αʹ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν. Οὐκ ἀφῆκεν ἀπαρτισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ' ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν, ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. Τοῦτο δὲ γίνεται, προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ. Οὐχ ἁπλῶς δὲ τὸ Πνεῦμα λαμβάνουσιν, ἀλλὰ γλώσσαις ἐλάλουν, ὅπερ καὶ ἐξέπληττε τοὺς συνελθόντας. Τί δήποτε δὲ οὕτως οἰκονομεῖται τὸ πρᾶγμα; ∆ιὰ τοὺς Ἰουδαίους· καὶ γὰρ πάνυ ἀπεχθῶς εἶχον πρὸς αὐτό. ∆ιὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν γίνεται. Καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι παιδευόμενος, ὅτι δεῖ λοιπὸν . αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι' αὐτῶν δεῖ γενέσθαι τοῦτο. Καὶ μὴ θαυμάσῃς. Ὅπου γὰρ μετὰ τοσαῦτα καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσολύμοις ἀμφισβήτησις γίνεται, τί οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ταῦτα παρηκολούθησε; ∆ιὰ τοῦτο καὶ μεθ' ὑπερβολῆς ταῦτα γίνεται.
Ὅρα δὲ πῶς καὶ ὁ Πέτρος λαβὼν ἀφορμὴν ἀπολογεῖται. Ὅτι δὲ μετὰ τὴν ἀφορμὴν ἀποκρίνεται, ἄκουε τοῦ εὐαγγελιστοῦ διηγουμένου καὶ λέγοντος· Τότε ἀπεκρίθη Πέτρος· Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς; Εἶδες ποῦ τὸ πρᾶγμα ἀνήνεγκε, καὶ πῶς ὤδινεν ἐξενεγκεῖν τοῦτο; Οὕτω πάλαι τῆς γνώμης ταύτης ἦν. Μήτι τὸ ὕδωρ, φησὶ, κωλῦσαι δύναταί τις; Σχεδὸν γὰρ ὥσπερ ἐπεμβαίνοντός ἐστι τοῖς κωλύουσι καὶ λέγουσιν, ὅτι οὐ χρὴ τοῦτο γενέσθαι. Τὸ πᾶν γέγονε, φησὶ, τὸ ἀναγκαιότερον γέγονε, τὸ βάπτισμα ὃ καὶ ἡμεῖς ἐβαπτίσθημεν. Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. Μετὰ τὸ ἀπολογήσασθαι, τότε αὐτοῖς προσ έταξε βαπτισθῆναι, παιδεύων αὐτοὺς διὰ τῶν πραγμάτων· τοσοῦτον ἀπεχθῶς εἶχον οἱ Ἰουδαῖοι. ∆ιὰ τοῦτο πρότερον ἀπολογεῖται, καίτοι τῶν πραγμάτων βοώντων, καὶ τότε προσέταξε. Τότε ἐρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. Ἐντεῦθεν εἰκότως καὶ θαῤῥεῖ λοιπὸν καὶ ἐπιμένει. Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν, ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, λέγοντες, ὅτι Πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες, καὶ συνέφαγες αὐτοῖς. Μετὰ τ[οσ]αῦτα ∆ιεκρίνοντο οἱ ἐκ περιτομῆς, οὐχ οἱ ἀπόστολοι. Τί ἐστι, ∆ιεκρίνοντο; Ἐσκανδαλίζοντο, φησὶν, οὐ μικρῶς. Καὶ θέα, τί προβάλλονται. Οὐ λέγουσι, ∆ιὰ τί κατήγγειλας; ἀλλὰ, ∆ιὰ τί συνέφαγες; Ὁ δὲ Πέτρος οὐ πρὸς τοῦτο ἵσταται τὸ ψυχρὸν (ψυχρὸν γὰρ ὄντως ἦν), ἀλλὰ πρὸς ἐκεῖνο τὸ μέγα, λέγων, ὅτι Εἰ Πνεύματος μετέλαβον καὶ αὐτοὶ, πῶς τούτου μεταδοῦναι οὐκ ἦν; Πῶς οὖν ἐπὶ τῶν Σαμαρειτῶν τοῦτο οὐ γέγονεν, ἀλλὰ τοὐναντίον; καὶ γὰρ οὐ μόνον πρὸ τοῦ βαπτίσματος οὐκ ἐγένετο, ἀλλ' οὐδὲ μετὰ τὸ βάπτισμα. καὶ οὐκ ἠγανάκτησαν, ἀλλὰ μᾶλλον ἀκούσαντες ἔπεμψεν ἐπὶ τοῦτο αὐτό. Ἀλλ' οὐδὲ ἐνταῦθα τοῦτο ἐγκαλοῦσιν· ᾔδεισαν γὰρ ὅτι θείας χάριτος ἦν· ἀλλὰ, ∆ιὰ τί, φασὶ, συνέφαγες; Ἄλλως δὲ πολὺ καὶ ἄπειρον τὸ διάφορον Σαμαρειτῶν καὶ ἐθνῶν. Ἢ καὶ οἰκονομικῶς γίνεται τὸ ἐγκληθῆναι αὐτὸν, ἵν' οὗτοι μάθωσιν· οὐ γὰρ ἂν ἁπλῶς Πέτρος εἶπεν. Ὅρα δὲ αὐτοῦ τὸ ἄτυφον καὶ ἀκενόδοξον. Ἀρξάμενος γὰρ, φησὶ, Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς, λέγων· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος. Καὶ οὐ λέγει διὰ τί, οὐδὲ ἐπὶ ποίᾳ προφάσει. Καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνόν τι σκεῦος ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ. Εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς, καὶ τὰ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἤκουσα δὲ φωνῆς λεγούσης μοι· Ἀναστὰς, Πέτρε, θῦσον καὶ φάγε. Τί διὰ τούτων εἰπεῖν βούλεται; Ἱκανὸν ἦν, φησὶ, καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν ὀθόνην· πλὴν ἀλλὰ καὶ φωνὴ προσετέθη. Εἶπον δέ· Μηδαμῶς, Κύριε, ὅτι κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ὁρᾷς; Τὸ ἐμὸν ἐποίησα, φησίν· εἶπον, ὅτι οὐδέποτε ἔφαγον. Τοῦτο πρὸς ὃ ἔλεγον ἐκεῖνοι, ὅτι Εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. Τοῦτο δὲ πρὸς Κορνήλιον οὐ λέγει· οὐ γὰρ ἦν ἀνάγκη. Ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρὶς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾖ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. Ἅπερ ἀναγκαῖα ἦν διηγεῖται, τὰ ἄλλα δὲ σιωπᾷ· μᾶλλον δὲ διὰ τούτων καὶ αὐτὰ κατασκευάζει. Καὶ ὅρα, πῶς ἀπολογεῖται, καὶ οὐκ ἀξιοῖ τῷ τοῦ διδασκάλου ἀξιώματι κεχρῆσθαι· ᾔδει γὰρ ὅτι, ὅσῳ ἐπιεικέστερον φθέγγεται, τοσούτῳ μᾶλλον αὐτοὺς χειροῦται. Οὐδέποτε εἰσῆλθε, φησὶν, εἰς τὸ στόμα μου κοινὸν ἢ ἀκάθαρτον. Οὕτως οἰκονομίας πᾶσα ἦν ἡ ἀπολογία. Καὶ ἰδοὺ ἐξ αὐτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἤμην. Εἶπε δέ μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς μηδὲν διακρινόμενον.
βʹ. Ὁρᾷς, ὅτι Πνεύματος ἡ νομοθεσία; Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι. Τί γένοιτ' ἂν ταπεινότερον Πέτρου, ὃς ἀπὸ ταύτης καὶ τῶν ἀδελφῶν τὴν μαρτυρίαν προβάλλεται; Συνῆλθον δέ μοι ἓξ ἀδελφοὶ, καὶ εἰσήλθομεν εἰς τὴν οἰκίαν τοῦ ἀνδρός. Ἀπήγγειλε δὲ ἡμῖν, πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ· Ἀπόστειλον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Καὶ οὐκ εἶπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα τῷ Κορνηλίῳ· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ προσστῇ αὐτοῖς· ἀλλ' ἅπερ οὐδὲν εἶχον μέγα· Λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Ὁρᾷς, πῶς δι' ὅπερ ἔφθην ἐπείγεται; Καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός. Τοῦ Πνεύματος τοίνυν πέμψαντος, τοῦ Θεοῦ κελεύσαντος, διὰ τοῦ ἀγγέλου ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διαφορὰν τῶν πραγμάτων, τί ποιῆσαι ἔδει; Ἀλλ' οὐ λέγει τούτων οὐδὲν, ἀλλ' ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ' αὐτὸ ἀναμφισβήτητον ἦν μαρτύριον. Καὶ διὰ τί, φησὶ, μὴ τοῦτο γέγονε μόνον; Ἐκ περιουσίας παρὰ τοῦ Θεοῦ, ἵνα δειχθῇ καὶ ἡ ἀρχὴ οὐ παρὰ τοῦ Ἀποστόλου. Εἰ δὲ αὐτόματος ἀπῆλθεν, οὐδενὸς τούτων γενομένου, πάνυ ἂν ἐπλήγησαν· ὥστε ἄνωθεν αὐτῶν τὴν διάνοιαν οἰκειοῖ, λέγων πρὸς αὐτούς· Οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς. Καὶ πάλιν· Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, ὥσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ. Καὶ οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου· Ἐμνήσθην δὲ τοῦ ῥήματος Κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ὥστε οὐδὲν καινότερον γέγονεν, ἀλλ' ὅπερ προεῖπεν. Ἀλλ' οὐκ ἔδει βαπτίσαι, φησί· ἀπήρτιστο γὰρ τὸ βάπτισμα, τοῦ Πνεύματος αὐτοῖς ἐπιπεπτωκότος. ∆ιὰ τοῦτο οὐ λέγει· Ἐκέλευσα πρότερον αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους; ἐκ τούτου δεικνὺς ἑαυτὸν οὐδὲν ποιήσαντα. Ὅπερ τοίνυν ἐσχήκαμεν ἡμεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν, φησὶν, ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Ἵνα ἐκ περιουσίας αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε· Τὴν ἴσην δωρεάν. Ὁρᾷς, πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν πιστεύσαντας ἅπαξ; Τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον· ὥστε αὐτὸς καθαίρει αὐτούς. Καὶ οὐ λέγει, Ὑμῖν· ἀλλ', Ἡμῖν, λεαίνων καὶ ταύτῃ τὸν λόγον. Τί τοίνυν ἀναξιοπαθεῖτε, ὅταν ἡμεῖς αὐτοὺς κοινωνοὺς λέγωμεν; Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, λέγοντες· Ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν. Ὁρᾷς πῶς ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα; ∆ιὸ καὶ ἐδόξαζον τὸν Θεὸν, ὅτι τὴν μετάνοιαν καὶ αὐτοῖς ἔδωκεν· οὕτως ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων. Ἐντεῦθεν ἀνεῴχθη ἡ θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, ἄνωθεν τὰ εἰρημένα. Οὐκ εἶπεν, ὅτι ∆ιεκρίθη Πέτρος, ἀλλ', Οἱ ἐκ περιτομῆς· ἐπεὶ αὐτὸς ᾔδει τὸ κατασκευαζόμενον. Καὶ μὴν ἐκεῖνο ἐχρῆν θαυμάσαι, πῶς καὶ αὐτοὶ ἐπίστευσαν. ὅτε μὲν οὖν ἤκουσαν, ὅτι ἐπίστευσαν, οὐδὲν ἔπαθον· ἀλλ' ὅτε ὁ Θεὸς ἐχαρίσατο τὸ Πνεῦμα, ὅτε ὁ Πέτρος ἐξετίθει τὴν ἑαυτοῦ ἔκστασιν, λέγων· Ὁ Θεὸς ἔδειξέ μοι μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Οὕτως ἄνωθεν ᾔδει τοῦτο. ∆ιὸ καὶ προκατασκευάζει τὸν λόγον τὸν ὑπὲρ τῶν ἐθνῶν, δεικνὺς, ὅτι οὐδὲ ἔθνη λοιπὸν ἦν τῆς πίστεως παραγενομένης. Οὐδὲν θαυμαστὸν τοίνυν, εἰ πρὸ τοῦ βαπτίσματος τὸ Πνεῦμα ἔλαβον· καὶ ἐφ' ἡμῶν τοῦτο γέγονεν. Ἐνταῦθα δείκνυσιν ὁ Πέτρος, ὅτι οὐδὲ ὡς οἱ λοιποὶ ἐβαπτίσθησαν, ἀλλὰ πολλῷ βέλτιον. ∆ιὰ τοῦτο δὲ οὕτως ἐκ περιουσίας οἰκονομεῖται, ἵνα μηδὲν ἔχωσι λέγειν, ἀλλὰ κἂν οὕτως ἴσους αὐτοῖς νομίσωσι. Καὶ ἠρώτησαν αὐτὸν, φησὶν, ἐπιμεῖναι. Ὁρᾷς, πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο; εἶδες τὸν ζῆλον, οἷον εἶχον ὑπὲρ τοῦ νόμου; Οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν, οὐ τὰ γενόμενα σημεῖα, οὐ τὸ κατόρθωμα, ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ' ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο. Εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα. Ἀλλ' οὐκ ἀπολογεῖται οὕτω Πέτρος· συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα. Καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν. Καὶ μονονουχὶ πρὸς αὐτοὺς τοῦτο λέγει· Ἐν ἐκστάσει με γενέσθαι αὐτὸς ἐποίησεν· ἐγὼ γὰρ ἁπλῶς προσευχόμενος ἤμην· τὸ σκεῦος αὐτὸς ἔδειξεν· ἐγὼ ἀντεῖπον· πάλιν αὐτὸς εἶπεν, καὶ οὐδὲ οὕτως ἤκουσα· Τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν· καὶ ὅμως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον, ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ μετὰ ταῦτα οὐδὲ οὕτως ἐβάπτισα, ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο. Ἄρα Θεὸς αὐτοὺς ἐβάπτισεν, οὐκ ἐγώ. Καὶ οὐκ εἶπε· Τούτων γεγονότων ἁπάντων, οὐκ ἔδει τὸ ὕδωρ προσθεῖναι λοιπόν; ἀλλ' ὡς οὐδενὸς λείποντος, Ἐγὼ τίς ἤμην, φησὶ, κωλῦσαι τὸν Θεόν; Βαβαὶ, οἵα ἡ ἀπολογία οὐ γὰρ εἶπε· Ταῦτα οὖν εἰδότες ἡσυχάζετε· ἀλλὰ τί; ∆έχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται· Τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; λέγων· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως χρησάμενος τῇ ἀπολογίᾳ· Οὐκ ἠδυνάμην κωλῦσαι. Ὅθεν λοιπὸν φοβηθέντες, ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεόν.
γʹ. Οὕτω καὶ ἡμᾶς χρὴ ἐν τοῖς τῶν πλησίον ἀγαθοῖς δοξάζειν τὸν Θεὸν, ἀλλ' οὐκ ἐπηρεάζειν, καθάπερ οἱ πολλοὶ τῶν νεοφωτίστων ἐπηρεάζουσιν, ὅταν ἄλλους ἴδωσι φωτισθέντας καὶ εὐθὺς ἀπιόντας.∆οξάζειν δεῖ τὸν Θεὸν, καὶ ὅτι μένειν οὐ συγχωρεῖ. Ὥστε καὶ σὺ ἐὰν θέλῃς, μείζονα ἔλαβες δωρεάν· οὐ κατὰ τὸ φώτισμα λέγω (ἡ γὰρ αὐτή ἐστι κἀκείνου καὶ σοῦ), ἀλλὰ κατὰ τὸ λαβεῖν προθεσμίαν εὐδοκιμήσεως. Ἐκεῖνος ἐνεδύσατο τὴν στολὴν καὶ οὐκ ἀφέθη ἐμπομπεῦσαι ἐν αὐτῇ· σοὶ πολλὴν ἔδωκεν ἐξουσίαν ὁ Θεὸς χρήσασθαι τοῖς ὅπλοις εἰς δέον, καὶ λαβεῖν αὐτῶν ἐντεῦθεν τὴν πεῖραν. Ἐκεῖνος ἄπεισι τῆς πίστεως μόνον ἔχων τὸν μισθόν· σὺ ἕστηκας ἐν τῷ σταδίῳ τῶν ἔργων δυνάμενος λαβεῖν πολλὰς τὰς ἀμοιβὰς, καὶ τοσοῦτον ἐκείνου φανῆναι λαμπρότερος, ὅσον ὁ ἥλιος τοῦ μικροτάτου ἀστέρος, ὅσον ὁ στρατηγὸς τοῦ ἐσχάτου στρατιώτου, μᾶλλον δὲ ὅσον ὁ βασιλεύς. Σαυτὸν τοίνυν αἰτιῶ· μᾶλλον δὲ μὴ αἰτιῶ, ἀλλὰ διόρθου ἀεί· οὐ γὰρ ἀρκεῖ τὸ αἰτιάσασθαι· ἔξεστιν ἀναμαχέσασθαι. Κατεβλήθης; δεινὰ ἔπαθες; Ἀνάστηθι, ἀνάκτησαι σαυτόν· ἔτι ἐν τῷ σταδίῳ ἕστηκας, ἔτι τὸ θέατρον συνέστηκεν. Οὐχ ὁρᾷς πόσοι καταπαλαισθέντες, ὕστερον ἀνεμαχέ σαντο; Μόνον μὴ ἑκὼν καταπέσῃς. Μακαρίζεις τὸν ἀπελθόντα; Πολλῷ μᾶλλον μακάρισον σαυτόν. Ἀφέθη ἁμαρτημάτων ἐκεῖνος; Ἀλλ', ἐὰν θέλῃς σὺ, οὐ μόνον τὰ ἁμαρτήματα ἀπονίψῃ, ἀλλὰ καὶ κατορθώματα ἕξεις, ὅπερ ἐπ' ἐκείνου οὐ δυνατόν. Ἔνεστιν ἡμᾶς ἀνακαλέσασθαι ἑαυτούς. Μεγάλα τῆς μετανοίας τὰ φάρμακα· μηδεὶς ἀπογινωσκέτω ἑαυτοῦ. Ἐκεῖνος ὄντως ἀπογνώσεως ἄξιος, ὁ ἀπογινώσκων ἑαυτοῦ· ἐκεῖνος οὐκ ἔτι σωτηρίας ἔχει ἐλπίδας. Οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν δεινὸν, ἀλλὰ τὸ κεῖσθαι μετὰ τὸ ἐλθεῖν· οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν ἀσεβὲς, ἀλλὰ τὸ καταφρονῆσαι μετὰ τὸ ἐλθεῖν. ∆ι' ὃ ὀφείλεις μεριμνᾷν, εἰπέ μοι, μᾶλλον καταφρονεῖς; Τραύματα τοσαῦτα ἔχων, ἀνέπεσες; Οὐδέν ἐστι ψυχῆς ἀνίατον τραῦμα· ἀλλ' ἐπὶ μὲν σώματος πολλὰ τοιαῦτα, ἐπὶ δὲ τῆς ψυχῆς οὐδέν· καὶ ὑπὲρ ἐκείνων μὲν οὐ διαλιμπάνομεν κάμνοντες, ὑπὲρ δὲ τούτων ῥᾳθυμοῦμεν. Οὐχ ὁρᾷς τὸν λῃστὴν, πῶς ἐν βραχεῖ χρόνῳ κατώρθωσεν; οὐχ ὁρᾷς τοὺς μάρτυρας, πῶς ἐν βραχεῖ τὸ πᾶν ἤνυσαν; Ἀλλ' οὐκ ἔστιν ἄρτι μαρτυρίου καιρός; Ἀλλ' ἀγώνων ἐστὶ καιρὸς, ὃ πολλάκις εἶπον, εἰ βουλοίμεθα. Οἱ γὰρ θέλοντες, φησὶν, εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Οἱ εὐσεβῶς ζῶντες ἀεὶ διώκονται, κἂν μὴ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ δαιμόνων, ὃς δὴ καὶ χαλεπώτερός ἐστι διωγμός. Καὶ πρῶτον ὑπ' αὐτῆς μάλιστα τῆς ἀνέσεως τοῦτον ὑπομένουσιν οἱ μὴ νήφοντες. Ἢ μικρὸν οἴει διωγμὸν τὸ ἐν ἀνέσει εἶναι; Τοῦτο πάντων ἐστὶ βαρύτερον, τοῦτο καὶ διωγμοῦ χεῖρον. Καθάπερ γὰρ ῥεῦμα ἐπιῤῥέον ἡ ἄνεσις χαυνοῖ τὴν ψυχήν· καὶ ὅπερ ἐστὶ θέρος καὶ χειμὼν, τοῦτο διωγμὸς καὶ ἄνεσις. Ἵνα δὲ μάθῃς ἐκ περιουσίας, ὅτι χείρων οὗτος ὁ διωγμὸς, σκόπει ἐντεῦθεν. Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον. Ἀλλ' ἐν διωγμῷ τούτων οὐδὲν ἐνοχλεῖν δύναται· ἀλλ' ὁ φόβος ἐπεισελθὼν καθάπερ τινὶ μάστιγι σφόδρα κύνα ὑλακτοῦντα πλήξας, ταῦτα πάντα τὰ πάθη οὐδὲ γρῦξαι ἐᾷ. Τίς ἐν διωγμῷ κενοδοξῆσαι δύναται; τίς ἐν ἡδονῇ γενέσθαι; Οὐδείς· ἀλλὰ τρόμος πολὺς καὶ φόβος, πολλὴν τὴν γαλήνην ἐργαζόμενος, εὔδιον τὸν λιμένα παρασκευάζων, τὴν ψυχὴν εὐλαβῆ ποιῶν. Ἤκουσά ποτε πατέρων τῶν ἡμετέρων λεγόντων (ἐφ' ἡμῶν γὰρ μὴ γένοιτο· κελευόμεθα γὰρ μὴ αἰτεῖν πειρασμὸν), ὅτι κατὰ τὸν διωγμὸν τὸν παλαιὸν ἦν ἰδεῖν ὄντως Χριστιανοὺς ἄνδρας. Οὐδεὶς γὰρ χρημάτων ἐφρόντιζεν, οὐδεὶς γυναικὸς, οὐδεὶς παίδων, οὐδεὶς οἰκίας, οὐδεὶς πατρίδος· μία πᾶσιν ἦν σπουδὴ, τὴν ψυχὴν περισῶσαι ἑαυτῶν. Οἱ μὲν ἐν μνήμασι καὶ τάφοις, οἱ δὲ ἐν ἐρημίαις ἐκρύπτοντο. Οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες ἁπαλαὶ καὶ τρυφεραὶ τότε ἐκρύπτοντο, διηνεκεῖ μαχόμεναι λιμῷ. Ἐννόησον οὖν, εἴ τις πολυτελείας, εἴ τις τρυφῆς ἐπεισῆλθεν ἄν ποτε πόθος γυναικὶ παρὰ λάρνακι κρυπτομένῃ καὶ περιμενούσῃ τὴν θεραπαινίδα, ὅπως ἔλθῃ κομίζουσα δεῖπνον, καὶ φοβουμένῃ, μή πως ἁλῷ, καὶ καθάπερ ἐν καμίνῳ τῷ τάφῳ κειμένῃ· ἆρα γὰρ ἐνθυμήσεται, ὅτι γέγονέ ποτε τρυφὴ, ὅτι κόσμος ὅλως ἐστίν; Ὁρᾷς ὅτι νῦν ἐστι μᾶλλον ὁ διωγμὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεμένων ἡμῖν πάντοθεν; Νῦν ἐστιν ὁ χαλεπὸς διωγμὸς, ταύτῃ τε, καὶ ὅτι οὐδὲ νομίζεται εἶναι διωγμός. Καὶ γὰρ καὶ τοῦτο ἔχει τὸ χαλεπὸν οὗτος ὁ πόλεμος, ὃς εἰρήνη νομίζεται, ἵνα μὴ ὁπλιζώμεθα κατ' αὐτοῦ, μηδὲ διαναστῶ μεν· οὐδεὶς δέδοικεν, οὐδεὶς τρέμει. Εἰ δὲ ἀπιστεῖτε, τοὺς Ἕλληνας ἐρωτήσατε, τοὺς διώκοντας, πότε τὰ τῶν Χριστιανῶν ἀκριβέστερα, πότε δοκιμώτεροι πάντες; Εἰς ὀλίγον μὲν περιειστήκει τότε τὸ πλῆθος· εἰς πολὺν δὲ ἀρετῆς πλοῦτον ἦν. Τί γὰρ ὄφελος, εἰπέ μοι, πολὺν εἶναι χόρτον, παρὸν λίθους εἶναι τιμίους; Οὐκ ἐν τῷ πλήθει τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ δοκιμότητι τῆς ἀρετῆς τὸ πλῆθός ἐστιν. Ὁ Ἠλίας εἷς ἦν· ἀλλ' ὁ κόσμος οὐκ ἦν αὐτοῦ ἀντάξιος. Καὶ μὴν ὁ κόσμος μυριάδες εἰσίν· ἀλλ' οὐκ εἰσὶ μυριάδες, ὅταν μηδὲ πρὸς τὸν ἕνα ἐξισῶνται. Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παράνομοι. Τοῦτο καί τις σοφὸς αἰνιττόμενος οὕτω πώς φησι· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων. Οὗτοι καὶ βλασφημίαν προστρίβονται τῷ Θεῷ μᾶλλον, ἢ εἰ μὴ ἦσαν Χριστιανοί. Τί μοι δεῖ πλήθους; Τροφὴ πλείων τῷ πυρί. Τοῦτο καὶ ἐκ τοῦ σώματος γνοίης ἂν, ὅτι βελτίων σύμμετρος τροφὴ μετὰ ὑγιείας, ἢ τρυφὴ μετὰ κακώσεως. Αὕτη πλείων ἐκείνης ἡ τροφή· τοῦτο τροφὴ, ἐκεῖνο νόσος. Τοῦτο καὶ ἐν πολέμῳ ἴδοι τις ἂν, βέλτιον εἶναι δέκα ἐμπείρους καὶ γενναίους ἄνδρας, ἢ μυρίους ἀπείρους. Οὗτοι πρὸς τῷ μηδὲν ἐργάσασθαι καὶ τοὺς ἐργαζομένους ἐγκόπτουσι. Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐμπείρους, ἢ μυρίον πλῆθος ἀπείρων· οὗτοι γὰρ τὸ πλοῖον καὶ καταδύσουσι.
δʹ. Ταῦτα λέγω, οὐχὶ πρὸς τὸ πλῆθος ὑμῶν ἀπεχθῶς ἔχων, ἀλλὰ βουλόμενος πάντας εἶναι δοκίμους, καὶ μὴ τῷ πλήθει θαῤῥεῖν. Πολλῷ πλείους εἰσὶν οἱ εἰς τὴν γέενναν εἰσιόντες· ἀλλὰ μείζων αὐτῆς ἐστιν ἡ βασιλεία, κἂν ὀλίγους ἔχῃ. Ὡς ἡ ἄμμος τῆς θαλάσσης ἦν τὸ πλῆθος τοῦ λαοῦ, ἀλλ' εἷς ἔσωσεν αὐτούς. Εἷς ἦν ὁ Μωϋσῆς, καὶ πάντων μείζονα ἴσχυσεν· εἷς ἦν ὁ Ἰησοῦς, καὶ τῶν ἑξακοσίων χιλιάδων πλέον ἠδυνήθη. Μὴ τοῦτο σπουδάζωμεν, ὅπως πολλοὶ γένοιντο μόνον, ἀλλὰ πρὸ τούτου, ὅπως δόκιμοι· ὅταν τοῦτο κατασκευασθῇ, τότε κἀκεῖνο. Οὐδεὶς οἰκίαν εὐρύχωρον πρῶτον βούλεται ποιῆσαι, ἀλλὰ πρῶτον ἰσχυρὰν καὶ δόκιμον, καὶ τότε εὐρύχωρον· οὐδεὶς βάλλει θεμέλια, ἵνα καταγελασθῇ. Πρῶτον τοῦτο ζητῶμεν, καὶ τότε ἐκεῖνο. Τούτου ὄντος, εὔκολον κἀκεῖνο ἔσται· ἐκείνου δὲ οὐκ ὄντος, τοῦτο κἂν ᾖ, οὐδὲν ὄφελος. Ὄντων μὲν γὰρ τῶν δυναμένων ἐν Ἐκκλησίᾳ λάμψαι, ταχέως ἔσται καὶ πλῆθος· τούτων δὲ οὐκ ὄντων, τὸ πλῆθος οὐδέποτε ἔσται δόκιμον. Πόσους οἴεσθε ἐν τῇ πόλει τῇ ἡμετέρᾳ εἶναι τοὺς σωζομένους; Ἐπαχθὲς μέν ἐστιν, ὃ μέλλω λέγειν· ἐρῶ δὲ ὅμως. Οὐκ ἔστιν ἐν τοσαύταις μυριάσιν ἑκατὸν εὑρεῖν τοὺς σωζομένους· ἀλλὰ καὶ ὑπὲρ τούτων ἀμφισβητῶ. Πόση γὰρ, εἰπέ μοι, κακία ἐν τοῖς νέοις; πόση ῥᾳθυμία ἐν τοῖς γεγηρακόσιν; Οὐδεὶς ὡς χρὴ ἐπιμέλειαν ἔχει τοῦ παιδὸς τοῦ ἑαυτοῦ· οὐδεὶς ἔχει ζῆλον πρὸς πρεσβύτην ἰδὼν μιμήσασθαι. Τὰ ἀρχέτυπα ἠφάνισται· διὰ τοῦτο οὐδὲ οἱ νέοι γίνονται θαυμαστοί. Μή μοι ἐκεῖνο λέγε, ὅτι Πολυοχλοῦμεν. Τοῦτο ψυχρῶν ἀνθρώπων ἐστί· καὶ ἐπὶ μὲν ἀνθρώπων εἰκότως ἂν τοῦτο λέγοιτο, ἐπὶ δὲ Θεοῦ τοῦ οὐ δεομένου ἡμῶν, οὐκ ἔτι. Ὅτι δὲ καὶ ἐκεῖ ψυχρόν ἐστι τὸ ῥῆμα, ἄκουσον. Ὁ πολλοὺς ἔχων οἰκέτας, ἂν διεφθαρμένους αὐτοὺς ἔχῃ, ὅσα πείσεται δεινά Καὶ ἐπὶ μὲν τοῦ μηδένα ἔχοντος τοῦτο δοκεῖ εἶναι τὸ δεινὸν, ὅτι οὐχ ὑπηρετεῖται· ἐπὶ δὲ τοῦ τοὺς πονηροὺς ἔχοντος, καὶ ἑαυτὸν προσαπόλλυσι μετ' ἐκείνων, καὶ μείζων ἡ ζημία. Τοῦ γὰρ ἑαυτῷ διακονεῖν πολλῷ χαλεπώτερον τὸ καὶ ἑτέροις πυκτεύειν καὶ πόλεμον ἀναδέ χεσθαι. Ταῦτα λέγω, ἵνα μή τις τὴν Ἐκκλησίαν θαυμάζῃ διὰ τὸ πλῆθος, ἀλλ' ἵνα σπουδάζωμεν αὐτὸ δόκιμον ἐργάσασθαι· ἵνα ἕκαστος τοῦ οἰκείου προνοῇ μέλους, οὐχὶ τῶν φίλων, οὐδὲ τῶν συγγενῶν, ὅπερ ἀεὶ λέγω, οὐδὲ τῶν γειτόνων· ἀλλὰ καὶ ὥστε τοὺς ξένους ἐφέλκεσθαι. Οἷον, εὐχὴ γίνεται, κεῖνται πάντες νέοι ψυχροὶ καὶ γέροντες· καθάρματα μᾶλλον ἢ νέοι, γελῶντες, ἀνακαγχάζοντες, διαλεγόμενοι (καὶ γὰρ καὶ τοῦτο ἤκουσα γινόμενον), καὶ ἀλλήλους σκώπτοντες ἐπὶ γόνατα κείμενοι· σὺ παρέστηκας ὁ νέος ἢ ὁ πρεσβύτης, ἐπίπληξον, ἂν ἴδῃς, ἐγκάλεσον σφοδρότερον, οὐκ ἀνεχόμενον, τὸν διάκονον κάλεσον, ἀπείλησον, τὰ παρὰ σαυτοῦ ποίησον· καὶ ἐὰν τολμήσῃ τι εἰς σὲ ἐργάσασθαι, πάντως πολλοὺς ἕξεις τοὺς συναιρομένους. Τίς γὰρ οὕτως ἀλόγιστος, ὡς ἰδών σε ἐγκαλοῦντα ὑπὲρ τοιούτων κἀκείνους ἐγκαλουμένους, μὴ τῆς σῆς γενέσθαι μερίδος; Ἄπελθε λαβὼν τὸν μισθὸν ἀπὸ τῆς εὐχῆς. Ἐν οἰκίᾳ δεσποτικῇ τούτους εὐνουστέρους τῶν δούλων κρίνομεν, ὅσοιπερ ἂν μηδὲν παρορῶσιν ἀτάκτως κείμενον σκεῦος. Εἰπὲ δή μοι, ἂν ἴδῃς ἐν οἰκίᾳ τὸ ἀργύρεον σκεῦος ἔξω ἐῤῥιμμένον, κἂν μὴ ᾖς ἐπιτεταγμένος, ἆρ' οὐ λήψῃ τοῦτο καὶ εἰσοίσεις ἐν τῇ οἰκίᾳ; ἂν ἱμάτιον ἁπλῶς ἐῤῥιμμένον, κἂν μὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστεταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς; Οὕτω καὶ νῦν. Σκεύη ταῦτά ἐστιν· ἂν ἴδῃς ἀτάκτως κείμενα, μεταῤῥύθμισον· ἐμοὶ πρόσελθε, οὐ παραιτοῦμαι· ἐμοὶ εἰπὲ, δῆλον κατάστησον· οὐ δύναμαι πάντα ὁρᾷν, σύγγνωτε. Ὁρᾶτε, ὅση κακία τὴν οἰκουμένην κατέχει. Μήτι ἁπλῶς ἔλεγον, ὅτι πλῆθός ἐσμεν χόρτου, πέλαγος ἄτακτον; Οὐ λέγω, ὅτι ἐκεῖνοι τοιαῦτα ποιοῦσιν, ἀλλ' ὅτι τοσοῦτος ὕπνος καταχεῖται τῶν εἰσιόντων, ὥστε μηδὲ ταῦτα διορθοῦν. Πάλιν ἑτέρους ὁρῶ διαλεγομένους ἑστῶτας, τῆς εὐχῆς γινομένης· οἱ δὲ ἐπιεικέστεροι αὐτῶν, οὐδὲ τῆς εὐχῆς γινομένης μόνον, ἀλλὰ καὶ εὐλογοῦντος τοῦ ἱερέως. Ὢ τῆς τόλμης πότε ἔσται σωτηρία; πῶς δυνησόμεθα τὸν Θεὸν ἐξιλεώσασθαι; Εἰς παιδιὰν ἂν ἀπέλθῃς, ὄψει πάντας εὐρύθμους χορεύοντας, καὶ οὐδὲν παρημελημένον. Ὡς οὖν ἐν λύρᾳ παναρμονίῳ καὶ ποικίλως ἐσκευασμένῃ μία τις εὔηχος συμφωνία ἀποτελεῖται ἐκ τῆς καθ' ἕκαστον εὐταξίας τῶν συγκειμένων· οὕτω δὴ καὶ ἐνταῦθα μίαν ἐξ ἁπάντων σύμφωνον ἁρμονίαν προσῆκεν ἀποτελεῖσθαι. Μία γὰρ γεγόναμεν Ἐκκλησία, μιᾶς κεφαλῆς συναρμολογούμενα μέλη τελοῦμεν, ἓν οἱ πάντες κατέστημεν σῶμα· ἂν ἀμεληθῇ τὸ τυχὸν, τὸ πᾶν ἠμέληται καὶ διέφθαρται. Οὕτω τῇ τῶν πολλῶν εὐταξίᾳ ἡ τοῦ ἑνὸς ἀταξία λυμαίνεται. Καὶ τὸ δὴ φοβερὸν, ὅτι ἐνταῦθα οὐχὶ παιδιὰν οὐδὲ χορείαν ἔρχῃ χορεύσων, καὶ ἕστηκας ἄτακτος. Οὐκ οἶδας ὅτι μετὰ ἀγγέλων ἕστηκας; μετ' ἐκείνων ᾄδεις, μετ' ἐκείνων ὑμνεῖς, καὶ ἕστηκας γελῶν; Ὅτι γὰρ σκηπτὸς οὐκ ἀφίεται, οὐκ ἐπ' ἐκείνους μόνον, ἀλλὰ καὶ ἐφ' ἡμᾶς, οὐ θαυμαστόν; ἄξια γὰρ σκηπτοῦ ταῦτα. Πάρεστιν ὁ βασιλεὺς, θεωρεῖ τὸ στρατόπεδον· σὺ δὲ ὑπὸ ταῖς ἐκείνων ὄψεσιν ἕστηκας γελῶν, ἢ τὸν γελῶντα περιορῶν; ἀλλὰ μέχριτίνος ἐγκαλοῦμεν; μέχρι τίνος μεμφόμεθα; Οὐ γὰρ ὡς λυμεῶνας, οὐ γὰρ ὡς φθορέας, οὐ γὰρ ὡς ἐξώλεις καὶ διεφθαρμένους τοὺς τοιούτους, καὶ μυρίων γέμοντας κακῶν τῆς Ἐκκλησίας ἐπελαύνεσθαι ἔδει; Πότε οὗτοι φείσονται γέλωτος, οἱ ἐν ὥρᾳ φρίκης γελῶντες; πότε ἀφέξονται φλυαρίας, οἱ ἐν τῷ καιρῷ τῆς εὐλογίας διαλεγόμενοι; οὐ τοὺς παρόντας αἰδοῦνται; οὐ γὰρ τὸν Θεὸν δεδοίκασιν; οὐ γὰρ ἀρκεῖ ἡμῖν ἡ κατὰ διάνοιαν ῥᾳθυμία, οὐδὲ ὅτι εὐχόμενοι ἀλλαχοῦ ῥεμβόμεθα· ἀλλὰ καὶ γέλωτα ἐπεισάγομεν καὶ πολὺν τὸν καγχασμόν. Μὴ γὰρ θέατρόν ἐστι τὰ ἐνταῦθα; Ἀλλ', οἶμαι, τὰ θέατρα τοῦτο ποιεῖ· δυσηνίους τοὺς πολλοὺς ἡμῖν καθίστησιν καὶ ἀῤῥύθμους. Ἅπερ οἰκοδομοῦμεν ἐνταῦθα, ἐκεῖ καταστρέφεται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρας ἀκαθαρσίας ἀνάγκη αὐτοὺς ἀναπεπλῆσθαι. Καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις χωρίον ἐθέλοι καθᾶραι, πηγῆς ἄνωθεν ὑπερκειμένης βόρβορον ἀφιείσης· ὅσον γὰρ ἂν καθάρῃς, πάλιν ἕτερον ἐπιῤῥεῖ. Τοῦτο καὶ ἐνταῦθα γίνεται. Ὅταν γὰρ καθάρωμεν ἀπὸ τῶν θεάτρων εἰσιόντας, ἀκαθαρσίαν ἐπιφέροντας, ἀπελθόντες πάλιν ἐκεῖ, μείζονα δέχονται τὴν ἀκαθαρσίαν, ὡς ἐπίτηδες διὰ τοῦτο ζῶντες, ἵνα κόπους ἡμῖν παρέχωσι, καὶ ἔρχονται πάλιν πολλὴν κόπρον βαστάζοντες, ἐν τοῖς ἤθεσιν, ἐν τοῖς κινήμασιν, ἐν τοῖς ῥήμασιν, ἐν τῷ γέλωτι, ἐν τῇ ῥᾳθυμίᾳ. Εἶτα πάλιν ἡμεῖς σκάπτομεν ἄνωθεν, ὡς ἐπίτηδες διὰ τοῦτο σκάπτοντες, ἵνα καθαροὺς αὐτοὺς πέμψαντες πάλιν ἴδωμεν συναγαγόντας τὸν βόρβορον. ∆ιὰ τοῦτο παραδίδωμι ὑμᾶς τῷ Θεῷ. Ἐντεῦθεν ἤδη καὶ διαμαρτύρομαι ὑμῖν τοῖς ὑγιαίνουσιν, ὅτι κρῖμα ὑμῖν ἔσται καὶ κατάκριμα, εἴ τις ἰδὼν ἀτακτοῦντα, εἴ τις διαλεγόμενον μάλιστα ἐν ἐκείνῳ τῷ καιρῷ, μὴ καταμηνύσει, μηδὲ ἐπιστρέψει· βέλτιον εὐχῆς τοῦτο. Ἄφες σου τὴν εὐχὴν, κἀκείνῳ ἐπιτίμησον· οὕτω κἀκεῖνον ὠφελήσεις, καὶ σὺ κερδανεῖς. Οὕτω καὶ δυνησόμεθα ἅπαντες σωθῆναι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΕʹ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις.
αʹ. Οὐ μικρὸν ὁ διωγμὸς κατώρθωσεν εἰς τὸν λόγον. Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ, φησὶν, εἰς ἀγαθόν. Οὐκ ἂν, εἴ γε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι ἐποίησαν, ἢ τοῦτο· λέγω δὲ τὸ διασπεῖραι τοὺς διδασκάλους. Καὶ ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη. ∆ιῆλθον, φησὶν, ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις. Ὁρᾷς ὅτι οἰκονομικῶς πάντα γέγονε τὰ περὶ Κορνήλιον; Τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων ἐστίν. Ὅτε γοῦν Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθη, τότε Σαμαρεῖται. Ὃ καὶ Παῦλος βοᾷ λέγων· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Περιῄεισαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον Ἰησοῦν. Ὅρα, Ἕλλησιν εὐαγγελίζονται. Εἰκὸς γὰρ αὐτούς τε λοιπὸν εἰδέναι Ἑλληνιστὶ, καὶ ἐν Ἀντιοχείᾳ τοιούτους εἶναι πολλούς. Καὶ ἦν χεὶρ Κυρίου, φησὶ, μετ' αὐτῶν· τουτέστι, σημεῖα εἰργάζοντο. Ὁρᾷς διὰ τί καὶ νῦν ἡ τῶν σημείων ἀνάγκη γέγονεν, ἵνα πιστεύσωσιν; Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς Ἐκκλησίας τῆς οὔσης ἐν Ἱεροσολύμοις τὰ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας. Τί δήποτε τοιαύτης πόλεως δεχομένης τὸν λόγον, οὐκ ἦλθον αὐτοὶ, ἀλλὰ Βαρνάβαν πέμπουσι; ∆ιὰ τοὺς Ἰουδαίους. Πλὴν οὐ μικρὸν δή τι οἰκονομεῖται καὶ οὕτω τὸ τὸν Παῦλον ἐνταῦθα παραγενέσθαι· οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ σφόδρα οἰκονομικῶς αὐτὸν ἀποστρέφονται, ἵνα μὴ κατακλεισθῇ ἐν Ἱεροσολύμοις ἡ φωνὴ τοῦ κηρύγματος, ἡ σάλπιγξ τῶν οὐρανῶν. Εἶδες πῶς πανταχοῦ ταῖς κακίαις αὐτῶν εἰς δέον, καὶ ὥσπερ ἐβούλετο ἄνωθεν, ἀπεχρήσατο ὁ Χρι. στὸς, καὶ τῷ μίσει τῷ πρὸς τὸν Παῦλον εἰς οἰκοδομὴν τῆς ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίας; Ἀλλ' ἴδε καὶ τοῦτον τὸν ἅγιον, τὸν Βαρνάβαν λέγω, πῶς οὐ τὸ αὐτοῦ εἶδεν, ἀλλ' ἔδραμεν εἰς Ταρσόν. Ὃς παραγενόμενος, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Παῦλον, καὶ εὑρὼν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. Πολὺ χρηστὸς ἦν ὁ ἀνὴρ καὶ ἀφελὴς καὶ τοῦ Παύλου συνήθης.
∆ιὸ καὶ ἦλθεν ἐπὶ τὸν ἀθλητὴν, ἐπὶ τὸν στρατηγὸν, ἐπὶ τὸν μονομάχον, ἐπὶ τὸν λέοντα· οὐκ ἔχω τί εἴπω· ὅσα γὰρ ἂν εἴπω, ἐλάττονα τῆς ἀξίας τοῦ Παύλου ἐρῶ. Ἦλθεν ἐπὶ τὸν κύνα τὸν θηρατικὸν, τὸν λέοντας ἀναιροῦντα, ἐπὶ τὸν ταῦρον τὸν ἰσχυρὸν, ἐπὶ τὴν λαμπάδα τὴν φαιδρὰν, ἐπὶ τὸ στόμα τὸ τῇ οἰκουμένῃ ἀρκοῦν. Ὄντως διὰ τοῦτο ἐν Ἀντιοχείᾳ ἐχρηματίσθησαν καλεῖσθαι Χριστιανοὶ, ὅτι Παῦλος ἐν ταύτῃ τοσοῦτον διέτριψε χρόνον. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ, καὶ διδάξαι ὄχλον ἱκανὸν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. Οὐ μικρὸν τῆς πόλεως τὸ ἐγκώμιον. Τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπέλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν· ὅθεν καὶ πρώτως ἐνταῦθα τοῦ ὀνόματος ἠξιώθησαν. Ὁρᾷς εἰς ὅσον ὕψος ἐπῆρε τὴν πόλιν καὶ περιφανεστέραν ἐποίησε; Τοῦτο Παύλου κατόρθωμα. Ἔνθα τρισχίλιοι, ἔνθα πεντακισχίλιοι ἐπίστευσαν, ἔνθα τοσοῦτον πλῆθος, οὐδὲν τοιοῦτον γέγονεν, ἀλλ' ἔτι τῆς ὁδοῦ μόνον ἤκουον· ἐνταῦθα δὲ Χριστιανοὶ
ὠνομάσθησαν. Ἐν ταύταις δὲ ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. Ἐπεὶ καὶ τὸν τῆς ἐλεημοσύνης ἐνταῦθα καρπὸν φυτευθῆναι ἔδει, συμφερόντως οἰκονομεῖται τοὺς προφήτας κατελθεῖν. Σὺ δέ μοι παρατήρει πῶς οὐδεὶς τῶν περιφανῶν καὶ τούτοις γίνεται διδάσκαλος· Κυπρίους γὰρ ἔσχον διδασκάλους καὶ Κυρηναίους, καὶ Παῦλον (εἰ καὶ οὗτος ὑπερέβαινεν αὐτοὺς), ὥσπερ Παῦλος Βαρνάβαν καὶ Ἀνανίαν· ἀλλ' οὐδὲν παρὰ τοῦτο ἠλάττωται· ἔσχε δὲ ὅμως καὶ τὸν Χριστόν. Ἀναστὰς δέ τις ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανε, λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην. Ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Ἀναγκαίως ἐνταῦθα λιμὸν μέγαν μέλλοντα ἔσεσθαι σημαίνει, ὃς δὴ καὶ ἐγένετο, καθὰ περὶ αὐτοῦ προεῤῥήθη. Ἵνα γὰρ μὴ νομίσωσί τινες διὰ τοῦτο τὸν λιμὸν γεγονέναι, ὅτι Χριστιανισμὸς εἰσῆλθεν, ὅτι δαίμονες ἀπέστησαν, προλέγει τὸ Πνεῦμα τὸ ἅγιον ὃ μέλλει συμβαίνειν, ὥσπερ καὶ ὁ Χριστὸς προεῖπε πολλὰ, καὶ ἐξέβη. Οὐ τοίνυν διὰ τοῦτο, ἐπεὶ ἔδει ἐξ ἀρχῆς τοῦτο γενέσθαι, ἀλλὰ διὰ τὰ κακὰ τὰ εἰς τοὺς ἀποστόλους γενόμενα· ὧν καὶ γενομένων, τέως ἐμακροθύμει ὁ Θεός· ὡς δὲ ἐνέκειντο, λιμὸς γίνεται, μηνύων τοῖς Ἰουδαίοις τὰ ἐσόμενα κακά. Ἀλλ' εἰ καὶ δι' αὐτοὺς ἦν, διὰ τοὺς ἄλλους ἔδει καὶ ὄντα παύσασθαι. Τί γὰρ ἠδίκησαν Ἕλληνες, ἵνα καὶ μηδὲν ἀδικήσαντες αὐτοὶ τῶν κακῶν μετάσχωσιν; Εἰ δὲ μὴ διὰ τοὺς Ἰουδαίους, καὶ εὐδοκιμῆσαι δὴ αὐτοὺς μᾶλλον ἐχρῆν, ὅτι τὸ αὐτῶν ἐποίουν, ὅτι ἀνῄρουν, ἐκόλαζον, ἐτιμωροῦντο, πάντοθεν ἐδίωκον. Καὶ θέα πότε γίνεται ὁ λιμός· ὅτε καὶ οἱ ἐθνικοὶ λοιπὸν προσεδέχθησαν.
βʹ. Ἀλλὰ εἰ διὰ τὰ κακὰ, φησὶν, ἔδει τούτους ὑπεξαιρεθῆναι. ∆ιὰ τί, εἰπέ μοι; οὐχὶ προλαβὼν εἶπεν αὐτοῖς ὁ Χριστός· Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Σὺ δὲ ταῦτα λέγων, τάχα καὶ τοῦτο ἐρεῖς, ὅτι ἔδει μηδὲ μαστίζεσθαι. Ἀλλ' ὅρα αὐτοῖς γινόμενον καὶ τὸν λιμὸν σωτηρίας αἴτιον, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὥστε καὶ ὑμῖν γέγονεν ἂν, εἴ γε ἐβούλεσθε, ἀλλ' οὐκ ἠθελήσατε. Προλέγεται δὲ, ὥστε λοιπὸν προπαρασκευασθῆναι πρὸς τὴν ἐλεημοσύνην, ὅτι δεινὰ ἔπασχον οἱ ἐν Ἱερουσαλήμ· πρὸ δὲ τούτου οὐκ ἐν λιμῷ ἦσαν. Καὶ πέμπεται Βαρνάβας καὶ Παῦλος διακονήσοντες. Τῶν δὲ μαθητῶν, καθὼς ηὐπορεῖτό τις. Εἶδες ἅμα πιστεύοντας, καὶ ἅμα καρποφοροῦντας, οὐ τοῖς αὐτῶν μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω; Τοῦτο δοκεῖ μοι ἐνταῦθα λέγειν, ὅπερ ἀλλαχοῦ ὁ Παῦλός φησιν, ὅτι ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας, μόνον ἵνα τῶν πτωχῶν μνημονεύωμεν. Τοσοῦτον ὠφέλησεν ὁ λιμός. Καὶ ὅρα αὐτοὺς οὐδὲ ἐν τῇ θλίψει εἰς θρήνους καὶ δάκρυα καταπίπτοντας, καθάπερ ἡμεῖς, ἀλλ' εἰς ἔργον μέγα καὶ ἀγαθὸν ἑαυτοὺς ἐκδιδόντας· μετὰ πλείονος γὰρ ἀδείας ἐκήρυττον τὸν λόγον. Καὶ οὐκ εἶπον· Ἡμεῖς Κυρηναῖοι καὶ Κύπριοι ὄντες, τοιαύτῃ ἐπιθώμεθα πόλει λαμπρᾷ καὶ μεγάλῃ· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πιστεύοντες, καὶ ἐκεῖνοι ἐπεχείρησαν τῇ διδασκαλίᾳ, καὶ οὗτοι οὐκ ἀπηξίωσαν παρ' ἐκείνων τι μαθεῖν. Ὅρα διὰ τῶν μικρῶν πάντα κατασκευαζόμενα, τὸ κήρυγμα αὐξανόμενον, τοὺς ἐν Ἱεροσολύμοις πάντων ὁμοίως φροντίζοντας, ὡς μίαν οἰκίαν τὴν οἰκουμένην ἔχοντας. Ἤκουσαν, ὅτι Σαμάρεια δέδεκται τὸν λόγον, καὶ ἔπεμψαν Πέτρον καὶ Ἰωάννην· ἤκουσαν τὰ εἰς Ἀντιόχειαν, καὶ πέμπουσι Βαρνάβαν. Πολὺ γὰρ τὸ διάστημα ἦν, καὶ οὐκ ἔδει τοὺς ἀποστόλους τέως χωρισθῆναι, ἵνα μὴ νομισθῶσιν εἶναι φυγάδες, καὶ τοὺς αὐτῶν πεφευγέναι. Τότε δὲ ἀναγκαίως χωρίζονται, ὅτε λοιπὸν ἀνίατα ἔχειν ἐδόκει τὰ κατ' αὐτούς· ὅτε λοιπὸν ὁ πόλεμος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει· ὅτε ἡ ἀπόφασις ἐξηνέχθη· ἐπεὶ ἕως Παῦλος εἰς Ῥώμην μὴ ἀνέβαινεν, ἐκεῖ ἦσαν. Ἐξέρχονται δὲ, οὐχὶ τὸν πόλεμον δεδοικότες· πῶς γὰρ, οἵ γε πρὸς τοὺς πολεμεῖν μέλλοντας ἀπῄεσαν; Καὶ ὁ πόλεμος δὲ γίνεται λοιπὸν τελευτησάντων τῶν ἀποστόλων, καὶ πέρας τὸ περὶ αὐτῶν ῥηθὲν λαμβάνει· Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ὅσῳ ἀσημότεροι οὖν ἦσαν, τοσούτῳ μᾶλλον ἔλαμπεν ἡ χάρις, διὰ μικρῶν ἐργαζομένη μεγάλα. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Παρεκάλει πᾶντας, φησὶ, προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθός. Ἐμοὶ δοκεῖ ἀγαθὸν νῦν τὸν ἀφελῆ λέγειν, τὸν ἄπλαστον, τὸν σφόδρα τῆς τῶν πλησίον ἐπιθυμοῦντα σωτηρίας. Οὐ μόνον δὲ ἦν ἀνὴρ ἀγαθὸς, ἀλλὰ καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. ∆ιὸ καὶ τῇ προθέσει τῆς καρδίας παρεκάλει πάντας· τουτέστι, μετὰ ἐγκωμίου καὶ ἐπαίνου. Καὶ σκόπει, πῶς καθάπερ γῆ λιπαρὰ τὸν λόγον ἐδέξατο ἡ πόλις αὕτη, καὶ πολὺν τὸν καρπὸν ἀπεδείξατο. ∆ιὰ τί δὲ τῆς Ταρσοῦ αὐτὸν ἀπέστησεν ὁ Βαρνάβας καὶ ἐνταῦθα ἤγαγεν; Οὐχ ἁπλῶς· ἀλλ' ὅτι ἐνταῦθα καὶ ἐλπίδες χρησταὶ, καὶ μείζων ἡ πόλις, καὶ πολὺ τὸ πλῆθος. Εἶδες πάντα τὴν χάριν ἐργαζομένην, οὐ Παῦλον· καὶ πῶς διὰ τῶν μικρῶν τὸ πρᾶγμα ἀρχὴν ἔλαβεν, ὅτε δὲ περιφανὲς γέγονε, τότε Βαρνάβαν πέμπουσι; Καὶ διὰ τί μὴ πρὸ τούτου ἔπεμψαν αὐτόν; Πολλὴν τῶν καθ' ἑαυτοὺς πρόνοιαν ἐποιοῦντο, καὶ οὐκ ἐβούλοντο ἐγκαλεῖν αὐτοῖς Ἰουδαίους, ὅτι προσελάμβανον τὰ ἔθνη· καίτοι διὰ τὸ ἀπαραιτήτως αὐτοῖς ἐπιμίγνυσθαι, ἐπεὶ ἔμελλέ τις ἀμφισβήτησις γίνεσθαι παρ' αὐτῶν, τὰ κατὰ Κορνήλιον προὔλαβε. Τότε γοῦν καὶ λέγουσιν· Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Καὶ σκόπει, πῶς εὐκαίρως ἡ ἀνάγκη τοῦ λιμοῦ εἰσήγαγε τὴν κοινωνίαν τὴν ἀπὸ τῶν ἐθνῶν τὴν πρὸς τοὺς ἐν Ἱεροσολύμοις πεμφθεῖσαν.
∆έχονται γὰρ τὰ παρ' αὐτῶν, οἳ καὶ οὐ, καθάπερ ἡμεῖς ἐν θρήνοις τὰς συμφορὰς διάγομεν, οὕτω δήπου καὶ οὗτοι· ἀλλὰ μετὰ πλείονος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόμενοι τῶν κωλυόντων αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβημένοις τοὺς Ἰουδαίους· ὃ καὶ αὐτὸ συνεβάλλετο οὐ μικρόν. Ἀλλὰ καὶ εἰς Κύπρον ἀφίκοντο, ὅπου πολὺ μὲν τὸ ἀδεὲς, πλείων δὲ ἡ ἀμεριμνία. Οὐδενὶ δὲ τὸν λόγον, φησὶν, εἰ μὴ Ἰουδαίοις ἐλάλουν. Οὐ διὰ τὸν τῶν ἀνθρώπων φόβον, ὃν οὐδὲν ἡγοῦντο, τοῦτο ἐποίουν· ἀλλὰ τὸν νόμον τηροῦντες, καὶ αὐτοὺς ἔτι διαβαστάζοντες. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ Κύπριοι καὶ Κυρηναῖοι. Οὗτοι μάλιστα οὐκ ἐφρόντιζον Ἰουδαίων. Οἵτινες ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Ἴσως διὰ τὸ μὴ εἰδέναι Ἑβραϊστὶ, Ἕλλνας αὐτοὺς ἐκάλουν. Παραγενόμενος δὲ, φησὶ, Βαρνάβας, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ (οὐχὶ τὴν σπουδὴν τῶν ἀνθρώπων), παρεκάλει αὐτοὺς προσμένειν τῷ Κυρίῳ. Τάχα τῷ ἐπαινεῖν τὸν ὄχλον καὶ ἀποδέχεσθαι, τούτῳ πλείους ἐπέστρεψε. Καὶ διὰ τί μὴ Παύλῳ γράφουσιν, ἀλλὰ Βαρνάβαν πέμπουσιν; Οὔπω τοῦ ἀνδρὸς ᾔδεσαν τὴν ἀρετήν· διὸ καὶ μόνον οἰκονομεῖται Βαρνάβαν παραγενέσθαι. Ἐπεὶ δὲ καὶ πλῆθος ἦν, καὶ οὐδεὶς ὁ κωλύων, εἰκότως ἐβλάστησεν ἡ πίστις, καὶ μάλιστα, ὅτι οὐδένα ἐνταῦθα ὑπέμειναν πειρασμὸν, καὶ ὅτι Παῦλος κηρύττει, καὶ οὐκ ἔτι ἀναγκάζεται φεύγειν. Καλῶς δὲ οὐκ αὐτοὶ περὶ τοῦ λιμοῦ λέγουσιν, ἀλλ' οἱ προφῆται, ἵνα μὴ φορτικοί τινες δόξωσι. Καὶ θαυμάζειν ἄξιον, πῶς οὐκ ἠγανάκτησαν ὡς ὑπεροφθέντες Ἀντιοχεῖς, ἀλλ' ἀρκοῦνται τοῖς διδασκάλοις· οὕτω πάντες ἔζεον πρὸς τὸν λόγον. Οἳ καὶ οὐδὲ περιέμειναν γενέσθαι τὸν λιμὸν, ἀλλὰ πρὸ τούτου ἔπεμψαν, Καθὼς ηὐπορεῖτό τις.
γʹ. Καὶ ὅρα, ὅτι ἐν μὲν τοῖς ἀποστόλοις ἕτεροι τοῦ ἐπιτρέπονται· ἐνταῦθα δὲ Παῦλος καὶ Βαρνάβας. Οὐ μικρὰ δὲ καὶ τοῦτο οἰκονομία ἦν ἄλλως δὲ καὶ ἀρχὴ ἦν, καὶ τέως οὐκ ἔδει σκανδαλισθῆναι. Ἀλλὰ νῦν οὐδεὶς τοῦτο ποιεῖ, καίτοι λιμός ἐστι χαλεπώτερος ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον κοινῇ φέρειν τὴν συμφορὰν, καὶ πάντων ἐν ἀφθονίᾳ ὄντων, τοὺς πενεστέρους εἶναι ἐν λιμῷ. Τότε μόνον λιμὸς ἦν, καὶ οἱ δεδωκότες πένητες (Καθὼς ηὐπορεῖτο γάρ τις αὐτῶν, φησί)· νῦν δὲ λιμὸς διπλοῦς, καθάπερ ἡ ἀφθονία διπλῆ, λιμὸς χαλεπὸς, λιμὸς οὐ τοῦ λόγον ἀκοῦσαι Κυρίου, ἀλλὰ τοῦ τραφῆναι δι' ἐλεημοσύνης. Τότε καὶ οἱ ἐν Ἰουδαίᾳ πένητες ἀπέλαυσαν, καὶ οἱ ἐν Ἀντιοχείᾳ δόντες τὰ χρήματα, καὶ οὗτοι μᾶλλον ἐκείνων· νυνὶ δὲ καὶ ἡμεῖς καὶ οἱ πένητες ἐν λιμῷ· οἱ μὲν τῆς ἀναγκαίας ἀποροῦντες τροφῆς, ἡμεῖς δὲ ἐν σπάνει τοῦ ἐλέους ὄντες τοῦ Θεοῦ. Ταύτης δὲ τῆς τροφῆς οὐδὲν ἀναγκαιότερον γένοιτ' ἄν. Οὐκ ἔστιν ὑποστῆναι τὰ ἀπὸ τῆς πλησμονῆς κακά· οὐκ ἔστιν εἰς ἀφεδρῶνα προχωρῆσαι τὸ πλέον ταύτης τῆς τροφῆς. Οὐδὲν ὡραιότερον, οὐδὲν ὑγιεινότερον ψυχῆς οὕτω τρεφομένης· πάσης ἀνωτέρα ἕστηκε νόσου, παντὸς λιμοῦ, πάσης ἀνωμαλίας καὶ δυσκρασίας· οὐδεὶς αὐτὴν δυνήσεται ἑλεῖν· ἀλλὰ καθάπερ ἀδαμάντινον σῶμα οὐ σίδηρος πλῆξαι δύναται, οὐκ ἄλλο οὐδὲν, οὕτω καὶ ψυχὴν ἀπὸ ἐλεημοσύνης συμπεπηγυῖαν οὐδὲν ὅλως δυνήσεται ἑλεῖν. Τί γὰρ, εἰπέ μοι, ταύτην χειρώσεταί ποτε; πενία; Οὐκ ἔστιν· ἐν γὰρ τοῖς βασιλικοῖς ἀπόκειται ταμείοις. Ἀλλὰ λῃστὴς καὶ τοιχωρύχος; Ἀλλ' ἐκείνους οὐδεὶς διορύξαι τοὺς τοίχους οἷός τε. Ἀλλὰ σκώληξ; Ἀλλὰ καὶ ταύτης ἀνώτερος τῆς λύμης οὗτος ὁ θησαυρός. Ἀλλὰ βασκανία καὶ φθόνος; Ἀλλ' οὐδὲ τούτοις ἁλίσκεται. Ἀλλὰ συκοφαντίαι καὶ ἐπιβουλαί; Οὐδὲ τοῦτο· ἄσυλος γὰρ ὁ θησαυρός. Ἀλλ' αἰσχρὸν εἰ ταῦτα ἐπιδείξω μόνα τῇ ἐλεημοσύνῃ προσόντα, οὐχὶ δὲ καὶ τἀναντία. Οὐ γὰρ δὴ βασκανίας ἀπήλλακται μόνον, ἀλλὰ καὶ εὐλογίας ἀπολαύει πολλῆς καὶ παρὰ τῶν οὐκ εὖ πεπονθόντων. Ὥσπερ γὰρ οἱ ὠμοὶ καὶ ἀπηνεῖς οὐ τοὺς ἠδικημένους ἔχουσιν ἐχθροὺς μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας συναλγοῦντας αὐτοῖς καὶ κατηγοροῦντας· οὕτως οἱ μεγάλα ἐργασάμενοι καλὰ οὐχὶ τοὺς εὖ πεπονθότας μόνον, ἀλλὰ καὶ τοὺς οὐδὲν παθόντας ἔχουσιν ἐπαινέτας. Τί λέγω βασκανίας; Καὶ ἐπιβουλευόντων ἀπήλλακται καὶ λῃστῶν καὶ τοιχωρύχων. Οὐ τοῦτο ἔχει μόνον τὸ καλὸν, ἀλλ' ἔτι πρὸς τῷ μὴ ἐλαττοῦσθαι καὶ αὔξεται καὶ εἰς πλῆθος ἐπιδίδωσι. Τί τοῦ Ναβουχοδονόσορ γέγονεν αἰσχρότερον; τί δυσειδέστερον; τί παρανομώτερον; Ἀσεβὴς ὁ ἄνθρωπος ἦν, μυρία τεκμήρια καὶ σημεῖα εἶδε, καὶ οὐκ ἠθέλησεν ἀνενεγκεῖν, ἀλλὰ τοὺς τοῦ Θεοῦ δούλους εἰς κάμινον ἐνέβαλεν, εἰ καὶ μετὰ ταῦτα προσεκύνησε. Τί οὖν ὁ προφήτης; Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσον, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται συγγνώμη τοῖς παραπτώμασί σου. Τοῦτο οὕτως εἶπεν, οὐκ ἀμφιβάλλων (σφόδρα γὰρ ἦν πεπεισμένος), ἀλλὰ βουλόμενος αὐτὸν εἰς μείζονα ἐμβαλεῖν φόβον, καὶ πλείονα ἀνάγκην τοῦ ταῦτα ποιῆσαι. Εἰ γὰρ εἶπεν ὡμολογημένως, ὑπτιώτερος ἂν ἐγένετο ἐκεῖνος. Οὕτω καὶ ἡμεῖς τότε μάλιστα ὠθοῦμέν τινας, ὅταν λέγωμεν· Παρακάλεσον τὸν δεῖνα, καὶ μὴ ἐπαγάγωμεν, ὅτι πάντως ἀκούσεται, ἀλλ', ὅτι ἴσως ἀκούσεται· ὑπὸ γὰρ τῆς ἀμφισβητήσεως μείζων ὁ φόβος γενόμενος, μᾶλλον αὐτὸν ὠθεῖ. ∆ιὰ τοῦτο δῆλον αὐτὸ οὐκ ἐποίησε. Τί λέγεις; τοσούτοις ἀσεβήμασιν ἔσται συγγνώμη; Ναί. Οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται καθαρίσαι ἐλεημοσύνη, ὃ μὴ δύναται σβέσαι· πᾶσα ἁμαρτία κατωτέρα ταύτης ἕστηκε· φάρμακόν ἐστι πρὸς πᾶν τραῦμα ἐπιτήδειον. Τί τελώνου χεῖρον; Πάσης ἀδικίας ἐστὶν ὑπόθεσις· ἀλλὰ ταύτην πᾶσαν ἀπενίψατο ὁ Ζακχαῖος. Ὅρα πῶς καὶ ὁ Χριστὸς τοῦτο δείκνυσι, δι' ὧν ἐσπούδασε γλωσσόκομον ἔχειν, καὶ τὰ βαλλόμενα βαστάζειν. Καὶ Παῦλος δέ φησι· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· καὶ πολὺς πανταχοῦ τῶν Γραφῶν ὑπὲρ τοῦ πράγματος τούτου ὁ λόγος. Λύτρον ψυχῆς ἀνδρὸς, φησὶν, ὁ ἴδιος πλοῦτος· καὶ ὁ Χριστός· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Τοῦτο τελειότης εἰκότως. Ἐλεημοσύνη δὲ οὐκ ἐν χρήμασι γίνεται μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν. Οἷόν τι λέγω· Ἔστι καὶ προστῆναι, ἔστι καὶ χεῖρα ὀρέξαι· πολλάκις καὶ χρημάτων μειζόνως ἔσωσεν ἡ διὰ πραγμάτων προστασία.
δʹ. Οὐκοῦν φέρε πάντα κινήσωμεν ἐπὶ τοῦ παρόντος τὰ τῆς ἐλεημοσύνης εἴδη. ∆ύνασαι διὰ χρημάτων; Μὴ ὄκνει. ∆ύνασαι διὰ προστασίας; Μὴ εἴπῃς, ἐπειδὴ χρήματα οὐκ ἔστι, τοῦτο οὐδέν ἐστι. Σφόδρα καὶ τοῦτο μέγα· ὥσπερ χρυσίον δεδωκὼς, οὕτω διάκεισο. ∆ύνασαι διὰ θεραπείας; Καὶ τοῦτο ποίησον. Οἷον, ἰατρὸς εἶ τὴν ἐπιστήμην; Ἐπιμελήθητι ἀῤῥωστούντων· καὶ τοῦτο μέγα. ∆ύνασαι διὰ συμβουλῆς; Πολλῷ τοῦτο πάντων μεῖζον· αὕτη βελτίων πάντων, ἢ καὶ πλείων, ὅσῳ καὶ μεῖζον ἔχει τὸ κέρδος· οὐ γὰρ λιμὸν λύεις, ἀλλὰ θάνατον χαλεπόν. Τοιαύτης καὶ οἱ ἀπόστολοι ἐκ περιουσίας ἦσαν ἐμπεπλησμένοι· διὰ τοῦτο τὴν τῶν χρημάτων διανομὴν τοῖς μετ' αὐτοὺς ἐνεχείρισαν, αὐτοὶ τὴν διὰ τῶν λόγων ἐπιδεικνύμενοι. Ἢ μικρὰν ἐλεημοσύνην οἴει εἶναι, ψυχὴν ἀπορουμένην, κινδυνεύουσαν περὶ τῶν ἐσχάτων, ὑπὸ πυρώσεως συνεχομένην, δυνηθῆναι ἀπαλλάξαι τῆς νόσου; Οἷον, ὁρᾷς φίλον ὑπὸ φιλαργυρίας κατεχόμενον; Ἐλέησον τὸν ἄνθρωπον. Ἀποπνίγεται; Σβέσον αὐτοῦ τὸ πῦρ. Τί οὖν, ἂν μὴ πείθηται; Σὺ τὸ σαυτοῦ ποίησον, καὶ μὴ κατοκνήσῃς. Εἶδες αὐτὸν ἐν δεσμοῖς κατεχόμενον; (δεσμὰ γὰρ ὄντως τὰ χρήματα.) Ἄπελθε πρὸς αὐτὸν, ἐπίσκεψαι αὐτὸν, παραμύθησαι, πειράθητι τῶν δεσμῶν ἀπολῦσαι. Ἂν μὴ βούληται, τὴν αἰτίαν αὐτὸς ὑπομενεῖ. Εἶδες γυμνὸν καὶ ξένον; (γυμνὸς γὰρ ὄντως καὶ ξένος ἐστὶ τῶν οὐρανῶν ὁ βίου ὀρθοῦ μὴ ἐπιμελούμενος.) Λάβε εἰς τὸ καταγώγιον τὸ σὸν, περίβαλε ἱμάτια τὰ τῆς ἀρετῆς, δὸς πόλιν τὴν ἐν οὐρανῷ. Τί οὖν, ἂν ἐγὼ γυμνὸς ὦ, φησί; Καὶ σαυτὸν ἔνδυσον πρῶτον· εἰ οἶδας ὅτι γυμνὸς εἶ, πάντως καὶ ὅτι ἐνδυθῆναι ὀφείλεις οἶδας. Εἰ ταύτης μόνον τῆς γυμνότητος ἐπίστασαι τὸν τρόπον, δυνήσῃ γνῶναι ῥᾳδίως καὶ τὴν αὐτῆς καταστολήν. Πόσαι γυναῖκες σηρικὰ ἱμάτια φοροῦσι, γυμναὶ δὲ ὄντως εἰσὶ τῶν τῆς ἀρετῆς ἱματίων; Ταύτας οἱ ἄνδρες περιβαλέτωσαν. Ἀλλ' οὐ προσίενται τὰ ἱμάτια ἐκεῖνα, ἀλλὰ ταῦτα βούλονται; Τοῦτο πρῶτον ποίησον· εἰς τὴν ἐπιθυμίαν αὐτὰς τῶν ἱματίων ἐκείνων κατάστησον, δεῖξον ὅτι γυμναί εἰσι, διαλέχθητι περὶ τῆς κρίσεως τῆς μελλούσης· εἰπέ· Ἄλλων ἡμῖν ἐκεῖ δεῖ, οὐ τούτων. Εἰ δὲ ἀνέχοισθέ μου, καὶ ἐγὼ τὴν γυμνότητα δείξω. Ὁ γυμνὸς, ψύχους μὲν ὄντος, πέπηγε καὶ τρέμει, καὶ συνεσταλμένος ἕστηκε, συναγαγὼν τοὺς βραχίονας· θέρους δὲ ὄντος, οὐκ ἔτι. Ἂν τοίνυν δείξω καὶ τοὺς πλουτοῦντας καὶ τὰς πλουτούσας τοσούτῳ μάλιστα γυμνὰς, ὅσῳ μάλιστα ἂν περιβάλωνται, μὴ ἀπεχθάνεσθε. Τί οὖν, εἰπέ μοι, ὅταν τοὺς περὶ γεέννης ἀνακινῶμεν λόγους, καὶ τῶν βασανιστηρίων ἐκείνων, οὐχὶ μᾶλλοντῶν γυμνῶν ἐκείνων πεπήγασιν οὗτοι καὶ τρέμουσιν; οὐχὶ πικρὰ στενάζουσι, καὶ καταδικάζουσιν ἑαυτούς; Τί δαὶ, ὅταν τῷ δεῖνι προσέρχωνται καὶ λέγωσιν· Εὖξαι ὑπὲρ ἐμοῦ· οὐχὶ τὰ αὐτὰ ῥήματα φθέγγονται ἐκείνοις; Ἀλλὰ νῦν μὲν, ὅσα ἂν εἴπωμεν, οὔπω δήλη ἡ γυμνότης· ἔσται δὲ ἐκεῖ δήλη. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν τῶν σηρικῶν ἱματίων τούτων καὶ τῶν λίθων ἀπωλολότων, ἀπὸ μόνων τῶν τῆς ἀρετῆς καὶ τῆς κακίας ἱματίων ἅπαντες φαίνωνται· ὅταν οἱ μὲν πένητες ὦσιν ἠμφιεσμένοι δόξαν πολλὴν, οἱ δὲ πλουτοῦντες γυμνοὶ καὶ ἀσχημονοῦντες πρὸς τὰ κολαστήρια σύρωνται. Τί ἁβρότερον ἦν τοῦ πλουσίου τοῦ τὴν πορφύραν ἐνδιδυσκομένου; τί δὲ πενέστερον τοῦ Λαζάρου; τίς οὖν τὰ τῶν ἐπαιτῶν ἐφθέγγετο ῥήματα; τίς δὲ ἐν ἀφθονίᾳ ἦν; Εἰπέ μοι, εἴ τις τὴν οἰκίαν περιβάλλοι πολλοῖς τοῖς παραπετάσμασιν, αὐτὸς δὲ ἔνδον κάθηται γυμνὸς, τί τὸ κέρδος; Οὕτω καὶ ἐπὶ τῶν γυναικῶν γίνεται. Τὴν μὲν γὰρ οἰκίαν τῆς ψυχῆς, τὸ σῶμα λέγω, πολλοῖς περιβάλλουσιν· ἡ δὲ οἰκοδέσποινα ἔνδον κάθηται γυμνή. Χρήσατέ μοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ ὑποδείξω ὑμῖν τῆς ψυχῆς τὴν γυμνό τητα. Τί γάρ ἐστιν ἱμάτιον ψυχῆς, Ἀρετὴ δηλονότι. Τί δὲ γυμνότης; Κακία. Καθάπερ γὰρ εἴ τις ἀποδύσειέ τινα τῶν ἐλευθέρων, αἰσχύνεται καὶ συστέλλεται καὶ φεύγει· οὕτω δὴ καὶ ψυχὴ, ἂν θέλωμεν εἰς αὐτὴν ἰδεῖν, ἡ μὴ ταῦτα ἔχουσα τὰ ἱμάτια, ἐρυθριᾷ. Πόσας οἴει νῦν αἰσχύνεσθαι, καὶ πρὸς αὐτὸ καταδύεσθαι τὸ βάθος, ὥσπερ τι παραπέτασμα καὶ προκάλυμμα ἐπιζητούσας, ἵνα τούτων μὴ ἀκούοιεν τῶν λόγων; Αἱ δὲ μηδὲν συνειδυῖαι ἑαυταῖς, γάννυνται, χαίρουσιν, ἐναβρύνονται καὶ ἐγκαλλωπίζονται τοῖς λεγομένοις. Ἄκουσον περὶ τῆς μακαρίας Θέκλης. Ἐκείνη ἵνα Παῦλον ἴδῃ, καὶ τὰ χρυσία ἔδωκεν ἑαυτῆς· σὺ δὲ ἵνα τὸν Χριστὸν ἴδῃς, οὐδὲ ὀβολὸν δίδως, ἀλλὰ θαυμάζεις μὲν τὰ γεγενημένα ὑπ' ἐκείνης, οὐ ζηλοῖς δέ. Οὐκ ἀκούεις πῶς τοὺς ἐλεήμονας μακαρίζει ὁ Λόγος; Μακάριοι οἱ ἐλεήμονες, φησὶν, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί τὸ κέρδος ἀπὸ τῶν πολυτελῶν ἱματίων; μέχρι πότε πρὸς ταύτην κεχήναμεν τὴν στολήν; Ἀμφιασώμεθα τὴν δόξαν τοῦ Χριστοῦ, περιβαλώμεθα τὸ κάλλος ἐκεῖνο, ἵνα καὶ ἐνταῦθα ἐπαινεθῶμεν, καὶ ἐκεῖ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου