ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΗʹ Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ,

Σάββατο 22 Οκτωβρίου 2016

ΜΗʹ Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ,



Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΜΗʹ Ἐγένετο   δέ   μοι   ὑποστρέφοντι   εἰς   Ἱερουσαλὴμ, εὐχομένου  ἐν  τῷ  ἱερῷ,  γενέσθαι  με  ἐν  ἐκστάσει, καὶ  ἰδεῖν  λέγοντά  μοι  αὐτόν· Σπεῦσον, καὶ  ἔξελθε  ἐν  τάχει  ἐξ  Ἱερουσαλὴμ,  διότι  οὐ  παραδέξονταί  σου τὴν μαρτυρίαν περὶ ἐμοῦ, Κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου  τοῦ  μάρτυρός  σου,  καὶ  αὐτὸς  ἤμην  ἐφεστὼς,  καὶ  συν  ευδοκῶν  τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.

αʹ. Ὅρα πῶς ἑαυτὸν εἰσωθεῖ εἰς τοὺς κινδύνους. Ἐπάγει γάρ· Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλήμ· τουτέστιν, Ἦλθον μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλὴμ πάλιν. Καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει, διότι οὐ παρα  δέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Ὅρα, οὐδὲ τοῦτο ἀμάρτυρον, ἀλλ' ἀπὸ τῆς ἐκβάσεως ἡ μαρτυρία. Εἶπεν ὅτι Οὐ δέξονταί σου τὴν μαρτυρίαν· καὶ οὐκ ἐδέξαντο. Καὶ μὴν ἀπὸ λογισμῶν ἔδει ὑποπτεῦσαι, ὅτι πάντως  δέξονται. Ἐγὼ γὰρ ἤμην ὁ φυλακίζων  καὶ δέρων, φησίν. Ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· καὶ ὅμως οὐκ ἐδέξαντο. ∆ιὸ καὶ τοῦτο ἐν τῇ ἐκστάσει μανθάνει τὸ μὴ παραδεχθῆναι. Ἐνταῦθα δύο κατασκευάζει, ὅτι τε ἀναπολόγητα αὐτοῖς ἐστίν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λόγον· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς τὰ παρὰ προσδοκίαν προφητεύων,  καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα,  ἀλλὰ  τὰ  μέλλοντα   προειδώς. 


Πῶς  οὖν  λέγει,  Ἐνώπιον  ἐθνῶν   καὶ βασιλέων υἱῶν τε Ἰσραὴλ  βαστάσει τὸ ὄνομά μου; Βαστάσει, εἶπεν, οὐ πάντως πείσει· ἄλλως δὲ Ἰουδαῖοι ἀλλαχοῦ μὲν ἐπείθοντο, ἐνταῦθα δὲ οὐχί. Ὅπου μάλιστα ἔδει πεισθῆναι, εἰδότας αὐτοῦ τὴν προτέραν προθυμίαν, ἐνταῦθα οὐκ ἐπείθοντο. Καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου  τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐφεστὼς, καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ὅρα ποῦ πάλιν  ὁ λόγος τελευτᾷ, εἰς τὸ ἰσχυρὸν κεφάλαιον. ∆είκνυσι γὰρ, ὅτι αὐτὸς ἦν ὁ ἐλαύνων,  καὶ οὐκ ἐλαύνων  μόνον, ἀλλὰ καὶ μυρίαις χερσὶν ἀναιρῶν τὸν Στέφανον. Ὑπέμνησεν αὐτοὺς μιαιφονίας χαλεπῆς. Τότε δὴ μάλιστα οὐκ ἤνεγκαν, ἐπειδὴ τοῦτο ἤλεγχεν  αὐτούς· καὶ ἤδη ἡ προφητεία ἐπληροῦτο. Ὁ ζῆλος τοίνυν  πολὺς, καὶ ἡ κατηγορία σφοδρὰ, καὶ οἱ μάρτυρες τῆς ἀληθείας  τοῦ  Χριστοῦ παῤῥησίᾳ διαλεγόμενοι.  Ἀλλ' οἱ Ἰουδαῖοι  οὐκ ἠνέσχοντο λοιπὸν πάσης ἀκοῦσαι τῆς δημηγορίας, ἀλλ' ὑπὸ τοῦ θυμοῦ σφόδρα ἐμπρησθέντες ἐβόων. Καὶ εἶπε πρός με· Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἀποστελῶ σε. Ἤκουον δὲ αὐτοῦ ἄχρι τοῦ λόγου τούτου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, λέγοντες· Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Κραζόντων δὲ αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια, καὶ κονιορτὸν βαλλόντων  εἰς τὸν ἀέρα, ἐκέλευσεν ὁ χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν, ἵνα γνῷ, δι' ἣν αἰτίαν οὕτω κατεβόων αὐτοῦ. Καὶ τὸν χιλίαρχον δέον ἐξετάσαι, εἰ ταῦτα οὕτως ἔχοι, ἢ καὶ αὐτοὺς ἐκείνους· ὁ δὲ μηδὲν πλέον ποιήσας, μάστιξιν ἀνετάζειν αὐτὸν ἐπαγγέλλεται. Ἐκέλευσε γὰρ αὐτὸν, φησὶν, εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν, εἰπὼν μάστιξιν ἀνετάζεσθαι αὐτὸν,  ἵνα  γνῷ,  δι' ἣν  αἰτίαν  οὕτω  κατεβόων  αὐτοῦ. Καὶ μὴν  παρ' ἐκείνων ἔδει μαθεῖν τῶν καταβοώντων, καὶ ἐρωτῆσαι εἴ τινος τῶν εἰρημένων ἐπελαμβάνοντο· ἀλλ' ἁπλῶς τῇ ἐξουσίᾳ χρᾶται, καὶ ἐκείνοις πρὸς χάριν ποιεῖ· οὐ γὰρ τοῦτο  ἐζήτει, ὅπως  δικαίως  τι  πράξειεν,  ἀλλ' ὅπως  παύσειε τὸν  ἐκείνων  θυμὸν ἄδικον ὄντα. Ὡς δὲ προσέτεινον αὐτὸν τοῖς ἱμᾶσιν, εἶπε πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον· Εἰ ἄνθρωπον Ῥωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν; Οὐκ ἐψεύσατο Παῦλος, μὴ γένοιτο, Ῥωμαῖον ἑαυτὸν εἰπών· Ῥωμαῖοςγὰρ ἦν· διὸ καὶ ὁ χιλίαρχος  ἀκούσας φοβεῖται.  Καὶ τίνος,  φησὶν,  ἕνεκεν  ἐφοβήθη;  Εἰ ἔξεστιν ὑμῖν ἕτερον, ἔδεισεν ἂν, μὴ ἁλῷ καὶ μείζονα δίκην δῷ. Καὶ ὅρα, οὐχ ἁπλῶς φησιν, ἀλλ', Εἰ ἔξεστιν ὑμῖν; ∆ύο τὰ ἐγκλήματα, καὶ τὸ ἄνευ λόγου, καὶ τὸ Ῥωμαῖον ὄντα. Μεγάλην εἶχον ταύτην τότε προνομίαν οἱ ἀξιούμενοι οὕτω καλεῖσθαι· καὶ οὐ πάντες τούτου ἐτύγχανον· ἀπὸ γὰρ Ἀδριανοῦ φασι πάντας Ῥωμαίους ὀνομασθῆναι, τὸ δὲ παλαιὸν οὐχ οὕτως ἦν. Ἢ καὶ Ῥωμαῖον ἑαυτὸν εἶπεν, ἵνα διαφύγῃ τὴν τιμωρίαν· εὐκαταφρόνητος γὰρ ἂν ἐγένετο μαστιχθείς· νῦν δὲ τοῦτο εἰπὼν, εἰς πλείονα αὐτοὺς ἐμβάλλει φόβον. Εἰ δὲ ἐμάστιξαν, καὶ παρέτρεψαν ἂν τὸ πρᾶγμα, ἢ καὶ ἀπέκτειναν αὐτόν· νῦν δὲ οὐχ οὕτω γίνεται. Ὅρα πῶς ὁ Θεὸς συγχωρεῖ καὶ ἀνθρωπίνως  πολλὰ γενέσθαι, καὶ ἐπ' αὐτῶν  καὶ τῶν λοιπῶν.  Ὁ δὲ χιλίαρχος  ἀποκριθεὶς, ὅτι Πολλοῦ κεφαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην, δείκνυσιν ὑποπτεῦσαι πρόφασιν εἶναι τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον τὸν Παῦλον· καὶ ἴσως τοῦτο ὑπέλαβεν ἀπὸ τῆς λιτότητος Παύλου τῆς  φαινομένης.  Ἀκούσας δὲ ὁ ἑκατόνταρχος,  προσελθὼν  τῷ  χι   λιάρχῳ ἀπήγγειλε, λέγων· Ὅρα τί μέλλεις ποιεῖν· ὁ γὰρ ἄνθρωπος οὗτος Ῥωμαῖός ἐστι. Προσελθὼν δὲ ὁ χιλίαρχος εἶπεν αὐτῷ· Λέγε μοι, εἰ σὺ Ῥωμαῖος εἶ; Ὁ δὲ ἔφη· Ναί.  Ἀπεκρίθη   ὁ   χιλίαρχος·   Ἐγὼπολλοῦ   κεφαλαίου   τὴν   πολιτείαν   ταύτην ἐκτησάμην. Ὁ δὲ Παῦλός φησιν· Ἐγὼ δὲ καὶ γεγέννημαι. Εὐθέως δὲ ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες  ἀνετάζειν  αὐτόν.  Καὶ ὁ χιλίαρχος  δὲ ἐφοβήθη  ἐπιγνοὺς,  ὅτι Ῥωμαῖός ἐστι, καὶ ὅτι ἦν αὐτὸν δεδεκώς. Ἐγὼ δὲ, φησὶ, καὶ γεγέννημαι.  Ἄρα καὶ πατρὸς ἦν Ῥωμαίου. Τί οὖν ἀπὸ τούτου γίνεται; Λύσας κατήγαγεν αὐτὸν πρὸς τοὺς Ἰουδαίους. Οὕτως οὐκ ἦν ψεῦδος τὸ εἰπεῖν ἑαυτὸν Ῥωμαῖον, ὅτι καὶ ἀπώνατο ἀπ' αὐτοῦ λυθεὶς τοῦ δεσμοῦ· καὶ πῶς, ἄκουε· Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι  τὸ ἀσφαλὲς,  τὸ  τί  κατηγορεῖται  ὑπὸ  τῶν  Ἰουδαίων,  ἔλυσεν  αὐτὸν,  καὶ  ἐκέλευσε συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον· καὶ καταγαγὼν τὸν Παῦλον, ἔστησεν εἰς αὐτούς. Ἀτενίσας δὲ Παῦλος τῷ συνεδρίῳ εἶπεν. Οὐκέτι πρὸς τὸν χιλίαρχον, ἀλλὰ πρὸς τὸ πλῆθος καὶ τὸν δῆμον πάντα διαλέγεται. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι  τῷ Θεῷ ἄχρι ταύτης  τῆς ἡμέρας. Ὃ λέγει, τοῦτό ἐστιν· Οὐ σύνοιδα ἐμαυτῷ τι ἠδικηκὼς ὑμᾶς, οὐδὲ ἄξιον τῶν δεσμῶν τούτων πράττων.  Τί οὖν ὁ ἀρχιερεύς; ∆έον κατανυγῆναι  ἐφ' οἷς εἰς χάριν αὐτῶν  ἀδίκως ἐδέδετο, ὁ δὲ καὶ προσεπιτίθησι, καὶ κελεύει τύπτεσθαι αὐτόν· ὃ καὶ δῆλον ἐξ ὧν ὑπήγαγεν. Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας τοῖς παρεστῶσιν αὐτὸν ἐπέταξε τύπτειν αὐτοῦ τὸ στόμα. Καλά γε· ἐπιεικὴς ὁ ἀρχιερεύς. Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· Τύπτειν σε μέλλει  ὁ Θεὸς, τοῖχε  κεκονιαμένε.  Καὶ σὺ κάθῃ κρίνων  με κατὰ τὸν  νόμον,  καὶ παρανομῶν κελεύεις με τύπτεσθαι; Οἱ δὲ παρεστῶτες εἶπον· Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; Ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοὶ, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· Ἄρχοντα  τοῦ  λαοῦ  σου οὐκ  ἐρεῖς  κακῶς. 



βʹ. Τινὲς  μὲν  οὖν  φασιν,  ὅτι  εἰδὼς εἰρωνεύεται· ἐμοὶ δὲ δοκεῖ, ὅτι οὐδὲ ὅλως ᾔδει, ὅτι ἐστὶν ἀρχιερεύς· ἦ γὰρ ἂν καὶ ἐτίμησε· διὸ καὶ ἀπολογεῖται ὡς κατηγορίας οὔσης, καὶ ἐπάγει· Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Τί οὖν; φησίν· εἰ γὰρ μὴ ἄρχων ἦν, ἄλλον ἁπλῶς ὑβρίζειν ἔδει; Οὐδαμῶς, ἀλλὰ καὶ ὑβριζόμενον μᾶλλον ἐνεγκεῖν. Ἄξιον δὲ ζητῆσαι, πῶς ἀλλαχοῦ ὁ αὐτὸς λέγων,  Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι  ἀνεχόμεθα, ἐνταῦθα τοὐναντίον  ποιεῖ, καὶ οὐ λοιδορεῖται μόνον, ἀλλὰ καὶ ἐπαρᾶται; Ἄπαγε, οὐδέτερον τούτων φαίνεται πεποιηκώς· ἀλλὰ τῷ ἀκριβῶς σκοποῦντι παῤῥησίας μᾶλλόν ἐστι τὰ ῥήματα ἢ θυμοῦ· ἄλλως δὲ οὐκ ἐβούλετο εὐκαταφρόνητος φανῆναι τῷ χιλιάρχῳ. Εἰ γὰρ αὐτὸς μὲν ἐφείσατο μαστίξαι ὡς δὴ τοῖς Ἰουδαίοις ἐκδίδοσθαι μέλλοντα, τὸ ὑπὸ τῶν οἰκετῶν τύπτεσθαι, μᾶλλον ἂν ἐκεῖνον θρασύτερον εἰργάσατο· διὰ τοῦτο οὐδὲ πρὸς τὸν παῖδα ἀποτείνεται, ἀλλὰ πρὸς αὐτὸν τὸν ἐπιτάξαντα, τοῦτο κατασκευάζων. Τὸ δὲ, Τοῖχε κεκονιαμένε, καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, εἶπε, μονονουχὶ τοῦτο αὐτῷ λέγων· Ὑπεύθυνος ὢν καὶ μυρίων πληγῶν ἄξιος. Ὅρα γοῦν πῶς αὐτοῦ κατεπλάγησαν  τὴν  παῤῥησίαν ὁ δῆμος. ∆έον γὰρ ἀνατρέψαι  τὸ πᾶν, παροινοῦσι μᾶλλον. Αὐτὸς δὲ καὶ τὸν νόμον ὑπαναγινώσκει, ἐπειδὴ βούλεται δεῖξαι, ὅτι οὐ διὰ τὸ φοβηθῆναι, οὐδὲ διὰ τὸ μὴ ἄξιον εἶναι ἀκοῦ  σαι, ταῦτα οὕτως εἶπεν, ἀλλὰ τῷ  νόμῳ  καὶ  ἐνταῦθα  πειθόμενος.  Καὶ σφόδρα πείθομαι  μὴ  εἰδέναι  αὐτὸν,  ὅτι ἀρχιερεύς ἐστι, διὰ μακροῦ μὲν ἐπανελθόντα  χρόνου, μὴ συγγινόμενον δὲ συνεχῶς Ἰουδαίοις, ὁρῶντα δὲ καὶ ἐκεῖνον ἐν τῷ μέσῳ μετὰ πολλῶν καὶ ἑτέρων· οὐκέτι γὰρ δῆλος ἦν ὁ ἀρχιερεὺς πολλῶν ὄντων καὶ διαφόρων. Οὕτω μοι καὶ τοῦτο πρὸς αὐτοὺς ἀποτείνασθαι δοκεῖ, δεικνὺς, ὅτι νόμῳ πείθεται, καὶ διὰ τοῦτο ἀπολογεῖται. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Προσευχομένου μου, φησὶν, ἐν τῷ ἱερῷ, ἐγένετο γενέσθαι με ἐν ἐκστάσει. Ἵνα δηλώσῃ, ὅτι οὐχ ἁπλῶς  φαντασία ἦν, διὰ τοῦτο προσέθηκε τὸ, Προσευχομένου μου. Σπεῦσον καὶ ἔξελθε ἐν τάχει, φησὶ, διότι οὐ παραδέξονταί σου τὴν  μαρτυρίαν. Ἐνταῦθα δείκνυσιν,  ὅτι οὐχὶ  φοβούμενος  αὐτῶν  τοὺς κινδύνους ἔφυγεν,  ἀλλ' ὅτι οὐκ ἐδέχοντο  τὴν  μαρτυρίαν αὐτοῦ. ∆ιὰ τί δὲ εἶπεν,  ὅτι Αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην δεσμεύων; Οὐκ ἀντιλέγων  τῷ Χριστῷ, μὴ γένοιτο· ἀλλὰ βουλόμενος μαθεῖν τὸ οὕτω παράδοξον. Πορεύου, φησὶν, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Ὅρα· οὐκ ἐδίδαξεν αὐτὸν ὁ Χριστὸς, τί δεῖ ποιεῖν, ἀλλ' εἶπε μόνον ἀπελθεῖν,  καὶ πείθεται· τοσοῦτον ἦν καταπειθής Καὶ ἐπῆραν τὴν  φωνὴν  αὐτῶν, φησὶ, λέγοντες· Αἶρε αὐτόν· οὐ γὰρ καθῆκεν αὐτὸν ζῇν. Ὢ τῆς θρασύτητος καὶ μὴν ὑμᾶς οὐ καθήκει ζῇν, οὐχὶ τοῦτον  τὸν  πάντα  πειθόμενον  τῷ Θεῷ. Ὦ μιαροὶ καὶ ἀνδροφόνοι. Καὶ τὰ ἱμάτια ἐκτινάσσοντες, φησὶ, κονιορτὸν ἔβαλον. Ὥστε χαλεπωτέραν  γενέσθαι τὴν στάσιν τοῦτο ποιοῦσιν, ἢ καὶ φοβῆσαι βουλόμενοι τὸν ἄρχοντα. Καὶ ὅρα· οὐ λέγουσι τὴν αἰτίαν, ἐπειδὴ μηδὲν εἶχον εἰπεῖν, ἀλλὰ τῇ βοῇ καταπλήξειν οἴονται· καὶ μὴν παρὰ τῶν κατηγόρων ἐχρῆν μαθεῖν. Καὶ ὁ χιλίαρχος ἐφοβήθη,  φησὶν,  ἐπιγνοὺς,  ὅτι  Ῥωμαῖός  ἐστιν. Οὐκ ἄρα ψεῦδος  ἦν  τὸ Ῥωμαῖον ἑαυτὸν  εἶναι  τὸν  Παῦλον εἰπεῖν.  Καὶ ἔλυσεν αὐτὸν  ἀπὸ τῶν  δεσμῶν, φησὶ, καὶ καταγαγὼν ἔστησεν εἰς τὸ συνέδριον. Τοῦτο ἔδει ποιῆσαι παρὰ τὴν ἀρχὴν, καὶ μήτε δῆσαι, μήτε βουληθῆναι  μαστίξαι, ἀλλὰ  καταλιπεῖν  μηδὲν  τοιοῦτό τι ποιήσαντα, ὥστε καὶ δεσμεῖσθαι. Καὶ ἔλυσεν αὐτὸν, φησὶ, καὶ καταγαγὼν  εἰς αὐτοὺς ἔστησε. Τοῦτο μάλιστα ἠπόρησαν οἱ Ἰουδαῖοι. Ἀτενίσας δὲ Παῦλος τῷ  συνεδρίῳ, φησὶν, εἶπεν· Ἄνδρες ἀδελφοί. Ἐνταῦθα τὴν παῤῥησίαν αὐτοῦ δείκνυσιν, τὸ ἀκατάπληκτον. Ἀλλ' ὅρα καὶ ἐκείνων  τὸ ἰταμόν· ἐπήγαγε  γάρ· Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας  τύπτειν αὐτοῦ   τὸ  στόμα  ἐπέταξε.  ∆ιὰ  τί   τύπτεις;   τί   γὰρ  εἶπεν   ὑβριστικόν;  Ὢ  τῆς ἀναισχυντίας ὢ τῆς θρασύτητος Τότε ὁ Παῦλος πρὸς αὐτὸν, φησὶν, εἶπε· Τύπτειν σε μέλλει  ὁ Θεὸς, τοῖχε κεκονιαμένε.  Βαβαὶ τῆς παῤῥησίας εἰς ὑπόκρισιν αὐτὸν καὶ παρανομίαν  διασύρει· διὰ τοῦτο γοῦν  καὶ καταστέλλεται.  Καὶ αὐτὸς μὲν ἀπορῶν οὐδὲν  τολμᾷ  εἰπεῖν,  ἀλλ' οἱ παρ' αὐτὸν,  οὐκ ἐνεγκόντες  αὐτοῦ  τὴν  παῤῥησίαν. Οὕτως  εἶδον  ἄνθρωπον  θανατῶντα,  καὶ  οὐχ  ὑπέμειναν.  Οὐκ ᾔδειν,  φησὶν,  ὅτι ἀρχιερεύς ἐστιν. Ἄρα ἀγνοίας ἡ ἐπιτίμησις ἦν· εἰ γὰρ μὴ τοῦτο ἦν, κἂν λαβὼν αὐτὸν ἀπῆλθε,  καὶ  οὐκ  ἐσίγησε,  κἂν  ἐξέδωκεν  αὐτοῖς  αὐτὸν  ὁ  χιλίαρχος.   Ἐνταῦθα δείκνυσιν, ὅτι ἑκὼν πάσχει ἃ πάσχει· καὶ οὕτως ἀπολογεῖται πρὸς αὐτοὺς τῷ νόμῳ πειθόμενος     οὐχὶ   αὐτοῖς   ἐνδείξασθαι   βουλόμενος·   ἐπεὶ   ἐκείνων   καὶ κατεγνώκει  σφόδρα. ∆ιὰ τὸν  νόμον  τοίνυν  ἀπολογεῖται,  ἀλλ' οὐ διὰ τὸν  δῆμον· εἰκότως· τὸ γὰρ τὸν οὐδὲν ἠδικηκότα ἀναιρεῖν, καὶ ταῦτα ἀθῶον ὄντα, παράνομον ἦν. Οὐκοῦν οὐδὲ ὕβρις τὸ παρ' αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις ἂν, ὅταν λέγῃ· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τοίχοις κεκονιαμένοις. Ναὶ, φησίν· ἀλλ' εἰ πρὸ τοῦ τυπτηθῆναι  εἶπεν, οὐκ ἦν θυμοῦ, ἀλλὰ παῤῥησίας. Ἀλλ' εἶπον τὴν αἰτίαν, ὅτι οὐκ ἐβούλετο καταφρονηθῆναι.  Καὶ μὴν ὁ Χριστὸς πολλαχοῦ  ὕβρισεν Ἰουδαίους αὐτὸς ὑβρισθεὶς, ὡς ὅταν λέγῃ· Μὴ δοκεῖτε, ὅτι ἐγὼ κατηγορήσω ὑμῶν. Ἀλλ' οὐκ ἔστι τοῦτο ὕβρις, μὴ γένοιτο. Ὅρα γοῦν, πρὸς ἐκείνους μεθ' ὅσης ἐπιεικείας διαλέγεται. Οὐκ ᾔδειν, ὅτι ἀρχιερεύς ἐστι, φησὶ, τοῦ Θεοῦ. Τοῦτο εἶπε, καὶ οὐκ ἔστη, ἀλλὰ δεικνὺς, ὅτι οὐκ εἰρωνεύεται, ἐπάγει· Ἄρχοντα τοῦ  λαοῦ  σου οὐκ  ἐρεῖς κακῶς.  Βλέπεις, πῶς  καὶ  ἄρχοντα  αὐτὸν  ἔτι  ὁμολογεῖ; Μάθωμεν τοίνυν  καὶ ἡμεῖς τὴν  ἐπιείκειαν,  ἵνα ἐν ἑκατέροις ὦμεν  ἀπηρτισμένοι. Πολλῆς γὰρ ἀκριβείας δεῖ, ὥστε μαθεῖν τί μὲν τοῦτο, τί δὲ ἐκεῖνο· ἀκριβείας δὲ δεῖ, ὅτι  παρυφεστᾶσιν  αὐταῖς  αἱ κακίαι,  τῇ  μὲν  παῤῥησίᾳ θρασύτης, τῇ  δὲ ἐπιεικείᾳ ἀνανδρία· καὶ δέον περισκοπεῖν, μὴ τὴν κακίαν τις κατέχων, δόξῃ τὴν ἀρετὴν ἔχειν· ὥσπερ ἂν εἴ τις δοκῶν τῇ δεσποίνῃ συγγίνεσθαι, ἀγνοοίη τῇ θεραπαινίδι συνών. Τί οὖν ἐστιν ἐπιείκεια, καὶ τί ἀνανδρία; Ὅταν ἑτέροις μὲν ἀδικουμένοις μὴ ἀμύνωμεν, ἀλλὰ  σιγῶμεν  αὐτοὶ,  τοῦτο  ἀνανδρίας  ἐστίν·  ὅταν  δὲ  αὐτοὶ  κακῶς  πάσχοντες φέρωμεν, τοῦτο ἐπιείκεια. Τί παῤῥησία; Πάλιν τὸ αὐτὸ, ὅταν ὑπὲρ ἑτέρων ἀγωνιζώμεθα.  Τί δαὶ θρασύτης; Ὅταν ὑπὲρ ἡμῶν  αὐτῶν  ἀμύνεσθαι  βουλώμεθα. Ὥστε μεγαλοψυχία  ὁμοῦ καὶ παῤῥησία, καὶ θρασύτης πάλιν  καὶ ἀνανδρία. Ὁ γὰρ ὑπὲρ ἑαυτοῦ μὴ ἀλγῶν,  δυσκόλως ὑπὲρ ἑτέρων ἀλγήσει· ὁ δὲ ἑαυτῷ μὴ ἀμύνων, δυσκόλως ἑτέροις οὐκ ἀμυνεῖται. Ὅταν γὰρ καθαρὸν ᾖ τὸ ἦθος ἡμῖν πάθους, δέχεται καὶ ἀρετήν. Καθάπερ καθαρὸν σῶμα πυρετοῦ δέχεται ἰσχὺν, οὕτω δὴ καὶ ἡ ψυχὴ, ἂν μὴ τοῖς πάθεσι προσδιαφθαρῇ, δέχεται ἰσχύν. Μεγάλης ἰσχύος γνώρισμά ἐστιν ἐπιείκεια· γενναίας  καὶ νεανικῆς  δεῖ ψυχῆς  καὶ ὑψηλῆς  σφόδρα τῇ ἐπιεικείᾳ.  Ἢ μικρὸν  οἴει  τὸ  παθεῖν  κακῶς,  καὶ  μὴ  ἀγριαίνειν;  Καὶ οὐκ  ἄν  τις  ἁμάρτοι  τὴν κηδεμονίαν  τὴν  ὑπὲρ τῶν  πλησίον ἀνδρείαν  εἰπών· ὁ γὰρ τοσοῦτον ἰσχύσας, ὡς δυνηθῆναι  τοσούτου περιγενέσθαι πάθους, ἰσχύσει καὶ ἑτέρου κατατολμῆσαι. Οἷον, δύο πάθη ἐστὶ ταῦτα, δειλία καὶ θυμός· ἂν τοῦ θυμοῦ κατάσχῃς, εὔδηλον ὅτι καὶ δειλίας· τοῦ θυμοῦ δὲ κρατεῖς, ἐπιεικὴς ὤν· οὐκοῦν καὶ τῆς δειλίας ἂν κρατήσῃς, ἔσῃ ἀνδρεῖος. Πάλιν, ἂν μὴ περιγένῃ τοῦ θυμοῦ, γέγονας θρασύς· τούτου δὲ μὴ περιγενόμενος,  οὐδὲ  φόβου  περιγενέσθαι  δύνασαι·  οὐκοῦν  καὶ  δειλὸς  ἔσῃ· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἰ σῶμα ἀσθενὲς οὕτως εἴη καὶ δύσκρατον, ὡς πρὸς οὐδένα πόνον ἀντέχειν· τοῦτο ταχέως καὶ ὑπὸ ψυχροῦ ἁλίσκεται καὶ ὑπὸ θερμοῦ· τὸ γὰρ δύσκρατον τοιοῦτον,  τὸ δὲ εὔκρατον  πάντα  ὑφίσταται.  Πάλιν, ἔστι μεγαλοψυχία ἀρετὴ, καὶ παρυφέστηκεν αὐτῇ ἀσωτία· ἔστιν οἰκονομία ἀρετὴ καὶ τὸ οἰκονομικὸν εἶναι·  παρυφέστηκεν  ἡ φειδωλία  καὶ ἡ μικρολογία.  Φέρε οὖν  πάλιν  τὰς  ἀρετὰς συναγάγωμεν.  Οὐκοῦν οὐ μεγαλόψυχος  ὁ ἄσωτος. Πῶς; Ὁ γὰρ ὑπὸ μυρίων ἁλισκόμενος παθῶν,  πῶς ἂν εἴη μέγας τὴν ψυχήν; Οὐ γὰρ χρημάτων  ἐστὶ τοῦτο καταφρονεῖν,  ἀλλ' ὑφ' ἑτέρων ἐπιτάττεσθαι  παθῶν· ὥσπερ ἂν εἴ τις ὑπὸ λῃστῶν ἐπιτάττοιτο  ἐκείνοις  ὑπακούειν,  οὐκ ἂν εἴη ἐλεύθερος· οὐ γὰρ ἐκ τοῦ χρημάτων καταφρονεῖν γίνεται τὸ ἀναλίσκειν, ἀλλ' ἐκ τοῦ μὴ δεόντως εἰδέναι διοικεῖν· ἐπεὶ εἴ γε  ἐνῆν  καὶ  ἔχειν  καὶ  ἀπολαύειν  ἐκείνων,  οὕτως  ἂν  ἠθέλησεν.  Ὁ δὲ  εἰς  δέον ἀναλίσκων  τὰ χρήματα, οὗτός ἐστι μεγαλόψυχος·  μεγάλη  γὰρ ὄντως  ψυχὴ  ἡ μὴ πάθει δουλεύουσα, ἡ μηδὲν ἡγουμένη τὰ χρήματα εἶναι. Πάλιν, ἡ οἰκονομία καλόν· οὕτω  καὶ  ὁ  οἰκονομικὸς  ἂν  εἴη  ἄριστος ὁ  εἰς  δέον  ἀναλίσκων,  καὶ  μὴ  ἁπλῶς ἀνοικονομήτως. Ἡ δὲ φειδωλία οὐκ ἔστι ταυτόν. Ἐκεῖνος μὲν γὰρ πάντα εἰς τὸ δέον ἀναλίσκει· οὗτος δὲ, οὐδὲ ἀναγκαίας  ἀπαιτούσης χρείας, τῆς οὐσίας ἅπτεται  τῶν χρημάτων.  Ὁ οἰκονομικὸς τοίνυν  τοῦ μεγαλοψύχου  γένοιτο  ἂν ἀδελφός. Οὐκοῦν ὁμοῦ τὸν  μεγαλόψυχον  θήσομεν καὶ τὸν  οἰκονομικὸν,  καὶ τὸν  ἄσωτον  καὶ τὸν μικρολόγον· ἀμφότεροι γὰρ ἀπὸ μικροψυχίας τοῦτο πάσχουσιν, ὥσπερ οὖν κἀκεῖνοι ἀπὸ μεγαλοψυχίας.  Μὴ δὴ μεγαλόψυχον  καλῶμεν  τὸν ἀναλίσκοντα  ἁπλῶς, ἀλλὰ τὸν εἰς δέον ἀναλίσκοντα· μηδὲ τὸν οἰκονομικὸν  μικρολόγον καὶ φειδωλὸν,  ἀλλὰ τὸν  ἀκαίρως  φειδόμενον  τῶν  χρημάτων.  Πόσα ὁ  πλούσιος  ἐκεῖνος  ἀνάλωσεν, ἐνδιδυσκόμενος   πορφύραν   καὶ  βύσσον;  Ἀλλ'  οὐκ  ἦν  μεγαλόψυχος·   ὑπὸ  γὰρ ὠμότητος κατείχετο ἡ ψυχὴ αὐτοῦ, καὶ ὑπὸ μυρίων ἡδονῶν· ἡ δὲ τοιαύτη πῶς ἂν εἴη μεγάλη;  Μεγαλόψυχος  ἦν  ὁ Ἀβραὰμ, εἰς  ὑποδοχὴν  ἀναλίσκων  τῶν  ξένων,  τὸν μόσχον κατασφάττων, καὶ ἔνθα ἐχρῆν, οὐ μόνον χρημάτων, ἀλλ' οὐδὲ τῆς ψυχῆς τῆς αὐτοῦ φειδόμενος. Ἂν τοίνυν ἴδωμέν τινα τράπεζαν παρατιθέντα πολυτελῆ, πόρνας ἔχοντα καὶ παρασίτους, μὴ μεγαλόψυχον καλέσωμεν τοῦτον, ἀλλὰ σφόδρα μικρόψυχον.  Ὅρα γὰρ ὅσοις δουλεύει καὶ ὑπόκειται  πάθεσι, γαστριμαργίᾳ, ἡδονῇ ἀτόπῳ, κολακείᾳ· τὸν δὲ τοσούτοις κατεχόμενον  καὶ μηδὲ ἓν τούτων  δυνάμενον διαφυγεῖν,  πῶς  ἄν  τις   μεγαλόψυχον   καλοίη;  Ὥστε αὐτὸν  τότε  μάλιστα καλέσομεν μικρόψυχον,  ὅταν μάλιστα ἀναλίσκῃ· ὅσῳ γὰρ ἂν μειζόνως ἀναλίσκῃ, τοσούτῳ  δηλοῖ  τὴν  τυραννίδα  τῶν  παθῶν  ἐκείνων·  εἰ  γὰρ  μὴ  σφόδρα  αὐτοῦ ἐκράτουν, οὐκ ἂν σφόδρα ἀνάλωσε. Πάλιν ἂν ἴδωμέν τινα τούτων μὲν μηδενὶ μηδὲν παρέχοντα,  πένητας  δὲ  τρέφοντα   καὶ  τοῖς  δεομένοις  ἐπικουροῦντα,  αὐτὸν  δὲ τράπεζαν  ἔχοντα  εὐτελῆ,  τοῦτον  σφόδρα  καλῶμεν  μεγαλόψυχον·  μεγάλης  γὰρ ὄντως ψυχῆς, τῆς μὲν οἰκείας καταφρονεῖν ἀναπαύσεως, τῆς δὲ ἑτέρων φροντίζειν. Εἰπὲ γάρ μοι, εἴ τινα ἴδοις, τῶν μὲν τυράννων  καταφρονοῦντα  πάντων,  καὶ οὐδὲν ἡγούμενον τὰ ἐκείνων ἐπιτάγματα, τοὺς δὲ ὑπ' ἐκείνων τυραννουμένους ἐξέλκοντα καὶ τοὺς κακῶς πάσχοντας· ἆρα οὐκ ἂν μέγα ἡγήσαιο τοῦτο; Τοῦτο δὴ κἀνταῦθα λογιζώμεθα.  Τύραννός ἐστι τὰ πάθη· ἐὰν  οὖν  καταφρονήσωμεν  αὐτῶν,  μεγάλοι ἐσόμεθα· ἂν  δὲ  καὶ  ἑτέρους  ἐξελκύσωμεν,  πολλῷ  μείζους· εἰκότως.  Οἱ γὰρ  οὐχ ἑαυτοῖς ἀρκοῦντες μόνον, ἀλλὰ καὶ ἑτέροις, μείζους τῶν μηδέτερον ποιούντων. Ἂν δὲ ἐπιταττόμενός τις ὑπὸ τυράννου τὸν μὲν τῶν ὑπηκόων τύπτῃ, τὸν δὲ ἕλκῃ, ἄλλον δὲ ὑβρίζῃ, ἆρα τοῦτο μεγαλοψυχίας  ἐροῦμεν; Οὐ δῆτα· καὶ τοσούτῳ πλέον, ὅσῳ ἂν μέγας ᾖ. Οὕτω καὶ ἐφ' ἡμῶν· νῦν μὲν γὰρ πρόκειται ἡ ψυχὴ εὐγενής τις οὖσα καὶ ἐλευθέρα· ταύτην δὲ ὁ ἄσωτος τύπτεσθαι ἐκέλευσεν ὑπὸ τῶν παθῶν· τὸν οὖν ἑαυτὸν τύπτοντα,  τοῦτον  μεγαλόψυχον  φήσομεν; Οὐδαμῶς. Οὐκοῦν μάθωμεν  τίς  μὲν  ἡ μεγαλοψυχία, τίς δὲ ἡ ἀσωτία, τίς ἡ οἰκονομία καὶ τίς ἡ μικρολογία, τίς ἡ ἐπιείκεια καὶ ἀνανδρία,  τίς παῤῥησία καὶ τίς θρασύτης· ἵνα ταῦτα ἀπ' ἀλλήλων  διελόντες, δυνηθῶμεν  εὐαρέστως τῷ Κυρίῳ τὸν παρόντα βίον διαγαγεῖν, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.

ΜΘʹ. Γνοὺς δὲ ὁ Παῦλος, ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων· τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοὶ, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ταῦτα δὲ αὐτοῦ λαλήσαντος,ἐγένετο στάσις τῶν Σαδδουκαίων καὶ Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. Σαδδουκαῖοι μὲν γὰρ λέγουσι, μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα.

αʹ. Πάλιν ἀνθρωπίνως  διαλέγεται,  καὶ οὐ πανταχοῦ  τῆς χάριτος ἀπολαύει, ἀλλὰ καὶ παρ' ἑαυτοῦ τι συγχωρεῖται εἰσφέρειν· ὃ δὴ καὶ ποιεῖ, καὶ ἐν τούτῳ καὶ ἐν τῷ μετὰ ταῦτα ἀπολογεῖται, βουλόμενος σχίσαι τὸ πλῆθος τὸ κακῶς ὁμονοοῦν κατ' αὐτοῦ. Καὶ οὐ ψεύδεται οὐδὲ ἐνταῦθα, Φαρισαῖον ἑαυτὸν λέγων· Φαρισαῖος γὰρ ἦν ἐκ προγόνων. ∆ιὰ τοῦτο καὶ οὕτως ἀπολογεῖται· Φαρισαῖος ἐγώ εἰμι, υἱὸς Φαρισαίου, καὶ περὶ ἐλπίδος  καὶ ἀναστάσεως νεκρῶν  ἐγὼ κρίνομαι. Ἐπειδὴ γὰρ ἐκεῖνοι  οὐκ ἐβούλοντο εἰπεῖν διὰ τί κρίνουσιν αὐτὸν, ἀναγκάζεται λοιπὸν αὐτὸς ἐξειπεῖν. Φαρισαῖοι δὲ, φη  σὶν, ὁμολογοῦσι τὰ ἀμφότερα. Καὶ μὴν τρία ἐστί· πῶς οὖν λέγει Ἀμφότερα; Ἢ ὅτι πνεῦμα καὶ ἄγγελος ἕν ἐστιν, ἢ ὅτι οὐ μόνον ἡ λέξις περὶ δύο,  ἀλλὰ  καὶ  περὶ  τριῶν  λαμβάνεται.  Καταχρηστικῶς οὖν  οὕτως  εἶπε,  καὶ  οὐ κυριολογῶν. Καὶ ὅρα· ὅτε μετ' αὐτῶν ἔστη, τότε ἀπολογοῦνται ὑπὲρ αὐτοῦ. Ἐγένετο γὰρ, φησὶ, κραυγὴ μεγάλη· καὶ ἀναστάντες τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ. Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. Καὶ διὰ τί μὴ πρὸ τούτου ὑπὲρ αὐτοῦ  ἀπελογήσαντο;  Ὅτι αὐτοῖς  οὔπω  συνεμίγνυτο,  οὐδὲ δῆλον  ἦν, πρὶν ἀπολογήσεται,  Φαρισαῖος ἄνωθεν  ὤν.  Ὁρᾷς, ὅταν  τὰ  πάθη  ὑποχωρήσῃ,  πῶς  ἡ ἀλήθεια  εὑρίσκεται; Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· ποῖον  ἔγκλημα,  εἰ ἄγγελος  αὐτῷ ἐλάλησεν,  εἰ  πνεῦμα,  καὶ  ὑπ'  αὐτοῦ  κατηχηθεὶς,   οὕτω  τὰ  περὶ  ἀναστάσεως ἐκδιδάσκει; Οὐκοῦν αὐτοῦ ἀποστῶμεν, μὴ αὐτῷ πολεμοῦντες καὶ θεομάχοι εὑρεθῶμεν. Ὅρα συνετῶς αὐτοὺς ὑπεραπολογουμένους,  καὶ τὸν Παῦλον οὐδεμίαν αὐτοῖς  διδόντα  λαβήν. Πολλῆς δὲ γενομένης  στάσεως, φοβηθεὶς  ὁ χιλίαρχος,  μὴ διασπασθῇ ὁ  Παῦλος ὑπ'  αὐτῶν,  ἐκέλευσε τὸ στράτευμα καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἀγαγεῖν τε εἰς τὴν παρεμβολήν. Φοβεῖται λοιπὸν ὁ χιλίαρχος, μὴ διασπασθῇ, ἐπειδὴ  εἶπεν,  ὅτι  Ῥωμαῖός  ἐστιν· ὅθεν  καὶ οὐκ ἀκίνδυνον  ἦν  τὸ πρᾶγμα. Ὁρᾷς, ὅτι δικαίως ὡμολόγησεν ἑαυτὸν Ῥωμαῖον εἶναι; ἦ γὰρ ἂν οὐδὲ νῦν ἐφοβήθη. Καὶ τὸ μὲν στράτευμα λοιπὸν ἁρπάζει αὐτόν. Ὡς δὲ εἶδον οἱ μιαροὶ πάντα ἀνήνυτα, δι' ἑαυτῶν τὸ πᾶν ποιοῦσι, βουληθέντες μὲν καὶ πρὸ τούτου, κωλυθέντες δέ· οὕτως οὐδαμοῦ ἵσταται ἡ κακία τοσούτοις ἐγκοπτομένη· καίτοι πόσα ᾠκονομήθη, ὥστε καὶ τοῦ θυμοῦ καθυφεῖναι, καὶ μαθεῖν δι' ὧν ἐδύναντο ἀνενεγκεῖν. Ἀλλ' οὐδὲν ἧττον  ἐφίστανται.  Ἱκανὴ  γοῦν  ἐκείνη  ἡ ἀπολογία,  τὸ μέλλοντα  διασπᾶσθαι τὸν ἄνθρωπον  ἁρπάζεσθαι, καὶ τοσούτους κινδύνους  διαφυγεῖν·  Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς  αὐτῷ  ὁ  Κύριος,  εἶπε·  Θάρσει· ὡς  γὰρ  διεμαρτύρω  τὰ  περὶ  ἐμοῦ  εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι. Γενομένης δὲ ἡμέρας, ποιήσαντες οἱ Ἰουδαῖοι συστροφὴν, ἀνεθεμάτισαν  ἑαυτοὺς μὴ φαγεῖν  μηδὲ πιεῖν, ἕως  οὗ  ἀνέλωσι  τὸν  Παῦλον.  Ἦσαν δὲ  πλείους  τεσσαράκοντα  οἱ  ταύτην  τὴν συνωμοσίαν πεποιηκότες. Ἀνεθεμάτισαν ἑαυτοὺς, φησίν. Ὁρᾷς πῶς εἰσι σφοδροὶ καὶ ἀμυντικοὶ  περὶ τὴν κακίαν; Τί ἐστιν, Ἀνεθεμάτισαν; Ἀντὶ τοῦ, Ἔξω εἶναι  τῆς εἰς Θεὸν πίστεως εἶπον, εἰ μὴ τὸ δόξαν κατὰ Παύλου ποιήσαιεν. Ἄρα διαπαντός εἰσιν ἀνατεθεματισμένοι ἐκεῖνοι· οὐ γὰρ ἀπέκτειναν τὸν Παῦλον. Καὶ τεσσαράκοντα ὁμοῦ συνέρχονται. Τοιοῦτον γὰρ τὸ ἔθνος, ὅταν μὲν ἐπὶ ἀγαθῷ δέῃ συμφωνῆσαι, οὐδὲ δύο συντρέχουσιν· ὅταν δὲ ἐπὶ κακῷ, δῆμος ὁλόκληρος. Καὶ λαμβάνουσι κοινωνοὺς καὶ τοὺς   ἄρχοντας·  διὸ   καὶ   τοῦτο   δηλῶν   ἐπήγαγεν·   Οἵτινες  προσελθόντες   τοῖς ἀρχιερεῦσι  καὶ  τοῖς   πρεσβυτέροις  εἶπον·   Ἀναθέματι   ἀνεθεματίσαμεν   ἑαυτοὺς μηδενὸς γεύσασθαι, ἕως οὗ ἀποκτείνωμεν  τὸν Παῦλον. Νῦν οὖν ὑμεῖς ἐμφανίσατε ἑαυτοὺς  τῷ  χιλιάρχῳ   ἐν  τῷ  συνεδρίῳ,  ὅπως  αὐτὸν  καταγάγῃ  πρὸς  ὑμᾶς,  ὡς μέλλοντας  διαγινώσκειν  ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς  δὲ, πρὸ τοῦ ἐγγίσαι αὐτὸν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν. Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλε  τῷ Παύλῳ. Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν  ἑκατοντάρχων,  ἔφη·  Τὸν νεανίαν  τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι  αὐτῷ. Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγε πρὸς τὸν χιλίαρχον.  Πάλιν δι' ἀνθρωπίνης  σώζεται προμηθείας. Καὶ ὅρα· ὁ Παῦλος οὐδένα ἀφίησι μαθεῖν, οὐδὲ τὸν ἑκατόνταρχον, ὥστε μὴ τὸ πρᾶγμα γενέσθαι διάδηλον. Καὶ ἐλθὼν ὁ ἑκατόνταρχος, ἀνήγγειλε  τῷ χιλιάρχῳ,  λέγων· Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με, ἠρώτησε τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρὸς σὲ, ἔχοντά  τι  λαλῆσαί  σοι.  Ἐπιλαβόμενος  δὲ  τῆς  χειρὸς  αὐτοῦ  ὁ  χιλίαρχος   καὶ ἀναχωρήσας κατ' ἰδίαν, ἐπυνθάνετο· Τί ἐστιν, ὃ ἔχεις ἀπαγγεῖλαί  μοι; Εἶπε δὲ, ὅτι Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς  εἰς τὸ συνέδριον  ὡς  μελλόντων   τι  ἀκριβέστερον  πυνθάνεσθαι  παρ'  αὐτοῦ.  Σὺ οὖν  μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσι γὰρ ἐξ αὐτῶν  ἄνδρες πλείους τεσσαρά  κοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσι τὸν Παῦλον· καὶ νῦν ἕτοιμοί εἰσι προσδεχόμενοι τὴν παρὰ σοῦ ἐπαγγελίαν. Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίαν, παραγγείλας μηδενὶ ἐκλαλῆσαι, ὅτι ἐνεφάνισας ταῦτα πρός με.


βʹ. Καλῶς ὁ χιλίαρχος κελεύει κρύψαι, ὥστε μὴ γενέσθαι δῆλον. Καὶ τότε λέγει τοῖς ἑκατοντάρχοις, ὅτε καὶ γενέσθαι ἐχρῆν· καὶ πέμπεται λοιπὸν ἐν Καισαρείᾳ, ἵνα κἀκεῖ διαλεχθῇ  ἐπὶ μείζονος θεάτρου καὶ λαμπροτέρου τοῦ ἀκροατηρίου· ἵνα μὴ ἔχωσι λέγειν  οἱ Ἰουδαῖοι, ὅτι εἰ εἴδομεν Παῦλον, ἐπιστεύσαμεν ἂν, εἰ ἠκούσαμεν αὐτοῦ διδάσκοντος. Καὶ αὕτη οὖν αὐτοῖς ἐντεῦθεν  ἡ ἀπολογία  ἐκκόπτεται. Καὶ ἐπιστὰς, φησὶν,  ὁ  Κύριος  εἶπεν   αὐτῷ·  Θάρσει· ὡς  γὰρ  διεμαρτύρω  τὰ  περὶ  ἐμοῦ  εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην  μαρτυρῆσαι. Ὅρα, καὶ μετὰ τὸ φανῆναι, πᾶλιν ἀφίησιν αὐτὸν ἀνθρωπίνως  σωθῆναι. Καὶ ἄξιον ἐκπλαγῆναι τὸν Παῦλον, πῶς οὐκ ἐθορυβήθη, οὐδὲ εἶπε· Τί δὴ τοῦτό ἐστιν; ἆρα μὴ ἠπάτημαι παρὰ τοῦ Χριστοῦ; Ἀλλ'  οὐδὲν  τοιοῦτον  ἐνενόησεν,  οὐδὲ  ἔπαθεν,  ἀλλὰ  μόνον  ἐπίστευσεν· οὐ  μὴν ἐπειδὴ ἐπίστευσεν, ὕπνωσεν,  ἀλλὰ τὰ ἐνόντα  ἐξ ἀνθρωπίνης  σοφίας συνιδεῖν  οὐ προῆκε. Καὶ σκόπει πῶς ἀνάγκην  τινὰ ἑαυτοῖς ἐκεῖνοι περιέθηκαν διὰ τοῦ ἀναθεματισμοῦ. Ἰδοὺ νηστεία ἀνδροφονίας μήτηρ. Καθάπερ ὁ Ἡρώδης ἀνάγκην τὴν ἀπὸ τοῦ ὅρκου ἑαυτῷ  ἐπέθηκεν·  οὕτω  δὴ καὶ οὗτοι. Τοιαῦτα γὰρ τὰ διαβολικὰ θήρατρα·  προσχήματι   δῆθεν   εὐλαβείας   τὰς   παγίδας   τίθησι.   Καὶ  μὴν   ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι· ταῦτα γὰρ οὐχ ἱερέων, ἀλλὰ   λῃστάρχων,   ταῦτα   οὐκ   ἀρχόντων,   ἀλλὰ   λυμεώνων.   Καὶ  ὅρα  κακίας ὑπερβολήν. Οὐ μόνον ἀλλήλους  διαφθείραντες  ἀρκοῦνται, ἀλλὰ καὶ τὸν ἄρχοντα συνδιαφθεῖραι ἐπιχειροῦσι· διὰ τοῦτο ᾠκονομήθη ὥστε κἀκεῖνον μαθεῖν αὐτῶν τὴν ἐπιβουλήν. Αὐτοὶ δὲ οὐ μόνον ἐκ τοῦ μηδὲν ἔχειν εἰπεῖν, ἀλλὰ καὶ ἐκ τοῦ λάθρα ἐπιχειρεῖν ἤλεγξαν ἑαυτοὺς οὐδὲν ὄντας. Εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν, προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι ἀπράκτους ἀπολυθέντας. Εἰκότως δὲ τοῦτο  ποιεῖ  ὁ χιλίαρχος·  οὐ γὰρ δὴ ἐβούλετο  οὔτε  χαρίσασθαι οὔτε ἐπινεῦσαι.  Καὶ πῶς,  φησὶν,  ἐπίστευσεν  ἀληθῆ  εἶναι  τὰ  ἐπαγγελθέντα  παρὰ  τοῦ νεανίου; Ἐκ τῶν ἤδη γενομένων ἐστοχάσατο, ὅτι καὶ τοῦτο εἰκὸς ἦν αὐτοὺς ποιῆσαι. Καὶ ὅρα τὴν κακουργίαν· ὥσπερ ἀνάγκην  καὶ τοῖς ἀρχιερεῦσιν ἐπέστησαν. Καὶ μὴ θαυμάσῃς· εἰ γὰρ τοσοῦτον εἵλοντο  αὐτοὶ, καὶ τὸν  κίνδυνον  ἀνεδέξαντο  πάντα, πολλῷ μᾶλλον καὶ ἐκείνους τοῦτο ποιῆσαι εἰκὸς ἦν. Ὁρᾷς, πῶς διὰ τῆς ψήφου τῶν ἔξω ἀθῶος γίνεται  ὁ Παῦλος, ὡς καὶ ὁ Χριστὸς παρὰ Πιλάτου; Ἀλλ' ὅρα καὶ τὴν κακίαν ὑφ' ἑαυτῆς ἀναιρουμένην. Παρέδωκαν μὲν γὰρ αὐτὸν, ὥστε καὶ ἀνελεῖν καὶ καταδικάσαι· γίνεται  δὲ τοὐναντίον,  καὶ σώζεται, καὶ ἀθῶος εὑρίσκεται. Εἰ γὰρ μὴ οὕτω, κἂν διεσπάσθη· εἰ μὴ οὕτω, κἂν ἀπώλετο,  κἂν κατεδικάσθη. Οὐ μόνον  δὲ ἐκείνης αὐτὸν τῆς ὁρμῆς ἐξαιρεῖται ὁ χιλίαρχος, ἀλλὰ καὶ ὑπηρέτης αὐτῷ γίνεται, ὥστε ἀκινδύνως  διασωθῆναι μετὰ τοσαύτης παρατάξεως· καὶ ὅπως, ἄκουε· ἐπάγει γάρ· Καὶ προσκαλεσάμενος δύο  τινὰς  τῶν  ἑκατοντάρχων,  εἶπε·  Ἑτοιμάσατέ μοι στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν εἰς Καισάρειαν, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ  δεξιολάβους  διακο   σίους,  ἀπὸ  τρίτης  ὥρας  τῆς  νυκτὸς,  κτήνη  τε παραστῆσαι, ἵνα  ἐπιβιβάσαντες  τὸν  Παῦλον, ἀγάγωσι  πρὸς Φήλικα τὸν  ἡγεμόνα· γράψας ἐπιστολὴν, περιέχουσαν τὸν τύπον τοῦτον· Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι  Φήλικι χαίρειν. Τὸν ἄνδρα τοῦτον  συλληφθέντα  ὑπὸ τῶν  Ἰουδαίων,  καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ' αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην μαθὼν, ὅτι Ῥωμαῖός ἐστι· βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν, δι' ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν. Ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν,  μηδὲν  ἄξιον  θανάτου  ἢ  δεσμῶν  ἔγκλημα  ἔχοντα.  Μηνυθείσης  δέ  μοι ἐπιβουλῆς μέλλειν ἔσεσθαι εἰς τὸν ἄνδρα ὑπὸ τῶν Ἰουδαίων ἐξ αὐτῶν, ἔπεμψα πρὸς σὲ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔῤῥωσο· Ὅρα καὶ τὴν ἐπιστολὴν ἀπολογίαν ἔχουσαν μὲν ὑπὲρ αὐτοῦ (Οὐδὲν γὰρ, φησὶν, εὗρον ἄξιον θανάτου ἔγκλημα ἔχοντα), κατηγορίαν δὲ κατ' ἐκείνων ἢ κατὰ τούτου· οὕτως ἐθανάτων.  Καὶ πρῶτον  μέν φησιν, ὅτι Μέλλοντα ἀναιρεῖσθαι ὑπὸ τῶν  Ἰουδαίων ἐξειλόμην· εἶτα προστίθησιν, ὅτι Καὶ κατήγαγον αὐτὸν πρὸς αὐτούς· καὶ οὐδ' οὕτως εὗρόν τι ἐγκαλέσαι ἐκεῖνοι· καὶ δέον ὑπὲρ τοῦ προτέρου καταπλαγῆναι καὶ καταισχυνθῆναι, πάλιν ἐπιχειροῦσιν ἀνελεῖν, ὥστε πάλιν λαμπρότερον γενέσθαι τὸν ὑπὲρ αὐτοῦ λόγον. Καὶ τί δήποτε τοὺς κατηγόρους πέμπει; Ἵνα ἐν τῷ δικαστηρίῳ, ἔνθα ταῦτα ἀκριβέστερον γυμνάζεται,  ἀθῶος γένηται.  Ἴδωμεν  τοίνυν  ἄνωθεν  τὰ εἰρημένα. Ἐγὼ, φησὶ, Φαρισαῖός εἰμι. Τοῦτο εἶπεν, ὥστε αὐτοὺς ἐπισπάσασθαι. Εἶτα ἵνα μὴ δόξῃ κολακεύειν, ἐπάγει· Περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. Ἀπὸ τῆς κατηγορίας αὐτῶν καὶ τῆς διαβολῆς συνίστησιν ἑαυτόν· Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἄγγελον,  μήτε πνεῦμα. Οὐδὲν ἀσώματον ἴσασι Σαδδουκαῖοι, τάχα  οὐδὲ  τὸν  Θεὸν, παχεῖς  τινες  ὄντες·  ὅθεν  οὐδὲ  ἀνάστασιν  βούλονται  εἶναι πιστεύειν. Καὶ ἀναστάντες, φησὶ, γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες·  Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ  τούτῳ.



γʹ. Ὅρα· ἀκούει καὶ ὁ χιλίαρχος,  ὅτι αὐτὸν  ἀπήλλαξαν  ἐγκλημάτων  οἱ Φαρισαῖοι, καὶ ἐψηφίσατο  ὑπὲρ αὐτοῦ, καὶ μετὰ πλείονος  παῤῥησίας ἁρπάζει αὐτόν. Καὶ αὐτὰ δὲ εἰρημένα Παύλῳ φιλοσοφίας ἔγεμε. Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· Θάρσει, Παῦλε· ὡς  γὰρ  διεμαρτύρω  τὰ  περὶ  ἐμοῦ  εἰς  Ἱερουσαλὴμ, οὕτω  σε δεῖ  καὶ  εἰς  Ῥώμην μαρτυρῆσαι. Ὅρα πόση ἡ παράκλησις· πρῶτον αὐτὸν ἐπαινεῖ, εἶτα οὐκ ἀφίησιν οὐδὲ τὸ ἄδηλον τῆς ἀποδημίας φοβηθῆναι  τῆς ἐπὶ Ῥώμην· ὡς εἰ ἔλεγεν· Οὐκ ἀπελεύσῃ μόνον  κακεῖ,  ἀλλὰ  καὶ  τοσαύτῃ  χρήσῃ παῤῥησίᾳ. Ἐντεῦθεν  οὐχ  ὅτι  σωθήσεται ἐδηλοῦτο, ἀλλ' ὅτι καὶ ἐπὶ μεγάλοις μαρτυρήσει στεφάνοις ἐν τῇ μεγάλῃ πόλει. ∆ιὰ τί δὲ οὐ πρὶν ἢ ἐμπεσεῖν εἰς τὸν κίνδυνον,  ἐφάνη  αὐτῷ; Ὅτι ἀεὶ ἐν ταῖς θλίψεσι παρακαλεῖ  ὁ  Θεὸς  (τότε  γὰρ  ποθεινότερος   φαίνεται),   καὶ  ἐν  τοῖς  κινδύνοις ἐγγυμνάζει  ἡμᾶς. Ἄλλως  δὲ τότε μὲν ἐν ἀνέσει ἦν, ἀφεθεὶς  τῶν  δεσμῶν· νῦν  δὲ ἔμελλεν  αὐτὸν διαδέχεσθαι δεινά. Ὅτι ἀνεθεματίσαμεν  ἑαυτοὺς, φησὶ, μὴ φαγεῖν μηδὲ πιεῖν.  Βαβαὶ, πόση μανία ἑαυτοὺς τῷ ἀναθέματι  ὑποβάλλουσιν  ἀλογίστως. Ὅπως καταγάγῃ αὐτὸν, φησὶ, πρὸς ὑμᾶς, ὡς μέλλοντας ἀκριβέστερον διαγινώσκειν τὰ  περὶ  αὐτοῦ.  Τί λέγεις;  οὐχὶ  δεύτερον  πρὸς  ὑμᾶς  ἐδημηγόρησεν;   οὐχὶ Φαρισαῖον ἑαυτὸν εἶπε; τί οὖν τὸ περιττὸν, Οὕτως οὐδὲν ἐφοβοῦντο, οὐ δικαστήρια, οὐ νόμους· οὕτως οὐδὲν αὐτοῖς ἀτόλμητον ἦν. Καὶ τὴν γνώμην εἰσηγοῦνται, καὶ τὴν πρᾶξιν ἐπαγγέλλονται.  Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον. Τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἦν λοιπὸν, τὸ μὴ συνιδεῖν αὐτοὺς ὅτι ἀκούσεται. Τί οὖν ὁ Παῦλος; Οὐκ ἐθορυβήθη, ἀλλὰ συνεῖδεν, ὅτι Θεοῦ ἐστιν ἔργον τοῦτο· καὶ τὸ πᾶν ἐπ' αὐτὸν ῥίψας, εἶχεν ἐξ ἔργου τὴν σωτηρίαν. Καὶ σκόπει πῶς εἰς ἀγαθὸν πάντα ὁ Θεὸς ᾠκονόμησεν.   Εἶπεν  ὁ  νεανίας   τὴν   ἐπιβουλὴν,   ἐπιστεύθη,  καὶ   οὕτω   λοιπὸν διασώζεται Παῦλος. Καὶ εἰ ἀφέθη, φησὶ, τῆς αἰτίας, διὰ τί τοὺς κατηγόρους ἔπεμψαν; Ὥστε ἀκριβεστέραν γενέσθαι τὴν ἐξέτασιν· ὥστε μᾶλλον  καθαρθῆναι  τὸν ἄνδρα. Τοιαῦται αἱ τοῦ Θεοῦ οἰκονομίαι·  δι' ὧν  βλαπτόμεθα,  διὰ τούτων  ὠφελούμεθα. Οὕτω καὶ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῆς δεσποίνης· καὶ ἐδόκει μὲν ἐπιβουλεύειν, ἐπιβουλεύουσα δὲ ἐν ἀσφαλείᾳ κατέστησεν αὐτόν· τῆς γὰρ οἰκίας, ἔνθα τὸ θηρίον ἐκεῖνο ἐτρέφετο, πολλῷ τὸ δεσμωτήριον ἡμερώτερον ἦν. Ἐκεῖ μὲν γὰρ ὢν, εἰ καὶ ἐν θεραπείᾳ ἦν, ἀλλ' ἐν φόβῳ διηνεκεῖ, μή ποτε ἐπίθηται ἡ δέσποινα, καὶ δεσμωτηρίου χαλεπώτερον  ὁ φόβος αὐτῷ ἐπέκειτο· μετὰ δὲ τὴν κατηγορίαν ἐν ἀδείᾳ λοιπὸν καὶ ἡσυχίᾳ ἦν, ἀπαλλαγεὶς ἐκείνου τοῦ θηρίου καὶ τῆς ἀσχημοσύνης καὶ τῆς ἐπιβουλῆς· βέλτιον   γὰρ  αὐτῷ   ἦν   τεταλαιπωρημένοις   ἀνθρώποις   συνεῖναι,   ἢ  μαινομένῃ δεσποίνῃ. Ἐνταῦθα μὲν οὖν παρεμυθεῖτο ἑαυτὸν, ὅτι διὰ σωφροσύνην ἐνέπεσεν· ἐκεῖ δὲ  ἐδεδοίκει,  μὴ  περὶ  τὴν  ψυχὴν  λάβῃ  τὴν  πληγήν·  οὐδὲν  γὰρ  ἐπαχθέστερον ἐρωμένης  νέῳ  μὴ  βουλομένῳ,  οὐδὲν  ἐναγέστερον,  οὐδὲν  βαρύτερον·  πάντων δεσμῶν   τοῦτο   χαλεπώτερον.    Ὥστε   οὐκ   εἰς   δεσμωτήριον   ἐνέπεσεν,   ἀλλὰ δεσμωτηρίου ἀπηλλάγη· ἐξεπολέμωσεν αὐτῷ τὸν δεσπότην, ἀλλὰ κατήλλαξε  τὸν Θεὸν, οἰκειότερον αὐτὸν  κατέστησε τῷ ὄντως  ∆εσπότῃ τῷ ἀληθινῷ·  ἐξέβαλε τῆς ἐπιστασίας τῆς ἐν τῇ οἰκίᾳ, ἀλλ' ᾠκείωσε τῷ ∆εσπότῃ· Πάλιν οἱ ἀδελφοὶ ἐπώλησαν, ἀλλ' ἀπήλλαξαν αὐτὸν συνοικούντων ἐχθρῶν, φθόνου καὶ βασκανίας πολλῆς, ἐπιβουλῆς καθημερινῆς, μακρὰν κατέστησαν αὐτὸν τῶν μισούντων. Τί γὰρ τούτου χεῖρον, ὅταν  τις ἀδελφοῖς  φθονοῦσι  συνοικεῖν  ἀναγκάζηται,  ὅταν  δι' ὑποψίας  ᾖ, ὅταν   ἐπιβουλεύηται;   Ὥστε  ἕτερα  μὲν   ἐποίουν   καὶ  οὗτοι   κἀκείνη,   ἕτερα  δὲ ᾠκονομεῖτο ὑπὲρ τοῦ δικαίου μεγάλα. Ὅτε ἦν ἐν τιμῇ, τότε ἦν ἐν κινδύνῳ· ὅτε ἦν ἐν ἀτιμίᾳ, τότε ἦν ἐν ἀσφαλείᾳ· οὐκ ἐμνημόνευον  αὐτοῦ οἱ εὐνοῦχοι· καὶ καλῶς, ἵνα λαμπροτέρα  γένηται   τῆς  ἐξόδου  ἡ  ὑπόθεσις·  ἵνα  μὴ  χάριτι  ἀνθρωπίνῃ,   ἀλλ' οἰκονομίᾳ θείᾳ τὸ πᾶν λογίζηται· ἵνα εὐκαίρως εἰς χρείαν καταστὰς ἐξαγάγῃ· ἵνα μὴ εὐεργετῶν, ἀλλ' εὐεργετούμενος αὐτὸν ἐκβάλῃ τοῦ δεσμωτηρίου ὁ Φαραώ. Οὐκ ἔδει δοῦλον γενέσθαι τὸ δῶρον, ἀλλ' εἰς ἀνάγκην καταστῆναι τὸν βασιλέα· ἔδει φανερὰν αὐτοῦ γενέσθαι τὴν σοφίαν. ∆ιὰ τοῦτο λανθάνει ὁ εὐνοῦχος, ἵνα μὴ λάθῃ Αἴγυπτος, ἵνα  μὴ  ἀγνοήσῃ  αὐτὸν  ὁ  βασιλεύς. Εἰ τότε  ἐξηνέχθη,  ἴσως  ἂν  καὶ  ἐπεθύμησεν ἀπελθεῖν   εἰς  τὴν   αὐτοῦ·  διὰ  τοῦτο  μυρίαις  ἀνάγκαις   κατέχεται,   πρῶτον   τῇ δεσποτείᾳ, δεύτερον τῷ δεσμωτηρίῳ, τρίτον ἐν τῇ βασιλείᾳ, ἵνα ταῦτα οἰκονομηθῇ. Καθάπερ οὖν  τινα  γενναῖον   πῶλον   ἐκπηδῆσαι  βουλόμενον  πρὸς  τοὺς  αὐτοῦ, κατεῖχεν  ὁ Θεὸς ἐκεῖ δι' αἰτιῶν  ἐνδόξων. Ὅτι γὰρ ἐπεθύμει τὸν πατέρα ἰδεῖν  καὶ ἀπαλλάξαι τῆς ὀδύνης, δῆλον ἐκ τοῦ καλέσαι αὐτὸν ἐκεῖ.



δʹ. Βούλεσθε καὶ ἑτέρας ἴδωμεν ἐπιβουλὰς, ὅτι ὑπὲρ  ἡμῶν γίνονται, οὐ μόνον τῷ μισθὸν ἔχειν, ἀλλὰ καὶ τῷ ἐν αὐτῷ τῷ καιρῷ τὰ ὑπὲρ ἡμῶν ποιεῖν; Ἐπεβούλευσε τῷ τούτου πατρὶ ὁ θεῖος ὁ τούτου, καὶ τῆς πατρίδος ἐξήλασε· τί οὖν; Καὶ αὐτὸς μακρὰν τοῦ κινδύνου αὐτὸν κατέστησεν· ἐν ἀσφαλείᾳ γὰρ καὶ αὐτὸς γέγονεν·  ἐποίησε φιλοσοφώτερον, ἐποίησεν  ἰδεῖν  τὸ  ὄναρ.  Ἀλλ'  ἐδούλευσεν  ἐν  ἀλλοτρίᾳ;  Ἀλλὰ  παρὰ  τοῖς  αὐτοῦ ἀπελθὼν λαμβάνει νύμφην, καὶ ἄξιος φαίνεται τῷ κηδεστῇ. Ἀλλ' ἠπάτησε κἀκεῖνος; Ἀλλὰ  καὶ  τοῦτο  εἰς  ἀγαθὸν  γέγονεν,  ἵνα  πολλῶν  παίδων  γένηται  πατήρ. Ἀλλ' ἐβουλήθη  ἐπιβουλεῦσαι; Ἀλλὰ  καὶ  τοῦτο  εἰς  ἀγαθὸν,  ἵνα  εἰς  τὴν  αὐτοῦ  λοιπὸν ἐπανέλθῃ· εἰ γὰρ ἦν ἐν εὐπραγίᾳ, οὐκ ἂν οὕτως ἐπεθύμει τῆς ἑαυτοῦ. Ἀλλ' ἀφεῖλε τὸν μισθόν; Ἀλλὰ πλεῖον γέγονεν. Οὕτω πανταχοῦ ὅσῳ ἐπεβουλεύοντο, τοσούτῳ τὰ τούτων  ἤνθει. Εἰ μὴ τὴν πρεσβυτέραν ἔλαβεν, οὐκ ἂν ταχέως  ἐγένετο  τοσούτων παίδων πατὴρ, ἀλλ' ἐν ἀπαιδίᾳ πολὺν ἂν εἵλκυσε χρόνον, καὶ ἐπένθησεν ἂν καθάπερ καὶ ἡ γυνή. Ἐκείνη μὲν γὰρ εἰκότως ἐπένθει, ἅτε μὴ γενομένη μήτηρ· οὗτος δὲ ἔχει παραμυθίαν·  ὅθεν  αὐτὴν  καὶ  διακρούεται.  Πάλιν  εἰ  μὴ  αὐτὸν  ἀπεστέρησε τῶν μισθῶν, οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν τὴν αὐτοῦ, οὐκ ἂν ἐφάνη ἡ φιλοσοφία τοῦ ἀνδρὸς, οὐκ ἂν μᾶλλον ᾠκειώθησαν αὐτῷ. Ὅρα γὰρ τί φασι· Καταβρώσει κατέφαγεν  ἡμᾶς καὶ τὸ ἀργύριον ἡμῶν. Ὥστε τοῦ φίλτρου τοῦτο γέγονεν αἴτιον. ∆ούλας εἶχε λοιπὸν ἀντὶ γυναικῶν,  καὶ ἐφιλεῖτο  παρ'  αὐτῶν, οὗ οὐδὲν ἴσον κτῆμα γένοιτο ἄν· οὐδὲν γὰρ, οὐδὲν τοῦ οὕτω φιλεῖσθαι  παρὰ γυναικὸς  καὶ φιλεῖν  τιμιώτερον.  Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Ἓν τοῦτο τῶν μακαριστῶν τίθησιν ὁ σοφός· τούτου γὰρ ὄντος πᾶς πλοῦτος, πᾶσα εὐπραγία περίεστιν· ὥσπερ οὖν μὴ ὄντος, τῶν ἄλλων οὐδὲν  ὄφελος,  ἀλλὰ  πάντα  ἀνατέτραπται,  καὶ ἀηδίας ἐστὶ μεστὰ καὶ συγχύσεως. Οὐκοῦν καὶ ἡμεῖς τοῦτο πρὸ πάντων  ζητῶμεν. Ὁ χρήματα ζητῶν, οὐ ζητεῖ τοῦτο. Ταῦτα ζητῶμεν, ἃ δύναται πάγια εἶναι.  Μὴ γάμον ζητῶμεν ἀπὸ εὐπόρων, ἵνα μὴ τῆς οὐσίας ἡ ἀμετρία φρόνημα τέκῃ τῇ γυναικὶ, ἵνα μὴ τὸ φρόνημα διαφθορᾶς αἴτιον ᾖ. Οὐχ ὁρᾷς τί ἐποίησεν ὁ Θεός; πῶς αὐτὴν ὑπέταξε; ∆ιὰ τί ἀγνώμων εἶ; διὰ τί ἀναίσθητος; Ὅπερ ἐχαρίσατό σοι ἀπὸ τῆς φύσεως, τούτου σὺ μὴ διαφθείρῃς  τὴν βοήθειαν. Ὥστε οὐκ εὔπορον  δεῖ ζητεῖν,  ἀλλ' ὥστε κοινωνὸν  βίου λάβωμεν  εἰς κατάστασιν παιδοποιίας. Οὐχ ἵνα χρήματα εἰσφέρῃ γυνὴ, διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἀλλ' ἵνα ᾖ βοηθός. Ἡ δὲ χρήματα εἰσφέρουσα, καὶ ἐπίβουλος [καὶ δέσποινα ἀντὶ  γυναικὸς  γίνεται·  ἢ  τάχα  θηρίον  ἀντὶ  γυναικὸς],  ἀξιοῦσα μεγάλα  διὰ  τὸν πλοῦτον φρονεῖν. Οὐδὲν αἰσχρότερον ἀνδρὸς οὕτω βουλευομένου πλουτεῖν. Εἰ γὰρ αὐτὸ τὸ πλουτεῖν  πειρασμῶν γέμει, τὸ οὕτω πλουτεῖν  ποῦ θήσομεν; Μὴ γὰρ, εἴ τις σπανιάκις καὶ παρὰ τὸ συμβαῖνον καὶ παρὰ λόγον ἐπέτυχε, τοῦτο ἴδῃς· οὐδὲ γὰρ ἐν τοῖς ἄλλοις πράγμασιν οἷς ἀπολαύουσί τινες, καὶ ἐκ παραδόξου ἐπιτυγχάνουσι, προσέχειν  δεῖ· ἀλλ' αὐτὸ  τὸ  κατὰ  λόγον  ἴδωμεν,  εἰ  μὴ μυρίας  ἀηδίας  γέμει  τὸ πρᾶγμα. Οὐκ αὐτὸς μόνος ἐν ἀδοξίᾳ γίνῃ, ἀλλὰ καὶ παῖδας καταισχύνεις, πένητας ἀφεὶς, εἰ συμβαίη προαπελθεῖν, καὶ αὐτῇ πολλὰς δίδως ἀφορμὰς τοῦ δευτέρῳ πάλιν προσομιλῆσαι νυμφίῳ. Ἢ οὐχ ὁρᾷς, ὅτι πολλαῖς αὕτη γέγονεν ἡ πρόφασις δευτέρου γάμου, τὸ μὴ καταφρονεῖσθαι, τὸ ζητεῖν τοὺς ἐφισταμένους τοῖς ὑπάρχουσι; Μὴ δὴ τοσαῦτα ἐργαζώμεθα κακὰ διὰ χρήματα· ἀλλὰ πάντα ἀφῶμεν, καὶ ψυχὴν ζητῶμεν καλὴν,  ἵνα  καὶ  ἀγάπης  ἐπιτύχωμεν.  Οὗτος ὁ  πλοῦτος  ὁ  πολὺς,  οὗτος  ὁ  μέγας θησαυρὸς, ταῦτα τὰ μυρία ἀγαθά· ὧν γένοιτο πάντα ἡμᾶς ἀπολαῦσαι δεόντως, καὶ κατὰ τοὺς νόμους  τοῦ Θεοῦ ζῆσαι, ἵνα  καὶ τῶν  μελλόντων  ἀγαθῶν  δυνηθῶμεν ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |