, οὐ σταυροῦσθαι. Ἴδωμεν τοίνυν
εἰ μὴ Θεὸς ὢν
ὄντως, ἐποίει ἑαυτὸν
Θεὸν, τουτέστιν, ἐδείκνυ καὶ ἐπέφαινε.
Πόθεν οὖν βούλει μαθεῖν; ἀπὸ τῶν
τότε; ἀπὸ τῶν νῦν; ἀπὸ τῶν παρὰ τὸν τόκον; Τίς οὖν ὑπὸ παρθένου ποτὲ ἐτέχθη;
τίς δὲ ἀστέρα ἔδειξε τοιοῦτον; τίς δὲ μάγους τοσαύτην ὁδὸν ἤγαγεν,
οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ πειθοῖ
καὶ ἀποκαλύψει; Ὁρᾷς τὴν κτίσιν ἅπασαν
ἐπιγνοῦσαν τὸν ∆εσπότην; Ἡ φύσις πρώτη παραχωρεῖ, καὶ οὐκ ἀντιλέγει, οὐδὲ ἀνθίσταται
λέγουσα· Οὐ λύω τὰς ὠδῖνας· οὐκ ἔμαθον ἐκ μήτρας παρθενικῆς παιδίον προφέρειν· οὐκ οἶδα γάμου
χωρὶς μητέρα ποιεῖν· ἀλλ' ἐξέστη καὶ παρεχώρησε τῶν οἰκείων ὅρων· τὸν γὰρ αὑτῆς
ἐπέγνω ∆εσπότην. Τεχθέντος πάλιν, ἄγγελοι παρεγένοντο, τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς μηνύοντες, καὶ οὐρανὸς ἐγίνετο ἡ γῆ, ἅτε τοῦ βασιλέως ἐνταῦθα
ὄντος, καὶ Μάγοι
προσεκύνουν, ἐκ τοσούτου
διαστήματος ἀφικόμενοι· καὶ τὸ μὲν παιδίον
ἐπὶ φάτνης ἔκειτο
ἐν Παλαιστίνῃ, οἱ δὲ ἀπὸ τῆς
βαρβάρου χώρας τοσαύτην τιμὴν καὶ θεραπείαν προσῆγον, ὅσην εἰκὸς Θεῷ προσάγειν.
Ἀλλὰ ταῦτα μὲν ἴσως
οὐ παραδέξονται, ἕτερα δὲ ἐπιζητήσουσι
σημεῖα, τὰ κατὰ τὴν παροῦσαν γενεάν. Ἀλλ' οὐδὲ
τούτων ἀπορήσομεν. Τοιοῦτον
γὰρ ἡ ἀλήθεια· . περιῤῥεῖται
τοῖς δικαιώμασι. Μάλιστα μὲν γὰρ
οὐδὲ ἐνταῦθα ἔχουσί τινα ἀντιλογίας σκιὰν εἰπεῖν. Εἰ γὰρ καὶ μὴ παρῆς,
ὅτε ἐκ παρθένου ἐτίκτετο, τῷ προφήτῃ πιστεύειν ἔδει τῷ λέγοντι· Ἰδοὺ ἡ παρθένος
ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Εἰ μὴ παρῆς, ὅτε σάρκα
περικείμενος περιεπόλει τὴν γῆν, καὶ συνανεστρέφετο τοῖς δούλοις ὁ ∆εσπότης, ἔντυχε τῷ Ἱερεμίᾳ, κἀκεῖνός
σοι διαλέξεται οὕτω λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.
Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ
τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη.
δʹ. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὄψει τοὺς προφήτας, ὧν τὰ βιβλία εἰκῆ μέχρι σήμερον περιστρέφεις
καὶ ἐνοχλεῖς, ταύτης
ἕνεκεν τῆς ὑποθέσεως
σαφῶς ἀνακηρύττοντας ἅπαντα. Ἀλλ'
οἱ μὲν πρὸς τούτους ἀγῶνες καὶ εἴρηνται πολλάκις ἡμῖν, καὶ ῥηθήσονται· τέως δὲ
τῶν προκειμένων ἐχώμεθα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς
κριτής ἐστιν. Ἐνταῦθά μοι τὴν δικαιοσύνην λέγειν δοκεῖ, τὴν πολλὴν
αὐτοῦ κηδεμονίαν, τὴν φιλανθρωπίαν τὴν εἰς αὐτοὺς
ἐκείνους, τὴν εἰς πάντας ἀνθρώπους πολυειδῆ τινα οἰκονομίαν
καὶ πολύτροπον, τὴν διὰ τῆς κτίσεως, τὴν διὰ τοῦ νόμου, τὴν διὰ τῆς χάριτος, τὴν
διὰ τῶν ὁρωμένων, τὴν διὰ τῶν ἀοράτων, τὴν διὰ
τῶν προφητῶν, τὴν διὰ τῶν ἀγγέλων, τὴν διὰ τῶν ἀποστόλων, τὴν διὰ τῶν κολάσεων, τὴν διὰ τῶν εὐεργεσιῶν, τὴν διὰ
τῶν ἀπειλῶν, τὴν διὰ τῶν ἐπαγγελιῶν, τὴν διὰ τῆς τάξεως τῆς κατὰ τὸν χρόνον. Ἄκουσον,
λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ
διαμαρτύρομαί σοι. Ὅρα πάλιν ἐπιείκειαν καὶ
πραότητα ἐξ αὐτοῦ τοῦ προοιμίου. Ὡς γὰρ ἂν εἰ ἄνθρωπος πρὸς ἄνθρωπον εἴποι θορυβοῦντα καὶ ταράττοντα, Ἐὰν ἀκούῃς,
λαλῶ· ἐὰν προσέχῃς, ἐρῶ· οὕτω καὶ πρὸς τοὺς δούλους ὁ ∆εσπότης, Ἐὰν ἀκούῃς μου,
φησὶν, ἐρῶ. Καὶ γὰρ ἦσαν ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, καὶ οὐδὲ ἐπὶ
μικρὸν μετὰ ἡσυχίας παρεῖχον τῇ τῶν νόμων ἀναγνώσει τὴν ἀκρόασιν.
Καὶ τοῦτο δηλῶν τις
προφήτης ἔλεγεν ὁ ἐν Περσίδι
διατρίβων· Ἔσομαι αὐτοῖς ὡς φωνὴ
ψαλτηρίου ἡδυφώνου· καὶ συνεχῶς ἔλεγον
τοῖς προφήταις μὴ προφητεύειν, μᾶλλον
δὲ καὶ διεκρούοντο αὐτοὺς, καὶ ἐνοχλεῖσθαι
ἐδόκουν. Καὶ βασιλεὺς τοῦτο
φαίνεται ἀπειλῶν προφήτῃ τινὶ καὶ
προστάσσων, ὥστε μὴ ὀχλαγωγεῖν. Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐχ ἁπλῶς ὁ
διπλασιασμὸς κεῖται, ἀλλὰ ἐπεὶ πρὸς ἀναισθήτους ἐλάλει, καὶ πεπωρωμένους, καὶ
κεκωφωμένους, τὸν περὶ τῆς δεσποτείας αὐτοῦ κινεῖ
λόγον, ἀρχὴν ἀρίστην τῇ μετὰ ταῦτα διηγήσει διδοὺς ἐντεῦθεν,
καὶ δεικνὺς ὅτι ὀφείλουσιν αὐτῷ τὴν ἐλευθερίαν,
καὶ χρέος ἂν εἶεν δίκαιοι καταθεῖναι ὡς ∆εσπότῃ δοῦλοι, ὡς ∆ημιουργῷ ἔργα, ὡς τὰ
μέγιστα εὐεργετηθέντες, καὶ τοσαύτην τιμηθέντες τιμήν. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν
μου ἐστὶ διαπαντός. Οὕτω γὰρ οἱ
λοιποὶ κατηγοροῦσιν αὐτῶν προφῆται,
ἐπειδὴ τὸ πλέον
τῆς ἀρετῆς παρορῶντες
μέρος, ἐν τούτοις τὰς ἐλπίδας τῆς
σωτηρίας εἶχον. Καὶ γὰρ εἰς ἀπολογίαν ἔμελλον αὐτὸ προβάλλεσθαι, ὅτι Θυσίας σπένδομεν, ὅτι Προσφέρομεν ὁλοκαυτώσεις. Ἀλλ' οὐκ ἐπὶ τούτοις εἰσῆλθον
δικασόμενος, φησὶν, οὐδὲ ὑπὲρ τούτων
ἐγκαλέσων, ὅτι παρώφθη ταῦτα. Ὁ δὲ Ἡσαΐας καὶ εὐτονώτερον αὐτῶν
καθικνεῖται λέγων· Τί μοι πλῆθος
τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί. Ὁλοκαύτωμα κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα
ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καίτοι
πολλοὶ περὶ θυσιῶν εἰσιν εἰρημένοι
λόγοι· ἀλλ' οὐ
προηγουμένως αὐτοῦ βουλομένου
ταῦτα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ αὐτῶν
συγκαταβαίνοντος. Καὶ Ἱερεμίας δέ
φησιν· Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάντες
δὲ, ὡς εἰπεῖν, οἱ προφῆται οὐδὲν μέγα εἶναι τοῦτό φασι. ∆ιὸ καὶ αὐτὸς ἀρχόμενος
οὕτως ἔφη· Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ· κἀντεῦθεν
δηλῶν, ὅτι ἀνάξιος
αὐτοῦ τῆς τοιαύτης
θεραπείας ὁ τρόπος. Καὶ γὰρ τὸν
Θεὸν οὐ διὰ καπνοῦ καὶ κνίσης, ἀλλὰ διὰ πολιτείας ἀρίστης καὶ ἀσωμάτου καὶ νοερᾶς θεραπεύεσθαι
δεῖ. Ἀλλ' οὐχ οἱ δαίμονες τῶν ἔξωθεν οὕτως, ἀλλὰ καὶ ἐπιζητοῦσι ταῦτα. Τοῦτο καί
τις παρ' Ἕλλησι ποιητὴς φαίνεται δεικνὺς, λέγων· ... Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
Ἀλλ' οὐχ ὁ Θεὸς ἡμῶν οὕτως.
Ἐκεῖνοι μὲν γὰρ αἱμάτων διψῶντες ἀνθρωπίνων, καὶ κατὰ
μικρὸν αὐτοὺς εἰς ταύτας τὰς
μιαιφονίας ἐνάγειν βουλόμενοι, ταῦτα ᾔτουν
συνεχῶς· αὐτὸς δὲ καὶ τῆς τῶν ἀλόγων ἀποστῆσαι σφαγῆς κατὰ μικρὸν ἐθέλων,
ἐχρήσατο τῇ συγκαταβάσει ταύτῃ,
καὶ συνεχώρησε θυσίας, ἵνα ἀνέλῃ
θυσίας. Οὐ δέξομαι ἐκ τοῦ οἴκου
σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων
σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία
τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,
καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ὅρα πῶς κατὰ μικρὸν
ἀνάγει τῶν χαμαιζήλων τὴν
διάνοιαν, διανοίγων αὐτῶν
τὴν πεπωρωμένην γνώμην, καὶ
δεικνὺς ὅτι οὐ δεόμενος
ταῦτα ἐπέταξεν, οὐδὲ ἀποδεχόμενος ἐνομοθέτησεν. Εἰ γὰρ ἐβουλόμην
οὕτω θεραπεύεσθαι, φησὶ, τὴν ὑφήλιον πᾶσαν ἔχων, καὶ αὐτὸς πάντων γενόμενος
δημιουργὸς, δαψιλεῖς ἂν παρεσκεύασά
μοι γενέσθαι θυσίας. Εἶτα καὶ κωμωδῶν αὐτοὺς
καὶ διασύρων, ὥστε καὶ πληκτικωτέραν γενέσθαι τὴν
κατηγορίαν, ἐπήγαγεν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ
τὸ πλήρωμα αὐτῆς. Ἐπειδὴ γὰρ αὐτὸς μὲν αὐτὰ συνεχώρησεν, ἵνα κατὰ μικρὸν αὐτοὺς
ἀπαγάγῃ τούτων, αὐτοὶ δὲ ἐναπέμειναν τῇ
εὐτελείᾳ, οὐδὲν μέγα ἐκ τῆς συγκαταβάσεως
ταύτης καρπωσάμενοι, διὰ τοῦτο παχύτερόν πως καὶ ἀνθρωπινώτερον διαλεγόμενός φησιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· τουτέστιν,
Οὔτε πεινῶ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κοπιάσει·
οὔτε εἰ τούτοις
ἐβουλόμην θεραπεύεσθαι, ἠπόρουν
ἀπείρων θυσιῶν καὶ ὁλοκαυτωμάτων. Καὶ .γὰρ πρόκειταί μοι πάντα
μετὰ πολλῆς τῆς ἀφθονίας,
καὶ Κύριος αὐτῶν ὢν καὶ ∆εσπότης, τὰ ἐμὰ βούλομαι παρὰ σοῦ λαβεῖν, ἵνα
τούτῳ σε τῆς ὁδοῦ τῷ τρόπῳ πρὸς τὴν ἐμὴν ἐπισπάσωμαι φιλίαν, καὶ τῆς τῶν ματαίων ἀποστήσω συνηθείας.
εʹ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον ἀγαγών
φησι· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα
τράγων πίομαι; Ταῦτα
γὰρ οὔτε ἀνθρώποις
ποιεῖν ἐπέταξα, φησὶν,
ἀλλὰ καὶ μεγίστην ὥρισα κόλασιν
τοῖς τὸ αἷμα ἐσθίουσι. Πῶς οὖν ἤμελλον αἵματος
δεήσεσθαι ὁ τοὺς δούλους ἀπάγων τοὺς ἐμοὺς τῆς τοιαύτης θοίνης; Ἐκβαλὼν τοίνυν
ταῦτα ἅπαντα, καὶ δείξας ἀνάξια αὐτοῦ, καὶ πολλὴν τῇ κατηγορίᾳ τὴν κωμῳδίαν ἀναμίξας,
οὐκ ἔστησε τὸν λόγον μέχρι τούτου,
ἀλλὰ δείκνυσιν ἑτέρας θυσίας τρόπον, ὅπερ ἐστὶν ἰατρείας ἀρίστης εἶδος, τῶν οὐδὲν ὠφελούντων
ἀπάγοντα, τὰ δυνάμενα διορθοῦν
ἐπιτιθέναι τοῖς τραύμασι. Μετὰ γὰρ
τὸ ταῦτα ἀπαρτίσαι, λέγει· Θῦσον τῷ
Θεῷ. Καὶ πῶς θύσω, φησίν; Αἵματος
χωρίς. Τοῦτο γὰρ μάλιστα θυσία Θεῷ πρέπουσα. ∆ιὰ τοῦτο εἰπὼν, Θῦσον τῷ Θεῷ, ἐπήγαγε,
Θυσίαν αἰνέσεως· τουτέστιν, εὐχαριστίας, ὕμνων
ἱερῶν, τῆς διὰ τῶν ἔργων δοξολογίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
Οὕτω ζῆθι, ὥστε δοξάζεσθαί σου τὸν ∆εσπότην. Ὅπερ καὶ ὁ Χριστὸς ἐδίδαξε
λέγων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν,
καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αἶνος γὰρ οὐδὲν ἕτερον ἢ ἔπαινός
ἐστι, δόξα καὶ εὐφημία. Ἔστω τοίνυν ὁ βίος σου τοιοῦτος, ὥστε εὐφημεῖσθαί σου τὸν ∆εσπότην, καὶ ἀπηρτισμένην εἰσήγαγες τὴν θυσίαν. Ταύτην καὶ ὁ Παῦλος ἐπιζητεῖ
τὴν θυσίαν, λέγων· Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ
Θεῷ. Καὶ ἀλλαχοῦ πάλιν ὁ αὐτὸς προφήτης· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς,
μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ
Θεῷ ὑπὲρ μόσχον νέον κέρατα
ἐκφέροντα καὶ ὁπλάς.
Οὕτως ἔθυε καὶ Ἰὼβ μετὰ τὰς πληγὰς ἐκείνας τὰς ὑπὲρ
φύσιν, εὐχαριστῶν, καὶ ταῦτα φθεγγόμενος
τὰ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω
καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
εἰς τοὺς αἰῶνας. Καὶ ἀπόδος τῷ Ὑψίστῳ
τὰς εὐχάς σου. Τὰς ἱκετηρίας ἐνταῦθά φησιν, ὥστε διηνεκῶς τῇ δεήσει προσκαρτερεῖν, καὶ ἅπερ ἂν ἐπαγγελλώμεθα
μετὰ τάχους ἀποδιδόναι. Καὶ καλῶς εἶπεν· Ἀπόδος. Μετὰ γὰρ τὴν ἐπαγγελίαν χρέος τὸ πρᾶγμα γίνεται. Οὕτως Ἄννα
ἀπέδωκε τὸν υἱὸν, ὡς ὄφλημα μέγιστον.
Καὶ σὺ τοίνυν κἂν ἐλεημοσύνην ἐπαγγέλλῃ, κἂν σώφρονα βίον, κἂν ἕτερόν τι τοιοῦτον, σπεῦδε
πρὸς τὴν ἔκτισιν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, κἂν μὴ ἐπαγγέλληται, χρεωστεῖ αὐτῷ τὰ τῆς ἀρετῆς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Καίτοι τὴν παραβολὴν τοῦ
δούλου ἔλεγε τοῦ ἐλαχίστην διακονίαν, οὐχὶ κατακλιθῆναι, κελευομένου, ἀλλὰ
παρελθεῖν καὶ διακονεῖν. Καὶ ἕτερος δέ τίς φησιν·
Μὴ χρονίσῃς ἀποδοῦναι εὐχήν σου. Ἐπηγγείλω; Ἀπόδος, μή ποτε θάνατος ἐπελθὼν διακόψῃ. Καὶ τί πρὸς ἐμέ; φησίν· οὐ γὰρ κύριος
ἤμην τῆς ζωῆς. ∆ιὰ τοῦτο γὰρ ἐχρῆν μὴ χρονίσαι, τὸ ἄδηλον ἐννοοῦντα
τῆς ἐξόδου, καὶ ὅτι κύριος
οὐκ εἶ τῆς ζωῆς καὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ὥστε ἡ δοκοῦσα ἀπολογία
κατηγορία ἐστίν. Οὐδὲ γὰρ τοῦ θανάτου λοιπὸν τὸ μὴ ἀποδοῦναι γέγονεν, ἀλλὰ τῆς
σῆς μελλήσεως καὶ ἀναβολῆς. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, . καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ὁρᾷς ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀντίδοσιν διδομένην; Τί τοίνυν
τῆς τοιαύτης φιλανθρωπίας ἴσον γένοιτ' ἂν, ὅταν
καὶ αὐτῆς τῆς ἀρετῆς μισθοὺς ἡμῖν
διδῷ, καὶ μισθοὺς πολλῷ μείζονας τῶν πόνων, καὶ σφόδρα ἐν καιρῷ διδομένους; Καὶ
διὰ τί, φησὶν, εἶπεν· Ἐπικάλεσαί με; διὰ τί ἀναμένει καλεῖσθαι παρ' ἡμῶν; Μείζονα τὴν οἰκείωσιν ἡμῖν ποιῆσαι βουλόμενος, καὶ τὴν πρὸς αὐτὸν
φιλίαν θερμοτέραν, καὶ τῷ δοῦναι, καὶ τῷ καλεῖσθαι, καὶ τῷ λαμβάνειν. Καὶ γὰρ ἡ
ἀρετὴ πρὸς Θεὸν οἰκειοῖ, καὶ ἡ ἀντίδοσις τὸ αὐτὸ ἐργάζεται· καὶ ἡ εὐχὴ πάλιν ταύτην συγκροτεῖ τὴν οἰκείωσιν. ∆ιὰ τοῦτό φησι· ∆ός μοι, καὶ δίδωμί σοι. Καὶ ἐν τῷ διδόναι δὲ σὺ λαμβάνεις· αὐτὸς γὰρ τούτων ἀνενδεής.
Ὥστε κἂν ἐπιεικὴς γένῃ, κἂν μέτριος,
κἂν σώφρων, οὐ τῷ Θεῷ τι προσέθηκας, ἀλλὰ σαυτὸν λαμπρὸν ἐποίησας καὶ ἀμείνω· ἀλλ'
ὅμως καὶ τούτων ὡς αὐτὸν ὠφελοῦντι μισθούς
σοι καὶ στεφάνους ὁρίζει μεγίστους. Καὶ
πρὸ τῶν στεφάνων δὲ ἐκείνων
οὐ μικρᾶς ἀπολαύεις ἡδονῆς,
ἀγαθῷ συντρεφόμενος συνειδότι, καὶ
χρησταῖς πτερούμενος ἐλπίσιν.
Ἡμέραν δὲ θλίψεως ἐνταῦθά φησιν, οὐ τὰς τῶν συμφορῶν, οὔτε
τὰς τῶν περιστάσεων, ἀλλ' ὅτι κἂν ἁμαρτία πολεμῇ, κἂν διάβολος
πολιορκῇ, ἐπιθυμίας εἰσάγων
πονηρὰς, πολλῆς ἀπολαύσῃ τῆς συμμαχίας. Καὶ ἐξελοῦμαί σε, καὶ
δοξάσεις με. Πάλιν ἐνταῦθα οὐ τῆς παρ' ἡμῶν δόξης δεόμενός φησι τοῦτο πῶς γὰρ ὁ τῆς δόξης Θεός;, ἀλλ' ὥστε διὰ τὸν τῆς εὐχαριστίας ὕμνον γίνεσθαι τῆς
εὐεργεσίας τὴν μνήμην, καὶ θερμοτέραν τὴν πρὸς αὐτὸν διάθεσιν, καὶ πρώτως εὐζωΐαν
μεγίστην λαμβάνειν.
ς ʹ. Οὐχ ἁμαρτήσεται δὲ τοῦ πρέποντος εἰπών
τις ἐνταῦθα ἡμέραν θλίψεως αὐτὸν λέγειν, καὶ τὴν μέλλουσαν ἡμέραν· ἡ γὰρ θλίψις
ἐκείνη ἄπαυστος. Ἐνταῦθα μὲν γὰρ καὶ θάνατος
ἐπιὼν λύει τὰς
συμφορὰς, καὶ φίλοι
παρακαλοῦντες, καὶ τέλος προσδοκώμενον, πολλάκις δὲ καὶ πραγμάτων μεταβολὴ ἐλπιζομένη, καὶ χρόνου μῆκος ἐμάλαξε
τῆς ψυχῆς τὸ πάθος, καὶ ἡ τῶν πλησίων
δυσημερία. Τὸ γὰρ ἔχειν κοινωνοὺς τῶν
ὀδυνηρῶν, καὶ πολλὰ τοιαῦτα
ὁρᾷν ὑποδείγματα, μέγα πολλοῖς εἰς παραμυθίαν εἶναι ἔδοξεν. Ἐκεῖ δὲ οὐδὲν
τοιοῦτόν ἐστιν· οὔτε γάρ τις παρακαλῶν πάρεστιν, ἀλλ' ἐν ἐρημίᾳ φίλων
ἅπαντές εἰσιν. Οὐ χρόνου μῆκος
μαλάσσει τὴν ὀδύνην
πῶς γὰρ ἐπικειμένης τῆς
φλογὸς δι' ὅλου;· οὐκ ἐλπὶς ἀπαλλαγῆς·
αἰωνία γὰρ ἡ κόλασις· οὐ θανάτου προσδοκία·
ἀθάνατος γὰρ ἡ
τιμωρία, καὶ τὰ σώματα δὲ τὰ κολαζόμενα ἀθάνατα· ἀλλ' οὐδὲ τοῦτο ὃ δοκεῖ
πολλοῖς παραμυθίαν φέρειν,
τὸ ἑτέρους ὁρᾷν ἐν κολάσει. Πρῶτον
μὲν γὰρ οὐδὲ ἰδεῖν ἔστι κολαζομένους, τοῦ σκότους ἀντὶ παντὸς διαφράγματος ἐπισκιάζοντος
τὰς ὄψεις· ἔπειτα ἡ ὑπερβολὴ τῆς ὀδύνης οὔτε ταύτης ἀφίησιν αἴσθησιν λαβεῖν τῆς
παραμυθίας. Ὁ γοῦν πλούσιος οὐδὲν ἔνθεν εἰς παραμυθίας ἐκαρπώσατο λόγον, οὐδὲ οἱ
τοὺς ὀδόντας βρύχοντες. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Εἶδες τὴν ἀπηρτισμένην λύραν, τὴν σύμφωνον κιθάραν, τὴν ἐν διαφόροις
φθόγγοις μίαν ἁρμονίαν ἠχοῦσαν; Τοῦτο γὰρ
τὸ νόημα, καὶ παρὰ ἀποστόλοις ἔστιν ἰδεῖν,
καὶ παρὰ προφήταις ἑτέροις κείμενον· καὶ Παῦλος μὲν οὕτω πώς φησι, δεικνὺς καὶ . αὐτὸς,
ὅτι οὐδὲν ὄφελος τοῦ διδάσκειν ἑτέρους, ὅταν τις ἑαυτὸν πρότερον
λαβὼν μὴ διδάσκῃ. Ἐπειδὴ γὰρ μέγα
ἐφρόνουν ὥσπερ ἐπὶ ταῖς θυσίαις, οὕτω καὶ
ἐπὶ τῷ νόμον ἔχειν, καὶ διδάσκαλοι τῶν ἄλλων χρηματίζειν, δεικνὺς, ὅτι οὐδὲν μέγα
καρποῦνται, ὅταν ἀδίδακτοι μένωσιν αὐτοὶ, καθαπτόμενος σφοδρότερον τῶν τοιούτων,
λέγει· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;
ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν
ἀτιμάζεις; ∆ιὰ τοῦτο καὶ
περὶ ἑαυτοῦ ἔλεγε· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς
ἀδόκιμος γένωμαι· καθαιρῶν τὸ φύσημα τῶν ἐπὶ τῇ τοῦ λόγου διδασκαλίᾳ μέγα φρονούντων,
αὐτῶν δὲ ἐρήμων ὄντων τῆς ἀρετῆς. Καὶ ἑτέρως
δὲ τὸν λόγον τοῦτον μεταχειρίζει πρὸς Ἰουδαίους ἀποτεινόμενος, ὅταν λέγῃ· Ὅταν
γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς
εἰσι νόμος. Καὶ πάλιν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ
ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ
προφήτης· Οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με. Καὶ πάλιν· Εἰς μάτην ἐγενήθησαν
σχοῖνος ψευδὴς γραμματεῦσι. Τίνος ἕνεκεν; Ὅτι τρυγὼν καὶ
χελιδὼν, καὶ ἀγροῦ στρουθία ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω
τὰ κρίματά μου. Οὗτος δὲ οὐ μόνον οὐδὲν κερδαίνειν φησὶν ἐκ τοῦ διδάσκειν ἑτέρους
τὸν μὴ μετιόντα τὴν ἀρετὴν, ἀλλὰ καὶ ἐκβάλλειν
ταύτης αὑτὸν τῆς προεδρίας. Εἰ γὰρ
ἐπὶ τῶν ἔξωθεν δικαστηρίων
ὁ πεπλημμεληκὼς τῇ τῆς σιγῆς ἀτιμίᾳ κολάζεται,
πῶς ἂν ἐν κοινῷ
διδασκαλείῳ, φησὶ, φωνὴν ἔχοι ὁ
τῆς ἁμαρτίας ὑπεύθυνος; Μεῖζον δὲ τοῦτο τὸ διδασκαλεῖον τοῦ δικαστηρίου ἐκείνου.
Ἐκεῖ μὲν γὰρ οἱ κολαζόμενοι τίνουσι τιμωρίας·
ἐνταῦθα δὲ ἅπαντα γίνεται, ὥστε μὴ κολασθῆναι τοὺς πεπλημμεληκότας, ἀλλὰ
τῇ μετανοίᾳ διορθώσασθαι
τὸ πλημμεληθέν. Καὶ ἐν
ταῖς βασιλικαῖς δὲ αὐλαῖς
οὐδεὶς ἂν γένοιτο
ἑρμηνεὺς βασιλικῆς φωνῆς
ἐπὶ βίῳ διεφθαρμένῳ ἁλούς. Τίνος γὰρ ἕνεκα διηγῇ δικαιώματα, καὶ
διδάσκεις ἑτέρους, καὶ μὴν τοὐναντίον ποιεῖς,
τοῦ βίου σου τοῖς
λεγομένοις ἀντιφθεγγομένου, καὶ ἐνίους
τῶν βουλομένων προσέχειν ἀποστρέφεις; Οὐ γὰρ οὕτω διδάσκεις διὰ τῶν λόγων,
ὡς ἀπάγεις διὰ τῶν πραγμάτων. ∆ιὰ τοῦτο
καὶ ὁ Χριστὸς ἐκεῖνον ἐπαινεῖ τὸν διδάσκαλον, τὸν διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων
ἀπηρτισμένην ἐπιδεικνύντα τὴν διδασκαλίαν.
Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐχέτω τοίνυν
σου λαμπρὰν φωνὴν ὁ βίος, ταῦτα
διδάσκουσαν· κἂν τὸ στόμα
ἀποφράξῃς, σάλπιγγος λαμπρότερον
ἠχήσεις, καὶ εἰς τοὺς παρόντας,
καὶ εἰς τοὺς πόῤῥωθεν ὄντας. Οὕτως ὁ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ. οὐ στόμα ἔχων, οὐ γλῶσσαν κινῶν, οὐδὲ πνεῦμα κάτωθεν προϊέμενος, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως τὸν θεατὴν εἰς θαῦμα τοῦ δημιουργοῦ παραπέμπων. Ὅπερ οὖν ἐστιν ἐκεῖ ἐπὶ τοῦ οὐρανοῦ τὸ κάλλος
τῆς ὄψεως, τοῦτο ἔστω ἐπὶ τῆς ψυχῆς τῆς
σῆς ἡ ἀρετή. Ἂν δὲ κατεῤῥυπωμένος, καὶ μυρίους
κατηγόρους ἔχων, καὶ πρὸ πάντων τὸ συνειδὸς, σπουδάζῃς ἐπιλαμβάνεσθαι θρόνου
διδασκαλικοῦ, ἐπειδὰν κακίας κατηγορῇς, οὐχ ἑτέρων μᾶλλον ἢ σαυτοῦ κατηγορήσεις.
Καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός
σου; Καλῶς εἶπε· ∆ιὰ στόματος. Ἡ γὰρ καρδία ἔρημός ἐστι τῶν ἐντεῦθεν καρπῶν, καὶ
τὰ χείλη κινεῖται μάτην, καὶ ἐπὶ
κατακρίσει τοῦ λέγοντος.
Ἂν δὲ τὴν διάνοιάν
τις ἐρευνήσῃ, πολὺν εὑρήσει τὸν πόλεμον ὄντα. Σὺ δὲ ἐμίσησας
παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὸ
ὀπίσω. Παιδείαν ἐνταῦθά
φησι τὴν τοῦ νόμου διδασκαλίαν,
τὴν τὴν ψυχὴν ῥυθμίζουσαν, τὴν τὴν κακίαν ἀπελαύνουσαν,
καὶ τὴν ἀρετὴν καταφυτεύουσαν. Πῶς οὖν αὐτὴν
μεταχειρίζεις, καὶ εἰς ἑτέρους
σπείρεις, αὐτὸς διὰ τῶν ἔργων αὐτὴν
μὴ ἔχων; Ἐξέβαλες γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
ζʹ. Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς
τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρωσας. Τῶν γὰρ οὐ
πρακτέων, καὶ τῶν μὴ τοιούτων φυσικῶς ἔγκεινται ἡμῖν οἱ
λόγοι. Σὺ δὲ αὐτοὺς ἀπώσω, καὶ οὐκ εἶχες ἐν μνήμῃ.
Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν
μερίδα σου ἐτίθεις. Ἐπειδὴ γὰρ οὐκ
ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρτητον καθόλου· διὸ καί τις ἔλεγε· Τίς καυχήσεται ἁγνὴν
ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν,
Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν· Ἀλλ' οὐκ ἐν
τούτῳ δεδικαίωμαι· καὶ, ∆ίκαιος
δὲ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημένων αὐτῷ· ἵνα οὖν μηδεὶς
ἔχῃ
λέγειν, ὅτι Εἰ πάντες ἐν ἁμαρτίαις, τὸν δὲ ἁμαρτωλὸν ἐκέλευσε μὴ διηγεῖσθαι τὰ δικαιώματα, τίς ἔσται ὁ διηγησόμενος; ἵνα
μή τις οὖν ταῦτα λέγῃ, τίθησι καὶ κατ' εἶδος ἁμαρτιῶν εἴδη. Ἔστι
γὰρ ἁμαρτία πρὸς θάνατον, καθάπερ
καὶ ὁ Ἠλεὶ ἔλεγεν·
Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος, προσεύξεται περὶ αὐτοῦ ὁ ἱερεύς· ἐὰν δὲ τῷ
Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;
Καὶ ἐν τῷ νόμῳ δὲ
τὰ μὲν ἦν ἀνίατα,
ὡς καὶ θανάτῳ κολάζεσθαι· τὰ δὲ εἶχέ τινα ταχίστην
παραμυθίαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ Καινῇ· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, φησὶν, ἔλεγξον
αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ἔτι μετὰ σαυτοῦ δύο,
φησίν. Ἐὰν μηδὲ τούτων ἀκούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ τελώνης. Καίτοι γε ἀλλαχοῦ εἰπόντος
τοῦ Πέτρου· Ποσάκις, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός μου εἰς ἐμὲ, ἀφήσω αὐτῷ;
καὶ ἀκούσαντος· Ἕως ἑβδομηκοντάκις ἑπτά· ἐνταῦθα δὲ μετὰ δύο παραινέσεις μέγα δείκνυσι
τὸ πλημμέλημα, καὶ οὐκ ἀναγκάζει
παραμεῖναι πάλιν. Τί οὖν; ἐναντία ταῦτα ἐκείνων; Ἄπαγε· ἀλλὰ
τὸ, Ἑβδομηκοντάκις ἑπτὰ, ἐὰν μετανοῇ, λέγει. Πῶς γὰρ ἄν τις ἀφήσει τῷ
μηδὲ ἡμαρτηκέναι ὁμολογοῦντι, μηδὲ
μετανοοῦντι; Καὶ γὰρ τὸν ἰατρὸν φάρμακα ἀπαιτοῦντες, καὶ τὸ ἕλκος δείκνυμεν. Τίς οὖν ἐστιν ὁ ἁμαρτωλὸς, περὶ οὗ φησιν ἐνταῦθα ἡ
Γραφή; Ἀκούσωμεν μετὰ ἀκριβείας. Καὶ γὰρ ὑπογράφει αὐτὸν, διὰ τῶν ἑξῆς οὕτω λέγων· Εἰ ἐθεώρεις
κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα
σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε κακίαν,
καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
Εἶδες καθάπερ ἐν εἰκόνι τῆς κακίας τὰ χρώματα, καὶ πῶς θηρίον ὁ πονηρὸς
γέγονε τῇ κακίᾳ, τῆς φύσεως τὴν εὐγένειαν προδούς; Μὴ τοίνυν ἁπλῶς ἐπέλθωμεν τὴν
εἰκόνα, ἀλλ' ἀκριβῶς καὶ καθ' ἕκαστον ἐξετάζοντες. Εἰ ἐθεώρεις
κλέπτην, φησὶ, συνέτρεχες
αὐτῷ. Τοῦτο πάντων αἴτιον
τῶν κακῶν· τοῦτο μάλιστά ἐστι τὸ ἀνατρέπον
ἀρετὴν, τὸ ἐκλύον τὴν περὶ τὰ καλὰ τῶν πολλῶν σπουδὴν, ὅταν μὴ
μόνον μὴ ἐπιτιμῶσί τινες, ἀλλὰ καὶ συνήδωνται
τοῖς ἁμαρτάνουσι. Τοῦτο τοῦ
ἁμαρτάνειν οὐκ ἔλαττον.
Ἄκουσον γοῦν Παύλου λέγοντος· Οὐ
μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Οὐ μικρὸν δὲ καὶ τοῦτο
ἁμάρτημα, κἂν μὴ πράττῃ τις τὰ κακὰ, τὸ συνήδεσθαι τοῖς κακοῖς. Ὁ μὲν γὰρ ἔχει
τὴν ἀνάγκην εἰπεῖν,
τὴν πενίαν αἰτιάσασθαι, εἰ καὶ μὴ εὔλογοι
αἱ προφάσεις· σὺ δὲ πόθεν ἐπαινεῖς
τὸ γεγενημένον, οὐδὲ
τὴν ἐξ αὐτοῦ καρπούμενος ἡδονήν; Κἀκεῖνος μὲν ἴσως καὶ
μεταγνώσεται· σὺ δὲ καὶ ταύτας ἀποκλείεις τὰς θύρας, καὶ τὸ φάρμακον ἀναιρεῖς, καὶ ἀνατρέπεις
τὴν τοσαύτην παραμυθίαν, πάντοθεν ἑαυτῷ
προσχωννὺς τὸν λιμένα τῆς ἐπὶ τὴν μετάνοιαν ἐπανόδου. Ὅταν οὖν ἴδῃ σε, τὸν ἐκτὸς τῆς ἁμαρτίας,
καὶ τὸν ὀφείλοντα ἐπιτιμῆσαι, οὐ μόνον μὴ ἐπιτιμῶντα, ἀλλὰ καὶ συσκιάζοντα, καὶ μὴ συσκιάζοντα μόνον,
ἀλλὰ καὶ συμπράττοντα,
τί ἡγήσεται περὶ ἑαυτοῦ; τί δὲ περὶ τοῦ τολμηθέντος; Ὡς γὰρ
τὰ πολλὰ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ διανοίας μόνον
ταύτας περὶ τῶν
πρακτέων φέρουσι τὰς ψήφους, ἀλλὰ
καὶ ἐκ τῆς ἑτέρων προαιρέσεως διαφθειρόμενοι· κἂν μὲν ἴδῃ πάντας ἀποστρεφομένους αὐτὸν ὁ
ἡμαρτηκὼς, μέγα τι
καὶ πονηρὸν ἡγήσεται
εἰργάσθαι· ὅταν δὲ μὴ μόνον
μὴ ἀγανακτοῦντας, μηδὲ δυσχεραίνοντας, ἀλλὰ
καὶ πράως φέροντας,
καὶ συνεφαπτομένους, τὸ ἐκ τοῦ συνειδότος
διαφθείρας λοιπὸν δικαστήριον,
τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ, τί οὐ τολμήσει; πότε δὲ καταγνώσεται ἑαυτοῦ, καὶ παύσεται τοῦ ἀδεῶς ἁμαρτάνειν; ∆ιὸ
χρὴ, κἂν πράττῃ τις τὸ πονηρὸν, καταγινώσκειν
ἑαυτοῦ· ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ πονηροῦ· κἂν μὴ πράττῃ τὰ
καλὰ, ἐπαινεῖν τὰ καλά. Ὁδὸς γὰρ ἐπὶ τὴν
ἐργασίαν ἡ προθυμία. Ἐνταῦθα μέντοι, ἐπειδὴ καὶ συνεφάπτεται τῶν γινομένων, εἰκότως αὐτὸν μεθ' ὑπερβολῆς στίζει πάσης. Εἰ
γὰρ ἐπιτιμωμένη ἡ κακία τοσοῦτον ἀνθεῖ,
καὶ ἐπαινουμένη ἡ ἀρετὴ μόλις ἐκκαλεῖται
πρὸς τοὺς ἱδρῶτας τοὺς ἑαυτῆς· τί ἔσται εἰ μὴ τοῦτο γένοιτο; Τοῦτο ἴδοι τις ἂν
καὶ ἐν χορῷ ἱερέων πολλάκις γινόμενον·
εἰ δὲ ἐπὶ τῶν μαθητῶν χαλεπὸν
τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων.
ηʹ. Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος,
κατεφρονήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα
ἐτολμήθη παρά τινος τῶν ἱερωμένων, τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ' ὁ
μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναίσθητα στοιχεῖα καλεῖ πρὸς ἔκτασιν καὶ κοινωνίαν τοῦ
θρήνου τῶν κοινῇ
πεπλημμελημένων κακῶν, Ἐξέστη ὁ οὐρανὸς,
λέγων, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Καὶ πάλιν· Πενθήσει ὁ Κάρμηλος, πενθήσει
οἶνος, πενθήσει ἄμπελος. Καὶ τὰ μὲν ἄψυχα
πενθεῖ, καὶ στένει, καὶ
συναγανακτεῖ τῷ∆εσπότῃ· σὺ δὲ ὁ λογικὸς οὐκ ἀλγεῖς; οὐκ ἐπιτιμᾷς,
οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων,
ἀλλὰ καὶ κοινωνεῖς; Καὶ ποίαν
ἂν σχοίης συγγνώμην; Μὴ γὰρ ὁ Θεὸς
ἐκδίκου δεῖται· μὴ γὰρ βοηθούντων χρῄζει;
ἀλλὰ βούλεταί σε ὑπηρέτην τούτου γενέσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσῃς, ἐν τῇ
καθ' ἑτέρου ἀγανακτήσει σωφρονέστερος γινόμενος, ἵνα κἀντεῦθεν τὸ φιλόθεόν
σου δείξῃς. Ὅταν γὰρ ἁμαρτόντος ἑτέρου παραδράμῃς, καὶ μὴ ἐπεξέλθῃς, μηδὲ
ἀλγήσῃς, ῥᾳθυμοτέραν σου τὴν ψυχὴν ποιεῖς καὶ εὐέμπτωτον, καὶ μάλιστα πολλάκις παρασκευάζεις τοῖς αὐτοῖς
περιπεσεῖν· κἀκεῖνον δὲ οὐ τὰ τυχόντα παραβλάπτεις τῇ ἀκαίρῳ χάριτι ταύτῃ, αὐστηροτέρας
αὐτῷ ποιῶν τὰς ἐν τῷ μέλλοντι εὐθύνας,
καὶ πρὸς τὰ παρόντα ῥᾳθυμότερον κατασκευάζων. Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται,
ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος· τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν' εἰδῇς ὅτι ὁ ἐπὶ τῷ
τοιούτῳ συγγνώμην οὐκ ἔχων,
πολλῷ μᾶλλον ἐφ' ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας. Ἄκουσον
γοῦν καὶ ἑξῆς τί φησι· Καὶ μετὰ μοιχῶν τὴν
μερίδα σου ἐτίθεις· ἐπὶ τὸ μεῖζον ἐλθών. Πολλῷ γὰρ ἐκεῖνο τούτου ἔλαττον. Καί
τις τῶν ἁμαρτημάτων τούτων σύγκρισιν ποιούμενος οὕτως ἔλεγεν· Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει
γὰρ ἵνα τὴν
ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν. Εἰ τοίνυν τοῦτο ἀσύγγνωστον,
πολλῷ μᾶλλον μοιχεία. Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν. Ἂν τοίνυν ἴδῃς
τινὰ τῶν μετὰ σοῦ ἀγελαζομένων πορνεύοντα,
καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανομῇ· Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων,
κώλυσον τὰς βεβήλους χεῖρας. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως
αὐτῷ, ὅταν καὶ τῆς
ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπε, Καὶ ἐμοίχευες,
ἀλλὰ, Μετὰ μοιχῶν
τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ,
ἡλίκον ἐστὶ κακὸν
ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων
τὰς σηπεδόνας, ὅπου γε καὶ κοινωνὸν
αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ
καὶ ἀσύγγνωστος ἡ πρόφασις, καθὰ ὁ κλέπτης τὸν λιμόν· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν, τῆς ἡδονῆς
οὐκ ἀπολαύων, τῆς κολάσεως
κοινωνεῖς καὶ μεριστὴς γίνῃ; ∆ιὰ δὴ τοῦτο
καὶ οἱ ἔξωθεν δικασταὶ οὐχὶ τοὺς τολμήσαντας μόνον, ἀλλὰ καὶ τῶν οἰκετῶν ἂν ἴδωσι συνειδότας τῷ πράγματι
κολάζουσι, καὶ οἱ παραδιδόντες
δεσπόται ἡδέως ἂν τὸ αἷμα αὐτῶν ἐκπίοιεν, καὶ τῶν σαρκῶν ἀπογεύσαιντο,
καὶ αὐτοῖς λογίζονται τὴν ἐξουσίαν τοῦ
γεγενημένου οὐκ ἔλαττον,
ἢ τῇ μοιχευθείσῃ. Οἱ γὰρ τὰ παραπετάσματα μὴ ἀναστείλαντες, αὐτοὶ πλείονα
τὴν ἐξουσίαν τοῖς κρυπτομένοις δεδώκασιν· οὗτοι καὶ τὴν μοιχευθεῖσαν καὶ τὸν ἠδικημένον ὕβρισαν ἄνδρα καὶ αὐτὸν τὸν μοιχεύσαντα. Εἰ γὰρ
προκατήγγειλαν, εἰ γὰρ δῆλον ἐποίησαν, πᾶσαν
ἂν τὴν ἄγραν ἐσόβησαν. Καὶ καθάπερ ἐκεῖνοι μάλιστά
εἰσιν οἱ ἐμβάλλοντες εἰς τὰς πάγας, οἱ τὰς
πάγας περιστέλλοντες, καὶ περικαθήμενοι τοῖς μέλλουσιν ἁλίσκεσθαι, καὶ πάντοθεν
ἅπαντα κρύπτοντες δόλον, καὶ μήτε ψόφον, μήτε ἄλλο τι συγχωροῦντες γενέσθαι
τὸ δυνάμενον σοβῆσαι τὴν θήραν·
οὕτω δὴ καὶ ἐνταῦθα, ἂν
παρακαθίσῃς τῇ κειμένῃ παρὰ
τοῦ διαβόλου παγίδι,
καὶ εἰδὼς μέλλοντα
ἐμπίπτειν τὸν μοιχὸν
μὴ θορυβήσῃς, μηδὲ πτοήσῃς, τότε μάλιστα αὐτὸν ἀπολεῖς. Μὴ γάρ μοι ἐκεῖνο
τὸ ῥῆμα λέγε τὸ πολλῆς γέμον ἀναλγησίας·
Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ· τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ
σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Μηδεὶς τὸ ἑαυτοῦ
ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου. Ἵνα, φησὶν,
εὕρῃς τὸ σαυτοῦ, ζήτει τὸ τοῦ ἑτέρου. Τὸ στόμα σου ἐπλεόνασε κακίαν,
καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας.
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ
κατὰ τοῦ υἱοῦ τῆς
μητρός σου ἐτίθεις σκάνδαλον.
Ἵνα γὰρ μὴ λέγῃ· Ἀπὸ φιλανθρωπίας ταῦτα ποιῶ· μάλιστα μὲν, ποία ἂν εἴη τοῦτο
φιλανθρωπία, τὸν μέλλοντα εἰς βάραθρον ἐμπίπτειν μὴ κωλύειν, μηδὲ ἀναστέλλειν; τὸ χαρίζεσθαι ἡδονῇ
ἀδίκῳ; τὸ περιορᾷν δηλητήριον φάρμακον πίνοντα;
Πλὴν ἀλλ' οὐδὲ τοῦτο δυνήσῃ λέγειν. Ὅτι
γὰρ οὐ φιλανθρωπίας τοῦτο, ἀλλ' ὕπνου καὶ
νωθείας καὶ ῥᾳθυμίας,
πῶς τὸν ἀδικοῦντα
ἀφεὶς τὸν οὐδὲν ἠδικηκότα ἀδελφὸν κακῶς λέγεις; πῶς ἐπιβουλεύεις
τῷ μηδὲν ἠδικηκότι, μηδὲ πεπλημμεληκότι;
Ὅρα κακίαν ἑκατέρωθεν εἰς ἄκρον ἐκτεινομένην. Τὸν μὲν ὑπὸ τῆς ἐπιθυμίας μεθύοντα
οὐ κωλύεις μεθύειν, ὥστε σωφρονῆσαι, τὸν δὲ οὐδὲν ἠδικηκότα κολάζεις. Καθήμενος γὰρ κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
θʹ. Ὅρα πῶς τῇ ἐπεξηγήσει τὴν κατηγορίαν αὔξει. Τὸν τὰς αὐτὰς λύσαντά σοι, φησὶν, ὠδῖνας,
τὸν τῆς αὐτῆς σοι κεκοινωνηκότα νηδύος,
τὸν οἰκίας καὶ τραπέζης καὶ τροφῆς μετασχόντα τῆς αὐτῆς, τὸν ἀπὸ μιᾶς βλαστήσαντα
ῥίζης, τὸν τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν, τὸν ἐκ πρώτης ἡλικίας συναναβάντα
σοι, τοῦτον κακῶς λέγεις, καὶ οὐ κακῶς λέγεις
μόνον, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἐπιβουλὴν
ἐξάγεις; Τοῦτο γάρ ἐστιν, Ἐτίθεις
σκάνδαλον. Εἰ δὲ τὸν φυσικῶν
κοινωνήσαντα ὠδίνων οὐ δεῖ λέγειν
κακῶς, πολλῷ μᾶλλον τὸν
πνευματικῶν. Μὴ τοίνυν
μήτε τὸν μέλλοντα
ἁμαρτεῖν ἔα καταπίπτειν, μήτε τὸν οὐδὲν ἠδικηκότα διάβαλλε καὶ λοιδόρει.
Τὸ μὲν γὰρ φθόνου, τὸ δὲ ἀναλγησίας· τὸ γὰρ μὴ ἀναχαιτίζειν τὸν μέλλοντα πίπτειν, ἀναλγησίας· φθόνου δὲ, τὸ τὸν ἑστῶτα
καταβάλλειν. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς τὸν
κατήγορον αἰνίττεται, ἀλλὰ τὸν μετὰ δόλου καὶ σπουδῆς τὸ ἔργον τοῦτο
ποιούμενον. Καθήμενος γὰρ, φησὶ, κατὰ τοῦ
ἀδελφοῦ σου κατελάλεις. Καὶ ὁ μὲν
Κάϊν τὸν ἀδελφὸν ἀνελὼν,
ἕνα μόνον τῆς παρούσης ζωῆς ἐξήλασεν· οὗτοι δὲ μυρίους,
δι' ὧν κακῶς λέγουσι, καταβάλλουσι, καὶ ἑαυτοὺς
πρώτους. Οὐ γὰρ τὸν κατηγορούμενον μόνον,
ἀλλὰ καὶ ἑτέρους βλάπτουσι· μᾶλλον δὲ ἐκείνους
μόνον τοὺς παραδεχομένους. Ὁ γὰρ κακῶς
ἀκούων ψευδῶς, οὐ μόνον
οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει
μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος·
οὕτω καὶ ὁ λέγων, οὐχὶ ὁ ἀκούων, μόνον ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους
ἐκεῖνος. Μὴ δὴ οὖν τοῦτο σπουδάζωμεν, ὥστε μὴ κακῶς ἀκούειν τοῦτο γὰρ ἀμήχανον·
καὶ ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα,
Οὐαὶ
ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι
πάντες ἄνθρωποι, ἀλλ' ὅπως
ἡμεῖς μὴ παράσχοιμεν λαβάς. Καὶ γὰρ
ὁ βουλόμενος παρὰ πάντων ἀκούειν καλῶς, πολλαχοῦ τὴν ἑαυτοῦ ψυχὴν
ἀπόλλυσι, δόξης ἐρῶν ἀνθρωπίνης, διακονούμενος ἐν οἷς οὐ δεῖ,
ἀρέσκων ἐν οἷς οὐ χρὴ, ὥστε ὠνήσασθαι τὴν παρ' αὐτῶν χάριν. Πάλιν ὁ καταφρονῶν τοῦ παρὰ πάντων ἀκούειν
κακῶς, καὶ ἑαυτὸν προσαπόλλυσιν. Ὥσπερ γὰρ ἀμήχανον παρὰ πάντων
ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολλὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λαβάς. Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ
κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων ἐκείνων
ἀνδρῶν. Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέγῃ τις κακῶς ἐπὶ πράγματι, οὗ
τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ
τοῦτο δεῖ καταφρονεῖν τοῦ κατηγόρου διὰ
τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν
μετὰ τῆς πρεπούσης
ἀσφαλείας, ὥστε ἀνελεῖν
καὶ τὴν ἄλογον πρόφασιν. ∆ιὰ
τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων
πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν
πενήτων τὰς διατροφάς· καὶ τὴν αἰτίαν τίθησι λέγων·
Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Οὐ γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς
σκανδαλίζεσθαι, παρεῖδε καὶ
κατεφρόνησεν· ἀλλ' ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ
αὐτῶν τῶν σκανδαλιζομένων προενόησε. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Εἰ βρῶμα
σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καίτοι ταῦτα ἀδιάφορα ἦν· ἀλλ'
ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν
ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς
σωτηρίας τῶν σκανδαλιζομένων. Εἰ μὲν
γὰρ γίνοιτο βλάβη μείζων
τῆς σωτηρίας, καταφρόνει
τοῦ σκανδαλιζομένου· εἰ δὲ μὴ γένοιτο, μηκέτι. Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου
καὶ κανὼν, παιδεύων πότε δεῖ
καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε
δὲ μή· οἷόν τι λέγω·
Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει
τὸν νόμον, καὶ διὰ τοῦτο μυριάδες ἀπεπήδων
πολλαὶ, καὶ περὶ τὴν πίστιν
ἐχώλευον. Τί οὖν
ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον
βουλόμενος μείζων γὰρ ἦν ἡ
σωτηρία τῶν τοσούτων
μυριάδων, καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον,
ἐκώλυσεν, ὅπερ μεῖζον ἦν. Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν· ἐνταῦθα
κατεφρόνησε τῶν σκανδαλιζομένων· μεῖζον
γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὅτε μὲν γὰρ περὶ
βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐτοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον
κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει· Ἄφετε αὐτούς. Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται. Ὅτε δὲ φόρους αὐτὸν
ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ,
ὅμως ἐπειδὴ ὁ καιρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι
αὐτοῦ τὴν ἀξίαν, λέγει· Ἵνα δὲ μὴ
σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον
εἰς τὴν θάλασσαν, καὶ τὸν .256 ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στατῆρα·
τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα
φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόντισε, καὶ τὸν νόμον
ἔλυσεν· ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκότως συγκαταβαίνει
πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον.
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' ἵνα διορθώσωμαι, φησίν.
ιʹ. Οὐκοῦν οὐ λάθρα διαβάλλειν ἐχρῆν, ἀλλ', ὡς ἐκέλευσεν ὁ Χριστὸς, κατ' ἰδίαν
λαβόντα διορθοῦν. Αἱ γὰρ δημοσίᾳ
γινόμεναι κατηγορίαι, πολλάκις
καὶ ἀναισχυντοτέρους ποιοῦσι· καὶ
ἕως μὲν ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν
αὐτοὺς λαθεῖν, καὶ ἐπανελθεῖν ῥᾳδίως
αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν
πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τινες λοιπὸν ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν
ἐξολισθαίνουσιν. Ἀλλ' ἠδικήθης τι παρ' αὐτοῦ. Τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος, καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ.
Εἰ γὰρ βούλει καὶ
σαυτὸν εὐεργετῆσαι, κἀκεῖνον ἀμύνασθαι,
εἰπὲ καλῶς τὸν ἠδικηκότα· οὕτω πολλοὺς αὐτοῦ ποιήσεις ἀντὶ σοῦ τοὺς κατηγόρους, καὶ αὐτὸς πολὺν λήψῃ μισθὸν, ἂν
δὲ κακῶς λέγῃς, οὐδὲ πιστευθήσῃ, ἔχθρας ὑποψίαν
δεχόμενος. Ὥστε εἰς τοὐναντίον σοι περιτρέπεται τὰ τῆς σπουδῆς. Σὺ μὲν γὰρ τρῶσαι αὐτοῦ τὴν δόξαν
βούλει, γίνεται δὲ τοὐναντίον· διὰ γὰρ εὐφημίας, οὐ διὰ κατηγορίας
τοῦτο συμβαίνει· ἀλλὰ
τοὐναντίον ἅπαν· καὶ σαυτὸν μὲν
μειζόνως καταισχύνεις, ἐκείνου δὲ οὐχ ἅψεταί σου τὰ βέλη. Ἡ γὰρ ἔχθρα
προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα, καὶ ταὐτὸν γίνεται οἷον ἐπὶ τῶν παραγραφῶν. Ὅταν
γὰρ ἀντικρούσῃ τις εἰς δικαστήριον, τὸ πᾶν διαλύεται τέως· οὕτω δὴ καὶ ἐνταῦθα
οὐκ ἀφίησιν εἰσαγώγιμον γενέσθαι τὴν δίκην ἡ
τῆς ἔχθρας ὑπόνοια.
Μὴ τοίνυν λέγε κακῶς,
ἵνα μὴ καὶ
σαυτὸν μολύνῃς, μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ
καὶ πλινθείας, ἀλλὰ στεφάνους
ἀπὸ ῥόδων πλέκε, καὶ ἴων, καὶ τῶν
λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἐπὶ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ
τῆς δυσωδίας ἀπολαύουσι
πρῶτοι, ἀλλ' ἄνθη, καθάπερ αἱ μέλιτται, καὶ ὕφαινε κηρία
κατ' ἐκείνας, καὶ γίνου πᾶσι προσηνής. Τὸν μὲν γὰρ κακήγορον
ἅπαντες ἀποστρέφονται, ὡς
σαπρὸν ὄζοντα, καθάπερ
τινὰ βδέλλαν αἵματι, καὶ κάνθαρον κόπρῳ τρεφόμενον τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος, ὡς ἀδελφὸν γνήσιον, ὡς παῖδα, ὡς πατέρα. Καὶ τί λέγω τὰ παρόντα καὶ τὰς τῶν ἀνθρώπων δόξας; Ἐννόησόν μοι τὴν φοβερὰν ἐκείνην ἡμέραν,
τὸ κριτήριον τὸ ἀδέκαστον, ὅτι, ἂν μὲν ψευδῆ λέγῃς, προσθήκην ἁμαρτημάτων περιττῶν προσθήσεις.
Λέγω γὰρ ὑμῖν, ὅτι πᾶν ἀργὸν ῥῆμα, ὃ ἐὰν
λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσιν ὑπὲρ
αὐτοῦ λόγον τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Κἂν ἀληθῆ, φησὶν, ᾖ, οὐδὲ οὕτως ἀπαλλαγήσῃ
καταγνώσεως, ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς καὶ τὰ ὀνείδη. Ἐννόησον
γοῦν τὸν Φαρισαῖον.
Οὐκ ἦν τελώνης, ἀλλὰ
τελώνου γέγονεν ἁμαρτωλότερος, ἐπειδὴ
τὸν τελώνην ἐκάκισεν. Οὐκ ἦν .257 Φαρισαῖος ὁ τελώνης, ἀλλὰ
τοῦ Φαρισαίου γέγονε δικαιότερος, ἐπειδὴ ἑαυτὸν ἐταλάνισε. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα.
Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος.
Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.
ιαʹ. Εἶδες φιλανθρωπίαν ἄφατον; εἶδες ἀγαθότητος
ὑπερβολήν; εἶδες μακροθυμίας πλοῦτον
ἄπειρον; Σιγὴν γὰρ ἐνταῦθα τὴν
μακροθυμίαν λέγει. Τοσαῦτα ἐτόλμησας, φησὶ, καὶ οὐκ ἐπεξῄειν, ἀλλ'
ἠνειχόμην, καὶ ἔφερον, χώραν σοι διδοὺς
εἰς μετάνοιαν. Σὺ δὲ οὐ μόνον
οὐδὲν ἐκέρδανας ἐντεῦθεν,
ἀλλὰ καὶ πρὸς
μείζονα ἐξώκειλας κακίαν. Οὐ γὰρ δὴ μόνον οὐ μετεβάλου, οὐδὲ μόνον οὐ
κατῃσχύνθης, οὐδὲ κατέγνως ἐπὶ τοῖς
γεγενημένοις σαυτοῦ· ἀλλ' ἤδη καὶ ἐμὲ τὸν
μακροθυμήσαντά σοι, τὸν ἀνασχόμενον, τὸν σιγήσαντα, τὸν τοσαῦτα ἐνεγκόντα, ἐνόμισας
οὐ διὰ μακροθυμίαν καὶ φιλανθρωπίαν φέρειν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι ταῦτα
σωφρονίζειν, μηδὲ ἀγανακτεῖν ἐπὶ τοῖς γινομένοις. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι
τοῦ Θεοῦ. Ποῖα; Τὰ εἰρημένα, φησί. Τί ἐστι, Σύνετε; Νοήσατε. Τί γὰρ συνεσκιασμένον
εἴρηται; τί δὲ πολλῆς χρῇζον ἐρεύνης; Μάλιστα
μὲν καὶ αὐτὸς ὁ τῆς διδασκαλίας τρόπος ἐνηλλαγμένην παρεισάγει πολιτείαν. Καὶ γὰρ τῶν θυσιῶν οὐ πολὺν ποιούμενος λόγον, τὴν εὐαγγελικὴν εἰσάγει νομοθεσίαν· ἄλλως δὲ ἐπειδὴ
πολλῷ τῷ φορυτῷ
τῶν ἁμαρτημάτων ἦσαν καταχωσθέντες, καθάπερ ἀπὸ τελμάτων τινῶν
τῆς κακίας ἀνασπάσαι βουλόμενος, καὶ ὥσπερ τῶν ὀφθαλμῶν
λήμην ἀποκαθᾶραι τὴν
προλαβοῦσαν τῆς πονηρᾶς συνηθείας ὁδὸν, διεγείρει εἰς μνήμην
ἐλθεῖν τῶν γεγενημένων, ἵνα μὴ λήθῃ παραδόντες αὐτὰ, ἀκερδεῖς ἀναχωρήσωσιν. Πολλὴν γὰρ ἡ ἐν ἁμαρτήμασι συνήθεια πώρωσιν τῆς ψυχῆς ἐργάζεται, καὶ ἀνοήτους ποιεῖ, καὶ τυφλοῖ τὸ ὀξυδερκὲς τῆς διανοίας ὄμμα. Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ὢ φιλανθρωπίας
ἀφάτου! Μητρὸς φιλοστόργου τὰ ῥήματα, μᾶλλον δὲ ἀπείρως
τὴν φιλοστοργίαν ἐκείνην
νικώσης ἀγαθότητος. Ὁ γὰρ τοσαύτην ἐμφήνας
κατηγορίαν, ὁ τοσαύτην ὀργὴν ἐπιδειξάμενος προασφαλίζεται. Ὁ εἰπὼν, Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν
σου τὰς ἁμαρτίας σου, καὶ ἀπόφασιν ἐκβαλὼν καταδικάζουσαν, ἀναλύει τὴν ἀπόφασιν
πάλιν, οὐχ ὡς καταδίκους τῇ τιμωρίᾳ παραδιδοὺς, ἀλλ' ὡς ὀφείλοντας
διορθωθῆναι τῇ παραινέσει
καὶ τῇ συμβουλῇ ἐγχειρίζων, τῷ φόβῳ σωφρονίζων, καὶ
λέγων, Μήποτε ἁρπάσῃ ὡς λέων, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Οὐσία αἰνέσεως δοξάσει
με, καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. ∆είξας τὸ φιλάνθρωπον,
παραινέσας, συμβουλεύσας, ἀπειλήσας, φοβήσας, ἐπιστήσας τὴν τιμωρίαν ἄκρατον,
καὶ συμβουλὴν εἰσενεγκὼν, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν διορθώσασθαι τὰ γεγενημένα, εἰπών·
Θυσία αἰνέσεως δοξάσει με. Ὃ δὲ λέγει
τοῦτό ἐστιν· Οὐ μόνον παύσει μου τὴν ὀργὴν, οὐδὲ λύσει τὴν καταδίκην, ἀλλὰ καὶ
δοξάσει με. Ὅρα τοῦ κατορθώματος τὸ μέγεθος,
ὅταν ὁ Θεὸς δι' αὐτὸν δοξάζηται. Καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ
Θεοῦ. Εἶδες μισθὸν ἄφατον; εἶδες φιλανθρωπίας ὑπερβολήν; Τὴν τοῦ Θεοῦ γὰρ ὁδὸν
.258 δείξειν ἐπαγγέλλεται, καὶ τὸ ὄντως
σωτήριον τοῦ Θεοῦ τοῖς κατορθοῦσι. Πειθώμεθα τοίνυν τῷ ἐπαγγελλομένῳ, καὶ διὰ βίου ὀρθοῦ καὶ θυσίας
αἰνέσεως τοῦτον δοξάζωμεν. Αὕτη γὰρ ἡ ὁδὸς ἐπὶ σωτηρίαν φέρει, διὰ
τῆς θυσίας ταύτης·
ἧς γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ.Θεὸς θεῶν Κύριος ἐλάλησε,
καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
αʹ. Καὶ ἀλλαχοῦ φησιν ὁ
αὐτός· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν.
Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι
θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες
οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων.
Καὶ πάλιν ὁ αὐτός· Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· ὁ δὲ ὀνομάζων
τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται.
Καὶ πάλιν· Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν
γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὑποκάτω
τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος τούτου ἐν ἐκείναις ταῖς μαρτυρίαις, καὶ τίνας ἐνταῦθα
λέγει θεούς; Τοὺς ἄρχοντας. ∆ιὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα
τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Λέγει καὶ τοὺς ἐκ
προγόνου τινὸς ἐναρέτου
γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν
ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες,
καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις
ἐμίγνυντο, υἱοὺς τοῦ Θεοῦ καλεῖ
τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει
καὶ τὸν τῶν Ἰουδαίων λαὸν, ταύτῃ τιμηθέντα τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε,
καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν
τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν. Οὕτω καὶ ἐκεῖνο λύεται τὸ, Ὁ καταρώμενος Θεὸν, ἁμαρτίαν λήψεται· τουτέστιν, Ὁ τὸν ἄρχοντα
κακῶς λέγων, ἁμαρτάνει. Ὁ δὲ ὀνομάζων τὸ ὄνομα Κυρίου λιθοβοληθήσεται· τουτέστιν, ὁ
τοῖς μὴ οὖσι προσάπτων τὸ τοῦ ὄντος Θεοῦ ὄνομα. Ἐπεὶ γὰρ ἀσύγγνωστον τὸ ἁμάρτημα, καὶ ἡ ἐπ' αὐτῷ τιμωρία χαλεπωτάτη· λέγονται
καὶ οἱ τῶν Ἑλλήνων θεοὶ, οὐ κατὰ
τιμὴν, οὔτε χάριτι προσηγορίας, ἀλλὰ διὰ τὴν ἀπάτην τῶν πλανηθέντων, καὶ οὕτως
αὐτοὺς καλεσάντων. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός
φησι· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, δηλῶν ὅτι οὐκ ὄντες οὐδὲ μέχρι
προσηγορίας τῆς κατὰ τιμήν. Ἐνταῦθα οὖν περὶ τίνων λέγει, Θεὸς θεῶν; Ἐμοὶ δοκεῖ τῶν Ἑλληνικῶν, οὐχ ὡς ὄντων,
ἀλλ' ὡς παρὰ τοῖς πεπλανημένοις
ὑποπτευομένων. Ἐπεὶ γὰρ ἔτι παχύτεροι
ἦσαν οἱ Ἰουδαῖοι, καὶ οὐ πάντη εἰδωλολατρείας ἀπηλλαγμένοι, ἀλλὰ κεχηνότες πρὸς τὰ εἴδωλα,
καὶ λείψανα πολλὰ
τῆς παρανομίας ἔχοντες,
καὶ ἐντεῦθεν αὐτῶν
καθαιρεῖ τὰ φρονήματα, δεικνὺς ὅτι
κἀκείνων ∆εσπότης ἐστί. Καὶ γὰρ καὶ τῶν
δαιμόνων ∆εσπότης ἐστὶν, αὐτῶν τῶν οὐσιῶν
λέγω· αἱ γὰρ γνῶμαι παρ' αὐτῶν εἰσιν εἰσενηνεγμέναι καὶ ἡ πονηρία
πᾶσα. ∆οκεῖ δέ μοι καὶ οὗτος ἔχεσθαι τοῦ
προτέρου ψαλμοῦ. Καὶ γὰρ καὶ ἐνταῦθα ἔλεγχος
καὶ κατηγορία τῶν πεπλημμεληκότων
γέγραπται· ἀλλ' ἐκεῖ μὲν τὴν οἰκουμένην ἐκάλει πᾶσαν
εἰς ἀκρόασιν, ἐνταῦθα δὲ αὐτὰ
τὰ στοιχεῖα τὰ καθ' ὅλης ἐκτεταμένα
τῆς οἰκουμένης. Ἄλλο θέατρον ὧδε καὶ ἄλλο ἀκροατήριον· ἐκεῖ τὰ ἔθνη, οἱ γηγενεῖς,
ὁ πλούσιος, ὁ πένης· ἐνταῦθα ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ αὐτὸν εἰσάγει τὸν Θεὸν
δικαζόμενον, καὶ τοιούτους κινεῖ λόγους παρ' αὐτοῦ δικαιολογουμένου πρὸς τὸν δῆμον τῶν Ἰουδαίων. ∆ιὸ . καὶ πλείονος
ἡμῖν δεῖ τῆς προσοχῆς. Ποιεῖ δὲ τοῦτο καὶ ἕτερος προφήτης, καὶ εἰσάγει τὸν Θεὸν δικαζόμενον,
καὶ ἐν τάξει
δικαστῶν τίθησι τὰς φάραγγας καὶ τὰ θεμέλια τῆς γῆς. Ἀκούσατε
γὰρ, φησὶ, φάραγγες καὶ θεμέλια τῆς γῆς· ὅτι κρίσις τῷ Θεῷ πρὸς τὸν λαὸν αὐτοῦ,
καὶ μετὰ τοῦ λαοῦ διαλεχθήσεται. Καὶ πάλιν·
Κριθήσεται πρὸς ὑμᾶς, καὶ πρὸς τοὺς πατέρας ὑμῶν. Καὶ πολλαχοῦ τῶν Γραφῶν ἴδοι
τις ἂν τοῦτο τὸ σχῆμα, ὅπερ ἐστὶ μάλιστα πληκτικώτατον, καὶ τῆς φιλανθρωπίας τοῦ
Θεοῦ ἄξιον. Καὶ γὰρ τὴν ἄφατον αὐτοῦ δείκνυσιν ἀγαθότητα, τοσοῦτον καταβαίνοντος,
ὥστε κρίνεσθαι μετὰ ἀνθρώπων. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἔχει μέν
τι καὶ προφητικὸν, ἔχει δὲ καὶ ἱστορικὸν,
τὸ εἰρημένον· γέγονε μὲν γὰρ καὶ ἐπὶ τῆς Παλαιᾶς ἐκεῖθεν αὐτοῦ ἡ εὐπρέπεια. Καὶ
γὰρ ὁ ναὸς, τὰ Ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας,
καὶ ἱερέων τὸ πλῆθος, καὶ θυσίαι, καὶ ὁλοκαυτώσεις, καὶ ὕμνοι ἱεροὶ καὶ ψαλμωδίαι, καὶ πάντα ἐκεῖθεν, καὶ τῶν μελλόντων ἐκεῖθεν ὁ
τύπος προδιεγέγραπτο. Ἐπειδὴ δὲ καὶ ἡ ἀλήθεια παραγέγονεν,
ἐκεῖθεν πάλιν τὴν ἀρχὴν
ἔλαβεν. Ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν· ἐκεῖθεν τὰ μυρία κατορθώματα. ∆ιὰ δὴ τοῦτο
καὶ περὶ τοῦ νόμου φησὶν ὁ Ἡσαΐας τῆς Καινῆς ∆ιαθήκης γράφων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται
νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν.
Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον, καὶ τὴν πόλιν τὴν παρακειμένην
αὐτῷ, τὴν μητρόπολιν τῶν Ἰουδαίων. Ἐκεῖθεν
γὰρ καθάπερ ἐκ βαλβῖδός τινος εὐσκελεῖς ἵπποι οἱ ἀπόστολοι εἰς τὴν οἰκουμένην
ἀφέθησαν ἅπασαν· ἐκεῖθεν τὰ σημεῖα ἤρξαντο ποιεῖν· ἐκεῖ γέγονεν ἡ ἀνάστασις, ἐκεῖ ἡ ἀνάληψις, ἐκεῖ τὰ προοίμια καὶ ἡ ἀρχὴ τῆς σωτηρίας τῆς ἡμετέρας·
ἐκεῖ τὰ ἀπόῤῥητα
δόγματα κηρύττεσθαι ἀρχὴν ἔλαβεν. Ἐκεῖ πρῶτον ἀπεκαλύφθη ὁ Πατὴρ, ἐγνωρίσθη ὁ Μονογενὴς, καὶ ἐδόθη τοσαύτη Πνεύματος χάρις.
Καὶ τὸν περὶ τῶν ἀσωμάτων
ἐκεῖ λόγον ἐγύμναζον οἱ ἀπόστολοι, τῶν δωρεῶν,
καὶ δυνάμεων, καὶ τῶν
μελλόντων ἀγαθῶν τῆς ἐπαγγελίας. Ἅπερ ἅπαντα ἐννοῶν
ὁ Προφήτης, ὡραιότητα αὐτοῦ καλεῖ.
Κάλλη γὰρ Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης καὶ ἡ φιλανθρωπία, καὶ ἡ εἰς ἅπαντας εὐεργεσία.
Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Ὁρᾷς πῶς προϊὼν
ἀπογυμνοῖ τὸν λόγον,
καὶ ἀποκαλύπτει τὸν θησαυρὸν, καὶ φαιδροτέραν ἀφίησι τὴν ἀκτῖνα,
λέγων· Ὁ Θεὸς ἐμφανῶς ἥξει. Πότε γὰρ οὐκ ἐμφανῶς παραγέγονε; Πότε; Τῇ προτέρᾳ
παρουσίᾳ· ἀψοφητὶ γὰρ ἦλθε τοὺς πολλοὺς κρύπτων, καὶ μέχρι πολλοῦ λανθάνων.
Τί λέγω τοὺς πολλοὺς, ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει
τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτὸν, οὐδὲ ὁ
δοκῶν εἶναι πατὴρ μέγα τι ἐφαντάζετο περὶ αὐτοῦ;
βʹ. Καὶ τί λέγω ἀνθρώπους;
Καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· οὐδὲ γὰρ ἂν,εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον ἐπὶ τοῦ ὄρους, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, καὶ ἅπαξ,
καὶ δὶς, καὶ τρίτον τοῦτο ἐποίει. ∆ιὸ καὶ τῷ Ἰωάννῃ ἔλεγεν ἀρξαμένῳ αὐτὸν ἐκκαλύπτειν· Ἄφες
ἄρτι· τουτέστι, Σίγα
νῦν· οὐδέπω γὰρ
καιρὸς τοῦ ἐκκαλυφθῆναι τὸ ἀπόῤῥητον τῆς οἰκονομίας· ἔτι λανθάνειν
τὸν διάβολον βούλομαι· σίγα τοίνυν,
φησίν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν. Καὶ κατελθὼν
ἀπὸ τοῦ ὄρους, ἐνετείλατο ἵνα μηδενὶ
εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός.
Τότε γὰρ ὡς ποιμὴν ἦλθε ζητῶν τὸ πεπλανημένον πρόβατον, καὶ τὴν ἀφηνιῶσαν ἄγραν θηρεῦσαι βουλόμενος· διὸ καὶ συνεσκίαζεν
ἑαυτόν. Καὶ γὰρ ὥσπερ ἰατρὸς οὐκ εὐθέως φοβερὸς τῷ κάμνοντι γίνεται, οὕτω δὴ καὶ αὐτὸς ἐκ προοιμίων οὐκ ἠβουλήθη
δῆλον ἑαυτὸν ποιῆσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. ∆ιὸ τὴν ἀψοφητὶ
ταύτην αὐτοῦ γινομένην παρουσίαν δηλῶν ὁ
αὐτὸς οὗτος προφήτης λέγει προϊών· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ
σταγὼν στάζουσα ἐπὶ τὴν γῆν. Οὐδὲ γὰρ κτυπῶν ἦλθεν, οὐ ταράττων, οὐ κλονῶν τὴν γῆν, οὐκ ἀστραπὰς ἀφιεὶς, οὐ τινάσσων τὸν οὐρανὸν, οὐ δήμους ἀγγέλων
ἐπιφερόμενος, οὐ μέσον τὸ στερέωμα
διαῤῥηγνὺς, καὶ οὕτω καταβαίνων ἐπὶ τῶν
νεφελῶν· ἀλλ' ἀψοφητὶ διὰ μήτρας
παρθενικῆς, ἐννεαμηνιαίῳ κυοφορούμενος χρόνῳ,
ὡς τέκτονος υἱὸς ἐν
φάτνῃ τίκτεται, ἐν σπαργάνοις
εὐτελέσιν ἐπιβουλεύεται, φεύγει
μετὰ τῆς μητρὸς εἰς Αἴγυπτον. Εἶτα μετὰ
τελευτὴν τοῦ τοιαῦτα
παρανομήσαντος, τότε ἐπάνεισι,
καὶ περιπολῶν διετέλει ὡς εἷς τῶν
πολλῶν κατὰ τὸ σχῆμα, καὶ ἱμάτιον εὐτελὲς ἦν αὐτῷ, καὶ τράπεζα εὐτελεστέρα, καὶ
βάδισις διηνεκὴς, καὶ οὕτω διηνεκὴς, ὡς καὶ κόπον ἀπὸ τῆς βαδίσεως γίνεσθαι. Ἀλλ'
οὐ τότε οὕτως ἥξει, ἀλλ' οὕτω φανερῶς, ὡς μηδὲ χρείαν ἔχειν τοῦ προαγγέλλοντος
αὐτοῦ τὴν παρουσίαν. ∆ιὰ τοῦτο καὶ αὐτὸς δηλῶν αὑτοῦ τὸ περιφανὲς ἔλεγεν· Ἐὰν ἀκούσητε, ὅτι Ἰδοὺ ἐν τοῖς ταμιείοις,
μὴ εἰσέλθητε· ὅτι Ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐκπορεύεται
ἀπὸ ἀνατολῶν ἡλίου,
καὶ φαίνεται ἕως δυσμῶν· οὕτως ἔσται
ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, αὐτὴ ἑαυτὴν
δεικνύουσα καὶ ἀνακηρύττουσα. Καὶ γὰρ ἐπὶ
τῆς ἀστραπῆς τοῦτο συμβαίνει,
καὶ οὐ δεόμεθα τοῦ ἀπαγγέλλοντος, ἀλλ' ὁμοῦ τε ἐφάνη, καὶ γνωρίμη πᾶσι γέγονε, καὶ κατὰ ταὐτὸν πᾶσιν. Οὕτω καὶ ὁ
Παῦλός φησιν· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, ἐν τῇ ἐσχάτῃ
σάλπιγγι καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ ὁ προφήτης δὲ οὕτως αὐτὸν ἑώρα ἐπὶ τῶν νεφελῶν φερόμενον, καὶ ποταμὸν
ἔμπροσθεν συρόμενον, καὶ τὸ βῆμα τὸ φοβερὸν, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους.
Τότε γὰρ, τότε δικαστηρίου καιρὸς καὶ κρίσεως· διόπερ οὐκέτι ὡς ἰατρὸς, ἀλλ' ὡς
δικαστὴς φαίνεται. Ὁ γοῦν ∆ανιὴλ καὶ τὸν
θρόνον αὐτοῦ βλέπει, καὶ τὸν ποταμὸν πρὸ τοῦ βήματος ἑλκόμενον, καὶ πάντα ἀπὸ
πυρὸς αὐτῷ δείκνυται, τὸ ἅρμα, οἱ τροχοί. Ἀλλ' οὐχ ὅτε παρὰ τὴν ἀρχὴν
καὶ ἐν τῇ πρώτῃ παρουσίᾳ παρεγένετο, ἔδειξέ τι τοιοῦτον, οὐ πῦρ, οὐ ποταμὸν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλὰ φάτνη καὶ καταγώγιον, καὶ καλύβη, καὶ μήτηρ πενιχρά. Ἄλλως δὲ καὶ τὸ
ἄτρεπτον αὐτοῦ δείκνυσιν ἐντεῦθεν καὶ ἀναλλοίωτον.
Ἐπειδὴ γὰρ ἔφησε τὸν ἐπὶ τοῦ θρόνου καθήμενον τρίχα ἔχειν λευκὴν ὡσεὶ ἔριον, καὶ
ἱμάτιον ὡς χιόνα, ἵνα μὴ τρίχας νομίσῃς,
μήτε ἱμάτιον, ἀλλὰ τὸ καθαρὸν
καὶ τὸ διαυγὲς πῦρ πανταχοῦ εἶναι, λέγει· . Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά.
Οὕτω καὶ οὗτος ὁμοῦ τε τὸ ἀναλλοίωτον, καὶ ἄτρεπτον, καὶ φωτεινὸν,
καὶ ἀπρόσιτον διὰ τούτων ἐνδείκνυται
τῶν εἰκόνων. Καὶ οὐχ ἵσταται μέχρι
τοῦ πυρὸς, ἀλλὰ τὸ σφοδρὸν τῆς τιμωρίας παραστῆσαι βουλόμενος, ἐπάγει
λέγων· Καταιγὶς σφοδρά. Καταιγὶς δὲ λέγεται ἢ βῶλος χιόνος ἀφόρητος
τὸ ἐμπῖπτον ἅπαν παρασύρουσα καὶ καταστρέφουσα, ἢ ῥαγδαία
πνευμάτων ῥύμη τὸ αὐτὸ δὴ ἐργαζομένη, καὶ ἀφόρητος οὖσα
τοῖς
ἐντυγχάνουσι. ∆εῖξαι τοίνυν
βουλόμενος τὸ ἀφόρητον τῆς κολάσεως ἐκείνης, ταύτας παρήγαγε τὰς εἰκόνας.
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Πάλιν
τῶν στοιχείων μέμνηται, δι' ὧν τὰ μυρία γέγονεν ἀγαθὰ τῷ γένει τῶν ἀνθρώπων, οὐ μόνον πρὸς τὴν
τοῦ σώματος ζωὴν καὶ συγκρότησιν, ἀλλὰ καὶ αὐτῆς τῆς θεογνωσίας
τὴν ὑπόθεσιν. Τά τε
γὰρ κάλλη καὶ τὰ μεγέθη, καὶ οἱ τρόποι
τῶν θέσεων, καὶ αἱ οὐσίαι, ἐξ ὧν ταυτὶ συνέστηκε τὰ στοιχεῖα, καὶ τὰ ἐξ
αὐτῶν γενόμενα, τά τε καθολικῶς διὰ
παντὸς τοῦ χρόνου,
τά τε ἰδικῶς πολλάκις συμβαίνοντα,
ἅπαντα ταῦτα καὶ τὰ σώματα τρέφει καὶ συγκροτεῖ, καὶ πρὸς τὴν γνῶσιν τοῦ
ποιήσαντος χειραγωγεῖ. ∆ιὸ καὶ Παῦλος ἔλεγε·
Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ
δύναμις καὶ θειότης.
Καὶ πάλιν· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας
τὸν Θεὸν, τουτέστι, διὰ τῆς σοφίας
τῆς ἐν τοῖς
κτίσμασι φαινομένης, ὡς οὐ
μικρᾶς, ἀλλὰ καὶ σφόδρα
μεγίστης καὶ σαφεστάτης οὔσης διδασκαλίας. Καὶ τὰ καθ' ἡμέραν δὲ δι' αὐτῶν γινόμενα,
εἰ καὶ κατὰ φύσεως ἀκολουθίαν γίνεσθαι
δοκεῖ, ἀλλ' οὖν καὶ αὐτὰ τὸν ∆ημιουργὸν ἀνακηρύττει. Καὶ γὰρ τῆς φύσεως
∆εσπότης ὁ ∆ημιουργός.
γʹ. Μὴ θαυμάσῃς δὲ, εἰ πρὸς Ἰουδαίους ἀποτείνει τὸν λόγον, περὶ τῆς καθόλου κρίσεως διαλεγόμενος. Οὕτω γὰρ καὶ Παῦλός φησι· Θυμὸς καὶ ὀργὴ, θλίψις
καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου
τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως
ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.
Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Τί δήποτε, ὧν
μέλλει κατηγορεῖν, καὶ οὓς μέλλει
καταδικάζειν, ὁσίους ἐνταῦθα
καλεῖ; Τὴν κατηγορίαν
αὔξων, καὶ γνώρισμα μεῖζον τῇ τιμωρίᾳ τιθεὶς
τὴν τιμήν. Οὕτω καὶ ἡμεῖς ἐπειδὰν ἴδωμέν
τινας πεπλημμεληκότας, καὶ βουλώμεθα
αὐτῶν σφοδρότερον καθάψασθαι,
μετὰ τῶν ἀξιωμάτων αὐτοὺς καλοῦμεν, ὥστε βαρυτέραν ἐργάσασθαι τὴν
κατηγορίαν, λέγοντες· Κάλεσον τὸν διάκονον,
ἢ τὸν πρεσβύτερον. Ἐπεὶ οὖν καὶ οὗτοι βασίλειον ἱεράτευμα καὶ λαὸς περιούσιος ἐχρημάτιζον,
καὶ μέγα ἐπὶ τούτῳ ἐφρόνουν· καὶ ἐντεῦθεν ὑφαίνει τῶν ἐγκλημάτων τὸ μέγεθος. Τοὺς διατιθεμένους τὴν διαθήκην
αὐτοῦ ἐπὶ θυσίαις. Ἐπειδὴ μυρία τολμῶντες κακὰ, καὶ τοσαῦτα κακίας μεταχειρίζοντες εἴδη, ἁρπάζοντες, πλεονεκτοῦντες, φονεύοντες,
μοιχεύοντες, αἵματα ἐφ' αἵμασι ἀναμιγνύντες,
ἐνόμιζον μεγάλα κατορθοῦν, καὶ τὸν νόμον πληροῦν καὶ τὴν διαθήκην, εἰ πρόβατα θύσαιεν
καὶ μόσχους, ὀνειδίζων αὐτοῖς ἐντεῦθεν,
καὶ κωμῳδῶν αὐτούς φησι· Τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ
θυσίαις· τουτέστι, τοὺς νομίζοντας αὐτοῖς ἀρκεῖν εἰς σωτηρίαν
τὸ καταθύειν ἀλόγων
σώματα. Καὶ ἀναγγελοῦσιν
οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ. Πάλιν ἐνταῦθα τὸ διαλάμπον αὐτοῦ τῆς δικαιοσύνης, τὸ φαιδρὸν, τὸ σαφὲς,
τὸ ἀναντίῤῥητον, τὸ ὡμολογημένον δεῖξαι
βουλόμενος, εἰσάγει τὰ ἀναίσθητα στοιχεῖα, ἀνακηρύττοντα αὐτὴν
κατὰ τὸ αὐτὸ σχῆμα, ὅπερ ἔμπροσθεν ἔλεγεν· Ὅτι ὁ Θεὸς κριτής ἐστι. Τὰ δίκαια ὁρίζων ἑκάστῳ,
φησίν. Οὐδὲ γὰρ ἁπλῶς τὸ κρίνειν ἐνταῦθα τέθεικεν, ἀλλ' ἵνα δηλώσῃ, ὅτι καὶ δίκαιός
ἐστι, καὶ ἑτέροις τοῦτο παρέχει. Ἐπὶ γὰρ τοῦ Θεοῦ τὸ, Κριτὴς, ἀντὶ τοῦ, δίκαιος,
εἴληπται, καθὰ καὶ Παῦλος αὐτὸ τέθεικε λέγων· Ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
Τοῦτο γὰρ μάλιστα κρίσις, τοῦτο μάλιστα κριτὴς, οὐ τὸ ψηφίσασθαι ἁπλῶς, ἀλλὰ τὸ
δικαίως ψηφίσασθαι. Κριθήσονται δὲ Ἰουδαῖοι, καὶ οἱ τότε, καὶ οἱ μετὰ ταῦτα
παρανομήσαντες ἐπὶ τῆς Καινῆς· ἐκεῖνοι μὲν τὴν φύσιν καὶ τὸν νόμον κατήγορον ἔχοντες,
οὗτοι δὲ μετὰ τούτων καὶ τὰ παρὰ τοῦ Χριστοῦ γεγενημένα εἰς αὐτούς.
Τί γὰρ καὶ ἔχοιεν ἂν εἰπεῖν, ἢ ποίαν προβαλέσθαι αἰτίαν, δι' ἣν οὐκ ἐπίστευσαν;
Ἀλλὰ προσέχετε τοῖς
λεγομένοις, παρακαλῶ, ἵνα
δύνησθε τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Βέλτιον
γὰρ αὐτοὺς παρ'
ἡμῶν ἡττηθέντας νῦν
διορθωθῆναι, ἢ νομίζοντας νικᾷν ἀπελθεῖν ἐκεῖ, καὶ κατακριθῆναι παρὰ τοῦ κοινοῦ τῆς οἰκουμένης δικαστοῦ. Τί τοίνυν ἂν ἔχοιεν
εἰπεῖν Ἰουδαῖοι, τίνος ἕνεκεν
ἀνεῖλον τὸν Χριστόν; τί μικρὸν ἢ
μέγα ἐγκαλεῖν ἔχοντες; Ὅτι ἐποίει ἑαυτὸν Θεὸν, φησί. Καὶ μὴν οὐ ταῦτα ἦν τὰ ῥήματα
ἐν τῷ καιρῷ τοῦ σταυροῦ, ἀλλ' ἕτερά
τινα. Οὐ γὰρ ἔλεγον, Ὁ ποιῶν ἑαυτὸν Θεὸν, ἀλλ', Ὁ ποιῶν ἑαυτὸν βασιλέα, οὐκ
ἔστι φίλος τοῦ Καίσαρος. Καίτοι γε πολλάκις ἠθέλησαν αὐτὸν
βασιλέα χειροτονῆσαι, καὶ ἔφυγεν. Ἀλλὰ
πρὸ τούτου, φησὶν, ἐνεκάλουν, ὅτι ἐποίει ἑαυτὸν Θεόν. Καὶ
τί τοῦτο; Εἰ μὲν γὰρ ψευδῶς καὶ ἀδίκως, καὶ οὐκ ὢν, λόγον τὸ ἔγκλημα εἶχε· εἰ δὲ
δικαίως, προσκυνεῖσθαι αὐτὸν ἐχρῆν, οὐ σταυροῦσθαι. Ἴδωμεν τοίνυν
εἰ μὴ Θεὸς ὢν
ὄντως, ἐποίει ἑαυτὸν
Θεὸν, τουτέστιν, ἐδείκνυ καὶ ἐπέφαινε.
Πόθεν οὖν βούλει μαθεῖν; ἀπὸ τῶν
τότε; ἀπὸ τῶν νῦν; ἀπὸ τῶν παρὰ τὸν τόκον; Τίς οὖν ὑπὸ παρθένου ποτὲ ἐτέχθη;
τίς δὲ ἀστέρα ἔδειξε τοιοῦτον; τίς δὲ μάγους τοσαύτην ὁδὸν ἤγαγεν,
οὐκ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ πειθοῖ
καὶ ἀποκαλύψει; Ὁρᾷς τὴν κτίσιν ἅπασαν
ἐπιγνοῦσαν τὸν ∆εσπότην; Ἡ φύσις πρώτη παραχωρεῖ, καὶ οὐκ ἀντιλέγει, οὐδὲ ἀνθίσταται
λέγουσα· Οὐ λύω τὰς ὠδῖνας· οὐκ ἔμαθον ἐκ μήτρας παρθενικῆς παιδίον προφέρειν· οὐκ οἶδα γάμου
χωρὶς μητέρα ποιεῖν· ἀλλ' ἐξέστη καὶ παρεχώρησε τῶν οἰκείων ὅρων· τὸν γὰρ αὑτῆς
ἐπέγνω ∆εσπότην. Τεχθέντος πάλιν, ἄγγελοι παρεγένοντο, τὸν ἐν οὐρανοῖς ἐπὶ γῆς μηνύοντες, καὶ οὐρανὸς ἐγίνετο ἡ γῆ, ἅτε τοῦ βασιλέως ἐνταῦθα
ὄντος, καὶ Μάγοι
προσεκύνουν, ἐκ τοσούτου
διαστήματος ἀφικόμενοι· καὶ τὸ μὲν παιδίον
ἐπὶ φάτνης ἔκειτο
ἐν Παλαιστίνῃ, οἱ δὲ ἀπὸ τῆς
βαρβάρου χώρας τοσαύτην τιμὴν καὶ θεραπείαν προσῆγον, ὅσην εἰκὸς Θεῷ προσάγειν.
Ἀλλὰ ταῦτα μὲν ἴσως
οὐ παραδέξονται, ἕτερα δὲ ἐπιζητήσουσι
σημεῖα, τὰ κατὰ τὴν παροῦσαν γενεάν. Ἀλλ' οὐδὲ
τούτων ἀπορήσομεν. Τοιοῦτον
γὰρ ἡ ἀλήθεια· . περιῤῥεῖται
τοῖς δικαιώμασι. Μάλιστα μὲν γὰρ
οὐδὲ ἐνταῦθα ἔχουσί τινα ἀντιλογίας σκιὰν εἰπεῖν. Εἰ γὰρ καὶ μὴ παρῆς,
ὅτε ἐκ παρθένου ἐτίκτετο, τῷ προφήτῃ πιστεύειν ἔδει τῷ λέγοντι· Ἰδοὺ ἡ παρθένος
ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.
Εἰ μὴ παρῆς, ὅτε σάρκα
περικείμενος περιεπόλει τὴν γῆν, καὶ συνανεστρέφετο τοῖς δούλοις ὁ ∆εσπότης, ἔντυχε τῷ Ἱερεμίᾳ, κἀκεῖνός
σοι διαλέξεται οὕτω λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν.
Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ
τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις
συνανεστράφη.
δʹ. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὄψει τοὺς προφήτας, ὧν τὰ βιβλία εἰκῆ μέχρι σήμερον περιστρέφεις
καὶ ἐνοχλεῖς, ταύτης
ἕνεκεν τῆς ὑποθέσεως
σαφῶς ἀνακηρύττοντας ἅπαντα. Ἀλλ'
οἱ μὲν πρὸς τούτους ἀγῶνες καὶ εἴρηνται πολλάκις ἡμῖν, καὶ ῥηθήσονται· τέως δὲ
τῶν προκειμένων ἐχώμεθα. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς
κριτής ἐστιν. Ἐνταῦθά μοι τὴν δικαιοσύνην λέγειν δοκεῖ, τὴν πολλὴν
αὐτοῦ κηδεμονίαν, τὴν φιλανθρωπίαν τὴν εἰς αὐτοὺς
ἐκείνους, τὴν εἰς πάντας ἀνθρώπους πολυειδῆ τινα οἰκονομίαν
καὶ πολύτροπον, τὴν διὰ τῆς κτίσεως, τὴν διὰ τοῦ νόμου, τὴν διὰ τῆς χάριτος, τὴν
διὰ τῶν ὁρωμένων, τὴν διὰ τῶν ἀοράτων, τὴν διὰ
τῶν προφητῶν, τὴν διὰ τῶν ἀγγέλων, τὴν διὰ τῶν ἀποστόλων, τὴν διὰ τῶν κολάσεων, τὴν διὰ τῶν εὐεργεσιῶν, τὴν διὰ
τῶν ἀπειλῶν, τὴν διὰ τῶν ἐπαγγελιῶν, τὴν διὰ τῆς τάξεως τῆς κατὰ τὸν χρόνον. Ἄκουσον,
λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Ὅρα πάλιν ἐπιείκειαν καὶ
πραότητα ἐξ αὐτοῦ τοῦ προοιμίου. Ὡς γὰρ ἂν εἰ ἄνθρωπος πρὸς ἄνθρωπον εἴποι θορυβοῦντα καὶ ταράττοντα, Ἐὰν ἀκούῃς,
λαλῶ· ἐὰν προσέχῃς, ἐρῶ· οὕτω καὶ πρὸς τοὺς δούλους ὁ ∆εσπότης, Ἐὰν ἀκούῃς μου,
φησὶν, ἐρῶ. Καὶ γὰρ ἦσαν ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, καὶ οὐδὲ ἐπὶ
μικρὸν μετὰ ἡσυχίας παρεῖχον τῇ τῶν νόμων ἀναγνώσει τὴν ἀκρόασιν.
Καὶ τοῦτο δηλῶν τις
προφήτης ἔλεγεν ὁ ἐν Περσίδι
διατρίβων· Ἔσομαι αὐτοῖς ὡς φωνὴ
ψαλτηρίου ἡδυφώνου· καὶ συνεχῶς ἔλεγον
τοῖς προφήταις μὴ προφητεύειν, μᾶλλον
δὲ καὶ διεκρούοντο αὐτοὺς, καὶ ἐνοχλεῖσθαι
ἐδόκουν. Καὶ βασιλεὺς τοῦτο
φαίνεται ἀπειλῶν προφήτῃ
τινὶ καὶ προστάσσων, ὥστε μὴ ὀχλαγωγεῖν.
Ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς κεῖται, ἀλλὰ ἐπεὶ πρὸς ἀναισθήτους
ἐλάλει, καὶ πεπωρωμένους, καὶ κεκωφωμένους,
τὸν περὶ τῆς δεσποτείας αὐτοῦ κινεῖ
λόγον, ἀρχὴν ἀρίστην τῇ μετὰ ταῦτα διηγήσει διδοὺς ἐντεῦθεν,
καὶ δεικνὺς ὅτι ὀφείλουσιν αὐτῷ τὴν ἐλευθερίαν,
καὶ χρέος ἂν εἶεν δίκαιοι καταθεῖναι ὡς ∆εσπότῃ δοῦλοι, ὡς ∆ημιουργῷ ἔργα, ὡς τὰ
μέγιστα εὐεργετηθέντες, καὶ τοσαύτην τιμηθέντες τιμήν. Οὐκ ἐπὶ ταῖς θυσίαις .
σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός. Οὕτω γὰρ οἱ λοιποὶ κατηγοροῦσιν αὐτῶν
προφῆται, ἐπειδὴ τὸ πλέον τῆς ἀρετῆς παρορῶντες
μέρος, ἐν τούτοις τὰς ἐλπίδας τῆς
σωτηρίας εἶχον. Καὶ γὰρ εἰς ἀπολογίαν ἔμελλον αὐτὸ προβάλλεσθαι, ὅτι Θυσίας σπένδομεν, ὅτι Προσφέρομεν ὁλοκαυτώσεις. Ἀλλ' οὐκ ἐπὶ τούτοις εἰσῆλθον
δικασόμενος, φησὶν, οὐδὲ ὑπὲρ τούτων
ἐγκαλέσων, ὅτι παρώφθη ταῦτα. Ὁ δὲ Ἡσαΐας καὶ εὐτονώτερον αὐτῶν
καθικνεῖται λέγων· Τί μοι πλῆθος
τῶν θυσιῶν ὑμῶν; Πλήρης εἰμί. Ὁλοκαύτωμα κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα
ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καίτοι
πολλοὶ περὶ θυσιῶν εἰσιν εἰρημένοι
λόγοι· ἀλλ' οὐ
προηγουμένως αὐτοῦ βουλομένου
ταῦτα νομοθετεῖ, ἀλλὰ τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνοντος. Καὶ Ἱερεμίας δέ φησιν· Ἵνα τί μοι λίβανον ἐκ
Σαβᾶ φέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Καὶ πάντες δὲ, ὡς εἰπεῖν, οἱ προφῆται
οὐδὲν μέγα εἶναι τοῦτό φασι. ∆ιὸ καὶ αὐτὸς ἀρχόμενος οὕτως ἔφη· Ὁ Θεὸς ὁ Θεός
σου εἰμὶ ἐγώ· κἀντεῦθεν
δηλῶν, ὅτι ἀνάξιος
αὐτοῦ τῆς τοιαύτης
θεραπείας ὁ τρόπος. Καὶ γὰρ τὸν
Θεὸν οὐ διὰ καπνοῦ καὶ κνίσης, ἀλλὰ διὰ πολιτείας ἀρίστης καὶ ἀσωμάτου καὶ νοερᾶς θεραπεύεσθαι
δεῖ. Ἀλλ' οὐχ οἱ δαίμονες τῶν ἔξωθεν οὕτως, ἀλλὰ καὶ ἐπιζητοῦσι ταῦτα. Τοῦτο καί
τις παρ' Ἕλλησι ποιητὴς φαίνεται δεικνὺς, λέγων· ... Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
Ἀλλ' οὐχ ὁ Θεὸς ἡμῶν οὕτως.
Ἐκεῖνοι μὲν γὰρ αἱμάτων διψῶντες ἀνθρωπίνων, καὶ κατὰ
μικρὸν αὐτοὺς εἰς ταύτας τὰς
μιαιφονίας ἐνάγειν βουλόμενοι, ταῦτα ᾔτουν
συνεχῶς· αὐτὸς δὲ καὶ τῆς τῶν ἀλόγων ἀποστῆσαι σφαγῆς κατὰ μικρὸν ἐθέλων,
ἐχρήσατο τῇ συγκαταβάσει ταύτῃ,
καὶ συνεχώρησε θυσίας, ἵνα ἀνέλῃ
θυσίας. Οὐ δέξομαι ἐκ τοῦ οἴκου
σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων
σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία
τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ,
καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ὅρα πῶς κατὰ μικρὸν
ἀνάγει τῶν χαμαιζήλων τὴν
διάνοιαν, διανοίγων αὐτῶν
τὴν πεπωρωμένην γνώμην, καὶ
δεικνὺς ὅτι οὐ
δεόμενος ταῦτα ἐπέταξεν,
οὐδὲ ἀποδεχόμενος ἐνομοθέτησεν. Εἰ γὰρ ἐβουλόμην οὕτω θεραπεύεσθαι, φησὶ,
τὴν ὑφήλιον πᾶσαν ἔχων, καὶ αὐτὸς πάντων γενόμενος
δημιουργὸς, δαψιλεῖς ἂν παρεσκεύασά
μοι γενέσθαι θυσίας. Εἶτα καὶ κωμωδῶν αὐτοὺς
καὶ διασύρων, ὥστε καὶ πληκτικωτέραν γενέσθαι τὴν
κατηγορίαν, ἐπήγαγεν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ
τὸ πλήρωμα αὐτῆς. Ἐπειδὴ γὰρ αὐτὸς μὲν αὐτὰ συνεχώρησεν, ἵνα κατὰ μικρὸν αὐτοὺς
ἀπαγάγῃ τούτων, αὐτοὶ δὲ ἐναπέμειναν τῇ
εὐτελείᾳ, οὐδὲν μέγα ἐκ τῆς συγκαταβάσεως
ταύτης καρπωσάμενοι, διὰ τοῦτο παχύτερόν πως καὶ ἀνθρωπινώτερον διαλεγόμενός φησιν· Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· τουτέστιν,
Οὔτε πεινῶ· Θεὸς γὰρ οὐ πεινάσει, οὐ κοπιάσει·
οὔτε εἰ τούτοις
ἐβουλόμην θεραπεύεσθαι, ἠπόρουν
ἀπείρων θυσιῶν καὶ ὁλοκαυτωμάτων. Καὶ . γὰρ πρόκειταί μοι πάντα
μετὰ πολλῆς τῆς ἀφθονίας,
καὶ Κύριος αὐτῶν ὢν καὶ ∆εσπότης, τὰ ἐμὰ βούλομαι παρὰ σοῦ λαβεῖν, ἵνα
τούτῳ σε τῆς ὁδοῦ τῷ τρόπῳ πρὸς τὴν ἐμὴν ἐπισπάσωμαι φιλίαν, καὶ τῆς τῶν ματαίων ἀποστήσω συνηθείας.
εʹ. Εἶτα πάλιν ἐπὶ τὸ ὑψηλότερον ἀγαγών
φησι· Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα
τράγων πίομαι; Ταῦτα
γὰρ οὔτε ἀνθρώποις
ποιεῖν ἐπέταξα, φησὶν,
ἀλλὰ καὶ μεγίστην ὥρισα κόλασιν
τοῖς τὸ αἷμα ἐσθίουσι. Πῶς οὖν ἤμελλον αἵματος
δεήσεσθαι ὁ τοὺς δούλους ἀπάγων τοὺς ἐμοὺς τῆς τοιαύτης θοίνης; Ἐκβαλὼν τοίνυν
ταῦτα ἅπαντα, καὶ δείξας ἀνάξια αὐτοῦ, καὶ πολλὴν τῇ κατηγορίᾳ τὴν κωμῳδίαν ἀναμίξας,
οὐκ ἔστησε τὸν λόγον μέχρι τούτου,
ἀλλὰ δείκνυσιν ἑτέρας θυσίας τρόπον, ὅπερ ἐστὶν ἰατρείας ἀρίστης εἶδος, τῶν οὐδὲν ὠφελούντων
ἀπάγοντα, τὰ δυνάμενα διορθοῦν
ἐπιτιθέναι τοῖς τραύμασι. Μετὰ γὰρ
τὸ ταῦτα ἀπαρτίσαι, λέγει· Θῦσον τῷ
Θεῷ. Καὶ πῶς θύσω, φησίν; Αἵματος
χωρίς. Τοῦτο γὰρ μάλιστα θυσία Θεῷ πρέπουσα. ∆ιὰ τοῦτο εἰπὼν, Θῦσον τῷ Θεῷ, ἐπήγαγε,
Θυσίαν αἰνέσεως· τουτέστιν, εὐχαριστίας, ὕμνων
ἱερῶν, τῆς διὰ τῶν ἔργων δοξολογίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
Οὕτω ζῆθι, ὥστε δοξάζεσθαί σου τὸν ∆εσπότην. Ὅπερ καὶ ὁ Χριστὸς ἐδίδαξε
λέγων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν,
καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αἶνος γὰρ οὐδὲν ἕτερον ἢ ἔπαινός
ἐστι, δόξα καὶ εὐφημία. Ἔστω τοίνυν ὁ βίος σου τοιοῦτος, ὥστε εὐφημεῖσθαί σου τὸν ∆εσπότην, καὶ ἀπηρτισμένην εἰσήγαγες τὴν θυσίαν. Ταύτην καὶ ὁ Παῦλος ἐπιζητεῖ
τὴν θυσίαν, λέγων· Παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ
Θεῷ. Καὶ ἀλλαχοῦ πάλιν ὁ αὐτὸς προφήτης· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς,
μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ
Θεῷ ὑπὲρ μόσχον νέον κέρατα
ἐκφέροντα καὶ ὁπλάς.
Οὕτως ἔθυε καὶ Ἰὼβ μετὰ τὰς πληγὰς ἐκείνας τὰς ὑπὲρ
φύσιν, εὐχαριστῶν, καὶ ταῦτα φθεγγόμενος
τὰ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω
καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
εἰς τοὺς αἰῶνας. Καὶ ἀπόδος τῷ Ὑψίστῳ
τὰς εὐχάς σου. Τὰς ἱκετηρίας ἐνταῦθά φησιν, ὥστε διηνεκῶς τῇ δεήσει προσκαρτερεῖν, καὶ ἅπερ ἂν ἐπαγγελλώμεθα
μετὰ τάχους ἀποδιδόναι. Καὶ καλῶς εἶπεν· Ἀπόδος. Μετὰ γὰρ τὴν ἐπαγγελίαν χρέος τὸ πρᾶγμα γίνεται. Οὕτως Ἄννα
ἀπέδωκε τὸν υἱὸν, ὡς ὄφλημα μέγιστον.
Καὶ σὺ τοίνυν κἂν ἐλεημοσύνην ἐπαγγέλλῃ, κἂν σώφρονα βίον, κἂν ἕτερόν τι τοιοῦτον, σπεῦδε
πρὸς τὴν ἔκτισιν. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, κἂν μὴ ἐπαγγέλληται, χρεωστεῖ αὐτῷ τὰ τῆς ἀρετῆς. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ἃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν. Καίτοι τὴν παραβολὴν τοῦ
δούλου ἔλεγε τοῦ ἐλαχίστην διακονίαν, οὐχὶ κατακλιθῆναι, κελευομένου, ἀλλὰ
παρελθεῖν καὶ διακονεῖν. Καὶ ἕτερος δέ τίς φησιν·
Μὴ χρονίσῃς ἀποδοῦναι εὐχήν σου. Ἐπηγγείλω; Ἀπόδος, μή ποτε θάνατος ἐπελθὼν διακόψῃ. Καὶ τί πρὸς ἐμέ; φησίν· οὐ γὰρ κύριος
ἤμην τῆς ζωῆς. ∆ιὰ τοῦτο γὰρ ἐχρῆν μὴ χρονίσαι, τὸ ἄδηλον ἐννοοῦντα
τῆς ἐξόδου, καὶ ὅτι κύριος
οὐκ εἶ τῆς ζωῆς καὶ τῆς ἐντεῦθεν ἀποδημίας. Ὥστε ἡ δοκοῦσα ἀπολογία
κατηγορία ἐστίν. Οὐδὲ γὰρ τοῦ θανάτου λοιπὸν τὸ μὴ ἀποδοῦναι γέγονεν, ἀλλὰ τῆς
σῆς μελλήσεως καὶ ἀναβολῆς. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, .καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Ὁρᾷς ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἀντίδοσιν διδομένην; Τί τοίνυν
τῆς τοιαύτης φιλανθρωπίας ἴσον γένοιτ' ἂν, ὅταν
καὶ αὐτῆς τῆς ἀρετῆς μισθοὺς ἡμῖν
διδῷ, καὶ μισθοὺς πολλῷ μείζονας τῶν πόνων, καὶ σφόδρα ἐν καιρῷ διδομένους; Καὶ
διὰ τί, φησὶν, εἶπεν· Ἐπικάλεσαί με; διὰ τί ἀναμένει καλεῖσθαι παρ' ἡμῶν; Μείζονα τὴν οἰκείωσιν ἡμῖν ποιῆσαι βουλόμενος, καὶ τὴν πρὸς αὐτὸν
φιλίαν θερμοτέραν, καὶ τῷ δοῦναι, καὶ τῷ καλεῖσθαι, καὶ τῷ λαμβάνειν. Καὶ γὰρ ἡ
ἀρετὴ πρὸς Θεὸν οἰκειοῖ, καὶ ἡ ἀντίδοσις τὸ αὐτὸ ἐργάζεται· καὶ ἡ εὐχὴ πάλιν ταύτην συγκροτεῖ τὴν οἰκείωσιν. ∆ιὰ τοῦτό φησι· ∆ός μοι, καὶ δίδωμί σοι. Καὶ ἐν τῷ διδόναι δὲ σὺ λαμβάνεις· αὐτὸς γὰρ τούτων ἀνενδεής.
Ὥστε κἂν ἐπιεικὴς γένῃ, κἂν μέτριος,
κἂν σώφρων, οὐ τῷ Θεῷ τι προσέθηκας, ἀλλὰ σαυτὸν λαμπρὸν ἐποίησας καὶ ἀμείνω· ἀλλ'
ὅμως καὶ τούτων ὡς αὐτὸν ὠφελοῦντι μισθούς
σοι καὶ στεφάνους ὁρίζει μεγίστους. Καὶ
πρὸ τῶν στεφάνων δὲ ἐκείνων
οὐ μικρᾶς ἀπολαύεις ἡδονῆς,
ἀγαθῷ συντρεφόμενος συνειδότι, καὶ
χρησταῖς πτερούμενος ἐλπίσιν.
Ἡμέραν δὲ θλίψεως ἐνταῦθά φησιν, οὐ τὰς τῶν συμφορῶν, οὔτε
τὰς τῶν περιστάσεων, ἀλλ' ὅτι κἂν ἁμαρτία πολεμῇ, κἂν διάβολος
πολιορκῇ, ἐπιθυμίας εἰσάγων
πονηρὰς, πολλῆς ἀπολαύσῃ τῆς συμμαχίας. Καὶ ἐξελοῦμαί σε, καὶ
δοξάσεις με. Πάλιν ἐνταῦθα οὐ τῆς παρ' ἡμῶν δόξης δεόμενός φησι τοῦτο πῶς γὰρ ὁ τῆς δόξης Θεός;, ἀλλ' ὥστε διὰ τὸν τῆς εὐχαριστίας ὕμνον γίνεσθαι τῆς
εὐεργεσίας τὴν μνήμην, καὶ θερμοτέραν τὴν πρὸς αὐτὸν διάθεσιν, καὶ πρώτως εὐζωΐαν
μεγίστην λαμβάνειν.
ς ʹ. Οὐχ ἁμαρτήσεται δὲ τοῦ πρέποντος εἰπών
τις ἐνταῦθα ἡμέραν θλίψεως αὐτὸν λέγειν, καὶ τὴν μέλλουσαν ἡμέραν· ἡ γὰρ θλίψις
ἐκείνη ἄπαυστος. Ἐνταῦθα μὲν γὰρ καὶ θάνατος
ἐπιὼν λύει τὰς
συμφορὰς, καὶ φίλοι
παρακαλοῦντες, καὶ τέλος προσδοκώμενον, πολλάκις δὲ καὶ πραγμάτων μεταβολὴ ἐλπιζομένη, καὶ χρόνου μῆκος ἐμάλαξε
τῆς ψυχῆς τὸ πάθος, καὶ ἡ τῶν πλησίων δυσημερία. Τὸ γὰρ ἔχειν κοινωνοὺς τῶν ὀδυνηρῶν,
καὶ πολλὰ τοιαῦτα ὁρᾷν ὑποδείγματα, μέγα πολλοῖς
εἰς παραμυθίαν εἶναι ἔδοξεν. Ἐκεῖ δὲ οὐδὲν τοιοῦτόν ἐστιν· οὔτε γάρ τις
παρακαλῶν πάρεστιν, ἀλλ' ἐν ἐρημίᾳ φίλων ἅπαντές
εἰσιν. Οὐ χρόνου
μῆκος μαλάσσει τὴν ὀδύνην πῶς γὰρ
ἐπικειμένης τῆς φλογὸς
δι' ὅλου;· οὐκ ἐλπὶς ἀπαλλαγῆς· αἰωνία
γὰρ ἡ κόλασις· οὐ θανάτου
προσδοκία· ἀθάνατος γὰρ ἡ τιμωρία,
καὶ τὰ σώματα
δὲ τὰ κολαζόμενα ἀθάνατα· ἀλλ' οὐδὲ τοῦτο ὃ δοκεῖ
πολλοῖς παραμυθίαν φέρειν,
τὸ ἑτέρους ὁρᾷν ἐν κολάσει. Πρῶτον
μὲν γὰρ οὐδὲ ἰδεῖν ἔστι κολαζομένους, τοῦ σκότους ἀντὶ παντὸς διαφράγματος ἐπισκιάζοντος
τὰς ὄψεις· ἔπειτα ἡ ὑπερβολὴ τῆς ὀδύνης οὔτε ταύτης ἀφίησιν αἴσθησιν λαβεῖν τῆς
παραμυθίας. Ὁ γοῦν πλούσιος οὐδὲν ἔνθεν εἰς παραμυθίας ἐκαρπώσατο λόγον, οὐδὲ οἱ
τοὺς ὀδόντας βρύχοντες. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Εἶδες τὴν ἀπηρτισμένην λύραν, τὴν σύμφωνον κιθάραν, τὴν ἐν διαφόροις
φθόγγοις μίαν ἁρμονίαν ἠχοῦσαν; Τοῦτο γὰρ
τὸ νόημα, καὶ παρὰ ἀποστόλοις ἔστιν ἰδεῖν,
καὶ παρὰ προφήταις ἑτέροις κείμενον· καὶ Παῦλος μὲν οὕτω πώς φησι, δεικνὺς καὶ . αὐτὸς,
ὅτι οὐδὲν ὄφελος τοῦ διδάσκειν ἑτέρους, ὅταν τις ἑαυτὸν πρότερον
λαβὼν μὴ διδάσκῃ. Ἐπειδὴ γὰρ μέγα
ἐφρόνουν ὥσπερ ἐπὶ ταῖς θυσίαις, οὕτω καὶ
ἐπὶ τῷ νόμον ἔχειν, καὶ διδάσκαλοι τῶν ἄλλων χρηματίζειν, δεικνὺς, ὅτι οὐδὲν μέγα
καρποῦνται, ὅταν ἀδίδακτοι μένωσιν αὐτοὶ, καθαπτόμενος σφοδρότερον τῶν τοιούτων,
λέγει· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα, ἱεροσυλεῖς;
ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν
ἀτιμάζεις; ∆ιὰ τοῦτο καὶ
περὶ ἑαυτοῦ ἔλεγε· Φοβοῦμαι, μή πως ἄλλοις κηρύξας, αὐτὸς
ἀδόκιμος γένωμαι· καθαιρῶν τὸ φύσημα τῶν ἐπὶ τῇ τοῦ λόγου διδασκαλίᾳ μέγα φρονούντων,
αὐτῶν δὲ ἐρήμων ὄντων τῆς ἀρετῆς. Καὶ ἑτέρως
δὲ τὸν λόγον τοῦτον μεταχειρίζει πρὸς Ἰουδαίους ἀποτεινόμενος, ὅταν λέγῃ· Ὅταν
γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς
εἰσι νόμος. Καὶ πάλιν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ
ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ
προφήτης· Οἱ ἀντεχόμενοι τοῦ νόμου, οὐκ ἠπίσταντό με. Καὶ πάλιν· Εἰς μάτην ἐγενήθησαν
σχοῖνος ψευδὴς γραμματεῦσι. Τίνος ἕνεκεν; Ὅτι τρυγὼν καὶ
χελιδὼν, καὶ ἀγροῦ στρουθία ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω
τὰ κρίματά μου. Οὗτος δὲ οὐ μόνον οὐδὲν κερδαίνειν φησὶν ἐκ τοῦ διδάσκειν ἑτέρους
τὸν μὴ μετιόντα τὴν ἀρετὴν, ἀλλὰ καὶ ἐκβάλλειν
ταύτης αὑτὸν τῆς προεδρίας. Εἰ γὰρ
ἐπὶ τῶν ἔξωθεν δικαστηρίων
ὁ πεπλημμεληκὼς τῇ τῆς σιγῆς ἀτιμίᾳ κολάζεται,
πῶς ἂν ἐν κοινῷ
διδασκαλείῳ, φησὶ, φωνὴν ἔχοι ὁ
τῆς ἁμαρτίας ὑπεύθυνος; Μεῖζον δὲ τοῦτο τὸ διδασκαλεῖον τοῦ δικαστηρίου ἐκείνου.
Ἐκεῖ μὲν γὰρ οἱ κολαζόμενοι τίνουσι
τιμωρίας· ἐνταῦθα δὲ ἅπαντα γίνεται, ὥστε μὴ κολασθῆναι τοὺς πεπλημμεληκότας, ἀλλὰ
τῇ μετανοίᾳ διορθώσασθαι
τὸ πλημμεληθέν. Καὶ ἐν
ταῖς βασιλικαῖς δὲ αὐλαῖς
οὐδεὶς ἂν γένοιτο
ἑρμηνεὺς βασιλικῆς φωνῆς
ἐπὶ βίῳ διεφθαρμένῳ ἁλούς. Τίνος γὰρ ἕνεκα διηγῇ δικαιώματα, καὶ
διδάσκεις ἑτέρους, καὶ μὴν τοὐναντίον ποιεῖς,
τοῦ βίου σου τοῖς
λεγομένοις ἀντιφθεγγομένου, καὶ ἐνίους
τῶν βουλομένων προσέχειν ἀποστρέφεις; Οὐ γὰρ οὕτω διδάσκεις διὰ τῶν λόγων,
ὡς ἀπάγεις διὰ τῶν πραγμάτων. ∆ιὰ τοῦτο
καὶ ὁ Χριστὸς ἐκεῖνον ἐπαινεῖ τὸν διδάσκαλον, τὸν διὰ τῶν ἔργων καὶ διὰ τῶν ῥημάτων
ἀπηρτισμένην ἐπιδεικνύντα τὴν διδασκαλίαν.
Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἐχέτω τοίνυν
σου λαμπρὰν φωνὴν
ὁ βίος, ταῦτα
διδάσκουσαν· κἂν τὸ στόμα
ἀποφράξῃς, σάλπιγγος λαμπρότερον
ἠχήσεις, καὶ εἰς τοὺς παρόντας,
καὶ εἰς τοὺς πόῤῥωθεν ὄντας. Οὕτως ὁ οὐρανὸς διηγεῖται δόξαν Θεοῦ. οὐ στόμα ἔχων, οὐ γλῶσσαν κινῶν, οὐδὲ πνεῦμα κάτωθεν προϊέμενος, ἀλλὰ τῷ κάλλει τῆς ὄψεως τὸν θεατὴν εἰς θαῦμα τοῦ δημιουργοῦ παραπέμπων. Ὅπερ οὖν ἐστιν ἐκεῖ ἐπὶ τοῦ οὐρανοῦ τὸ κάλλος
τῆς ὄψεως, τοῦτο ἔστω ἐπὶ τῆς ψυχῆς τῆς
σῆς ἡ ἀρετή. Ἂν δὲ κατεῤῥυπωμένος, καὶ μυρίους
κατηγόρους ἔχων, καὶ πρὸ πάντων τὸ συνειδὸς, σπουδάζῃς ἐπιλαμβάνεσθαι θρόνου
διδασκαλικοῦ, ἐπειδὰν κακίας κατηγορῇς, οὐχ ἑτέρων μᾶλλον ἢ σαυτοῦ κατηγορήσεις.
Καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός
σου; Καλῶς εἶπε· ∆ιὰ στόματος. Ἡ γὰρ καρδία ἔρημός ἐστι τῶν ἐντεῦθεν καρπῶν, καὶ
τὰ χείλη κινεῖται μάτην, καὶ ἐπὶ
κατακρίσει τοῦ λέγοντος.
Ἂν δὲ τὴν διάνοιάν
τις ἐρευνήσῃ, πολὺν εὑρήσει τὸν πόλεμον ὄντα. Σὺ δὲ ἐμίσησας
παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὸ
ὀπίσω. Παιδείαν ἐνταῦθά
φησι τὴν τοῦ νόμου διδασκαλίαν,
τὴν τὴν ψυχὴν ῥυθμίζουσαν, τὴν τὴν κακίαν ἀπελαύνουσαν,
καὶ τὴν ἀρετὴν καταφυτεύουσαν. Πῶς οὖν αὐτὴν
μεταχειρίζεις, καὶ εἰς ἑτέρους
σπείρεις, αὐτὸς διὰ τῶν ἔργων αὐτὴν
μὴ ἔχων; Ἐξέβαλες γὰρ, φησὶ, τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
ζʹ. Οὐ γὰρ μόνον οὐ προέθηκάς τι παρὰ τῆς
τοῦ νόμου διδασκαλίας, ἀλλὰ καὶ ὃ ἀπὸ τῆς φύσεως ἔχεις, ἐπήρωσας. Τῶν γὰρ οὐ
πρακτέων, καὶ τῶν μὴ τοιούτων φυσικῶς ἔγκεινται ἡμῖν οἱ
λόγοι. Σὺ δὲ αὐτοὺς ἀπώσω, καὶ οὐκ εἶχες ἐν μνήμῃ.
Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν
μερίδα σου ἐτίθεις. Ἐπειδὴ γὰρ οὐκ
ἔστιν ἄνθρωπον εὑρεῖν ἀναμάρτητον καθόλου· διὸ καί τις ἔλεγε· Τίς καυχήσεται ἁγνὴν
ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; καὶ Παῦλος εἰπὼν,
Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἐπήγαγεν· Ἀλλ' οὐκ ἐν
τούτῳ δεδικαίωμαι· καὶ, ∆ίκαιος
δὲ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ, εὔδηλον ὅτι τῶν ἡμαρτημένων αὐτῷ· ἵνα οὖν μηδεὶς
ἔχῃ
λέγειν, ὅτι Εἰ πάντες ἐν ἁμαρτίαις, τὸν δὲ ἁμαρτωλὸν ἐκέλευσε μὴ διηγεῖσθαι τὰ δικαιώματα, τίς ἔσται ὁ διηγησόμενος; ἵνα
μή τις οὖν ταῦτα λέγῃ, τίθησι καὶ κατ' εἶδος ἁμαρτιῶν εἴδη. Ἔστι
γὰρ ἁμαρτία πρὸς θάνατον, καθάπερ
καὶ ὁ Ἠλεὶ ἔλεγεν·
Ἐὰν ἁμαρτὼν ἁμάρτῃ ἄνθρωπος, προσεύξεται περὶ αὐτοῦ ὁ ἱερεύς· ἐὰν δὲ τῷ
Κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;
Καὶ ἐν τῷ νόμῳ δὲ
τὰ μὲν ἦν ἀνίατα,
ὡς καὶ θανάτῳ κολάζεσθαι· τὰ δὲ εἶχέ τινα ταχίστην
παραμυθίαν· οὕτω καὶ ὁ Χριστὸς ἐν τῇ Καινῇ· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, φησὶν, ἔλεγξον
αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε ἔτι μετὰ σαυτοῦ δύο,
φησίν. Ἐὰν μηδὲ τούτων ἀκούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ τελώνης. Καίτοι γε ἀλλαχοῦ εἰπόντος
τοῦ Πέτρου· Ποσάκις, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός μου εἰς ἐμὲ, ἀφήσω αὐτῷ;
καὶ ἀκούσαντος· Ἕως ἑβδομηκοντάκις ἑπτά· ἐνταῦθα δὲ μετὰ δύο παραινέσεις μέγα δείκνυσι
τὸ πλημμέλημα, καὶ οὐκ ἀναγκάζει
παραμεῖναι πάλιν. Τί οὖν; ἐναντία ταῦτα ἐκείνων; Ἄπαγε· ἀλλὰ
τὸ, Ἑβδομηκοντάκις ἑπτὰ, ἐὰν μετανοῇ, λέγει. Πῶς γὰρ ἄν τις ἀφήσει τῷ
μηδὲ ἡμαρτηκέναι ὁμολογοῦντι, μηδὲ
μετανοοῦντι; Καὶ γὰρ τὸν ἰατρὸν φάρμακα ἀπαιτοῦντες, καὶ τὸ ἕλκος δείκνυμεν. Τίς οὖν ἐστιν ὁ ἁμαρτωλὸς, περὶ οὗ φησιν ἐνταῦθα ἡ
Γραφή; Ἀκούσωμεν μετὰ ἀκριβείας. Καὶ γὰρ ὑπογράφει αὐτὸν, διὰ τῶν ἑξῆς οὕτω λέγων· Εἰ ἐθεώρεις
κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν
μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε
κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
Εἶδες καθάπερ ἐν εἰκόνι τῆς κακίας τὰ χρώματα, καὶ πῶς θηρίον ὁ πονηρὸς
γέγονε τῇ κακίᾳ, τῆς φύσεως τὴν εὐγένειαν προδούς; Μὴ τοίνυν ἁπλῶς ἐπέλθωμεν τὴν
εἰκόνα, ἀλλ' ἀκριβῶς καὶ καθ' ἕκαστον ἐξετάζον .252 τες.
Εἰ ἐθεώρεις κλέπτην, φησὶ,
συνέτρεχες αὐτῷ. Τοῦτο πάντων
αἴτιον τῶν κακῶν· τοῦτο μάλιστά ἐστι τὸ ἀνατρέπον ἀρετὴν, τὸ ἐκλύον τὴν περὶ τὰ καλὰ τῶν πολλῶν σπουδὴν, ὅταν μὴ
μόνον μὴ ἐπιτιμῶσί τινες, ἀλλὰ καὶ συνήδωνται
τοῖς ἁμαρτάνουσι. Τοῦτο τοῦ
ἁμαρτάνειν οὐκ ἔλαττον.
Ἄκουσον γοῦν Παύλου λέγοντος· Οὐ
μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Οὐ μικρὸν δὲ καὶ τοῦτο
ἁμάρτημα, κἂν μὴ πράττῃ τις τὰ κακὰ, τὸ συνήδεσθαι τοῖς κακοῖς. Ὁ μὲν γὰρ ἔχει
τὴν ἀνάγκην εἰπεῖν,
τὴν πενίαν αἰτιάσασθαι, εἰ καὶ μὴ εὔλογοι
αἱ προφάσεις· σὺ δὲ πόθεν ἐπαινεῖς
τὸ γεγενημένον, οὐδὲ
τὴν ἐξ αὐτοῦ καρπούμενος ἡδονήν; Κἀκεῖνος μὲν ἴσως καὶ
μεταγνώσεται· σὺ δὲ καὶ ταύτας ἀποκλείεις τὰς θύρας, καὶ τὸ φάρμακον ἀναιρεῖς, καὶ ἀνατρέπεις
τὴν τοσαύτην παραμυθίαν, πάντοθεν ἑαυτῷ
προσχωννὺς τὸν λιμένα τῆς ἐπὶ τὴν μετάνοιαν ἐπανόδου. Ὅταν οὖν ἴδῃ σε, τὸν ἐκτὸς τῆς ἁμαρτίας,
καὶ τὸν ὀφείλοντα ἐπιτιμῆσαι, οὐ μόνον μὴ ἐπιτιμῶντα, ἀλλὰ καὶ συσκιάζοντα, καὶ μὴ συσκιάζοντα μόνον,
ἀλλὰ καὶ συμπράττοντα,
τί ἡγήσεται περὶ ἑαυτοῦ; τί δὲ περὶ τοῦ τολμηθέντος; Ὡς γὰρ
τὰ πολλὰ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ
διανοίας μόνον ταύτας
περὶ τῶν πρακτέων
φέρουσι τὰς ψήφους,
ἀλλὰ καὶ ἐκ τῆς ἑτέρων
προαιρέσεως διαφθειρόμενοι· κἂν μὲν ἴδῃ πάντας ἀποστρεφομένους αὐτὸν ὁ
ἡμαρτηκὼς, μέγα τι
καὶ πονηρὸν ἡγήσεται
εἰργάσθαι· ὅταν δὲ μὴ μόνον
μὴ ἀγανακτοῦντας, μηδὲ δυσχεραίνοντας, ἀλλὰ
καὶ πράως φέροντας,
καὶ συνεφαπτομένους, τὸ ἐκ τοῦ συνειδότος
διαφθείρας λοιπὸν δικαστήριον,
τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ, τί οὐ τολμήσει; πότε δὲ καταγνώσεται ἑαυτοῦ, καὶ παύσεται τοῦ ἀδεῶς ἁμαρτάνειν; ∆ιὸ
χρὴ, κἂν πράττῃ τις τὸ πονηρὸν, καταγινώσκειν
ἑαυτοῦ· ὁδὸς γὰρ τοῦτο ἐπὶ τὸ ἀποστῆναι τοῦ πονηροῦ· κἂν μὴ πράττῃ τὰ
καλὰ, ἐπαινεῖν τὰ καλά. Ὁδὸς γὰρ ἐπὶ τὴν
ἐργασίαν ἡ προθυμία. Ἐνταῦθα μέντοι, ἐπειδὴ καὶ συνεφάπτεται τῶν γινομένων, εἰκότως αὐτὸν μεθ' ὑπερβολῆς στίζει πάσης. Εἰ γὰρ ἐπιτιμωμένη ἡ κακία τοσοῦτον ἀνθεῖ,
καὶ ἐπαινουμένη ἡ ἀρετὴ μόλις ἐκκαλεῖται
πρὸς τοὺς ἱδρῶτας τοὺς ἑαυτῆς· τί ἔσται εἰ μὴ τοῦτο γένοιτο; Τοῦτο ἴδοι τις ἂν
καὶ ἐν χορῷ ἱερέων πολλάκις γινόμενον·
εἰ δὲ ἐπὶ τῶν μαθητῶν χαλεπὸν
τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν διδασκάλων.
ηʹ. Τί ποιεῖς, ἄνθρωπε; Παρεβάθη ὁ νόμος,
κατεφρονήθη σωφροσύνη, πλημμελήματα τοσαῦτα
ἐτολμήθη παρά τινος τῶν ἱερωμένων, τὰ ἄνω κάτω γέγονε, καὶ οὐ φρίττεις; Ἀλλ' ὁ
μὲν προφήτης καὶ αὐτὰ τὰ ἀναίσθητα στοιχεῖα καλεῖ πρὸς ἔκτασιν καὶ κοινωνίαν τοῦ
θρήνου τῶν κοινῇ
πεπλημμελημένων κακῶν, Ἐξέστη ὁ οὐρανὸς,
λέγων, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. Καὶ πάλιν· Πενθήσει ὁ Κάρμηλος, πενθήσει
οἶνος, πενθήσει ἄμπελος. Καὶ τὰ μὲν ἄψυχα
πενθεῖ, καὶ στένει, καὶ
συναγανακτεῖ τῷ
∆εσπότῃ· σὺ δὲ ὁ λογικὸς οὐκ ἀλγεῖς; οὐκ ἐπιτιμᾷς,
οὐ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ Θεοῦ νόμων,
ἀλλὰ καὶ κοινωνεῖς; Καὶ ποίαν
ἂν σχοίης συγγνώμην; Μὴ γὰρ ὁ Θεὸς
ἐκδίκουδεῖται· μὴ γὰρ βοηθούντων χρῄζει;
ἀλλὰ βούλεταί σε ὑπηρέτην τούτου γενέσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσῃς, ἐν τῇ
καθ' ἑτέρου ἀγανακτήσει σωφρονέστερος γινόμενος, ἵνα κἀντεῦθεν τὸ φιλόθεόν
σου δείξῃς. Ὅταν γὰρ ἁμαρτόντος ἑτέρου παραδράμῃς, καὶ μὴ ἐπεξέλθῃς, μηδὲ
ἀλγήσῃς, ῥᾳθυμοτέραν σου τὴν ψυχὴν ποιεῖς καὶ εὐέμπτωτον, καὶ μάλιστα πολλάκις παρασκευάζεις τοῖς αὐτοῖς
περιπεσεῖν· κἀκεῖνον δὲ οὐ τὰ τυχόντα παραβλάπτεις τῇ ἀκαίρῳ χάριτι ταύτῃ, αὐστηροτέρας
αὐτῷ ποιῶν τὰς ἐν τῷ μέλλοντι εὐθύνας,
καὶ πρὸς τὰ παρόντα ῥᾳθυμότερον κατασκευάζων. Ταῦτα δὲ οὐ περὶ κλεπτῶν μόνον εἴρηται,
ἀλλὰ καὶ περὶ παντὸς ἁμαρτήματος· τὸ δὲ ἔσχατον τέθεικε τῶν πλημμελημάτων, ἵν' εἰδῇς ὅτι ὁ ἐπὶ τῷ
τοιούτῳ συγγνώμην οὐκ ἔχων,
πολλῷ μᾶλλον ἐφ' ἑτέρου οὐκ ἀπολαύσεται ταύτης τῆς παραμυθίας. Ἄκουσον
γοῦν καὶ ἑξῆς τί φησι· Καὶ μετὰ μοιχῶν τὴν
μερίδα σου ἐτίθεις· ἐπὶ τὸ μεῖζον ἐλθών. Πολλῷ γὰρ ἐκεῖνο τούτου ἔλαττον. Καί
τις τῶν ἁμαρτημάτων τούτων σύγκρισιν ποιούμενος οὕτως ἔλεγεν· Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει
γὰρ ἵνα τὴν
ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν. Εἰ τοίνυν τοῦτο ἀσύγγνωστον,
πολλῷ μᾶλλον μοιχεία. Ἐνταῦθα δὲ μοιχείαν τὴν πορνείαν φησίν. Ἂν τοίνυν ἴδῃς
τινὰ τῶν μετὰ σοῦ ἀγελαζομένων πορνεύοντα,
καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τῇ τούτων διανομῇ· Ὁ δεῖνα ἀνάξιος τῶν μυστηρίων,
κώλυσον τὰς βεβήλους χεῖρας. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα ἄξιος, ἐννόησον, οἷ προβήσεται τὰ τῆς κολάσεως
αὐτῷ, ὅταν καὶ τῆς
ἱερᾶς ἅπτηται τραπέζης, οὐκ αὐτῷ δὲ μόνον, ἀλλὰ καὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπε, Καὶ ἐμοίχευες,
ἀλλὰ, Μετὰ μοιχῶν
τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ,
ἡλίκον ἐστὶ κακὸν
ἐκ τοῦ περιστέλλειν τῶν ἄλλων
τὰς σηπεδόνας, ὅπου γε καὶ κοινωνὸν
αὐτόν φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας, καὶ οὐκ ἔλαττον ἢ ἐκεῖνος. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ
καὶ ἀσύγγνωστος ἡ πρόφασις, καθὰ ὁ κλέπτης τὸν λιμόν· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν, τῆς ἡδονῆς
οὐκ ἀπολαύων, τῆς κολάσεως
κοινωνεῖς καὶ μεριστὴς γίνῃ; ∆ιὰ δὴ τοῦτο
καὶ οἱ ἔξωθεν δικασταὶ οὐχὶ τοὺς τολμήσαντας μόνον, ἀλλὰ καὶ τῶν οἰκετῶν ἂν ἴδωσι συνειδότας τῷ πράγματι
κολάζουσι, καὶ οἱ παραδιδόντες
δεσπόται ἡδέως ἂν τὸ αἷμα αὐτῶν ἐκπίοιεν, καὶ τῶν σαρκῶν ἀπογεύσαιντο,
καὶ αὐτοῖς λογίζονται τὴν ἐξουσίαν τοῦ
γεγενημένου οὐκ ἔλαττον,
ἢ τῇ μοιχευθείσῃ. Οἱ γὰρ τὰ παραπετάσματα μὴ ἀναστείλαντες, αὐτοὶ πλείονα
τὴν ἐξουσίαν τοῖς κρυπτομένοις δεδώκασιν· οὗτοι καὶ τὴν μοιχευθεῖσαν καὶ τὸν ἠδικημένον ὕβρισαν ἄνδρα καὶ αὐτὸν τὸν μοιχεύσαντα. Εἰ γὰρ
προκατήγγειλαν, εἰ γὰρ δῆλον ἐποίησαν, πᾶσαν
ἂν τὴν ἄγραν ἐσόβησαν. Καὶ καθάπερ ἐκεῖνοι μάλιστά
εἰσιν οἱ ἐμβάλλοντες εἰς τὰς πάγας, οἱ τὰς
πάγας περιστέλλοντες, καὶ περικαθήμενοι τοῖς μέλλουσιν ἁλίσκεσθαι, καὶ πάντοθεν
ἅπαντα κρύπτοντες δόλον, καὶ μήτε ψόφον, μήτε ἄλλο τι συγχωροῦντες γενέσθαι
τὸ δυνάμενον σοβῆσαι τὴν θήραν·
οὕτω δὴ καὶ ἐνταῦθα, ἂν
παρακαθίσῃς τῇ κειμένῃ παρὰ
τοῦ διαβόλου παγίδι,
καὶ εἰδὼς μέλλοντα
ἐμπίπτειν τὸν μοιχὸν
μὴ θορυβήσῃς, μηδὲ πτοήσῃς, τότε μάλιστα αὐτὸν ἀπολεῖς. Μὴ γάρ μοι ἐκεῖνο
τὸ ῥῆμα λέγε τὸ πολλῆς γέμον ἀναλγησίας·
Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ· τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ
σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγε· Μηδεὶς τὸ ἑαυτοῦ
ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου. Ἵνα, φησὶν,
εὕρῃς τὸ σαυτοῦ, ζήτει τὸ τοῦ ἑτέρου. Τὸ στόμα σου ἐπλεόνασε κακίαν,
καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας.
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ
κατὰ τοῦ υἱοῦ τῆς
μητρός σου ἐτίθεις σκάνδαλον.
Ἵνα γὰρ μὴ λέγῃ· Ἀπὸ φιλανθρωπίας ταῦτα ποιῶ· μάλιστα μὲν, ποία ἂν εἴη τοῦτο
φιλανθρωπία, τὸν μέλλοντα εἰς βάραθρον ἐμπίπτειν μὴ κωλύειν, μηδὲ ἀναστέλλειν; τὸ χαρίζεσθαι ἡδονῇ
ἀδίκῳ; τὸ περιορᾷν δηλητήριον φάρμακον πίνοντα;
Πλὴν ἀλλ' οὐδὲ τοῦτο δυνήσῃ λέγειν. Ὅτι
γὰρ οὐ φιλανθρωπίας τοῦτο, ἀλλ' ὕπνου καὶ
νωθείας καὶ ῥᾳθυμίας,
πῶς τὸν ἀδικοῦντα
ἀφεὶς τὸν οὐδὲν ἠδικηκότα ἀδελφὸν κακῶς λέγεις; πῶς ἐπιβουλεύεις
τῷ μηδὲν ἠδικηκότι, μηδὲ πεπλημμεληκότι;
Ὅρα κακίαν ἑκατέρωθεν εἰς ἄκρον ἐκτεινομένην. Τὸν μὲν ὑπὸ τῆς ἐπιθυμίας μεθύοντα
οὐ κωλύεις μεθύειν, ὥστε σωφρονῆσαι, τὸν δὲ οὐδὲν ἠδικηκότα κολάζεις. Καθήμενος γὰρ κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον.
θʹ. Ὅρα πῶς τῇ ἐπεξηγήσει τὴν κατηγορίαν αὔξει. Τὸν τὰς αὐτὰς λύσαντά σοι, φησὶν, ὠδῖνας,
τὸν τῆς αὐτῆς σοι κεκοινωνηκότα νηδύος,
τὸν οἰκίας καὶ τραπέζης καὶ τροφῆς μετασχόντα τῆς αὐτῆς, τὸν ἀπὸ μιᾶς βλαστήσαντα
ῥίζης, τὸν τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν, τὸν ἐκ πρώτης ἡλικίας συναναβάντα
σοι, τοῦτον κακῶς λέγεις, καὶ οὐ κακῶς λέγεις
μόνον, ἀλλὰ καὶ εἰς ἔργον τὴν ἐπιβουλὴν
ἐξάγεις; Τοῦτο γάρ ἐστιν, Ἐτίθεις
σκάνδαλον. Εἰ δὲ τὸν φυσικῶν
κοινωνήσαντα ὠδίνων οὐ δεῖ λέγειν
κακῶς, πολλῷ μᾶλλον τὸν
πνευματικῶν. Μὴ τοίνυν
μήτε τὸν μέλλοντα
ἁμαρτεῖν ἔα καταπίπτειν, μήτε τὸν οὐδὲν ἠδικηκότα διάβαλλε καὶ λοιδόρει.
Τὸ μὲν γὰρ φθόνου, τὸ δὲ ἀναλγησίας· τὸ γὰρ μὴ ἀναχαιτίζειν τὸν μέλλοντα πίπτειν, ἀναλγησίας· φθόνου δὲ, τὸ τὸν ἑστῶτα
καταβάλλειν. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς τὸν
κατήγορον αἰνίττεται, ἀλλὰ τὸν μετὰ δόλου καὶ σπουδῆς τὸ ἔργον τοῦτο
ποιούμενον. Καθήμενος γὰρ, φησὶ, κατὰ τοῦ
ἀδελφοῦ σου κατελάλεις. Καὶ ὁ μὲν
Κάϊν τὸν ἀδελφὸν ἀνελὼν,
ἕνα μόνον τῆς παρούσης ζωῆς ἐξήλασεν· οὗτοι δὲ μυρίους,
δι' ὧν κακῶς λέγουσι, καταβάλλουσι, καὶ ἑαυτοὺς
πρώτους. Οὐ γὰρ τὸν κατηγορούμενον μόνον,
ἀλλὰ καὶ ἑτέρους βλάπτουσι· μᾶλλον δὲ ἐκείνους
μόνον τοὺς παραδεχομένους. Ὁ γὰρ κακῶς
ἀκούων ψευδῶς, οὐ μόνον
οὐκ ἠδίκηται, ἀλλὰ καὶ μισθὸν ἔχει
μέγιστον. Οὐ γὰρ ὁ πάσχων, ἀλλ' ὁ δρῶν κακῶς, οὗτός ἐστιν ὁ τῆς τιμωρίας ἄξιος·
οὕτω καὶ ὁ λέγων, οὐχὶ ὁ ἀκούων, μόνον ἂν μὴ παράσχῃ λαβὰς τῆς κακηγορίας εὐλόγους
ἐκεῖνος. Μὴ δὴ οὖν τοῦτο σπουδάζωμεν, ὥστε μὴ κακῶς ἀκούειν τοῦτο γὰρ ἀμήχανον·
καὶ ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα,
Οὐαὶ ὑμῖν,
ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες
ἄνθρωποι, ἀλλ' ὅπως ἡμεῖς
μὴ παράσχοιμεν λαβάς. Καὶ γὰρ ὁ βουλόμενος παρὰ πάντων ἀκούειν καλῶς,
πολλαχοῦ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυσι,
δόξης ἐρῶν ἀνθρωπίνης,
διακονούμενος ἐν οἷς οὐ δεῖ, ἀρέσκων ἐν οἷς οὐ χρὴ, ὥστε ὠνήσασθαι τὴν
παρ' αὐτῶν χάριν. Πάλιν ὁ καταφρονῶν τοῦ
παρὰ πάντων ἀκούειν κακῶς, καὶ ἑαυτὸν προσαπόλλυσιν. Ὥσπερ γὰρ ἀμήχανον παρὰ πάντων
ἀκούειν καλῶς τὸν ἐνάρετον, οὕτως ἀμήχανον μὴ παρὰ πάντων ἀκούειν κακῶς, τὸν πολλὰς πολλαχόθεν παρασχόντα τοῦ κακῶς ἀκούειν λαβάς. Ἂν δὲ τὸ ἀπρόσκοπόν σου παρέχοντος ὦσιν οἱ
κατηγοροῦντες, τότε σοι καὶ πλείων ὁ μισθὸς, καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων ἐγίνετο, καὶ τῶν γενναίων ἐκείνων
ἀνδρῶν. Χρὴ δὲ κἀκεῖνο εἰδέναι, ὅτι κἂν λέγῃ τις κακῶς ἐπὶ πράγματι, οὗ
τὸ συνειδὸς ἡμῶν οὐ καταγινώσκει, οὐ διὰ
τοῦτο δεῖ καταφρονεῖν τοῦ κατηγόρου διὰ
τὴν ἐκείνου βλάβην, ἀλλὰ πάντα ποιεῖν
μετὰ τῆς πρεπούσης
ἀσφαλείας, ὥστε ἀνελεῖν
καὶ τὴν ἄλογον πρόφασιν. ∆ιὰ
τοῦτο καὶ ὁ Παῦλος ἐπὶ τῶν χρημάτων
πολλοὺς ἔπεμπε τοὺς διακομίζοντας τῶν
πενήτων τὰς διατροφάς· καὶ τὴν αἰτίαν τίθησι λέγων·
Ἵνα μή τις ἡμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν. Οὐ γὰρ δὴ τοῦτο ἰδὼν, ὅτι ἤμελλον κακῶς
σκανδαλίζεσθαι, παρεῖδε καὶ
κατεφρόνησεν· ἀλλ' ἐπειδὴ κύριος ἦν τοῦ λῦσαι τὸ σκάνδαλον, καὶ
αὐτῶν τῶν σκανδαλιζομένων προενόησε. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Εἰ βρῶμα
σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καίτοι ταῦτα ἀδιάφορα ἦν· ἀλλ'
ὅμως, εἰ σκάνδαλον φέρει, φησὶ, κἂν
ἐμὲ οὐ παραβλάπτῃ, οὐ καταφρονῶ τῆς
σωτηρίας τῶν σκανδαλιζομένων. Εἰ μὲν
γὰρ γίνοιτο βλάβη μείζων
τῆς σωτηρίας, καταφρόνει
τοῦ σκανδαλιζομένου· εἰ δὲ μὴ γένοιτο, μηκέτι. Ὅρος γὰρ οὗτος ἂν εἴη καθόλου
καὶ κανὼν, παιδεύων πότε δεῖ
καταφρονεῖν τῶν σκανδαλιζομένων, πότε
δὲ μή· οἷόν τι λέγω·
Ἐσκανδαλίζοντο Ἰουδαῖοι, ὅτι Παῦλος οὐκ ἐτήρει
τὸν νόμον, καὶ διὰ τοῦτο μυριάδες ἀπεπήδων
πολλαὶ, καὶ περὶ τὴν πίστιν
ἐχώλευον. Τί οὖν
ποιεῖ; Θεραπεῦσαι τὸ σκάνδαλον
βουλόμενος μείζων γὰρ ἦν ἡ
σωτηρία τῶν τοσούτων
μυριάδων, καὶ διορθῶσαι τὴν χωλείαν, τῷ τέως ἐπιδείξασθαι, ὅτι οὐ τηρεῖ τὸν νόμον,
ἐκώλυσεν, ὅπερ μεῖζον ἦν. Ἐσκανδαλίζοντο πάλιν, ὅτι ἐσταυρωμένον ἐκήρυσσεν· ἐνταῦθα
κατεφρόνησε τῶν σκανδαλιζομένων· μεῖζον
γὰρ ἦν τοῦ κηρύγματος τὸ κέρδος. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ. Ὅτε μὲν γὰρ περὶ
βρωμάτων αὐτοῖς διελέγετο, καὶ ἐσκανδαλίσθησαν λέγοντος αὐτοῦ, ὅτι Οὐ τὸ εἰσπορευόμενον
κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον, λέγει· Ἄφετε αὐτούς. Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται. Ὅτε δὲ φόρους αὐτὸν
ἀπῄτουν, καίπερ εἰδὼς ὅτι τελεῖν οὐ δεῖ,
ὅμως ἐπειδὴ ὁ καιρὸς οὐδέπω ἀπῄτει τὸ ἐκκαλυφθῆναι
αὐτοῦ τὴν ἀξίαν, λέγει· Ἵνα δὲ μὴ
σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς βάλε ἄγκιστρον
εἰς τὴν θάλασσαν, καὶ τὸν . ἀναβάντα ἰχθὺν ἆρον, καὶ ἐν αὐτῷ εὑρήσεις στατῆρα·
τοῦτον δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Ὅτε μὲν γὰρ νόμον ἐτίθει πολλῆς γέμοντα
φιλοσοφίας, καὶ ἀνιάτως εἶχον ἐκεῖνοι, εἰκότως αὐτῶν οὐκ ἐφρόντισε, καὶ τὸν νόμον
ἔλυσεν· ὅτε δὲ οὐδέπω οἷοί τε ἦσαν τὸν περὶ τῆς ἀξίας αὐτοῦ δέξασθαι λόγον, εἰκότως συγκαταβαίνει
πάλιν, καὶ συσκιάζει τῇ τοῦ φόρου δόσει τὸν περὶ τῆς θεότητος αὐτοῦ λόγον.
Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' ἵνα διορθώσωμαι, φησίν.
ιʹ. Οὐκοῦν οὐ λάθρα διαβάλλειν ἐχρῆν, ἀλλ', ὡς ἐκέλευσεν ὁ Χριστὸς, κατ' ἰδίαν
λαβόντα διορθοῦν. Αἱ γὰρ δημοσίᾳ
γινόμεναι κατηγορίαι, πολλάκις
καὶ ἀναισχυντοτέρους ποιοῦσι· καὶ
ἕως μὲν ἂν ἴδωσιν οἱ πολλοὶ τῶν ἁμαρτανόντων, ὅτι δυνατὸν
αὐτοὺς λαθεῖν, καὶ ἐπανελθεῖν ῥᾳδίως
αἱροῦνται· ὅταν δὲ τὴν παρὰ τῶν
πολλῶν ἀπολέσωσι δόξαν, εἰς ἀπόγνωσίν τινες λοιπὸν ἐμπίπτουσι, καὶ εἰς ἀναισχυντίαν
ἐξολισθαίνουσιν. Ἀλλ' ἠδικήθης τι παρ' αὐτοῦ. Τί τοίνυν καὶ σαυτὸν ἀδικεῖς; Ὁ γὰρ ἀμυνόμενος, καθ' ἑαυτοῦ τὸ ξίφος ὠθεῖ.
Εἰ γὰρ βούλει καὶ
σαυτὸν εὐεργετῆσαι, κἀκεῖνον ἀμύνασθαι,
εἰπὲ καλῶς τὸν ἠδικηκότα· οὕτω πολλοὺς αὐτοῦ ποιήσεις ἀντὶ σοῦ τοὺς κατηγόρους, καὶ αὐτὸς πολὺν λήψῃ μισθὸν, ἂν
δὲ κακῶς λέγῃς, οὐδὲ πιστευθήσῃ, ἔχθρας ὑποψίαν
δεχόμενος. Ὥστε εἰς τοὐναντίον σοι περιτρέπεται τὰ τῆς σπουδῆς. Σὺ μὲν γὰρ τρῶσαι αὐτοῦ τὴν δόξαν
βούλει, γίνεται δὲ τοὐναντίον· διὰ γὰρ εὐφημίας, οὐ διὰ κατηγορίας
τοῦτο συμβαίνει· ἀλλὰ τοὐναντίον
ἅπαν· καὶ σαυτὸν μὲν
μειζόνως καταισχύνεις, ἐκείνου δὲ οὐχ ἅψεταί σου τὰ βέλη. Ἡ γὰρ ἔχθρα
προσαπαντῶσα ταῖς τῶν ἀκουόντων διανοίαις, οὐκ ἀφίησιν αὐτῶν ἐντεθῆναι ταῖς ἀκοαῖς τὰ λεγόμενα, καὶ ταὐτὸν γίνεται οἷον ἐπὶ τῶν παραγραφῶν. Ὅταν
γὰρ ἀντικρούσῃ τις εἰς δικαστήριον, τὸ πᾶν διαλύεται τέως· οὕτω δὴ καὶ ἐνταῦθα
οὐκ ἀφίησιν εἰσαγώγιμον γενέσθαι τὴν δίκην ἡ
τῆς ἔχθρας ὑπόνοια.
Μὴ τοίνυν λέγε κακῶς,
ἵνα μὴ καὶ
σαυτὸν μολύνῃς, μηδὲ βόρβορον ὕφαινε μετὰ πηλοῦ
καὶ πλινθείας, ἀλλὰ στεφάνους
ἀπὸ ῥόδων πλέκε, καὶ ἴων, καὶ τῶν
λοιπῶν ἀνθέων· μηδὲ κόπρον ἐπὶ τοῦ στόματος φέρε, καθάπερ οἱ κάνθαροι τοῦτο γὰρ οἱ κακηγοροῦντες· αὐτοὶ
τῆς δυσωδίας ἀπολαύουσι
πρῶτοι, ἀλλ' ἄνθη, καθάπερ αἱ μέλιτται, καὶ ὕφαινε κηρία
κατ' ἐκείνας, καὶ γίνου πᾶσι προσηνής. Τὸν μὲν γὰρ κακήγορον
ἅπαντες ἀποστρέφονται, ὡς
σαπρὸν ὄζοντα, καθάπερ
τινὰ βδέλλαν αἵματι, καὶ κάνθαρον κόπρῳ τρεφόμενον τοῖς ἑτέρων κακοῖς· τὸν δὲ εὔφημον ἔχοντα στόμα, ὡς κοινὸν προσίενται μέλος, ὡς ἀδελφὸν γνήσιον, ὡς παῖδα, ὡς πατέρα. Καὶ τί λέγω τὰ παρόντα καὶ τὰς τῶν ἀνθρώπων δόξας; Ἐννόησόν μοι τὴν φοβερὰν ἐκείνην ἡμέραν,
τὸ κριτήριον τὸ ἀδέκαστον, ὅτι, ἂν μὲν ψευδῆ λέγῃς, προσθήκην ἁμαρτημάτων
περιττῶν προσθήσεις. Λέγω γὰρ ὑμῖν, ὅτι πᾶν ἀργὸν
ῥῆμα,
ὃ ἐὰν λαλήσωσιν
οἱ ἄνθρωποι, δώσουσιν ὑπὲρ αὐτοῦ λόγον τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως. Κἂν ἀληθῆ,
φησὶν, ᾖ, οὐδὲ οὕτως ἀπαλλαγήσῃ καταγνώσεως,
ἐκπομπεύων τὰς τοῦ πλησίον συμφορὰς
καὶ τὰ ὀνείδη. Ἐννόησον γοῦν τὸν Φαρισαῖον.
Οὐκ ἦν τελώνης, ἀλλὰ
τελώνου γέγονεν ἁμαρτωλότερος, ἐπειδὴ
τὸν τελώνην ἐκάκισεν. Οὐκ ἦν .257 Φαρισαῖος ὁ τελώνης, ἀλλὰ
τοῦ Φαρισαίου γέγονε δικαιότερος, ἐπειδὴ ἑαυτὸν ἐταλάνισε. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα.
Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος.
Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.
ιαʹ. Εἶδες φιλανθρωπίαν ἄφατον; εἶδες ἀγαθότητος
ὑπερβολήν; εἶδες μακροθυμίας πλοῦτον
ἄπειρον; Σιγὴν γὰρ ἐνταῦθα τὴν
μακροθυμίαν λέγει. Τοσαῦτα ἐτόλμησας, φησὶ, καὶ οὐκ ἐπεξῄειν, ἀλλ'
ἠνειχόμην, καὶ ἔφερον, χώραν σοι διδοὺς
εἰς μετάνοιαν. Σὺ δὲ οὐ μόνον
οὐδὲν ἐκέρδανας ἐντεῦθεν,
ἀλλὰ καὶ πρὸς
μείζονα ἐξώκειλας κακίαν. Οὐ γὰρ δὴ μόνον οὐ μετεβάλου, οὐδὲ μόνον οὐ
κατῃσχύνθης, οὐδὲ κατέγνως ἐπὶ τοῖς
γεγενημένοις σαυτοῦ· ἀλλ' ἤδη καὶ ἐμὲ τὸν
μακροθυμήσαντά σοι, τὸν ἀνασχόμενον, τὸν σιγήσαντα, τὸν τοσαῦτα ἐνεγκόντα, ἐνόμισας
οὐ διὰ μακροθυμίαν καὶ φιλανθρωπίαν φέρειν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι ταῦτα
σωφρονίζειν, μηδὲ ἀγανακτεῖν ἐπὶ τοῖς γινομένοις. Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι
τοῦ Θεοῦ. Ποῖα; Τὰ εἰρημένα, φησί. Τί ἐστι, Σύνετε; Νοήσατε. Τί γὰρ συνεσκιασμένον
εἴρηται; τί δὲ πολλῆς χρῇζον ἐρεύνης; Μάλιστα
μὲν καὶ αὐτὸς ὁ τῆς διδασκαλίας τρόπος ἐνηλλαγμένην παρεισάγει πολιτείαν. Καὶ γὰρ τῶν θυσιῶν οὐ πολὺν ποιούμενος λόγον, τὴν εὐαγγελικὴν εἰσάγει νομοθεσίαν· ἄλλως δὲ ἐπειδὴ
πολλῷ τῷ φορυτῷ
τῶν ἁμαρτημάτων ἦσαν καταχωσθέντες, καθάπερ ἀπὸ τελμάτων τινῶν
τῆς κακίας ἀνασπάσαι βουλόμενος, καὶ ὥσπερ τῶν ὀφθαλμῶν
λήμην ἀποκαθᾶραι τὴν
προλαβοῦσαν τῆς πονηρᾶς συνηθείας ὁδὸν, διεγείρει εἰς μνήμην
ἐλθεῖν τῶν γεγενημένων, ἵνα μὴ λήθῃ παραδόντες αὐτὰ, ἀκερδεῖς ἀναχωρήσωσιν. Πολλὴν γὰρ ἡ ἐν ἁμαρτήμασι συνήθεια πώρωσιν τῆς ψυχῆς ἐργάζεται, καὶ ἀνοήτους ποιεῖ, καὶ τυφλοῖ τὸ ὀξυδερκὲς τῆς διανοίας ὄμμα. Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ὢ φιλανθρωπίας
ἀφάτου! Μητρὸς φιλοστόργου τὰ ῥήματα, μᾶλλον δὲ ἀπείρως
τὴν φιλοστοργίαν ἐκείνην
νικώσης ἀγαθότητος. Ὁ γὰρ τοσαύτην ἐμφήνας
κατηγορίαν, ὁ τοσαύτην ὀργὴν ἐπιδειξάμενος προασφαλίζεται. Ὁ εἰπὼν, Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν
σου τὰς ἁμαρτίας σου, καὶ ἀπόφασιν ἐκβαλὼν καταδικάζουσαν, ἀναλύει τὴν ἀπόφασιν
πάλιν, οὐχ ὡς καταδίκους τῇ τιμωρίᾳ παραδιδοὺς, ἀλλ' ὡς ὀφείλοντας
διορθωθῆναι τῇ παραινέσει
καὶ τῇ συμβουλῇ ἐγχειρίζων, τῷ φόβῳ σωφρονίζων, καὶ
λέγων, Μήποτε ἁρπάσῃ ὡς λέων, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Οὐσία αἰνέσεως δοξάσει
με, καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ Θεοῦ. ∆είξας τὸ φιλάνθρωπον,
παραινέσας, συμβουλεύσας, ἀπειλήσας, φοβήσας, ἐπιστήσας τὴν τιμωρίαν ἄκρατον,
καὶ συμβουλὴν εἰσενεγκὼν, λέγει καὶ τὸν τρόπον, δι' οὗ δυνατὸν διορθώσασθαι τὰ γεγενημένα, εἰπών·
Θυσία αἰνέσεως δοξάσει με. Ὃ δὲ λέγει
τοῦτό ἐστιν· Οὐ μόνον παύσει μου τὴν ὀργὴν, οὐδὲ λύσει τὴν καταδίκην, ἀλλὰ καὶ
δοξάσει με. Ὅρα τοῦ κατορθώματος τὸ μέγεθος,
ὅταν ὁ Θεὸς δι' αὐτὸν δοξάζηται. Καὶ ἐκεῖ ὁδὸς, ἣν δείξω αὐτῷ, τὸ σωτήριον τοῦ
Θεοῦ. Εἶδες μισθὸν ἄφατον; εἶδες φιλανθρωπίας ὑπερβολήν; Τὴν τοῦ Θεοῦ γὰρ ὁδὸν
δείξειν ἐπαγγέλλεται, καὶ τὸ ὄντως σωτήριον
τοῦ Θεοῦ τοῖς κατορθοῦσι. Πειθώμεθα τοίνυν
τῷ ἐπαγγελλομένῳ, καὶ διὰ βίου ὀρθοῦ καὶ θυσίας αἰνέσεως τοῦτον δοξάζωμεν.
Αὕτη γὰρ ἡ ὁδὸς ἐπὶ σωτηρίαν φέρει, διὰ τῆς
θυσίας ταύτης· ἧς γένοιτο πάντας
ἡμᾶς ἐπιτυχεῖν, χάριτι
καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΗʹ ΨΑΛΜΟΝ.Ὁ Θεὸς, τὴν αἴνεσίν μου
μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δόλιον ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν
κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.
Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ
κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν,
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλ θοι καταδεδικασμένος,
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ
γυνὴ αὐτοῦ χήρα· σαλευόμενοι μετα ναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτω σαν,
ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ,
καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ.
αʹ. Πολλῆς
ἐνταῦθα συνέσεως ἡμῖν
χρεία. Τὰ γὰρ ῥήματα
κατὰ τὴν ψιλὴν προφορὰν, καὶ τὴν πρόχειρον ἀκρόασιν,
πολλοὺς τῶν μὴ προσεχόντων θορυβεῖ. Καὶ γὰρ ἀρᾶς ἅπας ὁ ψαλμὸς ἐμπέπλησται, καὶ
διὰ τοιούτων ἅπας διεξῆλθεν ἡμῖν ὁ λόγος, καὶ ἐμφαίνει τινὰ
θυμὸν ζέοντα καὶ διακαῆ
τοῦ λέγοντος, καὶ οὐ μέχρι τοῦ ἀδικοῦντος
ἱστάμενον, ἀλλὰ καὶ ἐπὶ παῖδας, καὶ πατέρα, καὶ μητέρα προάγοντα τὴν τιμωρίαν, καὶ οὐδὲ μιᾷ ἀρκούμενον συμφορᾷ, ἀλλὰ καὶ κακὰ ἐπὶ κακοῖς συνάπτοντα. Ὅρα γὰρ ὅσα κατεύχεται. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.
Τουτέστιν,
ὑπὸ κατηγόροις γένοιτο
πονηροῖς ἀνθρώποις καὶ ἐπιβούλοις, καὶ μὴ
περιγένοιτο αὐτῶν. Τοῦτο γάρ ἐστιν, Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος.
Καὶ οὐκ ἠρκέσθη ταύτῃ τῇ τιμωρίᾳ,
ἀλλὰ μετὰ τῆς
καταδίκης ταύτης εὔχεταί
τινα ἕτερον μετ' ἐκεῖνον τὴν ἐκείνου λαβεῖν
τιμὴν, λέγων, Τὴν ἐπισκοπὴν
αὐτοῦ λάβοι ἕτερος. Καὶ οὐδὲ
ἐνταῦθα ἵσταται, ἀλλὰ
καὶ τὸν μόνον
καταλελειμμένον λιμένα προσχώννυσι,
μηδὲ ὑπὸ τοῦ Θεοῦ τινὸς φιλανθρωπίας τυχεῖν
ἀξιῶν καὶ λέγων· Καὶ ἡ προσευχὴ αὐτοῦ
γενέσθω εἰς ἁμαρτίαν. Καὶ μέντοι καὶ θάνατον ἄωρον ὑπομεῖναι ἀξιοῖ. Γενηθήτωσαν
γὰρ, φησὶν, αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, καίτοι καὶ τὸ ταῦτα
μόνα εἰπεῖν ἤρκει, ὁ δὲ καὶ ἐπιτίθησιν,
ὅπερ σφόδρα ἐστὶν ἐκκεκαυμένης
ψυχῆς, τὸ μὴ μιᾷ μηδὲ δευτέρᾳ ἀρκεσθῆναι τιμωρίᾳ, ἀλλὰ τοσαύτας ἐπαχθῆναι αἰτεῖν. Τὰ δὲ ἐντεῦθεν ἔτι πολλῷ
τούτων χαλεπώτερα. Καὶ γὰρ ὀρφανίαν, καὶ χηρείαν
τῶν λειπομένων κατεύχεται. Καίτοι
γε ταῦτα ἀπελθόντος
ἐξ ἀνάγκης γενέσθαι συμβαίνει· ἀλλ' ὅμως καὶ ταῦτα ἐν τάξει
τίθησιν ἀρᾶς, τῷ θυμῷ ζέων. Καὶ οὐδὲ μέχρι τῆς ὀρφανίας ἵσταται, ἀλλὰ καὶ μετὰ τοιαύτας συμφορὰς πρόεισι
περαιτέρω, τὸ δεινὸν αὔξων, πλανήτας καὶ μετανάστας ἀξιῶν γενέσθαι τοὺς ἐκείνου.
Σαλευόμενοι γὰρ μεταναστήτωσαν οἱ υἱοὶ
αὐτοῦ, φησὶ, καὶ ἐπαιτησάτωσαν. Τουτέστι,
μὴ στῶσι πλανώμενοι, μηδὲ τῆς ἀναγκαίας εὐπορήσωσι τροφῆς, μηδὲ παύσωνται
τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, ἐλαυνόμενοι,
διωκόμενοι κατὰ πᾶσαν
τὴν γῆν, καὶ
μηδαμοῦ χώραν τοῦ στῆναι
εὑρίσκοντες. Μετὰ δὲ τούτων καὶ πενίαν
αὐτῶν κατεύχεται, καὶ πενίαν
ἐσχάτην καὶ ἀφόρητον, ὥστε μηδὲ τῆς παρὰ τῶν συγγενῶν ἐπικουρίας τυχεῖν, ἀλλὰ περιιέναι, παρὰ ξένων
καὶ ἀγνώστων προσαιτοῦντας ταύτην. Καὶ ἄκουε πῶς τοῦτο δηλῶν παρατίθησι. Μετὰ γὰρ
τὸ εἰπεῖν· Μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐπάγει· Ἐκβληθήτωσαν ἐκ τῶν
οἰκοπέδων αὐτῶν, καὶ ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει
αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. Τοῦτο ἑτέρας συμφορᾶς
εἶδος, τὸ εἰς
διαρπαγὴν δοθῆναι τὰ αὐτῶν, καὶ
δανειστῶν φέρειν ἐπιβουλὰς, καὶ παντὶ τρόπῳ ἐπηρεάζεσθαι, καὶ τὸ δὴ
χαλεπώτερον, ἐν τοσούτοις κακοῖς ἔρημον
εἶναι προστάτου· καὶ τοῦτο κατεύχεται
λέγων· Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ. Τὰ γὰρ κακὰ αὐτὰ καθ' ἑαυτὰ ἀφόρητα· ὅταν δὲ
μηδὲ τὸν προϊστάμενον ἔχῃ, πολλῷ χαλεπώτερα. Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς
αὐτοῦ. Βαβαί! πόσον θυμοῦ μέγεθος, ὅταν
μηδὲ τὸ ἄωρον
τῆς ὀρφανίας ἐλέους
τυγχάνῃ, καὶ οὐ μόνον
ἐλέους, ἀλλὰ καὶ ἀπωλείᾳ ἐσχάτῃ περιβάλληται! Γενηθήτω γὰρ, φησὶ, τὰ τέκνα αὐτοῦ
εἰς ἐξολόθρευσιν. Ἐν
γενεᾷ μιᾷ ἐξαλειφθείη
τὸ ὄνομα αὐτοῦ.
Εἶδες λόγον θυμοῦ γέμοντα, καὶ οὐδαμοῦ
ἱστάμενον; Καὶ ζῆσαι μετὰ συμφορᾶς αὐτοὺς εὔχεται ποικίλης καὶ παντοδαπῆς, καὶ πανωλεθρίᾳ παραδοθῆναι,
καὶ ἀνωνύμως ἀπολέσθαι. Καὶ ὥσπερ
οὐκ ἀρκούσης τῆς συμφορᾶς
τῶν παίδων, ἐπάγει
πάλιν· Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων
αὐτοῦ, καὶ ἡ ἁμαρτία τῆς
μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
Τοῦτο γὰρ μάλιστα θυμοῦ, τὸ κατακερματίζειν ἃς εἶπε καθόλου συμφορὰς, καὶ συνεχῶς τὰ αὐτὰ περιστρέφειν. Εἰπὼν γὰρ, Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων
αὐτοῦ, ἐπήγαγε· Καὶ μὴ ἐξαλειφθείη.
Καίτοι τὸ αὐτό ἐστιν· ἀλλ' ὅμως ὁ θυμὸς καὶ ἀμφότερα
παρεσκεύασεν αὐτὸν εἰπεῖν·
ὃ δὲ βούλεται
εἰπεῖν τοῦτό ἐστιν·
Ἀπόκτεινον αὐτὸν, σφάξον, ἄνελε.
Εἶδες ἀρᾶς πλῆθος; Ἀλλ', εἰ βούλει, πάλιν
ἄνωθεν αὐτὰ συλλογίσομαι. Περιπέσοι
πονηροῖς ἀνθρώποις, φησὶ, κατηγορηθείη,
κρατηθείη παρ' αὐτῶν, καταδικασθείη, ἄωρον ὑποσταίη θάνατον, ἐκβληθείη τῆς τιμῆς,
καὶ μηδὲ εἰς ἐκγόνους, ἀλλ' εἰς ἑτέρους
τινὰς ταύτην μεταφερομένην
ἴδοι· ἡ γυνὴ αὐτοῦ ἀπόλοιτο,
καὶ τὰ παιδία πενίαν,
ὀρφανίαν, βίον προσαιτῶν
ὑπομείναιεν, καταδικασθεῖεν, ἐλαθεῖεν πάντοθεν, μηδένα σχοῖεν βοηθὸν, ἐκπέσοιεν καὶ τῆς εὐνοίας τοῦ Θεοῦ, μηδεὶς αὐτοῖς γένοιτο λιμὴν,
μηδὲ καταφυγή· ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ ἀπὸ τῆς γῆς, ἀνώνυμος ἀπόλοιτο,
καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ δίκην δοῖεν, ὧν ἥμαρτον· καὶ μετ' αὐτὸ ἐξώλεις καὶ προώλεις
ἀπόλοιντο.
βʹ. Ἆρα οὐκ ἐκπλήττει τὸν ἀκροατὴν τὰ εἰρημένα,
Ἆρα οὐκ ἐπιθυμεῖς ἀκοῦσαι τίς οὗτος ὁ καταδικασθεὶς οὕτως; Εἰ γὰρ ἄνθρωπον ἀκούοντες λοιδορούμενον τοὺς παρεστῶτας ἐρωτῶμεν,
φράσαι τίς ὁ ταῦτα ἀκούων· πολλῷ μᾶλλον τοῦ προφήτου ταῦτα καταρωμένου ἀκούοντες,
ἀναγκαῖον μαθεῖν, καὶ μετὰ φόβου μαθεῖν, καὶ συνεσταλμένης τῆς διανοίας, τίς ὁ
εἰς ὀργὴν οὕτω χαλεπὴν ἐμπεσὼν, τίς ὁ λυπήσας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τοσαῦτα καὶ
τηλικαῦτα ἀκοῦσαι παθῶν εἴδη. Οὐκοῦν, εἰ δοκεῖ, τὸν ψαλμὸν ἄνωθεν
εἴπωμεν μετὰ πολλῆς τῆς προσοχῆς.
Καὶ μηδεὶς θορυβείσθω. Καὶ γὰρ μετὰ ἀκριβείας ἁπάσης ποιήσομαι τὴν ἐξήγησιν, ὡς
ἂν οἷός τε ὦ. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ ζητούμενον· ἀλλ' ἓν μὲν καὶ πρῶτον, τίνος
ἕνεκεν αὐτοῦ ἁμαρτόντος, τούτου δὴ τοῦ καταβοωμένου, οἱ παῖδες κολάζονται μετ'
αὐτοῦ, καὶ ἡ γυνὴ, καὶ οἱ γονεῖς. ∆εύτερον δὲ, τίς ὁ καταρώμενος. Τρίτον δὲ, πῶς ὁ τῶν ἀποστόλων
κορυφαῖος περὶ τοῦ Ἰούδα τὸν ψαλμὸν εἰρῆσθαι δείκνυσι· μᾶλλον δὲ οὐ τὸν ψαλμὸν ἅπαντα,
ἀλλὰ τοῦ ψαλμοῦ τὸ μέρος. Γέγραπται γὰρ, φησὶν, ἐν τῇ βίβλῳ
τῶν Ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις
αὐτοῦ ἔρημος, καὶ ἐν τοῖς σκηνώμασιν αὐτοῦ μὴ ἔστω ὁ κατοικῶν. Ἀλλὰ πάλιν τοῦτο ἕτερον ἡμῖν ζήτημα παρέχει·
οὐ γὰρ ἐν τούτῳ γέγραπται τῷ ψαλμῷ ἀμφότερα· διόπερ οὐκ εἶπε τόνδε τὸν
ψαλμὸν, ἀλλὰ τὸ
βιβλίον ἅπαν. Καὶ γὰρ τὸ, Γενηθήτω ἡ ἔπαυλις
αὐτοῦ ἔρημος, ἐν ἑτέρῳ· καὶ ἐν τούτῳ· Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Ἀλλ'
ὅμως ὁ Πέτρος ἀμφότερα συνήγαγεν εἰς μαρτυρίαν
μίαν. Ὃ καὶ ὁ Παῦλος πανταχοῦ
ποιεῖ, ὡς ὅταν λέγῃ· Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἐξ
Ἰακώβ. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. Τί
δὲ ἄν τις εἴποι τὸ εἰρημένον; προφητείαν,
ἢ ἀράν; Προφητείαν
ἐν εἴδει ἀρᾶς.
Καὶ γὰρ καὶ ἀλλαχοῦ
τοιοῦτόν τι εὑρήσομεν· ὅπερ καὶ ὁ
Ἰακὼβ ἐποίησεν. Ἐπειδὴ γὰρ τοὺς ἀκούοντας
ἐκ τῶν ἑτέροις συμβαινόντων ὠφελεῖσθαι
χρὴ, πολλὰς τῶν
προφητειῶν τούτῳ σχηματίζουσι
τῷ τρόπῳ, ὥστε καὶ τῷ εἴδει τῆς προφορᾶς τῆς κατὰ τὴν πολιτείαν αὐξηθῆναι τὸν φόβον. Οὐ γάρ ἐστιν ἴσον εἰπεῖν, ὅτι ὁ δεῖνα
τὸ καὶ τὸ πείσεται, καὶ ἐν τάξει χολῶντος καὶ ὀργιζομένου τὸ αὐτὸ τοῦτο προσενεγκεῖν.
Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα ἀποφαίνομαι, ἀπὸ
τῶν προφητικῶν ὑμῖν ῥημάτων τοῦτο
ποιήσω δῆλον. Ὁ γὰρ Ἰακὼβ,
ὅτε ἔμελλε τελευτᾷν, ∆εῦτε, φησὶ
τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐρῶ, τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν· καὶ μέλλων προφητεύειν,
ἐκ προοιμίων εὐθέως ὥσπερ τινὶ
θυμῷ ζέων ἀπὸ ἀρᾶς ἄρχεται τῆς προφητείας, οὕτω λέγων· Ῥουβὶμ
πρωτότοκός μου, σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης, ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς·
τὴν μέλλουσαν αὐτοῦ ἀπώλειαν ἐν τάξει ἀρᾶς προφητεύων. Οὕτω πάλιν ὅταν ἀγαθὰ λέγῃ,
ἐν τάξει εὐχῆς διηγεῖται, ∆ῴη σοι Κύριος, λέγων, ἐκ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ
ἐκ τῆς πιότητος τῆς γῆς. Καίτοι καὶ τοῦτο προφητεία. Ἀλλ' ὅτι μὲν οὐκ ἔστιν ἀνθρωπίνου πάθους, δῆλον. Καὶ γὰρ καὶ ἐπὶ Χαναὰν ὁ πατὴρ
αὐτοῦ τοῦτο αὐτὸ ποιεῖ, λέγων· Ἔσται Χαναὰν παῖς αὐτοῦ· ἵνα μάθῃς, ὅτι ὁ Θεὸς,
προλαμβάνων τοὺς ἀδικουμένους, ἐπεξέρχεται
τοῖς .261 ἀδικοῦσι. Καὶ ὁ Χριστὸς δὲ
τοιούτῳ τινὶ κέχρηται
τρόπῳ, προφητείας εἴδει
μᾶλλον ἀνακαλῶν καὶ θρηνοῦντα μιμούμενος, καὶ λέγων· Οὐαί σοι, Χωραζὶν, οὐαί σοι, Βηθσαϊδά. Καὶ πάλιν,
ὡς ὅταν λέγῃ· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας. Περὶ τίνος
οὖν ὁ ψαλμὸς εἴρηται; Ἔνια περὶ τοῦ Ἰούδα,
τοῦ Πνεύματος προφητεύοντος διὰ τοῦ ∆αυῒδ,
τὰ δὲ λοιπὰ περὶ ἑτέρων. Καὶ γὰρ οὗτος προφητείας πάλιν
τρόπος ἐστί. Καὶ πολλαχοῦ αὐτὸν εὑρήσομεν οὕτω συγκείμενον, καὶ τὰ μὲν προοίμια εἰς ἕτερον, τὰ δὲ λειπόμενα
εἰς ἄλλον λεγόμενα.
Ἵνα δὲ καὶ ἑτέρωθεν ἴδῃς
τοῦτο αὐτὸ, ἡνίκα εἰς τὴν γῆν τῆς
ἐπαγγελίας εἰσῄεσαν Ἰουδαῖοι, διαιρῶν τὰς δώδεκα φυλὰς εἰς δώδεκα
μέρη, τὰς μὲν εὐλογεῖν, τὰς δὲ ἀρᾶσθαι
κελεύεται ὑπὸ Θεοῦ ὁ τοῦ Ναυῆ. Καὶ ἡ εὐλογία δὲ καὶ ἡ ἀρὰ προφητεῖαι τῶν
γενησομένων ἦσαν Καὶ γὰρ
ἔλεγεν· Ἐπικατάρατος σὺ ἐν πόλει, ἐπικατάρατος ἐν ἀγρῷ· καὶ μυρίας τοιαύτας ἀρὰς συντιθεῖσαι αἱ φυλαὶ μακρὸν λόγον ἀπήρτισαν. Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν
εἰπεῖν, ὅτι ἐν τάξει ἀρᾶς προφητεία συντέθειται, τά τε τῷ Ἰούδᾳ συμβησόμενα ἀπαγγέλλουσα
καὶ προαναφωνοῦσα, εἶτα καὶ μετ' ἐκεῖνον ἑτέραν τινὰ ἀνακινοῦσα ὑπόθεσιν, καὶ ἱσταμένη
κατά τινων ἱερωσύνῃ ἐπαναστάντων· ἵνα μάθωμεν
ἡλίκον κακόν ἐστι τοῖς
ἱερεῦσι τοῦ Θεοῦ ἐπανίστασθαι, καὶ δόλῳ
καὶ ἀδικίᾳ κατ' αὐτῶν κεχρῆσθαι. Τὰ γὰρ εἰρημένα οὐδὲν ἕτερόν ἐστιν, ἢ
διδασκαλία τῶν συμβησομένων τοῖς τοὺς
πλησίον ἀδικοῦσι, τοῖς κατεξανισταμένοις μετὰ δόλου
καὶ γνώμης διεφθαρμένης τῶν οὐδὲν ἠδικηκότων. Εἰ δὲ τοὺς παῖδας ἀξιοῖ κολάζεσθαι, μὴ
θορυβηθῇς, ἀγαπητέ· παῖδας γὰρ ἐνταῦθά φησι τοὺς τῇ πονηρίᾳ τῶν τοιούτων
κεκοινωνηκότας. Οἶδε γὰρ ἡ Γραφὴ παῖδας καλεῖν καὶ τοὺς κατὰ συγγένειαν, καὶ τοὺς πονηρίᾳ συνεζηκότας,
κἂν μὴ τῇ φύσει παῖδες
ὦσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς
υἱοὶ τοῦ διαβόλου ἐστέ. Καίτοι γε κατὰ φύσιν
υἱοὶ τοῦ διαβόλου οἱ Ἰουδαῖοι οὐκ ἦσαν. Πῶς γὰρ τοῦ ἀσωμάτου οἱ σάρκα περικείμενοι;
Ἀλλὰ τῇ κοινωνίᾳ τῆς πονηρίας τὴν συγγένειαν
ἐπεσπάσαντο. Οὕτως αὐτοὺς καὶ τοῦ Ἀβραὰμ ἐκβάλλει, λέγων· Εἰ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε.
Ὅτι γὰρ υἱὸς οὐ κολάζεται διὰ τὸν πατέρα, οὔτε πατὴρ ὑπὲρ τοῦ υἱοῦ, παντί που δῆλον.
Καὶ ἐν τῷ νόμῳ τοῦτο δείκνυται εἰρημένον, πλὴν εἰ μὴ κακῶς αὐτὸν ἀναγάγοι·
καὶ τότε δὲ οὐχ ὑπὲρ υἱοῦ, ἀλλ' ὑπὲρ τῆς οἰκείας ῥᾳθυμίας, ὥσπερ ὁ Ἠλεί.
γʹ. Εἰ δὲ δοκεῖ, καὶ τὸν ψαλμὸν ἄνωθεν ἐπέλθωμεν.
Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ἕτερος δὲ ἑρμηνευτής φησι· Θεὲ, ὑμνήσεώς
μου μὴ κωφεύσῃς. Ἄλλος, Μὴ σιγήσῃς· τουτέστι, μὴ παραδράμῃς τὴν τιμωρίαν, ἀλλ' ἐπέξελθε
τοῖς γεγενημένοις. Σὺ γὰρ εἶ ὁ ἔνδοξος, ὁ μέγας, καὶ δυνατὸς τὰ τοιαῦτα διορθοῦν.
Ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ
δολίᾳ καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν
με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Εἶδες
πονηρίαν ἐκτεταμένην; εἶδες κοινωνίαν ἐπιβουλῆς; εἶδες μελέτην; Καὶ
γὰρ καὶ τοῦτο μάλιστα παροξύνει τὸν Θεὸν, ὅταν τὰ φαῦλα ἀπὸ βουλῆς, καὶ σκέψεως,
καὶ πολλῆς τῆς γυμνασίας ἐργάζωνται
οἱ μετιόντες. Ἕτερον γάρ ἐστι,
συναρπαγέντα καὶ ἀπατηθέντα
ὑποσκελισθῆναι· ἕτερον, ἔργον
ποιούμενον τὴν πονηρίαν· καὶ ἕτερον,
ἔγκλημα μέγιστον, ὅταν καὶ πονηρεύωνται κατὰ τοῦ μὴ πονηρευομένου. Τὸ γὰρ
εἰπεῖν, Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, οὐδὲν
ἕτερον δείκνυσιν, ἢ ὅτι εἰς εὐεργέτην τινὰ,
καὶ ἄξιον τοῦ
φιλεῖσθαι, καὶ χρηστὰς
ἀμοιβὰς λαμβάνειν, τὰ ἐναντία ἐπεδείκνυντο.
Ἐγὼ δὲ προσηυχόμην. Εἶδες φιλοσοφίαν;
εἶδες ἐπιείκειαν; εἶδες πραότητα; εἶδες ψυχῆς εὐλάβειαν; Οὐχ ὡπλιζόμην, φησὶν,
οὐδὲ ἀντιπαρεταττόμην, ἀλλ' ἐπὶ σὲ κατέφευγον· τὴν σὴν ἐκάλουν συμμαχίαν, τὴν ῥοπὴν,
τὸ μέγιστον ὅπλον, τὴν βοήθειαν τὴν ἀχείρωτον. Εἶτα εἰπὼν
τὰ κατὰ τὸν Ἰούδαν, πῶς ἑαυτὸν κατεδίκασε, πῶς τὴν ἐπὶ θανάτου ἐξήνεγκε
ψῆφον καθ' ἑαυτοῦ, πῶς ἀπήγξατο, πῶς ἡ ἀποστολὴ αὐτοῦ πρὸς ἕτερον μετέστη, πάλιν
ἔχεται τῆς προτέρας ὑποθέσεως. Καὶ γὰρ
καὶ τοῦτο προφητείας εἶδος, μεταξὺ διακόπτειν, καὶ ἱστορίαν τινὰ ἐμβάλλειν, καὶ μετὰ τὸ ταύτην διεξελθεῖν
πάλιν ἐπὶ τὰ πρότερα ἐπανιέναι. Συνεσκίασται γὰρ διὰ τὴν ἀγνωμοσύνην τῶν Ἰουδαίων ἡ προφητεία.
Αἰνίττεται γοῦν τινα, ὅπερ ἔφθην
εἰπὼν, ἱερωσύνῃ ἐπιβουλεύσαντα μετὰ τοὺς χρόνους τοὺς ἐκ τῆς ἐπανόδου τῆς
ἐκ Βαβυλῶνος. Καὶ οἱ φιλοπονώτεροι ἴσασι τοῦτο, τὴν ἱστορίαν ἐπελθόντες. Καὶ
προφητεύει μεγάλα τῷ τοιούτῳ κακὰ, ἐρημίαν
προστατῶν· καὶ πάντα ἀξιοῖ προσχώννυσθαι
αὐτῷ λιμένα, καὶ μηδεμιᾶς τυχεῖν μακροθυμίας, μηδὲ φιλανθρωπίας, μηδὲ συγγνώμης. Ταῦτα δὲ, ὅπερ ἔφθην εἰπὼν, καὶ συνεχῶς λέγων
οὐ παύσομαι, δοκεῖ μὲν εἶναι ἀρᾶς· προφητεία δέ ἐστι, δεικνύουσα πῶς παροξύνεται ὁ Θεὸς, ὅταν ἱερωσύνη ἐπιβουλεύηται. Εἶτα κατὰ λέξιν τὰς συμφορὰς ἐπεξέρχεται, καί
φησιν· Ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεον. Καὶ κατεδίωξεν ἄνθρωπον
πένητα καὶ πτωχὸν,
καὶ κατανενυγμένον τῇ
καρδίᾳ τοῦ θανατῶσαι. Τοῦτο ἐσχάτης
ὠμότητος, τοῦτο πολλῆς ἀπανθρωπίας, ὅταν μὴ μόνον τις ἐπιβουλεύῃ, ἀλλὰ
καὶ τὸν ἱκανὸν
ἐπικλάσαι πρὸς ἔλεον
καὶ πρὸς συμπάθειαν ἐπικάμψαι. Ὁ γὰρ τοιοῦτος πρὸς τὴν
τῶν θηρίων ἀγριότητα ἐξώκειλε, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερος
γέγονε. Τοῖς μὲν γὰρ θηρίοις κατὰ φύσιν τὸ θηριῶδες· οὗτος δὲ λόγῳ
τιμηθεὶς, τῇ πονηρίᾳ τὴν εὐγένειαν προέδωκε. Κἀκεῖνα μὲν πρὸς τὸ ὁμόφυλον καὶ
συγγενὲς ἔχει τινὰ
φιλίαν καὶ ἡμερότητα·
οὗτοι δὲ οὐδὲ τὸ κοινὸν
τῆς φύσεως ᾐδέσθησαν, ἀλλ' ὃν ἔδει
ἐλεεῖν καὶ ἀνέχειν καὶ ἀνορθοῦν, τοῦτον ὤθουν καὶ ἀνέτρεπον. Καὶ ἠγάπησε κατάραν,
καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν,
καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Ἐπειδὴ πολλὰς κατηύξατο αὐτοῦ συμφορὰς, δείκνυσιν
οὐ παρ' αὐτοῦ, ἀλλὰ παρ' ἐκείνου τὴν ἀρχὴν τούτων γενομένην
καὶ τὴν αἰτίαν, .263 τοῦ διὰ τῶν ἔργων
ἀποκρουσαμένου μὲν τὴν παρὰ .263 τοῦ Θεοῦ ῥοπὴν, ἐπισπασαμένου δὲ τὴν θεήλατον
πληγήν. Καὶ ἐνεδύσατο κατάραν
ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον
ἐν τοῖς ὀστέοις αὐτοῦ. Ἐνταῦθα καὶ τὸ σφοδρὸν τῆς πληγῆς, καὶ τὸ μόνιμον τῆς
τιμωρίας ἐνδείκνυται, δηλῶν ὅτι πᾶσιν ἀνθρώποις
τὰ κακὰ οἴκοθεν καὶ παρὰ τῆς οἰκείας
γνώμης, οἳ διὰ τῶν ἔργων
καὶ τῶν πράξεων
τὰ μὲν ἀγαθὰ
διακρούονται, ταῖς δὲ τιμωρίαις ἑαυτοὺς ἐπεμβάλλουσι. Γενηθήτω αὐτῷ ὡς ἱμάτιον,
ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη, ἣν
διαπαντὸς περιζώννυται. Τοῦτο δέ φησι, δεικνὺς τὴν ἄφατον τοῦ Θεοῦ ὀργὴν,
τὴν μετελευσομένην τοὺς τοιούτους. Ὃ δὲ
λέγει τοῦτό ἐστιν· Οὕτως αὐτοὺς τὰ κακὰ καθέξει,
ὡς μηδὲ μεταβολήν
τινα σχεῖν· ἀλλ' ἐναποστηριχθήσεται ἐν αὐτοῖς, καὶ μενεῖ βέβαια. Εἶτα δεικνὺς, ὅτι πονηρίαν
κολάζει, καὶ κακίαν διορθοῦται,
καὶ ὅτι οὐ
κατ' ἐκείνου μόνου,
ἀλλὰ κατὰ πάντων
τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων
ἡ τοιαύτη κείσεται ψῆφος; ἐπήγαγε· Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ. Τουτέστιν, αὕτη ἡ
τιμωρία, αὕτη ἡ δίκη
τῶν ἀνθισταμένων μοι, τῶν ἐπιβουλευόντων, τῶν
πολεμούντων, Καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Ἄρα καὶ ῥημάτων
εἰσὶν εὐθῦναι, καὶ εὐθῦναι πικρόταται.
δʹ. Ἀπαρτίσας τοίνυν τὸν περὶ ἐκείνου λόγον, ἐπὶ τὸν Θεὸν καταφεύγει πάλιν ὑπὲρ τῆς εἰς αὐτὸν ἀντιλήψεως.
Οὐδὲ γὰρ μέχρι τῆς τιμωρίας τῶν ἐπιβουλευόντων ἵσταται, ἀλλὰ δεικνὺς ὅτι οἱ
κακῶς πάσχοντες καὶ τιμωρὸν ἔχουσιν ὑπὲρ ὧν ἀδικοῦνται, καὶ αὐτοὶ πολλῆς τυγχάνουσι
τῆς ἀντιλήψεως, ἐπάγει λέγων· Καὶ σὺ, Κύριε, ποίησον μετ' ἐμοῦ, ἕνεκεν τοῦ ὀνόματός
σου. Ὅρα εὐγνωμοσύνην, ὅρα ταπεινοφροσύνην.
Καίτοι γε ἱκανὴν εἶχεν εἰς συνηγορίαν ἀφορμὴν τὸ κακῶς παθεῖν καὶ γὰρ καὶ
τοῦτο πολλαχοῦ τῶν Γραφῶν ἔστιν ἰδεῖν, ὅτι οἱ κακῶς
πάσχοντες ἀδίκως παρὰ ἀνθρώπων, πλείονα ἔχουσι παῤῥησίας ἀφορμὴν πρὸς τὸ τυχεῖν
τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ἀλλ' οὗτος ἀφεὶς τοῦτο εἰπεῖν,
ἐπὶ τὴν φιλανθρωπίαν μόνην τοῦ Θεοῦ καταφεύγει καὶ λέγει· Ποίησον μετ' ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός
σου· μονονουχὶ τοῦτο λέγων· Οὐκ ἐπειδὴ ἄξιός εἰμι, ἀλλὰ διὰ σεαυτὸν, ὅτι
φιλάνθρωπος εἶ καὶ ἐλεήμων. ∆ιὸ καὶ ἐπάγει·
Ὅτι χρηστὸν τὸ ἔλεός σου. Καὶ καλῶς εἶπεν,
Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τὸ γὰρ τῶν ἀνθρώπων
οὐ τοιοῦτον πολλαχοῦ· ἔστι γὰρ ὅπου
καὶ ἐπὶ βλάβῃ τούτῳ κέχρηνται, καὶ ἐπὶ
διαφθορᾷ· ἀλλ' ὁ Θεὸς πανταχοῦ πρὸς τὸ συμφέρον. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης
εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὁρᾷς αὐτὸν πάλιν ἀξιοῦντα σωθῆναι,
οὐχ ὡς ἄξιον, οὐδὲ ὡς δίκαιον,
ἀλλ' ὡς ἀνατραπέντα
παντελῶς, ὡς κατειργασμένον, ὡς μυρία
παθόντα κακά; Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Τοιαύτη γὰρ τῶν συμφορῶν ἡ
δύναμις· οὐ σῶμα λυμαίνεται μόνον, ἀλλὰ
καὶ ψυχὴν θορυβεῖ. Ὡς σκιὰ, ἐν τῷ ἐκκλῖναι αὐτὴν, ἀντανῃρέθην, ἐξετινάχθην
ὡσεὶ ἀκρίδες. Τὸ σφοδρὸν τῆς ἐπιβουλῆς τῶν ἀδικησάντων λέγει, τὴν κακουχίαν τὴν ἄφατον, καὶ τὴν παρ'
ἑαυτοῦ πάλιν γενομένην ἐν τοῖς τοιούτοις
σπουδήν. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον.
Ὁρᾷς οἷα κατασκευάζει ὅπλα πρὸς τὰς ἐπιβουλὰς, καὶ τὴν πρὸς
αὐτὸν κακουχίαν; Καὶ ἐγὼ
ἐγενήθην αὐτοῖς ὄνειδος·
εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
Τοιαῦται τῶν πονηρῶν
αἱ γνῶμαι· οὐ μόνον οὐκ ἐνδιδόασιν, ὅταν ἴδωσι τὸν δίκαιον ἐπιτείνοντα τὴν εὐλάβειαν, ἀλλὰ καὶ ὀνειδίζουσι καὶ κωμῳδοῦσι,
καὶ ἐπεμβαίνουσι. Τί οὖν οὗτος; Ἐπὶ τὴν ἄμαχον συμμαχίαν, ἐπὶ τὴν ἀχείρωτον βοήθειαν καταφεύγει, λέγων· Βοήθησόν μοι, Κύριε ὁ Θεός μου, καὶ σῶσόν
με κατὰ τὸ ἔλεός σου. Καὶ γνώτωσαν, ὅτι ἡ
χείρ σου αὕτη, καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν. Τί ἐστιν, Ὅτι ἡ χείρ σου αὕτη; Ὅτι
σὴ ἡ συμμαχία. Ὅτι σὴ, φησὶν, ἡ βοήθεια. Οὐ γὰρ δὴ σωθῆναι βούλομαι μόνον, ἀλλὰ
καὶ ἐκείνους μαθεῖν παρὰ τίνος
ἐσώθην, ὥστε διπλοῦν μοι γενέσθαι τὸ τρόπαιον, διπλοῦν τὸν στέφανον, ἐπιτεταμένην τὴν δόξαν. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός
σου εὐφρανθήσεται. Ἐντεῦθεν
φιλοσοφίαν τινὰ παιδεύει
τὸν ἀκροατήν. ∆είκνυσι
γὰρ ὅτι κἂν
μυρίαις βάλλωσι ταῖς ἀραῖς, εὐλογοῦντος
τοῦ Θεοῦ, οὐδὲν ἔσται βλάβος ἀπ' ἐκείνων, ἀλλ' εἰς αὐτοὺς περιτραπήσεται τὰ τῆς αἰσχύνης,
τὰ τῶν ὀνειδῶν.
Ὁ δὲ δοῦλός
σου εὐφρανθήσεται ἐπὶ σοί. Καλῶς
εἶπεν, Ἐπὶ σοὶ, δηλῶν ὅτι ἐκεῖθεν ἡ εὐφροσύνη, ὅθεν ἡ χορηγία τῶν ἀγαθῶν. Λοιπὸν
οὐδέν με τῶν μοχθηρῶν θορυβῆσαι δυνήσεται, τῆς εὐφροσύνης μοι τῆς παρὰ σοῦ μενούσης
ἀκεραίου. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλλέσθωσαν ὡς
διπλοΐδα αἰσχύνην αὐτῶν. Ὅρα πάλιν πῶς ἀξιοῖ μὴ κολάσει παραδοθῆναι αὐτοὺς μόνον,
ἀλλ' αἰσχύνῃ, ἀλλ' ἐντροπῇ, ὥστε διδασκαλίαν αὐτοῖς γενέσθαι
διορθώσεως, καὶ ὑπόθεσιν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν
τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω
αὐτόν. Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν
μου. Ἀντὶ δὴ τούτων πάντων
ἀμοιβὰς ἀνατίθησι τῷ Θεῷ τὴν ὑμνολογίαν, τὴν εὐχαριστίαν, τὸν αἶνον, τὸ παρὰ πᾶσιν ἀπαγγέλλειν αὐτοῦ τὰ κατορθώματα, τὸ ἐν μέσῳ θεάτρου κήρυκα
γίνεσθαι τῶν αὐτῷ ὑπαρξάντων ἀγαθῶν.
Τοῦτο γὰρ θυσία, τοῦτο προσφορὰ,
τὸ τὰς εὐεργεσίας τοῦ Θεοῦ διαπαντὸς ἐπὶ
μνήμης φέρειν, καὶ ἐγκολάπτειν τῇ διανοίᾳ, καὶ ἐπὶ στόματος
ἀνακηρύττειν, καὶ πολλοὺς
ποιεῖν ἀκουστὰς τῶν εὐεργεσιῶν αὐτοῦ. Οὕτω γὰρ ὅ τε ἀπολελαυκὼς
τῆς εὐεργεσίας, εὐγνωμοσύνης λήψεται ἀμοιβὴν, καὶ πλείονα ἐπισπάσεται παρὰ τοῦ
Θεοῦ τὴν ῥοπήν· οἵ τε ἀκούοντες ἀπὸ τῶν ἑτέροις γινομένων σπουδαιότεροι
κατασταθήσονται, καὶ πρὸς ἀρετῆς ζῆλον μεγίστην λήψονται τὴν ἑτέρων εὐεργεσίαν ὑπόθεσιν.
Πρώτη αποκλειστική δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς
Η ηλεκτρονική επεξεργασία επιμέλεια και μορφοποίηση κειμένου
και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο
Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου