ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΝΒʹ Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆςΒερνίκης

Σάββατο 22 Οκτωβρίου 2016

ΝΒʹ Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆςΒερνίκης




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΝΒʹ Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆςΒερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριονσύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.

αʹ. Ὅρα οἷον συλλέγεται ἀκροατήριον τῷ Παύλῳ· Τοῖς  κατ' ἐξοχὴν, φησὶ, τῆς πόλεως· τοὺς δορυφόρους γὰρ πάντας συναγαγὼν ὁ ἄρχων καὶ ὁ βασιλεὺς, οὕτως ἀπαντῶσι. Σὺν αὐτοῖς δὲ καὶ οἱ χιλίαρχοι καὶ οἱ πρῶτοι τῆς πόλεως παραγεγόνασιν· τούτους γὰρ κατ'  ἐξοχὴν καλεῖ. Εἶτα καὶ Παῦλος ἄγεται· καὶ ὅρα, πῶς αὐτοῦ ἀχθέντος   ἀνακηρύττεται  ὑπὸ τοῦ Φήστου· οὐ μόνον γὰρ αὐτὸν ἀφίησι τῶν  ἐγκλημάτων,  ἀλλὰ καὶ ὑπεραπολογεῖται.  Τί λέγων;  Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ  δὲ τούτου  ἐπικαλεσαμένου  τὸν  Σεβαστὸν, ἔκρινα  πέμπειν  αὐτόν.  Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης,


 σχῶ τι γράψαι. Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι. Σκόπει, πῶς ἐκείνων  μὲν κατηγορεῖ, τοῦτον  δὲ ἀφίησιν. Ὢ τῆς τῶν  δικαιωμάτων  περιουσίας ὅπως καταδικάσῃ, οὐχ εὑρίσκει ὁ ἄρχων, μυρίας γενομένης  ἐξετάσεως· ἐκεῖνοι δὲ τοῦτον ἄξιον θανάτου ἔφασκον εἶναι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἐγὼ δὲ καταλαβόμενος, φησὶ,  μηδὲν  ἄξιον  θανάτου  πεπραχέναι  αὐτόν·  εἶτα  ἐπήγαγε,  λέγων·  Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Καὶ τοῦτο τῆς τοῦ Παύλου καθαρότητος τὸ μηδὲν ἔχειν τὸν δικαστὴν, ὅ τι εἴπῃ περὶ αὐτοῦ. ∆ιὸ προήγαγον αὐτὸν, φησὶν, ἐφ' ὑμῶν· Ἄλογον γάρ μοι δοκεῖ εἶναι, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ' αὐτοῦ αἰτίας σημᾶναι. Ὅρα εἰς οἵας ἐνέβαλον οἱ Ἰουδαῖοι τοὺς ἄρχοντας αὐτῶν ἀπορίας μεγάλας. Τί οὖν  ὁ Ἀγρίππας; Ἐπὶ τούτοις  βουλόμενός  τι  μαθεῖν,  πρὸς  τὸν  Παῦλον  ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τῇ πολλῇ περὶ τοῦ ἀκοῦσαι ἐπιθυμίᾳ ἐπιτρέπει αὐτῷ λέγειν ὁ βασιλεύς. Ὁ δὲ Παῦλος μετὰ παῤῥησίας φθέγγεται  λοιπὸν, οὐ κολακεύων,  ἀλλὰ  διὰ τοῦτο μακάριον ἑαυτὸν  φάσκων  εἶναι,  ἐπειδὴ πρὸς πάντα εἰδότα τὸν λόγον ποιεῖται· καὶ ὅτι διὰ τοῦτο, ἄκουε ἃ δὴ καὶ προτείνεται λέγων· Τότε ὁ  Παῦλος  ἀπελογεῖτο,  ἐκτείνας  τὴν  χεῖρα.  Περὶ  πάντων   ὧν  ἐγκαλοῦμαι  ὑπὸ Ἰουδαίων,   βασιλεῦ   Ἀγρίππα,   ἥγημαι   ἐμαυτὸν   μακάριον,   ἐπὶ   σοῦ   μέλλων ἀπολογεῖσθαι σήμερον, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶν καὶ ζητημάτων·  διὸ δέομαί σου μακροθύμως ἀκοῦσαί μου. Καίτοι γε, εἰ συνῄδει ἑαυτῷ, φοβηθῆναι ἐχρῆν παρὰ τῷ πάντα εἰδότι δικαζόμενον· ἀλλὰ καθαροῦ συνειδότος τοῦτό ἐστιν, τὸ μὴ παραιτεῖσθαι δικαστὴν τὸν ἀκριβῶς εἰδότα τὰ γεγενημένα, ἀλλὰ καὶ χαίρειν· ὅθεν καὶ μακάριον ἑαυτὸν ἡγεῖται, καὶ λέγει· ∆έομαί σου μακροθύμως ἀκοῦσαί μου. Ἐπειδὴ μέλλει  λόγον  ἐκτείνειν  καὶ λέγειν  τι περὶ ἑαυτοῦ, διὰ τοῦτο προλαβὼν παρεκάλεσε, καί φησι· Τὴν μὲν οὖν βίωσίν μου τὴν ἐκ νεότητος, τὴν ἀπαρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν Ἱεροσολύμοις, ἴσασι πάντες οἱ Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. Ὃ λέγει, τοῦτό ἐστι· Πῶς ἂν στασιαστὴς ἐγενόμην, ὁ νέος τοιοῦτος ὢν καὶ μαρτυρούμενος ὑπὸ πάντων; Εἶτα καὶ ἀπὸ τῆς αἱρέσεως ἡ πίστις οὗ εἶπεν· ἐπάγει γάρ· Κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς θρησκείας ἔζησα. Καὶ ἐπεὶ πάλιν εἰκὸς ἦν τινας εἰπεῖν· Τί οὖν, εἰ ἡ μὲν αἵρεσις θαυμαστὴ, σὺ δὲ πονηρός; ὅρα πῶς τὸ ὑφορμοῦν θεραπεύει· μάρτυρας γὰρ καλεῖ   πάντας   τοὺς   Ἰουδαίους   τοὺς   γινώσκοντας   τὸν   αὐτοῦ   βίον   καὶ   τὴν ἀναστροφήν. Ἴσασι  γὰρ, φησὶ, πάντες Ἰουδαῖοι, προγινώσκοντές  με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν. Καὶ νῦν ἐπ' ἐλπίδι τῆς πρὸς τοὺς πατέρας ἡμῶν γενομένης ἐπαγγελίας  ὑπὸ τοῦ Θεοῦ, ἕστηκα κρινόμενος· εἰς ἣν τὸ δωδεκάφυλον  ἡμῶν,  ἐν ἐκτενείᾳ   νύκτα   καὶ  ἡμέραν   λατρεῦον,   ἐλπίζει   καταντῆσαι·   περὶ  ἧς  ἐλπίδος ἐγκαλοῦμαι, βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς  ἐγείρει; ∆ύο τίθησι  περὶ ἀναστάσεως λογισμοὺς, ἕνα  μὲν  τὸν  ἀπὸ προφητῶν· καὶ οὐ παράγει προφήτην, ἀλλ' αὐτὴν τῶν Ἰουδαίων τὴν δόξαν· ἄλλον δὲ τὸν καὶ ἰσχυρότερον τὸν ἀπὸ πραγμάτων. Ποῖον δὴ τοῦτον; Ὅτι διελέχθη αὐτῷ ὁ Χριστὸς, ἀναστὰς  ἐκ  νεκρῶν.  Καὶ κατασκευάζει  καὶ  τοῦτον  ἀπὸ  λογισμῶν,  τὴν προτέραν  αὐτοῦ  μανίαν   διηγούμενος   ἀκριβῶς·  εἶτα  καὶ  μετὰ  ἐγκωμίου   τῶν Ἰουδαίων· Νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει, φησὶ, καταντῆσαι. Ὥστε εἰ καὶ μὴ ἀλήπτου  βίου ἤμην, ὑπὲρ τούτων  οὐκ ἔδει κρίνεσθαι, βασιλεῦ Ἀγρίππα. Εἶτα καὶ ἄλλος λογισμός. Τί; ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει; Εἰ γὰρ μὴ τοιαύτη δόξα ἦν, εἰ γὰρ μὴ ἀνατεθραμμένοι ἦσαν ἐν τούτοις τοῖς δόγμασι, νῦν δὲ εἰσεφέρετο, ἴσως οὐκ ἂν ἐδέξατό τις τὸν λόγον. Εἶτα λέγει, πῶς ἐδίωκε· καὶ τοῦτο κατασκευαστικόν· καὶ τοὺς ἀρχιερεῖς παράγει μάρτυρας, καὶ τὰς ἔξω πόλεις, καὶ ὅτι ἤκουσε λέγοντος αὐτῷ· Σκλῆρόν σοι πρὸς κέντρα λακτίζειν. Ἔπειτα δείκνυσι καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν,  ὅτι καὶ διωκόμενος  ὤφθη, καὶ ὅτι Οὐκ ἐμὲ μόνον εὐεργέτησεν, ἀλλὰ καὶ ἑτέροις ἔπεμψε διδάσκαλον.



βʹ. ∆είκνυσι δὲ καὶ τὴν προφητείαν, ἣν ἤκουσεν Εἰς τοῦτο ὤφθην σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω. Ταῦτα πάντα δεικνὺς, ἔλεγεν· Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία  πρᾶξαι. Ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς τῶν ἁγίων  ἐγὼ φυλακαῖς  κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων  τε αὐτῶν κατήνεγκα ψῆφον· καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. Ἐν οἷς καὶ πορευόμενος  εἰς  τὴν   ∆αμασκὸν  μετ'  ἐξουσίας  καὶ  ἐπιτροπῆς   τῆς  παρὰ  τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα  τοῦ  ἡλίου  περιλάμψαν  με  φῶς,  καὶ  τοὺς  σὺν  ἐμοὶ  πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν  λαλοῦσαν πρός με καὶ λέγουσαν  τῇ Ἑβραΐδι διαλέκτῳ·  Σαοὺλ, Σαοὺλ, τί  με διώκεις;  σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· Τίς εἶ, Κύριε; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις.  Ἀλλὰ ἀνάστηθι,καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην  σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες, ὧν τε ὀφθήσομαί σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν  ἐθνῶν,  εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς  αὐτῶν  τοῦ  ἀποστρέψαι ἀπὸ  σκότους εἰς  φῶς,  καὶ  τῆς  ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ  τὸν  Θεὸν, τοῦ  λαβεῖν  αὐτοὺς  ἄφεσιν  ἁμαρτιῶν  καὶ  κλῆρον  ἐν  τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Σκόπει, πῶς ἡμέρως διαλέγεται. Ὁ Θεὸς φησὶν, εἶπε πρός με, ὅτι Ὤφθην σοι προχειρίσασθαι σε ὑπηρ  έτην καὶ μάρτυρα, ὧν τε εἶδες, ὧν τε ὀφθήσομαι σοι, ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς ἐγώ σε ἀποστέλλω, ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς, καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεὸν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν. Ὡσεὶ ἔλεγε· Τούτοις ἐπείσθην, ταύτῃ τῇ ὀπτασίᾳ με ἐπηγάγετο, καὶ οὕτως ἔπεισεν, ὥστε μὴ ἀναβάλλεσθαι. Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν ∆αμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. Ὁ τοίνυν καὶ τοὺς ἄλλους παιδεύων περὶ βίου ἀρίστου, πῶς ἂν αὐτὸς στάσεως καὶ φιλονεικίας,  φησὶν, ἀρχηγὸς γέγονα; Ἕνεκα τούτων οἱ Ἰουδαῖοί με συλλαβόμενοι ἐν τῷ ἱερῷ, ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν  τῆς παρὰ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος  μικρῷ  τε  καὶ  μεγάλῳ,  οὐδὲν  ἐκτὸς  λέγων   ὧν  τε  οἱ  προφῆται ἐλάλησαν μελλόντων  γίνεσθαι, καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν  φῶς  μέλλει καταγγέλλειν  τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν. Ὅρα, πῶς ἐκτὸς κολακείας ἐστὶν ὁ λόγος αὐτοῦ, καὶ τὸ πᾶν ἐπιγράφει  τῷ Θεῷ. Εἶτα ἡ παῤῥησία.  Ἀλλ'  οὐδὲ  νῦν   ἀφίσταμαι·  καὶ  τὸ  ἀσφαλές·  Ἀπὸ  γὰρ  προφητῶν ἰσχυρίζομαι, Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν  φῶς  μέλλει καταγγέλλειν·  ὡσεὶ  ἔλεγεν,  ὅτι  Πρῶτος ὁ Χριστὸς ἀναστὰς, οὐκέτι  ἀποθνήσκει.
∆ῆλον  ἐκ  τοῦ  πᾶσι  καταγγεῖλαι   τοῦτο  καὶ  εἰς  ἑαυτοὺς  προσδοκᾷν.  Εἶτα  τὴν παῤῥησίαν ὁ Φῆστος ἰδὼν, ἐπειδὴ πρὸς τὸν βασιλέα διελέγετο, μὴ μεθιστάμενος τοῦ πρὸς αὐτὸν ἀποβλέπειν,  ὥσπερ ἔπαθέ τι, καί φησι· Μαίνη, Παῦλε. Ὅτι δὲ παθὼν τοῦτο λέγει, ἄκουε τῶν ἑξῆς· Ταῦτα δὲ αὐτοῦ διαλεγομένου,  ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ  ἔφη· Μαίνῃ, Παῦλε, τὰ πολλά σε γράμματα εἰς μανίαν  περιτρέπει. Τί οὖν ὁ
Παῦλος; μετὰ ἐπιεικείας ἀποκρινόμενος, Οὐ μαίνομαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει, δι' ἣν πρὸς τὸν βασιλέα τὸν λόγον ἀπέστρεψεν· Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεὺς, πρὸς ὃν καὶ παῤῥησιαζόμενος λαλῶ· λανθάνειν  γὰρ τούτων  αὐτόν τι οὐ πείθομαι οὐδέν· οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς
προφήταις; Οἶδα, ὅτι πιστεύεις. Τοῦτο οὕτως εἶπε, μονονουχὶ  διασύρων καὶ λέγων πρὸς αὐτούς· Οἶδα, ὅτι  πάντα  οἶδεν  ἀκριβῶς· καὶ ἔδει μὲν  πρώτους  ὑμᾶς ταῦτα εἰδέναι (τὸ γὰρ ἐπαγόμενον  τοῦτο δηλοῖ, τὸ, Οὐ γάρ ἐστιν ἐν γωνίᾳ  πεπραγμένον
τοῦτο), ἀλλ' οὐκ ἠθελήσατε. Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη· Ἐν ὀλίγῳ  με πείθεις Χριστιανὸν γενέσθαι. Ὁ δὲ Παῦλος εἶπεν· Εὐξαίμην ἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ, καὶ ἐν πολλῷ, οὐ
μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους, ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν  δεσμῶν τούτων.  Ὅρα πῶς εὔχεται, λέγων· Εὐξαίμην ἂν ἔγωγε τῷ Θεῷ [οὐκ] ἐν ὀλίγῳ, τουτέστι, παρὰ μικρόν. Καὶ οὐχ ἁπλῶς εὔχεται, ἀλλὰ
καὶ ἐπιτεταμένως. Τοιούτους, φησὶ, γενέσθαι πάντας, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας, ὁποῖος κἀγώ εἰμι. Εἶτα καὶ προστίθησι· Παρεκτὸς τῶν δεσμῶν τούτων· οὐκ ἀποδυσπετῶν διὰ τὰ δεσμὰ, οὐδὲ αἰσχυνόμενος διότι ἐδέδετο (τοῦτο γὰρ ἦν αὐτῷ,
εἴπερ τι ἄλλο, ἄξιον δόξης)· ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόληψιν ἀφορῶν, οὕτως εἶπε. ∆ιὰ τοῦτο προσέθηκε τὸ, Παρεκτὸς τῶν  δεσμῶν τούτων.  Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ  ἀνεγνωσμένα.  Τῇ οὖν  ἐπαύριον  εἰσελθόντων  εἰς τὸ ἀκροατήριον, κελεύσαντος τοῦ Φήστου, φησὶν, ἤχθη ὁ Παῦλος. Ἀπέστησαν λοιπὸν οἱ Ἰουδαῖοι τῇ ἐφέσει  χρησαμένου  ἐκείνου,  καὶ  τότε  αὐτῷ  λαμπρὸν  τὸ  θέατρον  γίνεται·  μετὰ πολλῆς γὰρ τῆς φαντασίας ὁ βασιλεὺς καὶ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων  παρῆσαν οὐχ οἱ μὲν, οἱ δὲ οὔ. Τὸ πλῆθος τῶν Ἰουδαίων, φησὶ, συνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν αὐτὸν ζῇν μηκέτι.


γʹ. Ὅρα τὴν μανίαν· ἐβόων,   δεῖν   αὐτὸν   ἀποθανεῖν    λέγοντες.   Ἐντεῦθεν   δείκνυσιν,   ὅτι   δικαίως ἐπεκαλέσατο Καίσαρα. Εἰ γὰρ οὐδὲν μὲν εἶχον δεινὸν εἰπεῖν, ἐκεῖνοι δὲ ἐμεμήνεσαν, εἰκότως ἐπ' ἐκεῖνον  ἔρχεται. Ὅπως τῆς ἀνακρίσεως ὑφ' ὑμῶν  γενομένης,  σχῶ τί γράψαι,  φησίν.  Ὁρᾷς, πῶς  βασανίζεται  πολλάκις  τὸ πρᾶγμα; Καὶ τῆς  ἀπολογίας τοίνυν  ταύτης  Ἰουδαῖοι  αἴτιοι,  ἣν  ἔμελλον  μανθάνειν  καὶ οἱ ἐν  τῇ Ῥώμῃ.  Περὶ πάντων   ὧν  ἐγκαλοῦμαι,  βασιλεῦ  Ἀγρίππα,  φησὶν,  ἥγημαι  ἐμαυτὸν  μακάριον, μέλλων  ἐπὶ σοῦ ἀπολογεῖσθαι. Ὅρα πῶς κήρυκες ἄκοντες καὶ τῆς οἰκείας γίνονται κακίας καὶ τῆς Παύλου ἀρετῆς καὶ αὐτῷ τῷ κρατοῦντι· ὥστε λαμπρότερον ἀπήγετο Παῦλος, ἢ εἰ χωρὶς  δεσμῶν ἀπῆλθεν·  οὐκέτι γὰρ ὡς πλάνος  καὶ γόης τοσούτων αὐτὸν ἀφέντων δικαστῶν ἀπήγετο. Πάντα τοίνυν ἀποδυσάμενος παρ' οἷς ἐτέχθη καὶ ἐτράφη, οὐχ ἁπλῶς, ἀλλ' οὕτω καθαρὸς ὑποψίας ἐπιβαίνει τῆς Ῥώμης. Καὶ οὐκ εἶπε· Τί δὴ τοῦτο; ἅπαξ ἐπεκαλεσάμην Καίσαρα· μυριάκις ἐκρίθην· μέχρι πότε; ἀλλὰ τί; Πάλιν  ἕτοιμος  ἐγένετο  δοῦναι  εὐθύνας  καὶ  ἐπὶ  τοῦ  μάλιστα  εἰδότος  τὰ  κατὰ  Ἰουδαίους. ∆ιὸ καὶ μετὰ πολλῆς τῆς παῤῥησίας ἀπολογεῖται, ἅτε οὐκ ὄντων κυρίων τῶν  καταδικαζόντων  αὐτόν· ὃς, καίπερ οὐκ ὄντων  κυρίων, ἀλλὰ τῆς ἀποφάσεως ἐκείνης κρατούσης, ὅτι Πρὸς Καίσαρα πορεύσῃ, δίδωσι λόγον ὅμως, καὶ πολλὰς τὰς εὐθύνας περὶ πάντων· οὐ περὶ τῶν μὲν, περὶ τῶν δὲ οὔ. Μονονουχὶ δὲ τοῦτο λέγει δι' ὧν ἀποκρίνεται· Ἐγκαλοῦσιν ὑπὲρ στάσεως, ἐγκαλοῦσιν ὑπὲρ αἱρέσεως, καὶ ὅτι τὸν ναὸν  ἐβεβήλωσα·  περὶ  πάντων  ἀπολογοῦμαι·  Τὴν  μὲν  οὖν  βίωσίν  μου  τὴν  ἐκ νεότητος ἴσασι πάντες οἱ Ἰουδαῖοι· ὅτι μὲν οὐ τοῦ ἐμοῦ τρόπου τὸ στάσεις ποιεῖν, αὐτοὶ  μάρτυρες οἱ κατήγοροι.  Ὃ καὶ  πρὸ τούτου  λέγει·  Ζηλωτὴς  ὑπάρχων  τῶν πατρικῶν  μου παραδόσεων, τοῦτο καὶ ἐνταῦθα  αἰνίττεται  διὰ τοῦ εἰπεῖν,  Τὴν ἐκ νεότητός μου βίωσιν. Καὶ ὅτε ὅλος ὁ δῆμος παρῆν, τότε καλεῖ αὐτῶν τὴν μαρτυρίαν. Οὐκ ἐπὶ τοῦ δικαστηρίου δὲ τοῦ Λυσίου τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Φήστου· καὶ πάλιν  ἐνταῦθα, ὅτε πλείους παρῆσαν· ἐκεῖ δὲ οὐ πολλῆς ἀπολογίας  ἔδει, τῶν γραμμάτων  τοῦ Λυσίου ἀφιέντων  αὐτόν. Ἴσασι, φησὶ, πάντες  Ἰουδαῖοι προγινώσκοντές  με ἄνωθεν.  Καὶ οὐ λέγει,  ποταπὸς  αὐτοῦ  ὁ βίος, ἀλλὰ  ἀφίησιν αὐτῶν  τῷ  συνειδότι,  καὶ τὸ πᾶν  ἐν  τῇ αἱρέσει τίθησι, δεικνὺς  ἐντεῦθεν  οὐκ ἂν ἑλόμενος αὐτὴν, εἰ πονηρὸς ἦν καὶ μοχθηρός. Ὑπὲρ τῆς αἱρέσεως τοίνυν ταύτης, ἧς, φησὶν, ἕστηκα κρινόμενος. Αὕτη καὶ παρ' αὐτοῖς πρεσβεύεται, διὰ ταύτην ηὔχοντο, διὰ ταύτην λατρεύουσιν, ἵνα ταύτης τύχωσι· ταύτην ἐγὼ καταγγέλλω, καὶ περὶ τῆς ἐλπίδος  ταύτης  ἐγκαλοῦμαι.  Ἄρα μαινομένων  ἐστὶ πάντα  μὲν  ὑπὲρ  τοῦ  τυχεῖν ταύτης ποιεῖν, τὸν δὲ εἰς ταύτην πιστεύοντα ἐλαύνειν. Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου, φησὶ, δεῖν πολλὰ ἐναντία πρᾶξαι· τουτέστιν, Ἔκρινα ταῦτα ποιεῖν,  ὅτι οὐκ ἤμην τῶν  μαθητῶν  τοῦ Χριστοῦ, ἀλλὰ τῶν πολεμούντων  αὐτῷ  ὑπῆρχον.  Ὅθεν καὶ  ἀξιόπιστος  γίνεται  μάρτυς, ὅτι  ὁ μυρία ποιῶν, καὶ πολεμῶν  τοὺς πιστεύοντας, καὶ πείθων  βλασφημεῖν, καὶ πάντα κινῶν, πόλεις,  ἄρχοντας,  καὶ δι'  ἑαυτοῦ ταῦτα  πράττων,  οὕτως  ἐξαίφνης μεταβέβληται. Εἶτα πάλιν οἱ μάρτυρες οἱ συνόντες· εἶτα δείκνυσιν ἑαυτὸν δικαίως πεισθέντα, ἀπό τε τοῦ φωτὸς, ἀπό τε τῶν προφητῶν, ἀπό τε τῶν ἐκβάσεων, ἀπό τε τῶν   νῦν   γεγενημένων.   Ἐπήγαγε  γάρ·  Ἡμέρας  μέσης  κατὰ  τὴν   ὁδὸν,  εἶδον περιλάμψαν με φῶς, καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. Ὅρα γοῦν, πῶς καὶ ἀπὸ τῶν προφητῶν, καὶ ἀπὸ τούτων αὐτοὺς πιστοῦται. Ἵνα γὰρ μὴ δόξῃ καινοτομεῖν, καίτοι ἔχων μεγάλα εἰπεῖν, πάλιν ἐπὶ τοὺς προφήτας καταφεύγει, καὶ τὰ αὐτῶν εἰς μέσον τίθησι. Τοῦτο μὲν οὖν ἀξιοπιστότερον ἅτε νῦν γενόμενον· ἀλλ' ἐπειδὴ μόνος εἶδε, πάλιν αὐτὸ ἀπὸ προφητῶν  πιστοῦται. Καὶ ὅρα αὐτὸν οὐχ ὁμοίως διαλεγόμενον  ἐν δικαστηρίῳ, καὶ ἐν ἐκκλησίᾳ· ἐκεῖ μὲν οὖν λέγει, ὅτι καὶ Ἀνείλετε· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ὥστε μὴ πλέον ἐκκαῦσαι τὸν θυμόν· ἀλλὰ τὸ αὐτὸ δείκνυσιν, εἰπὼν, Εἰ παθητὸς ὁ Χριστός. Οὕτως ἀφίησιν αὐτοὺς ἐγκλημάτων. Ὅπερ οὖν ἐγὼ καταγγέλλω, εἰ  ἀνέστη  πρῶτος  ἐκ τῶν  νεκρῶν,  ἐκ τῶν  προφητῶν  δείκνυμι·  καὶ  γὰρ  καὶ  οἱ προφῆται τοῦτο καταγγέλλουσιν. Οὐκοῦν δέξασθε τὸν λόγον ὡς τὸν αὐτοῦ ὄντα τῶν προφητῶν.  Ἐπεὶ δὲ εἶπε τὴν  ὄψιν,  λοιπὸν  καὶ μετὰ ἀδείας καὶ τὰ κατορθώματα λέγει.  Ποῖα ταῦτα; Τοῦ ἀνοῖξαι  αὐτῶν,  φησὶν,  ὀφθαλμοὺς,  καὶ  ἀποστρέψαι ἀπὸ σκότους εἰς φῶς,  καὶ ἀπὸ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν  Θεόν. Εἰς τοῦτο γὰρ ὤφθην  σοι· τουτέστιν, οὐχ ὥστε κολάσαι, ἀλλ' ὥστε ἀπόστολον ποιῆσαι. Ὅρα, τὰ συνέχοντα  κακὰ τοὺς ἀπίστους δείκνυσι, τὸν  Σατανᾶν, τὸ σκότος, ὥσπερ καὶ τὰ ἀγαθὰ  τῶν  πιστῶν,  τὸ φῶς,  τὸν  Θεὸν, τὸν  κλῆρον  τῶν  ἁγίων.  Καὶ οὐχ  ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν. Καὶ ὅρα πανταχοῦ τὰ ἔθνη συμπλεκόμενα τῷ λόγῳ· οἱ γὰρ παρόντες ἐξ ἐθνῶν ἦσαν. Μαρτυρόμενος, φησὶ, μικρῷ τε καὶ μεγάλῳ, τουτέστι καὶ ἐπισήμῳ καὶ ἀσήμῳ. Τοῦτο διὰ τοὺς στρατιώτας οὕτως εἶπεν. Εἶτα ἀφεὶς τὴν τάξιν τοῦ ἀπολογουμένου, τὴν τοῦ διδασκάλου ἔλαβε.
∆ιὸ καὶ ὁ Φῆστός φησι πρὸς αὐτόν· Μαίνῃ. Εἶτα, ἵνα μὴ δόξῃ αὐτὸς διδάσκαλος εἶναι, ἐπάγει  τοὺς προφήτας,  τὸν  Μωσέα· Εἰ παθητὸς,  φησὶν,  ὁ Χριστὸς, εἰ πρῶτος  ἐξ ἀναστάσεως  νεκρῶν  φῶς  μέλλει  καταγγέλλειν   τῷ  τε  λαῷ  καὶ  τοῖς  ἔθνεσιν.  Ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη. Οὕτω θυμοῦ ἦν καὶ ὀργῆς ἡ φωνή.


 δʹ. Τί οὖν ὁ Παῦλος; Οὐ γάρ ἐστι, φησὶν, ἐν γωνίᾳ πεπραγμένον τοῦτο. Ἐνταῦθα περὶ τοῦ σταυροῦ λέγει τοῦτο, περὶ τῆς ἀναστάσεως· καὶ ὅτι πανταχοῦ  τῆς οἰκουμένης  γέγονε  τὸ δόγμα, Πιστεύεις, βασιλεῦ, φησὶν, Ἀγρίππα; Οὐκ εἶπε, Τῇ ἀναστάσει, ἀλλὰ, Τοῖς προφήταις. Εἶτα  προκαταλαμβάνει  αὐτὸν,  καί  φησιν·  Οἶδα, ὅτι  πιστεύεις.  Πρὸς ὃν  καὶ  ὁ Ἀγρίππας· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Οὐκ ἐνόησεν ὁ Παῦλος τί ἐστιν, Ἐν ὀλίγῳ,  ἀλλ' ἐνόμισεν, ὅτι Ἐξ ὀλίγου· διὸ καὶ πρὸς τοῦτο ἀποκρίνεται· οὕτως ἰδιώτης ἦν. Καὶ οὐκ εἶπεν, Οὐ βούλομαι, ἀλλ' Εὔχομαι, οὐ μόνον σὲ, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντας. Ὅρα κολακείας ἀπηλλαγμένον  τὸν λόγον. Εὔχομαι, φησὶ, σήμερον γενέσθαι  πάντας  τοιούτους,  ὁποῖος καὶ ἐγώ  εἰμι, παρεκτὸς τῶν  δεσμῶν τούτων, Ὅρα· ὁ καυχώμενος ἐπὶ τοῖς δεσμοῖς, ὁ προφέρων αὐτοὺς καθάπερ ἅλυσιν χρυσῆν, τούτοις  ἀπεύχεται  νῦν.  Καὶ μὴ  θαυμάσῃς· ἔτι  γὰρ  ἀσθενέστερον  διέκειντο,  καὶ συγκαταβατικώτερος ἦν ὁ λόγος αὐτῷ. Ἐπεὶ, ὅτι τὰ δε  σμὰ βέλτιον ἡγεῖτο, ἄκουε πῶς ἀεὶ ἐν ταῖς ἐπιστολαῖς πάντων  προτίθησι τῶν  ἄλλων,  λέγων·  Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·  καὶ πάλιν,  Τούτου χάριν  τὴν  ἅλυσιν  περίκειμαι,  ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται· καὶ, Ἄχρι δεσμῶν ὡς κακοῦργος. Ὅρα· οὐχὶ, ∆εσμῶν, μόνον, ἀλλὰ καὶ, Ὡς κακοῦργος, προσέθηκεν, αὔξων τὴν ἀπὸ τῶν δεσμῶν δόξαν.
∆ιπλῆ δὲ ἡ τιμωρία, καὶ ὅτι ἐδέδετο, καὶ ὅτι ὡς κακοῦργος. Εἰ μὲν γὰρ οὕτως ἐδέδετο ὡς ἐπ' ἀγαθῷ, ἔφερέ τινα ἂν παραμυθίαν τὸ πρᾶγμα· νῦν δὲ καὶ ὡς κακοῦργος, καὶ ὡς ἐπὶ τοῖς  δεινοῖς  ἁλούς· καὶ ὅμως οὐδενὸς  τούτων  ἐφρόντιζε.  Τοιοῦτον ψυχὴ πτερωθεῖσα τῷ οὐρανίῳ ἔρωτι. Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἐρῶντες ἔρωτα, οὐδὲν ἡγοῦνται οὔτε ἔνδοξον οὔτε τίμιον, ἀλλ' ἐκεῖνα, ὅσα ἂν αὐτοῖς πρὸς τὴν ἐπιθυμίαν συντείνῃ, ταῦτα κρίνεται  καὶ ἔνδοξα καὶ ἔντιμα, καὶ τοῦτο πάντα αὐτοῖς ἐστιν ἡ ἐρωμένη, πολλῷ μᾶλλον οἱ τούτῳ ἁλόντες τῷ ἔρωτι, οὐδὲν ἡγοῦνται τὰ ἐπιτίμια. Εἰ δὲ οὐ νοοῦμεν  τὰ  λεγόμενα,  οὐ θαυμαστόν· ἄπειροι  γάρ  ἐσμεν τῆς  φιλοσοφίας ταύτης.  Εἰ γάρ τις  ἁλῷ  τῷ  πυρὶ τοῦ Χριστοῦ, τοιοῦτος  γίνεται,  οἷος ἂν γένηται ἄνθρωπος μόνος ἐπὶ τῆς γῆς οἰκῶν· οὕτως οὐδενὸς αὐτῷ μέλει δόξης καὶ ἀτιμίας· ἀλλ' ὥσπερ ἂν εἰ μόνος οἰκῶν οὐδενὸς ἂν ἐφρόντισεν, οὕτως οὐδὲ τότε ὁ τοιοῦτος φροντίζει. Πειρασμῶν δὲ οὕτω καταφρονεῖ καὶ μαστίγων καὶ δεσμωτηρίων, ὥσπερ ἂν εἰ ἐν ἀλλοτρίῳ  σώματι ταῦτα ἔπασχεν, ἢ ὥσπερ ἂν εἰ ἀδαμάντινον  ἐκέκτητο σῶμα· τῶν δὲ ἡδέων τῶν ἐν τῷ βίῳ οὕτω καταγελᾷ, καὶ ἀνεπαίσθητος αὐτῶν ἐστιν, ὥσπερ τῶν  νεκρῶν  σωμάτων  ἡμεῖς,  ἢ  αὐτοὶ  ὄντες  νεκροί.  Τοσοῦτον δὲ  ἀπέχει ἁλῶναι  πάθει  τινὶ,  ὅσον χρυσὸς πυρούμενος  ὁ  καθαρὸς  ἂν  ἀπόσχοιτο  κηλῖδος. Ὥσπερ γὰρ μυῖαι εἰς μέσην φλόγα οὐκ ἂν ἐμπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολμᾷ. Καὶ τούτων ἐβουλόμην μὲν ἀφ' ἡμῶν τὰ παραδείγματα  παραγαγεῖν  δύνασθαι·  ἐπειδὴ  δὲ  ἀποροῦμεν,  ἀνάγκη  πρὸς  αὐτὸν τοῦτον  καταφυγεῖν.  Ὅρα γοῦν αὐτὸν πρὸς πάντα τὸν κόσμον πῶς διέκειτο. Ἐμοὶ κόσμος  ἐσταύρωται,  φησὶ,  κἀγὼ  τῷ  κόσμῳ·  τουτέστι,  Νεκρός εἰμι  τῷ  κόσμῳ, κἀκεῖνος ἐμοὶ νεκρός. Καὶ πάλιν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τοῦτο μόνου Παύλου λέγειν ἐστιν, ἡμῶν δὲ τῶν ἐκείνου τοσοῦτον ἀπολειπομένων,  ὅσον τῆς γῆς ὁ οὐρανὸς, ἐγκαλύπτεσθαι, ὡς μηδὲ τὸ στόμα διᾶραι τολμᾷν. Ὅτι δὲ ὡς ἐν ἐρημίᾳ ἦν, καὶ οὕτως ἑώρα τὰ παρόντα, ἄκουε αὐτοῦ λέγοντος·  Μὴ σκοπούντων ἡμῶν  τὰ βλεπόμενα, ἀλλὰ  τὰ μὴ βλεπόμενα. Τί λέγεις; Καὶ μὴν τὸ ἐναντίον  οὗ λέγεις ἐστί· τὰ μὲν γὰρ ἀόρατα οὐ βλέπομεν, τὰ δὲ ὁρατὰ βλέπομεν. Ὁποίους ἔσχες ὀφθαλμοὺς, τοιοῦτοί εἰσιν οἱ παρὰ τοῦ Χριστοῦ δεδομένοι· καθάπερ γὰρ οὗτοι τὰ μὲν ὁρώμενα ὁρῶσι, τὰ δὲ οὐχ ὁρώμενα οὐχ ὁρῶσιν· οὕτως ἐκεῖνοι τοὐναντίον·  οὐδεὶς τὰ ἀόρατα βλέπων, τὰ ὁρατὰ βλέπει· οὐδεὶς τὰ ὁρώμενα βλέπων, τὰ ἀόρατα βλέπει.
Ἢ οὐχὶ καὶ παρ' ἡμῖν τοῦτο γίνεται; Ὅταν γὰρ τὸν νοῦν συστρέψαντες λογιζώμεθά τι τῶν ἀοράτων, μετέωροι τῶν ἐνεργειῶν ἡμῖν γίνονται αἱ ὄψεις. Καταφρονήσωμεν δόξης, γελᾶσθαι βουλώμεθα μᾶλλον, ἢ ἐπαινεῖσθαι. Ὁ μὲν γὰρ γελώμενος,  οὐδὲν βλάπτεται· ὁ δὲ ἐπαινούμενος, μεγάλα. Μὴ μέγα φρονῶμεν ἐπὶ τοῖς ἐκφοβοῦσι τοὺς ἀνθρώπους,  ἀλλ' ὡς ἐπὶ τῶν  παίδων  τοῦτο πράττωμεν· οὐδὲ γὰρ εἴ τινα ἴδοιμεν ἐκφοβοῦντα παιδία, θαυμάζομεν τοῦτον· εἰ γάρ τις φοβεῖ, παιδία φοβεῖ· ἄνδρα γὰρ οὐκ  ἂν   δύναιτο  φοβεῖν.  Καὶ καθάπερ  οἱ  ἐκφοβοῦντες  ἢ  τὰς  βλεφαρίδας ἕλκοντες  ἄνω, ἢ ἄλλως  τὸ πρόσωπον διαστρέφοντες τοῦτο ποιοῦσιν, ὑγιεινὸν  δὲ ἔχοντες καὶ ἥμερον τὸ ὄμμα, οὐκ ἂν δύναιντο τοῦτο ποιῆσαι· οὕτω δὴ καὶ οὗτοι, τὸ διορατικὸν τῆς διανοίας διαστρέφοντες, τοῦτο ποιοῦσιν. Ὥστε ἥμερόν γε ἄνθρωπον καὶ καλὸν τῇ ψυχῇ οὐδεὶς ἂν φοβηθείη, ἀλλ' αἰδούμεθα πάντες, τιμῶμεν, ἐντρεπόμεθα. Οὐχ ὁρᾶτε, πῶς ὁ φοβερὸς καὶ μισητός ἐστι καὶ πᾶσιν ἡμῖν ἀπευκτός; Τί γὰρ τῶν δυναμένων  φοβεῖν μόνον οὐκ ἀποστρεφόμεθα; οὐχὶ θηρία, οὐχὶ φωνὰς, οὐχὶ ὄψεις, οὐχὶ τόπους, οὐχὶ ἀέρα, οἷον τὸ σκότος;


εʹ. Μὴ δὴ μέγα νομίζωμεν, εἰ ἄνθρωποι  φοβοῦνται  ἡμᾶς.  Πρῶτον  μὲν  γὰρ  οὐδεὶς  ἡμᾶς  ἄνθρωπος  πτοεῖται· δεύτερον, τὸ καὶ πτοουμένους ἡμᾶς μὴ μέγα τοῦτο εἶναι. Μέγα ἀγαθὸν ἡ ἀρετή· καὶ ὅρα  πῶς   μέγα.  Ἄθλια   τὰ  πράγματα   νομίζοντες,   δι'  ὧν   συνέστηκεν,  αὐτὴν θαυμάζομεν καὶ μακαρίζομεν. Τίς γὰρ οὐκ ἂν μακαρίσειε τὸν  φιλόσοφον,  καίτοι πενία,  καὶ  ὅσα  τοιαῦτα,  ἄθλια  εἶναι  δοκεῖ;  Ὅταν  οὖν  διὰ  τῶν  ἀθλίων   εἶναι δοκούντων λάμπῃ, ὅρα τὴν ὑπερβολήν. Μέγα φρονεῖς ἐπὶ δυναστείᾳ, ἄνθρωπε; Καὶ ποία δυναστεία, εἰπέ μοι, ἐχειροτονήθη; Παρὰ ἀνθρώπων  ἐγένου δυνατός· ἔνδοθεν χειροτόνησον σεαυτόν. Ἄρχων γὰρ οὐχ ὁ καλούμενός ἐστιν, ἀλλ' ὁ ὤν. Ὥσπερ γὰρ ἰατρὸν  οὐκ ἂν  ποιήσειε βασιλεὺς οὐδὲ ῥήτορα, οὕτως  οὐδὲ ἄρχοντα· οὐ γὰρ τὰ γράμματα ποιεῖ ἄρχοντα, οὐδὲ τὸ ὄνομα. Ἐπεὶ, εἰ βούλει, οἰκοδομείτω τις ἰατρεῖον, ἐχέτω   καὶ  μαθητὰς,  ἐχέτω   καὶ  ὄργανα  καὶ  φάρμακα,  καὶ  εἰσίτω  πρὸς  τοὺς κάμνοντας·  ἆρα ἀρκεῖ ταῦτα ποιῆσαι ἰατρόν; Οὐδαμῶς· ἀλλὰ  δεῖ τῆς τέχνης,  καὶ ταύτης ἄνευ, οὐ μόνον ταῦτα οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ βλάπτει· τὸν γὰρ οὐκ ἰατρὸν βέλτιον μηδὲ ἔχειν φάρμακα. Ὁ μὲν οὖν μὴ ἔχων οὔτε σώζει οὔτε ἀπόλλυσιν· ὁ δὲ ἔχων, ἀπόλλυσιν, οὐκ εἰδὼς, ὅπως χρήσηται· ἐπειδὴ οὐκ ἐν τῇ φύσει τῶν φαρμάκων ἐστὶν ἡ σωτηρία μόνον,  ἀλλὰ  καὶ ἐν τῇ τέχνῃ  τοῦ προσάγοντος· τούτου γὰρ μὴ ὄντος, πάντα διέφθαρται. Τοιοῦτος καὶ ὁ ἄρχων ἐστίν· ἔχει ὄργανα, τὴν φωνὴν, τὸν θυμὸν, τοὺς δημίους, τὰς ὑπερορίας, τὰς τιμὰς, τὰς δωρεὰς, τοὺς ἐπαίνους· ἔχει καὶ φάρμακα, τοὺς νόμους· ἔχει καὶ κάμνοντας, τοὺς ἀνθρώπους· ἔχει ἐργαστήριον, τὸ δικαστήριον· ἔχει μαθητὰς, τοὺς στρατιώτας· ἂν οὖν μὴ εἰδῇ τὴν  ἐπιστήμην  τὴν ἰατρικὴν, οὐδὲν τούτων ὄφελος. Ὁ δικαστὴς ἰατρὸς ψυχῶν ἐστιν, οὐχὶ σωμάτων· εἰ δὲ αὕτη ἡ σωμάτων τοσαύτης δεῖται ἐπιμελείας, πολλῷ μᾶλλον ἡ τῆς ψυχῆς, ἐπειδὴ καὶ μείζων ψυχὴ σωμάτων. Οὐκ ἄρα τὸ ὄνομα ἔχειν ἄρχοντος ἄρχοντά ἐστιν εἶναι· ἐπεὶ  καὶ  ἄλλοι   καλοῦνται   μεγάλα  ὀνόματα·  οἷον  Παῦλος,  Πέτρος,  Ἰάκωβος, Ἰωάννης·  ἀλλ' οὐκ ἀπὸ τῶν  ὀνομάτων  εἰσὶν ἅπερ καλοῦνται,  καθάπερ οὐδὲ ἐγώ· ἀλλ'  εἰμὶ  τοῦ  μακαρίου  μὲν  ἐκείνου  ὁμώνυμος,  οὐ  μὴν  συνώνυμος·  οὐκ  εἰμὶ Ἰωάννης, ἀλλὰ καλοῦμαι. Οὕτω κἀκεῖνοι οὐκ εἰσὶν ἄρχοντες, ἀλλὰ καλοῦνται. Εἰσὶ δὲ ἐκεῖνοι ἄρχοντες καὶ χωρὶς τούτων, ὥσπερ καὶ ἰατρὸς, κἂν μὴ χρῆται τῇ ἐπιστήμῃ, ἔχῃ δὲ αὐτὴν ἐν τῇ ψυχῇ, ἰατρός ἐστιν. Εἰσὶν ἄρχοντες ἑαυτῶν ἄρχοντες. Τρία γὰρ ταῦτά ἐστι ψυχῇ, οἰκία, πόλις, οἰκουμένη· καὶ ὁδῷ  τὰ πράγματα προβαίνει.
∆εῖ  τοίνυν  τὸν  μέλλοντα  ἐπιστήσεσθαι οἰκίας,  καὶ  καλῶς  αὐτὴν  οἰκοδομήσειν, πρότερον τὴν ψυχὴν τὴν ἑαυτοῦ ῥυθμίζειν· οἰκία γὰρ αὐτοῦ ἐστιν· εἰ δὲ τὴν ἑαυτοῦ μὴ δύναιτο, ἔνθα μία ψυχὴ, ἔνθα κύριος αὐτὸς, ἔνθα ἀεὶ σύνεστιν ἑαυτῷ, πῶς τοὺς ἄλλους  οἰκοδομήσει; Ὁ τὴν  ψυχὴν  τὴν  ἑαυτοῦ ῥυθμίσαι δυνάμενος,  καὶ τὸ μὲν ποιῶν ἄρχειν, τὸ δὲ ἄρχεσθαι, οὗτος καὶ οἰκίαν δυνήσεται· ὁ δὲ οἰκίαν, καὶ πόλιν· ὁ
δὲ πόλιν, καὶ οἰκουμένην. Εἰ δὲ ψυχὴν οὐκ ἂν δύναιτο, πῶς οἰκουμένην δυνήσεται; Ταῦτά μοι εἴρηται, ἵνα μὴ ὦμεν ἐπτοημένοι πρὸς ἀρχὰς, ἵνα εἰδῶμεν, τί ποτέ ἐστιν ἀρχή· τοῦτο γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατάγελως  καὶ δουλεία, καὶ μυρία ἕτερα ἄν τις καλέσειεν. Εἰπέ μοι, τί ἐστιν ἄρχοντος ἴδιον; ἆρα οὐχὶ τὸ ὠφελεῖν τοὺς ἀρχομένους καὶ εὐεργετεῖν; Τί οὖν, ἂν τοῦτο μὴ γένηται; πῶς ἑτέρους ὠφελήσει ὁ ἑαυτὸν μὴ ὠφελήσας; ὁ μυρίας ἔχων  τυραννίδας  ἐν  τῇ ψυχῇ  τῶν  παθῶν,  πῶς  τὰς ἑτέρων ἐκκόψει; Οὕτω καὶ τρυφή· οὐχ  αὕτη ἐστὶ τρυφὴ,  ἀλλ' ἑτέρα. Ὥσπερ γὰρ ἄρχων ἐδείχθη οὐχ οὗτος, ἀλλ' ἕτερος· οὕτω καὶ ὁ τρυφῶν ἕτερός ἐστι. ∆οκεῖ μὲν γὰρ εἶναι τρυφὴ,  τὸ  τῆς  ἡδονῆς  ἀπολαύειν  καὶ  γαστρίζεσθαι· οὐκ  ἔστι  δὲ  τοῦτο,  ἀλλὰ τοὐναντίον,  τὸ ψυχὴν ἔχειν θαυμαστὴν καὶ ἐν ἡδονῇ εἶναι. Ἔστω γάρ τις ἐσθίων, πίνων,  σπαταλῶν,  ἔπειτα  φροντιζέτω  καὶ  ἀθυμείτω·  μὴ δύναται  οὗτος  εἶναι  ἐν τρυφῇ; Οὐκ ἄρα τὸ ἐσθίειν καὶ πίνειν  τρυφὴ, ἀλλὰ τὸ ἐν ἡδονῇ εἶναι. Ἔστω τις ξηρὸν  λαμβάνων   ἄρτον,  καὶ  ἐμπιπλάσθω  μετ'  εὐφροσύνης·  ἆρα  τοῦτο  ἡδονή; Οὐκοῦν καὶ τρυφή. Ἴδωμεν οὖν, τίνι παραγίνεται αὕτη, τοῖς πλουτοῦσιν ἢ τοῖς μὴ πλουτοῦσιν; Οὔτε τούτοις ἁπλῶς, οὔτε ἐκείνοις, ἀλλὰ τοῖς οὕτω κατασκευάζουσι τὴν ψυχὴν τὴν ἑαυτῶν, ὥστε μὴ πολλὰς ἔχειν ἀθυμιῶν ὑποθέσεις. Καὶ ποῖός ἐστιν οὗτος ὁ βίος; ἴσως ἐρεῖ τις· ὁρῶ γὰρ κεχηνότας  ἅπαντας  καὶ βουλομένους ἀκοῦσαι, τίς ἐστιν ὁ βίος οὗτος ὁ μὴ ἔχων ἀθυμίας. Οὐκοῦν ὁμολογείσθω παρ' ὑμῶν πρῶτον, ὅτι τοῦτο ἡδονὴ, τοῦτο τρυφὴ, ὅταν ἀθυμία μὴ ἐνοχλῇ, καὶ μὴ ἀπαιτῇ παρ' ἐμοῦ κρέα καὶ οἶνον καὶ καρυκεύματα καὶ ἱμάτια σηρικὰ καὶ πλῆθος τραπέζης. Ἀλλ' ἂν δείξω τούτων χωρὶς παρόντα τὸν βίον τὸν τοιοῦτον, ταύτην τὴν ἡδονὴν ἀγάπησον, τοῦτον τὸν  βίον·  τὰ  γὰρ  πολλὰ  ἐκ  τοῦ  μὴ  λογίζεσθαι  δεόντως  παραγίνεται  ἡμῖν  τῶν λυπηρῶν.   Τίς  οὖν  πλείονα   λυπηθήσεται,  ὁ  μηδενὸς  αὐτῶν   φροντίζων,   ἢ  ὁ φροντίζων;  ὁ φοβούμενος  τὰς  μεταβολὰς,  ἢ  ὁ μὴ  φοβούμενος;  ὁ βασκανίαν,  ὁ φθόνον,  ὁ συκοφαντίας, ὁ ἐπιβουλὰς, ὁ ἀπώλειαν  δεδοικὼς, ἢ ὁ τούτων  ἐκτός; ὁ πλειόνων  δεόμενος, ἢ ὁ μηδενός; ὁ μυρίοις δουλεύων, ἢ ὁ μηδενί; ὁ μυρίων χρείαν ἔχων, ἢ ὁ ἐλεύθερος; ὁ ἕνα δεσπότην δεδοικὼς, ἢ ὁ μυρίους; Οὐκοῦν μείζων ἡ ἡδονὴ ἐνταῦθα. Ταύτην τοίνυν διώκωμεν, καὶ μὴ περὶ τὰ παρόντα ὦμεν ἐπτοημένοι· ἀλλὰ καταγελῶμεν  πάσης τῆς τοῦ βίου φαντασίας, καὶ πανταχοῦ  τῆς συμμετρίας ὦμεν, ἵνα δυνηθῶμεν ἄλυπον τὸν βίον τοῦτον διαγαγεῖν, καὶ τῶν ἐπηγγελμένων  ἀγαθῶν ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΝΓʹ. Ἀνέστη δὲ ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· καὶ ἀναχωρήσαν τες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες, ὅτι Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν πράσσει ὁ ἄνθρωπος οὗτος. Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

αʹ. Ὅρα πῶς καὶ πάλιν ὑπὲρ αὐτοῦ ψηφίζονται· καὶ μετὰ τὸ εἰπεῖν, Μαίνῃ, ἀφιᾶσιν αὐτὸν, οὐ τοῦ θανάτου, ἀλλὰ καὶ τῶν δεσμῶν· καὶ τέλεον ἂν ἀφῆκαν, εἰ μὴ Καίσαρα ἐπεκέκλητο. Ἀλλὰ τοῦτο οἰκονομικῶς  γέγονεν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ μετὰ δεσμῶν ἀπελθεῖν. ∆ιὰ τοῦτο ἔλεγε· Μέχρι δεσμῶν ὡς κακοῦργος. Εἰ γὰρ ὁ Κύριος αὐτοῦ μετὰ ἀνόμων ἐλογίσθη, πολλῷ μᾶλλον οὗτος· ἀλλ' ὥσπερ ἐκεῖνος οὐκ ἐκοινώνησε τῆς δόξης, οὕτως οὐδὲ οὗτος. Τὸ γὰρ θαυμαστὸν τότε φαίνεται, τὸ ἀναμεμιγμένον  τούτοις μηδὲν παρ' αὐτῶν βλάπτεσθαι. Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ, ὀνόματι Ἰουλίῳ, σπείρας Σεβαστῆς. Ἐπιβάντες δὲ πλοίῳ Ἀδραμυτηνῷ, μέλλοντες   πλεῖν   τοὺς  κατὰ  τὴν  Ἀσίαν  τόπους,  ἀνήχθημεν,   ὄντος   σὺν  ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως. Τῇ δὲ ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα. Ὅρα μέχρι ποῦ συνέρχεται τῷ Παύλῳ καὶ Ἀρίσταρχος. Καλῶς καὶ χρησίμως πάρεστιν ὁ Ἀρίσταρχος, μέλλων   ἅπαντα  ἀπαγγέλλειν   εἰς  Μακεδονίαν.  Φιλανθρώπως  τε  ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος, ἐπέτρεψε πρὸς τοὺς φίλους πορευθέντα ἐπιμελείας τυχεῖν. Κἀκεῖθεν ἀναχθέντες  ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους. Ἐπέτρεψε, φησὶ, Ἰούλιος, φιλανθρώπως  τῷ Παύλῳ χρησάμενος. Καλῶς ποιῶν  τοῦτο ἐπιτρέπει, ὥστε ἐπιμελείας  τυχεῖν  ἀπελθόντα  παρὰ τοὺς γνωρίμους· εἰκὸς  γὰρ  ἦν  αὐτὸν  ἀπὸ  πολλῆς  κακώσεως  εἶναι  τῶν  δεσμῶν, τοῦ  φόβου,  τοῦ ἄγεσθαι καὶ φέρεσθαι. Ὅρα πῶς οὐδὲ τοῦτο κρύπτει, ὅτι ἐβούλετο ἐπιμελείας τυχεῖν. Πάλιν πειρασμοὶ, πάλιν ἄνεμοι ἐναντίοι. Ὅρα διὰ πάντων οὕτω τὸν βίον τῶν ἁγίων ὑφαινόμενον·  ἐξέφυγον  τὸ δικαστήριον, καὶ περιπίπτουσι ναυαγίῳ  καὶ χειμῶνι·  ὃ καὶ   δηλῶν,   ἐπάγει·   Τό  τε   πέλαγος   τὸ   κατὰ   τὴν   Κιλικίαν   καὶ   Παμφυλίαν διαπλεύσαντες,  κατήλθομεν  εἰς  Μύρα τῆς  Λυκίας. Κἀκεῖ εὑρὼν  ὁ ἑκατόνταρχος πλοῖον  Ἀλεξανδρῖνον  πλέον  εἰς τὴν  Ἰταλίαν,  ἀνεβίβασεν  ἡμᾶς εἰς αὐτό. Εὑρὼν πλοῖον, φησὶν, Ἀλεξανδρῖνον. Εἰκότως εὑρίσκεται, ὥστε κἀκείνους ἀπαγγεῖλαι  εἰς τὴν Ἀσίαν τὰ κατὰ τὸν Παῦλον καὶ τούτους εἰς τὴν Λυκίαν. Ὅρα τὸν Θεὸν οὐδὲν καινίζοντα οὐδὲ μεταβάλλοντα, ἀλλὰ ἀφιέντα αὐτὸν εἰς τοὺς ἀνέμους τοὺς ἀνεπιτηδείους  πλεῖν. Ἀλλὰ καὶ οὕτω θαῦμα ἐργάζεται. Ὥστε γὰρ ἀσφαλῶς πλεῖν, οὐκ ἀφῆκεν αὐτοὺς εἰς πέλαγος, ἀλλ' ἀεὶ παρὰ γῆν ἔπλεον. Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες, καὶ μόλις γενόμενοι  κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην· μόλις τε παραλεγόμενοι αὐτὴν, ἤλθομεν  εἰς τόπον  τινὰ  καλούμενον  Καλοὺς λιμένας,  ᾧ ἐγγὺς  ἦν πόλις  Λασαία. Ἱκανοῦ δὲ χρόνου διαγενομένου, καὶ ὄντος ἤδη τοῦ πλοὸς ἐπισφαλοῦς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει ὁ Παῦλος, αὐτοῖς λέγων· Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας  οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ  καὶ τῶν  ψυχῶν  ἡμῶν  μέλλειν  ἔσεσθαι τὸν  πλοῦν.  Ὁ δὲ ἑκατόνταρχος  τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλον, ἢ τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις. Τὴν  νηστείαν   ἐνταῦθα   τὴν   τῶν   Ἰουδαίων   λέγειν   ἡγοῦμαι.   Μετὰ  γὰρ   τὴν Πεντηκοστὴν ἐξῆλθον ἐκεῖθεν μετὰ πολὺν χρόνον, ὡς ἐν αὐτῷ σχεδὸν τῷ χειμῶνι παραγενέσθαι εἰς τὰ μέρη τῆς Κρήτης. Καὶ τοῦτο δὲ οὐ μικρὸν θαῦμα, τὸ διασωθῆναι δι' αὐτὸν καὶ ἐκείνους. Ἄνδρες, θεωρῶ, ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, φησὶν, οὐ μόνον τοῦ φορτίου καὶ τοῦ πλοίου, ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὁ μὲν οὖν Παῦλος ἐκέλευσε μένειν, καὶ τὰ μέλλοντα προλέγει· ἐκεῖνοι δὲ ἐπειγόμενοι, καὶ ὑπὸ τοῦ τόπου κωλυόμενοι, ἤθελον εἰς Φοίνικα παραχειμάσαι.


βʹ. Καὶ σκόπει τὴν οἰκονομίαν· πρῶτον μὲν ἦραν τὸ σκάφος καὶ ἐξήρχοντο, ἔπειτα ὡς ἐνέπεσεν  ἄνεμος,  ἐδίδουν  τῷ  φέροντι,  καὶ  μόλις  ἐσώζοντο.  Ἀνευθέτου  δὲ  τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείους ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν,  εἴ  πως  δύναιντο  καταντήσαντες  εἰς  Φοίνικα  παραχειμάσαι, λιμένα  τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ Χῶρον. Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες Ἄσσον, παρελέγοντο  τὴν Κρήτην. Μετ' οὐ πολὺ δὲ ἔβαλε κατ' αὐτὴν ἄνεμος τυφωνικὸς, ὁ καλούμενος Εὐροκλύδων· συναρπασθέντος  δὲ  τοῦ  πλοίου  καὶ  μὴ  δυναμένου   ἀντοφθαλμεῖν   τῷ  ἀνέμῳ, ἐπιδόντες  ἐφερόμεθα.  Νησίον δέ  τι  ὑποδραμόντες  καλούμενον  Κλαύδην, μόλις ἰσχύσαμεν περικρατεῖς γενέσθαι τῆς σκάφης· ἣν ἄραντες, βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσι, χαλάσαντες τὰ ἱστία οὕτως ἐφέροντο. Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο· καὶ τῇ τρίτῃ αὐτόχειρες  τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Μήτε δὲ ἡλίου  μήτε ἄστρων ἐπιφαινομένων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶς τοῦ σώζεσθαι ἡμᾶς. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν, εἶπεν. Ὅρα· μετὰ τὸν τοσοῦτον χειμῶνα οὐκ ἐπεμβαίνων  αὐτοῖς διαλέγεται,  ἀλλὰ βουλόμενος κἂν εἰς τὸ μέλλον  πιστευθῆναι. Ὅθεν  καὶ  τὰ  γεγενημένα   παραλαμβάνει  εἰς  μαρτυρίαν  τῆς  τῶν  ῥηθησομένων ἀληθείας. Καὶ δύο προλέγει, ὅτι τε εἰς νῆσον ἐκπεσεῖν δεῖ, καὶ ὅτι τὸ μὲν πλοῖον ἀπολεῖται, οἱ δὲ ἐνόντες  σωθήσονται (ὅπερ οὐκ ἦν στοχασμοῦ, ἀλλὰ προφητείας), καὶ ὅτι αὐτὸν Καίσαρι δεῖ παραστῆναι. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς ἅπαντας, ὅπερ εἶπεν, οὐκ ἀλαζονείας ἐστὶν, ἀλλὰ βουλομένου προσαγαγέσθαι τοὺς ἐμπλέοντας· οὐχ ἵνα γὰρ αὐτῷ χάριν ἔχωσιν, ἀλλ' ἵνα πείθωνται  τοῖς ὑπ' αὐτοῦ λεγομένοις, οὕτως εἶπε. Τὸ δὲ, Κεχάρισταί σοι ὁ Θεὸς, τῷ Παύλῳ εἴρηται. Τοῦτο μονονουχὶ λέγων αὐτῷ· Ἄξιοι μὲν εἰσὶν ἀποθανεῖν, ἐπειδὴ παρήκουσαν· πλὴν εἰς τὴν χάριν τὴν σὴν τοῦτο γίνεται.  Πολλῆς δὲ, φησὶν, ἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν  εἶπεν·  Ἔδει μὲν,  ὦ  ἄνδρες,  πειθαρχήσαντάς  μοι, μὴ  ἀνάγεσθαι  ἀπὸ  τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην  καὶ τὴν ζημίαν. Καὶ τανῦν  παραινῶ  ὑμᾶς εὐθυμεῖν·  ἀποβολὴ  γὰρ ψυχῆς  οὐδεμία   ἔσται ἐξ ὑμῶν,  πλὴν  τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ ἄγγελος τοῦ Θεοῦ, οὗ εἰμι, ᾧ καὶ λατρεύω, λέγων· Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδοὺ κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας  μετὰ σοῦ. ∆ιὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ, ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί  μοι. Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν. Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων  ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν  οἱ ναῦται  προσάγειν τινὰ αὐτοῖς χώραν· καὶ βολίσαντες, εὗρον ὀργυιὰς  κʹ· βραχὺ  δὲ  διαστήσαντες  καὶ  πάλιν   βολίσαντες,  εὗρον  ὀργυιὰς


ιεʹ· φοβούμενοί τε μή πως εἰς τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, εὔχοντο  ἡμέραν  γενέσθαι.  Τῶν  δὲ ναυτῶν  ζητούντων  φυγεῖν  ἐκ τοῦ πλοίου, καὶ χαλασάντων  τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρώρας μελλόντων    ἀγκύρας   ἐκτείνειν,   εἶπεν   ὁ   Παῦλος   τῷ   ἑκατοντάρχῃ   καὶ   τοῖς στρατιώταις· Ἐὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε. Τότε οἱ  στρατιῶται  ἀπέκοψαν  τὰ  σχοινία  τῆς  σκάφης,  καὶ  εἴασαν  αὐτὴν  ἐκπεσεῖν. Ἐνταῦθα δείκνυσιν, ὅτι ἔμελλον οἱ ναῦται φεύγειν ἀπιστοῦντες τῷ λεγομένῳ· ὁ δὲ ἑκατόνταρχος  πιστεύει σὺν τοῖς στρατιώταις. ∆ιὸ καί φησιν· Ἐὰν οὗτοι φύγωσιν, ὑμεῖς σωθῆναι οὐ δύνασθε· οὐ διὰ τοῦτο εἰπὼν,  ἀλλ' ἵνα κατάσχῃ αὐτοὺς, καὶ ἡ προφητεία  μὴ  διαπέσῃ.  Ὅρα καθάπερ  ἐν  ἐκκλησίᾳ  παιδευομένους  αὐτοὺς  τοῦ Παύλου τὴν φιλοσοφίαν, οὓς καὶ ἐκ μέσων αὐτῶν σώζει τῶν κινδύνων.  Καὶ οἰκονομικῶς  ἀπιστεῖται ὁ Παῦλος, ἵνα μετὰ τὴν πεῖραν τῶν πραγμάτων πιστευθῇ· ὅπερ οὖν καὶ γέγονε.  Καὶ παραινεῖ  πάλιν  μεταλαβεῖν  τροφῆς, καὶ πείθονται·  καὶ αὐτὸς πρῶτος μεταλαμβάνει, οὐ λόγῳ, ἀλλὰ καὶ ἔργῳ πείθων ὡς οὐδὲν ἔβλαψεν ὁ χειμὼν, ἀλλὰ μᾶλλον αὐτῶν τὰς ψυχὰς καὶ ὠφέλησεν. Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέραν γίνεσθαι, παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες, ἄσιτοι διατελεῖτε  μηδὲν προσλαβόμενοι.  ∆ιὸ  παρακαλῶ  ὑμᾶς  μεταλαβεῖν  τροφῆς·  τοῦτο  γὰρ  πρὸς  τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ τῆς κεφαλῆς πεσεῖται. Εἰπὼν δὲ ταῦτα, καὶ λαβὼν ἄρτον, εὐχαρίστησε τῷ Θεῷ ἐνώπιον πάντων, καὶ κλάσας ἤρξατο ἐσθίειν. Εὔθυμοι δὲ γενόμενοι πάντες, καὶ αὐτοὶ προσελάβοντο τροφῆς. Ἦμεν δὲ ἐν τῷ πλοίῳ  αἱ πᾶσαι ψυχαὶ  διακόσιαι ἑβδομηκονταέξ. Κορεσθέντες δὲ τῆς τροφῆς, ἐκούφιζον  τὸ πλοῖον,  ἐκβαλλόμενοι  τὸν  σῖτον εἰς τὴν  θάλασσαν. Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον· κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν, εἰς ὃν ἐβουλεύσαντο, εἰ δυνατὸν, ἐξῶσαι τὸ πλοῖον. Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες  τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον, ἐπώκειλαν τὴν ναῦν· καὶ ἡ μὲν πρῶρα ἐρείσασα, ἔμεινεν ἀσάλευτος, ἡ δὲ  πρύμνα  ἐλύετο  ὑπὸ  τῆς  βίας  τῶν  κυμάτων. 


γʹ. Πάλιν  πειρᾶται  ὁ  διάβολος ἐμποδίσαι τῇ προφητείᾳ· καὶ ἐβουλεύοντό τινας ἀνελεῖν, ἀλλ' οὐκ εἴασεν ὁ ἑκατόνταρχος, ἵνα τὸν Παῦλον σώσῃ· οὕτως ἤδη ᾠκειωμέ  νος ἦν αὐτῷ. Τῶν δὲ   στρατιωτῶν    βουλὴ   ἐγένετο,   ἵνα   τοὺς   δεσμώτας   ἀποκτείνωσι,   μή   τις ἐκκολυμβήσας  διαφύγῃ.  Ὁ δὲ  ἑκατόνταρχος  βουλόμενος  διασῶσαι τὸν  Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέ τε τοὺς δυναμένους κολυμβᾷν ἀποῤῥίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι, καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν. Καὶ διασωθέντες, τότε ἐπέγνωσαν,  ὅτι Μελίτη ἡ νῆσος καλεῖται. Ὁρᾷς ὅσον γέγονεν ἀγαθὸν ἀπὸ τοῦ χειμῶνος; Οὐκ ἄρα ἐγκαταλείψεως  ἦν ὁ χειμών. Καὶ πῶς, φησὶν, ἔφερον ἄσιτοι ὄντες καὶ μηδενὸς μεταλαβόμενοι; Ὁ φόβος κατεῖχεν αὐτοὺς καὶ  οὐκ  εἴα  εἰς  ἐπιθυμίαν   τροφῆς   ἐμπεσεῖν,  μέλλοντας   ὑπὲρ  τῶν   ἐσχάτων κινδυνεύειν. Τὸ μὲν οὖν γενόμενον ἀπὸ τοῦ καιροῦ ἐγένετο· τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ  ἐκ μέσων ἐσώθησαν τῶν  κινδύνων,  αὐτός τε καὶ δι' αὐτὸν  οἱ λοιποί. Καὶ ἐπάραντες τὸν ἀρτέμονα, τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν. Τοῦτο εἶπε, τὴν  βίαν  δεῖξαι βουλόμενος,  ἢν  ὑπέμενον  χειμαζόμενοι·  πολλάκις  γὰρ οὐχ οὕτω ποιοῦσι. ∆ιὸ καὶ κατήγαγον τὴν ὀθόνην, τουτέστι τὰ ἱστία (ὅταν γὰρ σφοδρὸς ἄνεμος  ᾖ,  τοῦτο  γίνεται),   ἐγκόπτοντες   τοῦ  πνεύματος   τὴν  ῥύμην.  Ταῦτα  δὲ πάσχουσιν ἐν τῷ Ἀδρίᾳ, ἔνθα τὸ σώζεσθαι χαλεπόν. Ἦμεν δὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαὶ   διακόσιαι   ἑβδομηκονταέξ.   Καὶ  πόθεν   δῆλον,   ὅτι   τοσοῦτοι   ἦσαν   οἱ συμπλέοντες; Εἰκὸς ἦν αὐτοὺς ἐρωτᾷν τὴν αἰτίαν, δι' ἣν πλέουσι, καὶ μαθεῖν πάντα. Οἱ δὲ οὐδενὸς  μετέλαβον,  ὅτι  οὐκ ἦν  αὐτοῖς  φροντὶς  τροφῆς,  ἅτε  οὐ περὶ τῶν τυχόντων  ὄντος τοῦ κινδύνου. Καὶ ὅρα πῶς οὐχ ἁπλῶς οὐδὲ ἡ παρολκὴ τοῦ πλοὸς γέγονε τῷ Παύλῳ, οὐδὲ ἄκαιρος ὁ πλοῦς, ἀλλὰ ποιεῖται αὐτὸν διδασκαλίας καιρόν. Οὐ μικρὸν  δὲ  τοῦτο,  εἴ  γε  πάντες  οὗτοι  ἐπίστευσαν.  Ἀλλ'  ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα. Ἱκανοῦ δὲ χρόνου διαγενομένου,  καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοὸς, παρῄνει  ὁ  Παῦλος λέγων  αὐτοῖς·  Ἄνδρες,  θεωρῶ,  ὅτι  μετὰ  ὕβρεως  καὶ  ζημίας μέλλειν ἔσεσθαι τὸν πλοῦν. Ὅρα τὸ ἄτυφον· ἵνα μὴ δόξῃ προφητεύειν, ἀλλ' ὡς ἀπὸ στοχασμοῦ  λέγειν,  Θεωρῶ, φησίν·  οὐ  γὰρ  ἂν  ἐδέξαντο,  εὐθέως  εἰ  τοῦτο  εἶπε. Πρότερον γοῦν προφητεύει, καὶ λέγει· Ὁ Θεὸς, ᾧ λατρεύω, ἐνάγων αὐτούς. Πῶς οὖν οὐκ ἐγένετο μετὰ ζημίας ψυχῶν; Ἐγένετο ἂν, εἰ μὴ ὁ Θεὸς διέσωσεν. Ὅσον γὰρ κατὰ τὴν φύσιν τοῦ πράγματος, ἀπώλοντο ἄν· ἀλλ' ὁ Θεὸς ἐκώλυσεν. Ὁ δὲ ἑκατοντάρχης, φησὶ, τῷ  κυβερνήτῃ  μᾶλλον  ἐπείθετο  ἢ  τοῖς  ὑπὸ  τοῦ  Παύλου λεγομένοις.  Ἵνα δειχθῇ, ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία  λέγει, καὶ ταῦτα ἔμπειρος ὤν· οὕτως οὐκ ἀπὸ στοχασμοῦ ἦν τὰ λεγόμενα. Ἀνευθέτου δὲ τοῦ λιμένος,  φησὶν, ὑπάρχοντος.  Ὅρα καὶ ὁ τόπος διδάσκει μὴ ἀπὸ στοχασμοῦ εἶναι, ἀνεύθετος ὤν· μᾶλλον δὲ ἀπὸ στοχασμοῦ φαίνονται λέγοντες ἐκείνων οἱ πλείους, οἳ καὶ βουλεύονται  ἀναχθῆναι  ἐκεῖθεν· ἀλλ' οὐδὲν αὐτοῖς πλέον  ἐκ τούτου γίνεται· περιπίπτουσι γὰρ κλύδωνι,  καὶ ἐκβολὴν ὧν ἐπεφέροντο  ποιοῦνται.  ∆ιὸ καὶ τοῦτο δηλῶν,  ἐπήγαγε·  Σφοδρῶς  δὲ  χειμαζομένων  ἡμῶν,  αὐτόχειρες  τὴν  σκευὴν  τοῦ πλοίου ἐῤῥίψαμεν. Ἵνα μὴ ἔχωσι μετὰ ταῦτα ἀπειθεῖν, ταῦτα συγχωρεῖται. Καὶ χαλεπὸς χειμὼν ἐγείρεται, καὶ πολὺ τὸ σκότος γίνεται. Εἶτα ἵνα μὴ ἀπόλωνται, καὶ ὁ σῖτος ῥίπτεται καὶ πάντα·  τοῦτο γάρ ἐστι, Τὴν σκευὴν τοῦ πλοίου ἐῤῥίψαμεν. Πολλῆς δὲ ἀσιτίας ὑπαρχούσης, εἶπεν ὁ Παῦλος· Ἔδει πειθαρχήσαντάς μοι κερδῆσαι τὴν ζημίαν. Εἶδες, πῶς οὐ μικρὰ πρὸς τὴν ἀκρόασιν συνεβάλετο καὶ ὁ χειμὼν καὶ τὸ σκότος; Καὶ ὅρα πῶς πείθεται  ὁ ἑκατόνταρχος, ὥστε καὶ τὴν σκάφην ἀφεῖναι  καὶ ἀπολέσαι. Εἰ δὲ οἱ ναῦται οὐδέπω ἐπείσθησαν, ἀλλ' ὕστερον πείθονται, μὴ θαυμάσῃς· καὶ γὰρ τὸ γένος τὸ τούτων ἰταμόν πώς ἐστι καὶ σκληρὸν πρὸς τὸ πείθεσθαι. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν καὶ ἐντεῦθεν τοῦ Παύλου. Οὐ γὰρ ἐπιτιμᾷ καὶ τραχύνεται, ἀλλ' ἡμέρως, Οὕτως ἔδει, φησίν. Ἤδει γὰρ, ὅτι οὐκ ἔστιν εὐπαράδεκτος ἐγκαλῶν τις ἐν συμφορᾷ, ἀλλ' ὅταν καὶ τὰ πλείονα παρατρέχῃ τῆς συμφορᾶς, τότε εὐπαράδεκτος γίνεται. Τότε τοίνυν ἐπιτίθεται, ὅτε πᾶσα ἡ ἐλπὶς τοῦ σωθῆναι περιῃρέθη· τότε καὶ τὰ  χρηστὰ  προλέγει.  Ὡς  δὲ  τεσσαρεσκαιδεκάτη νὺξ  ἐγένετο,  φησὶ,  φοβούμενοι ηὔχοντο ἡμέραν γενέσθαι. Ἵνα μή τις εἴπῃ, ὅτι οὐδὲν γέγονε, τοῦτο ἐπήγαγε, δεικνὺς πάντα γεγονότα. Ὅτι δὲ γέγονε, καὶ ὁ φόβος μαρτυρεῖ· Ηὔχοντο γὰρ, φησὶν, ἡμέραν γενέσθαι φοβούμενοι. Καὶ ὁ τόπος χαλεπός· κατὰ γὰρ τὸν Ἀδρίαν ταῦτα συμβαίνει· καὶ  ἡ ἀσιτία ἡ πολλή·  Τεσσαρεσκαιδεκάτην γὰρ  σήμερον ἡμέραν  προσδοκῶντες ἄσιτοι διατελεῖτε. Ὥστε ἐξ ἁπάντων  ἐν μέσῳ ἦσαν θανάτου· διὸ καὶ ἐπάγει· Παρακαλῶ  ὑμᾶς  προσλαβεῖν  τροφῆς.  Τοῦτο  γὰρ  πρὸς  τῆς  ὑμετέρας  σωτηρίας ὑπάρχει· τουτέστι, Μή ποτε λιμῷ διαφθαρῆτε, τροφῆς μεταλάβετε. Λαβὼν δὲ ἄρτον, φησὶν, εὐχαρίστησε τῷ Θεῷ.


δʹ. Ὅρα, τὸ εὐχαριστῆσαι αὐτὸν ἐπὶ τοῖς γεγενημένοις οὐ μόνον  αὐτοὺς ἐπέῤῥωσεν, ἀλλὰ  καὶ εὐθύμους ποιεῖ. Ἦμεν δὲ, φησὶ, πᾶσαι αἱ ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομηκονταέξ. Περὶ τούτων ἔλεγεν· Ἀποβολὴ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν. Τοῦτο πεπληροφορημένης ψυχῆς, τὸ εἰπεῖν, ὅτι σωθήσονται. Κορεσθέντες δὲ τῆς τροφῆς ἐκούφιζον  τὸ πλοῖον  ἐκβαλλόμενοι  τὸν σῖτον. Ὁρᾷς; πρὸς τὸ λαβεῖν τροφὴν πείθονται μόνον· ἀλλ' οὕτω λοιπὸν τὸ πᾶν ἔῤῥιψαν ἐπὶ τὸν Παῦλον, ὡς καὶ τὸν σῖτον ἐκβαλεῖν. Ὅρα αὐτοὺς καὶ τὰ ἀνθρώπινα  ποιοῦντας, καὶ οὐ κωλύοντα  τὸν Παῦλον. Ὅτε δὲ, φησὶν, ἡμέρα ἐγένετο, ἀνῆκαν τὰς ζευκτηρίας.
∆ιαλύεται  τὸ πλοῖον  ἐν ἡμέρᾳ, ἵνα  μὴ τῷ φόβῳ  διαλυθῶσιν,  ἵνα  ἴδῃς ἔργῳ τὴν προφητείαν. Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο, ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν. Ὁρᾷς ὅτι καὶ κατὰ τοῦτο τῷ Παύλῳ ἐχαρίσθησαν; διὰ γὰρ αὐτὸν οὐκ εἴασεν αὐτοὺς ἀναιρεθῆναι ὁ ἑκατόνταρχος. Οὕτω μοι δοκοῦσιν ὡμολογημένοι εἶναι κακοὶ ἐκεῖνοι, ὥστε ἑλέσθαι αὐτοὺς καὶ ἀνελεῖν ἀλλ' οὐδὲν πλέον γέγονε, τοῦ βουλήματος κωλυθέντος,  ἀλλ' οἱ μὲν ἐξεκολύμβησαν, οἱ δὲ ἐπὶ σανίδων ἐφέροντο, καὶ πάντες οὕτως ἐσώθησαν, καὶ ἡ προφητεία τέλος ἐλάμβανεν, εἰ καὶ μὴ τῷ χρόνῳ σεμνή τις οὖσα· οὐ γὰρ πρὸ πολλῶν  ἐτῶν  αὐτὴν  προεῖπεν, ἀλλὰ τῇ φύσει τῶν  πραγμάτων ἑπόμενος· ἀνέλπιστα γὰρ ἦν πάντα, καὶ διὰ τῆς οἰκείας σωτηρίας ἐμάνθανον  τίς ὁ Παῦλος ἦν. Ἀλλ' εἴποι ἄν τις· ∆ιὰ τί μὴ καὶ τὸ πλοῖον διέσωσεν; Ἵνα μάθωσιν οἷον κίνδυνον  διέφυγον·  ὅτι οὐκ ἀνθρωπίνης  βοηθείας ἦν τὸ πᾶν, ἀλλὰ τῆς τοῦ Θεοῦ χειρὸς χωρὶς πλοίου σωζούσης. Ὥστε οἱ δίκαιοι κἂν ἐν χειμῶνι ὦσι, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πελάγει, οὐδὲν πάσχουσι δεινὸν, ἀλλὰ καὶ ἑτέρους συνδιασώζουσιν. Εἰ πλοῖον κινδυνεῦον καὶ ναυάγιον ὑπομένον, καὶ δεσμῶται διὰ Παῦλον ἐσώθησαν, ἐννόησον, τί  ἐστιν  ἅγιον  ἄνδρα   εἶναι  ἐν  οἰκίᾳ·  πολλοὶ  γὰρ  οἱ  χειμῶνες  καὶ  ἡμῖν ἐφίστανται,  καὶ πολλῷ  τούτων  χαλεπώτεροι,  ἀλλὰ δύναται  καὶ ἡμᾶς χαρίσασθαι, μόνον ἐὰν πειθώμεθα τοῖς ἁγίοις καθάπερ ἐκεῖνοι, ἂν ποιῶμεν ἃ προστάττουσιν. Οὐ γὰρ ἁπλῶς σώζονται, ἀλλὰ καὶ αὐτοὶ πίστιν εἰσήνεγκαν. Κἂν δέσμιος ᾖ ὁ ἅγιος, τῶν λελυμένων μείζονα ἐργάζεται. Καὶ σκόπει τοῦτο ἐνταῦθα γεγενημένον. Ὁ λελυμένος ἑκατόνταρχος αὐτοῦ ἐδεῖτο τοῦ δεδεμένου· ὁ ἐπιστήμων κυβερνήτης τοῦ μὴ κυβερνήτου ἔχρῃζε, μᾶλλον δὲ τοῦ ὄντως κυβερνήτου. Οὐ γὰρ τοιοῦτον ἐκυβέρνα σκάφος,  ἀλλὰ  τῆς  οἰκουμένης  τὴν  Ἐκκλησίαν,  παρ'  ἐκείνου  μαθὼν  τοῦ  καὶ θαλάσσης ∆εσπότου, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ πνευματικῇ σοφίᾳ. Ἐν τῷ σκάφει τούτῳ πολλὰ ναυάγια, πολλὰ κύματα, πνεύματα πονηρίας, Ἔσωθεν μάχαι, ἔξωθεν φόβοι· ὥστε ὁ ὄντως κυβερνήτης ἐκεῖνος ἦν. Ὅρα δὴ τὸν βίον ἡμῶν ἅπαντα πῶς τοιοῦτός ἐστι. Ποτὲ μὲν γὰρ φιλανθρωπίας  ἀπολαύομεν, ποτὲ δὲ χειμῶνος, ποτὲ καὶ παρ' οἰκείαν ἀβουλίαν, καὶ παρὰ τὸ ῥᾳθυμεῖν δὲ μυρίοις ἐμπίπτομεν κακοῖς· μᾶλλον δὲ τοῦτο γίνεται, παρὰ τὸ μὴ ἀκούειν Παύλου, ὅταν ἐπειγώμεθά που ἀπελθεῖν, ἔνθα μὴ κελεύει. Συμπλεῖ γὰρ καὶ νῦν ἡμῖν, ἀλλ' οὐ δεδεμένος, καθάπερ τότε· παραινεῖ καὶ νῦν, καὶ λέγει τοῖς ἐν τῇ θαλάττῃ ταύτῃ· Προσέχετε ἑαυτοῖς· εἰσελεύσονται γὰρ μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς· καὶ πάλιν, Ἐν ὑστέροις καιροῖς ἐνστήσονται  καιροὶ  χαλεποὶ,   καὶ  ἔσονται  οἱ  ἄνθρωποι   φίλαυτοι,   φιλάργυροι, ἀλαζόνες.  Τοῦτο πάντων  χαλεπώτερον  τῶν  πνευμάτων.

 εʹ. Μένωμεν  οὖν  ἔνθα κελεύει ἐπὶ τῆς πίστεως, ἐπὶ τοῦ λιμένος τοῦ ἀσφαλοῦς· αὐτοῦ μᾶλλον ἀκούωμεν, ἢ τοῦ κυβερνήτου τοῦ ἐν ἡμῖν, τουτέστι τοῦ λογισμοῦ. Μὴ ἅπερ ἂν ὑποβάλλῃ οὗτος, ποιῶμεν, μὴ ἅπερ ὁ ναύκληρος, ἀλλὰ ἅπερ ἂν ὁ Παῦλος· μυρίους τοιούτους διῆλθε χειμῶνας. Μὴ τῇ πείρᾳ μανθάνωμεν, ἀλλὰ πρὸ τῆς πείρας κερδάνωμεν καὶ ὕβριν καὶ ζημίαν.  Ἄκουσον τί  φησιν· Οἱ βουλόμενοι  πλουτεῖν,  ἐμπίπτουσιν  εἰς πειρασμόν. Πειθώμεθα τοίνυν αὐτῷ, ἐπεὶ καὶ ἐκεῖνοι μὴ πεισθέντες, ὁρᾶτε τί ἔπαθον. Καὶ πάλιν ἑτέρωθι λέγει, τί ποιεῖ ναυάγια· Οἵτινες, φησὶν, ἐναυάγησαν περὶ τὴν πίστιν. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης. Πειθώμεθα Παύλῳ· κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντως   ἀπαλλαγησόμεθα  τῶν  κινδύνων,   κἂν  τεσσαρεσκαίδεκα ἡμέραις  ἄσιτοι διαμένωμεν,  κἂν ἡ ἐλπὶς  τῆς σωτηρίας ἐκπέσῃ, κἂν ἐν σκότῳ ὦμεν  καὶ γνόφῳ, πεισθέντες αὐτῷ, ἀπαλλαγησόμεθα τῶν κινδύνων. Πλοῖον εἶναι νομίζωμεν τὴν οἰκουμένην πᾶσαν, κἀν τούτῳ τοὺς κακούργους καὶ μυρία ἔχοντας δεινὰ, τοὺς μὲν ἄρχοντας, τοὺς δὲ φύλακας, τοὺς δὲ δικαίους, οἷος Παῦλος, τοὺς δὲ δεσμίους, ταῖς ἁμαρτίαις δεδεμένους· ἂν μὲν οὖν Παύλῳ πειθώμεθα,  οὐ δεδεμένοι ἀπολλύμεθα, ἀλλὰ  καὶ  λυόμεθα·  χαριεῖται  καὶ  ἡμᾶς  αὐτῷ  ὁ Θεός. Ἢ οὐκ  οἴει  δεσμὸν  εἶναι χαλεπὸν τὰ ἁμαρτήματα καὶ τὰ πάθη; οὐ γὰρ δὴ χεῖρες μόνον εἰσὶ δεδεμέναι, ἀλλ' ὁ πᾶς ἄνθρωπος. Εἰπὲ γάρ μοι, ὅταν τις χρήματα πολλὰ κεκτημένος μὴ ἀναλίσκῃ μηδὲ δαπανᾷ, ἀλλὰ  κατέχῃ, οὐχὶ  παντὸς  δεσμίου χαλεπώτερον  τῇ φειδωλίᾳ  δεσμεῖται δεσμῷ ἀῤῥαγεῖ; Τί δαὶ, ὅταν  τις εἱμαρμένῃ ἑαυτὸν  ὑποβάλλῃ, οὐχὶ πάλιν  ἄλλοις οὗτος  δεσμοῖς δέδεται; Τί δαὶ, ὅταν  παρατηρήσεσι; τί  δαὶ, ὅταν  συμβόλοις; οὐχὶ παντὸς  δεσμοῦ ταῦτα  χαλεπώτερα; τί  δαὶ, ὅταν  ἐπιθυμίᾳ  ἀλόγῳ  καὶ  ἔρωτι;  Τίς διαῤῥήξει τούτους ὑμῖν τοὺς δεσμούς; Τοῦ Θεοῦ χρεία ὥστε λυθῆναι.  Καὶ ἓν μὲν τούτων ἀρκεῖ κίνδυνον ἐμποιῆσαι· ὅταν δὲ καὶ δεσμὰ καὶ χειμὼν, ἐννόησον ὅσον τὸ τῶν κινδύνων. Τί γὰρ οὐχ  ἱκανὸν διαφθεῖραι; οὐχ ὁ λιμὸς, ὁ χειμὼν, ἡ κακία τῶν  ἐμπλεόντων,  τὸ  τοῦ  καιροῦ ἀνεπιτήδειον;  Ἀλλὰ  πρὸς ταῦτα  πάντα  ἔστη ἡ λαμπρότης Παύλου. Οὕτω δὴ καὶ νῦν· κατέχωμεν παρ' ἑαυτοῖς τοὺς ἁγίους, καὶ οὐκ ἔσται  χειμών·  μᾶλλον  δὲ,  κἂν  ᾖ  χειμὼν,  ἔσται  εὐδία  καὶ  γαλήνη  πολλὴ,  καὶ ἀπαλλαγὴ τῶν κινδύνων· ἐπειδὴ τὸν ἅγιον εἶχε φίλον ἡ χήρα ἐκείνη, καὶ ὁ θάνατος ἐλύθη τοῦ παιδίου, καὶ τὸν παῖδα πάλιν  ζῶντα ἀπελάμβανεν.  Ἔνθα πόδες ἁγίων ἐπιβαίνουσιν,  οὐδὲν ἔσται λυπηρόν· κἂν γένηται,  πρὸς δοκιμὴν καὶ πρὸς μείζονα δόξαν τοῦ Θεοῦ. Ἔθισον τὸ ἔδαφος τῆς οἰκίας ὑπὸ τοιούτων πατεῖσθαι ποδῶν, καὶ οὐ πατήσει δαίμων  ἐκεῖ· καὶ μάλα εἰκότως. Ὥσπερ γὰρ ἔνθα ἂν εὐωδία  ᾖ, οὐχ ἕξει χώραν δυσωδία· οὕτω καὶ ἔνθα μύρον ἐστὶ τὸ ἅγιον, ἀποπνίγεται δαίμων, εὐφραίνει τοὺς συνόντας, διαχέει ψυχὴν, ἀνίησιν. Ἔνθα ἄκανθαι, ἐκεῖ θηρία· ἔνθα φιλοξενία, οὐκ  εἰσὶν  ἄκανθαι·  ἡ  γὰρ  ἐλεημοσύνη  εἰσελθοῦσα παντὸς  δρεπάνου  τομώτερον ἀναιρεῖ τὰς ἀκάνθας, παντὸς πυρὸς σφοδρότερον. Μὴ φοβηθῇς· αἰδεῖται τὰ ἴχνη τῶν ἁγίων, καθάπερ λέοντας ἀλώπεκες. ∆ίκαιος γὰρ, φησὶν, ὡς λέων πέποιθεν. Εἰσαγάγωμεν τούτους τοὺς λέοντας εἰς  τὴν οἰκίαν, καὶ πάντα φυγαδεύεται τὰ θηρία, οὐ βοώντων  αὐτῶν  μεγάλα, ἀλλ' ἁπλῶς φθεγγομένων.  Οὐ γὰρ βρυχηθμὸς λέοντος  οὕτω  φυγαδεύει  τὰ  θηρία,  ὡς  εὐχὴ  δικαίου  φυγαδεύει  δαίμονας·  ἂν φθέγξηται  μόνον,  κατεπτήχασι.  Καὶ ποῦ  νῦν  τοιοῦτοι,  φησὶ, εἰσί; Πανταχοῦ, ἂν πιστεύωμεν ἡμεῖς, ἂν ζητῶμεν, ἂν περιεργαζώμεθα. Ποῦ ἐζήτησας, εἰπέ μοι; πότε τοῦτο ἔργον ἔσχες; πότε πρᾶγμα τοῦτο ἔθου; Εἰ δὲ οὐ ζητεῖς, μὴ θαυμάσῃς, ὅτι οὐχ
εὑρίσκεις· Ὁ γὰρ ζητῶν εὑρίσκει, οὐχ ὁ μὴ ζητῶν. Ἄκουσον τοὺς ἐν ταῖς ἐρημίαις ὄντας· ἀπάγαγε χρυσίον καὶ ἀργύριον· πανταχοῦ τῆς οἰκουμένης εἰσί. Κἂν μὴ ἐν τῇ οἰκίᾳ δέξῃ, ἄπελθε σὺ πρὸς αὐτὸν, συγγένου τῷ ἀνδρὶ, πρὸς τὸ οἴκημα γένου  τὸ ἐκείνου, ἵνα δυνηθῇς  ἐπιτυχεῖν,  καὶ τῆς παρ'  αὐτοῦ εὐλογίας ἀπολαῦσαι. Μεγάλη γὰρ ἡ παρὰ τῶν ἁγίων εὐλογία, ἧς ἐπιτυγχάνειν  σπουδάζωμεν, ἵνα διὰ τῶν εὐχῶν τούτων  βοηθούμενοι,  τῆς  παρὰ τοῦ  αὐτοὺς  ἐνδυναμοῦντος  Θεοῦ φιλανθρωπίας ἀπολαύσωμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ μονογενοῦς  αὐτοῦ  Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/














Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |