Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60
Κʹ Ἦν δέ τις μαθητὴς ἐν ∆αμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρ σέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁρά ματι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
αʹ. Τί δήποτε οὐδένα τῶν κορυφαίων ἀποστόλων οὔτε ἐκάλεσεν, οὔτε ἀπέστειλε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; Ὅτι οὐκ ἐχρῆν δι' ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ· ἐπεὶ καὶ οὗτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον. Ἅμα γοῦν τῷ βαπτισθῆναι ἐπεσπάσατο πολλὴν τοῦ Πνεύματος τὴν χάριν ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς. Ὅτι δὲ καὶ ὁ Ἀνανίας τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον ἐξ ὧν ἐμφανίζεται καὶ λέγει πρὸς αὐτὸν, καὶ ἐξ ὧν πάλιν αὐτὸς ἀποκρίνεται, λέγων· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ. Εἰ τοίνυν πρὸς Κύριον ἀντεῖπε, πολλῷ μᾶλλον, εἰ ἄγγελον ἔπεμψε. ∆ιὰ τοῦτο οὐδὲ πρὸ τούτου Φίλιππος ἀκούει τὸ ἐσόμενον, ἀλλὰ μόνον ὁρᾷ τὸν ἄγγελον·
καὶ οὕτω τὸ Πνεῦμα προστάττει προσελθεῖν, καὶ κολληθῆναι τῷ ἅρματι. Τέως δὲ ἐνταῦθα τὸν φόβον αὐτοῦ ὑποτέμνεται, καὶ μονονουχὶ τοῦτό φησι τῷ εἰπεῖν· Ἰδοὺ προσεύχεται, τυφλός ἐστι, καὶ σὺ δέδοικας; Οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου μᾶλλόν ἐστιν, οὐκ ἀπιστοῦντος. Καὶ ἄκουε τῶν ῥημάτων αὐτῶν· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου. Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; Οὕτως οὔπω ᾔδεσαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Πόθεν τοῦτο δῆλον; Εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι. Οὐχ ὡς οὐκ εἰδότος οὖν τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλ' ἀποροῦντος, ὅτι τούτων ὄντων, πῶς δυνατὸν ταῦτα γενέσθαι. Οὕτω καὶ ἀλλαχοῦ οἱ μαθηταὶ λέγουσι· Τίς δύναται σωθῆναι; Ἀλλ' ὅρα πόσα οἰκονομεῖται, ἵνα πιστεύσῃ τῷ ἐρχομένῳ. Ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ, Προσεύχεται, φησίν· οὐκοῦν μὴ φοβοῦ. Καὶ διὰ τί οὐ λέγει αὐτῷ τὸ κατόρθωμα τὸ γενόμενον; Παιδεύων ἡμᾶς μὴ λέγειν ἡμῶν τὰ κατορθώματα· μᾶλλον δὲ καὶ φοβούμενον ἰδών. Οὐδὲ οὕτως εἶπεν, Οὐκ ἀπιστηθήσῃ, ἀλλὰ τί; Ἀναστὰς πορεύθητι. Οἶδε γὰρ ἐν ὁράματι ἄνδρα ἐπιθέντα αὐτῷ χεῖρας. ∆ιὰ τοῦτο ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἦν. Καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητήν· οὕτως ἐφοβεῖτο. Ὅμως δι' αὐτοῦ Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι ὁ Θεὸς ἐποίησεν. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκαλος, καὶ πολλῇ χρήσεται τῇ παῤῥησίᾳ. Ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οὕτως ἐπιδώσει ἡ διδασκαλία, φησὶ, ὡς καὶ ἐθνῶν καὶ βασιλέων ἁπάντων κρατῆσαι. Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με (Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ᾗ ἤρχου), ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι. Ἰησοῦς, φησὶν, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ. Καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ Πνεύματος ἔμαθε. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσε. Μόνον αὐτῷ τὰς χεῖρας ἐπέθηκε, καὶ εὐθέως τῶν ὀφθαλμῶν αὐτοῦ ἀπέπεσον αἱ λεπίδες. Ταύτας τινές φασι τῆς πηρώσεως αὐτοῦ εἶναι αἰτίας. Καὶ διὰ τί μὴ ἐπήρωσε αὐτοῦ τοὺς ὀφθαλμούς; Τοῦτο παραδοξότερον ἦν· καὶ γὰρ ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ. Καὶ εὐθέως, φησὶν, ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσεν. Ἄρα καὶ ἐξησθενηκὼς ἦν ἀπό τε τῆς ὁδοιπορίας, ἀπό τε τοῦ φόβου, ἀπό τε τοῦ λιμοῦ καὶ τῆς ἀθυμίας. Βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, τυφλὸν μένειν εἴασεν, ἕως ἦλθεν Ἀνανίας. Καὶ ἵνα μὴ νομίσῃ φαντασίαν τις εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες. Ἄρα οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία. Ἐγένετο δὲ μετὰ τῶν ὄντων ἐν ∆αμασκῷ μαθητῶν ἡμέρας τινάς. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα, εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς. Οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδεδοίκει, ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων. Οὐχ ἁπλῶς ἦν διδάσκαλος, ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς. Οὕτως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν, καὶ πρὸς φόνους παρεσκευασμένος. Ὁρᾷς, οἷον γέγονε σημεῖον εἰς αὐτὸν ἐναργές; Τούτῳ αὐτῷ καὶ πάντας ἐξέπληττε. ∆ιὸ καὶ τοῦτο δηλῶν ἐπάγει, λέγων· Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς αὐτὸ τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους ἀναγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνῄσχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν ∆αμασκῷ, συμβιβάζων, ὅτι Οὗτός ἐστιν ὁ Χριστός. Ἅτε νομομαθὴς ὢν, ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι. Ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον.
βʹ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ κατὰ τὸν Ἀνανίαν· Οὐκ εἶπε πρὸς αὐτὸν, ∆ιαλέχθητι καὶ κατήχησον αὐτόν. Εἰ γὰρ εἰπὼν, ὅτι Εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε· πολλῷ μᾶλλον, εἰ τοῦτο εἶπεν. Εἶδε, φησὶν, ἐν ὁράματι· ὥστε οὐδὲ διαπιστήσει σοι· μὴ τοίνυν φοβηθῇς, ἀλλὰ πορεύου. Οὕτως οὐδὲ Φίλιππος τότε τὸ πᾶν εὐθέως ἀκούει. Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος. Ἐκ περιουσίας τὸν φόβον λύοντός ἐστι τοῦτο, καὶ θαῤῥεῖν πείθοντος· εἴ γε οὕτω μέλλοι τὰ ὑπὲρ αὐτοῦ φρονεῖν, ὡς καὶ παθεῖν πολλά. Εἰπὼν δὲ, Σκεῦος, ὥστε δεῖξαι, ὅτι οὐκ ἔστι φυσικὴ αὐτοῦ ἡ κακία, Ἐκλογῆς προσέθηκεν, ἵνα δηλώσῃ, ὅτι καὶ δόκιμός ἐστι· τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. Μὴ δὴ νομίσῃ τις ταῦτα ἀκούων, ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν Ἀνανίας, ἢ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς εἰρημένοις, ἀκούσας τὸ ὄνομα Παύλου· οὕτω προκατέλαβεν ὁ φόβος ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν ψυχήν· καίτοι ἀκούσας, ὅτι ἐτύφλωσεν αὐτὸν, ἔδει θαῤῥεῖν. Καὶ ὧδε εἰς αὐτὸ, φησὶ, τοῦτο ἐλήλυθεν, ὥστε δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Ὡσεὶ ἔλεγε· Φοβοῦμαι, μή ποτέ με εἰς Ἱεροσόλυμα ἀναγάγῃ. Τί με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; τί με τούτῳ προδίδως; Φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν πάντοθεν τὴν ἀρετὴν τοῦ ἀνδρός. Τὸ μὲν γὰρ παρὰ Ἰουδαίων ταῦτα λέγεσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ παρὰ τούτου, καὶ οὕτω φοβηθέντος, μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται τοῦτο. Σαοὺλ ἀδελφέ. Ἐνταῦθα καὶ ὁ φόβος γίνεται μέγας, καὶ ἡ ὑπακοὴ μείζων μετὰ τὸν φόβον. Εἶτα ἐπειδὴ Σκεῦος ἐκλογῆς εἶπεν, ἵνα μὴ εἴπῃς, τὸ πᾶν εἶναι Θεοῦ, ἀπάγων σε τούτου, προστίθησι τὸ ἑξῆς, λέγων· Τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἤκουσεν, ὃ σφόδρα ἐπεθύμει ὁ Ἀνανίας, ὅτικαὶ κατὰ Ἰουδαίων στήσεται· διὸ καὶ οὐ μόνον χαρᾶς, ἀλλὰ καὶ θάρσους πληροῦται. Ἐγὼ γὰρ, φησὶν, ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Προδηλωτικῶς ταῦτα εἴρηται ἅμα καὶ ἐντρεπτικῶς, εἰ ἐκεῖνος μὲν πάντα πείσεται ὁ οὕτω μεμηνὼς, αὐτὸς δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλει, ὅπως ἀναβλέψῃ. Καλῶς ἔχει, φησίν· ἄφες αὐτὸν πεπηρῶσθαι· διὰ τοῦτο νῦν ἥμερος, ὅτι τυφλός ἐστι· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμούς; ἵνα πάλιν δήσῃ; Ἀλλὰ μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ' ἡμῶν, ἀλλ' ὑπὲρ ἡμῶν χρήσεται· πρὸς τὸ, Ὅπως ἀναβλέψῃ, ἔτι καὶ ταῦτα προσκείσθω. Μὴ φοβοῦ· οὐδὲν ἐργάσεται ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους. Σαοὺλ ἀδελφὲ, ὁ Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἀπέσταλκέ με. Οὐκ εἶπεν, Ὁ πηρώσας, ἀλλ', Ὁ ὀφθείς σοι· οὕτως ᾔδει μετριάζειν, καὶ οὐδὲν φθέγγεταί που ἀλαζονικόν. Ὥσπερ οὖν ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; οὕτω καὶ οὗτος, Ὁ Ἰησοῦς ὁ ὀφθείς σοι. Τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο, καὶ διπλῆ πήρωσις ἐλύετο. Εἰπὼν δὲ, ὅτι Λαβὼν τροφὴν ἐνίσχυσεν, ἐδήλωσεν, ὅτι παρειμένος ἦν καὶ ἀπὸ τῆς ἀθυμίας ὑπὲρ τῆς πηρώσεως, καὶ ἀπὸ τοῦ φόβου, καὶ ἀπὸ τοῦ λιμοῦ. Οὐδὲ γὰρ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε βαπτισθεὶς τῶν μεγάλων εὐθὺς ἔτυχε δωρεῶν. Καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν· ἀλλὰ τί; Ὁ ὀφθείς σοι, ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν· Ἐγώ εἰμι ὁ σταυρωθεὶς, ὁ ἐγερθείς· ἀλλ' Ὃν σὺ διώκεις. Οὐκ εἶπεν, Ὁ δεδιωγμένος, ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾷν καὶ ἐπεγγελᾷν. Ὁ ὀφθείς σοι, φησὶ, ἐν τῇ ὁδῷ. Καὶ μὴν οὐκ ὤφθη, ἀλλὰ διὰ πραγμάτων ὤφθη. Καὶ θέλων συσκιάσαι τὸ φορτικὸν τοῦ λόγου, εὐθέως ἐπήγαγεν· Ὅπως ἀναβλέψῃς, καὶ πλησθῇς Πνεύματος ἁγίου. Οὐχὶ ἐλέγξαι ἦλθε τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεὰν, φησίν. Ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον εὐθὺς τούτων λεγομένων τῶν ῥημάτων τοῦ Πνεύματος μετασχεῖν· καίτοι γε ὁ διδοὺς οὐκ ἦν τῶν δώδεκα. Οὕτως οὐδὲν ἀνθρώπινον πάντων τῶν ἐπ' αὐτῷ, οὐδὲ δι' ἀνθρώπου ἐγένετο, ἀλλ' ὁ Θεὸς παρῆν ὁ ταῦτα ποιῶν. Ἅμα δὲ αὐτὸν καὶ μετριάζειν παιδεύει, οὐκ ἄγων αὐτὸν πρὸς τοὺς προκρίτους ἀποστόλους, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἀνθρώπινον ἐνταῦθα. Οὐ μὴν Πνεύματος δὲ ἠξιώθη τοῦ ποιοῦντος τὰ σημεῖα, ἵνα καὶ οὕτως ἡ πίστις αὐτοῦ δειχθῇ· οὐ γὰρ θαύματα ἐποίησε. Καὶ εὐθέως, φησὶν, ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐχ ὅτι ἀνέστη ἐκήρυσσε, οὐδὲ ὅτι ζῇ· ἀλλὰ τί; Σφόδρα ἀκριβῶς τὸ δόγμα ἐξετίθετο· Ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οἱ δὲ εἰς ἀπιστίαν λοιπὸν ἔρχονται ταῦτα ἀκούοντες, δέον οὐ πιστεύειν μόνον, ἀλλὰ καὶ ἐκπλήττεσθαι. Καὶ τί δήποτε οὐχ ἁπλῶς, ὅτι διώκτης ἦν, λέγουσιν, ἀλλ' ὅτι ἐπόρθει τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; Τὸ σφόδρα μανικὸν διὰ τούτου ἐμφαίνοντες. Καὶ οὐκ εἶπον τὸν Ἰησοῦν, ἀπὸ τῆς βασκανίας οὐδὲ τὸ ὄνομα ἀκούειν ἀνεχόμενοι· οὕτως ἦσαν ἐκτεθηριωμένοι. Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν. Οὐκ ἔχομεν εἰπεῖν, φησὶν, ὅτι τοῖς ἀποστόλοις πρότερον συνεγένετο.
γʹ. Ὅρα διὰ πόσων ὁμολογεῖται τῶν ἐχθρῶν τυγχάνων ὁ Παῦλος. Ὁ δὲ οὐ μόνον οὐκ ᾐσχύνετο τούτοις, ἀλλὰ καὶ ἐνηβρύνετο. Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνῄσχυνε τοὺς Ἰουδαίους· τουτέστιν, ἐπεστόμιζεν, οὐκ εἴα τι εἰπεῖν· συμβιβάζων, ὅτι οὗτός ἐστιν ὁ Χριστός. ∆ιδάσκων, φησί· διδάσκαλος καὶ γὰρ εὐθέως ἦν. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Ἐπὶ τὸν ἰσχυρὸν συλλογισμὸν ἔρχονται πάλιν οἱ Ἰουδαῖοι. Οὐκ ἔτι γὰρ συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦσιν· οὐδὲ γὰρ ἔτι ἀνέχονται τούτων· ἀλλὰ τί; Λοιπὸν αὐτοὶ δι' ἑαυτῶν τοῦτο ἐργάζονται. Ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ πρᾶγμα, οὐδὲ δικαστήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν· παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι. ∆ιὰ τί; Ὅτι πάντων ἀφορητότερον ἦν αὐτοῖς τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν τρισχιλίων, πάντων ἁπλῶς. Καὶ ὅρα αὐτὸν τέως οὐ χάριτι σωζόμενον, ἀλλ' ἀνθρωπίνῃ σοφίᾳ· ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ χωρὶς σημείων λάμποντος. Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Εἰκότως· ἵνα ἀνύποπτον ᾖ τὸ πρᾶγμα. Τί οὖν; τοιοῦτον κίνδυνον διαφυγὼν, ἆρα ἵσταται; Οὐδαμῶς, ἀλλ' ἀπέρχεται ἔνθα μειζόνως ἂν αὐτοὺς ἐξάψοι. Ὅτι γὰρ ἀκριβῶς ἐπίστευσεν, ἄπιστον ἦν ἔτι τοῖς πολλοῖς. ∆ιὰ τοῦτο μεθ' ἡμέρας ἱκανὰς τοῦτο γίνεται. Τί ποτε τοῦτό ἐστιν; Εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως. Τοῦτο αἰνιττόμενος ἔλεγεν· Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ ὅρα τὸν εὐαγγελιστὴν οὐδὲν φιλοτίμως λέγοντα, οὐδὲ λαμπρὸν δεικνύντα τὸν Παῦλον, ἀλλὰ μόνον ὅτι ἐπήγειραν τὸν βασιλέα. Μόνον οὖν αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ' αὐτοῦ. Καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς ἀποστόλοις ἐν Ἱεροσολύμοις· μᾶλλον δὲ αὐτοὶ μὲν ἐξέπεμψαν, ὡς ἐκ τούτου λοιπὸν ἑαυτῷ τὴν σωτηρίαν πορίσασθαι· αὐτὸς δὲ τοὐναντίον πραττόμενος, εἰς τοὺς μαινομένους εὐθὺς ἐπεπήδησε. Τοῦτό ἐστι πεπυρῶσθαι, τοῦτο μάλιστα ζεῖν. Καὶ σκόπει, πῶς ἀκολουθεῖ, ἐκ πρώτης ἡμέρας τηρῶν τὸ παράγγελμα, ὅπερ ἤκουσαν οἱ ἀπόστολοι, τὸ, Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ μοι. Τὸ τοίνυν ὕστερον αὐτὸν τῶν ἄλλων ἐλθεῖν, μᾶλλον αὐτὸν προθυμότερον ἐποίει. Καὶ ἔργῳ ἐπληροῦτο ἐκεῖνο τὸ, Ὧ ἀφίεται πολὺ, μᾶλλον ἀγαπήσει. Ὥστε ὅσῳ ἔσχατον ἦλθε, τοσούτῳ μᾶλλον ἠγάπησεν. ∆ιὰ τοῦτο καὶ τὸν πρότερον βίον ἑαυτοῦ στηλιτεύων, καὶ πολλάκις ἑαυτὸν στίζων, οὐδὲν ἡγεῖτο ἱκανὸν εἶναι πρὸς τὸ τὰ πρότερα ἀποκρύψαι. Συμβιβάζων, φησὶ, τουτέστι, μετ' ἐπιεικείας διδάσκων. Καὶ ὅρα, οὐ λέγουσιν αὐτῷ, ὅτι Σὺ εἶ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον. Εἶπε γὰρ ἂν πολλῷ δικαιότερον, ὅτι Τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει, ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Τοῦτον μιμώμεθα, πα ρακαλῶ, καὶ ἡμεῖς, καὶ πρὸς πάντας ὦμεν κινδύνους παρατεταγμένοι. Καὶ πῶς, φησὶν, ἐκεῖνος φεύγει; Οὐκ ἦν δειλίας τὸ πρᾶγμα, ἀλλ' ἐφύλαττεν ἑαυτὸν τῷ κηρύγματι. Εἰ δειλὸς ἦν, οὐκ ἂν εἰς τὰ Ἱεροσόλυμα ἦλθεν, οὐκ ἂν εὐθέως ἀνεδέξατο τὴν διδασκαλίαν· καθυφῆκεν ἂν τῆς σφοδρότητος. Ἀλλ' οὐκ ἦν δειλὸς, ἀλλὰ καὶ οἰκονομικός. Ἐπαιδεύθη τῷ πάθει τοῦ Στεφάνου. ∆ιὸ οὐδὲν μέγα ἡγεῖτο τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κηρύγματος, εἰ μὴ μετὰ πολλοῦ τοῦ κέρδους τοῦτο ἐργάσαιτο, ἄνθρωπος οὐδὲ τὸν Χριστὸν ἰδεῖν θέλων, ὃν μάλιστα πάντων ἔσπευδεν ἰδεῖν, ἐπειδὴ οὐδέπω ἀπήρτιστο αὐτῷ τὰ τῆς εἰς τοὺς ἀνθρώπους οἰκονομίας. Τοιαύτην εἶναι χρὴ τὴν ψυχὴν τοῦ Χριστιανοῦ.
δʹ. Ἀπὸ προοιμίων καὶ ἀπὸ βαλβῖδος αὐτῆς ἐδείκνυτο ὁ χαρακτὴρ Παύλου· μᾶλλον δὲ καὶ πρὸ τούτου. Ἐν οἷς γὰρ οὐ κατὰ γνῶσιν ἐποίει, ἀνθρωπίνῳ κινούμενος λογισμῷ διεπράττετο. Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον οὐκ ἤθελεν ἀναλῦσαι· πολλῷ μᾶλλον ἐν ἀρχῇ τῆς ἐμπορίας, ἄρτι τῶν λιμένων ἐξελθών. Οὐκ ἐξαρπάζει δὲ αὐτὸν ὁ Χριστὸς τοῦ κινδύνου, ἀλλ' ἀφίησιν· ἐπειδὴ βούλεται καὶ ἀνθρωπίνῃ συνέσει πολλὰ γίνεσθαι. Ἄλλως δὲ ἀφίησιν, ἵνα μάθωμεν, ὅτι καὶ αὐτοὶ ἄνθρωποι ἦσαν, καὶ ὅτι οὐ πανταχοῦ τὸ πᾶν ἡ χάρις ἐνήργει· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ξύλα ἁπλῶς ἐνομίσθησαν ἄν.
∆ιά τοι τοῦτο πολλὰ καὶ αὐτοὶ ᾠκονόμουν διὰ τῶν πραγμάτων. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν, καὶ οὕτω τῆς τῶν ἀδελφῶν ὀρεγώμεθα σωτηρίας. Τοῦτο μαρτυρίου οὐκ ἔλαττον, μηδὲν παραιτήσασθαι παθεῖν διὰ τὴν τῶν πολλῶν σωτηρίαν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεόν. Πάλιν ἐρῶ, ὃ πολλάκις εἶπον· ἐρῶ δὲ, ἐπειδὴ σφόδρα αὐτὸ βούλομαι· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ αὐτὸ ἐποίει, περὶ ἀφέσεως παραινῶν καὶ λέγων· Ὅταν προσεύχησθε ὑμεῖς, ἀφίετε εἴ τι κατά τινος ἔχετε. Πάλιν τῷ Πέτρῳ διαλεγόμενος, Οὐ λέγω σοι, φησὶν, ὅτι Ἄφες ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά· καὶ διὰ τῶν ἔργων ἀφῆκε τὰ εἰς αὐτὸν πλημμελήματα. Οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὴ ἴσμεν τοῦτο ὅρον Χριστιανισμοῦ ὄντα, διὰ παντὸς περὶ αὐτοῦ διαλεγόμεθα. Οὐδὲν ψυχρότερον Χριστιανοῦ, ἑτέρους μὴ σώζοντος. Οὐκ ἔχεις ἐνταῦθα πενίαν εἰπεῖν· ἡ γὰρ τὰ δύο καταβαλοῦσα λεπτὰ, κατηγορήσει. Καὶ Πέτρος ἔλεγεν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Καὶ Παῦλος οὕτως ἦν πένης, ὡς καὶ πεινᾶσαι πολλάκις, καὶ τῆς ἀναγκαίας ἀπορῆσαι τροφῆς. Οὐκ ἔχεις δυσγένειαν εἰπεῖν· καὶ γὰρ ἐκεῖνοι ἄσημοι ἦσαν, καὶ ἐξ ἀσήμων. Οὐκ ἔχεις ἰδιωτείαν προβαλέσθαι· καὶ γὰρ ἐκεῖνοι ἀγράμματοι ἦσαν. Κἂν δοῦλος ᾖς, κἂν δραπέτης, δυνήσῃ τὰ παρὰ σαυτοῦ πληρῶσαι· ἐπεὶ καὶ ὁ Ὀνήσιμος τοιοῦτος ἦν. Ἀλλ' ὅρα ποῦ καλεῖ αὐτὸν, καὶ εἰς πόσον ἄγει ἀξίωμα. Ἵνα κοινωνῇ μοι, φησὶν, ἐν τοῖς δεσμοῖς μου. Οὐκ ἔχεις ἀσθένειαν εἰπεῖν· ἐπεὶ καὶ Τιμόθεος τοιοῦτος ἦν, πυκνὰς ἔχων τὰς ἀσθενείας. Ὅτι δὲ ἀσθενὴς ἦν, ἄκουε· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸ στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. ∆ύναται ἕκαστος τὸν πλησίον ὠφελεῖν, ἐὰν θέλῃ τὰ παρ' αὐτοῦ πληροῦν. Οὐχ ὁρᾶτε τὰ δένδρα τὰ ἄκαρπα πῶς ἐστιν ἰσχυρὰ, πῶς καλὰ, εὐμήκη, λεῖα καὶ ὑψηλά; Ἀλλ' εἰ παράδεισον ἔχοιμεν, βουλοίμεθα ἂν ῥοιὰς, ἐλαίας ἔχειν καρπίμους πολλῷ μᾶλλον ἢ ταῦτα· ἐκεῖνα γὰρ πρὸς τέρψιν εἰσὶν, οὐ πρὸς ὠφέλειαν· καὶ ἡ ὠφέλεια δὲ μικρά τίς ἐστι. Τοιοῦτοί εἰσιν οἱ τὰ αὑτῶν μόνον σκοποῦντες· μᾶλλον δὲ οὐδὲ τοιοῦτοι· πρὸς γὰρ καῦσιν ἐπιτήδειοι οὗτοι· ἐπεὶ ἐκεῖνα καὶ πρὸς οἰκοδομὴν καὶ πρὸς ἀσφάλειαν τῶν ἔνδον. Τοιαῦται ἦσαν καὶ αἱ παρθένοι, ἁγναὶ μὲν καὶ κόσμιαι καὶ σώφρονες, οὐδενὶ δὲ χρήσιμοι· διὸ καὶ κατακαίονται. Τοιοῦτοί εἰσιν οἱ μὴ θρέψαντες τὸν Χριστόν. Ὅρα γὰρ τούτων οὐδένα ἐγκαλούμενον ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, οὐχ ὅτι ἐπόρνευσεν, οὐχ ὅτι ἐπιώρκησεν, οὐδὲν ὅλως· ἀλλ' ὅτι ἑτέρῳ μὴ γέγονε χρήσιμος. Τοιοῦτος ἦν ὁ τὸ τάλαντον κατορύξας, ἄληπτον παρεχόμενος μὲν βίον, ἑτέρῳ δὲ οὐκ ὢν χρήσιμος. Πῶς ἐστι Χριστιανὸς ὁ τοιοῦτος; Εἰπέ μοι, ἐὰν ζύμη ἀναφυρεῖσα ἀλεύρῳ μὴ μεταστήσειεν εἰς τὴν αὐτῆς ἕξιν τὸ πᾶν, ἆρα ζύμη τὸ τοιοῦτόν ἐστι; Τί δαὶ, εἰ μὴ μύρον ἀναπλήσειε τῆς εὐωδίας τοὺς πλησιάζοντας, μύρον ἂν τοῦτο καλέσαιμεν; Μὴ εἴπῃς· Ἀδύνατόν μοί ἐστιν ἑτέρους ἐναγαγεῖν· ἂν γὰρ ᾖς Χριστιανὸς, ἀδύνατον τὸ μὴ οὕτω γενέσθαι. Ὥσπερ γὰρ τὰ ἐν τῇ φύσει ἀναντίῤῥητά ἐστιν, οὕτω καὶ ταῦτα· ἐν γὰρ τῇ φύσει τοῦ Χριστιανοῦ κεῖται τὸ πρᾶγμα. Μὴ ὕβριζε τὸν Θεόν. Ἂν εἴπῃς, ὅτι ὁ ἥλιος οὐ δύναται φαίνειν, ὕβρισας αὐτόν· ἂν εἴπῃς, ὅτι ὁ Χριστιανὸς οὐ δύναται ὠφελεῖν, ὕβρισας τὸν Θεὸν καὶ ψεύστην εἶπας. Εὔκολον γὰρ τὸν ἥλιον μὴ θερμαίνειν, μηδὲ φαί νειν, ἢ τὸν Χριστιανὸν μὴ φωτίζειν· εὔκολον τὸ φῶς εἶναι σκότος, ἢ τοῦτο γενέσθαι. Μὴ δὴ λέγε, ὅτι ἀδύνατον· ἀδύνατον γὰρ τοὐναντίον ἐστί. Μὴ δὴ ὕβριζε τὸν Θεόν. Ἂν τὰ καθ' ἡμᾶς κατασκευάσωμεν καλῶς, πάντως ἔσται ἐκεῖνα, καὶ ὥσπερ φυσικόν τι πρᾶγμα ἕψεται. Οὐκ ἔνι λαθεῖν φῶς Χριστιανοῦ· οὐκ ἔνι κρυβῆναι λαμπάδα οὕτω περιφανῆ. Μὴ δὴ ἀμελῶμεν. Ὥσπερ γὰρ ἀπὸ τῆς ἀρετῆς τὸ κέρδος εἴς τε ἡμᾶς, εἴς τε τοὺς ὠφελουμένους διαβαίνει· οὕτως ἀπὸ τῆς κακίας διπλῆ πάλιν ἡ ζημία, εἴς τε ἡμᾶς, εἴς τε τοὺς βλαπτομένους διαβαίνουσα. Ἔστω τις, εἰ βούλει, ἰδιώτης μυρία παρά τινος παθὼν κακὰ, καὶ μηδεὶς ἐκεῖνον ἀμυνέσθω, ἀλλὰ καὶ εὐεργετείτω· πόσης τοῦτο διδασκαλίας οὐκ ἰσχυρότερον; πόσων λόγων, πόσων παραινέσεων; τίνα οὐχ ἱκανὸν σβέσαι θυμὸν καὶ μαλάξαι; Ταῦτ' οὖν εἰδότες, ἐχώμεθα τῆς ἀρετῆς, ὡς οὐκ ἐνὸν ἑτέρως σωθῆναι, ἢ μετὰ τούτων τῶν κατορθωμάτων τὴν ἐνταῦθα ζωὴν διανύσαντας, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑʹ. Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον.
αʹ. Ἄξιον ἐνταῦθα διαπορῆσαι, πῶς ἐν μὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι Οὐκ ἀπῆλθον εἰς Ἱεροσόλυμα, ἀλλ' εἰς Ἀραβίαν καὶ ∆αμασκόν· καὶ ὅτι Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ὅτι Οὐδένα τῶν ἀποστόλων εἶδον· ἐνταῦθα δὲ τοὐναντίον, ὅτι Βαρνάβας ἤγαγεν αὐτὸν πρὸς τοὺς ἀποστόλους. Ἢ τοίνυν τοῦτό φησιν, ὅτι Οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι (λέγει γὰρ ἐκεῖ, ὅτι Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους)· ἢ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν ∆αμασκῷ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε, φησὶν, εἶτα πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐκεῖθεν ἐλθεῖν. Αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ἀποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι, ἅτε οὐ διδάσκαλος ὢν, ἀλλὰ μαθητής. Ἄρα οὐ διὰ τοῦτο ἀνῆλθεν, ἵνα πρὸς τοὺς πρὸ αὐτοῦ ἀπέλθῃ· οὐδὲ γὰρ παρ' αὐτῶν τι ἔμαθεν. Ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ' ἀφίησιν, ὥστε εἶναι οὕτως· Ἀπῆλθεν εἰς Ἀραβίαν, εἶτα ἦλθεν εἰς ∆αμασκὸν, εἶτα εἰς Ἱεροσόλυμα, εἶτα εἰς Συρίαν. Ἢ εἰ μὴ τοῦτο, πάλιν οὕτως, ὅτι Ἀνῆλθεν εἰς τὰ Ἱεροσόλυμα, εἶτα εἰς ∆αμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Συρίαν, εἶτα εἰς ∆αμασκὸν πάλιν, εἶτα εἰς Καισάρειαν, καὶ τότε διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα. Ἢ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν. Ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. Ὅρα, πῶς οὐκ ἔστι φιλότιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην, ἀλλὰ παρατρέχει. Πάλιν δὲ οὕτως ἄρχεται καί φησι· Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· οἱ δὲ ἐφοβοῦντο αὐτόν. Καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν τοῦ Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις. Οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖνο. Καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς μαθητὰς, ἅτε μαθητὴν ὄντα· οὔπω γὰρ ἐνομίζετο ἀξιόπιστος εἶναι. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον. Ὁ Βαρνάβας οὗτος ἐπιεικής τις καὶ ἥμερος ἄνθρωπος ἦν. Υἱὸς δὲ παρακλήσεως τὸ ὄνομα ἑρμηνεύεται· ὅθεν καὶ φίλος τῷ Παύλῳ γέγονεν. Ὅτι δὲ χρηστὸς ἦν σφόδρα καὶ εὐπρόσιτος, τοῦτο καὶ ἐκ τῶν μετὰ χεῖρας, καὶ ἐκ τῶν κατὰ Ἰωάννην δῆλόν ἐστιν. Ὅθεν οὗτος οὐ φοβεῖται, ἀλλὰ διηγεῖται, πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν ∆αμασκῷ ἐπαῤῥησιάσατο ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Εἰκὸς αὐτὸν γὰρ καὶ ἐν ∆αμασκῷ ἀκηκοέναι τὰ κατ' αὐτόν. ∆ιὸ καὶ ταῦτα ἐκείνων κατασκευαστικὰ ποιῶν, διὰ τῶν ἔργων ἐβεβαίωσε τὰ λεχθέντα. Καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐν Ἱερουσαλὴμ, καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Ἐπειδὴ οἱ μαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ, διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος. Ἐλάλει τε καὶ συνεζήτει, φησὶ, πρὸς τοὺς Ἑλληνιστάς. Ἑλληνιστὰς τοὺς Ἑλληνιστὶ φθεγγομένους λέγει· καὶ τοῦτο σφόδρα σοφῶς. Ἐκεῖνοι γὰρ οἱ ἄλλοι οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι. Οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν· τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τοῦτο τεκμήριον, καὶ τοῦ σφόδρα λυπεῖσθαι τῷ γεγονότι. Ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ, κατήγαγον αὐτὸν εἰς Καισάρειαν. ∆ιὰ φόβον τοῦτο ποιοῦσι· φοβηθέντες γὰρ λοιπὸν μὴ ταυτὸν γένηται οἷον ἐπὶ Στεφάνου, κατάγουσιν αὐτὸν εἰς Καισάρειαν. Καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν. Εἰ καὶ διὰ φόβον, ὅμως ἀποστέλλουσιν, ἅμα καὶ κηρύξοντα, καὶ ἐν ἀσφαλείᾳ ἐσόμενον αὐτὸν, ἅτε ἐν οἰκείᾳ πατρίδι. Ὅρα δέ μοι, πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ συγχωρεῖ αὐτοὺς ὁ Θεὸς καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ καὶ ἀνθρωπίνως. Εἰ γὰρ ἐπ' αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ' αὐτῶν· Συγχωρεῖ τοίνυν, ἵνα τῶν ῥᾳθύμων τὴν πρόφασιν ἐκκόψῃ· Αἱ μὲν οὖν Ἐκκλησίαι καθ' ὅλης τῆς Ἰουδαίας καὶ Σαμαρείας εἶχον εἰρήνην, οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ Κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο. Μέλλει περὶ Πέτρου λέγειν, καὶ ὅτι πρὸς τοὺς ἁγίους κάτεισιν. Ἵν' οὖν μὴ φόβου τοῦτο νομίσῃ τις, πρότερον ὡς εἶχον αἱ Ἐκκλησίαι διηγεῖται, δεικνὺς, ὅτι διωγμὸς ὅτε ἦν, ἐν Ἱεροσολύμοις ἦν· ὅτε δὲ πανταχοῦ ἐν ἀσφαλείᾳ τὰ τῆς Ἐκκλησίας, τότε λοιπὸν καὶ τὰ Ἱεροσόλυμα ἀφίησιν· οὕτως ἦν θερμὸς ὁμοῦ καὶ σφοδρός. Οὐ γὰρ ἐπειδὴ εἰρήνη ἦν, ἐνόμιζε μηδὲν δεῖσθαι τῆς αὐτοῦ παρουσίας. Καὶ διὰ τί, φησὶ, τοῦτο ποιεῖ, καὶ ἔρχεται εἰρήνης οὔσης, καὶ μετὰ τὸ Παῦλον ἀπελθεῖν; Ὅτι αὐτοὺς ᾐδοῦντο μάλιστα, ἅτε πολλάκις παραστάντας, καὶ ὑπὸ τοῦ πλήθους θαυμασθέντας· ἐκείνου δὲ κατεφρόνουν, καὶ μᾶλλον πρὸς αὐτὸν ἠγρίαινον.
βʹ. Εἶδες, πῶς εἰρήνη τὸν πόλεμον ἐκδέχεται; μᾶλλον δὲ, εἶδες, τί ἐποίησεν ὁ πόλεμος ἐκεῖνος;∆ιέσπειρε τοὺς τὴν εἰρήνην ποιοῦντας. Ἐπὶ τῆς Σαμαρείας κατῃσχύνθη ὁ Σίμων· ἐπὶ τῆς Ἰουδαίας τὰ κατὰ Σάπφειραν γέγονεν. Οὐ τοίνυν, ἐπεὶ εἰρήνη ἦν, ἐκλελυμένα τὰ πράγματα ἦν, ἀλλὰ τοιαύτη ἦν ἡ εἰρήνη, ὡς καὶ παρακλήσεως δεῖσθαι. Ἐγένετο δὲ, Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Καθάπερ τις στρατηγὸς περιῄει τὰς τάξεις ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος, ποῖον ἐν κόσμῳ, ποῖον τῆς αὐτοῦ δέοιτο παρουσίας. Ὅρα πανταχοῦ αὐτὸν περιτρέχοντα, καὶ πρῶτον εὑρισκόμενον. Ὅτε ἑλέσθαι ἔδει τὸν Ἀπόστολον, οὗτος πρῶτος· ὅτε διαλεχθῆναι τοῖς Ἰουδαίοις περὶ τοῦ μὴ μεθύειν, ὅτε θεραπεῦσαι τὸν χωλὸν, ὅτε δημηγορῆσαι, οὗτος πρὸς τῶν ἄλλων ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν, ὅτε ἀπὸ τῆς σκιᾶς ἰάσεις ἐγίνοντο, οὗτος ἦν. Καὶ ἔνθα μὲν ἦν κίνδυνος, οὗτος, καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὕτως οὐκ ἀπῄτει τιμὴν μείζονα. Πάλιν ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ· καὶ ἐνταῦθα πάλιν οὗτος πονεῖ δι' ἑαυτοῦ, καὶ ὁδοιπορεῖ. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτου, ὃς ἦν παραλελυμένος· καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ διὰ τί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; Μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα. Ἄκουε γοῦν καὶ τὸ κέρδος ὅσον· ἐπάγει γὰρ λέγων· Καὶ εἶδον πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Ἀσσάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Καλῶς οὕτως εἶπεν· ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· ὅθεν καὶ ἔλεγχον δίδωσι τοῦ σημείου, τὸ ἆραι τὸν κράββατον. Οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπήλλαττον μόνον, ἀλλὰ μετὰ τῆς ὑγείας παρεῖχον ἔτι καὶ ἰσχύν. Ἄλλως δὲ καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως, ὥστε εἰκότως οὐκ ἀπῃτεῖτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν. Καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πίστιν, οὕτως οὐδὲ οὗτοι. Ἐν Ἱερο σολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἀπῃτεῖτο· ὅθεν καὶ διὰ πίστιν, ὅσοι συνείχοντο ἀσθενείαις, ταῖς ὁδοῖς ἐξετίθεντο, ἵνα, ἐρχομένου δὴ Πέτρου, κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα, ἐνταῦθα δὲ τοῦτο πρῶτον συμβαίνει. Τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο, τὰ δὲ ὑπὲρ τῆς τῶν πιστευόντων παρακλήσεως. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβηθὰ, ἢ διερμηνευομένη λέγεται ∆ορκάς. Αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Λούσαντες δὲ αὐτὴν, ἔθηκαν ἐν ὑπερῴῳ. Ἐγγὺς δὲ
οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες, ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ∆ιὰ τί περιέμειναν ἀποθανεῖν; διὰ τί μὴ ἐσκύλη Πέτρος καὶ πρὸ τούτου; Ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾷν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, ὥστε δεῖξαι, ὅτι ἐν τάξει παρέργου τοῦτο ᾔτουν (μαθήτρια γὰρ ἦν), προηγουμένως δὲ οὐκ ἔτι. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον. Οὐ παρακαλοῦσιν, ἀλλ' αὐτῷ ἐπιτρέπουσιν ἵν' ἐξ ἑαυτοῦ τὴν ζωὴν αὐτῇ χαρίσηται. Οὕτως ἐνταῦθα πληροῦται τὸ, Ἐλεημοσύνη ῥύεται ἐκ θανάτου. –Καὶ περιέστησαν αὐτὸν πᾶσαι αἱ χῆραι κλαίουσαι, καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ ∆ορκάς. Ἔνθα προὔκειτο τεθνηκυῖα τὸν Πέτρον ἀνάγουσι, τάχα οἰόμενοι πρὸς φιλοσοφίαν αὐτῷ τι χαρίζεσθαι. Εἶδες, πόση ἐπίδοσις γέγονεν; Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὄνομα τῆς γυναικὸς, ἀλλ' ἵνα μάθωμεν, ὅτι φερώνυμος ἦν, οὕτως ἐγρηγορυῖα καὶ νήφουσα, ὥσπερ δορκάς. Πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν. Πλήρης, φησὶν, ἦν ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. Μέγα τῆς γυναικὸς τὸ ἐγκώμιον, εἴ γε ἀμφότερα οὕτως ἐποίει, ὡς ἀμφοτέρων εἶναι πεπληρωμένην. ∆ῆλον δὲ, ὅτι πρῶτον ἐκείνων, καὶ τότε τούτου ἐποιήσατο ἐπιμέλειαν. Ὅσα ἐποίει, φησὶ, μετ' αὐτῶν ἡ ∆ορκὰς οὖσα. Πολλὴ ἡ ταπεινοφροσύνη. Οὐ γὰρ ὥσπερ ἡμεῖς, ἀλλὰ κοινῇ πάντες ἦσαν, πολὺν τῆς ἐλεημοσύνης ποιούμενοι λόγον. Καὶ ἐκβαλὼν ἔξω πάντας ὁ Πέτρος, θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβηθὰ, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Τί δήποτε πάντας ἐκβάλλει; Ὥστε μὴ συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ διαταραχθῆναι. Καὶ θεὶς τὰ γόνατα προσηύξατο. Τοῦτο δεῖγμα ἐπιτεταμένης εὐχῆς. Καὶ κρατήσας, φησὶ, τῆς χειρός. Ἐνταῦθα δείκνυσι κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην, τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός. ∆οὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν. Καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν· τοῖς μὲν εἰς παράκλησιν, ὅτι τε ἀπέλαβον τὴν ἀδελφὴν, καὶ ὅτι θαῦμα εἶδον· ταῖς δὲ εἰς προστασίαν. Γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον. Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.
γʹ. Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου καὶ τὸ ἐπιεικὲς, πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ· διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, καὶ οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ὃς καὶ διὰ τοῦτο ἔκρινε διελθεῖν, ἐπειδὴ τῆς αὐτοῦ διδασκαλίας ἐδέοντο οἱ πιστεύσαντες. Ἴδωμεν τοίνυν ἄνωθεν τὰ εἰρημένα. Ἐπειρᾶτο, φησὶ, κολλᾶσθαι τοῖς μαθηταῖς. Οὐκ ἀναισχύντως προσῆλθεν, ἀλλ' ὑπεσταλμένως. Μαθητὰς δὲ καλεῖ, καὶ τοὺς μὴ τελοῦντας εἰς τὸν χορὸν τῶν δώδεκα· διότι μαθηταὶ πάντες ἐκαλοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. Καὶ πάντες ἐφοβοῦντο αὐτὸν, φησίν. Ὅρα, πῶς ἐφοβοῦντο τοὺς κινδύνους, πῶς ἔτι τὸ δέος ἐνήκμαζε. Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτοῦ, ἤγαγε πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς. Ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν αὐτῷ εἶναι φίλος· διὸ καὶ πάντα διηγεῖται τὰ κατ' αὐτόν. Οὐδὲν δὲ τούτων αὐτὸς λέγει· οἶμαι δὲ, ὅτι καὶ εἰς τοὺς ἄλλους οὐκ ἂν ἐξήνεγκεν ὕστερον, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ. Καὶ ἦν μετ' αὐτῶν εἰσπορευόμενος εἰς Ἱερουσαλὴμ, καὶ παῤῥησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ. Τοῦτο καὶ τοῖς ἄλλοις ἐδίδου θαῤῥεῖν. Ὁρᾷς καὶ ἐκεῖ καὶ ἐνταῦθα τοὺς ἄλλους προμηθουμένους, καὶ κατασκευάζοντας ὥστε αὐτὸν ἀπελθεῖν, καὶ οὐδαμοῦ τέως ἀπολαύοντα αὐτὸν θείας ῥοπῆς; Οὕτω γοῦν αὐτοῦ δείκνυται καὶ τὸ σφοδρόν. Ὥστε οὐ διὰ γῆς ἐμοὶ δοκεῖ τὴν πορείαν αὐτὸν ποιεῖσθαι, ἀλλὰ καὶ ἔπλει λοιπόν. Καὶ τοῦτο δὲ οἰκονομικῶς γίνεται, εἰς τὸ αὐτὸν καὶ ἐκεῖ κηρῦξαι. Ἄρα καὶ αἱ ἐπιβουλαὶ ὑπὲρ αὐτῶν, καὶ τὸ εἰς Ἱεροσόλυμα ἐλθεῖν οἰκονομικῶς, ἵνα μηκέτι ἀπιστῆται τὰ κατ' αὐτόν. Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς. Καὶ εἶχον, φησὶν, εἰρήνην αἱ Ἐκκλησίαι, οἰκοδομούμεναι καὶ πορευόμεναι τῷ φόβῳ τοῦ Κυρίου· τουτέστιν, ηὔξησαν καὶ τὴν εἰρήνην αὐτὴν δήπου πρὸς ἑαυτὴν, τὴν ὄντωςεἰρήνην. Εἰκότως· σφόδρα γὰρ αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν ὁ ἔξωθεν. Καὶ τῇ παρακλήσει τοῦ ἁγίου Πνεύματος ἐπληθύνοντο. Παρεκάλει αὐτοὺς τὸ Πνεῦμα καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων, καὶ καθ' ἑαυτὸν ἕκαστον. Ἐγένετο δὲ Πέτρον διερχόμενον κατελθεῖν πρὸς Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπον κατακείμενον, καὶ εἶπεν αὐτῷ· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός. Οὐκ ἐπιδεικνυμένου τὸ ῥῆμα, ἀλλὰ θαῤῥοῦντος ὅτι ἔσται. Ἐμοὶ δὲ σφόδρα δοκεῖ, ὅτι τούτῳ ἐπίστευσε τῷ ῥήματι ὁ ἀσθενῶν, καὶ γέγονεν ὑγιής. Ὅτι δὲ ἄτυφος, καὶ ἐκ τῶν ἑξῆς δῆλον. Οὐ γὰρ εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ· ἀλλ' ὡς σημεῖονμᾶλλον αὐτὸ διηγεῖται. Εἶδον δὲ οἱ κατοικοῦντες Λύδδαν, καὶ ἐπέστρεψαν ἐπὶ Κύριον. Ἄρα οὐ μάτην ἔλεγον, ὅτι εἰς τὸ πεῖσαι καὶ παρακαλέσαι τὰ θαύματα ἐτελεῖτο. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια, φησὶν, ὀνόματι Ταβηθά. Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Εἶδες πανταχοῦ τὰ σημεῖα γινόμενα; Οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβηθὰ, ἀλλ' ἐν ἀῤῥωστίᾳ γενομένη. ∆ιὸ καὶ οὐ καλοῦσι Πέτρον, ἕως ὅτε ἐτελεύτησεν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ, ἀπέστειλαν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Ὅρα, δι' ἑτέρων πέμπουσι καὶ καλοῦσιν. Ὁ δὲ πείθεται καὶ ἥκει, οὐχ ὕβριν τὸ πρᾶγμα νομίζων, τὸ κληθῆναι· οὕτω μέγα ἡ θλῖψις ἀγαθόν· τοῦτο συγκροτεῖ τὰς ἡμετέρας ψυχάς. Οὐδαμοῦ κοπετὸς ἐκεῖ, οὐδαμοῦ θρῆνος. Λούσαντες αὐτὴν, φησὶν, Ἔθηκαν ἐν ὑπερῴῳ· τουτέστι, τὰ ἐπὶ νεκρῷ πάντα ἐποίησαν. Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς. Καὶ ἀνελθὼν εἰς τὸ ὑπερῷον, θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβηθὰ, ἀνάστηθι. Οὐ πάντα συγχωρεῖ ὁ Θεὸς μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐργάζεσθαι. Τοῦτο δὲ αὐτοὺς ὠφέλει. Οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζε σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν. Ὁ γοῦν τῇ σκιᾷ τοσούτους θεραπεύων, νῦν τοσαῦτα πρὸς τὸ ἐξαναστῆσαι ποιεῖ. Ἔστι δὲ ὅπου καὶ ἡ πίστις τῶν προσιόντων συνήργει. Ταύτην οὖν πρώτην νεκρὰν ἀνίστησι, καλῶν ἐξ ὀνόματος· ἢ καὶ ὥσπερ ἐξ ὕπνου ἐγερθεῖσα, πρῶτον ἤνοιξε τοὺς ὀφθαλμοὺς, εἶτα εὐθὺς ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε, καὶ τελευταῖον ἀπὸ τῆς χειρὸς τῆς ἁφῆς στερεοῦται. Σὺ δέ μοι σκόπει, τὸ κέδρος πῶς πάλιν καὶ τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα. ∆ιὰ τοῦτο γοῦν καὶ ἐκβάλλει πάντας ἔξω, τὸν ∆ιδάσκαλον κἀν τούτῳ μιμούμενος. Ἔνθα γὰρ δάκρυα, τοιοῦτον μυστήριον οὐ δεῖ τελεῖσθαι· μᾶλλον δὲ, ἔνθα θαύματα, οὐ δεῖ δάκρυα παρεῖναι. Ἀκούσατε, παρακαλῶ, εἰ καὶ μὴ τοιοῦτόν τι γίνεται, ἀλλὰ καὶ ἐν τοῖς νῦν νεκροῖς μέγα τελεῖται μυστήριον. Εἰπὲ δή μοι, εἰ καθημένων ἡμῶν ἔπεμψεν ὁ βασιλεύς τινα καλῶν εἰς τὰ βασίλεια, κλαίειν ἔδει καὶ θρηνεῖν; Ἄγγελοι πάρεισιν ἐξ οὐρανῶν ἀπεσταλμένοι κἀκεῖθεν ἥκοντες, παρ' αὐτοῦ πεμφθέντες τοῦ βασιλέως τὸν σύνδουλον καλέσαι τὸν αὐτῶν· καὶ σὺ κλαίεις; Οὐκ οἶδας οἷον μυστήριόν ἐστι τὸ γινόμενον; πῶς φρικτὸν καὶ φοβερὸν, καὶ ὕμνων ἄξιον ὄντως καὶ χαρᾶς;
δʹ. Βούλει μαθεῖν, ἵνα εἰδῇς, ὅτι οὐχὶ δακρύων ὁ καιρός; Τῆς τοῦ Θεοῦ σοφίας μέγιστόν ἐστι τοῦτο μυστήριον. Ὥσπερ γάρ τινα οἰκίαν ἀφιεῖσα, πρόεισιν ἡ ψυχὴ πρὸς τὸν ἑαυτῆς ἐπειγομένη ∆εσπότην· σὺ δὲ πενθεῖς; Οὐκοῦν καὶ τικτομένου τοῦ παιδίου τοῦτο ποιεῖν ἐχρῆν· καὶ γὰρ τοῦτο τόκος ἐστὶν ἐκείνου βελτίων. Πρόεισι γὰρ ἐφ' ἕτερον φῶς, ἀπολύεται ὥσπερ ἀπὸ δεσμωτηρίου τινὸς, ὡς ἀπὸ ἀγῶνος ἔξεισι. Ναὶ, φησίν· ἐπὶ μὲν τῶν εὐδοκίμων καλῶς ταῦτα λέγεις. Καὶ τί πρὸς σὲ, ἄνθρωπε; σὺ γὰρ οὐδὲ ἐπὶ εὐδοκίμων τοῦτο ποιεῖς. Εἰπὲ δή μοι, τί τοῦ παιδίου καταγνῶναι ἔχοις ἂν τοῦ μικροῦ; τίνος ἕνεκεν πενθεῖς αὐτό; τί τοῦ νεοφωτίστου; καὶ γὰρ καὶ ἐκεῖνος εἰς τὸ αὐτὸ περιέστη. Τίνος οὖν ἕνεκεν πενθεῖς αὐτόν; Οὐκ οἶδας, ὅτι καθάπερ ἥλιος καθαρὸς ἄνεισιν· οὕτω καὶ ψυχὴ σῶμα ἀπολείπουσα μετὰ καθαροῦ συνειδότος, λάμπει φαιδρόν; Οὐχ οὕτω βασιλέα ἐπιβαίνοντα πόλεως μετὰ τοσαύτης ἔστι σιγῆς ἰδεῖν, ὡς ψυχὴν ἀφεῖσαν σῶμα, καὶ μετὰ ἀγγέλων ἀπιοῦσαν. Ἐννόησον τίς ἐστιν ἡ ψυχὴ, ἐν οἵᾳ τότε ἐκπλήξει γίνεται, ἐν οἵῳ θαύματι, ἐν οἵᾳ ἡδονῇ. Τί πενθεῖς; εἰπέ μοι· μὴ γὰρ ἐπὶ ἁμαρτωλῶν τοῦτομόνον ποιεῖς; Εἴθε τοῦτο ἦν, καὶ οὐκ ἂν ἐκώλυσα τὰ πένθη· εἴθε τοιοῦτος ὁ σκοπὸς ἦν. Οὗτος ὁ θρῆνος ἀποστολικὸς, οὗτος ὁ Θρῆνος καὶ ∆εσποτικός· ἔκλαυσε γὰρ καὶ Ἰησοῦς τὴν Ἱερουσαλήμ. Ἐβουλόμην τούτῳ διῃρῆσθαι τῷ νόμῳ τὰ πένθη. Ὅταν δὲ ἀνακαλούμενος ῥήματα λέγῃς καὶ συνήθειαν καὶ προστασίαν, οὐχὶ διὰ τοῦτο πενθεῖς, ἀλλὰ σκήπτῃ. Πένθησον, στέναξον τὸν ἁμαρτωλὸν, καὶ ἐγὼ κατάξω δάκρυα· καὶ ἐγὼ σοῦ μᾶλλον, ὅσῳ καὶ μείζονι τιμωρίᾳ ὑπεύθυ νος ὁ τοιοῦτος· καὶ ἐγὼ θρηνήσω μετὰ τοιούτου σκοποῦ. Οὐ σὲ δὲ μόνον τὸν τοιοῦτον δεῖ θρηνεῖν, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν καὶ τοὺς ἀπαντῶντας, καθάπερ τοὺς ἐπὶ θάνατον ἀπαγομένους. Ὄντως γὰρ θάνατος οὗτός ἐστι πονηρὸς, ὁ τῶν ἁμαρτωλῶν. Ἀλλὰ τὰ ἄνω κάτω γεγένηται. Οὗτος ὁ θρῆνος καὶ φιλοσοφίας ἐστὶ, καὶ διδασκαλίαν ἔχει πολλήν· ἐκεῖνος δὲ μικροψυχίας. Εἰ ἐθρηνοῦμεν τοῦτον τὸν θρῆνον ἅπαντες, ζῶντας ἂν αὐτοὺς διωρθώσαμεν. Ὥσπερ οὖν εἰ κύριος ἧς φάρμακα ἐπενεγκεῖν κωλύοντα τὸν θάνατον ἐκεῖνον τὸν σωματικὸν, ἐποίησας ἄν· οὕτω καὶ νῦν, εἴ γε τοῦτον ἐθρήνεις τὸν θάνατον, ἐκώλυσας ἂν καὶ ἐπὶ σοῦ, καὶ ἐπ' ἐκείνου τοῦτο γενέσθαι. Νῦν δὲ αἴνιγμά ἐστι τὸ γινόμενον· κυρίους μὲν ὄντας μὴ συγχωρῆσαι τοῦτον ἐπελθεῖν, ἀφεῖναι γενέσθαι, γενόμενον δὲ πενθεῖν. Ὄντως θρήνων ἄξιοι, ὅταν παραστῶσι τῷ βήματι τοῦ Χριστοῦ, οἷα ἀκούσονται ῥήματα; οἷα πείσονται πράγματα; Εἰκῆ ἔζησαν οὗτοι· μᾶλλον δὲ οὐκ εἰκῆ, ἀλλὰ καὶ ἐπὶ κακῷ. Καὶ ἐπὶ τούτων εὔκαιρον εἰπεῖν· Συμφέρον ἦν αὐτοῖς, εἰ οὐκ ἐγεννήθησαν. Τί γὰρ ὄφελος, εἰπέ μοι, τοσοῦτον ἀναλῶσαι χρόνον ἐπὶ κακῶς τῆς ἑαυτῶν κεφαλῆς; Εἰ γὰρ εἰκῆ μόνον ἀνάλωτο, οὐκ ἂν ἤρκεσεν ἡ ζημία. Εἰπέ μοι, εἴ τις μισθωτὸς γενόμενος εἴκοσιν ἔτη κατακόπτοιτο εἰκῆ, οὐ κλαύσεται καὶ θρηνήσει, καὶ δόξει πάντων ἐλεεινότερος εἶναι; Καὶ οὗτος πᾶσαν τὴν ζωὴν εἰκῆ κατεκόπη, οὐδὲ μίαν ἡμέραν ἔζησεν ἑαυτῷ, ἀλλὰ τῇ τρυφῇ, τῇ ἀσελγείᾳ, τῇ πλεονεξίᾳ, τῇ ἁμαρτίᾳ, τῷ διαβόλῳ. Τοῦτον οὖν οὐ θρηνήσομεν; εἰπέ μοι· οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι; Ἔστι γὰρ, ἔστιν, ἐὰν θέλωμεν, κούφην αὐτῷ γενέσθαι τὴν κόλασιν. Ἂν οὖν εὐχὰς ὑπὲρ αὐτοῦ ποιῶμεν συνεχεῖς, ἂν ἐλεημοσύνην διδῶμεν· κἂν ἐκεῖνος ἀνάξιος ᾗ, ἡμᾶς ὁ Θεὸς δυσωπήσεται. Εἰ διὰ Παῦλον ἑτέρους διέσωσε, καὶ δι' ἄλλους ἄλλων φείδεται· πῶς οὐχὶ καὶ δι' ἡμᾶς τὸ αὐτὸ τοῦτο ἐργάσεται; Ἐκ τῶν ἐκείνου χρημάτων, ἐκ τῶν σῶν, ὅθεν ἂν θέλῃς, βοήθησον· ἐπίσταξον ἔλαιον, μᾶλλον δὲ ὕδωρ. Οὐκ ἔχει ἐλεημοσύνας οἰκείας ἐπιδείξασθαι; Κἂν συγγενικάς. Οὐκ ἔχει τὰς ὑπ' αὐτοῦ γεγενημένας; Κἂν τὰς ὑπὲρ αὐτοῦ. Οὕτω μετὰ παῤῥησίας αὐτὸν παραιτήσεται τότε ἡ γυνὴ, λῦτρον ὑπὲρ αὐτοῦ καταθεμένη. Ὅσῳ πλειόνων γέγονεν ἁμαρτημάτων ὑπεύθυνος, τοσούτῳ μειζόνως αὐτῷ δεῖ τῆς ἐλεημοσύνης. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι οὐδὲ ἴσην ἔχει τὴν ἰσχὺν νῦν, ἀλλ' ἐλάττω πολλῷ. Οὐ γάρ ἐστιν ἴσον, αὐτόν τινα ποιῆσαι, καὶ ἕτερον ὑπὲρ αὐτοῦ. Ὡς οὖν ἐλάττονος οὔσης, οὕτω τῷ πλήθει μεγίστην ποιῶμεν αὐτήν. Μὴ περὶ σήματα, μὴ περὶ ἐντάφια ἀσχολώμεθα. Περίστησον χήρας· τοῦτο ἐντάφιον μέγιστον. Εἰπὲ τοὔνομα· πάσας κέλευσον ὑπὲρ αὐτοῦ ποιεῖσθαι τὰς δεήσεις, καὶ τὰς ἱκετηρίας· δυσωπήσει τοῦτο τὸν Θεὸν, εἰ καὶ μὴ ὑπ' αὐτοῦ, ἀλλὰ δι' αὐτὸν ἕτερος αἴτιος γίνεται τῆς ἐλεημοσύνης. Καὶ τοῦτο δόγμα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐστί. Χῆραι περιεστῶσαι καὶ δακρύουσαι, οὐχὶ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος δύνανται ἐξαρπάσαι θανάτου. Πολλοὶ καὶ ἐκ τῶν ὑφ' ἑτέρων δι' αὐτοὺς γεγενημένων ἐλεημοσυνῶν ἀπώναντο. Εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα· ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι, πῶς τὰ παιδία σώζεται; καίτοι γε ἐκεῖ οὐδὲν αὐτὰ εἰσφέρει, ἀλλ' οἱ γονεῖς τὸ πᾶν· καὶ γυναιξὶν ἐχαρίσθη παιδία πολλάκις, οὐδὲν αὐτὰ εἰσενεγκόντα. Πολλὰς ἡμῖν ὁ Θεὸς τοῦ σώζεσθαι δέδωκεν ὁδοὺς, μόνον μὴ ἀμελῶμεν.
εʹ. Τί οὖν, ἄν τις πένης ᾖ, φησί; Πάλιν ἐρῶ, τὸ πολὺ τῆς ἐλεημοσύνης οὐκ ἐκ τῶν διδομένων κρίνεται μόνον, ἀλλὰ καὶ ἐκ τῆς προαιρέσεως. Μόνον μὴ δῷς ἔλαττον τῆς δυνάμεως, καὶ τὸ πᾶν ἐξέτισας. Τί οὖν, φησὶ, ἂν ἔρημος ᾖκαὶ ξένος, καὶ μηδένα ἔχῃ; ∆ιὰ τί γὰρ μηδένα ἔχει; εἰπέ μοι. Τούτῳ αὐτῷ δίδωσι δίκην, ὅτι μηδένα οὕτω φίλον, οὕτως ἐνάρετον ἔχει. Τοῦτο οὖν γίνεται, ἵνα, κἂν αὐτοὶ μὴ ὦμεν ἐνάρετοι, σπουδάζωμεν ἑταίρους καὶ φίλους ἐναρέτους ἔχειν, καὶ γυναῖκα καὶ υἱὸν, ὡς καρπούμενοί τι καὶ δι' αὐτῶν· μικρὸν μὲν καρπούμενοι, καρπούμενοι δὲ ὅμως. Ἂν σπουδάσῃς, μὴ πλουτοῦσαν, ἀλλ' εὐλαβῆ γυναῖκα ἀγαγέσθαι, ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ὁμοίως ἂν σπουδάσῃς, μὴ πλουτοῦντα υἱὸν καταλιπεῖν, ἀλλ' εὐλαβῆ, καὶ θυγάτριον σεμνὸν, καὶ οὕτω ταύτης ἀπολαύσῃ τῆς παραμυθίας. Ἂν ταῦτα σπουδάσῃς, καὶ αὐτὸς ἔσῃ τοιοῦτος. Καὶ τοῦτο μέρος ἀρετῆς, τὸ τοιούτους αἱρεῖσθαι καὶ φίλους, καὶ γυναῖκα, καὶ παιδία. Οὐκ εἰκῆ προσφοραὶ ὑπὲρ τῶν ἀπελθόντων γίνονται, οὐκ εἰκῆ ἱκετηρίαι, οὐκ εἰκῆ ἐλεημοσύναι· ταῦτα πάντα τὸ Πνεῦμα διέταξε, δι' ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βουλόμενον. Ὅρα γάρ· Ὠφελεῖται ἐκεῖνος διὸ σοῦ, ὠφελῇ σὺ δι' ἐκεῖνον· κατεφρόνησας χρημάτων, προαχθεὶς ἐργάσασθαί τι γενναῖον· καὶ σὺ αὐτῷ τῆς σωτηρίας, καὶ αὐτὸς σοὶ τῆς ἐλεημοσύνης γέγονεν αἴτιος. Μὴ ἀμφίβαλλε, ὅτι καρπώσεταί τι χρηστόν. Οὐχ ἁπλῶς ὁ διάκονος βοᾷ· Ὑπὲρ τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελουμένων· οὐχ ὁ διάκονός ἐστιν ὁ ταύτην ἀφιεὶς τὴν φωνὴν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον· τὸ δὲ χάρισμα λέγω. Τί λέγεις; Ἐν χερσὶν ἡ θυσία, καὶ πάντα πρόκειται ηὐτρεπισμένα· πάρεισιν ἄγγελοι, ἀρχάγγελοι· πάρεστιν ὁ Υἱὸς τοῦ Θεοῦ· μετὰ τοσαύτης φρίκης ἑστήκασιν ἅπαντες· παρεστήκασιν ἐκεῖνοι βοῶντες, πάντων σιγώντων· καὶ ἡγῇ ἁπλῶς γίνεσθαι τὰ γινόμενα; Οὐκοῦν καὶ τὰ ἄλλα ἁπλῶς, καὶ τὰ ὑπὲρ τῆς Ἐκκλησίας, καὶ τὰ ὑπὲρ τῶν ἱερέων προσφερόμενα, καὶ τὰ ὑπὲρ τοῦ πληρώματος; Μὴ γένοιτο· ἀλλὰ πάντα μετὰ πίστεως γίνεται. Τί οἴει τὸ ὑπὲρ μαρτύρων προσφέρεσθαι, τὸ κληθῆναι ἐν ἐκείνῃ τῇ ὥρᾳ; Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ ∆εσπότου παρόντος, τοῦ θανάτου ἐπιτελουμένου ἐκείνου, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων. Καθάπερ γὰρ καθημένου τοῦ βασιλέως, ὅσα ἄν τις βούληται, ἀνύει· ἐγερθέντος δὲ, ὅσα ἂν λέγῃ, εἰκῆ ἐρεῖ· οὕτω καὶ τότε, ἕως ἂν πρόκειται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη τὸ μνήμης ἀξιοῦσθαι. Ὅρα γάρ· Καταγγέλλεται τότε τὸ μυστήριον τὸ φρικτὸν, ὅτι ὑπὲρ τῆς οἰκουμένης ἔδωκεν ἑαυτὸν ὁ Θεός· μετὰ τοῦ θαύματος ἐκείνου εὐκαίρως ὑπομιμνήσκει αὐτὸν τῶν ἡμαρτηκότων. Καθάπερ γὰρ ὅταν ἐπινίκια τῶν βασιλέων ἄγηται, τότε εὐφημοῦνται μὲν καὶ ὅσοι τῆς νίκης ἐκοινώνησαν, ἀφίενται δὲ καὶ ὅσοι ἐν δεσμοῖς εἰσι διὰ τὸν καιρόν· παρελθόντος δὲ τοῦ καιροῦ, ὁ μὴ τυχὼν οὐκ ἔτι τινὸς ἀπολαύει· οὕτω δὴ καὶ ἐνταῦθα, τῶν ἐπινικίων οὗτος ὁ καιρός. Ὁσάκις γὰρ ἂν, φησὶν, ἐσθίητε τὸν ἄρτον τοῦτον, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Μὴ δὴ ἁπλῶς προσίωμεν, μηδὲ ὡς ἔτυχε ταῦτα γίνεσθαι νομίζωμεν. Ἄλλως δὲ μαρτύρων μεμνήμεθα, καὶ τοῦτο εἰς πίστιν, ὅτι οὐ τέθνηκεν ὁ Κύριος· καὶ τοῦτο τοῦ τεθανατῶσθαι τὸν θάνατον σημεῖον, τοῦ νεκρὸν αὐτὸν γεγενῆσθαι. Ταῦτα εἰδότες, ἐπινοῶμεν ὅσας δυνάμεθα παραμυθίας τοῖς ἀπελθοῦσιν, ἀντὶ δακρύων, ἀντὶ θρήνων, ἀντὶ μνημείων, τὰς ἐλεημοσύνας, τὰς εὐχὰς, τὰς προσφορὰς, ἵνα κἀκεῖνοι καὶ ἡμεῖς τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου