ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΒʹ ∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Σάββατο 22 Οκτωβρίου 2016

ΛΒʹ ∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΛΒʹ ∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σω θῆναι.


αʹ. Ὅρα πανταχοῦ  τῆς εἰς τὰ ἔθνη μεταβάσεως ἀναγκαίαν  τὴν ἀρχὴν ἀπ' αὐτῶν   εἰσαγομένην.   Πρὸ  τούτου   ἐγκαλούμενος   ἀπελογήσατο,   καὶ   ἐν   τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων,  οὕτως ἦλθεν  εἰς τὰ ἔθνη. Ἐνταῦθα πάλιν  ἄλλην  ἀμετρίαν ὁρῶν φερομένην, οὕτως ἵστησι τὸν νόμον. Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο  πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων.  Καὶ οὐκ ἐδίδασκον  ἁπλῶς  περιτομὴν,  ἀλλ'  ὅτι  οὐδὲ  σωθῆναι  δύνασθε.  Οὗ τοὐναντίον εὔκαιρον ἦν λέγειν, ὅτι περιτεμνόμενοι  σωθῆναι οὐ δύνασθε. Ὁρᾷς συνεχεῖς τοὺς πειρασμοὺς ἔνδοθεν, ἔξωθεν; Καλῶς δὲ οἰκονομεῖται  τοῦτο Παύλου παρόντος, ἵνα ἀντείπῃ. Καὶ οὐκ εἶπεν ὁ Παῦλος· Τί γάρ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ' ἐπείσθη δι'  ἐκείνους


Καὶ ὅρα μανθάνουσι λοιπὸν πάντες τὰ εἰς τὰ ἔθνη γεγενημένα καὶ Σαμαρεῖται, καὶ ἔχαιρον. Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν τὸν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ  περὶ  τοῦ  ζητήματος  τούτου.  Οἱ μὲν  οὖν  προπεμφθέντες   ὑπὸ  τῆς Ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ, ἀπεδέχθησαν ὑπὸ τῆς Ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν  τε ὅσα ὁ Θεὸς ἐποίησε μετ' αὐτῶν. Ὅρα πόση οἰκονομία γίνεται. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι ∆εῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν  τε τηρεῖν τὸν νόμον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ  λόγου τούτου. Πολλῆς  δὲ  συζητήσεως  γενομένης,  ἀναστὰς  Πέτρος εἶπε  πρὸς  αὐτούς·  Ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε, ὅτι ἀφ' ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Ὅρα τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος, καὶ μέχρι τοῦ νῦν ἰουδαΐζοντα. Ὑμεῖς ἐπίστασθε, φησί. Παρῆσαν ἴσως καὶ οἱ ἐγκαλέσαντες αὐτῷ ἐπὶ Κορνηλίου πάλαι, καὶ εἰσελθόντες μετ' αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας. Ἀφ' ἡμερῶν ἀρχαίων ἐν  ὑμῖν  ὁ  Θεὸς ἐξελέξατο.  Τί  ἐστιν,  Ἐν  ὑμῖν;  Ἤτοι  ἐν  Παλαιστίνῃ,  φησὶν,  ἢ παρόντων  ὑμῶν.  ∆ιὰ τοῦ στόματός μου. Ὅρα πῶς  δείκνυσι  τὸν  Θεὸν δι' αὐτοῦ φθεγγόμενον,  καὶ  οὐδὲν  ἀνθρώπινον.   Καὶ ὁ  καρδιογνώστης  Θεὸς ἐμαρτύρησεν αὐτοῖς. Ἐπὶ τὴν πνευματικὴν  ἀνάγει μαρτυρίαν αὐτούς. ∆οὺς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον,  καθὼς  καὶ  ἡμῖν.  Ὅρα πῶς  πανταχοῦ  ἐξισοῖ τὰ  ἔθνη.  Καὶ οὐδὲν  διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Ἀπὸ τῆς πίστεως μόνης,  φησὶ,  τῶν  αὐτῶν  ἔτυχον.  Κἀκείνων  ταῦτα  ἐντρεπτικά·  μᾶλλον  δὲ  καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης, καὶ οὐκ ἔργων οὐδὲ περιτομῆς. Οὐ γὰρ  δὴ  ὑπὲρ τῶν  ἐθνῶν  ἀπολογούμενοι  ταῦτα  λέγουσι  μόνον,  ἀλλὰ  κἀκείνους παιδεύοντες  ἀποστῆναι τοῦ νόμου. Ἀλλὰ τέως  οὔπω  λέγουσι τοῦτο. Νῦν οὖν  τί πειράζετε τὸν  Θεὸν ἐπιθεῖναι  ζυγὸν  ἐπὶ τὸν  τράχηλον  τῶν  μαθητῶν  ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι, Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ' ὃν τρόπον κἀκεῖνοι. Τί ἐστι, Πειράζετε τὸν Θεόν; Τί ἀπιστεῖτε, φησὶ, τῷ Θεῷ; τί πειράζετε αὐτὸν ὡς οὐκ ἰσχύοντα σῶσαι τῇ πίστει; Ἄρα ἀπιστίας   ἐστὶ   τὸ   τὸν   νόμον   εἰσφέρειν.   Εἶτα   δείκνυσι   καὶ   αὐτοὺς   οὐδὲν ὠφελουμένους,   καὶ  τὸ  πᾶν  ἐπὶ  τὸν  νόμον  στρέφει,  οὐκ  ἐπ'  αὐτοὺς,  καὶ  τὴν κατηγορίαν  ὑποτέμνεται.  Ὃν οὐκ  ἰσχύσαμεν  ἡμεῖς  καὶ  οἱ  πατέρες  ἡμῶν,  φησὶ, βαστάσαι· ἀλλὰ  διὰ τῆς  χάριτος  τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι  καθ' ὃν τρόπον  κἀκεῖνοι.  Πόσης δυνάμεως  γέμει  ταῦτα  τὰ  ῥήματα Ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε, ταῦτα καὶ οὗτος. Εἰ γὰρ Ἀβραὰμ, φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ὁρᾷς, ὅτι τούτων  μᾶλλόν  ἐστι τοῦτο  παιδευτικὸν,  ἢ ἀπολογία  ὑπὲρ τῶν  ἐθνῶν;  Ἀλλ' εἰ μὲν  χωρὶς  προφάσεως ταῦτα  ἔλεγεν,  ἴσως οὐδαμῶς  ὕποπτος  ἦν· ἀρχῆς δὲ λαβόμενος  ἐντεῦθεν,  λοιπὸν ἀδεῶς φθέγγεται.  Καὶ ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν μετ' αὐτῶν γινόμενα. Εἰ μὴ γὰρ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδ' ἂν τὰ μετὰ ταῦτα. Ἐντεῦθεν μανθάνουσιν, ὅτι εἰ καὶ μὴ προσάγεσθαι ἤθελον τὰ ἔθνη, οὐ δεῖ αὐτοὺς παρορᾷν. Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ  εἰρημένα.  Ἐν ὑμῖν,  φησὶν,  ἐξελέξατο,  καὶ  ἀφ' ἡμερῶν ἀρχαίων.  Τοῦτο εἶπε, δεικνὺς  ὅτι πάλαι,  οὐ νῦν.  Οὐ μικρὸν δὲ τὸ καὶ Ἰουδαίων πιστευόντων τοῦτο ἀποστραφῆναι. ∆ύο τούτοις ὃ λέγει πιστοῦται, τῷ καιρῷ καὶ τῷ τόπῳ.  Καὶ τὸ, Ἐξελέξατο, καλῶς·  ὥσπερ ἐπ' αὐτῶν  οὐκ εἶπεν,  Ἠθέλησεν, ἀλλ', Ἐξελέξατο. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ Πνεύματος, φησίν. Εἶτα δείκνυσιν  οὐχὶ χάριτος ἁπλῶς, ἀλλ' ἀρετῆς μαρτύριον αὐτοῖς τοῦτο γινόμενον, καὶ οὐδὲν ἔλαττον αὐτοῖς  παρασχόν.  Οὐδὲν γὰρ,  φησὶ,  διέκρινε  μεταξὺ  ἡμῶν  τε  καὶ  αὐτῶν.  Ἄρα καρδίας  δεῖ πανταχοῦ  ζητεῖν.  Καὶ εὐκαίρως  εἶπεν·  Ὁ καρδιογνώστης  Θεὸς ἐμαρ τύρησεν αὐτοῖς· ὡς καὶ ἐκεῖ, Σὺ, Κύριε, καρδιογνῶστα  πάντων,  ἀνάδειξον. Ὅτι γὰρ τοῦτο βούλεται, ὅρα τί ἐπάγει· ὅτι Οὐδὲν διέκρινε  μεταξὺ ἡμῶν  τε καὶ αὐτῶν.  Ὅτε εἶπεν  αὐτῶν  τὴν  μαρτυρίαν,  τότε  τὸ  μέγα  τοῦτο  ἐφθέγξατο,  ὅπερ Παῦλός φησιν· Οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία· καὶ, Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ. Πάντων τούτων τὰ σπέρματα ἐν τῇ Πέτρου δημηγορίᾳ κεῖται. Καὶ οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Μεταξὺ ἡμῶν, τουτέστι, τῶν ἀποστόλων. Εἶτα, ἵνα μὴ δόξῃ ὕβρις εἶναι τὸ Οὐδὲν, ἐπάγει· Πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἀναιρεῖ τὴν ὑπόνοιαν  διὰ  τούτου.  Ἐξεκάθαρε πρότερον  τὸν  λόγον,  καὶ  τότε  δείκνυσιν  οὐχὶ πονηρὸν  τὸν  νόμον, ἀλλ' αὐτοὺς ἀσθενεῖς.


βʹ. Ὅρα πῶς εἰς φοβερὸν κατέληξεν. Οὐδὲν ἀπὸ τῶν. προφητῶν αὐτοῖς διαλέγεται, ἀλλ' ἀπὸ τῶν παρόντων πραγμάτων, ὧν αὐτοὶ μάρτυρες ἦσαν. Εἰκότως καὶ αὐτοὶ λοιπὸν ἐπιμαρτυροῦσι, καὶ τὸν λόγον ἰσχυρότερον  ποιοῦσι  τοῖς  ἤδη  γενομένοις.  Καὶ ὅρα, ἐν  τῇ  Ἐκκλησίᾳ  συγχωρεῖ πρῶτον  ζήτησιν γενέσθαι, καὶ τότε λέγει. Ἐπεὶ οὖν οὐκ εἶπε, Τῶν ἐκ περιτομῆς, ἀλλὰ, Τῶν ἐθνῶν (τοῦτο γὰρ κατὰ μικρὸν ἐπαγόμενον ἐγίνετο ἰσχυρότερον, ἐκεῖνο δὲ ἦν πειράζοντος, εἰ δύναται καὶ μετὰ νόμον σῶσαι), ὅρα τί ποιεῖ· δείκνυσιν αὐτοὺς ἐν  κινδύνῳ,   εἴ  γε  ὅπερ  οὐκ  ἴσχυσεν  ὁ  νόμος,  ἴσχυσεν  ἡ  πίστις·  ταύτης  δὲ ἐκπιπτούσης, ἀνάγκη αὐτοὺς ἐν ἀπωλείᾳ  εἶναι. Καὶ οὐκ εἶπεν, Ἀπιστεῖτε, ὅπερ ἦν φορτικώτερον,   καὶ   ταῦτα   ἐληλεγμένου   τοῦ   πράγματος.   Ἐν   μὲν   οὖν   τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινες, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι. ∆ιὰ τοῦτο καὶ ἀπέρχονται,  καὶ διατρίβουσι χρόνον  οὐκ ὀλίγον  ἐκεῖ. Ἐξανέστησαν δέ τινες  τῶν Φαρισαίων, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι πρὸς αὐτοὺς ἔχειν τοὺς ἐξ ἐθνῶν. Καίτοι καὶ Παῦλος νομομαθὴς ἦν, ἀλλ' οὐκ ἔπασχε τοῦτο· ἐπειδὴ δὲ ἐκεῖθεν ἦλθε, καὶ τὸ δόγμα ἀκριβέστερον ἐγένετο. Εἰ γὰρ οἱ ἐν Ἱεροσολύμοις ὄντες οὐδὲν τοιοῦτον ἐπιτάττουσι, πολλῷ μᾶλλον οὗτοι. Ὁρᾷς ὅσοι μὴ φιλαρχοῦσι, χαίρουσιν ἐν τῇ πίστει; Οὐ φιλοτιμίας  τοίνυν τὰ διηγήματα οὐδὲ ἐπιδείξεως ἦν, ἀλλὰ ἀπολογίας τοῦ εἰς τὰ ἔθνη κηρύγματος· διὸ καὶ οὐδὲν λέγουσι τῶν εἰς τοὺς Ἰουδαίους συμβεβηκότων. Πολλὴ ἡ ἐπιτριβὴ τῶν Φαρισαίων, καὶ μετὰ τὴν πίστιν ἔτι νομοθετούντων,   καὶ  οὐ  πειθομένων   τοῖς  ἀποστόλοις.  Ἀλλ'  ὅρα  ἐκείνους,  πῶς ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντείας διαλέγονται· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ, καὶ πέπηγε μᾶλλον. Ὁρᾷς οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος; Ἀλλ' ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια, ἔτι ἐπιεικῶς διαλέγονται. Καὶ ὅρα· οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐκεῖθεν πάλιν λαμβάνουσιν  ἀφορμήν.  Οὕτως ἐμελέτων  τὸ φιλαρχεῖν,  οἳ καὶ οὐκ εἰδότων  τῶν ἀποστόλων  ἐμέμφθησαν.  Ἀλλ' ὅμως  οὐδὲν  τούτων  οὗτοι  προήνεγκαν·  ἀλλ' ὅτε ἀπέδειξαν,  τότε  σφοδρότερον  γράφουσι. Μέγα γὰρ ἡ ἐπιείκεια  πανταχοῦ  καλόν· ἐπιείκεια λέγω, οὐ ψυχρότης· ἐπιείκεια, οὐ κολακεία· πολὺ γὰρ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων. Οὐδὲν ἐτράχυνε Παῦλον, οὐδὲν Πέτρον. Ὅταν ἔχῃς ἀποδείξεις, τί ὀργίζῃ; ἢ ἵνα καὶ ταύτας ἀκύρους ποιήσῃς; Οὐκ ἔστι τὸν ὀργιζόμενον πεῖσαί ποτε. Καὶ χθὲς περὶ  ὀργῆς  διελέχθημεν·  οὐδὲν  δὲ  κωλύει  καὶ  τήμερον·  ἡ  γὰρ  συνέχεια  ἴσως ἐργάσεταί τι. Καὶ γὰρ φάρμακον τὸ δύναμιν  ἔχον ἀφανίσαι  τραῦμα, ἂν μὴ  συνεχῶς  ἐπιτεθῇ,  τὸ πᾶν  ἀπώλεσε. Μὴ δὴ νομίζετε, κατάγνωσιν  ὑμῶν  εἶναι,  τὸ συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεσθαι· εἰ γὰρ κατεγνώκειμεν,  οὐκ ἂν διελέχθημεν· νῦν δὲ ἐλπίζοντες  μεγάλα ἡμᾶς κερδαίνειν, ταῦτα φθεγγόμεθα. Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν εἴθε μηδὲ ἦν ἄλλη τις λόγων  ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν  πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι,  ὅπως  καὶ  τῶν  πολεμούντων   κρατήσωσι, καὶ  τοὺς  οἰκείους  ἐν  εἰρήνῃ καταστήσωσιν· ἡμᾶς δὲ μηδὲ ὄναρ θέλειν  τὰ τοιαῦτα διαλέγεσθαι, ἀλλ' ὅπως μὲν ἀγρὸν ὠνησώμεθα, καὶ ὅπως ἀνδράποδα, καὶ ὅπως πλείω  τὴν οὐσίαν ποιήσωμεν, καθ' ἑκάστην  ἡμέραν διαλεγόμενοι  οὐ λαμβάνομεν  κόρον· περὶ δὲ τῶν  ἐν  ἡμῖν πραγμάτων  καὶ  τῶν  ὄντως  ἡμῶν  οὔτε  αὐτοὶ  λέγειν  βουλόμεθα,  οὐδὲ  ἑτέρων λεγόντων  ἀνεχόμεθα ἀκούειν; Περὶ τίνος  οὖν, εἰπέ μοι, διαλέγεσθαι  βούλει; περὶ ἀρίστου; Ἀλλὰ  ταῦτα  μαγείρων  τὰ  ῥήματα.  Ἀλλὰ  περὶ  χρημάτων;  Ἀλλὰ  ταῦτα καπήλων   καὶ   ἐμπόρων.   Ἀλλὰ   περὶ   κτισμάτων;   Ἀλλὰ   ταῦτα   τεκτόνων   καὶ οἰκοδόμων.  Ἀλλὰ περὶ γῆς; Ἀλλὰ ταῦτα  γεωργῶν.  Ἡμῶν  δὲ οὐδὲν  ἕτερόν ἐστιν ἔργον, ἀλλ' ἢ πῶς πλοῦτον περιποιησόμεθα τῇ ψυχῇ. Μὴ τοίνυν προσκορὴς ὁ λόγος γινέσθω. ∆ιὰ τί γὰρ μηδεὶς ἐγκαλεῖ τῷ ἰατρῷ περὶ ἰατρικῆς ἀεὶ διαλεγομένῳ,  μηδὲ τοῖς ἄλλοις τοῖς δημιουργοῖς περὶ τῶν οἰκείων τεχνῶν  λέγουσιν; Εἰ μὲν γὰρ οὕτως ἡμῖν ἦν κατωρθωμένα  τὰ τῶν παθῶν, ὡς μὴ δεῖσθαι ὑπομνήσεως, εἰκότως ἄν τις ἡμῖν  ἐνεκάλεσε  φιλοτιμίαν   καὶ  ἐπίδειξιν·  μᾶλλον  δὲ  οὐδὲ  οὕτως.  Εἰ γὰρ  καὶ κατώρθωτο, καὶ οὕτως ἐχρῆν διαλέγεσθαι, ὥστε μὴ ἀναπεσεῖν· ἐπεὶ καὶ ἰατροὶ οὐχὶ νοσοῦσιν, ἀλλὰ καὶ ὑγιαίνουσι διαλέγονται, καὶ ἔστιν αὐτοῖς βιβλία τοιαύτης πραγματείας, τοῖς μὲν, ἵνα τῆς νόσου ἀπαλλάττωσι, τοῖς δὲ, ἵνα τὴν ὑγείαν διαφυλάττωσιν.  Ὥστε εἰ καὶ ὑγιαίνομεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν  ὥστε διατηρηθῆναι  τὴν ὑγείαν  ἡμῖν.


 γʹ. Ὅταν δὲ καὶ νοσῶμεν, διπλῆ τῶν λόγων  ἡ ἀνάγκη· μία μὲν, ἀπαλλαγῆναι  τῆς νόσου· δευτέρα δὲ, ἀπαλλαγέντας  μὴ περιπεσεῖν πάλιν. Οὐκοῦν θεραπευτικῇ μεθόδῳ διαλεγόμεθα νῦν, οὐχ ὑγιεινῇ πραγματείᾳ.  Πῶς οὖν  ἄν τις  τὸ κακὸν τοῦτο ἐκκόψειε  πάθος; πῶς  τὸν  σφοδρὸν ὑποστείλειε  πυρετόν;  Ἴδωμεν  πόθεν  ἐτέχθη,  καὶ  τὴν  αἰτίαν  ἀνέλωμεν.  Πόθεν τίκτεσθαι εἴωθεν; Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς. Ταύτην οὖν ἀνέλωμεν  τὴν αἰτίαν, καὶ συνανῄρηται καὶ τὸ νόσημα. Τί δὲ ἡ ἀλαζονεία; πόθεν τίκτεται; τάχα γὰρ πάλιν ἐφ' ἑτέραν ἀρχὴν κινδυνεύομεν ἀνελθεῖν. Οὐκοῦν ἣν ἂν ὁ λόγος ὑφηγήσηται, ταύτην βαδίζωμεν, ὅπως κάτωθεν καὶ πρόῤῥιζον ἀνασπασθῇ τὸ κακόν. Πόθεν οὖν ἡ ἀλαζονεία; Ἐκ τοῦ μὴ ἐπισκέπτεσθαι τὰ ἡμέτερα, ἀλλ' ὑπὲρ μὲν φύσεως γῆς, καίτοι οὐκ ὄντας γεωργοὺς, πολυπραγμονεῖν,  καὶ ὑπὲρ φύσεως φυτῶν,  καὶ ὑπὲρ φύσεως χρυσοῦ, καίτοι οὐκ ὄντας ἐμπόρους, καὶ ὑπὲρ ἱματίων, καὶ ὑπὲρ  πάντων· ὑπὲρ δὲ ἡμῶν καὶ τῆς ἡμετέρας φύσεως μηδέποτε ἀνέχεσθαι τοῦτο ποιεῖν. Καὶ τίς ἀγνοεῖ, φησὶ, τὴν οἰκείαν  φύσιν; Πολλοί· τάχα δὲ πάντες  πλὴν  ὀλίγων·  καὶ εἰ βούλεσθε, ἐντεῦθεν  ποιήσω  τὸν  ἔλεγχον.  Εἰπὲ  γάρ  μοι,  τί  ποτέ  ἐστιν  ἄνθρωπος;  Εἴ τις ἐρωτηθείη, Τίνι τῶν ἀλόγων διέστηκε, πῶς συγγενής ἐστι τῶν ἐν οὐρανῷ, τί δύναται ἐξ ἀνθρώπου  γενέσθαι; μὴ δυνήσεται  ἐξ εὐθείας  ἀποκριθῆναι;  Οὐκ ἔγωγε  οἶμαι. Καθάπερ γὰρ ἐπὶ ὕλης τινὸς, οὕτω καὶ ἐπὶ ἀνθρώπου τὸ μὲν ὑποκείμενον ἄνθρωπος· δύναται δὲ γενέσθαι καὶ ἄγγελος καὶ θηρίον. Ἆρα οὐ δοκεῖ ξένος εἶναι ὁ λόγος οὗτος; Καίτοι πολλάκις  αὐτὸν ἐν ταῖς Γραφαῖς ἠκούσατε. Περὶ μὲν γάρ τινων  ἀνθρώπων ἐλέγετο, ὅτι Ἄγγελος Κυρίου ἐστί· καὶ ἐκ χειλέων,  φησὶ, αὐτοῦ, ζητήσουσι κρίσιν· καὶ πάλιν· Ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου· περὶ δέ τινων,  Ὄφεις, γεννήματα ἐχιδνῶν.  Λοιπὸν δὴ παρὰ τοὺς χρωμένους τὸ πᾶν δύναται γενέσθαι καὶ ἄγγελος, καὶ ἄνθρωπος. Τί λέγω, ἄγγελος; Καὶ Θεοῦ τέκνον· Ἐγὼ γὰρ εἶπα, φησὶ, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ τὸ δὴ μεῖζον, ὅτι τοῦ γενέσθαι καὶ θεὸς καὶ ἄγγελος  καὶ Θεοῦ τέκνον  τὴν ἐξουσίαν αὐτὸς ἐγκεχείρισται. Καὶ ἔστιν ἄνθρωπος ἀγγέλου  δημιουργός. Τάχα ὑμᾶς ἐθορύβησε τὸ ῥῆμα; Ἀλλ' ἀκούετε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν χωρείτω. Ὅλως δὲ ἡ ἀρετὴ ἀγγέλους ποιεῖ· ταύτης δὲ ἡμεῖς κύριοι· ἄρα ἀγγέλους  δυνάμεθα δημιουργεῖν,  κἂν μὴ τῇ φύσει, ἀλλὰ τῇ προαιρέσει. Ταύτης μὲν γὰρ ἀπούσης, οὐδὲν ὄφελος ἄγγελον  εἶναι τὴν φύσιν· καὶ δηλοῖ  ὁ  διάβολος  τοῦτο  ὢν  πρὸ  τούτου·  ταύτης  δὲ  παρούσης,  οὐδὲν  βλάβος ἄνθρωπον  εἶναι  τὴν φύσιν· καὶ δηλοῖ Ἰωάννης  ἄνθρωπος  ὢν, καὶ Ἠλίας εἰς τὸν οὐρανὸν  ἀνελθὼν,  καὶ  πάντες  οἱ  μέλλοντες  ἀπιέναι  ἐκεῖ.  Οὗτοι μὲν  γὰρ  μετὰ σώματος οὐκ ἐκωλύθησαν  τὸν  οὐρανὸν  οἰκεῖν· ἐκεῖνοι  δὲ ἀσώματοι  ὄντες,  οὐκ ἠδυνήθησαν μεῖναι ἐν οὐρανῷ. Μηδεὶς τοίνυν ἀλγείτω μηδὲ ἀγανακτείτω πρὸς τὴν φύσιν ὡς ἐμποδίζουσαν, ἀλλὰ πρὸς τὴν προαίρεσιν. Λέων ἐκεῖνος ἐγένετο ἐξ ἀσωμάτου· Ἰδοὺ γὰρ, φησὶ, Ὁ ἐχθρὸς ἡμῶν ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα  καταπίῃ·  ἡμεῖς  ἄγγελοι  ἀπὸ  σωμάτων.  Καθάπερ γὰρ  εἴ  τις  ὕλην  εὑρὼν πολύτιμον, οὐκ ὢν τεχνίτης, ἂν καταφρονήσῃ ταύτης, μεγάλως ζημιωθήσεται, οἷον ἢ μαργαρίτας, ἢ κόχλον, ἢ ἕτερόν τι τοιοῦτον· οὕτω δὴ καὶ ἡμεῖς ἐὰν ἀγνοήσωμεν τὴν ἡμετέραν φύσιν, σφόδρα αὐτῆς καταφρονήσομεν· ἂν δὲ γνῶμεν, πολλὴν ἐπιδειξόμεθα  σπουδὴν,  καὶ  τὰ  μέγιστα  καρπωσόμεθα.  Ἀπὸ  γὰρ  ταύτης  ἱμάτιον γίνεται  βασιλικὸν, ἀπὸ ταύτης  οἰκία  γίνεται  βασιλικὴ, ἀπὸ ταύτης  μέλη  γίνεται βασιλικά· πάντα βασιλικά. Μὴ δὴ καταχρησώμεθα εἰς βλάβην τῇ οἰκείᾳ φύσει. Βραχύ τι παρ' ἀγγέλους ἡμᾶς ἠλάττωσε, τῷ θανάτῳ λέγω· ἀλλὰ καὶ τοῦτο ἀπειλήφαμεν τὸ βραχύ.  Οὐδὲν  οὖν   τὸ  κωλύον   ἡμᾶς  ἀγγέλων   γενέσθαι   ἐγγὺς,   ἂν   θέλωμεν. Θελήσωμεν τοίνυν, θελήσωμεν, καὶ ἐξασκήσαντες ἑαυτοὺς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ  Πνεύματι, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.



ΛΓʹ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων· Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν.

αʹ. Ἐπίσκοπος ἦν τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας οὗτος· διὸ καὶ ὕστερος λέγει· καὶ τὸ, Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐνταῦθα πληροῦται. Ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων, ἀπό τε παλαιῶν βεβαιουμένου  τῶν  προφητῶν  τὸν  λόγον.  Οὐ γὰρ εἶχέ  τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος, καθάπερ Παῦλος. Καὶ καλῶς οἰκονομεῖται δι' ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐπιχωριάζειν τοῖς Ἱεροσολύμοις, τοῦτόν τε τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώμης. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο. Τινὲς τοῦτον  εἶναί  φασι τὸν  ὑπὸ τοῦ Λουκᾶ εἰρημένον· ἄλλοι δὲ ἕτερον ὁμώνυμον τούτῳ. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνός ἐστιν, οὐκ ἀκριβολογεῖσθαι  χρὴ, ἀλλὰ  μόνον  ὡς  ἀναγκαῖα  δέχεσθαι, ἃ ἐξηγήσατο. Ἄνδρες, φησὶν, ἀδελφοί. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, καὶ τελειοτέρα αὕτη ἡ δημηγορία, ὅπου  γε  καὶ  τέλος  ἐπιτίθησι  τοῖς  πράγμασι. Καθὼς πρῶτον  ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν  ἐξ ἐθνῶν  λαὸν τῷ ὀνόματι αὐτοῦ. Καὶ τούτῳ συμφωνοῦσιν  οἱ λόγοι τῶν προφητῶν. Ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν, τὸ δὲ ἀξιόπιστον οὐκ εἶχε διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, λέγων· Καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων  τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά  μου  ἐπ'  αὐτοὺς,  λέγει  Κύριος ὁ  ποιῶν  ταῦτα  πάντα.  Τί οὖν;  ἠγέρθη  τὰ Ἱεροσόλυμα, ἀλλ' οὐχὶ  κατεσκάφη  μᾶλλον;  Ἀλλ' οὐ  περὶ  τούτων  αὐτῷ  εἴρηται ταῦτα. Καὶ ποίαν, φησὶ, λέγει ἔγερσιν; Τὴν μετὰ Βαβυλῶνα. Γνωστὰ ἀπ' αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου, ὅτι οὐδὲν καινὸν, ἀλλ' ἐξ ἀρχῆς ταῦτα προτετύπωτο. Καὶ τὸ ἀξίωμα πάλιν. ∆ιὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς  ἀπὸ  τῶν  ἐθνῶν  ἀποστρέφουσιν  ἐπὶ  τὸν  Θεὸν, ἀλλ'  ἐπιστεῖλαι  αὐτοῖς  τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς  κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.  Ἐπειδὴ οὐκ ἦσαν ἀκηκοότες τοῦ νόμου, εἰκότως ταῦτα ἐπιτάττει ἀπὸ τοῦ νόμου, ἵνα μὴ δόξῃ ἀκυροῦν αὐτόν. Καὶ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς ἀπὸ τοῦ νόμου ταῦτα ἀκούειν, ἀλλὰ παρ' ἑαυτοῦ, εἰπών· Κρίνω ἐγὼ, τουτέστιν, ἐξ ἐμαυτοῦ, οὐχὶ παρὰ τοῦ νόμου ἀκούσας. Εἶτα λοιπὸν κοινὸν τὸ δόγμα γίνεται. Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν  σὺν Παύλῳ  καὶ  Βαρνάβᾳ, Ἰούδαν  τὸν  ἐπικαλούμενον  Βαρσαβᾶν καὶ  Σίλαν,  ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε. Ὅρα αὐτοὺς οὐχ ἁπλῶς  ταῦτα  νομοθετοῦντας·  ὥστε  δὲ  ἀξιόπιστον  γενέσθαι  τὸ  δόγμα,   πέμπουσι τοὺς παρ' αὐτῶν, καὶ ἵνα ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον λοιπόν. Καὶ ὅρα πῶς   φορτικῶς   ἐκείνους   διαβάλλοντες   ἐπιστέλλουσιν.   Οἱ  ἀπόστολοι   καὶ   οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς, λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνειν αὐτοὺς τὰ τέκνα, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα. Ἀρκοῦσα αὕτη κατηγορία τῆς ἐκείνων προπετείας, καὶ ἀξία τῆς τῶν ἀποστόλων ἐπιεικείας οὐδὲν μακρότερον εἰρηκότων. Ἔδοξεν ἡμῖν γενομένοις   ὁμοθυμαδὸν,   ἐκλεξαμένους   ἄνδρας   πέμψαι   πρὸς  ὑμᾶς,  σὺν  τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνδράσι παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥστε δεῖξαι, ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι  ταῦτα  δοκεῖ,  ὅτι  μετὰ  ἐπισκέψεως  ταῦτα  γράφουσιν.  Ἐκλεξάμενοι,  εἶπεν, ἄνδρας ἐξ ἡμῶν. Εἶτα ἵνα μὴ δόξῃ διαβολὴ εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα τὰ ἐγκώμια αὐτῶν· Ἀνθρώποις, φησὶ, παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν  ὑπὲρ τοῦ ὀνόματος  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας  τὰ αὐτά. Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν. Ἄρα οὐδὲν ἀνθρώπινον,  εἰ Πνεύματι ταῦτα δοκεῖ. Μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος. Πάλιν βάρος τὸν νόμον καλεῖ. Εἶτα καὶ ὑπὲρ αὐτῶν τούτων  ἀπολογεῖται.  Πλὴν τῶν  ἐπάναγκες  τούτων,  ἀπέχεσθαι  εἰδωλοθύτων  καὶ πνικτοῦ καὶ πορνείας καὶ αἵματος, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ταῦτα ἡ Καινὴ οὐ διετάττετο· οὐδαμοῦ γὰρ περὶ τούτων  διελέχθη  ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ νόμου ταῦτα λαμβάνουσι. Καὶ πνικτοῦ, φησίν. Ἐνταῦθα τὸν φόνον ἀνείργει. Οἱ μὲν οὖν ἀπολυθέντες, ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Εἶτα δηλῶν, ὅτι κἀκεῖνοι αὐτοὺς παρεκάλεσαν, ἐπήγαγεν· Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν  μετ'  εἰρήνης  ὑπὸ  τῶν  ἀδελφῶν  πρὸς  τοὺς  ἀποστόλους.



βʹ. Οὐκέτι στάσεις καὶ μάχαι· διὸ καὶ βεβαιώσαντες αὐτοὺς ἀπῆλθον  μετ' εἰρήνης· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· καὶ λοιπὸν Παῦλος διδάσκει. Οὕτως οὐδεὶς τῦφος ἦν ἐν τῇ Ἐκκλησίᾳ, ἀλλὰ πολλὴ ἡ εὐταξία. Καὶ ὅρα, μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται,  καὶ οὐκ ἀποπηδᾷ· ἐκεῖνος  γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισμένος. Οὐδὲν Ἰωάννης ἐνταῦθα, οὐδὲν οἱ ἄλλοι ἀπόστολοι φθέγγονται,  ἀλλὰ σιγῶσι, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή.  Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ  εἰρημένα.  Μετὰ  δὲ  τὸ  σιγῆσαι  αὐτοὺς,  φησὶν, ἀπεκρίθη Ἰάκωβος, λέγων· Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ἐπεσκέψατο ὁ Θεός· ἐξ ἀρχῆς σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο, οὗτος δὲ ἡμερώτερον. Οὕτως ἀεὶ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ ποιεῖν, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων διαλέγεσθαι. Καλῶς εἶπε, Συμεὼν ἐξηγήσατο, ὡς κἀκεῖνον  ἑτέρων λέγειν γνώμην. Ὅρα πῶς δείκνυσι παλαιὸν ὂν τοῦτο. Λαβεῖν ἐξ ἐθνῶν λαὸν, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόματι αὐτοῦ· τουτέστι, τῇ δόξῃ αὐτοῦ. Οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προλήψει τῶν ἐθνῶν δόξαν καλῶν. Τοῦτο γὰρ μείζων δόξα. Ἐνταῦθά τι καὶ μέγα αἰνίττεται. Ποῖον τοῦτο; Ὅτι, φησὶ, πρὸ πάντων οὗτοι. Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω, φησὶ, τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν.  Εἴ τις ἀκριβῶς σκοποίη, νῦν τὴν βασιλείαν ἱσταμένην τοῦ ∆αυῒδ εὕροι. Τοῦ ἐκγόνου γὰρ αὐτοῦ βασιλεύοντος, πανταχοῦ ἕστηκεν αὕτη. Τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων  οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων  ἐπιδοῦναι; Ὥστε οὐ μόνον  ἕστηκεν, ἀλλὰ καὶ λαμπροτέρα πάντων  γέγονε· πανταχοῦ  γὰρ νῦν  τῆς οἰκουμένης  ᾄδεται. Ἐκεῖνο ἐξέβη· οὐκοῦν  καὶ τοῦτο  ἐκβῆναι  δεῖ. Εἰπὼν δὲ, Καὶ ἀνοικοδομήσω,  ἐπάγει  καὶ τὴν  αἰτίαν  τοῦ  διὰ τί,  λέγων·  Ὅπως ἐκζητήσωσιν  οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Εἰ τοίνυν διὰ τοῦτο ἐξανέστη ἡ πόλις διὰ τὸν ἐξ αὐτῶν, δῆλον ὅτι τῆς οἰκοδομῆς τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι. Τίνες εἰσὶν Οἱ κατάλοιποι; Οἱ ὑπολειπόμενοι  τότε. Ἀλλ' ὅρα αὐτὸν καὶ τὴν τάξιν φυλάττοντα,  καὶ δευτέρους αὐτοὺς εἰσάγοντα. Λέγει Κύριος, ὁ ποιῶν, φησὶ, ταῦτα πάντα. Οὐ λέγει μόνον, ἀλλὰ καὶ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἡ κλῆσις τῶν ἐθνῶν. Ἄλλο ἦν   τὸ   ζητούμενον,   ὅπερ   σαφέστερον   καὶ   Πέτρος   ἔλεγεν·   οὐ   δεῖ   αὐτοὺς περιτέμνεσθαι. Τί τοίνυν  ταῦτα  δημηγορεῖς; Οὐ γὰρ δὴ τοῦτο ἔλεγον,  ὅτι οὐ δεῖ αὐτοὺς  δέχεσθαι  πιστεύοντας,  ἀλλ' ὅτι  μετὰ  νόμου.  Καὶ τοῦτο  ὁ Πέτρος καλῶς ἐδημηγόρησεν· ἀλλ' ἐπειδὴ  τοῦτο  ἐθορύβει μάλιστα πάντων  τοὺς ἀκροατὰς, καὶ τοῦτο θεραπεύει πάλιν. Καὶ ὅρα, ὅπερ ἐχρῆν νομοθετηθῆναι,  ὅτι οὐ δεῖ φυλάττειν τὸν νόμον, ὁ Πέτρος εἰσήγαγε· τὸ δὲ ἡμέτερον, καὶ πάλαι παραδεχθὲν, τοῦτο οὗτός φησι, καὶ ἐνδιατρίβει ἐκείνῳ, ὑπὲρ οὗ οὐδὲν γέγραπται, ἵνα αὐτῶν θεραπεύσας τὴν διάνοιαν  τῷ  συγκεχωρημένῳ,  εὐκαίρως  εἰσαγάγῃ  καὶ  τοῦτο.  ∆ιὸ ἐγὼ  κρίνω  μὴ παρενοχλεῖν  τοῖς ἀπὸ τῶν ἐθνῶν  ἐπιστρέφουσι· τουτέστι, μὴ ἀνατρέπειν. Εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦμεν. Καὶ καλῶς εἶπε, Τοῖς ἀπὸ τῶν  ἐθνῶν  ἐπιστρέφουσι, δηλῶν  καὶ τοῦ Θεοῦ τὴν ἄνωθεν περὶ αὐτοὺς οἰκονομίαν, καὶ τὸ τούτων καταπειθὲς καὶ ἕτοιμον εἰς τὴν κλῆσιν. Τί ἐστι, Κρίνω ἐγώ; Ἀντὶ τοῦ, μετ' ἐξουσίας λέγω τοῦτο εἶναι. Ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι, φησὶν, ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, ἀλλ' ἀναγκαῖαι φυλάττεσθαι, ἐπειδὴ μεγάλα εἰργάζοντο κακά. Καὶ ἵνα μή τις ἀνθυπενέγκῃ, ∆ιὰ τί μὴ καὶ Ἰουδαίοις τὰ αὐτὰ ἐπιστέλλομεν; ἐπήγαγε λέγων· Μωϋσῆς ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας ἑαυτὸν ἔχει; τουτέστι, Μωϋσῆς αὐτοῖς διαλέγεται συνεχῶς. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.  Ὅρα πόση ἡ συγκατάβασις. Ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτοῖς διδάσκαλον, καὶ ἐχαρίσατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ κατὰ πάντα, καὶ ἀπάγων τοὺς ἐξ ἐθνῶν·  εἶτα  δι' ὧν  ἔδοξεν  αὐτὸν  τιμᾷν,  καὶ ἐφιστάναι  τοῖς  ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἔθνη ἐξ αὐτοῦ. ∆ιὰ τί οὖν μὴ παρ' αὐτοῦ μανθάνουσι; ∆ιὰ  τὴν οἰκείαν ἀπείθειαν. Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν. Εἰ δὲ οὐκ ἐπιστέλλομεν,  οὐχ ὡς ὀφειλόντων  αὐτῶν  πλέον  τι φυλάττειν,  ἀλλ' ὡς ἐχόντων  τὸν λέγοντα.  Καὶ οὐκ εἶπε, Μὴ σκανδαλίζειν αὐτοὺς μηδὲ καταστρέφειν, ὅπερ Παῦλος λέγει Γαλάταις, ἀλλὰ, Μὴ παρενοχλεῖν·  ὅπερ οὐδὲν δείκνυσιν ὃν τὸ κατόρθωμα, ἀλλ' ἢ μόνον ἐνόχλησιν. Οὕτως ἐξέλυσε τὸ πᾶν. Καὶ δοκεῖ μὲν καὶ τὸν νόμον τηρεῖν τῷ ἐξ αὐτοῦ ταῦτα λαβεῖν, ἔλυσε δὲ αὐτὸν τῷ μόνα λαβεῖν. Καίτοι γε πολλάκις  αὐτοῖς ὑπὲρ τούτων  διελέχθη·  ἀλλ' ἵνα δόξῃ καὶ τὸν νόμον  τιμᾷν, καὶ ταῦτα οὐχ ὡς ἀπὸ Μωϋσέως λέγων, ἀλλ' ὡς ἀπὸ τῶν ἀποστόλων, καὶ ἵνα πολλὰς ποιήσῃ   τὰς   ἐντολὰς,   τὴν   μίαν   διεῖλε.   Τοῦτο   μάλιστα   αὐτοὺς   ἀνέπαυσεν. Οἰκονομικῶς δὲ γέγονε καὶ ἡ ἀντιλογία, ἵνα μετὰ τὴν ἀντιλογίαν  βεβαιότερον ἦ τὸ δόγμα. Τότε ἔδοξε τοῖς ἀποστόλοις, φησὶν, ἄνδρας ἡγουμένους  ἐν τοῖς ἀδελφοῖς πέμψαι. Οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς ἡγουμένους πέμπουσιν ἐκλεξάμενοι· Τοῖς κατὰ Ἀντιόχειαν, φησὶ, καὶ Συρίαν καὶ Κιλικίαν, ἔνθα τὸ νόσημα ἐτέχθη.



γʹ. Ὅρα μηδὲν φορτικὸν  κατ' ἐκείνων  λέγοντας, ἀλλ' εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον·  τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει. Οὐκ εἶπον, ὅτι οἱ ἀπατεῶνες,  οἱ λυμεῶνες,  καὶ ὅσα τοιαῦτα· καίτοι  ἔνθα  ἐχρῆν, ποιεῖ  αὐτὸ Παῦλος, ὡς ὅταν λέγῃ· Ὢ πλήρης παντὸς δόλου· ἐνταῦθα δὲ κατορθωθέντος, οὐκ ἔτι χρεία ἦν. Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡμῶν ἐκέλευσαν ὑμᾶς τὸν νόμον τηρεῖν· ἀλλ', Ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες. Οὐδὲν κυριώτερον τῆς λέξεως· οὐδεὶς οὕτως  εἶπε.  Τὰς ἤδη  βεβαιωθείσας  ψυχὰς,  φησὶν,  ἀνασκευάζοντες,  καθάπερ  ἐπὶ οἰκοδομῆς  τὰ  ὑπ'  ἐκείνων  γεγενημένα  τιθέντες.  Οἷς, φησὶν,  οὐ  διεστειλάμεθα. Ἔδοξεν οὖν  ἡμῖν  γενομένοις  ὁμοθυμαδὸν  σὺν  τοῖς  ἀγαπητοῖς.  Εἰ ἀγαπητοὶ,  οὐ καταφρονήσουσιν αὐτῶν· εἰ παρέδωκαν τὰς ψυχὰς, καὶ αὐτοὶ ἀξιόπιστοί εἰσιν. Ἀπεστάλκαμεν οὖν, φησὶν, Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ  αὐτά.  Ἔδει  γὰρ  μὴ  τὴν  ἐπιστολὴν   παρεῖναι  μόνον,  ἵνα  μὴ  λέγωσιν,  ὅτι συνήρπασαν, ὅτι ἄλλα ἀντ' ἄλλων  εἶπαν. Τὸ ἐγκώμιον  τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόματα. ∆ιὰ γὰρ τοῦτο οὔτε Παῦλος ἔρχεται μόνον οὔτε Βαρνάβας, ἀλλὰ καὶ ἄλλοι ἀπὸ τῆς Ἐκκλησίας, ἵνα μὴ ὕποπτος ᾖ, ἐπειδὴ αὐτὸς ἀντελαμβάνετο  τοῦ δόγματος,  οὔτε  οἱ  ἀπὸ  Ἱεροσολύμων  μόνοι.  ∆είκνυσι πῶς  ἀξιόπιστοί  εἰσιν· οὐκ ἐξισοῦντες ἑαυτοὺς, φησίν· οὐχ οὕτω μαίνονται.  ∆ιά τοι τοῦτο καὶ τὸ, Ἀνθρώποις παραδεδωκόσι  τὰς  ψυχὰς  αὐτῶν  ὑπὲρ  τοῦ  ὀνόματος  τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ Χριστοῦ, προσέθηκε· καὶ τίνος  ἕνεκεν  εἶπεν,  Ἔδοξε τῷ ἁγίῳ  Πνεύματι καὶ ἡμῖν, καίτοι ἤρκει εἰπεῖν, Τῷ ἁγίῳ Πνεύματι; Τὸ μὲν, Τῷ ἁγίῳ Πνεύματι, ἵνα μὴ νομίσωσιν ἀνθρώπινον  εἶναι· τὸ δὲ, Ἡμῖν, ἵνα διδαχθῶσιν, ὅτι καὶ αὐτοὶ καὶ ἀποδέχονται, καὶ ἐν περιτομῇ ὄντες. Μηδὲν πλέον, φησὶν, ἐπιτίθεσθαι βάρος ὑμῖν. Ταῦτα λέγουσιν, ἐπειδὴ πρὸς ἀνθρώπους  ἀσθενεῖς ἔτι ὁ λόγος  ἦν, καὶ πεφοβημένους  αὐτούς· διὰ τοῦτο καὶ τοῦτο πρόσκειται. ∆είκνυσι δὲ οὐχὶ συγκαταβάσεως ὄντα τὸν λόγον, οὐδὲ ἐπειδὴ ἐφείδοντο  αὐτῶν  οὐδὲ ὡς ἀσθενῶν· ἀλλὰ τοὐναντίον·  πολλὴ γὰρ καὶ τῶν διδασκάλων  αἰδὼς  ἦν· ἐκεῖνο  γὰρ περιττὸν  βάρος ἦν.  Ὅρα βραχεῖαν  ἐπιστολὴν οὐδὲν πλέον ἔχουσαν, οὐδὲ κατασκευὰς οὐδὲ συλλογισμοὺς, ἀλλ' ἐπίταγμα· Πνεύματος γὰρ ἦν  νομοθεσία. Ἄνω  καὶ  κάτω   βάρος καλοῦσι. Καὶ πάλιν συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Μετὰ τὴν ἐπιστολὴν καὶ αὐτοὶ παρακαλοῦσι τῷ λόγῳ· ἔδει γὰρ καὶ τοῦτο, ὥστε πάσης ὑποψίας ἀπαλλαγῆναι.  Καὶ αὐτοὶ, φησὶ, προφῆται  ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς. Τὸ ἀξιόπιστον ἐνταῦθα  δείκνυσιν. Ἐδύνατο μὲν γὰρ καὶ Παῦλος· ἀλλὰ τούτους ἔδει. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ' εἰρήνης. Οὐκ ἔτι στάσις, οὐκ ἔτι ἀποστροφή. Ἐνταῦθά μοι δοκεῖ τὴν δεξιὰν αὐτοὺς εἰληφέναι, καθὼς αὐτός φησι, ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας. Εἶτα λέγει, ὅτι Οὐδέν μοι προσανέθεντο. Τὴν γὰρ αὐτοῦ γνώμην ἐκύρωσαν· ἐπῄνεσαν αὐτὴν καὶ ἐθαύμασαν. ∆είκνυσιν, ὅτι καὶ ἀπὸ ἀνθρωπίνων  λογισμῶν τοῦτο δυνατὸν συνιδεῖν, μήτι γε ἀπὸ Πνεύματος μόνον, ὅτι ἥμαρτον ἁμαρτίαν οὐκ εὔκολον διορθωθῆναι· τὰ γὰρ τοιαῦτα οὐ Πνεύματος δεῖται.
∆είκνυσιν, ὅτι τὰ ἄλλα οὐκ ἀναγκαῖα, ἀλλὰ περιττὰ, εἴ γε ταῦτα ἀναγκαῖα. Ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, φησὶν, εὖ πράξετε. ∆είκνυσιν, ὅτι οὐδὲν αὐτοῖς λείπει, ἀλλ' ἀρκεῖ τοῦτο. Ἠδύνατο μὲν γὰρ καὶ χωρὶς γραμμάτων, ἀλλ' ὥστε νόμον εἶναι ἔγγραφον, ἐπιστέλλουσι. Καὶ πάλιν, ὥστε πεισθῆναι τῷ νόμῳ, καὶ ἐκείνοις ἔλεγον, καὶ  ἐκεῖνοι  τοῦτο  ἐποίουν,  καὶ  μετ'  εἰρήνης.  Μὴ δὴ  σκανδαλιζώμεθα  ἐπὶ  τοῖς αἱρετικοῖς. Ὅρα γὰρ ἐν προοιμίοις τοῦ κηρύγματος πόσα σκάνδαλα· οὐ λέγω τὰ παρὰ τῶν ἔξωθεν· ταῦτα γὰρ οὐδὲν ἦν· ἀλλὰ τὰ ἔνδον. Οἷον πρῶτον, ὁ Ἀνανίας, ἔπειτα ὁ γογγυσμὸς, ἔπειτα Σίμων ὁ Μάγος, ἔπειτα οἱ ἐγκαλοῦντες  Πέτρῳ διὰ Κορνήλιον, ἔπειτα ὁ λιμὸς, ἔπειτα αὐτὸ τοῦτο τὸ κεφάλαιον  τῶν κακῶν. Οὐδὲ γὰρ ἔνι καλοῦ τινος  γινομένου  μὴ  συνυφεστάναι  καὶ  πονηρόν.  Μὴ δὴ  θορυβώμεθα,  εἴ  τινες σκανδαλίζονται, ἀλλὰ καὶ ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι εὐδοκιμωτέρους ἡμᾶς ποιεῖ. Οὐ γὰρ δὴ αἱ θλίψεις μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ πειρασμοὶ λαμπροτέρους ἡμᾶς ἐργάζονται. Ὁ μὲν γὰρ, μηδενὸς ὄντος τοῦ πλανῶντος, τῆς ἀληθείας ἐχόμενος, οὐκ  ἂν  εἴη  σφοδρὸς  ἐραστὴς  τῆς  ἀληθείας·  ὁ  δὲ  πολλῶν   ἀφελκόντων,   οὗτος εὐδόκιμος. Τί οὖν; διὰ τοῦτο γίνεται  τὰ σκάνδαλα; Οὐ λέγω,  ὡς τοῦ Θεοῦ ταῦτα ποιοῦντος· μὴ γένοιτο· ἀλλὰ καὶ ὡς ἀπὸ τῆς ἐκείνων πονηρίας εὐεργετοῦντος ἡμᾶς· ἐπεὶ αὐτὸς οὐδέποτε ἐβούλετο γενέσθαι. ∆ὸς αὐτοῖς, φησὶν, ἵνα ἓν ὦσιν· ἐπειδὴ δὲ γίνεται τὰ σκάνδαλα, οὐδὲν τούτους βλάπτει, ἀλλὰ καὶ ὠφελεῖ. Ὥσπερ οὖν καὶ τοὺς μάρτυρας ἄκοντες ὠφελοῦσιν  οἱ ἐπὶ τὸ μαρτύριον ἕλκοντες, οὐ μὴν ὑπὸ τοῦ Θεοῦ ὠθοῦνται πρὸς τοῦτο· οὕτω δὴ καὶ ἐνταῦθα, μὴ ἴδωμεν ὅτι σκανδαλίζονται. Τοῦτο αὐτὸ τεκμήριον τοῦ σπουδαῖον εἶναι τὸ δόγμα, τὸ πολλοὺς ὑποκρίνεσθαι καὶ μιμεῖσθαι· οὐ γὰρ ἂν, εἰ μὴ καλὸν  ἦν, ὑπεκρίνοντο.  Καὶ τοῦτο ἤδη ποιήσω ὑμῖν φανερόν.



 δʹ. Τὰ μύρα τὰ εὐώδη ταῦτα  ἔχει τοὺς νοθεύοντας  αὐτὰ, οἷον  φύλλον ἄμωμον. Ἐπειδὴ γὰρ σπάνιά ἐστι καὶ ἀναγκαῖα, πολλὰ καὶ νόθα γίνεται. Οὐδεὶς οὖν ἂν ἕλοιτο  ἄλλο  τι τῶν  εὐτελῶν  νοθεῦσαι. Ὁ βίος ὁ καθαρὸς πολλοὺς  ἔχει τοὺς  νοθεύοντας·  οὐδεὶς  δὲ ἂν  ἕλοιτο  ὑποκρίνεσθαι  τὸν  ἐν  φαυλότητι,  ἀλλὰ  τὸν  ἐν μοναδικῷ βίῳ. Τί οὖν ἂν εἴποιμεν πρὸς τοὺς Ἕλληνας; Ἔρχεται Ἕλλην καὶ λέγει, ὅτι Βούλομαι γενέσθαι Χριστιανὸς, ἀλλ' οὐκ οἶδα τίνι προσθῶμαι· μάχη παρ' ὑμῖν
πολλὴ καὶ στάσις, πολὺς θόρυβος· ποῖον ἕλωμαι δόγμα; τί αἱρήσομαι; Ἕκαστος λέγει, ὅτι Ἐγὼ ἀληθεύω. Τίνι πεισθῶ, μηδὲν ὅλως εἰδὼς ἐν ταῖς Γραφαῖς; Κἀκεῖνοι τὸ αὐτὸ προβάλλονται.  Πάνυ γε τοῦτο ὑπὲρ ἡμῶν. Εἰ μὲν  γὰρ λογισμοῖς ἐλέγομεν πείθεσθαι, εἰκότως ἐθορύβου· εἰ δὲ ταῖς Γραφαῖς λέγομεν πιστεύειν, αὗται δὲ ἁπλαῖ καὶ ἀληθεῖς, εὔκολόν σοι τὸ κρινόμενον. Εἴ τις ἐκείναις συμφωνεῖ, οὗτος Χριστιανός· εἴ τις μάχεται, οὗτος πόῤῥω τοῦ κανόνος τούτου. Τί οὖν, ἂν ἐκεῖνος ἐλθὼν  εἴπῃ,
τοῦτο ἔχειν τὴν Γραφὴν, σὺ δὲ ἕτερον λέγῃς, καὶ ἄλλως παρεξηγῆσθε τὰς Γραφὰς, τὰς διανοίας αὐτῶν ἕλκοντες; Σὺ οὖν, εἰπέ μοι, νοῦν οὐκ ἔχεις οὐδὲ κρίσιν; Καὶ πῶς ἂν δυναίμην, φησὶ, μηδὲ εἰδὼς κρίνειν τὰ ὑμέτερα; μαθητὴς βούλομαι γενέσθαι, σὺ δέ με ἤδη διδάσκαλον ποιεῖς. Ἂν ταῦτα λέγῃ, τί, φησὶν, ἀποκρινώμεθα; πῶς αὐτὸν πείσομεν; Ἐρωτήσωμεν, εἰ μὴ σκῆψις ταῦτα καὶ πρόφασις· ἐρωτήσωμεν, εἰ κατέγνω τῶν  Ἑλλήνων.  Πάντως  τι  ἐρεῖ· οὐ γὰρ  δὴ  μὴ καταγνοὺς,  ἐπὶ  τὰ  ἡμέτερα ἥξει. Ἐρωτήσωμεν τὰς αἰτίας, δι' ἃς κατέγνω· οὐ γὰρ δὴ ἁπλῶς κατέγνω. Εὔδηλον ὅτι ἐρεῖ διὰ τὸ κτίσματα εἶναι καὶ μὴ εἶναι ἄκτιστον Θεόν. Καλῶς. Ἂν οὖν τοῦτο μὲν εὕρῃ παρὰ ταῖς ἄλλαις  αἱρέσεσι, τὸ δὲ ἐναντίον  παρ' ἡμῖν, ποίου λόγου χρεία; Πάντες ὁμολογοῦμεν,  ὅτι  ὁ  Χριστὸς Θεός. Ἀλλ'  ἴδωμεν  τίνες  μάχονται,  καὶ  τίνες  οὐ μάχονται. Ἡμεῖς λέγοντες Θεὸν, ἄξια Θεοῦ καὶ φθεγγόμεθα, ὅτι ἐξουσίαν ἔχει, ὅτι οὐκ ἔστι δοῦλος, ὅτι ἐλεύθερος, ὅτι ἀφ' ἑαυτοῦ πάντα ποιεῖ· ἐκεῖνος δὲ τοὐναντίον. Πάλιν ἐρωτῶ, εἰ ἰατρὸς μέλλοις μανθάνειν,  ἆρα ἁπλῶς καὶ ὡς ἔτυχεν, εἰπέ μοι, τὰ λεγόμενα καταδέχῃ; καίτοι πολλὰ παρ' ἐκείνοις δόγματα. Εἰ μὲν οὖν ἁπλῶς, ἅπερ ἂν ἀκούσῃς, καταδέχῃ, οὐκ ἔστι τοῦτο ἀνδρός· εἰ δὲ κρίσιν ἔχεις καὶ νοῦν, πάντως εἴσῃ τὸ καλόν. Υἱὸν λέγομεν ἡμεῖς, ἐπαληθεύομεν ὃ λέγομεν· ἐκεῖνοι δὲ λέγουσι μὲν, οὐχ ὁμολογοῦσι δέ. Ἵνα δὲ καὶ σαφέστερον εἴπω, ἐκεῖνοι ἔχουσί τινας ἀφ' ὧν καλοῦνται, αὐτοῦ τοῦ αἱρεσιάρχου δηλονότι  τὸ ὄνομα, καὶ ἑκάστη αἵρεσις ὁμοίως· παρ' ἡμῖν ἀνὴρ μὲν  οὐδεὶς  ἔδωκεν  ἡμῖν  ὄνομα, ἡ δὲ πίστις  αὐτή. Ἀλλὰ σκῆψις τοῦτο  καὶ πρόφασις. ∆ιὰ τί γὰρ, εἰπέ μοι, ἂν μὲν ἱμάτιον μέλλῃς πρίασθαι, καίτοι γε ὑφαντικῆς ἄπειρος ὢν τέχνης, οὐ λέγεις ταῦτα τὰ ῥήματα, ὅτι Οὐκ οἶδα ἀγοράσαι, ἐμπαίζουσί μοι· ἀλλὰ πάντα ποιεῖς ὥστε μαθεῖν; Κἂν ἄλλο ὁτιοῦν βουληθῇς ὠνήσασθαι, πάντα ποιεῖς πολυπραγμονῶν·  ἐνταῦθα δὲ ταῦτα λέγεις. Ὥστε ἐπὶ τῷ λόγῳ τούτῳ οὐδὲν ὅλως καταδέξῃ. Ἔστω γάρ τις μηδὲν ὅλως δόγμα ἔχων, ἂν κἀκεῖνος λέγῃ ὃ περὶ τῶν Χριστιανῶν σὺ, Τοσοῦτον πλῆθος ἀνθρώπων  ἐστὶ, καὶ δόγματα ἔχουσι διάφορα· ὁ μὲν Ἕλλην ἐστὶν, ὁ δὲ Ἰουδαῖος, ὁ δὲ Χριστιανός· οὐδὲ ἓν δεῖ δόγμα καταδέξασθαι· ἀλλήλοις γὰρ πολεμοῦσιν· ἐγὼ δὲ μαθητής εἰμι, καὶ κριτὴς οὐ βούλομαι εἶναι, οὐδὲ ἕξω καταγινώσκειν ἑνὸς δόγματος· οὐκέτι σοι αὕτη λοιπὸν ἡ πρόφασις χώραν ἔχει. Καθάπερ γὰρ  ἴσχυσαν  τὸ  νόθον  ἐκβαλεῖν,  οὕτως  ἰσχύσεις  καὶ  ἐνταῦθα  ἐλθὼν δοκιμάσαι τὸ λυσιτελές. Ὁ μὲν γὰρ μηδενὸς ὅλως δόγματος καταγνοὺς,  εὐκόλως ταῦτα  ἐρεῖ· ὁ δὲ καταγνοὺς,  κἂν  μηδὲν  ᾑρημένος  ᾖ, ὁδῷ  προβαίνων  δυνήσεται συνιδεῖν τὸ δέον. Μὴ δὴ σκηπτώμεθα μηδὲ προφασιζώμεθα· πάντα γὰρ ῥᾴδια. Βούλει σοι δείξω, ὅτι πρόφασίς ἐστι ταῦτα; Τὰ πρακτέα, καὶ τὰ μὴ πρακτέα οἶδας; διὰ τί οὖν τὰ πρακτέα μὴ πράττεις, ἀλλὰ τὰ μὴ πρακτέα; Πρᾶξον ἐκεῖνα, καὶ ὀρθῷ λογισμῷ ζήτησον παρὰ τοῦ Θεοῦ, καὶ αὐτός σοι πάντως  ἀποκαλύψει.  Οὐκ ἔστι προσωπολήπτης,  φησὶν,  ὁ  Θεός· ἀλλ'  ἐν  παντὶ  ἔθνει  ὁ  φοβούμενος  αὐτὸν,  καὶ ἐργαζόμενος  δικαιοσύνην,  δεκτὸς  αὐτῷ  ἐστιν.  Οὐκ ἔστι  τὸν  χωρὶς  προλήψεως ἀκούοντα  μὴ  πείθεσθαι.  Ὥσπερ γὰρ  εἰ  κανών   τις  ἦν,  πρὸς  ὃν   πάντα ἀπευθύνεσθαι ἐχρῆν, οὐ πολλῆς ἔδει σκέψεως, ἀλλὰ τὸν παραμετροῦντα εὔκολον ἦν λαβεῖν·  οὕτως  καὶ  νῦν.  Πῶς οὖν  οὐ  συνορῶσι; Πολλὰ ποιεῖ,  καὶ  πρόληψις  καὶ ἀνθρώπιναι  αἰτίαι. Τοῦτο καὶ περὶ ἡμῶν, φησὶ, καὶ ἐκεῖνοι λέγουσι. Πῶς; Μὴ γὰρ ἀπεσχίσμεθα τῆς Ἐκκλησίας; μὴ γὰρ αἱρεσιάρχας ἔχομεν; μὴ γὰρ ἀπ' ἀνθρώπων καλούμεθα; μὴ γὰρ προηγούμενος ἡμῶν τίς ἐστιν, ὥσπερ τῷ μὲν Μαρκίων, τῷ δὲ Μανιχαῖος,  τῷ  δὲ  Ἄρειος,  τῷ  δὲ  ἄλλος  τις  αἱρέσεως  ἀρχηγός;  Εἰ δὲ  καὶ  ἡμεῖς προσηγορίαν τινὸς ἔχομεν, ἀλλ' οὐ τοὺς τῆς αἱρέσεως ἄρξαντας, ἀλλὰ τοὺς προστάντας ἡμῶν καὶ κυβερνήσαντας τὴν Ἐκκλησίαν. Οὐκ ἔχομεν διδασκάλους ἐπὶ τῆς  γῆς· μὴ γένοιτο·  ἕνα  ἔχομεν  τὸν  ἐν  τοῖς  οὐρανοῖς. Κἀκεῖνοι, φησὶ, τὰ αὐτὰ προβάλλονται. Ἀλλ' ἐφέστηκε τὸ ὄνομα κατηγοροῦν αὐτῶν, καὶ ἐμφράττον τὰ στόματα. Πολλοὶ γεγόνασιν  Ἕλληνες, καὶ οὐδεὶς ταῦτα  ἠρώτησε, καὶ παρὰ φιλοσόφοις ἦν ταῦτα, καὶ οὐδεὶς ἐκωλύθη τῶν τὴν ὀρθὴν αἵρεσιν ἐχόντων. ∆ιὰ τί μὴεἶπον ὅτε ταῦτα ἐκίνουν, ὅτι καὶ οὗτοι κἀκεῖνοι Ἰουδαῖοι· τίνι δεῖ ἡμᾶς πείθεσθαι; Ἀλλ' ἐπείσθησαν ὡς ἔδει. Οὐκοῦν καὶ ἡμεῖς πειθώμεθα τοῖς τοῦ Θεοῦ νόμοις, καὶ πάντα   πράττωμεν   κατὰ   τὸ   αὐτῷ   δοκοῦν,   καὶ   κατὰ   τὴν   αὐτοῦ   βούλησιν πολιτευσώμεθα, ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, ἵνα μετὰ ἀρετῆς τὸν ὑπόλοιπον χρόνον  τῆς ζωῆς ἡμῶν  διανύσαντες,  τῶν  ἐπηγγελμένων  ἀγαθῶν  τοῖς  ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν  δυνησώμεθα, καὶ σὺν τοῖς εὐαρεστήσασιν αὐτῷ τιμῆς ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ Πνεύματος, τῆς μιᾶς καὶ ἀληθοῦς θεότητος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |