ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΑʹ Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρείς

Σάββατο 22 Οκτωβρίου 2016

ΜΑʹ Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρείς




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΜΑʹ Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

αʹ. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ  γὰρ παρ' αὐτῶν  ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν,  καὶ προθύμως  ἀπεδέχοντο  αὐτὸν,  οἵ τε Ἰουδαῖοι, τῶν  ἐθνῶν δεχομένων, μετενόουν. Ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν καὶ παρ' αὐτῶν λαβεῖν  τὴν  ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς  τοῦτο ἐποίει. ∆ιὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τινες  ἐσκληρύνοντο  καὶ ἠπείθουν,  κακολογοῦντες  τὴν  ὁδὸν  ἐνώπιον  τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.


 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας  τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον  τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας.  Ὁδὸν  τὸ  κήρυγμα  εἰκότως  ἐκάλουν.  Ὄντως  γὰρ  αὕτη  ἡ  ὁδὸς  ἦν  ἡ ἀπάγουσα εἰς τὴν  βασιλείαν  τῶν  οὐρανῶν.  Ἐν τῇ σχολῇ, φησὶ, Τυράννου τινὸς διελέγετο. Καὶ τοῦτο ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας ἀκοῦσαι τὸν λόγον Ἰουδαίους τε  καὶ  Ἕλληνας.  Ὁρᾷς πόσον  ἤνυσεν  ἡ  ἐπιστασία; Καὶ Ἰουδαῖοι  καὶ  Ἕλληνες ἤκουον. ∆υνάμεις τε οὐ τὰς τυχού  σας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ  τοὺς ἀσθενοῦντας  ἐπιφέρεσθαι  ἀπὸ τοῦ χρωτὸς  αὐτοῦ  σουδάρια ἢ σιμικίνθια, παὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν  τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι  ἀπ'  αὐτῶν.  Οὐχὶ φοροῦντες  ἥπτοντο  μόνον,  ἀλλὰ  καὶ  λαμβάνοντες ἐπετίθεσαν.  ∆ιὰ τοῦτο  οὐκ εἴα ὁ Χριστὸς ἀπελθεῖν  αὐτὸν  εἰς τὴν  Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν, ὡς ἔγωγε οἶμαι. Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες·  Ὁρκίζομεν ὑμᾶς τὸν  Ἰησοῦν, ὃν  Παῦλος κηρύσσει.
Οὕτω πάντα ἐποίουν πραγματείας ἕνεκεν. Ὅρα· πιστεῦσαι μὲν οὐκ ἤθελον, διὰ δὲ τοῦ ὀνόματος ἤθελον ἐκβάλλειν τοὺς δαίμονας. Βαβαί τὸ ὄνομα τοῦ Παύλου πόσον ἦν  Ἦσαν δέ  τινες  υἱοὶ  Σκευᾶ  Ἰουδαίου  ἀρχιερέως  ἑπτὰ  οἱ  τοῦτο  ποιοῦντες. Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν, εἶπεν αὐτοῖς· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; Καὶ ἐφαλλόμενος ἐπ' αὐτοὺς ὁ ἄνθρωπος, ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν, καὶ κατακυριεῦσαν αὐτῶν, ἴσχυσε κατ' αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν  ἐκ τοῦ οἴκου ἐκείνου. Τοῦτο δὲ ἐγένετο γνωστὸν  πᾶσιν  Ἰουδαίοις  τε  καὶ  Ἕλλησι τοῖς  κατοικοῦσι  τὴν  Ἔφεσον. Οὐκοῦν λανθανόντως ἐποίουν, εἶτα ἐκπομπεύεται αὐτῶν ἡ ἀσθένεια. Καὶ ἐπέπεσε φόβος ἐπὶ πάντας  αὐτοὺς,  καὶ  ἐμεγαλύνετο  τὸ  ὄνομα  τοῦ  Κυρίου Ἰησοῦ,  πολλοί  τε  τῶν πεπιστευκότων  ἤρ  χοντο  ἐξομολογούμενοι  καὶ ἀναγγέλλοντες  τὰς πράξεις αὐτῶν. Ἐπειδὴ γὰρ τοσαύτην ἰσχὺν ἔσχον, ὥστε διὰ τῶν δαιμονίων τοιαῦτα ποιεῖν, εἰκότως ταῦτα γίνεται.  Ἱκανοί τε τῶν τὰ περίεργα πραξάντων  συνενέγκαντες  τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Οὕτω κατὰ κράτος ὁ λόγος τοῦ Κυρίου ηὔξανε καὶ ἴσχυεν. Ἰδόντες, ὅτι οὐδὲν αὐτῶν ὄφελος λοιπὸν ἦν, κατακαίουσι τὰς βίβλους· ὅτε καὶ αὐτοὶ οἱ δαίμονες ταῦτα ποιοῦσιν. Οὐκ ἄρα τὸ ὄνομά τι ποιεῖ, ἂν μὴ μετὰ πίστεως λέγηται. Καλῶς ἄρα ἔλεγεν,  Ὁ πιστεύων  εἰς  ἐμὲ, μείζονα  ποιήσει, τοῦτο  τὸ  τῶν  σκιῶν αἰνιττόμενος. Ὅρα πῶς τοῖς ὅπλοις καθ' ἑαυτῶν ἐχρήσαντο Καὶ διελέγετο, φησὶν, ἐν τῇ σχολῇ Τυράννου τινὸς ἐπὶ ἔτη δύο. Ἔνθα πιστοὶ ἦσαν, καὶ σφόδρα πιστοί. Οὕτως οὐδὲν μέγα ἐνόμιζον τὸν Ἰησοῦν, ὅτι καὶ τὸν Παῦλον προσετίθεσαν, ὡς αὐτὸν ταύτῃ μέγα τι νομίζοντες  εἶναι. Ἄξιον ἐνταῦθα θαυμάσαι, πῶς ὁ δαίμων οὐ συνέπραξεν ἐκεῖνος τῇ τῶν ἐξορκιστῶν πλάνῃ, ἀλλὰ διήλεγξεν αὐτοὺς, καὶ τὴν σκηνὴν αὐτῶν φανερὰν ἐποίησεν. Ἐμοὶ δοκεῖ σφόδρα θυμωθεὶς, ὥσπερ ἂν εἴ τις περὶ τῶν ἐσχάτων κινδυνεύων,  ὑπό τινος οἰκτροῦ καὶ ταλαιπώρου διελέγχοιτο, καὶ πάντα εἰς ἐκεῖνον ἀφεῖναι βούλεται τὸν θυμόν. Ἵνα γὰρ μὴ δόξῃ καταφρονεῖσθαι τὸ ὄνομα τοῦ Ἰησοῦ, πρότερον  ὁμολογήσας,  τοῦτο  ἔλαβεν  ἐξουσίαν.  Ὅτι  γὰρ  οὐ  τοῦ  ὀνόματος  ἦν ἀσθένεια, ἀλλὰ τῆς ἐκείνων ἀπάτης τὸ πᾶν, ἐπὶ Παύλου διὰ τί μὴ ταῦτα γεγένηται; Καὶ ἐφαλλόμενος, φησὶν, ὁ ἄνθρωπος ἐπ' αὐτούς. Ἴσως διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια, καὶ προσήραξεν αὐτῶν τὰς κεφαλάς· τοῦτο γὰρ ἐδήλωσε τῷ εἰπεῖν, Ἐφαλλόμενος· τουτέστι  μετὰ  ῥύμης  ἐπιπηδήσας,  ὥστε  ἱκανὸν  ἦν  τοῦτο  ἐργάσασθαι. Τί  ἐστιν, Ἀποστὰς  ἀπ'   αὐτῶν   ἀφώρισε   τοὺς   μαθητάς;   Ἐνέκοψεν   αὐτῶν,   φησὶ,   τὴν κακολογίαν. Τοῦτο δὲ ποιεῖ καὶ ἀφίσταται, ἐπεὶ οὐκ ἠβούλετο ἐκκαῦσαι αὐτῶν τὸν φθόνον, οὐδὲ εἰς ἔριν ἐμβαλεῖν πλείονα. Τὸ δὲ, Ἐπαῤῥησιάζετο, λέγει, δηλῶν ὅτι καὶ πρὸς κινδύνους ἦν παρατεταγμένος, καὶ φανερώτερον διελέγετο, οὐ συσκιάζων τὰ δόγματα. Ἐντεῦθεν μανθάνομεν, μὴ ὁμόσε χωρεῖν τοῖς κακολογοῦσιν, ἀλλ' ἀφίστασθαι  αὐτῶν.  Οὐκ ἐκακολόγησε  κακῶς  ἀκούων  καὶ  αὐτὸς,  ἀλλὰ  μᾶλλον διελέγετο  καθ' ἡμέραν, καὶ ταύτῃ μάλιστα οἰκειούμενος  τοὺς πολλοὺς  τῷ κακῶς καίτοι  ἀκούσας μὴ ἀποπηδῆσαι μηδὲ χωρισθῆναι.  Καὶ σκόπει, ἐπειδὴ  ὁ τῶν  ἔξω πειρασμὸς ἐπαύσατο, ἀπὸ  τῶν  δαιμόνων  ἤρξατο. Ὁρᾷς πώρωσιν  Ἰουδαϊκήν;  Τὰ ἱμάτια αὐτοῦ ἰδόντες ἐνεργοῦντα, οὐ προσεῖχον. Τί τούτου μεῖζον ἂν γένοιτο; Τοῖς δὲ μᾶλλον  εἰς τοὐναντίον  περιέστη. Εἴ τις Ἑλλήνων  ἀπιστεῖ, τὴν σκιὰν ὁρῶν ταῦτα ἐργαζομένην πιστευέτω. Οὕτω τῷ ἐξ αὐτῶν  ἀποστῆναι οἱ μὲν κακολογοῦντες  καὶ διαβάλλοντες  τὸ δόγμα ἡττῶνται  (τοῦτο γὰρ ἐκάλεσεν ὁδόν)· αὐτὸς δὲ ἀφίσταται, ὡς  μήτε  τοὺς  μαθητὰς  ἀναχωρῆσαι,  μήτε  ἐκείνους  εἰς  θυμὸν  ἐγεῖραι,  δεικνὺς πανταχοῦ  διωθουμένους  τὴν  σωτηρίαν.  Καὶ λοιπὸν  ἐνταῦθα  οὐδὲ  ἀπολογεῖται αὐτοῖς, ἅτε πανταχοῦ  τῶν  ἐθνῶν  πιστευσάντων.  Καὶ διαλέγεται,  οὐχ ἁπλῶς  τὸν τόπον  ζητήσας, ἀλλ'  ἔνθα  σχολὴ ἦν, ὡς ἐπιτηδειότερον  διὰ τὸ ἐκεῖ συνάγεσθαι.



 βʹ. Βαβαί πόση τῶν  πιστευσάντων  ἡ δύναμις, ὅτι καὶ ἑτέροις τοῦ τὰ αὐτὰ  ποιεῖν  γίνεται πόση δὲ πώρωσις τῶν  καὶ μετὰ τὴν  ἀπόδειξιν  τῆς δυνάμεως  ἔτι μενόντων  τῇ ἀπιστίᾳ Ὥσπερ οὖν Σίμων ἐμπορίας ἕνεκεν ἐζήτει τοῦ Πνεύματος τὴν χάριν, οὕτω καὶ οὗτοι τοῦ αὐτοῦ τούτου ἕνεκεν τοῦτο ἐποίουν. Πόση πώρωσις Καὶ τί δήποτε ὁ Παῦλος οὐκ ἐπιτιμᾷ; Ὅτι ἔδοξεν ἂν βασκανίας εἶναι  τὸ πρᾶγμα· διὰ τοῦτο οἰκονομεῖται  οὕτω. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν·  ἀλλὰ τότε μὲν οὐ κωλύεται (ἀρχὴ γὰρ τῶν πραγμάτων ἦν)· ἐπεὶ καὶ Ἰούδας κλέπτων  οὐκ ἐκωλύετο· Ἀνανίας   δὲ   καὶ   Σάπφειρα   καὶ   ἀνῃρέθησαν·   καὶ   πολλοὶ   Ἰουδαῖοι   μὲν   καὶ ἀνθιστάμενοι οὐδὲν ἔπασχον, Ἐλύμας δὲ ἐτυφλώθη. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος. Ὅρα μιαρίαν Ἰουδαῖοι μένοντες ἔτι, ἀπὸ τοῦ ὀνόματος χρηματίζειν ἤθελον· ὥστε πάντα πρὸς δόξαν ἐποίουν καὶ πορισμόν. Θέα πανταχοῦ  οὐχ οὕτω τοὺς ἀνθρώπους  ἐπιστρεφομένους ἀπὸ τῶν χρηστῶν, ὡς ἀπὸ τῶν φοβερῶν. Ἐπὶ Σαπφείρας φόβος ἐπέπεσεν ἐπὶ τὴν Ἐκκλησίαν, καὶ οὐκ ἐτόλμων κολλᾶσθαι αὐτοῖς· ἐνταῦθα σουδάρια καὶ σιμικίνθια ἐλάμβανον καὶ ἰῶντο, καὶ μετὰ τοῦτο  τότε  ἦλθον  ἐξομολογούμενοι  τὰς  ἁμαρτίας  αὐτῶν.  Ἀπὸ τοῦ  ἐφάλλεσθαι δείκνυται  τῶν δαιμόνων  ἡ δύναμις μεγάλη τις οὖσα, ὅταν πρὸς ἀπίστους ἔχῃ. Καὶ διὰ τί μὴ εἶπε, τίς ἐστιν ὁ Ἰησοῦς, τὸ πνεῦμα  τὸ πονηρὸν,  ἀλλ' εἶπε μᾶλλον  τὰ ἀνόνητα ῥήματα; Ἐφοβεῖτο, μὴ καὶ αὐτὸς δίκην δῷ· ᾔδει γὰρ, ὅτι τὸ συγχωρηθῆναι αὐτῷ ἐκείνους ἀμύνασθαι τοὺς καταπαίζοντας αὐτοῦ τοῦτο τὸ ὄνομα πεποίηκε. ∆ιὰ τί δὲ καὶ οἱ ἄθλιοι μὴ εἶπον αὐτῷ, Πιστεύομεν; Ἐδεδοίκεσαν Παῦλον· καίτοι πόσῳ μᾶλλον   λαμπρότεροι  ἂν  ἦσαν  τοῦτο  εἰπόντες,   εἴ  γε  ᾠκειώσαντο   αὐτοῦ  τὴν δεσποτείαν; Ἄλλως τε καὶ τὸ ἐν Φιλίπποις γενόμενον καὶ τούτους ἐσωφρόνισε. Σὺ δέ μοι σκόπει τοῦ συγγραφέως ἐνταῦθα τὸ ἀνεπαχθὲς, καὶ πῶς ἱστορίαν μόνον γράφει, καὶ οὐ διαβάλλει. Τοῦτο τοὺς ἀποστόλους ἐποίει θαυμαστούς. Ἀλλὰ τίνος ἦσαν υἱοὶ, τὸ ὄνομα λέγει καὶ τὸν ἀριθμόν· διδοὺς τοῖς τότε τεκμήριον ἀξιόπιστον ὧν ἔγραφε. Τίνος δὲ ἕνεκεν καὶ περιήρχοντο; Ἐμπορίας χάριν· οὐ γὰρ δὴ τὸν λόγον καταγγέλλοντες·  πῶς γάρ; Καλῶς δὲ ἔτρεχον λοιπὸν, κηρύττοντες δι' ὧν ἔπασχον. Ὅθεν τοῦτο δηλῶν, Καὶ ἐγένετο, φησὶ, γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησι τοῖς κατοικοῦσι τὴν Ἔφεσον. Τοῦτο οὐχὶ καὶ τοὺς σκληρυνομένους ἐπιστρέψαι ὤφειλεν, εἰπέ μοι; Ἀλλ' οὐκ ἐπέστρεψε. Καὶ μὴ θαυμάσῃς· τὴν γὰρ κακίαν οὐδὲν πείθει. Φέρε δὲ καὶ αὐτὸ τὸ τῶν ἐξορκιστῶν ἴδωμεν ὅσης ἐστὶ κακίας. Τίνος δὲ ἕνεκεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο μὴ γέγονεν, ἑτέρου καιροῦ, καὶ οὐ τοῦ παρόντος ζητῆσαι· πλὴν ὅτι καλῶς  τοῦτο  ἐνταῦθα  γέγονε  καὶ χρησίμως. Ἐμοὶ δὲ δοκεῖ χλευάζοντας  αὐτοὺς τοῦτο ποιεῖν· ὅθεν τιμωροῦνται, ὥστε καὶ ἀπὸ τούτου μηδένα τολμᾷν μηδὲ ὡς ἔτυχε τὸ ὄνομα ὀνομάζειν  λοιπόν.  Τοῦτο πολλοὺς  τῶν  πιστευσάντων  εἰς ἐξομολόγησιν ἤγαγε· τοῦτο καὶ φόβον αὐτοῖς ἐνέβαλε, καὶ τοῦ πάντα εἰδέναι τὸν Θεὸν μέγιστον τοῦτο   τεκμήριον   γέγονε.   Πρὶν   ἢ   ὑπὸ   τῶν   δαιμόνων   ἐλεγχθῆναι,    ἑαυτῶν κατηγόρουν, φοβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν· εἰκότως. Ὅταν γὰρ οἱ βοηθοῦντες δαίμονες  κατήγοροι  αὐτῶν  ὦσι, καὶ οὐ σύμμαχοι, ποία λοιπὸν  ἐλπὶς,  ἢ διὰ τῶν ἔργων  ἐξομολόγησις; Ὅρα δὲ οἷα μετὰ μικρὸν  γίνεται  κακὰ, τοιούτων  σημείων γενομένων.  Τοιαύτη   γὰρ  ἡ  ἀνθρωπίνη  φύσις·  ταχέως  ἐπιλανθάνεται   ὧν εὐεργετεῖται. Ἢ οὐ μέμνησθε, ὅτι καὶ ἐπὶ τῶν καθ' ἡμᾶς γενομένων  τὸ αὐτὸ τοῦτο γέγονεν; Εἰπὲ γάρ μοι, οὐ πέρυσιν ἐτίναξεν  ὁ Θεὸς τὴν πόλιν  πᾶσαν; Τί δαί; οὐχὶ πάντες  ἐπὶ  τὸ  φώτισμα  ἔδραμον;  οὐχὶ  πόρνοι  καὶ  μαλακοὶ  καὶ  διεφθαρμένοι, οἰκήματα ἀφέντες  καὶ τοὺς τόπους ἐν οἷς διέτριβον, μετετέθησαν, καὶ γεγόνασιν εὐλαβεῖς;  Ἐπειδὴ  δὲ  τρεῖς  ἡμέραι  παρῆλθον,  πάλιν  ἐπὶ  τὴν  οἰκείαν  ἐπανῆλθον κακίαν. Πόθεν δὲ τοῦτο γίνεται; Ἀπὸ τῆς πολλῆς νωθείας. Καὶ τί θαυμαστὸν, εἰ τῶν πραγμάτων  παρελθόντων,   ὅπου  γε  τῶν  εἰκόνων  διηνεκῶς  μενουσῶν  τὸ  αὐτὸ γίνεται; Τὰ ἐν Σοδόμοις, εἰπέ μοι, οὐχὶ διηνεκῆ τυγχάνει; Τί οὖν; οἱ προσοικοῦντες ἀπὸ τούτων γεγόνασι βελτίους; Οὐδαμῶς. Τί δαὶ ὁ τοῦ Νῶε υἱός; οὐχὶ τοιοῦτος ἦν;οὐχὶ ἐν ὄψεσι βλέπων  ἐρημίαν τοσαύτην κακὸς ἦν; Μὴ δὴ θαυμάζωμεν  πῶς οὐκ ἐπίστευσαν τούτων  γενομένων,  ὅπου γε αὐτὴ  ἡ πίστις  πολλάκις  εἰς τοὐναντίον αὐτοῖς  περιτρέπεται,  εἰς κακίαν· οἷον  ὡς ὅταν  δαιμονῶντα  λέγωσι  τὸν  Υἱὸν τοῦ Θεοῦ. Ἢ  οὐχ  ὁρᾶτε  καὶ  νῦν  ταῦτα  γινόμενα,  καὶ  ὀφιώδεις  ἀνθρώπους  ὄντας πολλοὺς,  ἀπίστους τε καὶ ἀγνώμονας,  οἳ καὶ κατὰ τὰς ἔχεις, ὅταν  ἀπολαύσωσιν εὐεργεσίας, καὶ θαλφθῶσιν  ὑπό τινων,  τότε λυποῦσι τοὺς εὐεργέτας; Ταῦτα ἡμῖν εἴρηται,  ἵνα   μή  τις   θαυμάζῃ  πῶς   τοιούτων   σημείων   γενομένων   οὐ  πάντες ἐπέστρεψαν.


 γʹ. Ἰδοὺ γὰρ ἐπὶ τῶν  καιρῶν  τῶν  ἡμετέρων  τὰ κατὰ τὸν  μακάριον Βαβύλαν γέγονε, τὰ κατὰ τὰ Ἱεροσόλυμα, τὰ κατὰ τὴν καθαίρεσιν τῶν ἱερῶν, καὶ οὐ πάντες ἐπέστρεψαν. Τί δεῖ τὰ παλαιὰ λέγειν; Πέρυσιν εἶπον ὑμῖν οἷον γέγονε, καὶ οὐδεὶς  προσέσχεν, ἀλλὰ  πάλιν  κατὰ  μικρὸν  ὑπεῤῥύησαν καὶ κατέπεσον. Ἕστηκε διηνεκῶς  ὁ οὐρανὸς βοῶν, ὅτι δεσπότην ἔχει, καὶ τεχνίτου  τινός ἐστι τόδε τὸ πᾶν (τὸν κόσμον λέγω), καὶ λέγουσί τινες, ὅτι οὐχί. Τὰ κατὰ Θεόδωρον ἐκεῖνον γεγενημένα  πέρυσι, τίνα οὐκ ἐξέπληξε; Καὶ ὅμως οὐδὲν πλέον γέγονεν, ἀλλὰ πρὸς καιρὸν γενόμενοι  εὐλαβεῖς, πάλιν ἐπανῆλθον  ὅθεν γεγόνασιν εὐλαβεῖς. Τοῦτο καὶ ἐπὶ τῶν Ἑβραίων τότε συνέβη· διὸ καὶ ἔλεγεν ὁ προφήτης· Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Καὶ τί δεῖ λέγειν τὰ καθολικά; πόσοι νόσοις περιέπεσον; πόσοι ἐπηγγείλαντο ἀναστάντες πολλὴν τὴν μεταβολὴν ἐργάσασθαι, καὶ πάλιν οἱ αὐτοὶ γεγόνασι; Τοῦτο μάλιστα δείκνυσιν ἡμῖν τὴν προαίρεσιν, καὶ τὴν ἐλευθερίαν τῆς ἡμετέρας φύσεως, ἡ ἀθρόα μεταβολή. Εἰ γὰρ φυσικὰ ἦν τὰ κακὰ, οὐδ' ἂν αὕτη γέγονε·  τῶν  γὰρ κατὰ φύσιν  καὶ ἀνάγκην  οὐ δυνάμεθα μεθίστασθαι. Καὶ μὴν μεθιστάμεθα, φησί. Οὐ βλέπομεν γάρ τινας  φύσει μὲν ἔχοντας βλέπειν, ὑπὸ τοῦ φόβου δὲ τυφλουμένους;  Ἐπειδὴ καὶ τοῦτο φύσεώς ἐστι συστέλλεσθαι, ὅταν  φύσις  ἑτέρα  προσέλθῃ·  ὥστε  κατὰ  φύσιν  ἡμῖν  ἐστι τὸ πεφοβημένοις  μὴ βλέπειν, κατὰ φύσιν δὲ καὶ τὸ, μείζονος παραγενομένου φόβου, τὸν ἕτερον ὑπεξίστασθαι. Τί οὖν, ἂν καὶ ἡ σωφροσύνη, φησὶ, κατὰ μὲν φύσιν ᾖ, ὁ δὲ φόβος  κρατήσας  ταύτην    ἐκβάλῃ;  Τί  οὖν,  ἂν  δείξω   τινὰς   μηδὲ  τότε σωφρονιζομένους, ἀλλὰ καὶ ἐν τούτοις τοῖς φόβοις ὄντας ἰταμούς, οὐ φυσικὸν τοῦτό ἐστιν.  Εἴπω τὰ  παλαιά;  ἀλλὰ  τὰ  νέα;  Πόσοι δὴ  ἐν  αὐτοῖς  ἐκείνοις  τοῖς  φόβοις ἐναπέμειναν γελῶντες, χλευάζοντες, καὶ οὐδὲν ἔπαθον τοιοῦτον; Εἰπέ μοι, ὁ Φαραὼ οὐκ εὐθέως μεθίστατο, καὶ ἐπὶ τὴν προτέραν κακίαν ἀνέτρεχε; Ἐνταῦθα δὲ, ἐπὶ τῶν τὰ  δαιμόνια  ἐχόντων,  καίτοι  οὐκ  ἀγνοούντων   αὐτῶν,  προσετίθεσαν  ἁπλῶς  οἱ λέγοντες.   Τὸν   Ἰησοῦν   ὁρκίζομεν   ὑμᾶς,   ὃν   Παῦλος   κηρύσσει·  δι'   ὧν   γὰρ ἀπολογοῦνται,  δείκνυται,  ὅτι ἴσασι. Τὸν Ἰησοῦν δὲ λέγουσιν ἐκεῖνοι ἁπλῶς, δέον εἰπεῖν  τὸν τῆς οἰκουμένης Σωτῆρα, τὸν ἀναστάντα· ἀλλ'  οὐκ ἤθελον  ὁμολογῆσαι τὴν δόξαν αὐτοῦ. ∆ιὸ καὶ ἐλέγχει αὐτοὺς ὁ δαίμων ἐπιπηδήσας αὐτοῖς, καὶ εἰπών· Τὸν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Ὡσεὶ ἔλεγεν· Ὑμεῖς οὐ πιστεύετε,ἀλλ'  ἀποκεχρημένοι  τῷ  ὀνόματι  ταῦτά  φατε.  Οὐκοῦν ἔρημος  ὁ  ναὸς, εὐκαταγώνιστον τὸ σκεῦος· ὥστε οὐκ ἐστὲ κήρυκες, ἀλλ' ἐμοὶ, φησὶν, ἐστέ. Πολὺς ὁ θυμὸς τοῦ δαίμονος. Ἠδύναντο ταῦτα αὐτοὺς ἐργάσασθαι οἱ ἀπόστολοι, ἀλλ' οὐκ ἐποίουν τέως. Οἱ γὰρ τῶν ἐργαζομένων αὐτοὺς ταῦτα κρατοῦντες, πολλῷ μᾶλλον αὐτῶν.  Ὅρα πῶς  δείκνυται  αὐτῶν  ἡ ἐπιείκεια,  ὅτι  οἱ μὲν  ἐλαυνόμενοι  τοιαῦτα ποιοῦσιν,  οἱ  δὲ  θεραπευόμενοι  δαίμονες  τἀναντία.  Τὸν Ἰησοῦν, φησὶ, γινώσκω. Οὐκοῦν αἰσχύνθητε  οἱ ἀγνοοῦντες  ὑμεῖς. Καὶ τὸν  Παῦλον ἐπίσταμαι. Καλῶς καὶ τοῦτο· ᾔδει γὰρ Θεοῦ ὄντα κήρυκα. Εἶτα ἐφάλλεται  ἐπ' αὐτοὺς, καὶ διαῤῥήγνυσι τὰ ἱμάτια· δι' ὧν ἐποίει αὐτοῖς, τοῦτο μονονουχὶ λέγων· Μὴ νομίσητε, ὅτι καταφρονῶν ἐκείνων  ταῦτα ποιῶ. Πολὺς ὁ φόβος τοῦ δαίμονος. Καὶ διὰ τί χωρὶς τῶν ῥημάτων τούτων οὐ διέῤῥηξεν αὐτῶν τὰ ἱμάτια; οὕτω γὰρ ἂν καὶ τὸν θυμὸν ἐπλήρωσε, καὶ τὴν  πλάνην  ἔστησεν. Ἐφοβεῖτο, ὅπερ ἔφην,  τὴν  ἀπρόσιτον δύναμιν,  καὶ οὐκ ἂντοσοῦτον ἴσχυσεν, εἰ μὴ τοῦτο εἶπεν. Ὅρα δὲ πανταχοῦ τοὺς δαίμονας εὐγνωμονεστέρους τῶν Ἰουδαίων, καὶ οὐ τολμῶντας  ἀντειπεῖν,  οὐδὲ κατηγορῆσαι τῶν ἀποστόλων, οὐδὲ τοῦ Χριστοῦ. Ἐκεῖ λέγουσιν, Οἴδαμέν σε τίς εἶ· καὶ, Τί ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ πάλιν, Οἶδά σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ· ἐνταῦθα δὲ, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί· καὶ πάλιν, Τὸν μὲν Ἰησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι. Πάνυ γὰρ ἐδεδοίκεσαν καὶ ἔτρεμον τοὺς ἁγίους ἐκείνους. Τάχα τις ὑμῶν ἀκούων, ποθεῖ ἐπὶ ταύτης γενέσθαι τῆς ἐξουσίας, ὥστε μὴ δύνασθαι δαίμονας ἀντιβλέπειν αὐτῷ, καὶ μακαρίζει τοὺς ἁγίους ἐκείνους διὰ τοῦτο, ὅτι τοσαύτην εἶχον ἰσχύν. Ἀλλ' ἀκουέτω τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια   ὑμῖν   ὑποτάσσεται·  ἐπειδὴ   ᾔδει   πάντας   ἀνθρώπους   μάλιστα   τούτῳ χαίροντας διὰ κενοδοξίαν. Εἰ γὰρ τὸ τῷ Θεῷ δοκοῦν ζητεῖς καὶ τὸ κοινῇ συμφέρον, ἑτέρα μείζων ἐστὶν ὁδός. Οὐκ ἔστιν οὕτω μέγα δαίμονος ἀπαλλάξαι, ὡς ἁμαρτίας ἐξελέσθαι. ∆αίμων οὐ κωλύει βασιλείας οὐρανῶν ἐπιτυχεῖν,  ἀλλὰ καὶ συμπράττει, ἄκων μὲν, συμπράττει δὲ, σωφρονέστερον τὸν ἔχοντα ποιῶν· ἁμαρτία δὲ ἐκβάλλει.


δʹ. Ἀλλ' ἴσως ἐρεῖ τις· Μὴ γένοιτό μοι τοιούτου τυχεῖν  σωφρονισμοῦ. Οὐδὲ ἐγὼ βούλομαι, ἀλλ' ἑτέρου, ἀπὸ τοῦ πόθου τοῦ Χριστοῦ πάντα ποιεῖν. Εἰ δὲ, ὃ μὴ γένοιτο, συμβαίη καὶ ὑπὲρ τούτου παρακαλεῖν. Εἰ τοίνυν  οὗτος μὲν οὐκ ἐκβάλλει, ἐκείνη  δὲ  ἐκβάλλει,  τὸ  ἐκείνης  ἀπαλλάξαι  μείζονος  εὐεργεσίας. Οὐκοῦν ταύτης σπουδάζωμεν  ἀπαλλάττειν   τοὺς  πλησίον  καὶ  πρὸ  τῶν  πλησίον  ἡμᾶς  αὐτούς. Ἴδωμεν, μὴ δαίμονα ἔχωμεν· ἐξετάσωμεν ἑαυτοὺς ἀκριβῶς. ∆αίμονος χαλεπώτερον ἁμαρτία· ἐκεῖνος μὲν γὰρ ταπεινοὺς  ποιεῖ. Ἢ οὐχ ὁρᾶτε τοὺς δαιμονῶντας,  ὅταν ἀνενέγκωσιν  ἀπὸ τῆς νόσου, πῶς εἰσι κατηφεῖς, πῶς σκυθρωποί; πῶς αἰσχύνης τὰ  πρόσωπα αὐτῶν γέμει; πῶς οὐδὲ ἀντιβλέψαι  τολμῶσιν; Ὅρα τὴν ἀτοπίαν· ἐκεῖνοι μὲν ὑπὲρ ὧν πάσχουσιν αἰσχύνονται, ἡμεῖς δὲ ὑπὲρ ὧν πράττομεν οὐκ αἰσχυνόμεθα· ἐκεῖνοι ἀδικούμενοι αἰδοῦνται, ἡμεῖς ἀδικοῦντες οὐκ αἰδούμεθα· καίτοι τὰ ἐκείνων οὐκ αἰσχύνης ἄξια, ἀλλ' ἐλέου καὶ φιλανθρωπίας  καὶ συγγνώμης, καὶ πολλοῦ τοῦ θαύματος  καὶ  μυρίων  τῶν  ἐπαίνων,  ὅταν  καὶ  τοιούτῳ  προσπαλαίοντες  δαίμονι, πάντα  εὐχαρίστως φέρωσι· τὰ δὲ ἡμέτερα γέλωτος  ὄντως,  αἰσχύνης, κατηγορίας, κολάσεως,  τιμωρίας,   τῶν   ἐσχάτων   κακῶν   καὶ  γεέννης,   ἀλλ'  οὐδεμιᾶς  ἄξια συγγνώμης.  Ὁρᾷς, ὅτι  χαλεπώτερον  δαίμονος  ἁμαρτία;  Καὶ ἐκεῖνοι  μὲν  ἐξ  ὧν πάσχουσι  κακῶς,  κερδαίνουσι  κέρδος  διπλοῦν·  ἓν  μὲν  τὸ  σωφρονίζεσθαι  καὶ φιλοσοφώτεροι   εἶναι,   δεύτερον   δὲ   τὸ   τὴν   κόλασιν   ἐνταῦθα   τῶν   οἰκείων ἁμαρτημάτων δόντες, καθαροὶ πρὸς τὸν ∆εσπότην ἀπελθεῖν. Καὶ γὰρ ὑπὲρ τούτου διελέχθημεν   πολλάκις,   καὶ   ἐδείξαμεν,   ὅτι   τοὺς   ἐνταῦθα   κολαζομένους,   ἂν εὐγνωμόνως   φέρωσι,  πολλὰ  τῶν  ἁμαρτημάτων  ἀποτίθεσθαι  εἰκός.  Ἀπὸ δὲ  τῶν ἁμαρτημάτων  διπλᾶ  τὰ  δεινὰ,  ἓν  μὲν  ὅτι  προσκρούομεν, ἕτερον  δὲ ὅτι  χείρους γινόμεθα. Προσέχετε ᾧ λέγω. Οὐ τοῦτο μόνον ἀδικούμεθα ἀπὸ τῆς ἁμαρτίας, ὅτι ἁμαρτάνομεν,  ἀλλὰ  καὶ ἕτερον, ὅτι  ἕξιν  δέχεται  ἡ ψυχὴ,  οἷον  ὡς  ἐπὶ  σώματος· σαφέστερον γὰρ ἔσται ἐπὶ ὑποδείγματος λεγόμενον. Καθάπερ γὰρ ὁ πυρέξας οὐ τοῦτο μόνον ἠδίκηται, ὅτι νοσεῖ, ἀλλ' ὅτι μετὰ τὴν νόσον ἀσθενέστερος γίνεται  λοιπὸν, κἂν εἰς ὑγείαν  ἐπανέλθοι  ἀπὸ νόσου μακρᾶς· οὕτω δὴ καὶ ἐπὶ τῆς ἁμαρτίας, κἂν ὑγιαίνωμεν,  ἔτι πολλῆς  δεόμεθα τῆς ἰσχύος. Ἴδε γάρ μοι ὑβρίσαντά τινα, καὶ μὴ
τιμωρηθέντα· οὐ διὰ τοῦτο μόνον δακρύειν, ὅτι οὐ τῆς ὕβρεως δίκην δίδωσιν, ἀλλὰ καὶ δι' ἕτερον πενθεῖν ἄξιον. Ποῖον δὴ τοῦτο; Ὅτι ἀναισχυντοτέρα γέγονε λοιπὸν ἡ ψυχή.   Ἑκάστου  γὰρ   τῶν   ἁμαρτημάτων,   καὶ   τῆς   ἁμαρτίας   ἐργασθείσης  καὶ παυσαμένης, ἐναποτίθεταί τις ἡμῶν ἰὸς τῇ ψυχῇ. Οὐκ ἀκούεις λεγόντων τινῶν, ὅταν ἐκ νόσου ὑγιάνωσιν, ὅτι Οὐκ ἔτι τολμῶ ὕδωρ πιεῖν; καίτοι γε ὑγίανεν· ἀλλ' ἡ νόσος καὶ  τοῦτο  ἠδίκησε. Κἀκεῖνοι μὲν  κακῶς  πάσχοντες,  εὐχαριστοῦσιν· ἡμεῖς  δὲ  εὖ πράττοντες, βλασφημοῦμεν τὸν Θεὸν, καὶ ἀποδυσπετοῦμεν· πλείονας γὰρ εὕροις ἂν  ἐν ὑγείᾳ καὶ πλούτῳ τοῦτο ποιοῦντας, ἢ ἐν πενίᾳ καὶ ἀῤῥωστίᾳ. Ἐφέστηκε γὰρ ὁ δαίμων  ὡς δήμιος ὄντως  σφοδρὸς ἀπειλῶν  πολλὰ,  καθάπερ τις  παιδαγωγὸς  τὸν ἱμάντα  ἀνατείνων,   καὶ  οὐδαμόθεν  ἀναχυθῆναι   ἀφιείς.  Εἰ δέ  τινες  μηδ'  οὕτω νήφοιεν,  ἀλλ' οὖν ἐκεῖνοι διδύασι δίκην. Οὐ μικρὸν δὲ καὶ τοῦτο· καθάπερ γὰρ οἱ μωροὶ, καθάπερ οἱ μαινόμενοι, καθάπερ οἱ  παῖδες οὐκ ἀπαιτοῦνται  εὐθύνας, οὕτως οὐδὲ οὗτοι· τῶν γὰρ οὐκ ἐν γνώσει πραττομένων  οὐδεὶς οὕτως ὠμὸς, ὥστε ἀπαιτῆσαι δίκην ποτέ. Ἄρα πολλῷ τῶν δαιμονώντων  χεῖρον διακείμεθα οἱ ἁμαρτάνοντες.  Ἀλλ' ὅτι οὐκ ἀφρίζομεν,  οὐδὲ διαστρέφομεν  τὰς κόρας, οὐδὲ τὰς χεῖρας; Εἴθε ἐν τῷ σώματι τοῦτο ἐπράττομεν, καὶ μὴ ἐν τῇ ψυχῇ. Βούλει σοι δείξω ψυχὴν ἀφρίζουσαν ἀκάθαρτον, καὶ διαστροφὴν ὀμμάτων διανοίας; Ἐννόησον τοὺς ὀργιζομένους καὶ μεθύοντας ὑπὸ τοῦ θυμοῦ, πόσου ἀφροῦ οὐκ ἀκαθαρτότερα ἐκβάλλουσι  ῥήματα;  Ὄντως  ὥσπερ  δυσώδη  σίελον  ἀποβλύζουσι.  Καὶ καθάπερ ἐκεῖνοι οὐδένα ἴσασι τῶν παρόντων, οὕτως οὐδὲ οὗτοι. Σκοτισθείσης γὰρ αὐτοῖς τῆς διανοίας καὶ διαστραφέντων  τῶν ὀφθαλμῶν, οὐ φίλον, οὐκ ἐχθρὸν, οὐκ αἰδέσιμον, οὐκ εὐκαταφρόνητον, ἀλλὰ πάντας ἁπλῶς ὁρῶσιν. Οὐχ ὁρᾷς αὐτοὺς καὶ τρέμοντας καθάπερ ἐκείνους; Ἀλλ' οὐ πίπτουσι χαμαί; Ἀλλὰ ἡ ψυχὴ αὐτῶν χαμαὶ κεῖται καὶ πίπτει σπαίρουσα· εἰ γὰρ ὀρθὴ εἱστήκει, οὐκ ἂν ἔπαθεν ἐκεῖνα ἅπερ ἔπαθεν. Ἢ οὐ δοκεῖ σοι καταβεβλημένης εἶναι ψυχῆς, καὶ τὴν οἰκείαν νῆψιν ἀπολωλεκυίας, καὶ ἃ ποιοῦσι καὶ λέγουσι μεθύοντες  τῷ θυμῷ; Ἔστι τι καὶ ἕτερον μανίας εἶδος τούτου χαλεπώτερον.  Ποῖον δὴ τοῦτο; Ὅταν μηδὲ ἀφεῖναι  τὴν  ὀργὴν  ἀνέχωνται,  ἀλλὰ τρέφωσι παρ' ἑαυτοῖς οἰκειακὸν καθάπερ τινὰ δήμιον τὴν μνησικακίαν. Αὐτοὺς γὰρ πρώτους ἀπόλλυσι τὸ μνησικακεῖν ἐντεῦθεν ἤδη, ἵνα τὰ μέλλοντα παρῶ. Πόσην γὰρ οἴει  βάσανον  εἶναι  ἀνθρώπῳ   πεπληγμένῳ   τὴν  ψυχὴν,   καθ'  ἑκάστην  ἡμέραν σκοποῦντι  ὅπως ἀμύνηται  τὸν ἐχθρόν; Πρότερον ἑαυτὸν  κολάζει ὁ τοιοῦτος, καὶ τιμωρεῖται   οἰδαίνων,   πρὸς   ἑαυτὸν   μαχόμενος,   ἐμπυριζόμενος.   Ἀνάγκη   γὰρ διαπαντὸς καίεσθαι παρὰ σοὶ τὸ πῦρ· καὶ τὸν πυρετὸν ἐπὶ τοσοῦτον ἐκτείνων,  οὐκ ἀφίης παρακμάσαι, καὶ νομίζεις ἐκείνῳ διδόναι τι κακὸν, αὐτὸς δὲ σεαυτὸν τήκεις, διαπαντὸς τὴν φλόγα ἀκμάζουσαν φέρων, καὶ διαναπαύσασθαι τὴν ψυχὴν οὐκ ἐῶν, ἀλλ' ἐκθηριούμενος ἀεὶ, καὶ ἐν ταραχῇ καὶ ἐν χειμῶνι  τὸν λογισμὸν ἔχων. 


εʹ. Τί ταύτης χαλεπώτερον  τῆς μανίας, διαπαντὸς λυπεῖσθαι καὶ οἰδεῖν καὶ φλεγμαίνειν; Τοιαῦται γὰρ αἱ τῶν μνησικάκων ψυχαί· ἔνθα ἂν ἴδωσιν ὃν βούλονται ἀμύνασθαι, εὐθέως ἐπλήγησαν· ἂν φωνῆς  ἀκούσωσι, κατέπεσον, τρέμουσιν· ἂν ἐπὶ κλίνης ὦσι, μυρίας  ἑαυτοῖς  ὑπογράφουσι  τιμωρίας,  ἀναρτῶντες,   βασανίζοντες  ἐκεῖνον  τὸν ἐχθρόν· πρὸς δὲ τούτοις, ἂν καὶ εὐδοκιμοῦντα ἴδωσι, βαβαὶ τῆς τιμωρίας Ἄφες αὐτῷ τὸ   ἁμάρτημα,   καὶ   ἀπάλλαξον   σαυτὸν   τῆς   βασάνου.   Τί   μένεις   διαπαντὸς κολαζόμενος, ἵνα ἐκεῖνον  ἅπαξ κολάσῃς καὶ τιμωρήσῃ; τί κατασκευάζεις ἑκτικὸν σαυτῷ νόσημα; τί βουλόμενον ἀπαλλαγῆναί  σου τὸν θυμὸν κατέχεις; Μηδὲ μέχρις ἑσπέρας μενέτω, φησὶν ὁ Παῦλος. Καθάπερ γὰρ τηκεδών τις καὶ σὴς, οὕτω τὴν ῥίζαν τῆς ἡμετέρας διατρώγει  διανοίας. Τί θηρίον ἐναποκλείεις  εἰς τὰ σπλάγχνα  τὰ σά; Βέλτιον ὄφιν ἢ ἔχιν ἐγκεῖσθαι τῇ καρδίᾳ, ἢ θυμὸν καὶ μνησικακίαν· ἐκεῖνα μὲν γὰρ εὐθέως ἂν ἡμᾶς ἀπήλλαξεν, οὗτος δὲ μένει διαπαντὸς, τοὺς ὀδόντας ἐμπηγνὺς, τὸν ἰὸν ἐντιθεὶς, τοὺς χαλεποὺς ἐπιστρατεύων λογισμούς. Ἀλλὰ ταῦτα ποιῶ, φησὶν, ἵνα μὴ καταγελάσῃ, ἵνα μὴ καταφρονήσῃ. Ἄθλιε  ἄνθρωπε  καὶ ταλαίπωρε,  οὐ βούλει καταγελασθῆναι  παρὰ τοῦ  συνδούλου, ἀλλὰ  μισηθῆναι  παρὰ τοῦ  σοῦ ∆ε  σπότου; οὐ βούλει καταφρονηθῆναι  παρὰ τοῦ ὁμοδούλου, ἀλλὰ καταφρονεῖς  τοῦ
∆εσπότου; καταφρονηθῆναι παρ' αὐτοῦ οὐκ ἀνέχῃ, τὸν δὲ Θεὸν ἀγανακτεῖν οὐκ οἴει, ὅτι αὐτοῦ καταγελᾷς, ὅτι αὐτοῦ καταφρονεῖς, οὐ βουλόμενος αὐτῷ πείθεσθαι; Ὅτι δὲ οὐδὲ καταγελάσεταί σου, δῆλον  ἐκεῖθεν. Ἂν  μὲν οὖν ἐπεξέλθῃς, πολὺς ὁ γέλως, πολλὴ ἡ καταφρόνησις· μικροψυχίας  γὰρ τὸ πρᾶγμα· ἂν δὲ ἀφῇς, πολὺ τὸ θαῦμα·
μεγαλοψυχίας  γὰρ τοῦτο. Ἀλλ' ἐκεῖνος οὐκ οἶδε, φησίν. Ἴστω ὁ Θεὸς, ἵνα μείζονα ἔχῃς τὸν μισθόν. ∆ανείζετε γὰρ, φησὶ, παρ' ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Οὕτω καὶ εὐεργετῶμεν τοὺς μηδὲ αἰσθανομένους, ὅτι εὐεργετοῦνται, ἵνα μὴ ἀντιδιδόντες ἡμῖν τὸν ἔπαινον, ἢ ὅ τι δήποτε, ἐλαττώσωσιν ἡμῖν τὸν μισθόν. Ὅταν γὰρ μηδὲν παρὰ ἀνθρώπων  λάβωμεν,  τότε  μείζονα  παρὰ  τοῦ  Θεοῦ ληψόμεθα.  Τί  δὲ καταγελαστότερον,  τί  δὲ ψυχρότερον  ψυχῆς  ὀργιζομένης  διαπαντὸς,  καὶ βουλομένης ἐπεξελθεῖν; Γυναικώδης αὕτη ἡ προαίρεσις καὶ παιδική. Καθάπερ γὰρ ἐκείνη καὶ πρὸς τὰ ἄψυχα ὀργίζεται, κἂν μὴ πλήξῃ τὸ ἔδαφος, οὐκ ἀφίησι τὴν ὀργήν· οὕτω  δὴ καὶ οὗτοι  τοὺς  λυπήσαντας  ἀμύνασθαι  βούλονται.  Ἄρα αὐτοὶ  γέλωτος ἄξιοι· τὸ γὰρ ὑπὸ θυμοῦ κρατεῖσθαι, παιδικῆς διανοίας· τὸ δὲ κρατεῖν, ἀνδρειότητος. Ἄρα οὐχ ἡμεῖς καταγελώμεθα,  ὅταν φιλοσοφῶμεν,  ἀλλ' ἐκεῖνοι. Οὐκ ἔστι τοῦτο εὐκαταφρονήτων  ἀνθρώπων,  τὸ μὴ ἡττᾶσθαι πάθει· εὐκαταφρονήτων  δέ ἐστι τὸ οὕτω τρέμειν τὸν ἔξωθεν γέλωτα,  ὡς διὰ τοῦτον  αἱρεῖσθαι καὶ πάθει ὑποπίπτειν οἰκείῳ, καὶ Θεῷ προσκρούειν, καὶ ἑαυτὸν ἀμύνασθαι. Ταῦτα ὄντως γέλωτος  ἄξια. Οὐκοῦν ταῦτα φεύγωμεν· λεγέτω, ὅτι μυρία ἡμᾶς ἐργασάμενος κακὰ, οὐδὲν αὐτὸς ἔπαθε· λεγέτω, ὅτι καὶ πάλιν ἡμῖν εἰ ἐπικωμάσειεν, οὐδὲν πείσεται. Οὐκ ἂν ἑτέρως ἡμῶν  ἐκήρυξε  τὴν  ἀρετὴν,  οὐκ  ἂν  ἄλλα  ἐζήτησε  ῥήματα,  εἰ  ἐπαινέσαι  ἡμᾶς ἐβούλετο,  ἀλλ' ἢ  ταῦτα,  ἃ δοκεῖ  κακίζων  λέγειν.  Εἴθε πάντες  περὶ  ἐμοῦ ταῦτα ἔλεγον, ὅτι Ψυχρὸς ἄνθρωπος, καὶ ταλαίπωρός  ἐστι· πάντες εἰς αὐτὸν ὑβρίζουσιν, αὐτὸς δὲ φέρει· πάντες ἐνάλλονται,  αὐτὸς δὲ οὐκ ἀμύνεται. Εἴθε προσετίθεσαν, ὅτι Οὐδὲ ἐὰν  θέλῃ  δύναται,  ἵνα  μοι ἔπαινος  ἦν  ἐκ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἀνθρώπων. Λεγέτω, ὅτι παρὰ ψυχρότητα  οὐκ ἀμυνόμεθα. Οὐδὲν ἡμᾶς βλάπτει τοῦτο, ὅταν ὁ Θεὸς εἰδῇ, ἀλλ'  ἐν μείζονι καθίστησιν ἡμῶν τὸν θησαυρὸν φυλακῇ. Εἰ μέλλοιμεν πρὸς ἐκείνους ὁρᾷν, πάντων  ἀποπεσούμεθα. Μὴ τί λέγουσιν, ἀλλὰ  τί ἡμῖν πρέπει, ἴδωμεν. Οἱ δὲ, Μὴ γάρ μου καταγελάσῃ, φασὶ, καὶ καυχῶνταί  τινες. Ὢ τῆς ἀνοίας Οὐδείς με ἀδικήσας κατεγέλασέ μου, φησί· τουτέστιν, Ἐπεξῆλθον. Καὶ μὴν τούτῳ καταγελᾶσθαι ὀφείλεις, ὅτι ἐπεξῆλθες. Πόθεν ταῦτα τὰ ῥήματα ἐπεισῆλθεν, αἰσχύνη καὶ ὄλεθρος ὄντα, καὶ ἀνατροπὴ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ τῆς πολιτείας; ἆρα οὐκ ἀπὸ τοῦ ἀπεναντίας  τῷ Θεῷ φθέγγεσθαι; Ὃ γὰρ ποιεῖ Θεοῦ ἴσον, τὸ μὴ ἀμύνασθαι, τοῦτο γέλωτα  νομίζεις.  Οὐ διὰ ταῦτα  γελᾶσθαί ἐσμεν ἄξιοι καὶ παρ' ἡμῶν  αὐτῶν,  καὶ  παρ' Ἑλλήνων,  οὕτως  ἀντιφθεγγόμενοι τῷ  Θεῷ; Βούλομαί τι διηγήσασθαι γενόμενον ἐπὶ τῶν παλαιῶν, οὐ περὶ ὀργῆς, ἀλλὰ περὶ χρημάτων· Ἦν τινι χωρίον θησαυρὸν ἔχον ἐγκεκρυμμένον οὐκ εἰδότος τοῦ δεσπότου· τοῦτο ἐκεῖνος τὸ χωρίον  ἀπέδοτο. Ὁ πριάμενος διασκάπτων  ὥστε φυτεῦσαι καὶ ἐπιμελήσασθαι, εὗρε τὸν θησαυρὸν ἐναποκείμενον. Μαθὼν ὁ ἀποδόμενος τοῦτο, ἐλθὼν ἐβιάζετο τὸν ἠγορακότα ἀπολαβεῖν τὸν θησαυρόν· χωρίον γὰρ ἔλεγε πεπρακέναι, οὐ θησαυρόν. Πάλιν ἐκεῖνος διωθεῖτο  αὐτὸν, λέγων,  τὸ χωρίον ἠγορακέναι μετὰ τοῦ θησαυροῦ, καὶ οὐδένα λόγον ποιεῖν ὑπὲρ τούτου. Εἰς ἀμφισβήτησιν κατέστησαν ἀμφότεροι, ὁ μὲν λαβεῖν  βουλόμενος,  ὁ δὲ φιλονεικῶν  μὴ δοῦναι. Καὶ ἐπιτυχόντες  ἀνθρώπου τινὸς διελέγοντο· εἶτα ἠρώτων αὐτὸν, τίνι δεῖ προσγενέσθαι τὸν θησαυρόν. Ὁ δὲ οὐκ ἀπεφήνατο, ἔφη δὲ καταλῦσαι αὐτῶν τὴν ἀμφισβήτησιν· αὐτὸς γὰρ ἔσεσθαι κύριος. Καὶ λαβὼν  τὸν  θησαυρὸν  ἑκόντων   παραχωρησάντων   ἐκείνων,  μυρία  ὕστερον ὑπέστη κακὰ, καὶ ἔργῳ ἐμάνθανεν, ὅτι εἰκότως ἐκεῖνοι τούτου ἀπέστησαν. Τοῦτο καὶ περὶ τῆς ὀργῆς δεῖ γενέσθαι, καὶ ἡμᾶς φιλονεικεῖν  μὴ ἀμύνασθαι, καὶ τοὺς λελυπηκότας φιλονεικεῖν  δοῦναι δίκην. Ἀλλὰ τάχα ταῦτα καὶ γέλως τις εἶναι δοκεῖ· ὅταν γὰρ ἐπιπλέον  ἡ μανία κατάσχῃ, οἱ σωφρονοῦντες  γελῶνται,  καὶ ἐν πολλοῖς μαινομένοις ὁ μὴ μαινόμενος δοκεῖ μαίνεσθαι. ∆ιὸ παρακαλῶ ἀνενεγκεῖν, καὶ ἡμῶν αὐτῶν  γενέσθαι, ἵνα δυνηθῶμεν  τοῦ ὀλεθρίου τούτου πάθους καθαρεύοντες, τῆς τῶν  οὐρανῶν  βασιλείας ἀξιωθῆναι,  χάριτι  καὶ οἰκτιρμοῖς  τοῦ μονογενοῦς  αὐτοῦΠαιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΜΒʹ. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλὴμ, εἰπὼν, ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν. Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν  διακο νούντων  αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχε χρόνον  εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ.

αʹ. Ἱκανῶς ἐνδιατρίψας τῇ πόλει βούλεται μεταστῆναι πάλιν. ∆ιὸ καὶ πέμπει τὸν Τιμόθεον καὶ τὸν Ἔραστον εἰς Μακεδονίαν, αὐτὸς δὲ μένει εἰς Ἔφεσον. Πῶς δὲ ἐξ ἀρχῆς ἑλόμενος εἰς Συρίαν ἀπελθεῖν, πάλιν εἰς Μακεδονίαν ὑποστρέφει; ∆εικνὺς, ὅτι πάντα οὐκ οἰκείᾳ δυνάμει ἔπραττεν. Ἤδη προφητεύει λέγων, ∆εῖ με καὶ Ῥώμην ἰδεῖν. Τοῦτο δὲ εἶπεν, ἴσως παραμυθούμενος  αὐτοὺς, ὡς οὐκ ἀπομένων, ἀλλ' ὡς πάλιν  ἐγγυτέρω  γινόμενος  αὐτῶν, καὶ διανιστῶν  τὰς ψυχὰς τῶν  μαθητῶν  τῇ προφητείᾳ. Ἐντεῦθέν μοι δοκεῖ γράφειν Κορινθίοις ἀπὸ Ἐφέσου, καὶ λέγειν, ὅτι Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως  τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ἐπειδὴ γὰρ ἐπηγγέλλετο εἰς Κόρινθον ἀπελθεῖν, ἀπολογεῖται ἅτε βραδύνας, καὶ λέγει τὸν πειρασμὸν λοιπὸν, τὰ κατὰ ∆ημήτριον διηγούμενος. Τοῦτον γὰρ αἰνίττεται, τάραχον οὐκ ὀλίγον εἰπὼν περὶ τῆς ὁδοῦ γεγενῆσθαι. Πάλιν κίνδυνος, πάλιν τάραχος. Ὁρᾷς τὴν  εὐδοκίμησιν;  Ἐγένετο  σημεῖα  διπλᾶ·  οἱ  δὲ  ἀντέλεγον.   Οὕτω  διὰ  πάντων ὑφαίνεται  τὰ πράγματα. ∆ημήτριος γάρ τις  ὀνόματι,  ἀργυροκόπος, ποιῶν  ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις  ἐργασίαν οὐκ ὀλίγην. Οὓς καὶ συναθροίσας, καὶ ἐπισυναγαγὼν τοὺς  περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε, ὅτι  ἐκ  ταύτης  τῆς  ἐργασίας ἡ  εὐπορία  ἡμῶν  ἐστι· καὶ  θεωρεῖτε  καὶ ἀκούετε, ὅτι οὐ μόνον Ἐφέσου, ἀλλὰ καὶ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ὄχλον ἱκανὸν, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν ἀνθρώπων γινόμενοι. Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης  θεᾶς ἱερὸν Ἀρτέμιδος εἰς οὐδὲν  λογισθῆναι,  μέλλειν  δὲ καὶ καθαιρεῖσθαι τὴν  μεγαλειότητα  αὐτῆς, ἣν  ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη  σέβεται. Ποιῶν, φησὶ, ναοὺς  ἀργυροῦς Ἀρτέμιδος. Καὶ πῶς ἔνι  ναοὺς  ἀργυροῦς γενέσθαι; Ἴσως ὡς κιβώρια μικρά· πολλὴ γὰρ ταύτης ἦν ἡ τιμὴ ἐν Ἐφέσῳ, ὅπου καὶ τὸ ἱερὸν αὐτῶν  ἐμπρησθὲν  οὕτως  ἐλύπησεν  αὐτοὺς,  ὡς  τὸν  ἐμπρήσαντα  κελεύειν  μηδὲ ὀνόματι λέγεσθαι. Ὅρα πανταχοῦ  τὴν εἰδωλολατρείαν  ἀπὸ χρημάτων  γινομένην. Κἀκεῖνοι διὰ χρήματα, καὶ οὗτος διὰ χρήματα· οὐχ ὡς τῆς εὐσεβείας κινδυνευούσης αὐτοῖς, ἀλλ' ὡς τοῦ πορισμοῦ τὴν ὑπόθεσιν οὐκ ἔχοντος. Καὶ σκόπει κακίαν ἀνδρός· Εὔπορος ἦν αὐτὸς, καὶ αὐτῷ  μὲν οὐ τοσαύτη ἔμελλε  βλάβη γενέσθαι  ἐκ τούτου· ἐκείνοις δὲ ἦν πολλὴ, ἅτε πένησιν οὖσι καὶ ἀπὸ τῆς καθ' ἡμέραν ἐργασίας τρεφομένοις.  Καὶ ὅμως οὗτοι μὲν οὐδὲν λέγουσιν, αὐτὸς δέ· κοινωνοὺς  δὲ ὄντας αὐτοὺς τῆς τέχνης, κοινωνοὺς  λαμβάνει καὶ τοῦ θορύβου. Εἶτα καὶ τὸν κίνδυνον ηὔξησεν, ἐπαγαγὼν,  ὅτι  Κινδυνεύει  ἡμῖν  τοῦτο  τὸ  μέρος εἰς  ἀπελεγμὸν  ἐλθεῖν. Τοῦτο γὰρ σχεδὸν διὰ τούτου δηλοῖ, ὅτι ἀπὸ τῆς τέχνης  ταύτης κινδυνεύομεν  εἰς λιμὸν  ἐμπεσεῖν.  Καίτοι τὰ  εἰρημένα  ἱκανὰ  εἰς  εὐσέβειαν  αὐτοὺς  ἀγαγεῖν·  ἀλλὰ ταλαίπωροί τινες ὄντες καὶ ψυχροὶ, ἐπισυνίστανται μᾶλλον, καὶ οὐκ ἐννοοῦσιν, ὅτι Εἰ ὁ ἄνθρωπος οὗτος τοσαῦτα ἰσχύει ὡς μεταστῆσαι πάντας, καὶ κινδυνεύει τὰ τῶν θεῶν, ἡλίκος ὁ τούτου Θεός καὶ ὅτι Πολλῷ μᾶλλον  ἐκεῖνα ἡμῖν δώσει, ὑπὲρ ὧν φοβούμεθα. Ἤδη προκατέλαβεν αὐτῶν τὰς ψυχὰς, λέγων, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ χειρῶν ἀνθρώπων γινόμενοι. Ὅρα ὑπὲρ τίνος ἀγανακτοῦσιν Ἕλληνες· ἐπειδὴ εἶπεν, ὅτι Οἱ ὑπὸ ἀνθρώπων  γινόμενοι, οὐκ εἰσὶ θεοί. Πανταχοῦ εἰς τὴν τέχνην  ὠθεῖ τὸν λόγον. Εἶτα τὸ μάλιστα αὐτοὺς λυπῆσαν ὕστερον τίθησι, λέγων· Οὐ μόνον δὲ τοῦτο τὸ μέρος κινδυνεύει·  τουτέστι, Τῶν μὲν ἄλλων  οὐδεὶς λόγος, ἀλλ' ὅτι καὶ τὸ τῆς μεγάλης θεᾶς ἱερὸν Ἀρτέμιδος κινδυνεύει  καθαιρεῖσθαι. Εἶτα ἵνα μὴ δόξῃ χρηματισμοῦ ἕνεκεν  λέγειν  ταῦτα, ὅρα τί προστίθησιν· Ἣν ἡ οἰκουμένη σέβεται. Ὁρᾷς πῶς ἔδειξε μείζω τὴν τοῦ Παύλου δύναμιν, πάντας ἀθλίους καὶ ταλαιπώρους αὐτοὺς ἀποφαίνων, εἴ γε ἄνθρωπος ἐλαυνόμενος καὶ σκηνοποιὸς τοσαῦτα δύναται; Ὅρα παρ' ἐχθρῶν τὰς μαρτυρίας τοῖς ἀποστόλοις γινομένας. Ἐκεῖ μὲν ἔλεγον, Ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· ἐνταῦθα, ὅτι Μέλλει καθαιρεῖσθαι τῆς Ἀρτέμιδος ἡ μεγαλειότης· τότε, Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες ἤκουον, ὅτι Οὗτοι καὶ ἐνθάδε πάρεισι· νῦν, ὅτι Κινδυνεύει ἡμῖν τοῦτο τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν. Οὕτω καὶ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Ὁρᾶτε,ὅτι ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει, καὶ ἐλεύσονται  οἱ Ῥωμαῖοι  καὶ ἀροῦσιν ἡμῶν  τὴν πόλιν.  Ἀκούσαντες δὲ ταῦτα ἐπλήσθησαν θυμοῦ. Πότε ὁ θυμὸς γέγονεν; Ὅτε περὶ τῆς Ἀρτέμιδος ἤκουσαν, ὅτε  περὶ  τοῦ  πορισμοῦ. Τοιαῦτα  γὰρ  τὰ  τῶν  ἀγοραίων  ἤθη,  ἀπὸ  τοῦ  τυχόντος συναρπάζεσθαι καὶ ἐκκαίεσθαι. ∆ιὰ ταῦτα μετ' ἐξετάσεως δεῖ ποιεῖν πάντα. Ὅρα δὲ πῶς  καὶ   ἦσαν  εὐκαταφρόνητοι,  ὡς  πᾶσι προκεῖσθαι. Ἀκούσαντες δὲ, καὶ γενόμενοι  πλήρεις θυμοῦ, φησὶν, ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων Καὶ ἐπλήσθη ἡ πόλις ὅλη τῆς συγχύσεως· ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον. Συναρπάσαντες δὲ Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου, εἵλκυσαν αὐτούς.



 βʹ. Ἁπλῶς πάλιν ἐπίασιν ὡς ἐπὶ Ἰάσονος Ἰουδαῖοι, καὶπανταχοῦ αὐτοῖς πρόκεινται· οὕτως οὐδὲν εἶχον  κόμπου γέμον οὐδὲ δόξης. Τοῦ δὲ Παύλου βουλομένου  εἰσελθεῖν  εἰς τὸν  δῆμον, οὐκ εἴων  αὐτὸν  οἱ μαθηταί. Τινὲς δὲ τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς  τὸ  θέατρον.  Παρακαλοῦσιν, ὅτι  ἄτακτος  ἦσαν  δῆμος  ἀλογίστῳ  ῥύμῃ  πάντα τολμῶντες. Καὶ ὁ Παῦλος πείθεται· οὐ γὰρ ἦν κενόδοξος, οὐδὲ φιλότιμος. Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον· ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη. Τοιοῦτον γὰρ τὸ πλῆθος· ἁπλῶς  ἕπεται καθάπερ πῦρ εἰς ὕλην  ἐμπεσόν. Καὶ οἱ πλείους  οὐκ ᾔδεισαν, τίνος ἕνεκεν συνεληλύθεισαν. Ἐκ δὲ τοῦ ὄχλου προεβίβασαν Ἀλέξανδρον, προβαλόντων αὐτὸν  τῶν  Ἰουδαίων.  Προεβάλοντο  Ἰουδαῖοι  οἰκονομικῶς,   ἵνα  μηδὲν  ἔχωσιν ὕστερον ἀντιλέγειν.  Οὗτος καὶ προβάλλεται,  καὶ φθέγγεται,  καὶ τί, ἄκουε· Ὁ δὲ Ἀλέξανδρος κατασείσας τῇ χειρὶ, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. Ἐπιγνόντες δὲ, ὅτι Ἰουδαῖός ἐστι, φωνὴ ἐγένετο μία ἐκ πάντων, ὡς ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Παιδικὴ ὄντως  ἡ διάνοια· καθάπερ φοβούμενοι, μὴ σβεσθῇ τὸ σέβας αὐτῶν, συνεχῶς ἐβόων. ∆ύο ἔτη ἐκάθισεν ἐκεῖ, καὶ ὅρα πόσοι ἔτι Ἕλληνες ἦσαν. Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον, φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωπος, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης θεᾶς Ἀρτέμιδος καὶ  τοῦ  ∆ιοπετοῦς; Τούτῳ πρώτῳ  τὸν  θυμὸν  αὐτῶν  ἔσβεσε. Καὶ τοῦ διοπετοῦς. Τοῦτο λέγει, ὡς οὐκ ὄντος δήλου τοῦ πράγματος. Ἱερὸν δὲ ἕτερον οὕτω ἐκαλεῖτο ∆ιοπετές· ἤτοι τὸ εἴδωλον  τοίνυν  τῆς Ἀρτέμιδος ∆ιοπετὲς ἔλεγον, ὡς ἐκ τοῦ ∆ιὸς τὸ ὄστρακον ἐκεῖνο πεπτωκὸς, καὶ οὐχ ὑπὸ ἀνθρώπου γενόμενον· ἢ ἕτερον ἄγαλμα παρ' αὐτοῖς οὕτως ἐλέγετο. Ἀναντιῤῥήτων  οὖν ὄντων  τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους  ὑπάρχειν, καὶ μηδὲν προπετὲς πράσσειν. Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους, οὔτε βλασφημοῦντας τὴν θεὰν ὑμῶν. Ἄρα τὸ πᾶν ψεῦδος· ταῦτα δὲ πρὸς τὸν δῆμον, ὥστε κἀκείνους ἐπιεικεστέρους γενέσθαι, φησίν. Εἰ μὲν οὖν ∆ημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται  ἔχουσι πρός τινα λόγον, ἀγοραῖοι ἄγονται,  καὶ  ἀνθύπατοί   εἰσιν·  ἐγκαλείτωσαν   ἀλλήλοις.  Εἰ  δέ  τι  περὶ  ἑτέρων ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος,  περὶ οὗ [οὐ] δυνησόμεθα ἀποδοῦναι λόγον τῆς συστροφῆς ταύτης. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν. Ἔννομον ἐκκλησίαν, φησὶ, διότι τρεῖς ἐκκλησίαι ἐγίνοντο κατὰ νόμον καθ' ἕκαστον μῆνα·  αὕτη  δὲ  ἦν  παράνομος.  Εἶτα καὶ  ἐφόβησεν  αὐτοὺς  εἰπών·  Κινδυνεύομεν ἐγκαλεῖσθαι  στάσεως. Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα. Ὡς δὲ ἐπληρώθη  ταῦτα, φησὶν, ἔθετο ὁ Παῦλος ἐν τῷ Πνεύματι, διελθὼν τὴν Μακεδονίαν καὶ  Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱεροσόλυμα. Οὐκ ἔτι ἀνθρωπίνως  ἐνταῦθα ποιεῖ, ἀλλὰ Πνεύματι, ᾧ καὶ προείλετο διελθεῖν.  Τοῦτο γάρ ἐστι τὸ, Ἔθετο, καὶ τοιαύτην  ὁ λόγος ἔννοιαν ἔχει. Τίνος δὲ ἕνεκεν ἀποστέλλει Τιμόθεον καὶ Ἔραστον, οὐ λέγει· ἐμοὶ δὲ δοκεῖ καὶ περὶ τούτου εἰπεῖν τὸ, Ἐν Πνεύματι. ∆ιὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι  ἐν Ἀθήναις μόνοι. Καὶ ὅρα, δύο τῶν διακονούντων  αὐτῷ ἀπέστειλε, τήν τε παρουσίαν ἀπαγγεῖλαι καὶ προθυμοτέρους ποιῆσαι. Μάλιστα πάντων τῇ Ἀσίᾳ ἐνδιατρίβει· εἰκότως· ἐκεῖ γὰρ ἦν ἡ πολλὴ φατρία τῶν φιλοσόφων. Καὶ ἐλθὼν, πάλιν αὐτοῖς διελέγετο· καὶ γὰρ πολλὴ ἦν ἐκεῖ ἡ δεισιδαιμονία. ∆ημήτριος γάρ τις, φησὶν, ἀργυροκόπος, συναθροίσας τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· Ἄνδρες, ἐπίστασθε καὶ θεωρεῖτε καὶ ἀκούετε· οὕτω κατάδηλον ἦν τὸ γινόμενον·  Ὅτι οὗτος, φησὶν, ὁ Παῦλος πείσας μετέστησεν ἱκανὸν  ὄχλον.  Ὥστε οὐ βιαίως,  εἰ ἔπεισεν· οὕτω  δεῖ πείθειν πόλιν. Εἶτα ἐπάγει ὅπερ αὐτῶν καθήπτετο, ὅτι Οὐκ εἰσὶ θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.  Τί ἐστι τοῦτο; Ἀνατρέπει, φησὶ, τὴν τέχνην  τὴν ἡμετέραν. Καὶ ἵνα μὴ ἐννοήσωσι, καὶ εἴπωσιν, ὅτι μόνος ἄνθρωπος τοιαῦτα ἰσχύει, καὶ εἰ τοσοῦτον ἰσχύει, αὐτῷ δεῖ πείθεσθαι, ἐπήγαγεν· Ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Τὴν φωνὴν αὐτῶν ᾤοντο ἐπιτειχίζειν  τῷ Πνεύματι τῷ θείῳ, ὄντες παῖδες Ἕλληνες. Ἐκ ταύτης τῆς ἐργασίας, φησὶν, ἡ εὐπορία ἡμῶν ἐστι. Καὶ εἰ ἀπὸ ταύτης τῆς ἐργασίας εὐπορία ὑμῖν   περιγίνεται,   πῶς   ἔπεισεν   ἄνθρωπος   εὐτελής;   πῶς   τοσαύτης   ἐκράτησε συνηθείας; τί ποιῶν ἢ τί λέγων; Οὐκ ἔστι Παύλου, οὐκ ἔστιν ἀνδρός. Καὶ τοῦτο ἀρκεῖ τὸ εἰπεῖν, ὅτι Οὐκ εἰσὶ θεοί. Εἰ μὲν οὖν οὕτως εὐφώρατον  τὸ τῆς ἀσεβείας, πάλαι καταγνωσθῆναι  ἔδει· εἰ δὲ ἰσχυρὸν, οὐχ οὕτως ἀναιρεθῆναι  ταχέως. Οὐ μόνον δὲ, φησὶ, τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος. Ὡς δή τί ποτε μεῖζον λέγων, τοῦτο ἐπήγαγεν. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. Κατὰ  πόλιν   γὰρ  αὐτοῖς  ἦσαν  θεοί.  Καὶ  οὕτω  διέκειντο,   ὡς  διὰ  τῆς  φωνῆς ἀνακτώμενοι  τὸ  σέβας αὐτῆς,  καὶ  τὰ  γεγενημένα  ἀναλύοντες.


 γʹ. Ὅρα ἄτακτον πλῆθος. Τοῦ δὲ Παύλου, φησὶ, βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί. Ὁ μὲν οὖν Παῦλος ἐβούλετο εἰσελθεῖν δημηγορῆσαι· τοὺς γὰρ διωγμοὺς ἐλάμβανεν  εἰς διδασκαλίαν· ἀλλ' οἱ μαθηταὶ οὐκ εἴων  αὐτόν. Σκόπει, πόσῃ περὶ αὐτὸν προνοίᾳ κέχρηνται πανταχοῦ. Καὶ ἐξ ἀρχῆς αὐτὸν ἐξήγαγον, ὥστε μὴ περὶ τὰ καίρια λαβεῖν τὴν πληγήν· καίτοι γε ἤκουσαν, ὅτι δεῖ καὶ Ῥώμην ἰδεῖν· ὅμως κωλύουσιν. Οἰκονομικῶς δὲ προαγορεύει, ἵνα μὴ τῷ γενομένῳ θορυβηθῶσιν. Οὕτως οὐδὲ πάσχειν τι αὐτὸν ἐβούλοντο. Καὶ τῶν ἀσιαρχῶν δέ τινες παρεκάλουν αὐτὸν, φησὶ, μὴ εἰσελθεῖν εἰς τὸ θέατρον. Εἰδότες αὐτοῦ τὴν προθυμίαν, παρεκάλουν· οὕτω πάντες αὐτὸν ἐφίλουν  οἱ πιστοί. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Ἀλέξανδρος ἐβούλετο ἀπολογεῖσθαι; μὴ γὰρ αὐτὸς ἐνεκλήθη; Ὥστε καιρὸν εὑρεῖν, καὶ τὸ πᾶν καταστρέψαι καὶ ἐκκαῦσαι τοῦ δήμου τὸν θυμόν. Εἶδες θυμὸν ἄτακτον; Καλῶς καὶ ἐπιτιμητικῶς ὁ γραμματεὺς, Τίς ἔστι, φησὶν, ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν; Οὕτως εἰπὼν περὶ οὗ ἐφοβοῦντο· ὡσεὶ ἔλεγεν· Οὐ θεραπεύετε αὐτήν; Καὶ οὐκ εἶπε, Τίς γάρ ἐστιν, ὃς οὐ γινώσκει τὴν Ἄρτεμιν; ἀλλὰ, Τὴν πόλιν τὴν ἡμετέραν· θεραπεύων αὐτούς. Ἀναντιῤῥήτων   οὖν   τούτων   ὄντων,     δέον   ἐστὶν   ὑμᾶς  κατεσταλμένους ὑπάρχειν.  Ταῦτα δῆθεν  ἐγκαλεῖ, μονονουχὶ  λέγων· Τί τοίνυν  ζητεῖτε ὡς ἀδήλων ὄντων;  φανερὸν,  ὡς  ἡ  ὕβρις  εἰς  τὴν  θεὸν  διαβαίνει.  Πρόσχημα τὴν  εὐσέβειαν ἐβούλοντο  ποιεῖν  τοῦ  χρηματισμοῦ. Εἶτα ἠρέμα καθάπτεται  αὐτῶν,  δεικνὺς,  ὅτι ἀλογίστως συνῆλθον. Καὶ μηδὲν, φησὶ, προπετὲς πράττειν.  ∆εικνὺς, ὅτι προπετῶς ἔπραξαν, τοῦτο εἶπεν. Εἰ μὲν οὖν ∆ημήτριος καὶ οἱ σὺν αὐτῷ ἔχουσι πρός τινα λόγον, ἀνθύπατοί  εἰσι. Καὶ τοῦτο  λέγει  ἐγκαλῶν,  καὶ  δεικνὺς  ὅτι  οὐκ  ἔδει  ἰδιωτικῶν ἐγκλημάτων  ἕνεκεν  κοινὴν  ἐκκλησίαν  ποιεῖσθαι.  Καὶ γὰρ κινδυνεύομεν,  φησὶν, ἐγκαλεῖσθαι. Τούτῳ σφόδρα αὐτοὺς διηπόρησεν. Οὐδενὸς αἰτίου, φησὶν, ὑπάρχοντος, περὶ  οὗ δυνησόμεθα  λόγον  δοῦναι  τῆς  συστροφῆς ταύτης.  Ὅρα πῶς  οἱ  ἄπιστοι φρονίμως ἀπολογοῦνται, πῶς συνετῶς. Οὕτως ἔσβεσε τὸν θυμόν. Ὥσπερ γὰρ ῥᾳδίως ἐξάπτεται, οὕτω καὶ ῥᾳδίως σβέννυται. Καὶ ταῦτα εἰπὼν, ἀπέλυσε τὴν ἐκκλησίαν, φησίν. Ὁρᾷς τὸν Θεὸν συγχωροῦντα τοὺς πειρασμοὺς, καὶ διεγείροντα καὶ ἀφυπνίζοντα  τοὺς μαθητὰς τούτοις καὶ σφοδροτέρους ἐργαζόμενον; Μὴ δὴ καταπίπτωμεν  τοῖς πειρασμοῖς· αὐτὸς γὰρ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲν οὕτω φίλους ποιεῖ καὶ συγκροτεῖ, ὡς θλῖψις· οὐδὲν οὕτω συνδεῖ καὶ  ἐπισφίγγει   τῶν   πιστῶν   τὰς  ψυχάς·  οὐδὲν  ἡμῖν   τοῖς  διδασκάλοις  οὕτως ἐπιτήδειον πρὸς τὸ τὰ παρ' ἡμῶν λεγόμενα ἀκούεσθαι. Ἐν μὲν γὰρ ἀνέσει τυγχάνων ἀκροατὴς, χαῦνός τέ ἐστι καὶ ῥᾴθυμος, καὶ ἐνοχλεῖσθαι δοκεῖ παρὰ τοῦ λέγοντος· ἐν δὲ θλίψει καὶ στενοχωρίᾳ εἰς πολλὴν ἐπιθυμίαν ἀκροάσεως ἐμπίπτει. Στενοχωρούμενος  γὰρ  τὴν  ψυχὴν,  πανταχόθεν   ζητεῖ  παραμυθίαν  τῆς  θλίψεως εὑρεῖν· οὐ μικρὰν  δὲ φέρει  λόγος  παραμυθίαν.  Τί οὖν,  φησὶν,  οἱ Ἰουδαῖοι; πῶς θλιβόμενοι ἀπὸ τῆς ὀλιγοψυχίας οὐκ ἤκουον; Ὅτι Ἰουδαῖοι ἦσαν, οἱ ἀεὶ ἀσθενεῖς καὶ ταλαίπωροι· ἄλλως τε καὶ ὅτι καὶ ἐκεῖ πολλὴ ἡ θλῖψις ἦν, ἡμῖν δὲ περὶ συμμέτρου ὁ λόγος.  Ὅρα γάρ· προσεδόκησαν ἀπαλλάττεσθαι  τῶν  κατεχόντων  αὐτοὺς  κακῶν ἐκεῖνοι,  καὶ μυρίοις περιέπεσον μᾶλλον  δεινοῖς·  τοῦτο δὲ οὐχ ὡς ἔτυχεν  ἀπορεῖ ψυχήν. Αἱ θλίψεις ἀποσχίζουσιν ἡμᾶς τῆς συμπαθείας τῆς πρὸς τὸν παρόντα κόσμον· εὐθέως  γοῦν  τὸν  θάνατον  αἰτοῦμεν,  καὶ οὐκ ἐσμὲν φιλοσώματοι·  ὅπερ μέγιστον φιλοσοφίας  μέρος  ἐστὶ,  μὴ  κεχηνέναι   μηδὲ  προσδεδέσθαι τῇ  παρούσῃ ζωῇ.  Ἡ θλιβομένη ψυχὴ οὐ βούλεται περὶ πολλὰ εἶναι, ἀλλ' ἀναπαύσεώς τινος μόνον καὶ ἡσυχίας ἐρᾷ· ἀγαπητὸν  αὐτῇ  τῶν  παρόντων  ἀπαλλαγῆναι,  κἂν  μηδὲν  ἕτερον  ᾖ. Καθάπερ σῶμα πεπονηκὸς καὶ ταλαιπωρηθὲν  οὐκ ἐρᾷν βούλεται, οὐ γαστρίζεσθαι, ἀλλ' ἀναπαύεσθαι καὶ ἡσυχῇ κεῖσθαι· οὕτω καὶ ψυχὴ μυρίοις ταριχευθεῖσα κακοῖς, πρὸς  ἀνάπαυσιν   καὶ  ἡσυχίαν   ἐπείγεται   εἶναι.   Ἡ  ἐν   ἀνέσει  οὖσα  ἐπτόηται, τεθορύβηται, μετέωρός ἐστιν· αὕτη δὲ οὐδὲν κεχηνὸς  ἔχουσα οὐδὲ διαῤῥέον, ὅλη συνέσφιγκται καὶ μένει ἀμετεώριστος· καὶ ἡ μὲν ἀνδρειοτέρα, ἡ δὲ παιδικωτέρα ἐστί· καὶ ἡ μὲν  βαρυτέρα, ἡ δὲ κουφοτέρα. Καὶ καθάπερ ἐν  πολλῷ  ὕδατι  ἐμπεσόν τι κοῦφον σαλεύεται· οὕτω καὶ εἰς πολλὴν χαρὰν ἐμπεσοῦσα ψυχή. Καὶ τὰ μέγιστα δὲ ἡμῖν  ἁμαρτήματα  ἀπὸ πολλῆς  ἡδονῆς  γεγενημένα  ἴδοι  τις  ἄν. Καὶ εἰ βούλεσθε, οἰκίας ὑπογράψωμεν δύο, τὴν μὲν γαμούντων, τὴν δὲ πενθούντων· εἰσέλθωμεν τῷ λόγῳ πρὸς ἑκατέρους· ἴδωμεν τίς τίνος βελτίων. Εὑρεθήσεται γὰρ ἡ τοῦ πενθοῦντος φιλοσοφίας γέμουσα, ἡ δὲ τοῦ γαμοῦντος ἀσχημοσύνης,  Ὅρα γάρ· αἰσχρὰ ἐκεῖ ῥήματα, γέλως ἄτακτος, βήματα ἀτακτότερα, στολὴ καὶ βάδισις ἀσχημοσύνης γέμουσα, σχήματα πολλῆς ἀνοίας καὶ μωρίας· καὶ ὅλως οὐδὲν ἕτερον ἢ πάντα γέλως καὶ κατάγελως  τὰ ἐκεῖ. Οὐχ ὁ γάμος, λέγω, μὴ γένοιτο· ἀλλὰ τὰ περὶ τὸν γάμον. Ἐκβακχεύεται τότε ἡ φύσις, ἄλογα ἀντὶ ἀνθρώπων οἱ παρόντες γίνονται, οἱ μὲν ὡς ἵπποι χρεμετίζουσιν, οἱ δὲ ὡς ὄνοι λακτίζουσι· πολλὴ ἡ διάχυσις, πολλὴ ἡ διάλυσις, οὐδὲν  σπουδαῖον, οὐδὲν  γενναῖον·  πολλὴ  ἐκεῖ τοῦ διαβόλου  ἡ πομπὴ, κύμβαλα, αὐλοὶ, καὶ ᾄσματα πορνείας γέμοντα καὶ μοιχείας. Ἀλλ' οὐκ ἐκεῖ, ἔνθα τὸ πένθος, ἀλλὰ πάντα εὔτακτα· πολλὴ γὰρ ἡ σιγὴ, πολλὴ ἡ ἡσυχία, πολλὴ ἡ καταστολὴ, οὐδὲν ἄτακτον,  οὐδὲν  ἄῤῥυθμον· εἴ  τίς  τι  καὶ  ἐφθέγξατο,  πάντα  φιλοσοφίας  γέμοντα ῥήματα ἐφθέγξατο· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι παρ' ἐκεῖνον τὸν καιρὸν οὐκ ἄνδρες μόνον,  ἀλλὰ  καὶ οἰκεῖοι  καὶ γυναῖκες  φιλοσοφοῦσι. Τοιαύτη γὰρ ἡ τοῦ πένθους φύσις. Καὶ δοκοῦσι μὲν παρακαλεῖν τὸν πενθοῦντα,  μυρία δὲ φθέγγονται  δόγματα φιλοσοφίας  μεστά· εὐχαὶ  εὐθέως  ὥστε  μέχρι  τούτου  στῆναι,  καὶ  ἱκανοὶ  οἱ  τὸν πεπονηκότα παραμυθούμενοι, καὶ ἀπαριθμήσεις τῶν τοιαῦτα πενθούντων  μυρίαι. Τί γάρ  ἐστιν  ἄνθρωπος;  Τῆς  φύσεως  ἐξέτασις  τῆς  ἡμετέρας. 


δʹ. Τί  τοίνυν   ἐστὶν ἄνθρωπος;  Τοῦ βίου καὶ  τῆς  εὐτελείας  αὐτοῦ  κατηγορία,  ἀνάμνησις  τῶν  ἐν  τῷ μέλλοντι  πραγμάτων,  τῆς  κρίσεως.  Ἕκαστος οἴκαδε  ἀναχωρεῖ,  ἀπὸ  μὲν  γάμου λυπούμενος, ὅτι δὴ αὐτὸς μὴ ἐν εὐπραγίᾳ ἐστίν· ἀπὸ δὲ πένθους ἀνειμένος, ὅτι δὴ μὴ τοιαῦτα  ἔπαθε, καὶ τὴν  φλεγμονὴν  σβέσας ἅπασαν ἀπῆλθεν.  Ἀλλὰ τί; θέλεις  τὰ δεσμωτήρια, καὶ τὰ θέατρα ἀντεξετάσωμεν; Ὁ μὲν γὰρ θλίψεως, ὁ δὲ ἡδονῆς τόπος. Φέρε οὖν, ἴδωμεν τὰ ἐξ ἑκατέρων συμβαίνοντα. Ἐκεῖ φιλοσοφία πολλή· ἔνθα γὰρ ἀθυμία, καὶ φιλοσοφία πάντως. Ὁ πρὸ τούτου πλουτῶν, ὁ μεγάλα φυσῶν, καὶ τοῦ τυχόντος ἀνέξεται διαλεγομένου  πρὸς αὐτὸν, τοῦ φόβου καὶ τῆς ἀθυμίας καθάπερ τινὸς πυρὸς σφοδροτέρου ἐπιπεσόντος αὐτοῦ τῇ ψυχῇ, καὶ μαλάττοντος τὸ σκληρόν· τότε  ταπεινὸς   γίνεται,   τότε  σκυθρωπὸς,  τότε  τῆς  μεταβολῆς  αἰσθάνεται   τῆς βιωτικῆς, τότε καρτερεῖ πρὸς πάντα. Ἐν δὲ θεάτρῳ πάντα τὰ ἐναντία, γέλως, αἰσχρότης,  πομπὴ  διαβολικὴ,  διάχυσις,  ἀνάλωμα   χρόνου,  καὶ  δαπάνη  ἡμερῶν περιττὴ, ἐπιθυμίας ἀτόπου κατασκευὴ, μοιχείας μελέτη, πορνείας γυμνάσιον, ἀκολασίας διδασκαλεῖον, προτροπὴ αἰσχρότητος, γέλωτος  ὑπόθεσις, ἀσχημοσύνης παραδείγματα. Ἀλλ' οὐ τὸ δεσμωτήριον τοιοῦτον· ἀλλ' ἐκεῖ ταπεινοφροσύνη, παράκλησις, φιλοσοφίας προτροπὴ, ὑπεροψία τῶν βιωτικῶν· πάντα πεπάτηται καὶ καταπεφρόνηται, καὶ καθάπερ παιδίῳ παιδαγωγὸς ὁ φόβος ἐφέστηκε, πρὸς πάντα τὰ δέοντα  ῥυθμίζων  αὐτόν.  Ἀλλ' εἰ βούλει, πάλιν  ἑτέρως  ἐξετάσωμεν  τοὺς αὐτοὺς τόπους. Ἐβουλόμην συντυχεῖν ἀνθρώπῳ ἀπὸ θεάτρου κατιόντι, καὶ ἄλλῳ ἀπὸ δεσμωτηρίου ἐξιόντι, καὶ εἶδες ἂν τοῦ μὲν τὴν ψυχὴν ἐπτοημένην, τεθορυβημένην, δεδεμένην ὄντως, τοῦ δὲ ἀνειμένην,  λελυμένην,  ἐπτερωμένην. Ὁ μὲν γὰρ ἀπὸ τοῦ θεάτρου ἀναχωρεῖ, ταῖς ὄψεσι τῶν ἐκεῖ γυναικῶν  προσδεθεὶς, παντὸς σιδήρου χαλεπώτερα φέρων δεσμὰ, τοὺς τόπους τοὺς ἐκεῖ, τὰ ῥήματα, τὰ σχήματα· ὁ δὲ ἀπὸ δεσμωτηρίου, πάντων ἀνεθεὶς, οὐκ ἔτι ἡγήσεται πάσχειν τι δεινὸν, τοῖς τῶν ἑτέρων τὰ αὐτοῦ παραβάλλων.  Ὅτι οὐ δέδεται, χάριν εἴσεται λοιπὸν,  καταφρονήσει τῶν ἀνθρωπίνων  πραγμάτων, πολλοὺς πλου  τοῦντας ὁρῶν ἐν συμφοραῖς, πολλὰ καὶ μεγάλα δυναμένους  καὶ δεδεμένους ἐκεῖ· κἂν ἀδίκως τι πάθῃ, καὶ πρὸς τοῦτο καρτερήσει· καὶ γὰρ καὶ τούτου πολλὰ ἐκεῖ τὰ ὑποδείγματα· εἰς ἔννοιαν  ἐλεύσεται τῆς  μελλούσης  κρίσεως,  καὶ  φρίξει  τοὺς  τόπους  ἐνταῦθα  ὁρῶν.  Καθάπερ γὰρ ἐνταῦθα   ἐν  δεσμωτηρίῳ  συγκεκλεισμένος,  ἐπιεικὴς   πρὸς  πάντας   ἐστίν·  οὕτω κἀκεῖνοι πρὸ τῆς κρίσεως, πρὸ τῆς μελλούσης ἡμέρας, πρὸς γυναῖκα, πρὸς παιδία, πρὸς τοὺς οἰκέτας ἔσονται ἐπιεικέστεροι. Ἀλλ' ἀπὸ τοῦ θεάτρου οὐχ οὕτως, ἀλλ' ἀηδέστερον ὄψεται τὴν γυναῖκα, καὶ δυσχερὴς πρὸς τοὺς οἰκείους ἔσται, παροξυνθήσεται  πρὸς τὰ παιδία,  ἐκθηριωθήσεται  πρὸς πάντας.  Μεγάλα κακὰ τὰ θέατρα παρασκευάζει ταῖς πόλεσι, μεγάλα, καὶ οὐδὲ τοῦτο ἴσμεν ὅτι μεγάλα. Εἰ δὲ οὐκ ἀπεκάμετε, ἐξετάσωμεν καὶ τοὺς τοῦ γέλωτος τόπους, τὰ συμπόσια λέγω, ἔνθα παράσιτοι καὶ κόλακες καὶ πολλὴ  ἡ τρυφὴ, καὶ τόπους ἑτέρους, ἔνθα  χωλοὶ  καὶ ἀνάπηροι. Πάλιν ἐκεῖ μὲν μέθη καὶ τρυφὴ καὶ διάχυσις, ἐνταῦθα δὲ τοὐναντίον. Ὅρα καὶ  ἐπὶ  τοῦ  σώματος, ὅταν  φλεγμαίνῃ,  ὅταν  εὐπαθῇ,  ταχίστην  ἔχει  πρὸς νόσον μετάπτωσιν· ὅταν δὲ κατεσταλμένον ᾖ, οὐχ οὕτως. Ἵνα δὲ σαφέστερον ὑμῖν ὃ λέγω ποιήσω, ἔστω σῶμα ἔχον πολὺ αἷμα καὶ σάρκας πολλὰς καὶ σφριγῶν· τοῦτο καὶ ἀπὸ τῆς τυχούσης τροφῆς πυρετὸν δυνήσεται τεκεῖν, ἂν ἁπλῶς ἀργήσῃ. Ἔστω δὲ ἕτερον λιμῷ  μᾶλλον  παλαῖον  καὶ θλίψει·  τοῦτο  δυσάλωτον  καὶ δυσκαταγώνιστον  πρὸς ἀῤῥωστίαν. Αἷμα κἂν ὑγιὲς  ᾖ ἐν ἡμῖν,  τῷ πλήθει  πολλάκις  νόσον ἔτεκεν· ἂν δὲ ὀλίγον ᾖ, κἂν μὴ ὑγιὲς, εὐκόλως κατεργασθῆναι δύναται. Οὕτω δὴ καὶ ἐπὶ ψυχῆς, ἡ μὲν  ἐν  ἀνέσει  καὶ  τρυφῇ  ὀξυῤῥόπους  ἔχει  πρὸς  ἁμαρτίαν  τὰς  ὁρμάς· καὶ  γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν  καὶ συκοφαντιῶν·  ἀλλ' οὐχ ἡ ἐν θλίψει  καὶ αὐταρκείᾳ, ἀλλὰ πάντων τούτων  ἀπήλλακται.  Ἰδοὺ  ἡλίκη  πόλις  ἡμῖν  ἐστιν  ἡ  μεγάλη  αὕτη.  Πόθεν  οὖν τίκτεται  τὰ κακά; οὐκ ἀπὸ τῶν  πλουτούντων;  οὐκ ἀπὸ τῶν  χαιρόντων;  Τίνες εἰς δικαστήρια ἕλκουσι; τίνες οὐσίας διασπαθῶσιν; οἱ ταλαίπωροι καὶ ἀπεῤῥιμμένοι, ἢ οἱ μεγάλα  φυσῶντες  καὶ χαίροντες;  Οὐκ ἔστιν ἀπὸ ψυχῆς  τεθλιμμένης  γενέσθαι  τι κακόν. Οἶδεν αὐτῆς  τὸ κέρδος ὁ Παῦλος· διὰ τοῦτό  φησιν· Ἡ θλῖψις  ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Μὴ δὴ  καταπίπτωμεν   ἐν  ταῖς  θλίψεσιν,  ἀλλ'  ἐν  ἅπασιν  εὐχαριστῶμεν,  ἵνα  τι κερδάνωμεν μέγα, ἵνα εὐδοκιμήσωμεν παρὰ τῷ Θεῷ τῷ τὰς θλίψεις συγχωροῦντι. Μέγα θλῖψις ἀγαθόν· καὶ τοῦτο ἀπὸ τῶν παίδων τῶν ἡμετέρων μανθάνομεν· χωρὶς γὰρ θλίψεως οὐδὲν ἂν μάθοι χρήσιμον. Ἡμεῖς δὲ μᾶλλον αὐτῶν δεόμεθα θλίψεως. Εἰ γὰρ ἐκεῖνα  τῶν  παθῶν  ἠρεμούντων  αὐτοῖς  θάλλει,  πολλῷ  μᾶλλον  ἡμεῖς, καὶ μάλιστα τοσούτοις συνεχόμενοι. Ἀλλ' ἡμᾶς μᾶλλον παιδαγωγοὺς ἔχειν ἐχρῆν· παρὰ μὲν γὰρ τῶν παίδων τὰ ἁμαρτήματα οὐκ ἂν μεγάλα γένοιτο, παρὰ δὲ ἡμῶν σφόδρα μεγάλα. Παιδαγωγὸς δὲ ἡμῶν ἡ θλῖψις· Μήτε οὖν ἐπισπώμεθα αὐτὴν, καὶ παροῦσαν γενναίως  φέρωμεν, ἀεὶ μυρίων οὖσαν ἀγαθῶν  αἰτίαν, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσωμεν, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |