ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Προθεωρία εις τους Ψαλμούς

Τρίτη 4 Οκτωβρίου 2016

Προθεωρία εις τους Ψαλμούς




Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΠΡΟΘΕΩΡΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.


αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ θεῖαι Γραφαί· ἔχουσι δέ τι πλέον οἱ Ψαλμοί· οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον  δὲ πρὸ πάντων,  περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, ἀπ' αὐτῆς εὐθὺς τῆς ἀρχῆς τοῦ βιβλίου. ∆ιὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ μακάριος  ∆αυῒδ  λέγων·   Μακάριος  ἀνὴρ,  ὃς  οὐκ  ἐπορεύθη   ἐν   βουλῇ   ἀσεβῶν.Μακαριότητα δὲ ὅταν εἴπῃ, τὴν κορυφὴν λέγει τῶν ἀγαθῶν ἁπάντων. Περὶ δὲ τοῦ συνεῖναι ἀγαθοῖς, περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ ἀκολασίας, περὶ τοῦ μὴ πλεονεκτεῖν,  ὅτι οὐδὲν  τὰ χρήματα, οὐδὲ δόξα, καὶ ὅσα τοιαῦτα.  Καὶ περὶ μὲν τοῦ σωφρονεῖν  ἀκούσῃ αὐτοῦ λέγοντος,  Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων·  καὶ πάλιν,  Ἐξωλόθρευσας πάντα  τὸν πορνεύοντα  ἀπὸ σοῦ. Περὶ δὲ τοῦ δεῖν  γαστρὸς κατέχειν,  Καὶ ἀπέκτεινε,  φησὶν, ἐν  τοῖς  πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων ἀπέχεσθαι· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Καὶ δόξης μὴ ἐπιθυμεῖν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ. Τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζηλοῦ ἐν πονηρευομένοις.  Τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν  ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Μηδὲν τὰ παρόντα  ἡγεῖσθαι· Ἐμακάρισαν τὸν  λαὸν,  ᾧ ταῦτά  ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ' ἔστιν ἀνταπόδοσις, φησίν· Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὰ τί δὲ οὐ καθ' ἡμέραν ἀνταποδίδωσιν; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. 


Ὅτι ἡ ταπεινοφροσύνη   καλόν·  Κύριε, οὐχ  ὑψώθη,  φησὶν,    καρδία  μου.  Καὶ  ὅτι  ἡ ὑπερηφανία κακόν· ∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Καὶ πάλιν, Κύριος ὑπερηφάνοις  ἀντιτάσσεται. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅτι τὸ ἐλεεῖν ἐπαινετόν·  Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων  καὶ κιχρῶν.  Ὅτι κακῶς λέγειν  οὐ δεῖ· Τὸν καταλαλοῦντα  λάθρᾳ τοῦ πλησίον  αὐτοῦ, τοῦτον  ἐξεδίωκον.  Καὶ πολλὰ  τούτων πλείονα  εὑρήσεις ἐντεῦθεν  ἐμφιλόσοφα δόγματα. Καὶ γὰρ οὐ περὶ τῶν  παρόντων μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων  διαλέγεται, καὶ περὶ τῶν ὁρωμένων, καὶ περὶ τῆς ἀοράτου κτίσεως. Καὶ περὶ οὐρανοῦ θέλεις μαθεῖν, πότερον μένει τοιοῦτος, ἢ μεταβάλλεται; Σαφῶς ἀποκρίνεταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται,  καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Καὶ περὶ τοῦ σχήματος ἐὰν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν, Ὁ ἐκτείνων  τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἐὰν περὶ τῶν νώτων αὐτοῦ βουληθῇς τι πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν, Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Καὶ οὐδ' ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλάτους  καὶ ὕψους  σοι διαλέγεται,  δεικνὺς  ταῦτα  ἰσόμετρα ὄντα· Καθόσον γὰρ, φησὶν, ἀπέχουσιν ἀνατολαὶ  ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοῖς φοβουμένοις αὐτόν. Κἂν τῆς γῆς τὰ θεμέλια περιεργάσῃ, οὐδὲ ταῦτά σοι ἀποκρύψει, ἀλλ'  ἀκούσῃ  λέγοντος,  ὅτι  Ἐπὶ  θαλασσῶν  ἐθεμελίωσεν  αὐτήν.  Κἂν περὶ  τῶν σεισμῶν θέλῃς μαθεῖν πόθεν γίνονται, ἀπαλλάξει σε πάσης ἀπορίας οὕτω λέγων· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Ἂν τῆς νυκτὸς ζητεῖς τὴν χρῆσιν, καὶ ταῦτα εἴσῃ παρ' αὐτοῦ μαθεῖν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιμα, ἐρεῖ σοι· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ διὰ τί αἱ πέτραι, λέγει σοι· Πέτρα καταφυγὴ  τοῖς λαγωοῖς. ∆ιὰ τί τὰ ἄκαρπα δένδρα, μάθε· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· ∆ιὰ τί ἐν ἐρήμοις αἱ πηγαί; Ἐπ' αὐτὰς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, καὶ τὰ θηρία τοῦ ἀγροῦ. ∆ιὰ τί οἶνος; Οὐχ ἵνα πίνῃς μόνον, ἐπεὶ  ἤρκει  καὶ    τοῦ  ὕδατος  φύσις,  ἀλλ'  ἵνα  εὐφρανθῇς  καὶ  ἡσθῇς· Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦτο δὲ μαθὼν, εἴσῃ καὶ μέχρι ποῦ τῷ οἴνῳ χρῆσθαι δεῖ. Πόθεν τρέφεται τὰ πετεινὰ καὶ τὰ ἄγρια θηρία, ἀκούσῃ λέγοντος· Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν  εἰς εὔκαιρον. Κἂν εἴπῃς, διὰ τί τὰ κτήνη; ἀποκρίνεταί  σοι, ὅτι  καὶ  ταῦτα  διὰ  σέ· Ὁ ἐξανατέλλων   γὰρ, φησὶ, χόρτον  τοῖς κτήνεσι, καὶ χλόην  τῇ δουλείᾳ τῶν  ἀνθρώπων.  Τί τῆς σελήνης ἡ χρεία, ἄκουσον λέγοντος· Ἐποίησε σελήνην εἰς καιρούς. Ὅτι γενητὰ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, καὶ τοῦτο σαφῶς ἐδίδαξεν· Αὐτὸς, φησὶν, εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Καὶ ὅτι θανάτου λύσις ἔσται, διδάσκει λέγων· Ὁ Θεός μου λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Πόθεν τὸ σῶμα ἡμῶν γέγονε, καὶ ποῦ πάλιν ἀπέρχεται, λέγει· Ἐμνήσθη ὅτι χοῦς  ἐσμὲν, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. ∆ιὰ τί  ταῦτα  πάντα;  ∆ιὰ σέ·  ∆όξῃ γὰρ καὶ τιμῇ  ἐστεφάνωσας  αὐτὸν,  καὶ κατέστησας αὐτὸν  ἐπὶ  τὰ  ἔργα  τῶν  χειρῶν  σου. Ἔχομέν  τι  κοινὸν  πρὸς  τοὺς ἀγγέλους οἱ ἄνθρωποι, καὶ τοῦτο λέγει· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Καὶ περὶ τῆς ἀγάπης τοῦ Θεοῦ λέγει· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς  φοβουμένους  αὐτόν.  Περὶ  τῶν  μετὰ  ταῦτα  διαδεξομένων   ἡμᾶς,  καὶ  τῆς ἀταράχου λήξεως ἐκείνης· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. ∆ιὰ τί οὕτω  μέγας ὁ οὐρανὸς, ἐρεῖ· Οἱ οὐρανοὶ  διηγοῦνται  δόξαν Θεοῦ. ∆ιὰ τί νὺξ καὶ ἡμέρα; Οὐχ ἵνα φαίνωσι καὶ ἀναπαύωσι μόνον, ἀλλ' ἵνα καὶ παιδεύωσιν. Οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ Ἄβυσσος ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτῆς. Οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει. Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες, καὶ τὰ ἄλλα πάντα εἴσεσθε· τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθικὸν λόγον, τὰ περὶ τῶν δογμάτων  ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν  ἐντεῦθεν  λήψῃ παραμυθίαν· κἂν εἰς ἁμαρτίαν, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν, ἂν εἰς θλίψιν, πολλοὺς τοὺς λιμένας  ὄψει. Κἂν δίκαιος ᾖς, πολλὴν  ὠφέλειαν  ἐκεῖθεν καρπώσῃ· κἂν ἁμαρτωλὸς, πολλὴν τὴν παραμυθίαν. Ἄν τε γὰρ δίκαιος ᾖς καὶ πάσχῃς δεινὰ, ἀκούσῃ, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν  ὡς πρόβατα σφαγῆς. Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ἂν ἐπάρῃ σε τὰ κατορθώματα,  λέγει  σοι·  Μὴ εἰσέλθῃς  εἰς  κρίσιν  μετὰ  τοῦ  δούλου  σου, ὅτι  οὐ δικαιωθήσεται ἐνώπιόν  σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Ἂν ἁμαρτωλὸς ᾖς καὶ ἀπεγνωκὼς ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδημα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, μαθήσῃ, ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν  δύναμιν,  καὶ  γίγας  οὐ  σωθήσεται  ἐν  πλήθει  ἰσχύος  αὐτοῦ· καὶ  δυνήσῃ μετριάζειν. Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν ἀκούσῃ· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει  αὐτῶν,  καὶ  ἐπὶ  τῷ  πλήθει  τοῦ  πλούτου  αὐτῶν  καυχώμενοι!  καὶ  ὅτι Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ οὐδὲν ἡγήσῃ μέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων  λαμπρότερον, ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ' ἐν ἀθυμίᾳ κατέστης; Εἰπέ· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ  τὸν  Θεὸν, ὅτι  ἐξομολογήσομαι  αὐτῷ.  Ἀλλ'  ὁρᾷς εὐδοκιμοῦντας    παρ'    ἀξίαν;    Ἄκουσον    λέγοντος,    ὅτι    Ὡσεὶ   χόρτος,    ταχὺ  ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα  χλόης, ταχὺ ἀποπεσοῦνται. Βλέπεις δικαίους καὶ ἁμαρτωλοὺς  κολαζομένους;  Ἴδε  ὅτι  οὐχ    αὐτὴ  αἰτία·  Πολλαὶ  γὰρ,  φησὶν,  αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· ἐπὶ δὲ τῶν δικαίων  οὐχ οὕτως, ἀλλὰ Πολλαὶ αἱ θλίψεις τῶν  δικαίων,  καὶ ἐκ πασῶν αὐτῶν  ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν· Θάνατος ἁμαρτωλῶν  πονηρός· καὶ, Τίμιος ἐναντίον  Κυρίου ὁ θάνατος  τῶν  ὁσίων  αὐτοῦ. Ταῦτα  λέγε  συνεχῶς,  ἐντεῦθεν  παιδεύου.  Τούτων  γὰρ  ἕκαστον  τῶν  ῥημάτων πέλαγος   ἀχανὲς   νοημάτων·   ἡμεῖς   γὰρ   ἁπλῶς   ταῦτα   παρεδράμομεν·   εἰ   δὲ βουληθείητε μετὰ ἀκριβείας διερευνᾶσθαι τὰ εἰρημένα, πολὺν ὄψεσθε τὸν πλοῦτον καὶ ἀπ' αὐτῶν, καὶ ἀπὸ τῶν ἄλλων Γραφῶν ὁμοίως.

βʹ. Ἀλλ'  ἐπειδὴ    ἀνάγνωσις   ἔχει  πόνον  καὶ  πολὺ  τὸ  φορτικὸν,  τοῖς εἰρημένοις  τέως  ἐμφιλοχωρῶμεν·   ἵνα  ὁμοῦ  καὶ  τέρπῃς  τὴν  ψυχὴν  ᾄδων,  καὶ ὑποκλέπτῃ τὸν πόνον. Ψαλλέτω τοίνυν τὸ στόμα, καὶ παιδευέσθω ὁ νοῦ· οὐκ ἐστιν οὐδ'  αὐτὸ  τοῦτο  μικρόν.  Ὅταν  γὰρ  μὴ  φθονεῖν  ἐᾷ,  μὴ  λυπεῖσθαι  καὶ  ἀθυμεῖν ἀκαίρως, μήτε ἡγεῖσθαί τι πλοῦτον,  μὴ θλίψιν,  μὴ πενίαν,  μηδὲ αὐτὴν τὴν ζωὴν νομίζειν  τι  εἶναι,  πάντων  σε ἀπαλλάττει  τῶν  παθῶν.   Ἄλλως  τε δὲ, ἐὰν παιδεύσωμεν τὴν γλῶτταν ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία  βουλομένη. ∆εῖ οὖν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν, καὶ τὰς τῶν ἀγαθῶν πράξεων. Ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν  διὰ τῶν ἔργων, καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία τοῦ διαβόλου γένηται. Πρὸ μὲν γὰρ τοῦ ἀκοῦσαι δέδοικεν ὁ πονηρὸς δαίμων, μήποτε ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται.
Ψάλλωμεν   τοίνυν   τὴν   ἀπὸ   τῶν   πράξεων   ᾠδὴν,   ἵνα   τὴν   δαίμονος χαλεπωτέραν  ἐκβάλλωμεν  ἁμαρτίαν, καὶ τὴν τοῦ Πνεύματος ἐπισπασώμεθα χάριν.
Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει,  καὶ τῶν  τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν  ποιεῖ, καὶ πάντων  καταγελᾶν τῶν  βιωτικῶν,  ὡς  ἡ ἀπὸ τῶν  ψαλμῶν  ἐμμέλεια,  καὶ ῥυθμῷ  συγκείμενον  ᾆσμα.
Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς τοὺς πολλοὺς τῶν ἀνθρώπων  ῥᾳθυμοτέρους ὑπάρχοντας, καὶ τὸν ἐκεῖθεν οὐχ ἡδέως ὑπομένοντας κάματον, ποθεινότερον ποιῆσαι τὸν πόνον βουλόμενος, καὶ τοῦ καμάτου τὴν αἴσθησιν ὑποτέμνεσθαι, τὴν τοῦ μακαρίου ∆αυῒδ
ἐκίνησε γλῶσσαν τοὺς ψαλμοὺς διευκρινῆσαι τούτους, καὶ μελῳδίαν  ἀναμίξαι τῇ προφητείᾳ,  ἵνα τῷ ῥυθμῷ τοῦ μέλους ψυχαγωγούμενοι  πάντες, μετὰ πολλῆς  τῆς προθυμίας τοὺς ἱεροὺς ἀναπέμπωσιν αὐτῷ ὕμνους. Οὕτω γὰρ ἡμῶν ἡ φύσις πρὸς τὰ ᾄσματα καὶ τὰ μέλη οἰκείως ἔχει καὶ ἡδέως, ὡς καὶ τὰ ὑπομάζια παιδία κλαυθμυριζόμενα καὶ δυσχεραίνοντα, οὕτω κατακοιμίζεσθαι. Αἱ γοῦν τίτθαι ἐν ταῖς ἀγκάλαις  αὐτὰ  βαστάζουσαι πολλάκις  ἀπιοῦσαι,  καί  τινα  αὐτοῖς  κατεπᾴδουσαι ᾄσματα παιδικὰ, οὕτως αὐτοῖς τὰ βλέφαρα κατακοιμίζουσι. ∆ιὰ τοῦτο καὶ ὁδοιπόροι πολλάκις κατὰ μεσημβρίαν ἐλαύνοντες ὑποζύγια, ᾄδοντες τοῦτο ποιοῦσι, τὴν ἐκ τῆς ὁδοιπορίας  ταλαιπωρίαν  ταῖς  ᾠδαῖς  ἐκείναις  παραμυθούμενοι. Οὐχ ὁδοιπόροι δὲ μόνον, ἀλλὰ καὶ γηπόνοι  ληνοβατοῦντες,  καὶ τρυγῶντες,  καὶ ἀμπέλους θεραπεύοντες,    καὶ    ἄλλο    τι    ἐργαζόμενοι,    πολλάκις    ᾄδουσι·   καὶ    ναῦται κωπηλατοῦντες  τοῦτο ποιοῦσιν. Ἤδη δὲ καὶ γυναῖκες ἱστουργοῦσαι καὶ τῇ κερκίδι τοὺς στήμονας συγκεχυμένους διακρίνονται, πολλάκις μὲν καὶ καθ' ἑαυτὰς ἑκάστη, πολλάκις δὲ καὶ συμφώνως ἅπασαι μίαν τινὰ μελῳδίαν ᾄδουσαι. Ποιοῦσι δὲ τοῦτο καὶ γυναῖκες, καὶ γηπόνοι, καὶ ναῦται, τῷ ᾄσματι τὸν ἐκ τῶν ἔργων πόνον παραμυθήσασθαι σπουδάζοντες· ὡς τῆς ψυχῆς, εἰ μέλους ἀκούσειε καὶ ᾠδῆς, ῥᾷον ἅπαντα ἐνεγκεῖν  δυναμένης  τὰ ὀχληρὰ καὶ ἐπίπονα. Ἐπεὶ οὖν οἰκείως ἡμῖν πρὸς τοῦτο  ἔχει  τὸ  εἶδος  τῆς  τέρψεως    ψυχὴ,  ἵνα  μὴ  πορνικὰ  ᾄσματα οἱ  δαίμονες εἰσάγοντες ἅπαντα ἀνατρέπωσι, τοὺς ψαλμοὺς αὐτοῖς ἐπετείχισεν ὁ Θεὸς, ὥστε ὁμοῦ τὸ πρᾶγμα καὶ ἡδονὴν καὶ ὠφέλειαν εἶναι. Ἀπὸ μὲν γὰρ τῶν ἔξωθεν ᾀσμάτων βλάβη καὶ ὄλεθρος, καὶ πολλὰ ἂν εἰσαχθείη δεινὰ, ἀσελγεστέρας καὶ παρανομωτέρας τοῖς ᾄσμασι τούτοις τῆς ψυχῆς γινομένης, μαλθακωτέρας τε καὶ ἀσθενεστέρας· ἐπὶ δὲ τῶν πνευματικῶν  πολὺ μὲν τὸ κέρδος, πολλὴ δὲ ἡ ὠφέλεια,  πολὺς δὲ ὁ ἁγιασμὸς, καὶ πάσης φιλοσοφίας ὑπόθεσις γένοιτ' ἂν, τῶν τε ῥημάτων τὴν ψυχὴν ἐκκαθαιρόντων, τοῦ τε ἁγίου Πνεύματος τῇ τὰ τοιαῦτα  ψαλλούσῃ ἐφιπταμένου  ψυχῇ. Ἐπᾴδωμεν τοίνυν  τῇ ψυχῇ τοὺς φιλοσοφίας  γέμοντας  ψαλμοὺς, ἵνα κατὰ μικρὸν καὶ ἐπὶ τὰ ὑψηλότερα ἀναχθῶμεν. Ὅταν γὰρ ἐν τοῖς ψαλμοῖς μάθῃς, τότε καὶ ὕμνους εἴσῃ, ἅτε θειότερον  πρᾶγμα.  Οἱ  γὰρ  ψαλμοὶ  πάντα  ἔχουσιν,  οἱ  δὲ  ὕμνοι  πάλιν   οὐδὲν ἀνθρώπινον.  Αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· Οὐ γὰρ ὡραῖος  ὕμνος ἐν στόματι, φησὶν, ἁμαρτωλοῦ. ∆ιὸ καὶ ὁ Παῦλος παραινεῖ λέγων· Ἄδοντες ἐν ταῖς καρδίαις ἡμῶν τῷ Κυρίῳ, μὴ ἁπλῶς τῷ στόματι, ἀλλὰ μετὰ προσοχῆς. Τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ, τῷ ἀέρι· διαχεῖται γὰρ ἁπλῶς ἡ φωνή. Οὐ χρεία τόπου, οὐ χρεία χρόνου, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ, καὶ ἐν παντὶ καιρῷ ἔξεστι ψάλλειν κατὰ διάνοιαν.  Κἂν ἐν ἀγορᾷ βαδίζῃς, κἂν  ἐν  ὁδοῖς ᾖς, κἂν  φίλοις  συνεδρεύῃς, ἔξεστι διεγεῖραι τὴν ψυχὴν, ἔξεστι σιγῶντα βοᾷν. Οὕτω καὶ ὁ Μωϋσῆς ἐβόα, καὶ ὁ Θεὸς ἤκουε. Κἂν χειροτέχνης ᾖς, ἐν ἐργαστηρίῳ καθήμενος καὶ ἐργαζόμενος, δυνήσῃ ψάλλειν.  Κἂν στρατιώτης ᾖς, ἐν δικαστηρίῳ προσεδρεύων, δυνήσῃ τὸ αὐτὸ τοῦτο ποιεῖν. Ἔξεστι γὰρ καὶ χωρὶς φωνῆς ψάλλειν, τῆς διανοίας ἔνδον ἠχούσης. Οὐ γὰρ ἀνθρώπῳ  ψάλλομεν,  ἀλλὰ  Θεῷ τῷ  δυναμένῳ  καὶ  καρδίας  ἀκοῦσαι, καὶ  εἰς  τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν εἰσελθεῖν. Ἀλλ' ἐπειδὴ οἱ πνευματικοὶ  ἄνδρες, οἱ τὰ χαρίσματα  τοῦ  Πνεύματος  ἔχοντες,  ὑπὲρ  τῶν   πλησίον  εὔχονται   ἀεὶ,  καὶ  τὰς ἱκετηρίας ἀναφέρουσι μετὰ κατανύξεων  καὶ στεναγμῶν  τῷ Θεῷ· τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ καθ' ἑκάστην ἡμέραν ἐντυγχάνωμεν τῷ Θεῷ, ὑπέρ τε ἑαυτῶν, ὑπέρ τε τῶν ἀδελφῶν τῶν ἡμετέρων. Πῶς δὲ ἔστιν ἐντυγχάνειν  τῷ Θεῷ; Ἀπὸ τοῦ βίον ἔχειν ὀρθὸν, καὶ συνειδὸς κεκαθαρμένον. Ταῦτα δὲ οὐδαμόθεν ἄλλοθεν ἔξεστι κατορθοῦν, ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός. Καὶ μή μοι λεγέτω τις, ὅτι Πρὸ τῆς ἑρμηνείας οὐκ ᾔδειν τῶν ψαλμῶν τὴν δύναμιν. Καὶ γὰρ πρὸ τῆς ἑρμηνείας παντὶ  τῷ  ὁπωσοῦν  βουλομένῳ  προσέχειν  ἀρκεῖ καὶ  εἷς  στίχος  πολλὴν  ἐνθεῖναι φιλοσοφίαν,  καὶ εἰς δόγμα διορθῶσαι, καὶ εἰς βίον ὠφελῆσαι τὰ μέγιστα. Καὶ γὰρ ὅταν εἴπῃς, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, καὶ δυνηθεὶς εἰδέναι τί ποτέ ἐστιν ὃ λέγεις, οὐ τὸν ἐν δυναστείᾳ ὄντα, οὐ τὸν πλουτοῦντα, οὐ τὸν οἰκίας ἔχοντα λαμπρὰς, οὐ τὸν  ἐν βασιλείοις στρεφόμενον, οὐκ αὐτὸν  τὸν  τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς   περικείμενον,   οὐκ  ἄλλον   οὐδένα,  ἀλλ'    τὸν  ἐν  εὐλαβείᾳ,  τὸν  ἐν φιλοσοφίᾳ, τὸν ἐν φόβῳ Θεοῦ ὄντα ζηλώσεις, οὐ μόνον διὰ τὰ μέλλοντα, ἀλλὰ καὶ δι'   αὐτὰ   τὰ   παρόντα.   Καὶ  γὰρ   καὶ   ἐνταῦθα   οὗτος   ἐκείνου   δυνατώτερος. Μελετήσωμεν τοίνυν  καὶ ἡμεῖς ἐντυγχάνειν  Θεῷ· μάθωμεν πῶς δεῖ ποιεῖσθαι τὴν ἐντυχίαν.  Οὐ γὰρ κάλλος  ζητεῖ γλώττης  ὁ Θεὸς, οὐδὲ ῥημάτων  συνθήκην, ἀλλὰ ψυχῆς ὥραν. Κἂν ἐκείνη φθέγγηται  τὰ αὐτῷ δοκοῦντα, τὸ πᾶν ἀνύσασα ἄπεισιν. Εἰ γὰρ  ἀνθρώπῳ  τις  συγγινόμενος  θαυμαστῷ  πολλὰ  καρποῦται  ἐκ  τῆς  συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς δι' εὐχῆς ἐκτενοῦς. Κἂν γὰρ ἁμαρτωλός τις ὢν μετὰ ταπεινοφροσύνης εὔξηται, ὅπερ ἐστὶ μέρος ἀρετῆς, μεγάλα ἀνύσαι δυνήσεται. Ὥσπερ οὖν καὶ ὁ τελώνης  (καὶ γὰρ ἀπὸ ψιλοῦ ῥήματος τὸ πᾶν ἤνυσεν), ἐπειδὴ ἡ διάνοια αὐτοῦ καλῶς παρεσκευασμένη ἦν. Πῶς δὲ ἦν παρεσκευασμένη; Ἐταλάνιζεν ἑαυτὸν, τὸ στῆθος ἔτυπτεν, οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἠνείχετο. Ἂν οὕτω καὶ σὺ εὔχῃ, πτεροῦ κουφοτέραν ἐργάσῃ τὴν ψυχήν. Ἔστω τοίνυν ἡ εὐχὴ ἥμερος, γαληνὴ, χάριεν ἔχουσα τὸ πρόσωπον καὶ ἁπαλὸν  μετὰ πραότητος καὶ μὴ κατ' ἐχθρῶν  γινομένη. Αὕτη τῶν οὐρανῶν ἀξία ἡ εὐχὴ, αὕτη τῶν ἀγγέλων  ἀξία ἡ γλῶττα. Οὕτω γὰρ καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἀκουσθησόμεθα, ὅταν ὑπὲρ τῶν ἀδικούντων  καὶ ἐπηρεαζόντων τὴν ἱκετηρίαν τῷ Θεῷ προσφέρωμεν. Ἂν οὕτω ῥυθμίσωμεν τὴν ψυχὴν, δυνησόμεθα μετὰ  παῤῥησίας λέγειν  καὶ  ἡμεῖς  τῷ  Θεῷ· Οἰκτείρησόν με, καὶ  εἰσάκουσον τῆς προσευχῆς μου· καὶ ῥᾳδίως ἐπινεύσει, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν παρέξει ἡμῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική εισαγωγή και δημοσίευση στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος  Τόμος 55

Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |