ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μ∆ʹ Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους

Σάββατο 22 Οκτωβρίου 2016

Μ∆ʹ Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Μ∆ʹ Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.

αʹ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον  παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχοντας μεταπεμψάμενος, ἐπ' αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων  παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ ∆αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἦλθεν ἡ ἄρκτος, ταῖς χερσὶν αὐτὴν ἀπεσόβουν· καὶ αὐτὸς δὲ ὁ Παῦλος πρὸς Κορινθίους φησίν· Ἄφρων γέγονα· ὑμεῖς με ἠναγκάσατε. Καὶ ὁ Θεὸς δὲ αὐτὸ τοῦτο ποιεῖ,  οὐχ  ἁπλῶς  περὶ  ἑαυτοῦ  λέγων·  ἀλλ' ὅταν  ἀπιστῆται,  καὶ  τὰς  εὐεργεσίας προφέρει.


Ὅρα γοῦν καὶ ἐνταῦθα τί ποιεῖ· πρῶτον αὐτῶν τὴν μαρτυρίαν παράγει, ἵνα μὴ νομίσῃς κόμπον εἶναι τὰ ῥήματα, καὶ τοὺς ἀκροατὰς αὐτοὺς μάρτυρας καλεῖ τῶν λεγομένων,  ὡς οὐκ ἂν ψευσάμενος ἐπ' αὐτῶν. Αὕτη διδασκάλου ἀρετὴ, ὅταν τῶν οἰκείων κατορθωμάτων μάρτυρας ἔχῃ τοὺς μαθητευομένους. Καὶ τὸ θαυμαστὸν, ὅτι οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν τοῦτο ποιῶν διετέλεσεν, ἀλλὰ πλῆθος ἐτῶν. Ὑμεῖς γὰρ, φησὶν, ἐπίστασθε, πῶς μεθ' ὑμῶν πάντα τὸν χρόνον ἐγενόμην. Βούλεται τοίνυν αὐτοὺς παρακαλέσαι, ὥστε γενναίως  φέρειν ἅπαντα, καὶ τὸν αὐτοῦ χωρισμὸν καὶ τοὺς πειρασμοὺς τοὺς μέλλοντας  συμβαίνειν, καθάπερ οὖν καὶ ἐπὶ Μωϋσέως καὶ Ἰησοῦ γέγονε.  Καὶ ὅρα, τί ἐπήγαγεν  εἰπών·  Πῶς μεθ' ὑμῶν  ἐγενόμην  πάντα  τὸν χρόνον, δουλεύων τῷ Κυρίῳ  μετὰ πάσης ταπεινοφροσύνης. Ὅρα, τί μάλιστα ἄρχουσι πρέπει· Μισοῦντας, φησὶν, ὑπερηφανίαν· ὃ μάλιστα ἄρχουσιν ἁρμόζει διὰ τὸ ἀνάγκην  εἶναι  πρὸς ἀπόνοιαν  αὐτοὺς  αἴρεσθαι. Τοῦτο ἡ ὑπόθεσις τῶν  ἀγαθῶν, ὥσπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ  τῷ πνεύματι.  Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνης εἶπεν, ἀλλὰ, Μετὰ πάσης. Πολλὰ γὰρ εἴδη τῆς ταπεινοφροσύνης, καὶ ἔστι ταπεινοφροσύνην ἰδεῖν ἐν λόγῳ, ἐν ἔργῳ, πρὸς ἄρχοντας, πρὸς ἀρχομένους. Βούλεσθε  ὑμῖν  τρόπους  εἴπω  ταπεινοφροσύνης;   Εἰσί  τινες   οἳ  πρὸς  μὲν  τοὺς ταπεινοὺς  ταπεινοὶ  τυγχάνοντες  ὦσι, πρὸς δὲ τοὺς ὑψηλοὺς ὑψηλοί· τοῦτο δὲ οὐ ταπεινοφροσύνης.  Εἰσὶ δὲ  πάλιν   ἕτεροι  οὐ  τοιοῦτοι,  ἀλλ'  ἐφ'  ἑκατέρων  τῶν προσώπων εἰς καιρὸν καὶ τὸ ταπεινὸν τηροῦντες, καὶ τὸ ὑψηλόν· ὃ καὶ μάλιστά ἐστι ταπεινοφροσύνης. Μέλλων τοίνυν διδάσκειν αὐτοὺς τὰ τοιαῦτα, ἵνα μὴ δόξῃ ἀπονοεῖσθαι, προκαταβάλλει  θεμέλιον  τὴν  ὑποψίαν  ἀναιρῶν.  Εἰ γὰρ μετὰ πάσης ταπεινοφροσύνης  γέγονα,  φησὶν, οὐκ ἐξ ἀπονοίας  λέγω  ἃ λέγω.  Εἶτα τὸ ἥμερον· Μεθ' ὑμῶν, φησὶν, ἐγενόμην, δουλεύων  τῷ Κυρίῳ, κοινωνοὺς  τοῦ κατορθώματος δεικνύων  αὐτούς.  Οὕτω πανταχοῦ  ἡ κοινωνία  καλόν.  Κοινὰ ποιεῖται  τοίνυν  τὰ κατορθώματα,  καὶ οὐδὲν  αὐτοῦ  τίθησιν  ἐξαίρετον.  Τί γὰρ, φησί; κατὰ τοῦ Θεοῦ ἀπονοηθῆναι εἶχε; Καὶ μὴν πολλοί εἰσιν οἳ ἀπονοοῦνται κατ' αὐτοῦ· οὗτος δὲ οὐδὲ κατὰ  τῶν  μαθητῶν  ἑαυτοῦ  ἀπενοήθη.  Τοῦτο κατόρθωμα  διδασκάλου, ἀπὸ  τῶν οἰκείων κατορθωμάτων  τοὺς μαθητὰς ῥυθμίζειν. Εἶτα τὴν ἀνδρείαν, φησὶν, ἣν καὶ αὐτὴν ὑποτέμνεται. Μετὰ πολλῶν  δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων. Ὁρᾷς, ὅτι ἀλγεῖ τοῖς γινομένοις; Ἐνταῦθα δὲ αὐτοῦ καὶ τὸ συμπαθὲς δοκεῖ δηλοῦν· ἔπασχε γὰρ ὑπὲρ τῶν ἀπολλυμένων, ὑπὲρ αὐτῶν τῶν ποιούντων· ἐπεὶ ὑπὲρ τῶν  εἰς αὐτὸν  καὶ ἔχαιρεν· ἐκείνου  γὰρ ἦν τοῦ χοροῦ τοῦ χαίροντος,  ὅτι  κατηξιώθησαν  ὑπὲρ τοῦ ὀνόματος  αὐτοῦ  ἀτιμασθῆναι.  Καὶ πάλιν ἀλλαχοῦ  λέγει· Νῦν χαίρω  ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν· καὶ πάλιν· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν  τῆς θλίψεως,  καθ'  ὑπερβολὴν  εἰς ὑπερβολὴν   αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Ἀλλὰ ταῦτα λέγει μετριάζων. Ἐνταῦθα δὲ δείκνυσιν αὐτοῦ  τὴν  ἀνδρείαν,  καὶ  οὐ  τοσοῦτον  τὴν  ἀνδρείαν,  ὅσον τὴν  ὑπομονήν· ὡσεὶ ἔλεγεν· Ἔπασχον ἐγὼ κακῶς, ἀλλὰ μεθ' ὑμῶν· καὶ τὸ δεινὸν, ὅτι ὑπὸ Ἰουδαίων. Θέα μοι ἐνταῦθα χαρακτῆρα διδασκαλίας· καὶ τὴν ἀγάπην τίθησι καὶ τὴν ἀνδρείαν. Ὡς οὐδὲν ὑπεστειλάμην, φησί. Τὸ ἄφθονον  δείκνυσι διὰ τούτων ὁμοῦ, καὶ τὸ ἄοκνον. Καὶ τῶν συμφερόντων. Καλῶς οὕτως εἶπεν· ἦν γὰρ ἃ οὐκ ἔδει μαθεῖν. Ὥσπερ δὲ τὸ τινὰ ἀποκρύπτεσθαι, φθόνου· οὕτω τὸ πάντα λέγειν, ἀνοίας. ∆ιὰ τοῦτο προσέθηκε, Τῶν συμφερόντων,  δηλῶν,  ὅτι Οὐκ εἶπον μόνον, ἀλλὰ καὶ ἐδίδαξα· οὐχ ὡς αὐτὸ τοῦτο  ἀφοσιούμενος,  φησίν.  Ὅτι  δὲ  τοῦτο  δηλοῖ,  ἄκουε  τὸ  ἑξῆς· ἐπήγαγε  γάρ· ∆ημοσίᾳ καὶ κατ' οἴκους· τὴν μακρὰν ταλαιπωρίαν, καὶ τὴν πολλὴν σπουδὴν καὶ τὴν καρτερίαν ἐπιδεικνύμενος.  ∆ιαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν. Οὐχὶ πρὸς ὑμᾶς, φησὶ, μόνον,  ἀλλὰ  καὶ πρὸς Ἕλληνας. Ἐνταῦθα ἡ παῤῥησία· καὶ ὅτι, Κἂν μηδὲν ὠφελῶμεν, λέγειν δεῖ· τὸ γὰρ διαμαρτύρασθαι τοῦτό ἐστιν, ὅταν πρὸς τοὺς μὴ προσέχοντας  λέγωμεν·   τὸ  γὰρ  διαμαρτύρασθαι,  ὡς  ἐπὶ  τὸ  πολὺ  τοῦτό  ἐστι. ∆ιαμαρτύρομαι,  φησὶν  ὁ  Μωϋσῆς,  τὸν  οὐρανὸν  καὶ  τὴν  γῆν·  καὶ  νῦν  αὐτὸς, ∆ιαμαρτυρόμενος  Ἰουδαίοις  τε  καὶ  Ἕλλησι τὴν  εἰς  τὸν  Θεὸν μετάνοιαν. 



βʹ. Τί διαμαρτύρῃ; Ὥστε βίου ἐπιμεληθῆναι·  ὥστε μετανοῆσαι καὶ προσελθεῖν  τῷ Θεῷ. Οὐδὲ γὰρ Ἰουδαῖοι ᾔδεσαν αὐτὸν, διά τε τὸν Υἱὸν ἀγνοεῖν, διά τε τὰ ἔργα καὶ πίστιν μὴ ἔχειν τὴν εἰς τὸν Κύριον Ἰησοῦν. Τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; τίνος ἕνεκεν ταῦτα ὑπομιμνήσκεις; τί γέγονε; μή τι ἔχεις ἐγκαλεῖν; Πρότερον κατασείσας αὐτῶν τὴν διάνοιαν, τότε ἐπάγει· Καὶ νῦν ἰδοὺ ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά  μοι μὴ εἰδώς· πλὴν  ὅτι τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν  διαμαρτύρεται, λέγον, ὅτι δεσμά με καὶ θλίψεις  μένουσιν. Ἀλλ' οὐδενὸς λόγον  ποιοῦμαι· οὐδὲ ἔχω τὴν  ψυχὴν  τιμίαν  ἐμαυτῷ, ὡς τελειῶσαι  τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν  διακονίαν,  ἣν ἔλαβον  παρὰ τοῦ Κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ. ∆ιὰ τί ταῦτα λέγει; Παρασκευάζων αὐτοὺς ἀεὶ ἑτοίμους εἶναι πρὸς κινδύνους καὶ δήλους καὶ ἀδήλους, καὶ πάντα τῷ Πνεύματι πείθεσθαι. ∆είκνυσι δὲ, ὅτι ἐπὶ μεγάλοις ἀπάγεται. Πλὴν ὅτι τὸ Πνεῦμά μοι, φησὶ, τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται, λέγον. Ἵνα δείξῃ, ὅτι ἑκὼν ἀπέρχεται, καὶ ἵνα μὴ δεσμὸν ἢ ἀνάγκην νομίσῃς, τὸ Κατὰ πόλιν εἶπεν. Εἶτα ἐπάγει, ὅτι Οὐκ ἔχω τιμίαν τὴν ἐμαυτοῦ ψυχὴν, ὡς τελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς, καὶ τὴν διακονίαν, ἢν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ. Ὁρᾷς ὅτι οὐκ ἀποδυρομένου ἦν τὰ ῥήματα, ἀλλὰ μετριάζοντος καὶ παιδεύοντος ἐκείνους καὶ συμπάσχοντος τοῖς γινομένοις; Οὐκ εἶπεν, ὅτι Ἀλγῶμεν, ἀνάγκη δὲ φέρειν· ἀλλ' οὐδὲ, Ἡγοῦμαι. Τοῦτο πάλιν λέγει, οὐκ ἐπαίρων ἑαυτὸν, ἀλλ' ἐκείνους διδάσκων, διὰ μὲν τῶν προτέρων τὴν ταπεινοφροσύνην, διὰ δὲ τούτων τὴν ἀνδρείαν, τὴν παῤῥησίαν· ὡσεὶ ἔλεγεν· Οὐ φιλῶ αὐτὴν πρὸ ταύτης· προτιμότερον ἡγοῦμαι τὸ τελέσαι τὸν δρόμον, τὸ διαμαρτύρασθαι.  Καὶ οὐκ  εἶπε,  Κηρῦξαι, ∆ιδάξαι·  ἀλλὰ  τί;  ∆ιαμαρτύρασθαι  τὸ Εὐαγγέλιον  τῆς  χάριτος  τοῦ  Θεοῦ. Μέλλει  τι  φορ   τικώτερον  λέγειν,  ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· διὰ τοῦτο προκατασκευάζει, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἐλλείπεται.  Ἐπεὶ οὖν ἔμελλεν  αὐτοῖς ἐπιτιθέναι  τὸ βάρος ἅπαν  καὶ τὸ φορτίον, πρότερον κατεμάλαξεν αὐτῶν τὴν διάνοιαν, λέγων· Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα, ὅτι οὐκ ἔτι ὄψεσθε τὸ πρόσωπόν μου. Εἶτα τότε ἐπήγαγε τὸ, Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιπλῆ ἡ λύπη· τό τε, Τὸ πρόσωπον αὐτοῦ οὐκ ἔτι ὄψεσθαι, καὶ τὸ, Αὐτοὺς πάντας. Οὐκ ἔτι γὰρ, φησὶν, ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον  κηρύσσων τὴν βασιλείαν. Ὥστε εἰκότως διαμαρτύρομαι ὑμῖν, ἅτε μηκέτι παραγινόμενος, Ὅτι καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων.  Οὐ γὰρ ὑπεστειλάμην τοῦ  μὴ  ἀναγγεῖλαι   ὑμῖν  πᾶσαν  τὴν  βουλὴν  τοῦ  Θεοῦ. Ὁρᾷς  πῶς  φοβεῖ,  καὶ πεπονημένας αὐτῶν τὰς ψυχὰς καὶ τεθλιμμένας ἐπιτρίβει; Καλῶς, ὅτι ἀναγκαῖον ἦν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι  ὑμῖν, φησὶ, πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ἄρα ὁ μὴ λέγων, ὑπεύθυνός ἐστι τοῦ αἵματος· τουτέστι, τῆς σφαγῆς. Οὐδὲν τούτου φοβερώτερον. ∆είκνυσιν, ὅτι κἀκεῖνοι, ἂν μὴ ποιῶσιν, ὑπεύθυνοί εἰσι τοῦ αἵματος. Καὶ δοκεῖ μὲν ἀπολογεῖσθαι, ἐκείνους δὲ φοβεῖ. Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ὁρᾷς; δύο προσέταξεν. Οὔτε οὖν τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει τι κέρδος (Φοβοῦμαι γὰρ, φησὶ, μή πως ἄλλοις κηρύξας  αὐτὸς  ἀδόκιμος  γένωμαι),  οὔτε  τὸ  ἑαυτοῦ  μόνον  ἐπιμελεῖσθαι.  Ὁ γὰρ τοιοῦτος φίλαυτος καὶ τὸ ἑαυτοῦ ζητεῖ μόνον, καὶ τοῦ τὸ τάλαντον  καταχώσαντος ἴσος ἐστί. Ταῦτα λέγει, οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ' ἐπειδὴ, ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνει. Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Ὅρα πόσαι ἀνάγκαι.  Παρὰ τοῦ  Πνεύματος τὴν  χειροτονίαν  ἔχετε,  φησί· τοῦτο  γάρ  ἐστι τὸ, Ἔθετο. Μία αὕτη  ἀνάγκη·  εἶτα,  Ποιμαίνειν  τὴν  Ἐκκλησίαν τοῦ  Θεοῦ. Ἰδοὺ  καὶ δευτέρα·  καὶ  τρίτη,  Ἥν  φησιν  ὅτι  περιεποιήσατο  διὰ  τοῦ  ἰδίου  αἵματος.  Πολὺ δείκνυσι δι' ὧν εἶπε τίμιον τὸ πρᾶγμα, καὶ ὅτι οὐχ ὑπὲρ μικρῶν ὁ κίνδυνος, εἴ γε ὁ ∆εσπότης ὑπὲρ τῆς Ἐκκλησίας, οὐδὲ τοῦ αἵματος ἐφείσατο τοῦ ἑαυτοῦ, ἡμεῖς δὲ τῆς τῶν ἀδελφῶν  σωτηρίας καταφρονοῦμεν.  Καὶ ἐκεῖνος μὲν ἵνα ἐχθροὺς καταλλάξῃ, καὶ τὸ αἷμα ἐξέχεε· σὺ δὲ οὐδὲ φίλους γενομένους ἰσχύεις κατασχεῖν. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι
τοῦ ποιμνίου. Πάλιν ἄλλοθεν  αὐτοὺς ἐπιστρέφει ἀπὸ τῶν  ἐσομένων· ὥσπερ ὅταν ἀλλαχοῦ λέγῃ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Ὅτι εἰσελεύσονται, φησὶ, μετὰ τὴν  ἄφιξίν  μου λύκοι  βαρεῖς εἰς ὑμᾶς. ∆ιπλοῦν  τὸ κακὸν, ὅτι τε αὐτὸς οὐ πάρεστι, καὶ ὅτι ἕτεροι ἐπιθήσονται. Τί οὖν ἀπέρχῃ, εἰ τοῦτο προοῖδας; Τὸ Πνεῦμά με ἕλκει, φησί.



γʹ. Καὶ ὅρα· οὐχ ἁπλῶς εἶπε, Λύκοι, ἀλλὰ προσέθηκε, Βαρεῖς, τὸ σφοδρὸν αὐτῶν καὶ ἰταμὸν αἰνιττόμενος· καὶ τὸ χαλεπώτερον, ὅτι αὐτοὺς τούτους ἐξ αὐτῶν ἀναστήσεσθαι λέγει· ὃ καὶ σφόδρα ἐστὶ βαρὺ, ὅταν καὶ ἐμφύλιος  ὁ πόλεμος ᾖ. Καὶ καλῶς εἶπε, Προσέχετε, δεικνὺς περισπούδαστον σφόδρα τὸ πρᾶγμα (Ἐκκλησία γάρ  ἐστι), καὶ ὅτι μέγας ὁ κίνδυνος (αἵματι γὰρ αὐτὴν ἐλυτρώσατο), καὶ ὅτι πολὺς ὁ  πόλεμος  καὶ  διπλοῦς.  Ταῦτα  τοίνυν   ἐδήλωσεν,  εἰπών·  Καὶ ἐξ  ὑμῶν  αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες  διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Εἶτα ἐπειδὴ σφόδρα αὐτοὺς ἐφόβησε τῷ εἰπεῖν Λύκους βαρεῖς, καὶ ἐξ αὐτῶν ἀναστῆναι τοὺς τὰ διεστραμμένα λαλοῦντας, ὥσπερ ὑπό τινος διαπορηθεὶς, πῶς οὖν; εἰπόντος,  καὶ  τίς  ἔσται φυλακή;  ἐπάγει,  λέγων·  Γρηγορεῖτε, μνημονεύοντες,  ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν  ἕνα ἕκαστον. Ὅρα πόσαι ὑπερβολαί· μετὰ δακρύων, καὶ νύκτα καὶ ἡμέραν, καὶ ἕνα ἕκαστον. Οὐ γὰρ εἰ πολλοὺς εἶδε, τότε ἐφείδετο, ἀλλ'  ᾔδει καὶ ὑπὲρ μιᾶς ψυχῆς πάντα ποιεῖν. Οὕτω γοῦν αὐτοὺς καὶ συνεκρότησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀρκεῖ τὰ παρ' ἐμοῦ· τριετίαν ἔμεινα, ἱκανῶς ἐστερεώθησαν, ἱκανῶς ἐῤῥιζώθησαν. Μετὰ δακρύων, φησίν. Ὁρᾷς ὅτι  τὰ  δάκρυα  διὰ  τοῦτο;  Ταῦτα ποιῶμεν  καὶ  ἡμεῖς.  Οὐκ ἀλγεῖ  ὁ κακός· ἄλγησον  σὺ, ἴσως  ἀλγήσει  κἀκεῖνος.  Καθάπερ ὅταν  ἴδῃ  ὁ  κάμνων  τὸν  ἰατρὸν λαμβάνοντα  σιτίου, καὶ αὐτὸς προτρέπεται· οὕτω δὴ καὶ ἐνταῦθα ἔσται· ἂν ἴδῃ σε ὀδυρόμενον, μαλαχθήσεται, χρηστὸς ἀνὴρ καὶ πρᾶος γενήσεται. Οὐκ εἰδὼς, φησὶ, τὰ συναντήσοντά μοι. Τί οὖν; διὰ τοῦτο ἀπέρχῃ; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα γινώσκω, ὅτι δεσμὰ καὶ θλίψεις  με μένουσιν. Ὅτι μὲν οὖν πειρασμοὶ ἐκδέχονταί  με, οἶδα, ὁποῖοι δὲ, οὐκ οἶδα· ὅπερ ἦν χαλεπώτερον.  Μὴ τοίνυν  νομίσητέ με ἀποδυρόμενον ταῦτα  λέγειν·  οὐκ  ἔχω  τιμίαν  τὴν  ἐμαυτοῦ  ψυχήν.  Ἵνα  ἀναστήσῃ αὐτῶν  τὴν διάνοιαν, ταῦτά φησι, καὶ πείσῃ μὴ μόνον μὴ φεύγειν,  ἀλλὰ καὶ γενναίως  φέρειν.
∆ιὰ τοῦτο δρόμον καὶ διακονίαν τὸ πρᾶγμα καλεῖ· τὸ μὲν, δεικνὺς τὸ λαμπρὸν ἀπὸ τοῦ δρόμου, τὸ δὲ, τὸ ὀφειλόμενον  ἀπὸ τῆς διακονίας. ∆ιάκονός εἰμι, φησίν· οὐδὲν πλέον ἔχω. Παραμυθησάμενος δὲ αὐτοὺς, ἵνα μὴ ἀλγῶσιν ἐφ' οἷς πάσχει κακῶς, καὶ εἰπὼν,  ὅτι μετὰ χαρᾶς ταῦτα ὑπομένει,  καὶ τὸν  καρπὸν δείξας, τότε τὸ λυπηρὸν ἐπάγει. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ καταχώσῃ αὐτῶν τὴν διάνοιαν. Ποῖον δὲ τοῦτό ἐστι; Τὸ, Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τί οὖν, εἴποι τις  ἂν,  τοσοῦτον  σαυτὸν  ἡγῇ,  καὶ, ἂν  ἀπέλθῃς,  ἀποθνήσκομεν;  Οὐ τοῦτο  λέγω, φησὶν, ὅτι ἡ ἐμὴ ἀπουσία τοῦτο ποιεῖ· ἀλλὰ τί; Ὅτι ἐπαναστήσονταί τινες ὑμῖν. Οὐκ εἶπε, ∆ιὰ τὴν  ἄφιξίν  μου· ἀλλὰ, Μετὰ τὴν  ἄφιξίν  μου· τουτέστι, τὴν ἀποδημίαν· καίτοι καὶ ἤδη γέγονε τοῦτο· εἰ δὲ γέγονε, πολλῷ  μᾶλλον  μετὰ ταῦτα γενήσεται. Εἶτα καὶ ἡ αἰτία, Τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Ὥστε δι' οὐδὲν ἕτερον αἱ αἱρέσεις, ἢ διὰ τοῦτο. Εἶτα καὶ παραμυθία· Ἣν περιεποιήσατο, φησὶ, διὰ τοῦ ἰδίου αἵματος. Εἰ δὲ τῷ ἰδίῳ αἵματι περιεποιήσατο, προστήσεται πάντως. Νύκτα, φησὶ, καὶ ἡμέραν  οὐκ ἐπαυσάμην  μετὰ  δακρύων  νουθετῶν.  Ταῦτα πρὸς ἡμᾶς  εἰκότως  ἂν λέγοιτο· καὶ δοκεῖ μὲν εἶναι ἰδικῶς πρὸς τοὺς διδασκάλους ὁ λόγος, ἔστι δὲ κοινὸς καὶ πρὸς τοὺς μαθητάς. Τί γὰρ, ἂν ἐγὼ μὲν λέγω καὶ παρακαλῶ καὶ δακρύω νύκτα καὶ ἡμέραν, ὁ δὲ μαθητὴς μὴ πείθηται;  Ἵνα γὰρ μὴ νομίσῃ τις τοῦτο ἀρκεῖν εἰς ἀπολογίαν,  τὸ εἶναι  μαθητὴν,  καὶ μὴ ὑπείκειν,  διὰ τοῦτο, ∆ιαμαρτύρομαι, εἰπὼν, ἐπήγαγεν· Οὐ γὰρ ὑπεστειλάμην  τοῦ μὴ ἀναγγεῖλαι  ὑμῖν. Ἄρα τοῦτο διδασκάλου μόνον, ἀναγγεῖλαι, κηρῦξαι, διδάξαι, μὴ ὑποστείλασθαι, νύκτα καὶ ἡμέραν παρακαλεῖν·  ὅταν  δὲ  τούτων  γινομένων    μηδὲν  πλέον  γένηται,  ἴστε  τὸ λειπόμενον. Εἶτα καὶ ἑτέρα ἀπολογία· ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Μὴ δὴ νομίσητε πρὸς ἡμᾶς ταῦτα λέγεσθαι μόνον· καὶ γὰρ καὶ πρὸς ὑμᾶς ὁ λόγος οὗτός ἐστιν,  ὥστε  προσέχειν  τοῖς  λεγομένοις,  ὥστε  μὴ  ἀποπηδᾷν  τῆς  ἀκροάσεως. Τί ποιήσω; Ἰδοὺ καθ' ἑκάστην ἡμέραν διαῤῥήγνυμαι βοῶν· ἀπόστητε τῶν θεάτρων· καὶ πολλοὶ γελῶσιν ἡμᾶς· ἀπόστητε τοῦ ὀμνύειν, τοῦ πλεονεκτεῖν· μυρία παραινοῦμεν, καὶ οὐδεὶς ὁ ἀκούων. Ἀλλ' ἐν νυκτὶ οὐ διαλέγομαι; Ἐβουλόμην καὶ ἐν νυκτὶ τοῦτο ποιεῖν,  καὶ ἐν ταῖς τραπέζαις ταῖς ὑμετέραις, εἴ γε ἐνῆν  καὶ εἰς μυρία σχισθέντα παραγίνεσθαι ὑμῖν καὶ διαλέγεσθαι· ἀλλ' εἰ τῆς ἑβδομάδος ἅπαξ καλοῦμεν ὑμᾶς, καὶ ὀκνεῖτε, καὶ οἱ μὲν οὐδὲ παραγίνεσθε, οἱ δὲ παραγινόμενοι οὐδὲν πλέον κερδάναντες ἄπιτε· τί οὐκ ἂν ἐποιήσατε, εἰ συνεχῶς τοῦτο ἐπράττομεν; Τί ποιήσομεν; Πολλοὶ οἶδ' ὅτι καὶ διασύρουσιν ἡμᾶς, διὰ τὸ περὶ τῶν αὐτῶν ἀεὶ διαλέγεσθαι· οὕτω γεγόναμεν προσκορεῖς. Αἴτιοι  δὲ  τούτου  οὐχ  ὑμεῖς,  ἀλλ'  αὐτοὶ  οἱ  ἀκούοντες.  Ὁ  μὲν  γὰρ κατορθῶν, ἀεὶ χαίρει τὰ αὐτὰ ἀκούων, ὥσπερ ἐγκωμίων  αὐτοῦ λεγομένων· ὁ δὲ μὴ βουλόμενος  κατορθοῦν,  καὶ  ἐνοχλεῖσθαι   δοκεῖ,  κἂν  δεύτερον  ἀκούσῃ  μόνον, πολλάκις  δοκεῖ ἀκούειν.  Καθαρὸς ἐγὼ  ἀπὸ τοῦ αἵματος πάντων,  φησί.



δʹ. Τοῦτο Παύλῳ μὲν ἥρμοττεν εἰπεῖν, ἡμεῖς δὲ οὐ τολμῶμεν τοῦτο εἰπεῖν, μυρία συνειδότες ἑαυτοῖς. ∆ιόπερ ἐκείνῳ τῷ διαπαντὸς ἀγρυπνοῦντι καὶ ἐφεστῶτι, τῷ πάντα ὑπὲρ τῆς σωτηρίας τῶν  μαθητευομένων  ὑπομένοντι,  ἥρμοττε λέγειν·  ἡμεῖς δὲ τὸ Μωσέως ἐροῦμεν, ὅτι Ὠργίσθη μοι Κύριος δι' ὑμᾶς, ὅτι εἰς πολλὰ ἁμαρτήματα προάγετε καὶ ἡμᾶς. Ὅταν γὰρ ἀθυμῶμεν ὁρῶντες ὑμᾶς οὐ προκόπτοντας, οὐ τὸ πλέον ἡμῖν τῆς ἰσχύος καταπίπτει;  Τί γὰρ, εἰπέ μοι, γέγονεν;  Ἰδοὺ τῇ χάριτι  τοῦ Θεοῦ καὶ ἡμεῖς λοιπὸν  τριετίαν  ἔχομεν, νύκτα  μὲν καὶ ἡμέραν οὐ παρακαλοῦντες,  διὰ τριῶν  δὲ πολλάκις ἡμερῶν ἢ δι' ἑπτὰ τοῦτο ποιοῦντες. Τί γέγονε πλέον; Ἐγκαλοῦμεν, ἐπιτιμῶμεν, δακρύομεν, ὀδυνώμεθα, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ καρδίαν. Ἐκεῖνα δὲ πολὺ τούτων  τὰ δάκρυα κουφότερα· ταῦτα μὲν γὰρ φέρει τινὰ  τοῖς ἀθυμοῦσι παραμυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει. Οὕτω καὶ ὅταν ἐν ἀθυμίᾳ τις ᾖ, καὶ μὴ δύνηται ἐξενεγκεῖν  τὴν ἀλγηδόνα, ὥστε μὴ δόξαι κενόδοξος εἶναι, μείζονα ἄρα πάσχει, ἢ ἂν ταύτην ἐξήνεγκεν. Εἰ μή μέ τις ἔκρινε φιλοτιμίας περιττῆς, εἶδες ἂν καθ' ἑκάστην ἡμέραν πηγὰς δακρύων ἀφιέντα· ταύτας δέ μοι σύνοιδεν ὁ οἰκίσκος καὶ ἡ ἐρημία. Πιστεύσατε γάρ μοι, τῆς μὲν ἐμαυτοῦ σωτηρίας ἀπέγνων, τὰ δὲ ὑμέτερα θρηνῶν, οὐδὲ σχολὴν ἔχω τὰ ἐμαυτοῦ κακὰ πενθεῖν· οὕτω μοι πάντα ὑμεῖς ἐστε. Κἂν αἴσθωμαι ἐπιδιδόντας ὑμᾶς, οὐκ αἰσθάνομαι τῶν ἐμαυτοῦ κακῶν ὑπὸ τῆς ἡδονῆς· κἂν ἴδω μὴ ἐπιδιδόντας, ὑπὸ τῆς ἀθυμίας πάλιν παραπέμπομαι τὰ ἐμά· φαιδρὸς μὲν ὢν  ἐπὶ  τοῖς  ὑμετέροις  ἀγαθοῖς,  κἂν  μυρία  ἔχω  δεινὰ,  σκυθρωπὸς  δὲ  ἐπὶ  τοῖς ὑμετέροις λυπηροῖς, κἂν μυρία μοι κατορθώματα ᾖ. Τίς γὰρ ἐλπὶς διδασκάλῳ, τοῦ ποιμνίου διεφθαρμένου; ποία ζωὴ, ποία προσδοκία; μετὰ ποίας στήσεται παῤῥησίας πρὸς τὸν Θεόν; τί ἐρεῖ; Θῶμεν γὰρ, ὅτι οὐδὲ ἐγκαλεῖται, οὐδὲ δίδωσι δίκην, ἀλλ' ἔστι καθαρὸς ἀπὸ τοῦ αἵματος πάντων· καὶ οὕτως ἀνίατα πείσεται· ἐπεὶ καὶ πατέρες ὑπὲρ παίδων οὐ μέλλοντες  ἐγκαλεῖσθαι, ὅμως ἀλγοῦσι καὶ δάκνονται.  Καὶ οὐδὲν αὐτοὺς  τοῦτο, φησὶν, ὠφελεῖ  οὐδὲ προΐσταται, ὅτι αὐτοὶ  ἀγρυπνοῦσιν  ὑπὲρ τῶν ψυχῶν  ἡμῶν; Ἀλλ' ἀγρυπνοῦσιν ὡς λόγον ἀποδώσοντες· καὶ δοκεῖ μέν τισι τοῦτο εἶναι φοβερὸν, ἐμοὶ δὲ οὐδεὶς τούτου λόγος μετὰ τὴν ὑμετέραν ἀπώλειαν. Ἄν τε γὰρ δῶ λόγον, ἄν τε μὴ δῶ, οὐδέν μοι τὸ ὄφελος. Γένοιτο σωθῆναι ὑμᾶς, καὶ δοῦναι λόγον ἐμὲ δι' ὑμᾶς· ὑμᾶς σωθῆναι, καὶ ἐμὲ ἐγκαλεῖσθαι ὡς μὴ πληρώσαντα τὰ παρ' ἐμαυτοῦ. Οὐ γὰρ τοῦ δι' ἐμοῦ σωθῆναι ὑμᾶς φροντίζω, ἀλλὰ τοῦ σωθῆναι μόνον δι' ὁτουδήποτε. Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν  τῶν πνευματικῶν,  πῶς μυριάκις ἕλοιτο  ἂν  κατακοπῆναι   ὁ  τοῦτον  τὸν  τόκον  ὠδίνων,   ἢ  τῶν  τεχθέντων   ἕνα ἀπολλύμενον   ἰδεῖν   καὶ   διεφθαρμένον;   Πόθεν  ὑμᾶς   πείσομεν;  ἑτέρωθεν   μὲν οὐδαμόθεν, ἀπὸ δὲ τῶν γινομένων  τὰ καθ' ὑμᾶς πάντα ἀπολυσόμεθα. ∆υνάμεθα καὶ ἡμεῖς  λέγειν,  ὅτι οὐδὲν  ὑπεστειλάμεθα· ἀλλ' ὅμως  ἀλγοῦμεν·  καὶ ὅτι  ἀλγοῦμεν, δῆλον  ἐξ ὧν μυρία κατασκευάζομεν, καὶ μηχανώμεθα.  Καίτοι γε ἐνῆν  πρὸς ὑμᾶς αὐτοὺς εἰπεῖν· Τί μοι μέλει; ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, ἐγὼ καθαρός εἰμι ἀπὸ τοῦ αἵματος·  ἀλλ'  οὐκ  ἀρκεῖ  τοῦτο  εἰς  παραμυθίαν.  Εἴ γε  ἐνῆν  τὴν  καρδίαν  ἡμῶν ἀναῤῥῆξαι καὶ ἐπιδεῖξαι, εἴδετε ἂν μετὰ πολλῆς ἔνδον ὄντας τῆς εὐρυχωρίας πάντας ὑμᾶς, καὶ γυναῖκας καὶ παῖδας καὶ ἄνδρας· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις, τοῦ οὐρανοῦ εὐρυχωτέραν ποιεῖ τὴν ψυχήν. Χωρήσατε ἡμᾶς, ἔλεγεν ὁ Παῦλος· οὐδένα ἠδικήσαμεν,  οὐ  στενοχωρεῖσθε  ἐν   ἡμῖν.  Τοῦτο  λέγομεν  νῦν  καὶ  ἡμεῖς· Χωρήσατε ἡμᾶς· Πᾶσαν τὴν Κόρινθον εἶχεν ἐκεῖνος ἐν τῇ καρδίᾳ ἑαυτοῦ, καὶ ἔλεγε· Πλατύνθητε καὶ ὑμεῖς· οὐ στενοχωρεῖσθε. Ἀλλ' αὐτὸς οὐκ ἂν ἔχοιμι τοῦτο λέγειν· εὖ γὰρ οἶδα, ὅτι καὶ ὑμεῖς ἡμᾶς ἀγαπᾶτε καὶ χωρεῖτε. Ἀλλὰ τί τὸ κέρδος ἢ τῆς ἐμῆς ἀγάπης  ἢ  τῆς  ὑμῶν,  ὅταν  τὸ  κατὰ  Θεὸν ἡμῖν  μὴ  προχωρῇ;  Μείζονος ἀθυμίας ὑπόθεσις, πλείονος  λύμης ἀφορμή. Οὐδὲν ἔχω ἐγκαλεῖν  ὑμῖν· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ἱμειρόμεθα οὐ μόνον  τὸ Εὐαγγέλιον, ἀλλὰ  καὶ τὰς ἑαυτῶν  ψυχὰς  δοῦναι  ὑμῖν.  Φιλούμεθα καὶ φιλοῦμεν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον. Φιλήσωμεν οὖν τὸν Χριστὸν πρῶτον· πρώτη γὰρ ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· δευτέρα δὲ ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τὴν δευτέραν ἔχομεν, τῆς πρώτης ἡμῖν δεῖ· τῆς πρώτης δεῖ μετὰ πολλῆς  τῆς ὑπερβολῆς καὶ ἐμοὶ καὶ ὑμῖν. Ἔχομεν αὐτὴν, ἀλλ' οὐχ ὡς χρή. Φιλήσωμεν αὐτόν· ἴστε πόσος ἀπόκειται μισθὸς τοῖς φιλήσασι τὸν Χριστόν· φιλήσωμεν αὐτὸν θερμότητι ψυχῆς, ἵνα, τῆς παρ' αὐτοῦ εὐνοίας ἀπολαύοντες, διαφύγωμεν  τὸν κλύδωνα τοῦ παρόντος βίου, καὶ τῶν ἐπηγγελμένων  ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς αὐτοῦ Παιδὸς, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΜΕʹ. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ  ἐποι κοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις.


αʹ. Ὅπερ ἐπιστέλλων  ποιεῖ, τοῦτο καὶ συμβουλεύων· ἀπὸ παραινέσεως εἰς εὐχὴν  τελευτᾷ. Ἐπειδὴ γὰρ αὐτοὺς σφόδρα ἐφόβησε, λέγων,  ὅτι Λύκοι βαρεῖς εἰς ὑμᾶς   εἰσελεύσονται·   ἵνα   μὴ   καταπλήξῃ   τῇ   διανοίᾳ   καὶ   ἀπολέσῃ,  ὅρα  τὴν παραμυθίαν.  Καὶ τανῦν,  φησίν.  Οὕτως εἶπε,  δηλῶν  διὰ  τούτου,  ὅτι  ὥσπερ ἀεί. Παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ· τουτέστι, τῇ χάριτι αὐτοῦ. Καὶ καλῶς οὕτως εἶπεν· οἶδε γὰρ, ὅτι ἡ χάρις σώζει. Συνεχῶς αὐτοὺς ἀναμιμνήσκει   τῆς  χάριτος,  σπουδαιοτέρους  ποιῶν   ὡς  ὀφειλέτας,   καὶ  πείθων θαῤῥεῖν. Τῷ δυναμένῳ  ὑμᾶς ἐποικοδομῆσαι. Οὐκ εἶπεν, Οἰκοδομῆσαι, ἀλλ', Ἐποικοδομῆσαι, δεικνὺς  ὅτι ἤδη ᾠκοδομήθησαν, Εἶτα τῆς ἐλπίδος  ἀνέμνησε τῆς μελλούσης, εἰπών·  Καὶ δοῦναι  ὑμῖν  κληρονομίαν  ἐν  πᾶσι τοῖς  ἡγιασμένοις.  Εἶτα πάλιν παραίνεσις· Ἀργυρίου, φησὶν, ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Τὴν ῥίζαν ἀναιρεῖ τῶν κακῶν, τὴν φιλαργυρίαν. Ἀργυρίου, φησὶν, ἢ χρυσίου. Οὐκ εἶπεν, Οὐκ ἔλαβον· ἀλλ', Οὐδὲ ἐπεθύμησα. Οὔπω μέγα τοῦτο, τὸ δὲ μετὰ τοῦτο μέγα. Ὑμεῖς ἐπίστασθε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Ὅρα αὐτὸν τῷ ἔργῳ κεχρημένον, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κοπιῶντα. Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Τοῦτο ἐντρεπτικῶς. Καὶ ὅρα, πῶς ἀξίως. Οὐ γὰρ εἶπε Χρημάτων γενέσθαι κρείττους ἀλλὰ τί; Ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων. Οὐχ ἁπλῶς  πάντων, ἀλλὰ τῶν ἀσθενῶν. Μνημονεύειν τε τὸν λόγον τοῦ Κυρίου, ὃν εἶπε, ὅτι Μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Ἵνα μή τις νομίσῃ πρὸς ἐκείνους εἰρῆσθαι, καὶ τύπον διδόναι αὐτὸν, ὅπερ ἀλλαχοῦ  φησι, Τύπον διδόντες ὑμῖν, ἐπήγαγε τὴν ἀπόφασιν τοῦ Χριστοῦ, λέγοντος· Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Ἐπηύξατο αὐτοῖς παραινῶν· δείκνυσιν αὐτὸ καὶ ἔργῳ. Καὶ ταῦτα εἰπὼν, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς, προσηύξατο· οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς τῆς κατανύξεως. Πολλὴ ἡ παράκλησις· καὶ τῷ εἰπεῖν δὲ, Παρατίθεμαι ὑμᾶς τῷ Κυρίῳ, παρακαλεῖ. Ἐγένετο δὲ κλαυθμὸς ἱκανὸς πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου, κατεφίλουν αὐτὸν, ὀδυνώμενοι, μάλιστα ἐπὶ  τῷ  λόγῳ   ᾧ  εἰρήκει,  ὅτι  οὐκέτι  μέλλουσι  τὸ  πρόσωπον  αὐτοῦ  θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον. Εἶπεν, ὅτι Εἰσελεύσονται λύκοι βαρεῖς· εἶπεν, ὅτι Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων· ταῦτα ἑκάτερα φοβερὰ καὶ ἱκανὰ λυπῆσαι· μάλιστα δὲ πλέον πάντων τοῦτο αὐτοὺς ὠδίνησε, τὸ μηκέτι ὁρᾷν ἀκοῦσαι αὐτόν· καὶ τοῦτο ἐποίει τὸν  πόλεμον  χαλεπόν.  Προέπεμπον δὲ, φησὶν, αὐτὸν  εἰς τὸ πλοῖον. Οὕτως ἐφίλουν  αὐτὸν, οὕτω διέκειντο περὶ αὐτόν. Ὡς δὲ ἐγένετο ἀναχθῆναι  ἡμᾶς ἀποσπασθέντας ἀπ' αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν, τῇ δὲ ἑξῆς εἰς Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.  Ἀναφανέντες   δὲ  τὴν  Κύπρον, καὶ  καταλιπόντες   αὐτὴν  εὐώνυμον, ἐπλέομεν  εἰς  Συρίαν,  καὶ  κατήχθημεν  εἰς  Τύρον.  Ὅρα, ἦλθεν  εἰς  Λυκίαν,  καὶ διαπερῶν εἰς Φοινίκην, τὴν Κύπρον ἀφεὶς, εἰς Τύρον κατέπλευσεν· ἐκεῖσε γὰρ ἦν τὸ πλοῖον  ἀποφορτιζόμενον  τὸν  γόμον.  Τοῦτο  αἰτία  τοῦ  ἀπελθεῖν  εἰς  Τύρον. Καὶ εὑρόντες μαθητὰς ἐπεμείναμεν πρὸς αὐτοὺς ἡμέρας ἑπτά· οἵ  τινες τῷ Παύλῳ ἔλεγον   διὰ   τοῦ   Πνεύματος   μὴ   ἀναβαίνειν    αὐτὸν   εἰς   Ἱερουσαλήμ.   Ὅρα, προφητεύουσι κἀκεῖνοι τὰς θλίψεις. Οἰκονομεῖται καὶ δι' ἐκείνων λεχθῆναι, ἵνα μή τις νομίσῃ ἁπλῶς ταῦτα λέγειν τὸν Παῦλον καὶ κομπάζειν, Πάλιν δὲ ἐκεῖ προσευχόμενοι διαλύονται ἀπ' ἀλλήλων. Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων  ἡμᾶς πάντων  σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω  τῆς  πόλεως,  καὶ  θέντες  τὰ  γόνατα  ἐπὶ  τὸν  αἰγιαλὸν,  προσηυξάμεθα. Καὶ ἀσπασάμενοι ἀλλήλους, ἐνέβημεν εἰς τὸ πλοῖον· ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια. Ἡμεῖς δὲ τὸν  πλοῦν  διανύσαντες  ἀπὸ Τύρου, κατηντήσαμεν  εἰς Πτολεμαΐδα· καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς, ἐμείναμεν  ἡμέραν μίαν παρ' αὐτοῖς. Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθομεν εἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ  ὄντος  ἐκ τῶν  ἑπτὰ,  ἐμείναμεν  παρ'  αὐτῷ.  Εἰς Καισάρειαν, φησὶν, ἐλθόντες,  παρὰ Φιλίππῳ  τῷ  ἐκ τῶν  ἑπτὰ  ἐμείναμεν.  Τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες προφητεύουσαι. Ἀλλ' οὐχ αὗται προλέγουσι τῷ Παύλῳ, καίτοι προφητεύουσαι,  ἀλλ'  Ἄγαβος·  καὶ  ὅπως,  ἄκουε. Ἐπιμενόντων  δὲ  ἡμῶν  ἡμέρας πλείους, ἦλθεν ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος· καὶ ἐλθὼν πρὸς ἡμᾶς, καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦ χεῖρας καὶ πόδας, εἶπε· Τάδε λέγει τὸ  Πνεῦμα  τὸ  ἅγιον·  Τὸν  ἄνδρα,  οὗ  ἐστιν  ἡ  ζώνη  αὕτη,  οὕτω  δήσουσιν  εἰς Ἱερουσαλὴμ Ἰουδαῖοι,  καὶ  παραδώσουσιν εἰς  χεῖρας  ἐθνῶν.  Ὁ πάλαι  τὸν  λιμὸν μηνύσας, οὗτος, Τὸν ἄνδρα, φησὶ, τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δήσουσιν. Ὅπερ οἱ προφῆται ἐποίουν, ὄψει τὰ γενόμενα ἀπογράφοντες, ὅταν περὶ αἰχμαλωσίας ἔλεγον, ὡς ὁ Ἰεζεκιὴλ, τοῦτο καὶ οὗτος ἐποίησε. Καὶ τὸ δὴ χαλεπὸν, ὅτι Εἰς χεῖρας ἐθνῶν παραδώσουσιν. Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι,  τοῦ μὴ ἀναβαίνειν  αὐτὸν  εἰς Ἱερουσαλήμ. Καὶ πολλοὶ  παρεκάλουν  μὴ ἀπελθεῖν, καὶ οὐδὲ οὕτως ὑπήκουσεν. Ἀπεκρίθη δὲ ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ  συνθρύπτοντές  μου  τὴν  καρδίαν;  Ἐγὼ  γὰρ  οὐ  μόνον  δεθῆναι,  ἀλλὰ  καὶ ἀποθανεῖν  εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ. Μὴ πειθομένου  δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες·  Τὸ θέλημα  τοῦ Κυρίου γενέσθω.


βʹ. Ὁρᾷς; ἵνα μὴ ἀκούσας νομίσῃς ἀνάγκης εἶναι τὸ, ∆εδεμένος τῷ Πνεύματι πορεύομαι, μηδὲ ἀγνοοῦντα αὐτὸν ἐμπεσεῖν, διὰ τοῦτο ταῦτα προλέγεται. Ἀλλ' οἱ μὲν ἔκλαιον, αὐτὸς δὲ παρεκάλει, ἀλγῶν  ἐπὶ τοῖς δάκρυσι τοῖς ἐκείνων.  Τί ποιεῖτε  γὰρ, φησὶ, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Οὐδὲν Παύλου φιλοστοργότερον· ὅτι ἑώρα δακρύοντας, ἤλγει  ὁ μὴ πάσχων  ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς. Ἐμὲ ἀδικεῖτε τοῦτο, φησὶ, ποιοῦντες·  μὴ γὰρ ἐγὼ  ἀλγῶ;  Τότε ἐπαύσαντο, ὅτε εἶπε· Τί ποιεῖτε συνθρύπτοντές μου τὴν καρδίαν; Ἐφ' ὑμῖν κλαίω, φησὶν, οὐκ ἐπὶ τοῖς παθήμασιν· ὑπὲρ  γὰρ  ἐκείνων   καὶ  ἀποθανεῖν   βούλομαι.  Ἴδωμεν  δὲ  ἄνωθεν  τὰ  εἰρημένα. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ, φησὶν, οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Οὐκ ἄρα ἐν Κορίνθῳ τοῦτο εἰργάσαντο μόνον οἱ διαφθείροντες τοὺς μαθητὰς, ἀλλὰ καὶ ἐν Ἀσίᾳ. Οὐδαμοῦ τοῦτο ὀνειδίζει τοῖς Ἐφεσίοις γράφων.  Τί δήποτε; Ὅτι οὐκ ἐνέπεσεν εἰς  ἀνάγκην.  Ἀλλὰ καὶ Κορινθίοις λέγει· Οὐκ ἐφράγη τὸ καύχημά μου ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐδώκατέ μοι· ἀλλ', Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐκ ἐπεθύμησα, ἵνα μὴ δόξῃ ἐκείνων εἶναι τὸ μὴ δοῦναι. Καὶ οὐκ εἶπεν, Οὐδενὸς ἐπεθύμησα τῶν ἀναγκαίων,  ἵνα μὴ δόξῃ πάλιν  κατηγορία εἶναι ἐκείνων· ἀλλὰ τοῦτο αἰνίττεται, ὅτι εἰκότως οὐκ ἔλαβεν ὁπότε καὶ ἑτέρους ἔτρεφεν. Ὅρα, πῶς εἰργάζετο μετὰ σπουδῆς ἄνθρωπος νύκτα καὶ ἡμέραν διαλεγόμενος μετὰ δακρύων, ἕνα ἕκαστον νουθετῶν.  Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας  δεῖ ἀντιλαμβάνεσθαι  τῶν  ἀσθενούντων.  Τοῦτο εἰπὼν,  πάλιν  ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἔχετε εἰς ἄγνοιαν καταφυγεῖν· ὑπέδειξα διὰ τῶν ἔργων, ὅτι οὕτω κοπιῶντας δεῖ ἐργάζεσθαι. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν τὸ λαβεῖν· ἀλλὰ, βέλτιον τὸ μὴ λαβεῖν.  Μνημονεύειν  τε  τὸν  λόγον,  φησὶ,  τοῦ  Κυρίου,  ὃν  εἶπε·  Μακάριόν ἐστι μᾶλλον   διδόναι   ἢ  λαμβάνειν.   Καὶ  ποῦ  εἶπεν;  Ἴσως  ἀγράφως   παρέδωκαν  οἱ ἀπόστολοι· ἢ ἐξ ὧν ἄν τις συλλογίσαιτο δῆλον. Καὶ γὰρ ἔδειξε τὴν παῤῥησίαν τὴν πρὸς τοὺς κινδύνους, τὴν συμπάθειαν τὴν πρὸς τοὺς ἀρχομένους, τὴν διδασκαλίαν τὴν μετὰ παῤῥησίας, τὴν ταπεινοφροσύνην,  τὴν ἀκτημοσύνην· τοῦτο δὲ καὶ ἀκτημοσύνης  μεῖζον.  Εἰ γὰρ  ἐκεῖ, Πώλησόν σου, φησὶ, τὰ  ὑπάρχοντα,  εἰ  θέλεις τέλειος εἶναι· ὅταν πρὸς τῷ μηδὲν λαμβάνειν καὶ ἑτέρους τρέφῃ, τί τούτου ἴσον; Εἷς βαθμὸς τοίνυν ῥῖψαι τὰ αὑτοῦ, δεύτερος, ἑαυτῷ ἐπαρκεῖν, τρίτος, καὶ ἑτέροις, τέταρτος, τὸ κηρύττοντα καὶ ἐξουσίαν ἔχοντα λαμβάνειν μὴ λαμβάνειν· ὥστε πολὺ τῶν ἀκτημόνων οὗτος βελτίων ἦν. Καὶ καλῶς εἶπεν, Οὕτω δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων.  Τοῦτο μὲν γὰρ συμπαθείας τῆς πρὸς τοὺς ἀσθενεῖς, τὸ ἐκ τῶν ἰδίων κόπων διδόναι· τὸ δὲ ἐκ τῶν ἀλλοτρίων,  οὐ μόνον οὐ καλὸν, ἀλλὰ καὶ ἐπισφαλές. Καὶ ἐπιπεσόντες τῷ τραχήλῳ, φησὶν, αὐτοῦ ἔκλαιον. Τοῦτο τὴν διάθεσιν τὴν πρὸς αὐτὸν δείκνυσιν. Ἐπέπεσον δὲ ἐπὶ τὸν τράχηλον, ἅτε ὑστέρας περιπλοκὰς περιπλεκόμενοι,  καὶ  πολλὴν  ἀπὸ  τῆς  δημηγορίας  λαβόντες  τὴν  ἀγάπην  καὶ  τὸ φίλτρον. Εἰ γὰρ ἁπλῶς ἡμεῖς ἀπ' ἀλλήλων διαλυόμενοι στένομεν, καίτοι εἰδότες, ὅτι ἀποληψόμεθα ἀλλήλους, πῶς ἂν ἐκεῖνοι τότε Παύλου ἀπαθῶς ἀπεσπάσθησαν; Ἐγὼ καὶ τὸν  Παῦλον οἶμαι κλαίειν.  Ἀποσπασθέντες, φησί. ∆είκνυσι καὶ τὴν  βίαν  τῷ εἰπεῖν,  Ἀποσπασθέντες ἀπ'  αὐτῶν.  Καὶ εἰκότως·  εἰς  γὰρ  τὴν  θάλασσαν  λοιπὸν ἐμβῆναι αὐτοὺς οὐκ ἐνῆν. Τί ἐστιν, Εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶν; Ἀντὶ τοῦ, Οὐ περιήλθομεν  οὐδὲ διετρίψαμεν  ἐν ἑτέροις τόποις. Τῇ δὲ ἑξῆς, φησὶν, εἰς Ῥόδον. Ὅρα αὐτὸν ἐπειγόμενον. Καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην. Ἴσως ἐκεῖνο αὐτόθι διέτριβε· διὸ ἐν αὐτῷ ἐπιβαίνουσιν, οὐχ εὑρόντες ἄλλο εἰς Καισάρειαν ἀπερχόμενον.  Ἀναφάναντες  δὲ τὴν  Κύπρον, καὶ καταλιπόντες  αὐτὴν  εὐώνυμον. Τοῦτο οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα δείξῃ, ὅτι οὐδὲ ἐγγὺς αὐτῆς γενέσθαι ἠξίωσε, κατευθὺ πλέοντες τῆς Συρίας· οὕτως ἔσπευδεν. Εἶτα καὶ κατήχθημεν εἰς Τύρον, φησὶ, καὶ εὑρόντες μαθητὰς, ἐμείναμεν πρὸς αὐτούς. Ὅτε πλησίον ἦσαν Ἱεροσολύμων, οὐκ ἔτι τρέχουσιν, ἀλλὰ καὶ μένουσι παρὰ τοῖς ἀδελφοῖς ἑπτὰ ἡμέρας. Ἴδε μοι λοιπὸν καὶ τὰς ἡμέρας. Μετὰ τὰ Ἄζυμα εἰς Τρωάδα ἦλθον δι' ἡμερῶν πέντε· εἶτα ἐκεῖ ἑπτά· τὰς πάσας  δώδεκα·  εἶτα  εἰς  τὴν  Ἄσσον,  εἰς  Μυτιλήνην,  ἀντικρὺ  Χίου, εἰς Τρωγύλιον, εἰς Σάμον καὶ εἰς Μίλητον· δεκαοκτὼ ἡμέραι αἱ πᾶσαι. Εἶτα εἰς Κῶν, εἰς Ῥόδον, εἰς Πάταρα, εἴκοσι καὶ μία· εἶτα ἐκεῖθεν δι' ἡμερῶν πέντε εἰς Τύρον, ἓξ καὶ εἴκοσι· λοιπὸν ἐκεῖ ἑπτὰ τριάκοντα καὶ τρεῖς· εἶτα εἰς Πτολεμαΐδα μίαν, τριάκοντα τέσσαρες· εἶτα εἰς Καισάρειαν πλείους μένει τῶν  ἄλλων· καὶ τότε λοιπὸν  ἐκεῖθεν αὐτοὺς ἀνάγει ὁ προφήτης. Οὕτως ἡ Πεντηκοστὴ πληροῦται, καὶ ἐκεῖ αὐτὴν ποιεῖ. Ὅρα αὐτὸν ὅτε τὸ Πνεῦμα οὐκ ἐκώλυε πειθόμενον.  Εἶπον· Μὴ δῷς σαυτὸν εἰς τὸ θέατρον, καὶ οὐκ ἔδωκε· πολλάκις αὐτὸν ἐξήγαγον, καὶ ἐπείσθη· διὰ θυρίδος πάλιν ἔφυγε· καὶ νῦν  ὡς εἰπεῖν  μυρίων  παρακαλούντων,  καὶ τῶν  ἐν Τύρῳ καὶ τῶν  ἐν Καισαρείᾳ, καὶ κλαιόντων  καὶ μυρία προλεγόντων δεινὰ, οὐκ ἀνέχεται. Καὶ μὴν οὐχ ἁπλῶς τὰ δεινὰ προέλεγον, ἀλλὰ διὰ τοῦ Πνεύματος προέλεγον. Εἰ τοίνυν τὸ Πνεῦμα ἐκέλευσε, διὰ τί ἀντεῖπον; Ὅτι οὐκ ᾔδεσαν ἅπερ ἐδόκει τῷ Πνεύματι. Καὶ ἄλλως δὲ οὐδὲ τὴν παραίνεσιν διὰ τοῦ Πνεύματος ἐποιοῦντο. Οὐ γὰρ ἁπλῶς αὐτῷ τὰ δεινὰ προὔλεγον, ἀλλ' ὅτι ἀναβῆναι οὐ χρὴ, φειδόμενοι αὐτοῦ. Μετὰ δὲ τὸ ἐξαρτίσαι τὰς ἡμέρας, φησί· τουτέστι, πληρῶσαι· ἡμέρας δὲ λέγει τὰς τεταγμένας· προπεμπόντων ἡμᾶς πάντων  σὺν γυναιξὶ  καὶ τέκνοις.


γʹ. Ὅρα πόση ἡ παράκλησις ἦν· καὶ πάλιν εὐχόμενοι  διαλύονται.  Καὶ ἐν Πτολεμαΐδι μίαν μένουσιν ἡμέραν, ἐν δὲ Καισαρείᾳ πλείους. Καὶ ὅτε ἤκουσεν ὅτι μυρία δεινὰ ἔχει παθεῖν, τότε ἐπείγεται, οὐκ ἐπὶ τοὺς κινδύνους ῥίπτων ἑαυτὸν, ἀλλ' ἡγούμενος τοῦ Πνεύματος εἶναι τὸ πρόσταγμα. Μετὰ δὲ  τὰς  ἡμέρας  ταύτας  ἐπισκευασάμενοι,  φησὶν,  ἀναβαίνομεν   εἰς  Ἱεροσόλυμα· τουτέστι, τὰ πρὸς τὴν  ὁδοιπορίαν  λαβόντες.  Συνῆλθον  δὲ καὶ τῶν  μαθητῶν  ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες  παρ'  ᾧ ξενισθῶμεν, Μνάσωνί τινι  Κυπρίῳ, ἀρχαίῳ μαθητῇ· γενομένων  δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντο ἡμᾶς οἱ ἀδελφοί. Καὶ ὅρα, οὐκ εἶπεν Ἄγαβος, ὅτι Παῦλον δήσουσιν, ἵνα μὴ δόξῃ ἐκ συνθήκης λέγειν· ἀλλὰ, Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Ἄρα καὶ ζώνην εἶχεν. Ἐπειδὴ δὲ οὐκ ἴσχυον πεῖσαι, διὰ τοῦτο ἔκλαιον,  εἶτα ἡσύχασαν. Ὁρᾷς φιλοσοφίαν;  ὁρᾷς φιλοστοργίαν; Ἡσυχάσαμεν, φησὶν, εἰπόντες· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω. Ἄγοντες, φησὶ, παρ' ᾧ  ξενισθῶμεν.  Ἄρα οὐκ  εἰς  τὴν  ἐκκλησίαν.  Τότε μὲν  γὰρ, ὅτε  ὑπὲρ δογμάτων ἀνῄεσαν, ἐν τῇ ἐκκλησίᾳ ξενίζονται· νῦν  δὲ παρὰ μαθητῇ τινι  ἀρχαίῳ. ∆είκνυσι πολὺν τοῦ κηρύγματος τὸν χρόνον λοιπόν· ὅθεν μοι δοκεῖ πολλὰ ἔτη ἐπιτέμνειν  ἐν ταῖς Πράξεσιν οὗτος, τὰ κατεπείγοντα μόνον λέγων. Τί ἐστι, Τὸ θέλημα τοῦ Κυρίου γενέσθω; Κύριος, φησὶν, αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον  αὐτοῦ ποιήσει. Ἡσυχάζουσι δὲ ἐκεῖνοι, καὶ οὐκ ἀναγκάζουσιν. Ἴσως συνεῖδον, ὅτι τὸ θέλημα ἦν Θεοῦ, ἀπὸ τῆς Παύλου προθυμίας τοῦτο στοχασάμενοι· οὐ γὰρ ἂν οὕτω Παῦλος προεθυμήθη, οὔτε Θεὸς ἂν εἴασεν ὁ ἀεὶ κινδύνων  ἐξαρπάζων αὐτόν. Οὕτως οὐκ ἐβούλοντο βαρεῖν τὴν ἐκκλησίαν, ὄντος ἑτέρου τοῦ ξενίζοντος  αὐτοὺς, οὐδὲ ἀξίωμα ἀπῄτουν. Ἀσμένως ἡμᾶς, φησὶν, ἀπεδέξαντο οἱ ἀδελφοί. Λοιπὸν εἰρήνης ἦν μεστὰ τὰ πράγματα τὰ ἐν Ἰουδαίοις,  καὶ  οὐχ  ὡς  πρότερον  πόλεμος  ἦν.  Ἄγοντες   ἡμᾶς,  φησὶ,  παρ'  ᾧ ξενισθῶμεν.  Παῦλον ἐξένισεν  ἐκεῖνος.   Τάχα τις  ὑμῶν  ἐρεῖ· Εἴ τις  κἀμοὶ Παῦλον ἔδωκε ξενίσαι, ἑτοίμως ἂν καὶ μετὰ πολλῆς τῆς προθυμίας τοῦτο ἐποίησα. Ἰδοὺ τὸν  Παύλου ∆εσπότην ἔξεστί σοι ξενίσαι, καὶ οὐ βούλει· Ὁ γὰρ δεχόμενος, φησὶν, ἕνα τῶν ἐλαχίστων, ἐμὲ δέχεται. Ὅσῳ ἂν ἐλάχιστος ᾖ ὁ ἀδελφὸς, τοσούτῳ μᾶλλον ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται. Ὁ μὲν γὰρ τὸν μέγαν δεχόμενος, πολλάκις καὶ διὰ κενοδοξίαν ποιεῖ· ὁ δὲ τὸν μικρὸν, καθαρῶς διὰ τὸν Χριστόν. Ἔξεστί σοι καὶ τὸν  Πατέρα  ξενίσαι  τοῦ  Χριστοῦ, καὶ  οὐ  βούλει·  Ξένος  γὰρ  ἤμην,  φησὶ,  καὶ συνηγάγετέ  με· καὶ πάλιν,  Ἐφ' ὅσον ἑνὶ  τούτων  τῶν  ἐλαχίστων  ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Κἂν μὴ Παῦλος ᾖ, πιστὸς δὲ ᾖ καὶ ἀδελφὸς, κἂν ἐλάχιστος ᾖ, ὁ Χριστὸς δι' αὐτοῦ παραγίνεται.  Ἄνοιξον  τὴν οἰκίαν, ὑπόδεξαι. Ὁ δεχόμενος προφήτην,  φησὶ, μισθὸν προφήτου λήψεται. Οὐκοῦν καὶ ὁ Χριστὸν δεχόμενος, λήψεται μισθὸν τοῦ τὸν Χριστὸν ξενίζοντος. Μὴ ἀπίστει τοῖς ῥήμασιν αὐτοῦ, ἀλλὰ γενοῦ πιστός· αὐτὸς εἶπεν, ὅτι ∆ι' αὐτῶν ἐγὼ παραγίνομαι· καὶ ἵνα μὴ ἀπιστῇς, καὶ τιμωρίας ὁρίζει τοῖς μὴ δεχομένοις, καὶ τιμὰς τοῖς δεχομένοις, οὐκ ἂν τοῦτο ποιήσας, εἰ μὴ καὶ ὁ τιμηθεὶς καὶ ὁ ὑβρισθεὶς αὐτὸς ἦν. Ἐδέξω με, φησὶν, εἰς τὸ σὸν καταγώγιον,  δέξομαί σε εἰς τὴν βασιλείαν τοῦ Πατρός μου· ἔλυσάς μοι τὸν λιμὸν, λύσω σοι τὰ ἁμαρτήματα· εἶδές με δεδεμένον, ὁρᾶσθαί σε ποιῶ λελυμένον·  εἶδές με ξένον, ποιῶ σε πολίτην  τῶν οὐρανῶν· ἔδωκάς μοι ἄρτον, δίδωμί σοι βασιλείαν ὁλόκληρον, ὥστε κληρονομῆσαι καὶ κατασχεῖν. ∆εῦτε γὰρ, φησὶ, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Οὐκ εἶπε, Λάβετε, ἀλλὰ, Κληρονομήσατε, ὅπερ ἐπὶ τῶν κυρίως κτωμένων  λέγεται, ὡς ὅταν λέγωμεν· Τόδε ἐκληρονόμησα. Ἐποίησας εἰς ἐμὲ ἐν κρυπτῷ, ἐγὼ κηρύξω ἐν φανερῷ· καὶ τὰ μὲν σὰ λέγω, ὅτι χάριτος ἦν, τὰ δὲ ἐμὰ, ὀφειλῆς. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ἤρξω, ἐγὼ ἕπομαι καὶ ἀκολουθῶ· οὐκ αἰσχύνομαι ὁμολογῆσαι τὰς εἰς ἐμὲ γενομένας εὐεργεσίας, οὐδὲ τίνων με ἀπήλλαξας, λιμοῦ καὶ γυμνότητος καὶ πλάνης. Εἶδές με δεδεμένον, οὐκ ὄψει τὸ τῆς γεέννης πῦρ· εἶδές με ἀῤῥωστοῦντα, οὐκ ὄψει τὰ βασανιστήρια οὐδὲ τὰς τιμωρίας. Ὢ χεῖρες ὄντως εὐλογημέναι, αἱ τοιαύταις οἰκονομίαις  διακονούμεναι,  αἱ  καταξιούμεναι  ὑπηρετεῖν  τῷ  Χριστῷ. Πόδες εἰς δεσμωτήρια  βαδίζοντες  διὰ  τὸν  Χριστὸν, εὐκόλως  κατατολμῶσι  τοῦ  πυρός·  οὐ λαμβάνουσι  πεῖραν  τῶν  δεσμῶν  χεῖρες  αἱ  δεδεμένον  αὐτὸν  ἰδοῦσαι.  Ἐνέδυσας ἱμάτιον, καὶ ἐνδύῃ ἱμάτιον σωτηρίου· ἐγένου ἐν δεσμωτηρίῳ μετ' αὐτοῦ, καὶ γίνῃ ἐν βασιλείᾳ  μετ'  αὐτοῦ.  Ταῦτα ὁμολογεῖ  οὐκ  αἰσχυνόμενος,  ἀλλ'  εἰδὼς  ὅτι  αὐτὸν ἐπεσκέψω. Οὐκ ᾔδει ἀγγέλους  ξενίζων  ὁ πατριάρχης, καὶ ἐξένιζεν. Αἰσχυνθῶμεν, παρακαλῶ· ἐν μεσημβρίᾳ ἐκάθητο ἐπ' ἀλλοτρίας  ὢν, ὅπου οὐδὲ βῆμα ποδὸς εἶχε ξένος ἦν, καὶ ξένους ἐξένιζεν ὁ ξένος· πολίτης γὰρ ἦν τῶν οὐρανῶν. ∆ιὰ τοῦτο οὐδὲ ἐπὶ γῆς ὢν, ξένος ἦν. Ἡμεῖς ἐκείνου τοῦ ξένου μᾶλλον ξένοι, μὴ δεχόμενοι ξένους. Οὐκ εἶχεν οἰκίαν, καὶ καταγώγιον  ἦν αὐτῷ ἡ σκηνή. Καὶ ὅρα τὸ δαψιλές· μόσχον ἔθυε, καὶ ἄλευρα ἔφυρεν. Ἄκουε καὶ τὸ πρόθυμον· δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς τοῦτο ποιεῖ. Σκόπει καὶ τὸ ἄτυφον· προσκυνεῖ καὶ παρακαλεῖ.



 δʹ. Πάντα γὰρ ταῦτα δεῖ τὸν ξενίζοντα ἔχειν· τὸ πρόθυμον, τὸ φαιδρὸν, τὸ ἄφθονον.  Ἡ γὰρ τοῦ ξένου ψυχὴ ἐρυθριᾷ καὶ αἰσχύνεται· κἂν μὴ μεθ' ὑπερβολῆς ἐπιδείξῃ χαρὰν, ὡς ἀλογηθεὶς ἀπαλλάσσεται, καὶ λοιπὸν χεῖρον γέγονε τοῦ μὴ ὑποδέξασθαι τὸ οὕτως ὑποδεχθῆναι. ∆ιὰ τοῦτο προσκυνεῖ, διὰ τοῦτο τῷ λόγῳ δέχεται, διὰ τοῦτο τῇ καθέδρᾳ. Τίς γὰρ ἂν ἠπορήθη, εἰδὼς ὅτι τοῦτο ἔργον αὐτῷ ἦν; Ἀλλ' οὐκ ἐπὶ ξένης ἐσμὲν ἡμεῖς; Ἀλλ' ἐὰν θέλωμεν,  δυνησόμεθα αὐτὸν  μιμήσασθαι. Πόσοι ξένοι  εἰσὶ τῶν  ἀδελφῶν;  Ἔστιν οἴκημα  κοινὸν   ἡ  ἐκκλησία,  ὃν   ξενῶνα   καλοῦμεν·   περιεργάζεσθε  καὶ  ὑμεῖς, καθέζεσθε παρὰ τὰς θύρας, τοὺς ἐρχομένους ὑποδέχεσθε· κἂν μὴ εἰς τὰς οἰκίας ὑμῶν βούλησθε, ἀλλ' ἑτέρως τὰ πρὸς τὰς χρείας αὐτοῖς χορηγοῦντες. Τί γάρ; ἡ Ἐκκλησία οὐκ  ἔχει;  φησίν.  Ἔχει· ἀλλὰ  τί  τοῦτο  πρὸς  ὑμᾶς;  μὴ  τὸ  ἀπὸ  τῶν  κοινῶν  τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων αὐτοὺς, τοῦτο ὑμᾶς ὠφελῆσαι δύναται; μὴ γὰρ, ἂν ἕτερος εὔχηται, σὺ οὐκ ὀφείλεις εὔχεσθαι; διὰ τί μὴ λέγεις· τί γάρ; οὐκ εὔχονται οἱ ἱερεῖς; ἐγὼ τί εὔχομαι; Ἀλλ' ἐγὼ, φησὶ, δίδωμι τῷ μὴ δυναμένῳ καταχθῆναι ἐκεῖ. ∆ὸς κἂν ἐκείνῳ· τὸ γὰρ σπουδαζόμενον ἡμῖν τοῦτό ἐστι, τὸ ὅλως δοῦναι. Ἄκουσον, τί φησιν ὁ Παῦλος· Ἵνα ταῖς ὄντως  χήραις ἐπαρκέσῃ, καὶ μὴ βαρῆται ἡ Ἐκκλησία. Ὅπως  βούλει  ποίησον,  μόνον  ποίησον.  Ἐγὼ  δὲ  οὐ  λέγω,  Ἵνα  μὴ  βαρῆται  ἡ Ἐκκλησία, ἀλλ',Ἵνα  μὴ  σὺ βαρῇ· τῷ  γὰρ  λογισμῷ  τούτῳ  οὐδὲν  ἐργάσῃ, πάντα ἐπιτρέπων  αὐτῇ. ∆ιὰ τοῦτο κοινὸν οἴκημά ἐστιν ὑπὸ τῆς Ἐκκλησίας ἀφωρισμένον, ἵνα μὴ ταῦτα λέγῃς. Ἀλλ' ἔχει δαπανήματα  ἡ Ἐκκλησία, φησὶ, χρήματα ἔχει καὶ προσόδους. Εἰπέ μοι, ἀναλώματα δὲ οὐκ ἔχει; δαπάνην δὲ οὐκ ἔχει καθημερινήν; Ναὶ, φησί. Τί οὖν οὐ βοηθεῖς τῇ μετρίᾳ; Αἰσχύνομαι μὲν ταῦτα λέγων· πλὴν ἀλλ' οὐδὲν ἀναγκάζω.   Εἴ  τις   νομίζει   χρηματισμὸν   εἶναι   τὰ   λεγόμενα,   ποιήσει   ἑαυτῷ ξενοδοχεῖον ἐπὶ τῆς οἰκίας· στῆσον ἐκεῖ κλίνην, στῆσον ἐκεῖ τράπεζαν καὶ λυχνίαν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν στρατιῶται ἔλθοιεν, ἔχειν ὑμᾶς ἀποτεταγμένα οἰκήματα, καὶ  πολλὴν  ποιεῖσθαι  τὴν  ἐπιμέλειαν,  καὶ  πάντα  παρέχειν  αὐτοῖς,  ἐπειδὴ  τὸν πόλεμον ὑμῖν ἀμύνουσι τοῦτον τὸν αἰσθητόν· τοὺς δὲ ξένους μὴ ἔχειν ὅπου καταμείνειεν;  Νίκησον τὴν  Ἐκκλησίαν.  Βούλει ἐντρέψαι  ἡμᾶς;  Τοῦτο  ποίησον· ὑπερβαλοῦ  τῇ  φιλοτιμίᾳ·  ἔχε  οἴκημα, ἔνθα  Χριστὸς παραγίνεται·  εἰπέ· Τοῦτο τὸ κελλίον τοῦ Χριστοῦ· ἡ οἰκία αὕτη αὐτῷ ἀφώρισται. Κἂν καταγώγιον ᾖ καὶ εὐτελὲς, οὐκ ἀπαξιοῖ Γυμνὸς καὶ ξένος ὁ Χριστὸς περίεισι, μόνον σκέπης δεόμενος· κἂν τούτῳ πάρεχε· μὴ ὠμὸς ἔσο μηδὲ ἀπάνθρωπος, μηδὲ ἐν μὲν τοῖς βιωτικοῖς οὕτω σφοδρὸς ἔσο, ἐν δὲ τοῖς πνευματικοῖς  ψυχρός. Ἔστω καὶ τῶν  οἰκετῶν  ὁ πιστότερος τοῦτο ἐγκεχειρισμένος, καὶ τοὺς ἀναπήρους, τοὺς πτωχοὺς, τοὺς ἀστέγους εἰσαγέτω. Ταῦτα λέγω πρὸς ἐντροπήν. Ἔδει μὲν γὰρ ἄνω ἐπὶ τῆς οἰκίας αὐτοὺς δέχεσθαι· εἰ δὲ μὴ βούλει, κἂν κάτω, κἂν ἔνθα αἱ ἡμίονοι, κἂν ἔνθα οἱ οἰκέται, δέξαι τὸν Χριστόν. Τάχα φρίττετε  ἀκούοντες. Τί οὖν, ὅταν  μηδὲ ταῦτα  ποιῆτε; Ἰδοὺ παραινῶ,  ἰδοὺ λέγω· Ἔστω ὑμῖν τοῦτο περισπούδαστον. Ἀλλ' οὐ βούλεσθε οὕτως; Οὐκοῦν  ἑτέρως ποιήσατε. Εἰσὶ πολλοὶ πένητες  καὶ πενιχραί· ἀφορίσατε δι'  ὅλου μένειν  ἐκεῖ τινα· ἔστω κἂν φύλαξ τῆς οἰκίας ὁ πένης· ἔστω σοι τειχίον  καὶ περίφραγμα, ἀσπὶς καὶ δόρυ. Ἔνθα ἐλεημοσύνη, οὐ τολμᾷ προσελθεῖν ὁ διάβολος, οὐδὲ ἄλλο τι τῶν δεινῶν. Μὴ δὴ περιίδωμεν τοσοῦτον κέρδος. Νῦν δὲ ὀχήματος μὲν τόπος ἐστὶν ἀφωρισμένος, καὶ βαστερνίοις ἕτερος· τῷ δὲ Χριστῷ πλανωμένῳ  οὐδὲ εἷς. Ὁ Ἀβραὰμ ἔνθα αὐτὸς ἔμενε τοὺς ξένους ὑπεδέχετο· καὶ ἡ μὲν γυνὴ ἐν τάξει θεραπαινίδος εἱστήκει, ἐκεῖνοι δὲ ἐν τάξει δεσποτῶν. Οὐκ ᾔδει, ὅτι τὸν Χριστὸν ἐδέχετο· οὐκ ᾔδει, ὅτι ἀγγέλους· ὡς εἴ γε ᾔδει, πάντα ἂν ἐκένωσεν. Ἡμεῖς δὲ καίπερ εἰδότες, ὅτι τὸν Χριστὸν δεχόμεθα, οὐδὲ τοσαύτην ἐπιδεικνύμεθα  τὴν  σπουδὴν, ὅσην ἐκεῖνος  ὁ νομίζων  ἀνθρώπους δέχεσθαι. Ἀλλ' ἐπιθέται εἰσὶ, φησὶ, πολλοὶ καὶ ἀγνώμονες. Καὶ τούτου σοι μείζων ὁ μισθὸς, ὅταν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ δέχῃ. Εἰ μὲν γὰρ οἶδας ὄντας ἐπιθέτας, μὴ δέχου εἰς τὴν οἰκίαν· εἰ δὲ οὐκ οἶδας, τί ἁπλῶς κατηγορεῖς; ∆ιὰ τοῦτο λέγω εἰς τὸ ξενοδοχεῖον   ἀπιέναι.  Ποία  δὲ  ἀπολογία,  ὅταν  μηδὲ  οὓς  ἴσμεν,  μηδὲ  τούτους δεχώμεθα,  ἀλλ' ἀποκλείωμεν  πᾶσι τὰς θύρας; Ἔστω τὸ τοῦ Χριστοῦ πανδοχεῖον ἡμῶν ἡ οἰκία· ἀπαιτῶμεν  αὐτοὺς τὸν μισθὸν, μὴ ἀργύριον, ἀλλὰ τὸ ποιῆσαι ἡμῖν δοχεῖον τοῦ Χριστοῦ τὴν οἰκίαν· περιτρέχωμεν πανταχοῦ, ἕλκωμεν, ἁρπάζωμεν τὴν θήραν·  μείζονα  εὐεργετούμεθα  ἢ  εὐεργετοῦμεν.  Οὐ κελεύω  καταθῦσαι  μόσχον· ἄρτον δὸς πεινῶντι,  ἱμάτιον γυμνῷ, σκέπην τῷ ξένῳ. Ἵνα δὲ μὴ ταῦτα προφασίζῃ, Ἔστιν οἴκημα κοινὸν  τὸ τῆς Ἐκκλησίας· ἐκεῖ κατάβαλε, καὶ σὺ ὑπεδέξω· ἐπεὶ καὶ τῶν   διὰ   τῶν   οἰκετῶν   γινομένων    ἐκεῖνος   εἶχε   τὸν   μισθόν.   Οὕτως   ἦσαν πεπαιδευμένοι καὶ οἱ παῖδες αὐτοῦ· ἔτρεχον καὶ οὐκ ἐγόγγυζον καθάπερ οἱ ἡμέτεροι· εὐλαβεῖς γὰρ αὐτοὺς ἦν πεποιηκώς. Εἰς πόλεμον εἷλκε, καὶ οὐκ ἐγόγγυζον· οὕτως ἦσαν φιλόσοφοι. Πάντων γὰρ ὁμοίως ἐπεμελεῖτο ὥσπερ ἑαυτοῦ· μονονουχὶ γὰρ κατὰ τὸν  Ἰὼβ  ἔλεγεν,  ὅτι  Ὁμοίως  ἐπλάσθημεν  ἐν  τῇ  αὐτῇ  γαστρί. Τοίνυν  καὶ  ἡμεῖς φροντίζωμεν   ἑαυτῶν   τῆς  σωτηρίας,  καὶ  πολλὴν   ποιώμεθα  τῶν   οἰκετῶν   τὴν ἐπιμέλειαν,  ὅπως  ἔσονται  χρηστοὶ καὶ  ἐπιμελεῖς·  καὶ  ἔστω  καὶ  ὁ οἰκέτης  ἡμῶν πεπαιδευμένος τὰ τοῦ Θεοῦ. Οὐκ ἔσται δύσκολος ἡμῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθμίσωμεν. Καθάπερ ἐν πολέμῳ στρατιωτῶν ὄντων εὐτάκτων, ὁ στρατηγὸς ῥᾳδίως πολεμεῖ, τοὐναντίον  δὲ γίνεται,  ὅταν μὴ τοῦτο ᾖ· καὶ ναυτῶν  δὲ ὁμονοούντων,  ὁ κυβερνήτης εὐκόλως τοὺς οἴακας μεταχειρίζεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν οὕτως ὦσι πεπαιδευμένοι οἱ οἰκέται, οὐ παροξυνθήσῃ ῥᾳδίως, οὐκ ἐγκαλέσεις, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις. Ἔστιν ὅπου καὶ ἐντραπήσῃ τοὺς οἰκέτας, ἐὰν ὦσι θαυμαστοὶ, καὶ συναντιλήψονταί  σοι, καὶ παραινέσουσι τὰ χρηστά. Ἀπὸ δὲ τούτων πάντων  πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττόμενοι, πολλῆς ἀπολαύσομεν τῆς ἄνωθεν συμμαχίας, ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |