ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν

Σάββατο 22 Οκτωβρίου 2016

Ηʹ Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Ηʹ Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.

αʹ. Πανταχοῦ  φαίνονται  οὗτοι  πολλὴν  ἔχοντες  πρὸς ἀλλήλους  ὁμόνοιαν. Τούτῳ νεύει  ὁ Πέτρος· ὁμοῦ εἰς τὸν  τάφον  ἔρχονται  οὗτοι· περὶ αὐτοῦ φησι τῷ Χριστῷ, Οὗτος δὲ τί; Τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· ὃ δὲ πολλὴν  εἶχε  τὴν  ἔκπληξιν  καὶ  πάντας  ἐξένιζε,  λέγει.  Καὶ ὅρα πάλιν  αὐτοὺς  οὐ προηγουμένως ἐπ' αὐτὸ ἐρχομένους· οὕτω φιλοτιμίας ἦσαν καθαροὶ, καὶ τὸν διδάσκαλον ἐμιμοῦντο τὸν αὐτῶν. Τί δαὶ ἀνῄεσαν εἰς τὸ ἱερόν; ἆρα ἔτι Ἰουδαϊκῶς ἔζων; Οὐχί· ἀλλὰ χρησίμως τοῦτο ποιοῦσι. Γίνεται γὰρ σημεῖον πάλιν  ἐκείνους τε βεβαιοῦν καὶ τοὺς ἄλλους ἐφελκόμενον· καὶ σημεῖον, οἷον οὔπω ἦσαν ποιήσαντες. Φυσικὸν τὸ πάθος ἦν, καὶ κρεῖττον τέχνης ἰατρικῆς.


Μᾶλλον δὲ τεσσαράκοντα ἔτη ἦν πεποιηκὼς  ἐν τῇ χωλείᾳ,  καθὼς  προϊών  φησι, καὶ οὐδεὶς αὐτὸν  ἐν παντὶ  τῷ χρόνῳ ἐθεράπευσεν. Ἴστε δὲ, ὅτι ταῦτα μάλιστα δυσκολώτερα, ἅπερ ἂν ἐκ γενετῆς εἴη. Τοσοῦτον ἦν τὸ δεινὸν, ὅτι οὐδὲ τὴν ἀναγκαίαν τροφὴν πορίζεσθαι δυνατὸς ἦν ἑαυτῷ. Καὶ ἐπίσημος δὲ ὑπῆρχεν  ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ πάθους· καὶ πῶς, ἄκουε. Καί τις ἀνὴρ χωλὸς, φησὶν, ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν  καθ' ἡμέραν εἰς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην  Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην  παρὰ τῶν  εἰσπορευομένων  εἰς τὸ ἱερόν. Ἐλεημοσύνην λαβεῖν  ἄρα ἐζήτει, καὶ οὐκ ᾔδει, τίνες ἦσαν οἱ ἄνδρες Ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην  μέλλοντας εἰσιέναι  εἰς τὸ ἱερὸν, ἠρώτα  ἐλεημοσύνην  λαβεῖν.  Ἀτενίσας δὲ Πέτρος εἰς  αὐτὸν  σὺν τῷ  Ἰωάννῃ,  εἶπεν· Βλέψον εἰς ἡμᾶς. Τοῦτο ἀκούει· ὁ δὲ οὐδὲ οὕτως ἀνίσταται,   ἀλλ'   ἔτι   μένει   διενοχλῶν.    Τοιοῦτον   γὰρ   ἡ   πενία,   καὶ   δοῦναι ἀπαγορεύοντας  ἐπιμένει  καὶ ἀναγκάζει.  Αἰσχυνθῶμεν  οἱ ἐν ταῖς  εὐχαῖς ἀποπηδῶντες. Ὅρα δέ μοι τὴν ἐπιείκειαν πῶς ἔδειξε Πέτρος εὐθὺς εἰπὼν, Βλέψον εἰς ἡμᾶς. Οὕτως αὐτῶν  τὸ σχῆμα αὐτόθεν  ἐδείκνυ τὸν τρόπον. Ὁ δὲ ἐπεῖχεν  αὐτοῖς, προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Οὐκ εἶπεν, ὅτι Τοῦ ἀργυρίου πολλῷ  βέλτιόν  σοι δίδωμι· ἀλλὰ τί; Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρεν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Πολλάκις λόγῳ ἐθεράπευσε, πολλάκις ἔργω, πολλάκις καὶ τὴν χεῖρα προσήγαγεν, ὅπου ἦσανἀσθενέστεροι κατὰ τὴν πίστιν, ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γίνεσθαι. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς, ἤγειρε. Τοῦτο ἐποίησε δήλην τὴν ἀνάστασιν· ἀναστάσεως γὰρ ἦν εἰκών.  Καὶ παραχρῆμα ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά. Καὶ ἐξαλλόμενος ἔστη, καὶ περιεπάτει. Πειράζων ἴσως ἑαυτὸν καὶ πλείονα τὴν βάσανον ἐποιεῖτο,  μὴ  ἄρα  ἁπλῶς  ἐστι  τὸ  γεγονός.  Ἀσθενεῖς  ἦσαν  αὐτῷ  οἱ  πόδες,  οὐ κεκομμένοι.  Τινὲς  δέ φασιν,  ὅτι  καὶ  ἠγνόει  περιπατεῖν.  Καὶ εἰσῆλθε  σὺν αὐτοῖς περιπατῶν  εἰς τὸ ἱερόν. Ὄντως θαύματος ἄξιον. Οὐκ αὐτοὶ αὐτὸν ἐπάγονται, ἀλλ' αὐτὸς ἀκολουθεῖ, διὰ τῆς ἀκολουθήσεως τοὺς εὐεργέτας δεικνὺς, καὶ διὰ τοῦ μετὰ τὸ ἅλλεσθαι αἰνεῖν τὸν Θεὸν, οὐκ ἐκείνους θαυμάζων, ἀλλὰ τὸν Θεὸν τὸν δι' ἐκείνων ἐνεργήσαντα.  Οὕτως εὐχάριστος  ἦν  ὁ  ἀνήρ.  Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ  εἰρημένα. Ἀνέβαινον, φησὶν, ἐπὶ τὴν  ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Τάχα κατὰ τὸν καιρὸν τοῦτον βαστάζοντες τὸν χωλὸν ἐτίθουν, ὅτε μάλιστα εἰσῄεσαν οἱ ἄνθρωποι εἰς τὸ ἱερόν. Ἵνα δὲ μὴ νομίσῃ τις, ὅτι δι' ἕτερόν τι αὐτὸν ἐβάσταζον, καὶ οὐχὶ διὰ τὸ λαβεῖν,  ὅρα,  πῶς  τοῦτο  σαφῶς  παρέστησε δι'  ὧν  λέγει·  Ἐτίθουν  αὐτὸν  ὥστε ἐλεημοσύνην λαβεῖν παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. ∆ιὰ τοῦτο καὶ τόπων μέμνηται,  ἔλεγχον  διδοὺς ὧν  γράφει. Καὶ πῶς, φησὶν, αὐτὸν  οὐ προσήγαγον τῷ Χριστῷ; Ἴσως  ἦσαν  ἄπιστοι  οἱ  τῷ  ἱερῷ  προσεδρεύοντες,  ὅπου  γε  οὐδὲ  τοῖς ἀποστόλοις αὐτὸν προσήγαγον, ἰδόντες αὐτοὺς εἰσιόντας, καὶ θαύματα πεποιηκότας τοιαῦτα. Ἠρώτα, φησὶν, ἐλεημοσύνην λαβεῖν· ὥσπερ τινὰς εὐλαβεῖς ἄνδρας ἀπὸ τοῦ σχήματος αὐτοὺς τάχα  κατενόησε· διὰ τοῦτο καὶ ἐπεῖχεν  αὐτοῖς. Ὅρα δὲ, πῶς ὁ Ἰωάννης πανταχοῦ σιγᾷ, ὁ δὲ Πέτρος καὶ ὑπὲρ αὐτοῦ ἀπολογεῖται· Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὐκ εἶπεν, Οὐκ ἔχω ἐνταῦθα, οἷα ἡμεῖς λέγομεν· ἀλλ' ὅλως, Οὐκ ἔχω. Τί οὖν ὁ χωλός; Καὶ παρορᾷς με τὸν ἱκέτην; Οὒ, φησὶν, ἀλλ' ἐξ ὧν ἔχω λάβε. Ὁρᾷς, πῶς ἄτυφος ὁ Πέτρος, καὶ οὐκ ἐπιδεικτιῶν  οὐδὲ πρὸς αὐτὸν τὸν εὐεργετούμενον; Τὸ στόμα τοίνυν καὶ ἡ χεὶρ τὸ πᾶν εἰργάσατο. Τοιοῦτοί τινες ἦσαν καὶ Ἰουδαῖοι χωλεύοντες·  καὶ δέον αἰτῆσαι ὑγείαν, οἱ δὲ μᾶλλον χρήματα αἰτοῦσι χαμαὶ κείμενοι· οἳ καὶ διὰ τοῦτο τῷ ἱερῷ προσήδρευον, ἵνα χρηματίζωνται. Τί οὖν ὁ Πέτρος; Οὐχ ὑπερεῖδεν αὐτὸν, οὐ πλουτοῦντά τινα ἐζήτησεν, οὐδὲ εἶπεν, Ἂν μὴ εἰς ἐκεῖνον γένηται τὸ θαῦμα, οὐδὲν μέγα ἐστίν· οὐ τιμήν τινα προσεδόκησε παρ' αὐτοῦ, οὐδὲ παρόντων τινῶν ἐθεράπευσεν αὐτόν· ἐν γὰρ τῇ εἰσόδῳ ἦν ὁ ἀνὴρ, οὐκ ἔνθα τὸ πλῆθος ἦν ἔνδον. Ἀλλ' οὐδὲν τούτων ἐζήτησεν ὁ Πέτρος, οὐδὲ εἰσελθὼν ἐκήρυξεν, ἀλλ' ἀπὸ μόνου τοῦ σχήματος τὸν  χωλὸν  ἐπεσπάσατο πρὸς τὴν  αἴτησιν. Καὶ τὸ θαυμαστὸν, ὅτι ταχέως  ἐπίστευσεν. Οἱ γὰρ χρονίων  ἀπαλλαγέντες  παθῶν,  μόλις πιστεύουσι καὶ  αὐτῇ  τῇ  ὄψει.  Καὶ θεραπευθεὶς  λοιπὸν  σὺν  τοῖς  ἀποστόλοις  ἦν, εὐχαριστῶν  τῷ  Θεῷ.  Καὶ εἰσῆλθε,  φησὶ,  σὺν  αὐτοῖς  περιπατῶν   εἰς  τὸ  ἱερὸν, ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.


βʹ. Ὅρα, πῶς οὐκ ἠρεμεῖ, τοῦτο μὲν ὑπὸ τῆς ἡδονῆς, τοῦτο  δὲ ἐμφράττων  αὐτῶν  τὰ στόματα. Ἐμοὶ δὲ δοκεῖ καὶ ἵνα  μὴ νομισθῇ  τις ὑπόκρισις, διὰ τοῦτο ἅλλεσθαι αὐτόν· τοῦτο γὰρ λοιπὸν οὐκ ἦν ὑποκρίσεως. Εἰ γὰρ μηδὲ ἁπλῶς ἐπιβῆναι δυνατὸν ἦν αὐτῷ τὸ πρότερον, καὶ ταῦτα τοῦ λιμοῦ καταναγκάζοντος  (οὐ γὰρ ἂν  εἵλετο  πρὸς τοὺς βαστάζοντας διανέμεσθαι  τὰ τῆς ἐλεημοσύνης,   ἑαυτῷ   δυνάμενος   ἀρκεῖν),   πολλῷ   μᾶλλον   τότε.   Πῶς  δὲ   καὶ ὑπεκρίνατο ἂν ὑπὲρ τῶν μὴ δεδωκότων  ἐλεημοσύνην; Ἀλλ' εὐχάριστος ἦν ὁ ἀνὴρ καὶ μετὰ τὴν ὑγείαν. Ἑκατέρωθεν οὖν πιστὸς δείκνυται, ἀπό τε τῆς εὐχαριστίας, ἀπό τε τοῦ συμβεβηκότος. Οὐ μὴν πᾶσι γνώριμος ἦν, ὅθεν καὶ ἐπεγίνωσκον αὐτόν. Καὶ εἶδον αὐτὸν, φησὶ, πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεὸν, ἐπεγίνωσκόν τε αὐτὸν, ὅτι οὗτός ἐστιν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ.  Καὶ καλῶς  εἶπεν,  Ἐπεγίνωσκον·  ὡς  καὶ  ἀγνοουμένου  λοιπὸν  ἀπὸ  τοῦ πράγματος. Ταύτῃ γὰρ τῇ λέξει κεχρήμεθα ἐπὶ τῶν μόλις γνωριζομένων. Ἔδει γοῦν πιστευθῆναι, ὅτι ἀφίησι τὰ ἁμαρτήματα τὸ ὄνομα τοῦ Χριστοῦ, ὅπου γε καὶ τοιαῦτα ἐργάζεται. Κρατοῦντος δὲ τοῦ ἰαθέντος τὸν Πέτρον καὶ  τὸν Ἰωάννην, συνῆλθε πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. Ἀπὸ τῆς εὐνοίας τῆς εἰς αὐτοὺς καὶ τῆς φιλίας  οὐκ ἐχωρίζετο αὐτῶν· ἴσως δὲ καὶ εὐχαριστῶν  αὐτοῖς καὶ ἐπαινῶν.  Καὶ συνέδραμε, φησὶ, πᾶς ὁ λαός. Ἰδὼν δὲ αὐτοὺς ὁ Πέτρος, ἀπεκρίνατο. Πάλιν αὐτὸς καὶ ἐργάζεται καὶ δημηγορεῖ. Τότε μὲν οὖν αὐτοὺς εἰς τὴν ἀκρόασιν διήγειρε τὸ πρᾶγμα τὸ περὶ τὰς γλώσσας, νυνὶ δὲ τοῦτο· καὶ τότε μὲν ἀρχὴν ἔλαβεν ἀπὸ τῶν ἐγκλημάτων, νῦν δὲ ἀπὸ τῆς ὑπονοίας. Ἴδωμεν οὖν, τί διενήνοχεν  αὕτη ἡ δημηγορία  ἐκείνης,  καὶ  κατὰ  τί  κοινωνεῖ.  Ἐκείνη μὲν  οὖν  ἐν  τῇ  οἰκίᾳ  γίνεται, οὐδέπω προσελθόντος οὐδενὸς, οὐδὲ αὐτῶν τι ἐργασαμένων· αὕτη δὲ πάντων θαυμαζόντων,   τοῦ  θεραπευθέντος   πλησίον   ἑστῶτος·  οὐδενὸς   ἀμφιβάλλοντος, καθάπερ τότε,  ὅτε  ἔλεγον,  ὅτι  Γλεύκους μεμεστωμένοι  εἰσί. Καὶ τότε  μετὰ  τῶν ἀποστόλων  πάντων  ὢν  διελέγετο·  νῦν  δὲ μετὰ τοῦ Ἰωάννου  μόνου· λοιπὸν  γὰρ θαῤῥεῖ καὶ σφοδρότερος γίνεται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, ἀρχὴν λαβοῦσα πρόεισι, καὶ οὐδαμοῦ ἵσταται. Ὅρα δὲ καὶ πῶς ᾠκονομήθη ἐν τῷ ἱερῷ γενέσθαι τὸ σημεῖον, ἵνα καὶ ἄλλοι θαῤῥήσωσιν. Οὐκ ἐν παραβύστῳ γὰρ αὐτό που ἐργάζονται, ἢ καὶ λανθανόντως·  ἀλλ' οὔτε ἔνδον  ἐν  τῷ  ἱερῷ, ἔνθα  τὸ πολὺ  πλῆθος  ἦν. Πῶς οὖν ἐπιστεύθη, φησίν; Ὅτι αὐτὸς ὁ θεραπευθεὶς ἐκήρυττε τὴν εὐεργεσίαν. Οὐδὲ γὰρ ἂν ἐψεύσατο, οὐδ' ἂν ἐπ' ἄλλους τινὰς ἦλθεν. Ἤτοι οὖν, ὡς εὐρυχωρίας οὔσης, ἐκεῖ τὸ σημεῖον εἰργάσαντο, ἢ ὡς κεχωρισμένου  τοῦ τόπου. Καὶ ὅρα τὸ γενόμενον.  Ἐφ' ἑτέραν  ἀνῆλθον   πρόφασιν,  καὶ  ἕτερα  ἐργάζονται.  Οὕτω  καὶ  Κορνήλιος  ἄλλα νηστεύων ηὔχετο, καὶ ἄλλα ὁρᾷ. Μέχρι δὲ τότε πανταχοῦ τὸν Χριστὸν Ναζωραῖον ὀνομάζουσιν. Ἐν τῷ  ὀνόματι  Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, φησὶν,  ἔγειραι  καὶ περιπάτει. Τέως γὰρ τοῦτο ἦν τὸ ζητούμενον, τὸ πιστευθῆναι αὐτόν. Μὴ δὴ πρὸς τὴν ἀρχὴν ἀποκάμωμεν τοῦ διηγήματος· ἀλλ' εἰ καὶ κατόρθωμά τις εἰπὼν διαλίπῃ, πάλιν ἀναλάβωμεν τὴν ἀρχήν. Ἂν ἐν ἕξει γενώμεθα, ταχέως πρὸς τὸ τέλος ἥξομεν· ταχέως πρὸς  τὴν  κορυφὴν  στησόμεθα. Σπουδὴ γὰρ, φησὶ,  σπουδὴν  γεννᾷ,  καὶ  ῥᾳθυμία ῥᾳθυμίαν. Ὁ μικρόν τι κατωρθωκὼς  ἔλαβε παράκλησιν ἐπὶ τὸ μεῖζον ἐλθεῖν, καὶ μᾶλλον ἐξ ἐκείνου περαιτέρω χωρῆσαι. Καὶ καθάπερ τὸ πῦρ ὅσα ἂν περιλάβῃ ξύλα, τοσούτῳ σφοδρότερον γίνεται·  οὕτω καὶ προθυμία, ὅσους ἂν διεγείρῃ  λογισμοὺς εὐσεβεῖς, τοσούτῳ μᾶλλον κατὰ τῶν ἄλλων ὁπλίζεται. Οἷόν τι λέγω· Ἑστήκασιν ἐν ἡμῖν  καθάπερ ἄκανθαι  ἐπιορκία, ψεῦδος, ὑπόκρισις, δόλος, κακουργία, λοιδορία, σκώμματα,   γελωτοποιίαι,    αἰσχρολογίαι,   εὐτραπελίαι·   πάλιν   ἐν   ἄλλῳ   μέρει πλεονεξία, ἁρπαγὴ, ἀδικία, συκοφαντία, ἐπιβουλαί· πάλιν ἐπιθυμία πονηρὰ, ἀκαθαρσία, ἀσέλγεια,  πορνεία,  μοιχεία·  πάλιν  φθόνος,  ζηλοτυπία,  ὀργὴ,  θυμὸς, μνησικακία, ἀνταπόδοσις, βλασφημία. μυρία τοιαῦτα· ἂν τὰ πρότερα κατορθώσωμεν, οὐκ ἐκεῖνα μόνον κατώρθωται, ἀλλὰ δι' ἐκείνων  καὶ τὰ μετὰ ταῦτα. Ἰσχυρότερος γὰρ γίνεται λοιπὸν ὁ λογισμὸς πρὸς τὴν ἐκείνων ἀνατροπήν. Οἶον, ὁ πολλὰ ὀμνὺς ἂν περιέλῃ τὸ σατανικὸν ἔθος τοῦτο, οὐ τοῦτο μόνον αὐτῷ κατώρθωται, ἀλλὰ καὶ ἑτέρα εὐλάβεια ἐπεισῆκται. Οὐδεὶς γὰρ, οἶμαι, τῶν οὐκ ὀμνυόντων εὐκόλως θελήσει ἄλλο τι πρᾶξαι πονηρὸν, ἀλλὰ τὴν ἤδη κατορθωθεῖσαν ἀρετὴν αἰσχυνθήσεται. Καθάπερ γὰρ ὁ φορῶν ἱμάτιον καλὸν αἰσχύνεται βορβόρῳ ἐγκυ  λίσαι ἑαυτόν· οὕτω δὴ καὶ οὗτος. Ἀπὸ δὲ τούτου ἥξει εἰς τὸ μὴ ὀργίζεσθαι, μηδὲ τύπτειν, μηδὲ ὑβρίζειν. Ἂν γὰρ  ἅπαξ τὰ  μικρὰ κατορθώσῃ, τὸ  πᾶν  ἤνυσται.  Συμβαίνει  δὲ πολλάκις  καὶ  τὸ ἐναντίον, ἅπαξ κατορθώσαντάς τι πάλιν ἀπὸ ῥᾳθυμίας τοῖς αὐτοῖς περιπεσεῖν, ὡς ἐκ τούτου  καὶ εἰς ἀδύνατον  περιστῆναι  λοιπὸν  τὸ πρᾶγμα. Οἷον, ἐθήκαμεν  ἑαυτοῖς νόμον μὴ ὀμνύναι,  κατωρθώσαμεν ἡμέρας τρεῖς ἢ καὶ τέσσαρας· μετ'  ἐκείνας εἰς ἀνάγκην  περιπεσόντες,  τὸ  συλλεχθὲν  κέρδος  ἅπαν  ἐσκορπίσαμεν· εἰς  ῥᾳθυμίαν λοιπὸν ἐμπίπτομεν καὶ ἀπόγνωσιν, ὡς μηδὲ τῶν αὐτῶν ἅψασθαι βουληθῆναι πάλιν· καὶ εἰκότως. Ὁ γάρ τι οἰκοδομήσας ἑαυτῷ, εἶτα ἰδὼν καθῃρημένον τὸ οἰκοδόμημα,ῥᾳθυμότερος ἔσται περὶ τὸ πάλιν  οἰκοδομεῖν. Ἀλλ'  οὐ δεῖ ῥᾳθυμεῖν  οὐδὲ οὕτως· ἀλλὰ πάλιν ἔχεσθαι τῆς σπουδῆς.


 γʹ. Θῶμεν τοίνυν  ἑαυτοῖς νόμους καθημερινούς· τέως  ἀπὸ  τῶν   εὐκόλων   ἀρξώμεθα·  περικόψωμεν   ἡμῶν  τὴν  πολυορκίαν   τοῦ στόματος,  χαλινὸν   ἐπιθῶμεν  τῇ  γλώττῃ,  μηδεὶς  ὀμνύτω  τὸν  Θεόν. Οὐκ ἔστιν ἐνταῦθα  δαπάνη, οὐκ ἔστιν ἐνταῦθα  κάματος, οὐκ ἔστιν ἐνταῦθα  χρόνου μελέτη· ἀρκεῖ θελῆσαι, καὶ τὸ πᾶν γέγονε· συνηθείας γὰρ τὸ πρᾶγμά ἐστι. Ναὶ παρακαλῶ καὶ δέομαι, σπουδὴν τοιαύτην εἰσενέγκωμεν. Εἰπὲ δή μοι, εἰ χρήματα ἐκέλευσα εἰσενεγκεῖν,  οὐκ ἂν  προθύμως  ἕκαστος τὰ  κατὰ  δύναμιν  συνεβάλεσθε; εἴ με ἐν κινδύνοις  ἑωρᾶτε  τοῖς  ἐσχάτοις, οὐκ ἂν  καὶ  ἀπὸ τῆς  σαρκὸς, εἴ  γε  οἷόν  τε  ἦν, ἀποτεμόντες ἔδοτε ἄν; Ἐν κινδύνῳ  καὶ νῦν εἰμι καὶ πολλῷ, καὶ ὡς ἂν εἰ καὶ μετὰ τούτου καὶ δεσμωτήριον ᾤκουν, ἢ μυρίας ἔλαβον πληγὰς, ἢ εἰς μέταλλα ἐτύγχανον, οὐκ ἂν τούτου πλέον ἤλγησα. Χεῖρα τοίνυν ὀρέξατε. Ἐννοήσατε γὰρ, ὅσος κίνδυνος, μηδὲ τὸ μικρότατον τοῦτο (μικρότατον δὲ λέγω, ὅσον εἰς πόνον  ἥκει) δυνηθῆναι κατορθῶσαι. Τί ἐρῶ τότε ἐγκαλούμενος;  διατί μὴ διηλέγχθης;  διατί μὴ ἐπέταξας; διατί μὴ νόμον ἔθηκας; διατί τοὺς μὴ πειθομένους  οὐκ ἐκώλυσας; Οὐκ ἀρκεῖ μοι εἰπεῖν, ὅτι ἐνουθέτησα. Ἀλλὰ καὶ σφοδροτέρας, φησὶν, ἐπιτιμήσεως ἔδει· ἐπεὶ καὶ ὁ Ἠλεὶ ἐνουθέτει. Ἀλλὰ μὴ γένοιτο  ὑμᾶς ἐκείνοις παραβαλεῖν  τοῖς παισί. Κἀκεῖνος ἐνουθέτει, καὶ ἔλεγε· Μὴ τέκνα, μὴ ποιεῖτε οὕτω· πονηρὰ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Ἀλλὰ προϊοῦσα ἡ Γραφή φησιν, ὅτι οὐκ ἐνουθέτει τοὺς υἱοὺς αὐτοῦ. Τοῦτο δὲ λέγει, ἐπειδὴ οὐ σφοδρῶς, οὐδὲ μετ' ἐπιπλήξεως τοῦτο ἐποίει. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν μὲν ταῖς συναγωγαῖς  τῶν  Ἰουδαίων  οὕτως ἰσχυροὺς εἶναι τοὺς νόμους, κἂν ὁ διδάσκων ἐπιτάξῃ πάντα  γίνεσθαι· ἐνταῦθα  δὲ οὕτως ἡμᾶς καταπεφρονῆσθαι  καὶ ἀπεῤῥῖφθαι; Οὐ τῆς ἐμαυτοῦ δόξης μοι μέλει (δόξα γὰρ ἐμὴ, ἡ ὑμετέρα εὐδοκίμησις), ἀλλὰ τῆς ὑμετέρας σωτηρίας. Καθ' ἑκάστην ἡμέραν βοῶμεν, ἐνηχοῦμεν  ὑμῶν ταῖς ἀκοαῖς· ὁ δὲ ἀκούων οὐδείς· καὶ οὐδὲν σφοδρὸν ἐπιδεικνύμεθα.  Φοβοῦμαι, μὴ τῆς ἀκαίρου ταύτης καὶ πολλῆς φιλανθρωπίας  λόγον κατὰ τὴν μέλλουσαν ἡμέραν ὑπόσχωμεν. ∆ιὸ μεγάλῃ  καὶ λαμπρᾷ τῇ φωνῇ  κηρύττω  πᾶσι, καὶ διαμαρτύρομαι, ὥστε τοὺς τὴν παράβασιν ταύτην ἐπιδεικνυμένους, τοὺς τὰ ἐκ τοῦ πονηροῦ φθεγγομένους  (τοῦτο γάρ ἐστιν ὁ ὅρκος), τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν ἐκκλησιαστικῶν. Προθεσμία δὲ ὑμῖν ἔστω ὁ μὴν ὁ παρὼν, ὥστε κατορθῶσαι. Μὴ γάρ μοι εἴπῃς, ὅτι Μὲ ἡ τῶν πραγμάτων ἀνάγκη κατεπείγει, ὅτι ἀπιστοῦμαι. Τέως τοὺς ἀπὸ τῆς συνηθείας περίκοπτε. Οἶδα, ὅτι  πολλοὶ γελάσονται ἡμᾶς, ἀλλὰ βέλτιον ἡμᾶς γελᾶσθαι νῦν, ἢ κλαίεσθαι τότε· γελάσονται δὲ ὅσοι μαίνονται. Τίς γὰρ, εἰπέ μοι, νοῦν ἔχων φυλαττομένης  ἐντολῆς γελάσεται; Εἰ δὲ ἄρα γελάσονται, ἀλλ' οὐχ ἡμᾶς, ἀλλὰ τὸν Χριστὸν οἱ τοιοῦτοι γελάσονται. Ἐφρίξατε τὸ εἰρημένον; Οἶδα κἀγώ. Εἰ μὲν  οὖν ἐγὼ  τὸν  νόμον  τοῦτον  εἰσήγαγον,  ἐμὸς ἂν εἴη καὶ ὁ γέλως·  εἰ δὲ ὁ νομοθέτης ἕτερός ἐστιν, ἐκεῖ διαβαίνει ἡ χλευασία. Καὶ ἐνεπτύσθη ποτὲ ὁ Χριστὸς, καὶ ἐπὶ κόῤῥης ἐπλήγη καὶ ἐῤῥαπίσθη. Ἀνέχεται καὶ νῦν ταῦτα, καὶ οὐδὲν ἀπεικός.
∆ιὰ τοῦτο γέεννα ἡτοίμασται, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Ἰδοὺ πάλιν λέγω καὶ διαμαρτύρομαι· Ὁ βουλόμενος γελάτω, ὁ βουλόμενος χλευαζέτω· εἰς τοῦτο κείμεθα, εἰς τὸ γελᾶσθαι καὶ χλευάζεσθαι, εἰς τὸ πάντα παθεῖν. Περικαθάρματα τοῦ κόσμου ἐσμὲν,  κατὰ  τὸν  μακάριον  Παῦλον.  Εἴ τις  μὴ  βούλεται  κατορθῶσαι  τοῦτο  τὸ ἐπίταγμα, ὥσπερ σάλπιγγί τινι διὰ τοῦ λόγου ἀπαγορεύω τῶν οὐδῶν μὴ ἐπιβαίνειν τῶν   ἐκκλησιαστικῶν   τῷ   τοιούτῳ,   κἂν   ἄρχων   ᾖ,  κἂν   αὐτὸς   ὁ  τὸ  διάδημα περικείμενος.  Ἢ  καθέλετέ  με  ταυτησὶ  τῆς  ἀρχῆς,  ἢ  μένοντα  μὴ  περιβάλλετε κινδύνοις. Οὐκ ἀνέχομαι ἐπὶ τὸν θρόνον τοῦτον ἀναβαίνειν μὴ μεγάλα κατορθῶν. Εἰ γὰρ μὴ τοῦτο δυνατὸν, βέλτιον ἑστάναι κάτω. Ἄρχοντος γὰρ μηδὲν τοὺς ἀρχομένους ὠφελοῦντος  οὐδὲν ἀθλιώτερον. Ἔτι συντείνατε ἑαυτοὺς, καὶ προσέχετε, παρακαλῶ· ἢ μᾶλλον  εἰπεῖν,  συντείνωμεν  ἑαυτοὺς, καὶ πάντως  ἔσται τι πλέον.  Νηστεύσατε,παρακαλέσατε τὸν Θεὸν, καὶ ἡμεῖς μεθ' ὑμῶν, ὥστε τὴν ὀλέθριον ταύτην ἐξελεῖν συνήθειαν. Οὐδὲν μέγα ἐστὶ γενέσθαι διδασκάλους τῆς οἰκουμένης· οὐ μικρὸν ἀκουσθῆναι πανταχοῦ,  ὅτι δὴ ἐν τῇδε τῇ πόλει οὐδείς ἐστιν ὁ ὀμνύς. Ἐὰν τοῦτο γένηται, οὐ τῶν οἰκείων κατορθωμάτων  λήψεσθε μόνον τὸν μισθὸν, ἀλλὰ καὶ τῆς ὑπὲρ τῶν  ἀδελφῶν  σπουδῆς· ὅπερ γὰρ ὑμῖν  εἰμι ἐγὼ, τοῦτο ὑμεῖς τῇ οἰκουμένῃ γενήσεσθε. Πάντως καὶ ἕτεροι ζηλώσουσιν ὑμᾶς· πάντως ἔσεσθε λύχνος ἐπὶ λυχνίας κείμενος. Καὶ τοῦτό ἐστι, φησὶ, τὸ πᾶν; Οὐ τοῦτό ἐστι τὸ πᾶν, ἀλλὰ τοῦτο ἀρχὴ τῶν ἄλλων. Ὁ μὴ ὀμνὺς, πάντως ἐπὶ εὐλάβειαν ἥξει καὶ ἑτέραν, καὶ ἑκὼν καὶ ἄκων, καὶ αἰσχυνόμενος   καὶ   φοβούμενος.   Ἀλλ'   οὐκ   ἀνέχονται    πολλοὶ,   φησὶν,   ἀλλ' ἀποπηδῶσιν. Ἀλλὰ βέλτιον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἀπὸ γοῦν τούτου πάντα ἀνατέτραπται, πάντα ἄνω καὶ κάτω γέγονεν, ὅτι καθάπερ ἐν τοῖς θεάτροις πλήθους ἐφιέμεθα, οὐ πλήθους δοκίμου. Τί γὰρ ὄχλος, εἰπέ μοι, δυνήσεται ὀνῆσαι; Βούλει μαθεῖν,  ὅτι  ὄχλος  οἱ  ἅγιοί  εἰσιν,  οὐχ  οἱ  πολλοί;  Ἐξαγάγετε  εἰς πόλεμον ἑκατὸν μυριάδας καὶ ἕνα ἅγιον· ἴδωμεν τίς πλείονα κατορθοῖ. Ἐξῆλθεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυὴ εἰς τὸν πόλεμον, καὶ μόνος ἅπαντα κατώρθωσεν, ὥστε οἱ ἄλλοι οὐδὲν ὤνησαν. Ὁ πολὺς  ὄχλος, ἀγαπητὲ, ὅταν  θέλημα τοῦ Θεοῦ μὴ ποιῇ, οὐδὲν διενήνοχε  τῶν  οὐκ  ὄντων.  Εὔχομαι μὲν  οὖν,  καὶ  βούλομαι,  καὶ  ἡδέως  ἂν  καὶ κατεκόπην· ὥστε κοσμῆσαι πλήθει τὴν Ἐκκλησίαν, ἀλλὰ πλήθει δοκίμῳ· εἰ δὲ τοῦτο οὐχ οἷόν τε, τοὺς ὀλίγους αὐτοὺς δοκίμους εἶναι βούλομαι. Οὐχ ὁρᾶτε, ὅτι βέλτιον ἕνα λίθον τίμιον ἔχειν, ἢ μυρίους ὀβολούς; οὐχ ὁρᾶτε, ὅτι βέλτιον τὸν ὀφθαλμὸν ὑγιαίνοντα  ἔχειν, ἢ τούτου πεπηρωμένου  πολυσαρκίᾳ βαρύνεσθαι; οὐχ ὁρᾶτε, ὅτι  βέλτιον πρόβατον ἓν ὑγιαῖνον ἔχειν, ἢ μυρία ψώρας ἐμπεπλησμένα; οὐχ ὁρᾶτε, ὅτι εὐτεκνία μετὰ ὀλιγοτεκνίας βελτίων, ἢ πολυπαιδία μετὰ κακοπαιδίας; οὐχ ὁρᾶτε, ὅτι ἐν μὲν τῇ βασιλείᾳ ὀλίγοι, ἐν δὲ τῇ γεέννῃ πολλοί; Τί ἐμοὶ καὶ τῷ πλήθει; τί τὸ ὄφελος; Οὐδέν· ἀλλὰ μᾶλλον τοῖς ἄλλοις λύμη. Ταὐτὸν γάρ ἐστιν, οἷον ἂν εἴ τις ἐξὸν δέκα ὑγιαίνοντας  ἔχειν ἢ μυρίους νοσοῦντας, ἐπεισάγοι τοῖς δέκα τοὺς μυρίους. Οἱ πολλοὶ  μηδὲν  κατορθοῦντες,  οὐδὲν  ἕτερον  ἡμῖν  προξενήσουσιν, ἀλλ' ἢ κόλασιν τότε,  καὶ  κατὰ  τὸ  παρὸν  ἀδοξίαν.  Οὐδεὶς γὰρ  ὅτι  πολλοί  ἐσμεν  ἐρεῖ, ἀλλ'  ὅτι ἄχρηστοι, μέμφεται. Τοῦτο γοῦν ἡμῖν ἀεὶ λέγουσιν, ὅταν εἴπωμεν, ὅτι Πολλοί ἐσμεν· Ἀλλὰ κακοὶ, φησίν. Ἰδοὺ πάλιν ἀπαγορεύω καὶ  λαμπρᾷ βοῶ τῇ φωνῇ, μηδεὶς νομιζέτω γέλωτα εἶναι· Ἀπείρξω καὶ κωλύσω τοὺς μὴ πειθομένους· καὶ ἕως ἂν ἐν τῷ θρόνῳ  καθέζωμαι  τούτῳ,  οὐδὲν  προήσομαι τῶν  αὐτοῦ  δικαιωμάτων.  Ἂν  μέ τις καταβιβάσῃ, λοιπὸν ἀνεύθυνός εἰμι· ἕως δ' ἂν ὑπεύθυνος ὦ, οὐ δύναμαι παριδεῖν, οὐ διὰ τὴν ἐμὴν κόλασιν, ἀλλὰ διὰ τὴν ὑμετέραν σωτηρίαν· σφόδρα γὰρ ὑμῶν ἐρῶ τῆς σωτηρίας. Ὑπὲρ τούτου δάκνομαι καὶ ἀλγῶ. Ἀλλὰ πείσθητε, ἵνα καὶ ἐνταῦθα καὶ ἐν τῷ  μέλλοντι  πολὺν  λάβητε  τὸν  μισθὸν,  καὶ  κοινῇ  τῶν  αἰωνίων   ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θʹ. Ἰδὼν δὲ, φησὶ, Πέτρος, ἀπεκρίνατο πρὸς τὸν λαόν· Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;

αʹ. Πλείονος αὕτη γέμει παῤῥησίας ἡ δημηγορία. Τοῦτο δὲ ποιεῖ, οὐκ ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐφοβεῖτο, ἀλλ' ἐπειδὴ οὐκ ἂν ἤνεγκαν  ἐκεῖνοι ἄνθρωποι χλευασταὶ ὄντες καὶ γελωτοποιοί. Ὅθεν ἐκείνης μὲν ἀρχόμενος καὶ ἐπιστρέφει αὐτοὺς διὰ τοῦ προοιμίου εὐθὺς λέγων· Τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Ἐνταῦθα δὲ οὐ δεῖται ταύτης τῆς κατασκευῆς. Οὐ γὰρ ἐῤῥᾳθύμουν· τὸ γὰρ σημεῖον αὐτοὺς ἐπέστρεψεν ἅπαντας· ὅθεν καὶ δέους καὶ ἐκπλήξεως ἦσαν μεστοί. ∆ιὸ οὐδὲ ἐδέησεν αὐτῷ ἐντεῦθεν ἄρξασθαι, ἀλλ' ἑτέρωθεν, ὅθεν μάλιστα αὐτοὺς καὶ ᾠκειώσατο, διακρουσάμενος τὴν δόξαν τὴν παρ' αὐτῶν. Οὐδὲν γὰρ οὕτως ὠφελεῖ καὶ ἀνίησι τοὺς ἀκούοντας, ὡς τὸ μηδὲν περὶ ἑαυτοῦ λέγειν μέγα τὸν λέγοντα, ἀλλὰ καὶ τὴν ὑποψίαν ἀναιρεῖν. Μᾶλλον οὖν ἑαυτοὺς ἐδόξασαν καταφρονήσαντες δόξης, καὶ δείξαντες οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον ὂν τὸ γεγονός· καὶ ὅτι τοῦ θαυμάζειν μετ' αὐτῶν, οὐ τοῦ θαυμάζεσθαί εἰσιν ἄξιοι. Ὁρᾷς, πῶς φιλοτιμίας ὢν καθαρὸς, διωθεῖται τὴν εἰς αὐτὸν δόξαν; Οὕτω καὶ οἱ παλαιοὶ ἐποίουν, καθάπερ ὁ ∆ανιὴλ ἔλεγε· Καὶ ἐγὼ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· καὶ πάλιν ὁ Ἰωσὴφ, Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ ∆αυῒδ, Ὅτε ἤρχετο ὁ λέων καὶ ἡ ἄρκτος, ἐν ὀνόματι Κυρίου ταῖς χερσὶν αὐτοὺς  διέσπων.  Καὶ οὗτοι  νῦν·  Τί ἡμῖν  ἀτενίζετε  ὡς  ἰδίᾳ  δυνάμει  ἢ  εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Οὐδὲ τοῦτο ἡμέτερον, φησίν· οὐ γὰρ ἐπειδὴ ἄξιοί ἐσμεν, ἐπεσπασάμεθα τοῦ Θεοῦ τὴν ῥοπήν. Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν. Ὅρα, πῶς ἑαυτὸν εἰσωθεῖ συνεχῶς εἰς τοὺς προγόνους, ἵνα μὴ δόξῃ καινόν τι εἰσάγειν δόγμα· καὶ ἐκεῖ τοῦ πατριάρχου ∆αυῒδ ἐμνημόνευσε, καὶ ἐνταῦθα τῶν περὶ τὸν Ἀβραάμ. Ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Πάλιν ταπεινῶς, καθὼς ἐν τῷ προοιμίῳ. Εἶτα λοιπὸν ἐνδιατρίβει τῷ τολμήματι, καὶ ἐπαίρει  τὸ  γεγενημένον,  ἀλλ'  οὐχ,  ὥσπερ πρότερον,  συσκιάζει. Ποιεῖ δὲ  τοῦτο, μᾶλλον αὐτοὺς ἐπαγαγέσθαι βουλόμενος. Ὅσῳ γὰρ ἐδείκνυ ὑπευθύνους, τοσούτῳ μᾶλλον  τοῦτο  ἐγίνετο.  Ἐδόξασε, φησὶ,  τὸν  Παῖδα αὐτοῦ  Ἰησοῦν,  ὃν  ὑμεῖς  μὲν παρεδώκατε,  καὶ  ἠρνήσασθε  αὐτὸν  κατὰ  πρόσω   πον  Πιλάτου,  κρίναντος ἐκείνου  ἀπολύειν.  ∆ύο τὰ ἐγκλήματα,  καὶ ὅτι Πιλᾶτος ἤθελεν  ἀπολύειν,  καὶ ὅτι ὑμεῖς  ἐκείνου   θελήσαντος   οὐκ  ἠθελήσατε.  Ὑμεῖς  δὲ  τὸν   ἅγιον   καὶ  δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν· τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Ὡσεὶ ἔλεγεν, Ἀντ' αὐτοῦ λῃστὴν ᾐτήσασθε. Σφόδρα ἐδείνωσε τὸ πρᾶγμα. Ἐπειδὴ γὰρ εἶχεν αὐτοὺς ὑπὸ τὴν χεῖρα, πλήττει λοιπὸν σφοδρῶς. Τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς, φησίν. Ἐνταῦθα τὴν πίστιν τῆς ἀναστάσεως κατασκευάζει. Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Ἵνα μή τις εἴπῃ, Πόθεν τοῦτο δῆλον; οὐκέτι εἰς προφήτας καταφεύγει, ἀλλ' εἰς ἑαυτὸν, ἐπειδὴ λοιπὸν  ἀξιόπιστος  ἦν.  Τότε  μὲν  γὰρ  εἰπὼν,  ὅτι  ἀνέστη,  τὸν  ∆αυῒδ  ἐπηγάγετο μάρτυρα· νυνὶ δὲ εἰπὼν τὸ αὐτὸ, τὸν χορὸν τὸν ἀποστολικόν. Οὗ ἡμεῖς ἐσμεν, φησὶ, μάρτυρες. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον  ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. Ζητῶν τὸ πρᾶγμα εἰπεῖν, εὐθέως τὸ σημεῖον ἐπάγει. Ἐνώπιον, φησὶ, πάντων ὑμῶν. Ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα  τὸν  σταυρωθέντα,  πάλιν  ἀνίησι,  διδοὺς  αὐτοῖς  ἐξουσίαν  μετανοίας, λέγων· Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, καθὼς καὶ οἱ ἄρχοντες ὑμῶν. Κατὰ ἄγνοιαν ἐπράξατε. Μία αὕτη ἀπολογία· δευτέρα, Καθὼς καὶ οἱ ἄρχοντες ὑμῶν. Ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἔλεγεν, ὅτι Ὁ Θεός με ἀπέστειλεν ἔμπροσθεν ὑμῶν· μᾶλλον δὲ, ὃ συνεσταλμένως εἶπεν ἐκεῖ, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλατύνει  ἐνταῦθα. Ὁ δὲ Θεὸς, ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως. Ἅμα δείκνυσιν, ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο δειχθῇ, καὶ ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε. Τῷ δὲ εἰπεῖν, Ἃ προκατήγγειλε,  τὰ ῥήματα, ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον, αἰνίττεται,  Εἰ θέλει  αὐτὸν,  σωσάτω αὐτὸν,  λέγοντες.  Εἶπε γὰρ,  Υἱὸς Θεοῦ εἰμι· πέποιθεν ἐπ' αὐτόν· καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ. Λῆρος οὖν, ὦ ἀνόητοι, ταῦτα; Ἄπαγε· ἀλλ' οὕτως  ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται.  Ὥστε οὐ παρὰ οἰκείαν  ἀσθένειαν  οὐ  κατέβη,  ἀλλὰ  παρὰ  δύναμιν.  Καὶ τίθησιν  αὐτὸ  ἐν  τάξει ἀπολογίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται. Ἐπλήρωσε, φησὶν, οὕτως. Ὁρᾷς, πῶς τὸ πᾶν  ἐκεῖ ἀνάγει; Μετανοήσατε οὖν,  φησὶ, καὶ ἐπιστρέψατε. Καὶ οὐ λέγει, Ἀπὸ τῶν ἁμαρτιῶν ὑμῶν, ἀλλ', Εἰς τὸ ἐξαλειφθῆναι  ὑμῶν τὰς ἁμαρτίας, τὸ αὐτὸ  δηλῶν.  Εἶτα τὸ  κέρδος  ἐπάγει·  Ὅπως  ἂν  ἔλθωσι  καιροὶ  ἀναψύξεως  ἀπὸ προσώπου τοῦ Κυρίου. ∆είκνυσιν ἐνταῦθα  ταλαιπωρηθέντας  αὐτοὺς, καὶ πολλοῖς κατεργασθέντας  κακοῖς. ∆ιὸ καὶ οὕτως  εἶπεν,  εἰδὼς  ὅτι  πρὸς τὸν  πάσχοντα  καὶ παραμυθίαν ζητοῦντα οὗτος ἂν ἁρμόσειεν ὁ λόγος.


βʹ. Καὶ ὅρα, πῶς ὁδῷ προβαίνει. Ἐν μὲν  τῇ  πρώτῃ  δημηγορίᾳ  ἠρέμα τὴν  ἀνάστασιν  καὶ τὴν  ἐν  οὐρανῷ  κάθισιν ᾐνίξατο·  ἐνταῦθα  δὲ  καὶ  τὴν  ἐμφανῆ  παρουσίαν.  Καὶ ἀποστείλῃ  τὸν προκεχειρισμένον Ἰησοῦν Χριστὸν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι· ἀντὶ τοῦ, ἀνάγκη ἐστίν· ἄχρι χρόνων ἀποκαταστάσεως πάντων. ∆ιατί νῦν οὐκ ἔρχεται, ἡ αἰτία δήλη. Ὧν ἐλάλησε, φησὶν,  ὁ Θεὸς διὰ στόματος τῶν  ἁγίων  αὐτοῦ  προφητῶν  τῶν  ἀπ' αἰῶνος. Μωσῆς μὲν εἶπεν πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν  ἀδελφῶν  ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἐκεῖ μὲν τοῦ ∆αυῒδ ἐμνημόνευσεν, ἐνταῦθα δὲ Μωσέως. Πάντων, φησὶν, ὧν ἐλάλησεν ὁ Θεός. Οὐ λέγει, Ὧν εἶπεν ὁ Χριστὸς, ἀλλ',  Ὧν ἐλάλησεν ὁ Θεὸς, ἔτι τῷ συσκιάζειν μᾶλλον  αὐτοὺς ἐπαγόμενος εἰς πίστιν ἠρέμα. Εἶτα ἐπὶ τὸ ἀξιόπιστον καταφεύγει,  λέγων·  Προφήτην ὑμῖν  ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν  ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα. Εἶτα καὶ ἡ τιμωρία πολλή. Ἔσται δὲ, φησὶ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν  τὰς ἡμέρας ταύτας. Ἐνταῦθα καλῶς τὸν ὄλεθρον  ἔθηκεν.  Ὅταν  γάρ  τι  λέγῃ  μέγα,  ἐπὶ  τοὺς  πρώτους  καταφεύγει.  Καὶ μαρτυρίαν εὗρεν ἀμφότερα ἔχουσαν, ὥσπερ ἐκεῖ εἶπεν· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ γὰρ θαυμαστὸν, ὅτι ὁμοῦ τὰ δύο, καὶ ὑποταγὴ καὶ παρακοὴ, καὶ ἡ τιμωρία. Ὡς ἐμὲ, φησί. Τί τοίνυν πτοεῖσθε; Ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν. Ὥστε ὑμῖν  ἔλεγον,  καὶ δι' ὑμᾶς πάντα  γέγονεν.  Ἐπειδὴ γὰρ διὰ τὸ τόλμημα  ἐνόμιζον ἑαυτοὺς ἠλλοτριῶσθαι (καὶ γὰρ οὐκ ἔχει λόγον  τὸν αὐτὸν, νῦν μὲν σταυροῦσθαι, νῦν  δὲ ὡς οἰκείους θεραπεύειν), δείκνυσιν,  ὅτι καὶ ἐκεῖνο  κατὰ προφητείαν,  καὶ τοῦτο. Ὑμεῖς ἐστε, φησὶν, υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων  πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. Ὑμῖν πρῶτον, φησὶν, ὁ Θεὸς ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν. Ἄρα καὶ ἑτέροις· ἀλλ' ὑμῖν πρῶτον τοῖς σταυρώσασιν. Εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν. Ἴδωμεν δὲ ἀκριβέστερον ἄνωθεν τὰ ἀναγνωσθέντα. Τέως κατασκευάζει, ὅτι αὐτοὶ ἐποίησαν τὸ θαῦμα ἐν τῷ εἰπεῖν· Τί θαυμάζετε; Καὶ οὐκ ἀφίησιν ἀπιστεῖσθαι τὸ λεγόμενον. Καὶ ἵνα ἀξιοπιστότερον αὐτὸ ποιήσῃ, προκαταλαμβάνει αὐτῶν τὴν κρίσιν· Ἡμῖν, φησὶ, τί ἀτενίζετε,  ὡς  ἰδίᾳ  δυνάμει  ἢ εὐσεβείᾳ πεποιηκόσιν;  Εἰ τοῦτο  ὑμᾶς ταράττει  καὶ θορυβεῖ, μάθετε, τίς ὁ ποιήσας, καὶ μὴ ἐκπλήττεσθε. Καὶ ὅρα πανταχοῦ, ὅτι ἐπὶ τὸν Θεὸν ὅταν  καταφεύγῃ,  καὶ  εἴπῃ  παρ' αὐτοῦ  γίνεσθαι  πάντα,  τότε  ἀδεῶς  αὐτοῖς ἐπιπλήττει.  ∆ιὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν, Ἄνδρα ἀποδεδειγμένον  ἀπὸ Θεοῦ εἰς ὑμᾶς. Καὶ πανταχοῦ  ἀναμιμνήσκει  αὐτοὺς τοῦ τολμήματος, ἵνα καὶ τὸ θαῦμα δειχθῇ, καὶ ἡ ἀνάστασις κυρωθῇ. Ἐνταῦθα δὲ καὶ ἄλλο προσέθηκεν· οὐκ ἔτι γὰρ Ναζωραῖον λέγει, ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, τῶν  πατέρων  ἡμῶν  ἐδόξασε τὸν Παῖδα αὐτοῦ Ἰησοῦν. Ὅρα καὶ τὸ ἄτυφον.  Οὐκ ἐνεκάλεσεν, οὐδὲ εἶπεν εὐθέως· Καὶ νῦν πιστεύετε·  ἰδοὺ  ἄνθρωπος  τεσσαράκοντα ἔτη  χωλὸς  ὢν,  ἐν  τῷ  ὀνόματι  Ἰησοῦ Χριστοῦ ἀνέστη. Οὐχ οὕτως  εἶπεν· φιλονεικοτέρους  γὰρ ἂν ἐποίησεν· ἀλλὰ  τέως αὐτοὺς ἐπαινεῖ, ὅτι ἐθαύμαζον τὸ γεγενημένον. Καὶ πάλιν ἀπὸ τοῦ προγόνου καλεῖ. Καὶ οὐ λέγει, Ὁ Ἰησοῦς αὐτὸν ἐθεράπευσε· καίτοι γεαὐτὸς αὐτὸν ἐθεράπευσεν· ἀλλ',ἵνα μὴ λέγωσι, Καὶ πῶς ἔχει ταῦτα λόγον,  εἰ τὸν  παράνομον  δοξάζει; διὰ τοῦτο αὐτοὺς  ἀναμιμνήσκει   τῆς  κρίσεως  τῆς  ἐπὶ  Πιλάτου,  δεικνὺς,   ὅτι  εἰ  θέλοιεν προσέχειν, οὐκ ἔστι παράνομος· οὐ γὰρ ἂν ὁ Πιλᾶτος ἠθέλησεν αὐτὸν ἀπολῦσαι. Καὶ οὐκ  εἶπε,  Θελήσαντος, ἀλλὰ,  Κρίναντος  ἐκείνου  ἀπολύειν·  δηλῶν,  ὅτι  τὸν  μὲν ἑτέρους ἀνελόντα  ᾐτήσατε ἀφεθῆναι, τὸν δὲ τοὺς ἀνῃρημένους ζωογονοῦντα  οὐκ ἠθελήσατε. Καὶ ἵνα μὴ λέγωσι πάλιν, Πῶς νῦν αὐτὸν δοξάζει ὁ τότε μὴ βοηθήσας; παράγουσι τοὺς  προφήτας  μαρτυροῦντας,  ὅτι  οὕτως  ἔδει  γενέσθαι.  Εἶτα, ἵνα  μὴ νομίσωσι  τοῦ  Θεοῦ τὴν  οἰκονομίαν  ἀπολογίαν   αὐτῶν  εἶναι,  πρότερον  αὐτῶν καθάπτεται.  Καὶ τὸ  κατὰ  πρόσωπον  δὲ  Πιλάτου  ἀρνήσασθαι, οὐκ  ἦν  τὸ  τυχὸν, ἐκείνου βουλομένου ἀπολῦσαι· καὶ ὅτι οὐ δυνατὸν  ὑμῖν ἀρνήσασθαι, κατηγορεῖ ὁ αἰτηθεὶς   ἀντ'  αὐτοῦ.  Οὕτω  καὶ   τοῦτο   οἰκονομία   μεγάλη   ἦν.   Ἐνταῦθα   τὴν ἀναισχυντίαν  αὐτῶν δείκνυσι καὶ τὴν ἰταμότητα· καὶ ὅτι ὁ μὲν Ἕλλην καὶ μόνον τότε πρῶτον αὐτὸν ἰδὼν, ἀπήλλαξεν αὐτὸν, καίτοι γε οὐδὲν μέγα ἀκούσας· οἱ δὲ τοῖς σημείοις συντρεφόμενοι, τὸ ἐναντίον  πεποιήκασιν. Ὅτι δὲ δικαίως ἔκρινεν ἐκεῖνος ἀπολύειν, καὶ οὐ κατὰ χάριν τοῦτο ἐποίει, ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ἔθος ὑμῖν ἐστιν ἀπολύειν ἕνα τινά· Θέλετε οὖν τοῦτον ἀπολύσω ὑμῖν; Ὑμεῖς δὲ τὸν ἅγιον καὶ  δίκαιον   ἠρνήσασθε.  Οὐκ  εἶπεν,  Ἐξεδώκατε,  ἀλλὰ  πανταχοῦ,   Ἠρνήσασθε. Εἰκότως. Οὕτω γὰρ καὶ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Καὶ οὐκ εἶπεν, Οὐκ ἐξῃτήσασθε τὸν ἄληπτον, οὐδὲ ἠρνήσασθε μόνον, ἀλλὰ καὶ ἀπεκτείνατε. Ὅτε πεπωρωμένοι ἦσαν, οὐδὲν τοιοῦτον εἶπεν· ὅτε μάλιστα ἐσείσθησαν αὐτῶν αἱ ψυχαὶ, τότε πλήττει σφοδρότερον, ὅτε καὶ αἰσθέσθαι δύνανται. Καθάπερ γὰρ ἡμεῖς τοῖς μὲν μεθύουσιν οὐδὲν λέγομεν, ὅταν δὲ νήψωσι καὶ ἀνενέγκωσιν  ἀπὸ τῆς μέθης, τότε ἐπιπλήττομεν· οὕτω δὴ καὶ Πέτρος, ὅτε ἠδύναντο συνιέναι τῶν λεγομένων, τότε καὶ τὴν γλῶτταν  ἠκόνησε· πολλὰ τὰ ἐγκλήματα ἀριθμεῖ· οἷον ὅτι, ὃν ὁ Θεὸς ἐδόξασεν, οὗτοι  παρέδωκαν·  ὅτι, ὃν  ὁ Πιλᾶτος ἀπέλυεν,  οὗτοι  ἠρνήσαντο  κατὰ  πρόσωπον ἐκείνου· ὅτι προετίμησαν τὸν λῃστήν.


 γʹ. Ὅρα πάλιν  λανθανόντως  πῶς περὶ τῆς δυνάμεως  αὐτοῦ διαλέγεται,  δεικνὺς,  ὅτι ἑαυτὸν  ἤγειρε· καθάπερ ἐν τῇ προτέρᾳ δημηγορίᾳ ἔλεγε· Καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ· καὶ ἐνταῦθα, Τὸν δὲ ἀρχηγὸν,  φησὶ, τῆς ζωῆς ἀπεκτείνατε.  Οὐκ ἄρα παρ' ἑτέρου ἔσχε τὸ ζῇν. Ὥσπερ ἀρχηγὸς τῆς κακίας αὐτὸς ἂν εἴη ὁ τὴν κακίαν τεκὼν, καὶ ἀρχηγὸς φόνου ὁ τὸν  φόνον  πρῶτος εἰσαγαγών· οὕτω καὶ ἀρχηγὸς ζωῆς ὁ παρ'  ἑαυτοῦ τὴν  ζωὴν ἔχων.  Ὃν ὁ Θεὸς ἤγειρε, φησίν. Ἐπειδὴ τοῦτο ἐφθέγξατο, ἐπήγαγε· Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον,  ὃν θεωρεῖτε  καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην. Καὶ μὴν ἐὰν ἡ εἰς αὐτόν ἐστι πίστις ἡ τὸ πᾶν ἐργασαμένη, καὶ ὅτι εἰς αὐτὸν ἐπίστευσε, τίνος ἕνεκεν οὐκ εἶπεν, ∆ιὰ τοῦ ὀνόματος, ἀλλ', Ἐν τῷ ὀνόματι; Ὅτι οὔπω ἐθάῤῥουν εἰπεῖν, Ἡ εἰς αὐτὸν πίστις. Ἵνα δὲ μὴ τὸ, ∆ι' αὐτοῦ, ταπεινὸν  ᾖ, ἐπήγαγε· Καὶ τὸ ὄνομα αὐτοῦ ἐστερέωσεν αὐτόν. Καὶ τοῦτο πρότερον εἰπὼν, τότε φησί· Καὶ ἡ πίστις ἡ δι' αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν  ταύτην. Ὅρα, πῶς δείκνυσιν, ὅτι καὶ ἐκεῖνο συγκαταβαίνων εἶπεν. Οὐ γὰρ ἂν ἑτέρου ἐδεήθη πρὸς ἀνάστασιν, οὗ τὸ ὄνομα χωλὸν οὐδὲν  νεκροῦ  διαφέροντα  ἤγειρε.  Σκόπει, πῶς  πανταχοῦ  τὰς  μαρτυρίας  αὐτῶν ἐπισπᾶται. Ἀνωτέρω μὲν γὰρ ἔλεγε· Καθὼς καὶ αὐτοὶ οἴδατε· καὶ, Ἐν μέσῳ ὑμῶν· καὶ πάλιν, Ὃν θεωρεῖτε καὶ οἴδατε, ἀπέναντι πάντων ὑμῶν. Καίτοι ἐν τῷ ὀνόματι αὐτοῦ οὐκ ᾔδεσαν, ὅτι ὑγιὴς ἕστηκεν, ἀλλὰ τοῦτο ᾔδεσαν, ὅτι χωλὸς ἦν. Καὶ αὐτοὶ δὲ οἱ πεποιηκότες ὡμολόγουν, ὅτι οὐκ ἰδίᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Χριστοῦ ἐστερέωτο. Εἰ δὲ μὴ τοῦτο ἦν, καὶ ὄντως πεπεισμένοι ἦσαν, ὅτι ἀνέστη, οὐκ ἂν ἠθέλησαν τοῦ νεκροῦ τὴν δόξαν στῆσαι μᾶλλον ἢ τὴν ἑαυτῶν, καὶ ταῦτα ἐκείνων πρὸς αὐτοὺς ὁρώντων. Εἶτα πεφοβημένας αὐτῶν τὰς ψυχὰς εὐθέως τῇ τῶν ἀδελφῶν  προσηγορίᾳ παρεμυθήσατο, εἰπών· Ἄνδρες ἀδελφοί. Ἐκεῖ μὲν γὰρ οὐδὲν περὶ ἑαυτῶν εἶπεν, ἀλλὰμόνον  περὶ  τοῦ  Χριστοῦ, Ἀσφαλῶς  οὖν  γινωσκέτω,  λέγων,  πᾶς  οἶκος  Ἰσραήλ· ἐνταῦθα  δὲ καὶ παραίνεσιν προσάγει. Ἐκεῖ ἀνέμενεν  αὐτοὺς εἰπεῖν· ἐνταῦθα  ᾔδει πόσον εἰργάσαντο, καὶ ὡς οὗτοι μᾶλλον ἦσαν ᾠκειωμένοι. Καὶ μὴν τὰ ἄνω εἰρημένα οὐκ ἦν ἀγνοίας. Τὸ γὰρ τὸν λῃστὴν αἰτῆσαι, τὸ τὸν κριθέντα ἀπολυθῆναι μὴ λαβεῖν, τὸ καὶ θελῆσαι ἀνελεῖν, ποίας ἀγνοίας; Ἀλλ' ὅμως δίδωσιν αὐτοῖς ἐξουσίαν ἀρνήσασθαι, καὶ μεταγνῶναι  ἐπὶ τοῖς γεγενημένοις· μᾶλλον δὲ καὶ ἀπολογίαν ὑπὲρ αὐτῶν συντίθησιν εὐπρόσωπον, καὶ λέγει· Ὅτι μὲν οὖν ἀθῷον ἀνῃρεῖτε, ᾔδειτε· ὅτι δὲ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἴσως ἠγνοεῖτε. Καὶ ἐντεῦθεν οὐκ αὐτοὺς μόνους ἀφίησιν ἐγκλημάτων,  ἀλλὰ καὶ τοὺς τῶν κακῶν ἀρχιτέκτονας. Ἦ γὰρ ἂν φιλονεικοτέρους αὐτοὺς ἐποίησεν, εἴ γε εἰς κατηγορίαν τὸν λόγον ἐξήγαγεν. Ὁ γάρ τι δεινὸν ἐργασάμενος, ὅταν τις κατηγορῇ, πειρώμενος ἀπολογεῖσθαι, σφοδρότερος γίνεται. Καὶ οὐ λέγει λοιπὸν, ὅτι Ἐσταυρώσατε, ἐφονεύσατε· ἀλλ', Ἐπράξατε, ἐπὶ συγγνώμην αὐτοὺς ἄγων. Εἰ ἐκεῖνοι κατὰ ἄγνοιαν, πολλῷ  μᾶλλον οὗτοι· εἰ ἐκεῖνοι ἀφίενται, πολλῷ μᾶλλον οὗτοι. Τὸ δὲ θαυμαστὸν, ὅτι καὶ ἄνω καὶ ἐνταῦθα εἰπὼν, ἐκεῖ μὲν, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει, ἐνταῦθα δὲ, ὅτι Προκατήγγειλε πᾶσι τὸν Χριστὸν, οὐδαμοῦ παράγει μαρτυρίαν, διότι ἑκάστη αὐτῶν μετὰ πολλῶν ἐγκλημάτων, καὶ τῆς κολάσεως τῆς κατ' αὐτῶν εἴρηται. Καὶ δώσω, φησὶ, τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν, Ἃ προκατήγγειλε, φησὶ,  διὰ  στόματος  πάντων   τῶν   προφητῶν   παθεῖν   αὐτὸν,  ἐπλήρωσεν  οὕτω. Μεγάλην δείκνυσι τὴν βουλὴν, εἴ γε πάντες τοῦτο ἔλεγον, καὶ οὐχ εἷς μόνος. Οὐ μὴν ἐπειδὴ κατὰ ἄγνοιαν γέγονε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν γέγονεν.  Ὅρα, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅταν ταῖς ἑτέρων πονηρίαις εἰς τὸ δέον ᾖ κατακεχρημένη. Ἐπλήρωσε φησίν. Ἵνα μὴ νομίσωσι λοιπὸν  ὑπολείπεσθαί  τι, τοῦτο ἐπήγαγε, δηλῶν  ὅτι ὅσα παθεῖν ἔδει, πεπλήρωται. Ἀλλὰ μὴ νομίσητε, ἐπειδὴ οἱ προφῆται ταῦτα εἶπον, καὶ ἐπειδὴ κατὰ ἄγνοιαν  ἐπράξατε. ὅτι ἀρκεῖ εἰς ἀπολογίαν  ὑμῖν τοῦτο. Ἀλλ' οὐ λέγει οὕτως, ἀλλὰ πραότερον· Μετανοήσατε οὖν. ∆ιὰ τί; Εἰς τὸ ἐξαλειφθῆναι  ὑμῶν τὰς ἁμαρτίας. Οὐ λέγω τὰ ἐν τῷ σταυρῷ τετολμημένα· ἴσως ἐκεῖνα κατὰ ἄγνοιαν· ἀλλ' ὥστε τὰς ἑτέρας ὑμῶν ἁμαρτίας ἐξαλειφθῆναι. Εἶτα ἐπάγει· Ὅπως ἂν ἔλθωσιν ὑμῖν καιροὶ ἀναψύξεως. Ἐνταῦθα περὶ τῆς ἀναστάσεως διαλέγεται ἀμυδρῶς. Ὄντως γὰρ ἐκεῖνοι ἀναψύξεως καιροὶ, οὓς ἐπεζήτει καὶ Παῦλος, λέγων· Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Εἶτα δεικνὺς, ὅτι αὐτὸς τῶν καιρῶν τῆς ἀναψύξεως αἴτιος, Καὶ ἀποστείλῃ, φησὶ, τὸν προκεχειρισμένον ὑμῖν Ἰησοῦν Χριστόν. Οὐκ εἶπεν, Ἐξαλειφθῇ   ὑμῶν   ἡ   ἁμαρτία,   ἀλλ',   Αἱ  ἁμαρτίαι,   καὶ   ἐκείνην   αἰνιττόμενος, Ἀποστείλῃ.  Τοῦτο  εἰπὼν,  οὐ  λέγει  πόθεν  λοιπὸν,  ἀλλὰ  μόνον  ἐπάγει,  Ὃν  δεῖ οὐρανὸν μὲν δέξασθαι. Ἀκμὴν δέξασθαι. Καὶ πῶς οὐκ εἶπεν, Ὃν οὐρανὸς ἐδέξατο; Τοῦτο ὡς περὶ τῶν  ἄνω  χρόνων  διαλεγόμενος  εἶπεν, Οὕτως ᾠκονόμηται,  φησὶν, οὕτω συντέθειται· περὶ δὲ τῆς αἰωνίου ὑπάρξεως αὐτοῦ οὐδέπω φησὶν, ἀλλ' ἔτι τοῖς τῆς οἰκονομίας λόγοις ἐνδιατρίβει καὶ λέγει· Μωσῆς μὲν γὰρ εἶπε πρὸς τοὺς πατέρας, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος. Εἶτα ἀνωτέρω  εἰπὼν,  Ἄχρι χρόνων ἀποκαταστάσεως πάντων,  ὧν  ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων  τῶν  ἁγίων αὐτοῦ  προφητῶν  ἀπ' αἰῶνος,  αὐτὸν  εἰσάγει λοιπὸν  τὸν  Χριστόν. Εἰ γὰρ πολλὰ προεῖπεν, αὐτοῦ δὲ ἀκούειν χρὴ, οὐκ ἄν τις ἁμάρτοι ταῦτα τοὺς προφήτας εἰρηκέναι λέγων. 


δʹ. Ἄλλως  δὲ θέλει δεῖξαι, ὅτι τὰ αὐτὰ καὶ οἱ προφῆται προεῖπον. Κἄν τις ἀκριβῶς ἐξετάζῃ, εὑρήσει καὶ ἐν τῇ Παλαιᾷ ἀμυδρῶς μὲν, εἰρημένα δέ· ὥστε οὐδὲν νεώτερον.  Τὸν προκεχειρισμένον, φησίν. Ἐνταῦθα αὐτοὺς καὶ φοβεῖ, ὡς πολλῶν ὑπολειπομένων, Πῶς οὖν ἔλεγεν, Ἐπλήρωσεν ἃ ἔδει παθεῖν; Ἐπλήρωσεν, εἶπεν, οὐκ, Ἐπληρώθη· δεικνὺς, ὅτι ἃ μὲν ἐχρῆν παθεῖν, ἐπλήρωσεν· ἃ δὲ γενέσθαι λείπεται ἔτι, οὐδέπω. Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Ὃ μάλιστα  ᾠκειοῦτο  αὐτοὺς,  λέγει.  Ὁρᾷς,  πῶς  ταπεινὰ  καὶ  ὑψηλὰ  παρασπείρει;
Ταπεινὸν γὰρ καὶ ὑψηλὸν, εἰ ὁ μέλλων εἰς οὐρανοὺς ἀνιέναι κατὰ Μωσέα ἐστί· πλὴν ἀλλὰ  τέως  μέγα  ἦν.  Οὐ γὰρ  δὴ  κατὰ  Μωσέα τὸ,  Καὶ ἔσται  πᾶς  ὁ  μὴ  ἀκούων ἐξολοθρευθήσεται. Μυρία δὲ καὶ ἄλλα εἶπε τὰ δεικνύντα, ὅτι οὐκ ἔστι κατὰ Μωσέα, ὥστε μεγάλης ἥψατο μαρτυρίας. Ὁ Θεὸς αὐτὸν ἀναστήσει, φησὶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν.  Ὥστε Μωσῆς αὐτὸς ἠπείλησε τοῖς μὴ ἀκούουσι. Ταῦτα ὅλα ἐπαγωγά.  Καὶ πάντες δὲ, φησὶν, οἱ προφῆται ἀπὸ Σαμουήλ. Οὐκ ἠθέλησε καθ' ἕκαστον ἐπεξιέναι, ὥστε  μὴ  μακρὸν  ποιῆσαι  τὸν   λόγον·  ἀλλὰ   καιρίας  μνησθεὶς  μαρτυρίας  τῆς Μωσαϊκῆς, παρέπεμψεν  αὐτούς. Ὑμεῖς ἐστε, φησὶν, υἱοὶ τῶν  προφητῶν,  καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεός. Τῆς διαθήκης, φησὶν, υἱοὶ, τουτέστι, κληρονόμοι. Ἵνα γὰρ μὴ δόξωσιν ὡς ἀπὸ χάριτος Πέτρου ταῦτα λαμβάνειν,  δείκνυσιν, ὅτι ἄνωθεν αὐτοῖς  ὠφείλετο,  ἵνα  μᾶλλον  πιστεύσωσιν, ὅτι  καὶ  τῷ  Θεῷ τοῦτο  δοκεῖ.  Ὑμῖν πρῶτον  ἀναστήσας, φησὶν, ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν.  Οὐκ εἶπεν, Ὑμῖν, ἁπλῶς, ἀπέστειλε τὸν Παῖδα αὐτοῦ, ἀλλὰ καὶ, μετὰ τὴν ἀνάστασιν, καὶ ὅτε ἐσταυρώθη. Ἵνα γὰρ μὴ νομίσωσιν, ὅτι αὐτὸς μὲν ταῦτα ἐχαρίζετο, ὁ δὲ Πατὴρ οὐχὶ, διὰ τοῦτο προσέθηκε τὸ, Εὐλογοῦντα ὑμᾶς. Εἰ γὰρ ἀδελφὸς ὑμῶν αὐτὸς καὶ εὐλογεῖ ὑμᾶς, ὑπόσχεσις τὸ πρᾶγμά  ἐστι· τουτέστι, Τοσοῦτον ἀπέχετε  τοῦ  μὴ κοινωνεῖν τούτοις, ὅτι καὶ τοῖς ἄλλοις ὑμᾶς αἰτίους καὶ ἀρχηγοὺς βούλεται γενέσθαι. Οὐκοῦν μὴ  ὡς  ἀπεῤῥιμμένοι  διάκεισθε  ἢ  ἀποβεβλημένοι.  Ἐν  τῷ  ἀποστρέφειν,  φησὶν, ἕκαστον ἀπὸ τῶν  πονηριῶν.  Οὕτως ὑμᾶς εὐλογεῖ, καὶ οὐχ ἁπλῶς. Καὶ ποία αὕτη εὐλογία; Μεγάλη. Οὐ γὰρ δὴ τὸ ἀποστρέψαι ἀπὸ πονηριῶν, τοῦτο ἱκανὸν καὶ λῦσαι αὐτάς.  Εἰ δὲ  καὶ  λῦσαι  οὐχ  ἱκανὸν  ἦν,  πῶς  εὐλογίαν  παρασχεῖν;  Οὐ γὰρ  δὴ  ὁ ἠδικηκὼς, ἤδη καὶ εὐλογεῖται, ἀλλ' ἁμαρτημάτων ἀφίεται. Τὸ δὲ, Ὡς ἐμὲ, εἰ μὴ κατὰ τὸν τῆς νομοθεσίας τις τρόπον ἐκδέξαιτο, οὐδαμοῦ λόγον ἂν ἀλλαχοῦ ἕξοι. Αὐτοῦ ἀκούσεσθε, φησί· καὶ οὐχ ἁπλῶς, ἀλλ',  Ἔσται πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου    ἐκείνου,   ἐξολοθρευθήσεται   ἐκ   τοῦ   λαοῦ.   Ὅτε   αὐτοὺς   ἔδειξεν ἡμαρτηκότας, καὶ συγγνώμης μετέδωκε, καὶ ἐπηγγείλατο χρηστά· τότε δὴ δείκνυσιν, ὅτι  καὶ  Μωσῆς τὸ  αὐτὸ  λέγει.  Καὶ ποία  αὕτη  ἀκολουθία  εἰπεῖν,  Ἄχρι  χρόνων ἀποκαταστάσεως, καὶ ἐπαγαγεῖν  Μωσέα λέγοντα,  ὅτι πάντα ἀκούσουσιν, ἃ ἐρεῖ ὁ Χριστός· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀπειλῆς φοβερᾶς; Μεγάλη· δείκνυσι γὰρ, ὅτι καὶ διὰ  τοῦτο  πείθεσθαι  ὀφείλουσιν  αὐτῷ.  Τί  ἐστιν,  Υἱοὶ τῶν  προφητῶν,  καὶ  τῆς διαθήκης; Κληρονόμοι, διάδοχοι. Εἰ οὖν υἱοὶ, τί ὡς περὶ ἀλλότρια διάκεισθε πρὸς τὰ ὑμέτερα; Ἄρα κατηγορίας μὲν ἐπράξατε ἄξια· δυνήσεσθε δὲ ὅμως συγγνώμης τυχεῖν. Εἶτα ἐπειδὴ εἶπε ταῦτα, εἰκότως λοιπὸν λέγει· Ὑμῖν ἀπέστειλεν ὁ Θεὸς τὸν Παῖδα αὐτοῦ  εὐλογοῦντα  ὑμᾶς.  Οὐκ εἶπε,  Σώζοντα,  ἀλλ'  ὃ  μεῖζόν  ἐστιν,  Εὐλογοῦντα· δεικνὺς, ὅτι ὁ σταυρωθεὶς εὐλογεῖ τοὺς σταυρώσαντας. Μιμησώμεθα τοίνυν τοῦτον καὶ ἡμεῖς. Ἐκβάλωμεν ψυχὴν  φονικὴν  καὶ πολεμίαν. Οὐκ ἀρκεῖ τὸ μὴ ἀμύνασθαι (τοῦτο καὶ ἐν τῇ Παλαιᾷ γέγονεν), ἀλλὰ πάντα πράττωμεν ὑπὲρ τῶν ἠδικηκότων, ὡς ὑπὲρ  φίλων   γνησίων,  ὡς  ὑπὲρ  ἡμῶν  αὐτῶν.  Ἐκείνου  μιμηταί  ἐσμεν,  ἐκείνου μαθηταὶ τοῦ μετὰ τὸ σταυρωθῆναι πάντα κινοῦντος  ὑπὲρ τῶν σταυρωσάντων, καὶ τοὺς ἀποστόλους ἐκπέμποντος. Καίτοι γε ἡμεῖς πολλαχοῦ  καὶ δικαίως  πάσχομεν· ἐκεῖνος  δὲ  οὐ  μόνον  ἀδίκως,  ἀλλὰ  καὶ  ἀσεβῶς· τὸν  εὐεργέτην  γὰρ, τὸν  οὐδὲν ἠδικηκότα, τοῦτον ἐσταύρωσαν. ∆ιὰ τί; εἰπέ μοι, δόξης ἕνεκεν; Καὶ μὴν αὐτὸς αὐτοὺς ἐσέμνυνε. Πῶς; Ἐπὶ τῆς Μωσέως καθέδρας, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ἃ λέγουσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ πάλιν ἀλλαχοῦ· Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ. Καὶ δυνάμενος αὐτοὺς ἀπολέσαι, σώζει. Τοῦτον οὖν μιμησώμεθα, καὶ μηδεὶς ἐχθρός τινος  ἔστω, μηδεὶς πολέμιος, ἀλλ' ἢ τοῦ διαβόλου μόνον.


εʹ. Οὐ μικρόν τι πρὸς τοῦτο καὶ τὸ μὴ ὀμνύναι συντελεῖ,  καὶ  τὸ  μὴ  ὀργίζεσθαι.  Ἀπὸ  τοῦ  μὴ  ὀργίζεσθαι  οὐδὲ  ἐχθρὸν  ἕξομεν. Ἔκκοψον ἀνθρώπου  τὸν  ὅρκον, καὶ τὰ πτερὰ περιέκοψας τῆς ὀργῆς, τὸν  θυμὸνἔσβεσας ἅπαντα. Ὥσπερ γὰρ πνεῦμα ἡ ὀργὴ, καὶ ὁ ὅρκος ἐστί. Χάλασον τὰ ἱστία· οὐδὲν ὄφελος  ἱστίου,  πνεύματος  οὐκ ὄντος. Ἂν τοίνυν  μὴ κράζωμεν, μηδὲ ὀμνύωμεν,  τὰ νεῦρα ἐξεκόψαμεν τοῦ θυμοῦ. Εἰ δὲ ἀπιστεῖτε, πεῖραν  λάβετε τοῦ πράγματος, καὶ ὅτι οὕτως ἔχει, τότε γνώσεσθε. Θὲς τῷ θυμουμένῳ νόμον μηδέποτε ὀμνύναι,  καὶ οὐκ ἀναγκασθήσῃ περὶ ἐπιεικείας  αὐτῷ  διαλεχθῆναι.  Οὕτω τὸ πᾶν ἤνυσται· καὶ οὔτε ἐπιορκήσετε, οὔτε ὀμόσεσθε ὅλως.  Οὐκ ἴστε, εἰς ὅσας ἀτοπίας ἑαυτοὺς ἐντεῦθεν ἐμβάλλετε; Ἀνάγκη γὰρ δεσμῷ ἑαυτοὺς περιβάλλοντες, καὶ πάσῃ μηχανῇ σπουδάζοντες ὥστε καθάπερ ἐξ ἀφύκτου τινὸς κακοῦ τὴν ψυχὴν ἐξελκύσαι, εἶτα μὴ δυνηθέντες, λοιπὸν ἐν ὀδύνῃ διάγειν καὶ μάχαις, καὶ ἀρᾶσθαι τῷ θυμῷ· ἀλλὰ πάντα εἰκῆ καὶ μάτην γίνεται.  Οὐκοῦν ἀπείλησον, διόρισαι, πάντα ποίησον χωρὶς ὅρκου. Ἔξεστιν ἀναλῦσαι  καὶ  τὰ  λεχθέντα,  καὶ  τὰ  γενόμενα,  ἂν  θέλῃς.  Οὕτω τήμερον ἀνάγκη πραότερον ὑμῖν διαλεχθῆναι.  Ἐπειδὴ γὰρ ἠκούσατε, καὶ τὸ πλέον ὑμῖν  κατώρθωται.  Φέρε δὴ λοιπὸν,  τίνος  ἕνεκεν  ἐπεισῆλθεν  ὁ ὅρκος, καὶ διὰ τί συνεχωρήθη  εἶναι,  εἴπωμεν.  Ἄνωθεν  τὴν  γένεσιν  αὐτοῦ  διηγούμενοι,  καὶ  πότε ἐτέχθη, καὶ πῶς, καὶ παρὰ τίνων,  ἀμειψόμεθα ὑμᾶς τῇ διηγήσει ὑπὲρ τῆς ὑπακοῆς. Τὸν μὲν γὰρ κατωρθωκότα ἀναγκαῖον καὶ φιλοσοφεῖν· τὸν δὲ μηδέπω, οὐδὲ λόγον ἀκοῦσαι  ἄξιον.  Ἐποίησαν  συνθήκας  πολλὰς  οἱ  περὶ  τὸν  Ἀβραὰμ, καὶ  ἔσφαξαν θύματα,  καὶ  θυσίας ἀνήνεγκαν,  καὶ  οὐδέπω  ἦν  ὅρκος. Πόθεν οὖν  ἐπεισῆλθεν  ὁ ὅρκος; Ὅτε τὰ κακὰ ηὐξήθη, ὅτε πάντα  ὁμοῦ ἄνω  καὶ κάτω  γέγονεν,  ὅτε πρὸς εἰδωλολατρείαν  ἀπέκλιναν· τότε δὴ, τότε, ὅτε ἄπιστοι λοιπὸν ἐφαίνοντο, τὸν Θεὸν ἐκάλουν μάρτυρα, ὥσπερ ἐγγυητὴν διδόντες τῶν λεγομένων  ἀξιόχρεων. Τοῦτο γὰρ ὅρκος  ἐστὶ,  τρόπων   ἀπιστουμένων   ἐγγύη.  Ὥστε  πρώτη   κατηγορία  αὕτη  τοῦ ὀμνύοντος, εἰ μὴ πιστεύοιτο χωρὶς ἐγγύου, καὶ ἐγγύου μεγάλου· διὰ γὰρ τὴν πολλὴν ἀπιστίαν  οὐκ  ἄνθρωπον  ζητοῦσιν  ἔγγυον,  ἀλλὰ  τὸν  Θεόν. ∆εύτερον,  καὶ  τοῦ λαμβάνοντος  τὸν ὅρκον τὸ αὐτὸ ἔγκλημα, εἰ ὑπὲρ συναλλαγμάτων  διαφερόμενος, τὸν Θεὸν ἕλκοι πρὸς τὴν ἐγγύην, καὶ λέγοι μὴ ἀφίστασθαι, εἰ μὴ ἐκεῖνον λάβοι. Ὢ τῆς  ὑπερβαλλούσης  ἀναισθησίας,  ὢ  τῆς  ὕβρεως  σκώληξ  καὶ  γῆ  καὶ  σποδὸς τυγχάνων  καὶ καπνὸς, τὸν ∆εσπότην σου ἕλκεις εἰς ἐγγύην, κἀκεῖνον  ἀναγκάζεις λαβεῖν. Εἰπέ μοι, εἰ τῶν παίδων ὑμῶν φιλονεικούντων πρὸς ἀλλήλους, καὶ ἀπιστουμένων  ἑαυτοῖς, ἔφησεν ὁ ὁμόδουλος μὴ ἀποστήσεσθαι, ἕως ἂν τὸν κοινὸν δεσπότην ἐγγυητὴν  λάβοι· ἆρα οὐκ ἂν ἔλαβε πληγὰς  μυρίας, καὶ ἔμαθεν, ὅτι τῷ δεσπότῃ  εἰς  ἄλλα  κεχρῆσθαι  δεῖ,  οὐκ  εἰς  ταῦτα;  Τί  λέγω  ὁμόδουλον;  Εἰ γὰρ αἰδεσιμώτερον  εἵλετο  ἄνδρα,  οὐχ  ὕβριν  τὸ  πρᾶγμα  ἡγήσατο  ἄν;  Ἀλλ'  ἐγὼ  οὐ βούλομαι, φησί. Καλῶς· οὐκοῦν  μηδὲ ἐκεῖνον  ἀνάγκαζε, ἐπεὶ καὶ ἐπ' ἀνθρώπων τοῦτο  γίνεται,  ἂν  εἴπῃ,  Τὸν δεῖνα  δίδωμι  ἐγγυητὴν,  σὺ οὐκ ἀνέχῃ.  Τί οὖν; καὶ ἀπολέσω, φησὶ, τὸ διδόμενον; Οὐ λέγω τοῦτο, ἀλλὰ ὅτι τὸν Θεὸν ὑβρίσαι ἀνέχῃ. ∆ιὸ καὶ μᾶλλον ὁ καταναγκάζων ἢ ὁ ὀμνὺς ἀπαραίτητον ἔχει τὴν κόλασιν· ὡσαύτως καὶ ὁ  μηδενὸς  αἰτοῦντος  ὀμνύς.  Καὶ τὸ  δὴ  χαλεπώτερον,  ὅτι  ὀμνύει  ἕκαστος ὑπὲρ ὀβολοῦ ἑνὸς, ὑπὲρ προσθήκης μικρᾶς, ὑπὲρ ἀδικίας. Ταῦτα, ὅταν μὴ ὦσιν ἐπιορκίαι. ἂν δὲ ἐπιορκίᾳ παρακολουθήσῃ, πάντα  ἄνω  καὶ κάτω, καὶ ὁ λαβὼν,  καὶ ὁ δοὺς πεποίηκεν. Ἀλλ' ἔστιν ἀγνοούμενά  τινα, φησίν. Ἀλλὰ ταῦτα προορώμενος, μηδὲν ποίει ῥᾳθύμως· εἰ δὲ ῥᾳθύμως ποιεῖς, ἀπαίτει σαυτὸν δίκην ζημίας. Βέλτιον οὕτω ζημιωθῆναι, ἢ ἑτέρως. Εἰπὲ γάρ μοι, ἕλκεις εἰς ὅρκον τὸν ἄνδρα, τί προσδοκῶν; ὅτι ἐπιορκήσει; Ἀλλὰ τοῦτο  ἀνοίας  ἐσχάτης· ἐπὶ τὴν  σὴν γὰρ κεφαλὴν  ἡ δίκη τραπήσεται· βέλτιόν σε τὰ χρήματα ἀπολέσαι, ἢ ἐκεῖνον ἀπόλλυσθαι. Τί μετὰ τῆς σῆς ζημίας  τοῦτο  ποιεῖς,  καὶ  μετὰ  τῆς  ὕβρεως  τοῦ  Θεοῦ; Θηρίου αὕτη  ἡ ψυχὴ,  καὶ ἀσεβοῦς ἀνδρός. Ἀλλὰ προσδοκῶ, ὅτι  οὐκ ἐπιορκήσει. Οὐκοῦν καὶ χωρὶς  ὅρκου πίστευσον. Ἀλλ' εἰσὶ πολλοὶ, φησὶν, οἳ χωρὶς ὅρκου εἵλοντο ἀποστερῆσαι· μετὰ δὲ ὅρκον, οὐκέτι. Ἀπατᾷς σεαυτὸν, ἄνθρωπε. Ἄνθρωπος κλέπτειν μεμαθηκὼς καὶ τὸνπλησίον ἀδικεῖν, ἕλοιτο ἂν καὶ ὅρκον καταπατῆσαι πολλάκις· εἰ δὲ περὶ τοῦ ὀμόσαι εὐλαβηθείη,  περὶ  τὸ  ἀδικῆσαι πολλῷ  μᾶλλον.  Ἀλλ' ἄκων  αὐτὸ  πάσχει; Οὐκοῦν συγγνώμης  ἄξιος. Ἀλλὰ τί λέγω  περὶ τῶν  ὅρκων τούτων,  ἀφεὶς τοὺς ἐπ' ἀγορᾶς; Ἐκεῖ γὰρ οὐδὲν τοιοῦτον  ἔχεις εἰπεῖν· ὑπὲρ γὰρ δέκα ὀβολῶν  ὅρκοι γίνονται  καὶ ἐπιορκίαι. Ὅτι γὰρ σκηπτὸς ἄνωθεν οὐ κατέρχεται, ὅτι γὰρ οὐ πάντα ἀνατρέπεται, ἕστηκας κατέχων  τὸν Θεόν. Τί δήποτε; Ἵνα λάχανα  λάβῃς, ἵνα ὑποδήματα, ὑπὲρ ὀλίγου  ἀργυρίου  εἰς  μαρτυρίαν  αὐτὸν  καλῶν.  Μὴ δὴ,  ἐπειδὴ  μὴ  κολαζόμεθα, νομίσωμεν  μηδὲ  ἁμαρτάνειν·  τοῦτο  τῆς  φιλανθρωπίας   ἐστὶ  τοῦ  Θεοῦ, οὐ  τῆς ἡμετέρας ἀρετῆς. Ὄμοσον κατὰ τοῦ παιδὸς τοῦ σοῦ, ὄμοσον κατὰ σαυτοῦ· εἰπὲ, Οὕτω μὴ δήμιος ἐπισταίη ταῖς πλευραῖς ταῖς ἐμαῖς. Ἀλλὰ δέδοικας. Τῶν πλευρῶν σου οὖν ἀτιμότερος ὁ Θεός; τῆς κεφαλῆς σου εὐτελέστερος; Εἰπὲ, Οὕτω μὴ πηρωθῶ. Ἀλλ' ὁ μὲν  Χριστὸς οὕτως  ἡμῶν  φείδεται,  ὡς  κωλύειν  καὶ  κατὰ  τῆς  οἰκείας  ὀμνύειν κεφαλῆς· ἡμεῖς δὲ οὕτως ἀφειδοῦμεν τῆς δόξης τῆς τοῦ Θεοῦ, ὡς πανταχοῦ αὐτὸν ἕλκειν. Οὐκ ἴστε τί ἐστι Θεὸς, καὶ ποίοις στόμασι καλεῖσθαι ὀφείλει. Ἀλλ' ἂν μὲν περί τινος  λέγωμεν   ἀνδρὸς  ἐναρέτου,  φαμὲν,  Ἀπόπλυνον  τὸ  στόμα  σου, καὶ  οὕτω μνήσθητι· νυνὶ δὲ τὸ τίμιον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, τὸ θαυμαστὸν ἐν πάσῃ τῇ γῇ, ὃ δαίμονες ἀκούοντες φρίττουσιν, ἁπλῶς περισύρομεν.  ʹ. Ὢ τῆς συνηθείας ἀπὸ γὰρ ταύτης  γέγονεν  εὐκαταφρόνητον.  Ἀμέλει  γοῦν  εἰς  οἶκον  ἅγιον  ἂν  ἐπιθῇς  τινι ἀνάγκην ὀμόσαι, ὡς φρικτὸν τὸν ὅρκον ἐργασάμενος, οὕτω διάκεισαι· καίτοι πόθεν οὕτω φρικτὸν  εἶναι δοκεῖ, ἀλλ' ἢ ὅτι ἐκείνῳ μὲν ἁπλῶς ἀποκεχρήμεθα, τούτῳ δὲ οὐχί; οὐ γὰρ φρίκην ἔδει γενέσθαι ὀνομαζομένου τοῦ Θεοῦ; Ἀλλ' ἐπὶ μὲν Ἰουδαίων οὕτως  αὐτοῦ  τὸ  ὄνομα  σεμνὸν  ἦν,  ὡς  ἐν  πετάλοις  γράφεσθαι,  καὶ  μηδενὶ  τὰ γράμματα ἐξεῖναι  φορεῖν,  ἀλλ' ἢ μόνῳ  τῷ  ἀρχιερεῖ· νυνὶ  δὲ ὡς  τὸ τυχὸν  οὕτω περιφέρομεν αὐτοῦ τὸ ὄνομα. Εἰ ἁπλῶς ὀνομάζειν τὸν Θεὸν οὐ πᾶσιν εὐαγές· τὸ καὶ ἐπὶ μαρτυρίαν αὐτὸν καλεῖν, πόσης τόλμης, εἰπέ μοι, πόσης μανίας; Εἰ γὰρ πάντα ῥῖψαι ἐχρῆν, οὐκ ἔδει προθύμως ἐᾷν; Ἰδοὺ λέγω καὶ διαμαρτύρομαι, Κατορθώσατε τούτους τοὺς ἐπὶ τῆς ἀγορᾶς ὅρκους, τοὺς δὲ μὴ πειθομένους, πάντας ἐμοὶ ἀγάγετε. Ἰδοὺ παρόντων ὑμῶν ἐπισκήπτω τοῖς πρὸς ὑπηρεσίαν ἀφωρισμένοις τῶν οἴκων τῶν εὐκτηρίων, καὶ παραινῶ καὶ παρεγγυῶ, μηδενὶ ὀμνύναι ἁπλῶς ἐξεῖναι· μᾶλλον δὲ μηδὲ  ἑτέρως.  Πρὸς ἐμὲ οὖν  ἀγέσθω  ὅστις ἂν  ᾖ, ἐπειδὴ  καὶ  ταῦτα  μέχρις  ἡμῶν ἔρχεσθαι δεῖ, καθάπερ ἐπὶ παίδων  μικρῶν.  Μὴ γένοιτο.  Αἰσχύνη γάρ ἐστιν ὑπέρ τινων ἔτι δέεσθαι  μανθάνειν. Μὴ τραπέζης ἱερᾶς ἅψασθαι τολμᾷς ἀμύητος ὤν; Ἀλλὰ τὸ ἔτι χεῖρον, σὺ ὁ μεμυημένος τῆς ἱερᾶς ἅψασθαι τραπέζης τολμᾷς, ἧς οὐδὲ πᾶσιν  ἱερεῦσιν  ἅψασθαι  θέμις,  καὶ  οὕτως  ὀμνύναι.  Καὶ σὺ μὲν  τῆς  τοῦ  παιδὸς κεφαλῆς οὐκ ἂν ἅψαιο ἀπελθὼν, τραπέζης δὲ ἅπτῃ, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; Πρὸς ἐμὲ τοὺς τοιούτους ἄγε· ἐγὼ δικάσω, καὶ χαίροντας ἑκατέρους ἀποπέμψω. Ὃ βούλεσθε, ποιεῖτε· νόμον τίθημι μηδὲ ὅλως ὀμνύναι. Ποία σωτηρίας ἐλπὶς, οὕτως ἡμῶν πάντα κενούντων; διὰ τοῦτο γραμματεῖα, διὰ τοῦτο συμβόλαια, ἵνα καταθύσῃς τὴν σαυτοῦ ψυχήν; τί τοσοῦτον κερδαίνεις, ὅσον ἀπολλύεις; Ἐπιώρκησεν; Ἀπώλεσας κἀκεῖνον  καὶ σαυτόν. Ἀλλ' οὐκ ἐπιώρκησε; Καὶ οὕτως ἀπώλεσας, παραβῆναι τὴν ἐντολὴν  ἀναγκάσας. Ἐξελάσωμεν τοῦτο τὸ νόσημα ἀπὸ τῆς ψυχῆς· τέως ἀπὸ τῆς ἀγορᾶς αὐτὸ διώξωμεν,  ἀπὸ τῶν  παντοπωλείων,  ἀπὸ τῶν  λοιπῶν  ἐργαστηρίων· μείζων ὁ πόρος ἡμῖν ἔσται. Μὴ νομίσητε διὰ τῶν παραβάσεων τῶν θείων νόμων τὰ βιωτικὰ κατορθοῦσθαι. Ἀλλ' οὐ πιστεύει, φησί. Καὶ γὰρ καὶ τοῦτό ποτε παρ' ἐνίων ἤκουσα,  ὅτι  Ἂν  μὴ  ὀμόσω  μυρίους  ὅρκους,  οὐ  πιστεύει.  Σὺ  τούτων  αἴτιος  ὁ προχείρως  ὀμνύς·  ἐπεὶ  εἰ μὴ τοῦτο  ἦν,  ἀλλὰ  πᾶσιν ἦν  δῆλον,  ὅτι  οὐκ ὀμνύεις, πίστευέ μοι λέγοντι, ὅτι τῶν μυρίους κατεσθιόντων  ὅρκους μᾶλλον ἂν ἐπιστεύθης ἐπινεύσας  μόνον.  Ἰδοὺ  γὰρ,  εἰπέ  μοι,  τίνι  ἄρα  μᾶλλον  πιστεύετε,  ἐμοὶ  τῷ  μὴ ὀμνύοντι,  ἢ τοῖς ὀμνύουσιν; Ἀλλὰ σὺ, φησὶν, ἄρχων εἶ καὶ ἐπίσκοπος; Τί οὖν, ἂνδείξω, ὅτι οὐ τοῦτο μόνον; Μετὰ ἀληθείας ἀποκρίνασθέ μοι, παρακαλῶ, εἰ συνεχῶς ὤμνυον  καὶ διαπαντὸς,  ἆρα ἂν προέστη μου ἡ ἀρχή; Οὐδαμῶς. Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο; Τί δὲ κερδαίνεις ὅλως; εἰπέ μοι. Παῦλος ἐλίμωττε· καὶ σὺ ἑλοῦ πεινᾷν μᾶλλον ἢ παραβῆναί τινα τῶν ἐντολῶν  τοῦ Θεοῦ. Τί οὕτως ἄπιστος εἶ; Σὺ μὲν οὖν πάντα αἰρῇ καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τοῦ μὴ ὀμόσαι· αὐτὸς δέ σε οὐκ ἀμείψεται; Ἀλλὰ τοὺς μὲν ἐπιόρκους, καὶ πολυόρκους καθ' ἑκάστην τρέφει τὴν ἡμέραν· σὲ δὲ παραδώσει λιμῷ, ἐπειδὴ ἤκουσας αὐτοῦ; Πάντες ἰδέτωσαν, ὅτι τῶν εἰς ταύτην τὴν ἐκκλησίαν συναγομένων οὐδεὶς οὐκ ἔστιν ὁ ὀμνύς· καὶ ἀπὸ τούτου γενώμεθα δῆλοι, μὴ ἀπὸ τῆς πίστεως μόνον, καὶ τοῦτο πρὸς Ἕλληνας, καὶ πρὸς πάντας ἔχωμεν τὸ διαλλάττον.   Σφραγῖδα  λάβωμεν  ἐκ  τῶν  οὐρανῶν,  ἵνα  ὥσπερ  ἀγέλη  βασιλικὴ πανταχοῦ  φαινώμεθα·  ἀπὸ  τοῦ  στόματος  καὶ  τῆς  γλώττης  τέως  γνωριζώμεθα, καθάπερ οἱ βάρβαροι· καθάπερ οἱ Ἑλληνιστὶ εἰδότες, ταύτῃ τῶν βαρβάρων διαλλάττωμεν.  Εἰπὲ γάρ μοι, οἱ ψιττακοὶ  λεγόμενοι πόθεν εἰσὶ γνώριμοι; οὐκ ἀπὸ τοῦ λαλεῖν  κατὰ  ἄνθρωπον;  Καὶ ἡμεῖς  τοίνυν  ἀπὸ τοῦ λαλεῖν  ὡς  οἱ ἀπόστολοι γενώμεθα γνώριμοι· ἀπὸ τοῦ λαλεῖν ὡς οἱ ἄγγελοι. Ἂν εἴπῃ τις, Ὄμοσον, ἀκουέτω, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ οὐκ ὄμνυμι. Τοῦτο ἱκανὸν  πᾶσαν εἰσαγαγεῖν ἀρετήν. Θύρα τίς ἐστιν εὐσεβείας, ὁδὸς ἐπὶ φιλοσοφίαν (εὐλαβείας) εἰσάγουσα, παλαίστρα τίς ἐστι.  Ταῦτα  φυλάττωμεν,   ἵνα  καὶ  τῶν   παρόντων   καὶ  τῶν   μελλόντων    ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα  τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Ιʹ. Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν, ἐπέστησαν αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ.

αʹ. Οὔπω τῶν  προτέρων  ἀναπνεύσαντες  πειρασμῶν,  εὐθέως  εἰς  ἑτέρους ἐνέβησαν. Καὶ ὅρα, πῶς οἰκονομεῖται  τὰ πράγματα. Πρῶτον ἐχλευάσθησαν πάντες ὁμοῦ· οὐ μικρὸς οὗτος ὁ πειρασμός· δεύτερον, αὐτοὶ οἱ κορυφαῖοι  εἰς κινδύνους ἐμπίπτουσιν. Οὐκ ἐφεξῆς δὲ τὰ δύο γέγονεν, οὐδὲ ἁπλῶς· ἀλλὰ πρότερον εὐδοκιμήσαντες ἐν ταῖς δημηγορίαις, καὶ θαῦμα ἐργασάμενοι μετὰ ταῦτα μέγα· οὕτω δὴ λοιπὸν μετὰ τὸ θαῤῥῆσαι, συγχωροῦντος τοῦ Θεοῦ τῶν ἀγώνων  ἅπτονται. Σὺ δέ μοι θέα, πῶς ἐπὶ τοῦ Χριστοῦ τὸν παραδώσοντα ζητοῦντες, ἐνταῦθα λοιπὸν αὐτοὶ τὰς  χεῖρας  ἐπιβάλλουσι,  θρασύτεροι  γεγονότες   καὶ  ἀναισχυντότεροι   μετὰ  τὸν σταυρόν. Ἡ γὰρ ἁμαρτία, ἕως  μὲν  ἂν  ὠδίνηται,  ἔχει  τινὰ  αἰσχύνην·  ἐπειδὰν  δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους  ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Τί δήποτε δὲ καὶ στρατηγὸς ἐφίσταται; Ἐπέστησαν γὰρ αὐτοῖς οἱ ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ, φησίν. Ἵνα πάλιν δημόσιον ἔγκλημα περιθῶσι τοῖς γινομένοις, καὶ μὴ ὡς ἰδιωτικὸν ἐκδικῶσιν·  ὅπερ πανταχοῦ  σπουδάζουσι ποιεῖν.  ∆ιαπονούμενοι  διὰ  τὸ  διδάσκειν αὐτοὺς τὸν λαόν. ∆ιεπονοῦντο, οὐ μόνον ὅτι ἐδίδασκον, ἀλλ' ὅτι οὐκ αὐτὸν μόνον ἔλεγον ἐγηγέρθαι, ἀλλὰ καὶ ἡμᾶς δι' ἐκεῖνον ἀνίστασθαι. ∆ιὰ τὸ διδάσκειν αὐτοὺς, φησὶ, τὸν λαὸν, καὶ καταγγέλλειν  ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν τῶν νεκρῶν. Οὕτως ἰσχυρὰ ἐγένετο ἡ ἀνάστασις, ὡς καὶ ἑτέροις αὐτὸν αἴτιον γενέσθαι ἀναστάσεως. Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο αὐτοὺς εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Ὢ τῆς ἀναισχυντίας ἔτι τῶν προτέρων αἱμάτων γεμούσας τὰς χεῖρας εἶχον,  καὶ  οὐκ  ἐνάρκων,  ἀλλ'  ἐπέβαλλον  πάλιν   αὐτὰς  ἑτέροις  αἵμασιν  ὥστε πληρῶσαι· ἢ τάχα καὶ ἔδεισαν πλῆθος αὐτοὺς ἤδη γεγονότας, καὶ διὰ τοῦτο αὐτοῖς ὁ στρατηγὸς συνεπέστη. Ἦν γὰρ, φησὶν, ἑσπέρα ἤδη. Ἐκεῖνοι μὲν  οὖν  βουλόμενοι αὐτοὺς μαλάξαι, τοῦτο ἐποίουν καὶ ἐφύλαττον· τοὺς δὲ ἀποστόλους τολμηροτέρους μᾶλλον  εἰργάζετο  ἡ  ἀναβολὴ  τοῦ  χρόνου.  Καὶ ὅρα,  τίνες  ἀπολαμβάνονται·  οἱ κορυφαῖοι  τῶν  ἀποστόλων, τοῖς ἄλλοις  λοιπὸν  ὑπόδειγμα  γενόμενοι,  ἵνα  μηκέτι ζητῶσιν  ἀλλήλους,  μηδὲ τὸ κοινῇ  εἶναι.  Πολλοὶ δὲ τῶν  ἀκουσάντων  τὸν  λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε. Τί τοῦτο; μὴ γὰρ εὐδοκιμήσαντας  εἶδον; οὐχὶ  δεθέντας  ἐθεάσαντο; πῶς οὖν ἐπίστευσαν; Ὁρᾷς ἐνέργειαν   φανεράν;  Καὶ  μὴν  καὶ  τοὺς  ἤδη  πιστεύσαντας  ἔδει  ἀσθενεστέρους γενέσθαι· ἀλλ' οὐκ ἐγένοντο·  ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὰ σπέρματα κατέβαλε, καὶ τῆς διανοίας  αὐτῶν  ἥψατο. Οἱ δὲ διὰ τοῦτο ὠργίζοντο,  ὅτι οὐδὲν αὐτοὺς ἐδεδίεσαν, ὅτι οὐδὲν τὰ παρόντα δεινὰ ἡγοῦντο. Εἰ γὰρ ὁ σταυρωθεὶς, φησὶ, τοιαῦτα ἐργάζεται, καὶ τὸν χωλὸν ἀνέστησεν, οὐ φοβούμεθα οὐδὲ τούτους. Ἄρα καὶ τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας γέγονε. Ἐντεῦθεν πλείους οἱ νῦν πιστεύσαντες τῶν πρώτων  ἐγένοντο.  Ἐφ' ᾧ καὶ δείσαντες, διὰ τοῦτο αὐτῶν  ὁρώντων  ἔδησαν τοὺς ἀποστόλους, ἵνα  καὶ αὐτοὺς  δειλοτέρους  ἐργάσωνται.  Τὸ ἐναντίον  δὲ γέγονεν  ἢ ἐκεῖνοι  ἐβούλοντο. ∆ιὰ τοῦτο καὶ οὐκ ἐπ'  αὐτῶν  αὐτοὺς ἐξετάζουσιν, ἀλλὰ  κατ'
 ἰδίαν, ἵνα μὴ ἀπὸ τῆς παῤῥησίας οἱ ἀκούοντες κερδάνωσιν. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον  συναχθῆναι  αὐτῶν  τοὺς  ἄρχοντας  καὶ  πρεσβυτέρους καὶ  γραμματεῖς  ἐν Ἱερουσαλὴμ, καὶ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον, καὶ ὅσοι ἐκ γένους ἦσαν ἀρχιερατικοῦ. Πάλιν συνέρχονται ἐπιτοαυτό. Οὐκέτι γὰρ μετὰ τῶν ἄλλων κακῶν τὰ τοῦ νόμου ἐφυλάττετο. Καὶ πάλιν δικαστηρίου σχῆμα τῷ
πράγματι  περιτιθέασιν,  ἵνα  ὑπεύθυνοι  τῇ ἀδίκῳ  γένωνται  κρίσει. Καὶ στήσαντες αὐτοὺς ἐν μέσῳ, ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει, ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Καὶ μὴν ᾔδεισαν· ∆ιαπονούμενοι γὰρ, φησὶ, διὰ τὸ καταγγέλλειν  ἐν τῷ Ἰησοῦ
τὴν  ἀνάστασιν. ∆ιὰ δὴ τοῦτο  καὶ  κατέσχον  αὐτούς.  Τίνος  οὖν  ἕνεκεν  ἐρωτῶσι; Προσδοκῶντες αὐτοὺς διὰ τὸ πλῆθος ἐξάρνους γενήσεσθαι, καὶ τὸ πᾶν διὰ τούτου νομίζοντες  κατωρθωκέναι.  Ὅρα γοῦν  καὶ τί  φασιν· Ἐν ποίῳ  ὀνόματι  ἐποιήσατε
τοῦτο ὑμεῖς; Τότε Πέτρος πλησθεὶς Πνεύματος ἁγίου, εἶπε πρὸς αὐτούς· ἀναμνήσθητί μοι νῦν τῶν  τοῦ Χριστοῦ λόγων,  καὶ πῶς ἐξέβη, ὃ ἔλεγεν· Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς εἰς συναγωγὰς, μὴ μεριμνήσητε, πῶς ἢ τί λαλήσετε· τὸ γὰρ Πνεῦμα τοῦ Πατρὸς
ὑμῶν  ἐστι τὸ λαλοῦν  ἐν ὑμῖν. Ἄρα ἐνεργείας πολλῆς  ἀπέλαβον. Τί δὲ καὶ λέγει, ἄκουσον· Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι τοῦ Ἰσραήλ. Ὅρα φιλοσοφίαν ἀνδρὸς, καὶ πῶς γέμων παῤῥησίας οὐδὲν ὑβριστικὸν φθέγγεται, ἀλλὰ μετὰ τιμῆς· Ἄρχοντες
τοῦ λαοῦ, φησὶ, καὶ πρεσβύτεροι τοῦ Ἰσραὴλ, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα  ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν, καὶ παντὶ τῷ λαῷ Ἰσραήλ. Σφόδρα αὐτῶν γενναίως  καθήψατο ἀπὸ τοῦ προοιμίου,
καὶ διεκωδώνισε· μᾶλλον δὲ αὐτοὺς καὶ ἀνέμνησε τῶν προτέρων, ὅτι ἐπ' εὐεργεσίᾳ αὐτοὺς  κρίνουσιν,  ὡσανεὶ  ἔλεγε·  Μάλιστα  μὲν  ἐχρῆν  στεφανοῦσθαι  ἡμᾶς  ἐπὶ τούτοις,  καὶ ὡς  εὐεργέτας  ἀνακηρύττεσθαι· νῦν  δὲ καὶ κρινόμεθα  ἐπὶ  εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, οὐχὶ πλουσίου, οὐχὶ δυνάστου, οὐχὶ ἐνδόξου· καίτοι ἐν τούτῳ τίς ἂν ἐβάσκηνε;


βʹ. Πολλῆς βαρύτητος ἡ ἐπαγγελία γέμει. ∆είκνυται δὲ ἐντεῦθεν, ὅτι αὐτοὶ  ἑαυτοὺς  περιπείρουσι τοῖς  κακοῖς. Ὅτι ἐν  τῷ  ὀνόματι  Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου. Ὃ μάλιστα αὐτοὺς ἐλύπει, προστίθησι. Τοῦτο ἦν ἄρα, ὃ ἔλεγεν αὐτοῖς ὁ Χριστός· Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν  δωμάτων.  Ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν  τούτῳ   οὗτος  παρέστηκεν  ἐνώπιον   ὑμῶν   ὑγιής.  Μὴ  νομίσητε,  φησὶν,  ὅτι κρύπτομεν τὴν πατρίδα ἢ τὸ πάθος. Ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ αὐτὸς παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Πάλιν τὸ πάθος, πάλιν ἡ ἀνάστασις. Αὐτός ἐστιν ὁ λίθος ὁ ἐξουθενωθεὶς  ὑφ' ὑμῶν  τῶν  οἰκοδομούντων,  ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. Ἀνέμνησεν αὐτοὺς καὶ ῥήματος ἱκανοῦ φοβῆσαι· Ὁ πεσὼν  γὰρ,  φησὶν,  ἐπὶ  τὸν  λίθον  τοῦτον,  συνθλασθήσεται· ἐφ'  ὃν  δ' ἂν  πέσῃ, λικμήσει αὐτόν. Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Ποίας οἴει πληγὰς  αὐτοὺς λαμβάνειν  ἐκ τούτων  τῶν ῥημάτων; Οὔτε γὰρ ὄνομα ἕτερόν ἐστι ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ἐνταῦθα καὶ ὑψηλὰ φθέγγεται. Ὅταν γὰρ μὴ ᾖ τι κατορθῶσαι, ἀλλὰ παῤῥησίαν ἐπιδείξασθαι μόνον, οὐ φείδεται· οὐ γὰρ ἐδεδοίκει, μὴ πλήξῃ· καὶ οὐκ εἶπεν ἁπλῶς, ∆ι'  ἄλλου·  ἀλλ',  Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· δηλῶν, ὅτι οὗτος ἡμᾶς σῶσαι δύναται, ὁμοῦ δὲ καὶ βουλόμενος  αὐτοὺς  φοβῆσαι.  Θεωροῦντες  δὲ  τὴν  τοῦ  Πέτρου  παῤῥησίαν  καὶ Ἰωάννου,   καὶ   καταλαβόμενοι,   ὅτι   ἄνθρωποι   ἀγράμματοί   εἰσι   καὶ   ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν  τε αὐτοὺς, ὅτι σὺν τῷ  Ἰησοῦ ἦσαν. Καὶ πῶς, φησὶν, οἱ ἀγράμματοι κατεῤῥητόρευσαν καὶ αὐτῶν καὶ τῶν ἀρχιερέων; Ὅτι οὐκ αὐτοὶ ἐφθέγγοντο, ἀλλὰ δι' αὐτῶν ἡ τοῦ Πνεύματος χάρις. Τόν τε ἄνθρωπον ὁρῶντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. Πολλὴ ἡ τοῦ ἀνθρώπου παῤῥησία· καὶ δῆλον ἀπὸ τοῦ ἐν αὐτῷ τῷ δικαστηρίῳ μὴ καταλιπεῖν αὐτούς. Ὥστε εἰ εἶπον, ὅτι Οὐχ οὕτως ἔχει, ἐκεῖνος ἂν κατηγόρησε. Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, συνέβαλλον πρὸς ἀλλήλους, λέγοντες· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἐν ἀπορίᾳ ὄντας, καὶ πάλιν  τὸν φόβον τὸν ἀνθρώπινον πάντα  ἐργαζόμενον.  Ὥσπερ οὖν  ἐπὶ  τοῦ  Χριστοῦ ἀνατρέψαι  τὸ  γενόμενον  οὐκ ἴσχυσαν οὐδὲ συσκιάσαι, ἀλλὰ κωλυόντων  αὐτῶν μᾶλλον ἐπεδίδου τὰ τῆς πίστεως· οὕτω καὶ νῦν  γίνεται·  Τί ποιήσομεν; Ὢ τῆς ἀνοίας εἰ γευσαμένους τῶν  ἀγώνων λοιπὸν καταπλήξεσθαι ἐνόμιζον· μᾶλλον δὲ εἰ παρὰ τὴν ἀρχὴν μηδὲν ἰσχύσαντες, μετὰ  τὴν  τοσαύτην  ῥητορείαν  προσεδόκησάν τι  ποιήσειν.  Ὅσῳ οὖν  ἐβούλοντο κωλύειν, τοσούτῳ μᾶλλον ηὔξετο τὰ πράγματα· Ὅτι μὲν γνωστὸν σημεῖον γέγονε δι' αὐτῶν, πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερὸν, καὶ οὐ δυνάμεθα ἀρνήσασθαι. Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον διανεμηθῇ εἰς τὸν λαὸν, ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν   ἐπὶ   τῷ   ὀνόματι   τούτῳ   μηδενὶ   ἀνθρώπων.   Καὶ  καλέσαντες   αὐτοὺς, παρήγγειλαν τὸ καθόλου μὴ φθέγγεσθαι, μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ὅρα καὶ τούτων  τὴν  ἀναισχυντίαν,  καὶ τῶν  ἀποστόλων  τὴν  φιλοσοφίαν.  Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες, εἶπον πρὸς αὐτούς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτοὺς, μηδὲν εὑρίσκοντες  τὸ  πῶς  κολάσονται  αὐτοὺς,  διὰ  τὸν  λαόν.  Ἐπεστόμισαν αὐτοὺς  τὰ σημεῖα, καὶ  λοιπὸν  οὐδὲ  ἠνέσχοντο  πληρῶσαι  αὐτοὺς  τὸν  λόγον·  ἀλλὰ  μεταξὺ λέγοντας  διέκοψαν  σφόδρα ὑβριστικῶς.  Ὅτι πάντες  ἐδόξαζον  τὸν  Θεὸν ἐπὶ  τῷ γεγονότι.  Ἐτῶν γὰρ ἦν πλειόνων  ὁ ἄνθρωπος  τεσσαράκοντα, ἐφ' ὃν ἐγεγόνει  τὸ σημεῖον τοῦτο τῆς ἰάσεως. Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα. Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Τὸ μὲν οὖν πρῶτον διὰ δόξαν ἀνθρωπίνην  πάντα ἐποίουν· νυνὶ δὲ καὶ  ἕτερον  προσέκειτο, τὸ μὴ δόξαι μιαιφόνους  εἶναι·  ὃ μετὰ ταῦτα  ἔλεγον· Βούλεσθε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀπειλῇ ἀπειλησώμεθα αὐτοῖς  μηκέτι  λαλεῖν  ἐπὶ  τῷ  ὀνόματι  τούτῳ  μηδενὶ  ἀνθρώπων.  Ὢ τῆς  ἀνοίας Πεισθέντες ὅτι ἀνέστη, καὶ τοῦτο τεκμήριον λαβόντες ὅτι ἔστι  Θεὸς, τὸν ὑπὸ τοῦ θανάτου μὴ κατασχεθέντα ὑπὸ οἰκείων προσεδόκησαν μηχανημάτων συσκιάζεσθαι. Τί ταύτης  τῆς ἀνοίας  ἴσον; καὶ μὴ θαυμάσῃς, ὅτι πάλιν  ἀνηνύτοις ἐπιχειροῦσι. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐδὲν ὁρᾷ, ἀλλὰ πανταχοῦ θορυβεῖται. Ἐπηρεαζόμενοι γὰρ, ὡς ἠπατημένοι οὕτω διέκειντο· ὅπερ ἐστὶν ἐπὶ τῶν προληφθέντων,  ἐπὶ τῶν ἐμπαιχθέντων  ἐπί τινι. Καὶ μὴν ἄνω καὶ κάτω διὰ τοῦτο ἔλεγον, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρε, καὶ ὅτι ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ οὗτος παρέστηκεν ὑγιὴς, δεικνύντες,  ὅτι ἀνέστη ὁ Ἰησοῦς. Ἄλλως  δὲ καὶ αὐτοὶ ἀνάστασιν ἐνόμιζον, ψυχρὰν μὲν καὶ μειρακιώδη, ἐνόμιζον δὲ ὅμως· νῦν δὲ ἀπιστοῦσι καὶ θορυβοῦνται, τί ποιεῖν αὐτοῖς βουλευόμενοι. Τοῦτο γοῦν μόνον οὐκ ἦν ἱκανὸν πεῖσαι αὐτοὺς μηδὲν
αὐτοῖς ποιῆσαι, τὸ οὕτω μετὰ παῤῥησίας διαλέγεσθαι; ∆ιὰ τί ἀπιστεῖς, εἰπέ μοι, ὦ Ἰουδαῖε; Τῷ γὰρ γενομένῳ σημείῳ προσέχειν ἔδει καὶ τοῖς λόγοις, οὐ τῇ τῶν πολλῶν πονηρίᾳ. Καὶ τί δήποτε οὐ παραδιδόασιν αὐτοὺς Ῥωμαίοις; Ἤδη ἦσαν διαβεβλημένοι πρὸς   αὐτοὺς   ἀπὸ   τῶν   περὶ   τὸν   Χριστὸν,  ὥστε   μᾶλλον   ἑαυτοὺς   ἐκάκιζον ὑπερτιθέμενοι  τὴν αὐτῶν ἔνδειξιν. Ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλ' ἐν μέσαις νυξὶ λαβόντες αὐτὸν εὐθέως ἀπήγαγον, καὶ οὐκ ἀνεβάλοντο δεδοικότες σφόδρα τὸ πλῆθος. Περὶ δὲ τούτων  οὔτε ἐθάῤῥουν, οὔτε μὴν ἄγουσιν αὐτοὺς πρὸς Πιλᾶτον, εὐλαβούμενοι  καὶ  ὑποπτεύοντες  τὰ  πρότερα,  μὴ  καὶ  ὑπὲρ  ἐκείνων  ἐγκληθῶσι. Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς ἐν Ἱερουσαλήμ.


 γʹ. Πάλιν συνέδρια ἐν Ἱεροσολύμοις, καὶ ἐκεῖ τὰ αἵματα ἐκχεῖται, οὐδὲ τὴν πόλιν ᾐδέσθησαν. Ἄννας, φησὶ, καὶ Καϊάφας. Τούτου οὐδὲ τὴν δούλην ἐρωτῶσαν ἤνεγκεν ὁ Πέτρος, ἐπὶ τούτου ἠρνήσατο, ἑτέρου κατασχεθέντος. Νυνὶ δὲ εἰς μέσους αὐτοὺς παρελθὼν, ὅρα πῶς φθέγγεται. Εἰ ἡμεῖς ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν. Οἱ δὲ, Ἐν ποίῳ ὀνόματι ἐποιήσατε, λέγουσι, τοῦτο; Τὸ ποῖον διὰ τί μὴ λέγεις, ἀλλὰ συσκιάζεις; Ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Καὶ μὴν ἔλεγεν, ὅτι Οὐχ ἡμεῖς ἐποιήσαμεν. Ὅρα σύνεσιν· οὐκ εἶπεν εὐθέως, ὅτι Ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐποιήσαμεν· ἀλλὰ τί; Ἐν τῷ ὀνόματι αὐτοῦ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Καὶ οὐ  λέγει,  Ἐγένετο  ὑφ'  ἡμῶν  ὑγιής.  Καὶ πάλιν,  Εἰ ἡμεῖς  ἀνακρινόμεθα  ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου  ἀσθενοῦς. Πλήττει αὐτοὺς ὡς ἀεὶ τοιαῦτα  ἐγκαλοῦντας,  καὶ εὐεργεσίαις ἀνθρώπων μεμφομένους· καὶ ἀναμιμνήσκει τῶν προτέρων, ὅτι αὐτοὶ ἐπὶ φόνους τρέχουσι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ εὐεργεσίαις ἐγκαλοῦσιν. Ὁρᾷς, πῶς ἔχει τὸ βαρὺ καὶ τὰ ῥήματα; Ἐν τούτοις γὰρ ἐγυμνάζοντο, καὶ λοιπὸν ἀκατάπληκτοι   ἦσαν.  Ἐξ  ὧν  δείκνυσιν  αὐτοῖς,  ὅτι  αὐτοὶ  μᾶλλον  κηρύττουσιν ἄκοντες   τὸν   Χριστὸν,  καὶ  αὐτοὶ   τὸ  δόγμα  ἐπαίρουσιν   οἱ  ἀνακρίνοντες   καὶ ἐξετάζοντες. Ὃν ὑμεῖς ἐσταυρώσατε. Βαβαὶ τῆς παῤῥησίας Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν. Τοῦτο πάλιν  μείζονος ἐλευθεροστομίας. Ὃ τοίνυν  λέγει, τοῦτό ἐστι· Μὴ νομίσητε, ὅτι  τὰ  ἐπονείδιστα  κρύπτομεν·  τοσοῦτον  ἀπέχομεν  συσκιάσαι, ὅτι  καὶ παῤῥησιαζόμεθα. Ταῦτα μονονουχὶ ὀνειδίζων αὐτοῖς λέγει, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ ἐνδιατρίβει τῷ λόγῳ, Οὗτός  ἐστιν ὁ λίθος, λέγων,  ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν  οἰκοδομούντων.  Εἶτα δεικνὺς, ὅτι καὶ εἰς σφόδρα δόκιμον τοῦτο εἰργάσαντο, ἐπάγει· Ὁ γενόμενος  εἰς κεφαλὴν  γωνίας·  τουτέστιν, ὁ φύσει τίμιος καὶ δόκιμος, οὗτος ἐξουθενήθη. Οὕτως ἀπὸ τοῦ σημείου πολλὴν ἔσχον τὴν παῤῥησίαν. Σὺ δέ μοι σκόπει, πῶς, ὅτε μὲν διδάξαι χρὴ, προφητείας παράγουσι πολλὰς, ὅτε δὲ παῤῥησιάσθαι, μόνον ἀποφαίνονται.  Οὔτε γὰρ, φησὶν, ὄνομά ἐστιν ἕτερον ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ὅτι πᾶσιν ἀνθρώποις καὶ οὐκ αὐτοῖς μόνοις ἐδόθη τὸ ὄνομα. Πρὸς τοῦτο καὶ αὐτοὺς ἐπάγεται μάρτυρας. Ἐπειδὴ γὰρ ἔλεγον· Ἐν ποίῳ ὀνόματι ἐποιήσατε; Εἰς τὸ τοῦ Χριστοῦ, φησὶν, ἄλλο οὐκ ἔστιν ὄνομα. Πῶς οὖν ἐρωτᾶτε; Οὕτω πανταχοῦ τοῦτο δῆλόν ἐστιν. Οὔτε γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν, φησὶν, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Ταῦτα ψυχῆς κατεγνωκυίας  τῆς ζωῆς τῆς παρούσης ἐστίν. Ἡ πολλὴ  παῤῥησία δείκνυσι τοῦτο. Ἐνταῦθα δῆλον ποιεῖ, ὅτι καὶ ὅτε ταπεινὰ ἐφθέγγετο περὶ τοῦ Χριστοῦ, οὐ δεδοικὼς, ἀλλὰ συγκαταβαίνων·  ἐπειδὴ δὲ νῦν καιρὸς ἦν, οὕτω φθέγγεται  ὑψηλὰ, ὡς αὐτῷ τούτῳ  καὶ  τοὺς  ἀκούοντας  ἅπαντας  καταπλῆξαι.  Ἰδοὺ  καὶ  ἄλλο  σημεῖον  οὐκ ἔλαττον τοῦ προτέρου. Ἐπεγίνωσκόν τε αὐτοὺς, φησὶν, ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Οὐχ ἁπλῶς τοῦτο τέθεικε τὸ χωρίον ὁ εὐαγγελιστὴς, ἀλλ' ἵνα δηλώσῃ καὶ ποῦ ἦσαν. Ἐν τῷ πάθει, φησίν. Οὗτοι γὰρ μόνοι τότε συνῆσαν, ὅτε καὶ ἑώρων αὐτοὺς ταπεινοὺς, συνεσταλμένους· ὃ καὶ μάλιστα αὐτοὺς ἐξένιζεν, ἡ ἀθρόα μεταβολή. Καὶ γὰρ ἐκεῖ ἦσαν οἱ περὶ Ἄνναν  καὶ  Καϊάφαν, καὶ  παρειστήκεσαν αὐτοῖς  καὶ  οὗτοι· νῦν  δὲ
ἐξέπληττεν  αὐτοὺς  ἡ  σφόδρα παῤῥησία. Οὐ γὰρ  τοῖς  ῥήμασι μόνον  ἐδείκνυντο ἀφροντιστοῦντες  περὶ τοιούτων  κρινόμενοι,  καὶ ὑπὲρ τῶν  ἐσχάτων  ἐπηρτημένου τοῦ κινδύνου, ἀλλὰ καὶ τῷ σχήματι, καὶ τῇ φωνῇ, καὶ τῷ βλέμματι, καὶ πᾶσιν ἁπλῶς τὴν παῤῥησίαν ἐνέφαινον  ἐπὶ τοῦ λαοῦ, ἐξ ὧν ἐφθέγγοντο. Ἐθαύμαζον δὲ ἴσως, ὅτι ἄνθρωποι  καὶ ἀγράμματοί εἰσι καὶ ἰδιῶται· ἐπειδὴ ἔνι ἀγράμματόν τινα εἶναι, μὴ μέντοι καὶ ἰδιώτην· ἢ ἰδιώτην  μὲν, οὐκ ἀγράμματον δέ. ∆είκνυσιν ἐνταῦθα, ὅτι τὰ δύο συνῆλθε. Καταλαβόμενοι, φησί. Πόθεν; Ἀφ' ὧν ἔλεγον. Οὐ μακροὺς κατατείνει λόγους, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς ἀπαγγελίας καὶ τῆς συνθήκης τὴν παῤῥησίαν δηλοῖ· ὥστε ἐπέσκηψαν  ἂν  αὐτοῖς,  εἰ μὴ σὺν αὐτοῖς  ἦν  ὁ ἄνθρωπος.  Ἐπεγίνωσκόν  τε αὐτοὺς, φησὶν,  ὅτι σὺν τῷ  Ἰησοῦ ἦσαν. Ὅπερ αὐτοὺς  ἐποίει  πιστεῦσαι, ὅτι παρ' ἐκείνου ταῦτα ᾔδεσαν, καὶ ὡς ἐκείνου μαθηταὶ πάντα ἔπραττον. Οὐχ ἧττον δὲ τῆς τούτων φωνῆς ἠφίει φωνὴν  τὸ θαῦμα καὶ τὸ σημεῖον· ὃ δὴ καὶ μάλιστα ἐνέφραξεν αὐτῶν τὰ στόματα. Εἰ δίκαιόν ἐστι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε. Ὅτε ὁ φόβος ὑπετμήθη μᾶλλον (τὸ γὰρ παραγγεῖλαι οὐδὲν ἦν ἕτερον ἢ ἀπολυθῆναι),  τότε καὶ ἐπιεικέστερον φθέγγονται·  οὕτω μακρὰν θράσους ἦσαν. Ὅτι γνωστὸν  σημεῖον γέγονεν,  Οὐ δυνάμεθα ἀρνήσασθαι. Ὥστε ἠρνήσαντο ἂν, εἰ μὴ τοῦτο ἦν, εἰ μὴ ἡ τῶν πολλῶν  μαρτυρία ἦν. Καὶ μὴν πᾶσι κατάδηλον ἦν. Ἀλλὰ τοιοῦτον ἡ κακία, θρασὺ καὶ ἰταμόν. Ἀπειλῇ ἀπειλησώμεθα. Τί λέγεις; ἀπειλῇ προσδοκᾶτε στήσειν τὸ κήρυγμα; Οὕτω πανταχοῦ αἱ ἀρχαὶ χαλεπαί τε καὶ δύσκολοι. Τὸν  διδάσκαλον  ἀνείλετε,   καὶ  οὐκ  ἐστήσατε·   καὶ  νῦν,  ἂν  ἀπειλήσητε, προσδοκᾶτε ἀποστήσειν ἡμᾶς· Ὁ δεσμὸς οὐκ ἔπεισεν ὑφειμένως  διαλεχθῆναι,  καὶ ὑμεῖς πείσετε; Πάνυ γε, τοὺς οὐδὲν ὑμᾶς ἡγουμένους καὶ ἀπειλοῦντας.  Εἰ δίκαιόν ἐστι, φησὶν, ἐνώπιον  τοῦ Θεοῦ, ὑμῶν  μᾶλλον  ἀκούειν  ἢ τοῦ Θεοῦ. Ἐνταῦθα τοῦ Θεοῦ φασιν  ἀντὶ  τοῦ  Χριστοῦ. Εἶδες, πῶς  νῦν  ἐξέβη ὃ εἶπεν  αὐτοῖς·  Ἰδοὺ  ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· μὴ φοβηθῆτε αὐτούς.



δʹ. Εἶτα πάλιν τὴν ἀνάστασιν βεβαιοῦσι δι' ὧν ἐπάγουσι λέγοντες· Ἡμεῖς οὐ δυνάμεθα μὴ λαλεῖν ἃ εἴδομεν  καὶ  ἠκούσαμεν.  Ὥστε ἡμεῖς  μὲν  ἀξιόπιστοί  ἐσμεν  μάρτυρες,  ὑμεῖς  δὲ προσαπειλοῦντες,  εἰκῆ πάλιν  ἀπειλεῖτε.  ∆έον οὖν μεταβάλλεσθαι  ἐφ' οἷς ὁ λαὸς ἐδόξαζε  τὸν  Θεὸν, οἱ  δὲ  καὶ  ἀνελεῖν  ἀπειλοῦσιν·  οὕτω  θεομάχοι  ἦσαν.  Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς. Ἐντεῦθεν περιφανέστεροι καὶ λαμπρότεροι ἐγένοντο.  Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται.  Ἤδη ἐμαρτύρησαν οὗτοι  πρὸς  πάντα  παραταξάμενοι.  Τί ἐστιν,  Ἡμεῖς  οὐ  δυνάμεθα,  ἃ εἴδομεν  καὶ ἠκούσαμεν, μὴ  λαλεῖν;  Εἰ ψευδῆ,  φησὶν,  ἃ  λέγομεν,  ἐπιλαβοῦ·  εἰ  δὲ  ἀληθῆ,  τί κωλύεις; Τοιοῦτον ἡ φιλοσοφία. Ἐκεῖνοι ἐν ἀπορίᾳ, οὗτοι ἐν εὐφροσύνῃ· ἐκεῖνοι πολλῆς γέμοντες αἰσχύνης, οὗτοι μετὰ παῤῥησίας πάντα πράττοντες· ἐκεῖνοι ἐν τῷ δεδοικέναι,  οὗτοι  ἐν  τῷ  θαῤῥεῖν.  Τίνες  γὰρ  ἦσαν,  εἰπέ  μοι,  οἱ  φοβούμενοι;  οἱ λέγοντες, Ἵνα μὴ ἐπὶ πλέον διανεμηθῇ εἰς τὸν λαὸν, ἢ οἱ λέγοντες, Οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; Καὶ ἐν ἡδονῇ, καὶ ἐν παῤῥησίᾳ, καὶ ἐν εὐφροσύνῃ μείζονι  πάντων  οὗτοι· ἐκεῖνοι  ἐν  ἀθυμίᾳ,  ἐν  αἰσχύνῃ,  ἐν  φόβῳ·  τὸν  γὰρ  λαὸν ἐδεδοίκεσαν. Ἃ ἐβούλοντο, ἐφθέγξαντο οὗτοι· ἐκεῖνοι, ἃ ἐβούλοντο, οὐκ ἐποίησαν. Τίνες ἦσαν ἐν δεσμοῖς καὶ ἐν κινδύνοις; οὐχὶ οὗτοι μάλιστα. Ἐχώμεθα τοίνυν  τῆς ἀρετῆς· μὴ μέχρι τέρψεως τὰ λεγόμενα ἔστω, μηδὲ μέχρι παραμυθίας τινός. Οὐκ ἔστι τὸ θέατρον τοῦτο, ἀγαπητὲ, κιθαρῳδῶν οὐδὲ τραγῳδῶν, ἔνθα μέχρι τῆς τέρψεως ὁ καρπὸς, καὶ τῆς ἡμέρας παραδραμούσης παρῆλθεν ἡ τέρψις. Καὶ εἴθε ἦν τέρψις μόνη, καὶ μὴ καὶ βλάβη μετὰ τῆς τέρψεως· ἀλλ' ὅμως ἄπεισιν ἐκεῖθεν  οἴκαδε ἕκαστος, καθάπερ  ἀπό  τινος  λύμης  ἀναμαξάμενος  πολλὰ  τῶν  αὐτόθι·  καὶ  ὁ  μὲν  νέος ἀπολαβών  τινα τῶν σατανικῶν  ᾀσμάτων μέλη, ὅσα ἴσχυσε τῇ μνήμῃ καταθέσθαι, συνεχῶς ἐπὶ τῆς οἰκίας ᾄδει· ὁ δὲ πρεσβύτης, ἅτε δὴ σεμνότερος, τοῦτο μὲν οὐ ποιεῖ, τῶν  δὲ  ἐκεῖσε λεγομένων  ῥημάτων  μέμνηται  πάντων.  Ἐντεῦθεν  οὐδὲν  ἔχοντες
ἄπιτε.  Καὶ πῶς  οὐκ  αἰσχύνης  ἄξιον;  Νόμον  ἐθήκαμεν·  μᾶλλον  δὲ  οὐχ  ἡμεῖς ἐθήκαμεν·  μὴ γένοιτο·  Μὴ γὰρ καλέσητε, φησὶ, διδάσκαλον  ἐπὶ  τῆς  γῆς. Νόμον ἔθηκεν  ὁ Χριστὸς, ὥστε μηδένα  ὀμνύναι.  Τί γέγονεν,  εἰπέ  μοι, περὶ τούτου  τοῦ νόμου; οὐ γὰρ παύσομαι περὶ τούτου διαλεγόμενος, Μή πως πάλιν ἐλθὼν, κατὰ τὸν Ἀπόστολον, οὐ  φείσωμαι.  Ἆρα ἐμεριμνήσατε  τὸ  πρᾶγμα; ἆρα ἐφροντίσατε;  ἆρα γέγονέ  τις  ὑμῖν  σπουδὴ, ἢ  πάλιν  τῶν  αὐτῶν  ἁψόμεθα  λόγων;  Μᾶλλον  δὲ  εἴτε γέγονεν, εἴτε μὴ, τῶν αὐτῶν ἁψόμεθα λόγων, ἵνα φροντίσητε· εἰ δὲ ἐμεριμνήσατε, ἵνα πάλιν βεβαιότερον τοῦτο ἐργάσησθε, καὶ τοὺς ἄλλους παρακαλέσητε. Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; βούλεσθε ἀπὸ τῆς Παλαιᾶς; Ἀλλὰ τοῦτο ἡμετέρα αἰσχύνη, ὅτι τὰ ἐν τῇ Παλαιᾷ, ἃ ὑπερβαίνειν ἔδει, οὐδὲ  οὕτω φυλάττομεν. Ἡμᾶς γὰρ οὐ περὶ τούτων  ἀκούειν ἔδει (τῆς γὰρ Ἰουδαϊκῆς εὐτελείας ταῦτα τὰ παραγγέλματα), ἀλλ' ἐκεῖνα τὰ τέλεια· Ῥῖψον τὰ χρήματα, στῆθι γενναίως,  τὴν ψυχὴν ἐπίδος ὑπὲρ τοῦ κηρύγματος, καταγέλασον  τῶν  ἐπὶ τῆς γῆς ἁπάντων,  μηδὲν ἔστω σοι κοινὸν πρὸς τὸν παρόντα βίον· ἂν ἀδικήσῃ τις, εὐεργέτησον· ἂν πλεονεκτήσῃ, εὐλόγησον· ἂν βλασφημήσῃ, τίμησον· πάντων ἀνώτερος ἔσο. Ταῦτα καὶ τὰ τοιαῦτα ἀκούειν ἔδει. Νυνὶ δὲ ὑπὲρ ὅρκου διαλεγόμεθα· καὶ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἴ τις τὸν ὀφείλοντα φιλοσοφεῖν,  ἀφελκύσας  τῶν  διδασκάλων  ἐκείνων,  συλλαβὰς  ἔτι  καὶ  τὸ  κατὰ στοιχεῖον  ἀναγινώσκειν  ποιοῖ. Ἐννόησόν μοι ὅση ἐστὶν αἰσχύνη, ἄνθρωπόν  τινα ὑπήνην βαθεῖαν ἔχοντα, καὶ ῥόπαλον ἐπιφερόμενον, καὶ ἐξωμίδα ἔχοντα, εἰς διδασκάλους μετὰ τῶν  παίδων  ἀπιέναι,  καὶ τὰ αὐτὰ ἐκείνοις  μανθάνειν,  ἆρα οὐ πολὺς ὁ γέλως; Ἀλλὰ πλείων οὗτος ὁ ἡμέτερος. Οὐ γὰρ ὅσον φιλοσοφίας τὸ μέσον καὶ γραμμάτων, τοσοῦτον τῆς Ἰουδαϊκῆς πολιτείας καὶ τῆς ἡμετέρας τὸ διάφορον, ἀλλ'  ὅσον  ἀγγέλων   καὶ  ἀνθρώπων.  Εἴ τις,  εἰπέ  μοι,  ἄγγελον  ἐκ  τοῦ  οὐρανοῦ καταγαγὼν,  κελεύσειεν ἐνταῦθα ἑστάναι καὶ ἀκροᾶσθαι τῶν ἡμετέρων λόγων, ὡς ὀφείλοντα  ἀπὸ τούτων ῥυθμίζεσθαι, ἆρα οὐκ αἰσχύνη καὶ γέλως ἦν; Εἰ δὲ τὸ περὶ τούτων   ἔτι   παιδεύεσθαι   γέλως·   τὸ  μηδὲ  τούτοις   προσέχειν,  εἰπέ   μοι,  πόση κατάγνωσις; πόση αἰσχύνη; Καὶ πῶς γὰρ οὐκ αἰσχύνης, ὅτι ἔτι Χριστιανοὶ περὶ τοῦ μὴ δεῖν ὀμνύναι παιδεύονται; Πλὴν ἀλλ' ἀνασχώμεθα, ἵνα μὴ μᾶλλον γελώμεθα. Φέρε οὖν ἀπὸ τῆς Παλαιᾶς ὑμῖν διαλεχθῶμεν τήμερον. Τί δὲ αὕτη φησίν; Ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, μηδὲ τῷ ὀνόματι τοῦ ἁγίου συνεθισθῇς. ∆ιὰ τί; Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς,  ἀπὸ μώλωπος οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀμνύων.


εʹ. Ὅρα τὴν σύνεσιν τοῦ σοφοῦ τούτου. Οὐκ εἶπεν, Ὅρκῳ μὴ ἐθίσῃς τὴν διάνοιάν σου, ἀλλὰ,  Τὸ στόμα σου· ὅτι  τοῦ  στόματος  ὂν  τὸ  πᾶν  οἶδε,  καὶ  ὅτι  εὐκόλως κατορθοῦται. Συνήθεια γάρ ἐστι λοιπὸν ἀπροαιρέτως γινομένη· οἷόν εἰσι πολλοὶ, οἳ ἐν βαλανείοις εἰσιόντες, ἅμα τῷ τὰς θύρας ὑπερβῆναι σφραγίζονται. Τοῦτο οἶδεν ἡ χεὶρ καὶ μηδενὸς κελεύοντος  ἀπὸ τῆς συνηθείας ποιεῖν. Πάλιν λύχνου  ἁφθέντος, πολλάκις τῆς διανοίας ἕτερόν τι σκεπτομένης, ἡ χεὶρ τὴν σφραγῖδα ποιεῖ. Οὕτω δὴ καὶ τὸ στόμα, οὐ μετὰ τῆς ψυχῆς  φθέγγεται,  ἀλλὰ ἀπὸ τῆς συνηθείας, καὶ ἐν τῇ γλώττῃ  τὸ πᾶν ἐστι. Καὶ τῷ ὀνόματι, φησὶ, τοῦ Ἁγίου μὴ συνεθισθῇς. Ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς,  ἀπὸ μώλωπος  οὐ καθαρισθήσεται, οὕτως οὐδὲ ὁ ὀμνύων. Οὐχὶ τὴν ἐπιορκίαν ἐνταῦθα, ἀλλὰ τὸν ὅρκον ἐκκόπτει, καὶ αὐτῷ τίθησι τὴν τιμωρίαν. Ἄρα τὸ ὀμνύειν ἁμαρτία. Τοιαύτη ὄντως ἐστὶν ἡ ψυχὴ, τοσούτων γέμει τραυμάτων,  τοσούτων μωλώπων.  Ἀλλ' οὐχ ὁρᾷς; Τοῦτο γὰρ τὸ δεινόν· καίτοι γε δύνασαι, ἐὰν θέλῃς, ὁρᾷν· ἔδωκε γάρ σοι ὀφθαλμοὺς ὁ Θεός. Τοιούτοις ὀφθαλμοῖς ἑώρα ὁ προφήτης, λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Κατεφρονήσαμεν τοῦ Θεοῦ, ἐμισήσαμεν τὸ ὄνομα τὸ καλὸν, κατεπατήσαμεν τὸν Χριστὸν, ἐλύσαμεν τὴν αἰδῶ, οὐδεὶς μετὰ τιμῆς μέμνηται τοῦ ὀνόματος τοῦ Θεοῦ.  Καὶ σὺ μὲν ἂν φιλῇς τινα, καὶ πρὸς τὸ ὄνομα διανίστασαι· τὸν δὲ Θεὸν οὕτω συνεχῶς καλεῖς ὡς οὐδέν. Κάλεσον αὐτὸν ἐπὶ εὐεργεσίᾳ ἐχθροῦ·
κάλεσον αὐτὸν ἐπὶ σωτηρίᾳ τῆς σῆς ψυχῆς· τότε παρέσται, τότε εὐφραίνεις  αὐτόν· νῦν  δὲ παροξύνεις.  Κάλεσον αὐτὸν,  ὡς  ἐκάλεσε Στέφανος.  Τί λέγων;  Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Κάλεσον αὐτὸν, ὡς ἐκάλεσεν ἡ τοῦ Ἑλκανᾶ γυνὴ,  μετὰ  δακρύων,  μετὰ  θρήνων,  μετὰ  εὐχῆς.  Οὐ κωλύω,  ἀλλὰ  καὶ  σφόδρα παραινῶ.  Κάλεσον αὐτὸν  ὡς  ἐκάλεσε Μωϋσῆς, καὶ  ἐβόα παρακαλῶν  ὑπὲρ  τῶν φυγαδευσάντων αὐτόν. Καὶ σὺ μὲν ἄν τινος μνησθῇς ἁπλῶς ἀνδρὸς αἰδεσίμου, ὕβρις τὸ πρᾶγμα· τὸν δὲ Θεὸν περιφέρων, οὐ μόνον ἁπλῶς, ἀλλὰ καὶ ἀκαίρως ἐν τοῖς σοῖς λόγοις,  οὐδὲν  τὸ  πρᾶγμα  νομίζεις;  Καὶ πόσης οὐχὶ  κολάσεως  ἄξιος  ἂν  εἴης; Οὐ κωλύω τὸν Θεὸν ἔχειν διαπαντὸς ἐν διανοίᾳ (τοῦτο γὰρ καὶ εὔχομαι καὶ βούλομαι), ἀλλὰ μὴ παρὰ τὸ δοκοῦν αὐτῷ, ἀλλ' αἰνοῦντα,  ἀλλὰ τιμῶντα.  Μεγάλα ἂν τοῦτο εἰργάσατο ἡμῖν ἀγαθὰ, εἰ ὅτε ἔδει, καὶ ἐφ' οἷς ἔδει μόνον ἐκαλοῦμεν αὐτόν. ∆ιὰ τί, εἰπέ μοι, ἐπὶ μὲν τῶν  ἀποστόλων τοσαῦται δυνάμεις ἐγίνοντο,  ἐπὶ δὲ ἡμῶν  οὐχί; καίτοι ὁ αὐτός ἐστι Θεὸς, τὸ αὐτὸ ὄνομα. Ἀλλ' οὐκ ἔστιν ἴσον. Πῶς; Ὅτιἐκεῖνοι μὲν ἐπὶ τούτοις, οἷς εἶπον, αὐτὸν  ἐκάλουν  μόνον· ἡμεῖς δὲ οὐκ ἐπὶ τούτοις, ἀλλ' ἐπ' ἄλλοις. Εἰ δὲ ἀπιστεῖ, καὶ διὰ τοῦτο ὀμνύεις, λέγε μὲν, Πίστευσον· πλὴν εἰ βούλει, ὄμοσον κατὰ σαυτοῦ. Οὐκ ἀντινομοθετῶν τῷ Χριστῷ λέγω, μὴ γένοιτο· Ἔστω γὰρ, φησὶν, ὑμῶν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὔ· ἀλλὰ συγκαταβαίνων  ὑμῖν, ἵνα μᾶλλον εἰς τοῦτο ὑμᾶς ἐναγάγω,  καὶ τῆς συνηθείας ἀπαγάγω  τῆς τυραννικῆς.  Πόσοι ἐν τοῖς ἄλλοις εὐδοκιμοῦντες ἀπώλοντο ἀπὸ τούτων τῶν πραγμάτων; Βούλεσθε μαθεῖν, διὰ τί συνεχώρουν τοῖς ἀρχαίοις ὀμνύειν; (ἐπιορκεῖν γὰρ οὐδὲ ἐκείνοις συγκεχώρητο). Ἐπειδὴ ἐν τοῖς εἰδώλοις ὤμνυον. Οὐκ αἰσχύνεσθε τούτοις ἐμμένοντες τοῖς νόμοις, οἷς ἐκεῖνοι ἐνήγοντο οἱ ἀσθενεῖς; Ἐπεὶ καὶ νῦν Ἕλληνα ἐὰν λάβω, οὐκ εὐθέως αὐτῷ ἐπιτάσσω τοῦτο, ἀλλὰ τέως εἰδέναι τὸν Χριστὸν παραινῶ· ὁ δὲ πιστὸς καὶ μαθὼν αὐτὸν καὶ ἀκούσας, εἰ μέλλοι τῆς αὐτῆς τῷ Ἕλληνι συγκαταβάσεως δεῖσθαι, τί τὸ ὄφελος;  ποῖον  τὸ  κέρδος; Ἀλλ' ἡ  συνήθεια  χαλεπὸν,  καὶ  δυσαποσπάστως ἔχεις; Οὐκοῦν  ἐπεὶ  τοσαύτη  τῆς  συνηθείας  ἡ  τυραννὶς,  εἰς  ἑτέραν  αὐτὴν  μετάγαγε συνήθειαν.  Καὶ πῶς  δυνατόν;  φησίν.  Ὃ πολλάκις  εἶπον,  τοῦτο  καὶ  νῦν  λέγω· Ἔστωσαν λογισταὶ τῶν λεγομένων  πολλοὶ, ἔστωσαν ἐξετασταὶ καὶ διορθωταί. Οὐκ ἔστιν αἰσχύνη τὸ ὑφ' ἑτέρων διορθοῦσθαι· μᾶλλον μὲν οὖν αἰσχύνη τὸ ἀπωθεῖσθαι τοὺς διορθοῦντας, καὶ ἐπὶ βλάβῃ τῆς οἰκείας σωτηρίας τοῦτο ποιεῖν. Καὶ σὺ μὲν τὴν ἐσθῆτα ἂν ἐναλλὰξ περιβάλῃ, καὶ παῖδα ἐπιτρέπεις διορθῶσαι, καὶ οὐκ αἰσχύνῃ παρ' ἐκείνου μανθάνων,  καίτοι γε ἐν τούτῳ πολλὴ ἡ αἰσχύνη· ἐνταῦθα δὲ τὴν ψυχὴν βλαπτόμενος, αἰσχύνῃ, εἰπέ μοι, παρ' ἑτέρου παιδεύεσθαι; καὶ κοσμοῦντα μέν σε περὶ τὴν ἐσθῆτα φέρεις τὸν οἰκέτην καὶ ὑποδοῦντα, κοσμοῦντα δὲ τὴν ψυχὴν οὐ φέρεις; Καὶ πόσης οὐ ταῦτα ἀνοίας; Ἔστω καὶ οἰκέτης τούτων διδάσκαλος, ἔστω καὶ παιδίον, ἔστω  καὶ  γυνὴ,  ἔστω καὶ  φίλος  καὶ  συγγενὴς  καὶ  γείτων.  Ὥσπερ γὰρ  τὸ πάντοθεν ἐλαυνόμενον  θηρίον οὐχ οἷόν τε διαφυγεῖν· οὕτω τὸν τοσούτους ἔχοντα φύλακας, τὸν τοσούτους ἐπιτιμῶντας, τὸν πάντοθεν πληττόμενον, οὐκ ἔνι μὴ φυλάξασθαι.  Καὶ ἐν  μὲν  τῇ  πρώτῃ  ἡμέρᾳ  χαλεπῶς  οἴσει  τοῦτο,  καὶ  κατὰ  τὴν δευτέραν, καὶ ἐν τῇ τρίτῃ· λοιπὸν δὲ ῥᾷστον ἔσται,  καὶ μετὰ τὴν τετάρτην οὐδὲ τὸ πρᾶγμα ἔσται αὐτό. Ἀπόπειραν ποιήσατε, εἴ γε ἀπιστεῖτε· φροντίσατε, παρακαλῶ. Οὐκ ἔστι τὸ τυχὸν  ἁμαρτανόμενον, οὐδὲ κατορθούμενον,  ἀλλὰ ἑκατέρωθεν μέγα, καὶ  κακὸν  καὶ  καλόν.  Γένοιτο δὲ καλὸν  γενέσθαι,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |