ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λ∆ʹ Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες

Σάββατο 22 Οκτωβρίου 2016

Λ∆ʹ Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Λ∆ʹ  Παῦλος  δὲ  καὶ  Βαρνάβας  διέτριβον  ἐν  Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι  μετὰ καὶ ἑτέρων πολλῶν  τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέ ρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαν τες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν  τὸν λόγον τοῦ Κυ ρίου, πῶς ἔχουσιν.

αʹ. Ὅρα πάλιν αὐτῶν τὸ ταπεινὸν, πῶς καὶ ἑτέροις μεταδιδόασι τοῦ λόγου. Καὶ ἤδη μὲν τῶν ἀποστόλων τῶν λοιπῶν τὸ ἦθος ἀνέγραψεν ἡμῖν ὁ Λουκᾶς, δεικνὺς ὅτι ὁ μὲν ἁπαλώτερος ἦν καὶ μᾶλλον  συγγνωμονικὸς,  οὗτος δὲ ἀκριβέστερος καὶ αὐστηρότερος· διάφορα γάρ ἐστι τὰ χαρίσματα· ὅτι δὲ καὶ τοῦτο χάρισμα, δῆλον. Ἀλλ' ἐκεῖνο μὲν ἑτέροις ἤθεσιν ἀνθρώπων  ἁρμόζει, τοῦτο δὲ ἑτέροις· κἂν μετασκευάσωνται, γέγονεν ἄχρηστον λοιπόν. Καὶ δοκεῖ μὲν εἶναί τις παροξυσμὸς, τὸ δὲ πᾶν οἰκονομία ἐστίν. Ὥστε γὰρ τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν, τοῦτο γίνεται. Ἄλλως δὲ καὶ ἔδει πάντας οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν   δὲ  ἄρχεσθαι·  καὶ  τοῦτο   οἰκονομικόν.  


Κύπριοι  μὲν   γὰρ  οὐδὲν   τοιοῦτον ἐπεδείξαντο, οἷον οἱ ἐν Ἀντιοχείᾳ  καὶ οἱ λοιποί· καὶ ἐκεῖνοι μᾶλλον  ἐδέοντο τοῦ ἤθους τοῦ ἁπαλωτέρου, οὗτοι δὲ τούτου. Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν καὶ Ἰωάννην  τὸν καλούμενον Μάρκον· Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον. Ἐγένετο οὖν παροξυσμὸς, ὥστε χωρισθῆναι αὐτοὺς ἀπ' ἀλλήλων,  τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον, ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν, ἐξῆλθε  παραδοθεὶς  τῇ  χάριτι  τοῦ  Θεοῦ ὑπὸ  τῶν  ἀδελφῶν.  Οὕτω  καὶ  ἐν  τοῖς προφήταις εὑρίσκομεν διαφόρους γνώμας καὶ διάφορα ἤθη· οἷον ὁ Ἠλίας αὐστηρὸς, ὁ Μωϋσῆς πρᾶος. Καὶ ἐνταῦθα τοίνυν  σφοδρότερός ἐστιν ὁ Παῦλος. Ἀλλ' ὅρα καὶ οὕτω τὸ ἐπιεικὲς αὐτοῦ. Ἠξίου, φησὶ, τὸν ἀποστάντα ἀπ' αὐτῶν ἀπὸ Παμφυλίας μὴ συμπαραλαβεῖν. Καθάπερ γάρ τις στρατηγὸς οὐκ ἂν ἕλοιτο τὸν σκευοφόρον ἔχειν ἀεὶ βάναυσον· οὕτως οὐδὲ ὁ ἀπόστολος. Τοῦτο καὶ τοὺς ἄλλους ἐπαίδευε, καὶ αὐτὸν ἐῤῥύθμιζεν ἐκεῖνον. Οὐκοῦν, φησὶ, κακὸς ὁ Βαρνάβας; Οὐδαμῶς· ἀλλὰ καὶ σφόδρα ἄτοπον τὸ νομίζειν τοῦτο. Πῶς δὲ οὐκ ἄτοπον ὑπὲρ οὕτω πράγματος μικροῦ τοῦτον λέγειν   γενέσθαι  κακόν;  Ἀλλ'  ὅρα,  ὅτι  πρῶτον  μὲν  κακὸν  οὐδὲν  γέγονεν,  εἰ ὁλοκλήροις ἔθνεσιν ἀρκοῦντες, ἀπεσχίσθησαν ἀπ' ἀλλήλων, ἀλλὰ καὶ μέγα ἀγαθόν· ἔπειτα ὅτι εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν εἵλοντο  εὐκόλως ἀφεῖναι  ἀλλήλους.  Σὺ δέ μοι θαύμασον  τοῦτον μηδὲ τοῦτο κρύψαντα. Ἀλλ' εἰ καὶ χωρισθῆναι ἔδει, φησὶ, χωρὶς παροξυσμοῦ. Μάλιστα μὲν οὖν καὶ ἐντεῦθεν δείκνυται τὰ ἀνθρώπινα. Εἰ γὰρ ἐπὶ  τοῦ  Χριστοῦ τοῦτο  ἔδει  γενέσθαι,  πολλῷ   μᾶλλον  ἐνταῦθα.  Ἄλλως   δὲ  ὁ παροξυσμὸς οὐκ ἂν εἴη φαῦλος, ὅταν ὑπὲρ τοιούτων  ἕκαστος ἀμφισβητῇ, καὶ μετὰ δικαίου λόγου. Εἰ μὲν οὖν τις αὐτῶν τὸ ἑαυτοῦ ζητῶν παρωξύνετο, καὶ τὴν εἰς αὐτὸν τιμὴν, καλῶς· εἰ δὲ παιδεῦσαι καὶ διδάξαι ἑκάτερος βουλόμενος, ὁ μὲν ταύτην, ὁ δὲ ἐκείνην ὥδευον, τοῦτο ποῖον ἔγκλημα; Πολλὰ καὶ ἀνθρωπίνῃ  διανοίᾳ ἐποίουν· οὐ γὰρ ἦσαν λίθοι  ἢ ξύλα. Καὶ ὅρα Παῦλον κατηγοροῦντα,  καὶ τὴν αἰτίαν  λέγοντα. Ἠδεῖτο γὰρ τὸν  Βαρνάβαν ἀπὸ ταπεινοφροσύνης  πολλῆς,  ἅτε κεκοινωνηκότα  ἐν τοσούτοις αὐτῷ καὶ μετ' αὐτοῦ ὄντα· ἀλλ' οὐχ οὕτως ᾐδεῖτο, ὥστε καὶ παριδεῖν τὸ δέον.  Τίς μὲν  οὖν  ἄμεινον  ἐβουλεύσατο, οὐχ  ἡμῶν  ἀποφήνασθαι·  τέως  δὲ, ὅτι μεγάλη γέγονεν οἰκονομία, εἴ γε οὗτοι μὲν ἔμελλον δεύτερον ἐπισκέψεως ἀξιοῦσθαι, ἐκεῖνοι  δὲ  οὐδὲ  ἅπαξ.  Οὐχ ἁπλῶς  διέτριβον  ἐν  Ἀντιοχείᾳ,  ἀλλ'  ἐδίδασκον.  Τί ἐδίδασκον; τί δὲ εὐηγγελίζοντο;  Τούς τε ἤδη πιστοὺς, τούς τε οὐδέπω. Ἐπειδὴ γὰρ μυρία σκάνδαλα ἦν, ἔδει τῆς αὐτῶν παρουσίας. Τὸ ζητούμενον, οὐχ ὅτι διηνέχθησαν ἐν ταῖς γνώμαις, ἀλλ' ὅτι συγκατέβησαν ἀλλήλοις ἰδεῖν. Οὕτω μεῖζον ἀγαθὸν γέγονε τὸ  χωρισθῆναι,   καὶ  πρόφασιν   ἐκ  τούτου   τὸ  πρᾶγμα  ἔλαβε.  Τί  οὖν;  ἐχθροὶ ἀνεχώρησαν;  Μὴ γένοιτο.  Ὁρᾷς  γὰρ  μετὰ  τοῦτο  Βαρνάβαν  πολλῶν   ἐγκωμίων ἀπολαύοντα  παρὰ Παύλου ἐν ταῖς  Ἐπιστολαῖς. Παροξυσμὸς, φησὶν, ἐγένετο,  οὐκ ἔχθρα οὐδὲ φιλονεικία. Τοσοῦτον ἴσχυσεν ὁ παροξυσμὸς, ὥστε χωρίσαι· καὶ εἰκότως. Ὅπερ γὰρ ἕκαστος ὑπέλαβεν εἶναι λυσιτελὲς, τοῦτο μετὰ ταῦτα οὐ προσήκατο διὰ τὴν  πρὸς  ἐκεῖνον  κοινωνίαν.



 βʹ. Ἐμοὶ δοκεῖ  καὶ  κατὰ  σύνεσιν  γεγενῆσθαι  τὸν χωρισμὸν, καὶ πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Ἐπειδὴ ἐγὼ οὐ βούλομαι σὺ δὲ βούλει, ἵνα μὴ  μαχώμεθα,  διανειμώμεθα  τοὺς  τόπους.  Ὥστε πάνυ  εἴκοντες  ἀλλήλοις  τοῦτο ἐποίουν. Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας· διὰ τοῦτο καὶ ἀνεχώρησεν· ἐβούλετο καὶ Παῦλος ὁμοίως τὸ ἐκείνου· διὰ τοῦτο καὶ αὐτὸς τὸ ἴσον ποιεῖ καὶ ἀναχωρεῖ.  Εἴθε καὶ  ἡμεῖς  τοιούτους  ἐχωριζόμεθα  χωρισμοὺς,  ὥστε ἐπὶ  κήρυγμα ἀπιέναι  Παῦλος δὲ, φησὶν, ἐπιλεξάμενος τὸν Σίλαν, ἐξῆλθε παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν  ἀδελφῶν.  Θαυμαστός ἐστιν οὗτος ὁ ἀνὴρ,  καὶ σφόδρα μέγας. Πάνυ δὲ ὠφέλει  τὸν  Μάρκον ἡ μάχη αὕτη. Τὸ μὲν γὰρ Παύλου φοβερὸν ἐπέστρεψεν  αὐτὸν,  τὸ  δὲ  Βαρνάβα χρηστὸν  ἐποίει  μηκέτι  ἀπολειφθῆναι·  ὥστε μάχονται μὲν, πρὸς ἓν δὲ τέλος ἀπαντᾷ τὸ κέρδος. Καὶ γὰρ Παῦλον ὁρῶν αἱρούμενον ἀποστῆναι, πάνυ ἂν ἐφοβήθη καὶ κατέγνω ἑαυτοῦ· καὶ πάλιν Βαρνάβαν ὁρῶν οὕτως αὐτοῦ  ἀντεχόμενον,  πάνυ  ἂν  αὐτὸν  ἐφίλησε· καὶ διωρθοῦτο  ὁ μαθητὴς  διὰ τῆς μάχης τῶν διδασκάλων· τοσοῦτον ἀπεῖχε τοῦ σκανδαλισθῆναι. Εἰ μὲν γὰρ διὰ τὴν εἰς ἑαυτοὺς τιμὴν τοῦτο ἔπραττον, εἰκότως· εἰ δὲ διὰ τὴν αὐτοῦ σωτηρίαν, καὶ δι' ἓν φιλονεικοῦσιν  ὥστε δεῖξαι τὸν τιμήσαντα. αὐτὸν καλῶς βεβουλευμένον, τί ἄτοπον;


 γʹ. Ὅρα τὴν σύνεσιν τοῦ Παύλου· οὐ πρότερον ἐπ' ἄλλας ἔρχεται πόλεις, πρὶν ἢ τὰς δεξαμένας   τὸν   λόγον   ἐπισκέψασθαι.  ∆ιήρχετο   δὲ   τὴν   Συρίαν   καὶ   Κιλικίαν ἐπιστηρίζων τὰς Ἐκκλησίας. Κατήντησε δὲ εἰς ∆έρβην καὶ Λύστραν. Καὶ γὰρ ἀνοίας ἐστὶν εἰκῇ τρέχειν. Τοῦτο καὶ ἡμεῖς ποιῶμεν· τοὺς πρώτους πρῶτον παιδεύωμεν, ἵνα μὴ οὗτοι ἐμπόδιον γίνωνται  τοῖς μετὰ ταῦτα. Ἐπισκεψώμεθα, φησὶ, τοὺς ἀδελφοὺς πῶς ἔχουσι. Καὶ τοῦτο ἠγνόει εἰκότως, ἵνα ἐλθὼν τοὺς ἀδελφοὺς ἐπισκέψηται. Ὅρα αὐτὸν ἀεὶ διεγηγερμένον,  μεριμνῶντα,  οὐκ ἀνεχόμενον  καθῆσθαι, καίτοι μυρίους ὑπέμενε κινδύνους. Ὁρᾷς, ὅτι οὐ δειλίας ἦν τὸ εἰς Ἀντιόχειαν ἐλθεῖν; Καθάπερ γὰρ ἰατρὸς ἐπὶ τοὺς κάμνοντας ἀπῄει, καὶ τὴν ἀνάγκην τῆς ἐπισκέψεως ἐδήλωσεν εἰπὼν, Ἐν  αἷς  κατηγγείλαμεν   τὸν  λόγον.  Ἀπέστη  ὁ  Βαρνάβας, καὶ  οὐκέτι  συνῆλθεν. Ἐπιλεξάμενος, φησὶ, τὸν Σίλαν, καὶ παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ. Τί τοῦτό ἐστιν; Ηὔξαντο, φησὶν, ἐδεήθησαν τοῦ Θεοῦ. Ὅρα πανταχοῦ μεγάλα δυναμένην τὴν εὐχὴν τῶν  ἀδελφῶν.  Καὶ λοιπὸν  πεζῇ  ὥδευε,  καὶ  διὰ  τῆς  ὁδοιπορίας  ὠφελῆσαι  τοὺς ὁρῶντας βουλόμενος· εἰκότως. Ὅτε μὲν γὰρ ἔσπευδον, ἔπλεον· νῦν δὲ οὐκ ἔτι. Καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν  ἐν Λύστροις καὶ Ἰκωνίῳ  ἀδελφῶν.  Τοῦτον ἠθέλησεν  ὁ Παῦλος σὺν  αὐτῷ  ἐξελθεῖν·  καὶ  λαβὼν  περιέτεμεν  αὐτὸν  διὰ  τοὺς Ἰουδαίους  τοὺς ὄντας  ἐν τοῖς  τόποις  ἐκείνοις.  Ἤδεσαν γὰρ ἅπαντες  τὸν  πατέρα αὐτοῦ, ὅτι Ἕλλην ὑπῆρχεν. Ἄξιον ἐκπλαγῆναι τοῦ Παύλου τὴν σύνεσιν. Ὁ τοσαῦτα μαχεσάμενος περὶ τῆς περιτομῆς, ὁ πάντα κινήσας, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ὅτε  κατώρθωσε,  τοῦ  δόγματος  κυρωθέντος,  περιτέμνει  τὸν  μαθητήν.  Οὐ μόνον ἑτέρους οὐ κωλύει, ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται. Οὐδὲν Παύλου συνετώτερον· ὥστε πάντα πρὸς τὸ συμφέρον ἑώρα· οὐδὲν ἁπλῶς ἐποίει προλήψει. Τοῦτον ἠθέλησε, φησὶν, ἐξελθεῖν  σὺν αὐτῷ. Τὸ θαυμαστὸν τοῦτο, ὅτι καὶ ἐπήγετο αὐτόν. ∆ιὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. Αὕτη ἡ αἰτία τοῦ περιτεμεῖν· οὐ γὰρ ἂν ἠνέσχοντο παρὰ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι. Καὶ τί; Ὅρα τὸ κατόρθωμα· περιέτεμεν, ἵνα περιτομὴν  καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν  ἀποστόλων. Ὁρᾷς μάχην, καὶ διὰ μάχης οἰκοδομήν; Οὐ παρ' ἑτέρων  πολεμούμενοι,  ἀλλὰ καὶ αὐτοὶ ἐναντία  ποιοῦντες, οὕτω τὴν Ἐκκλησίαν ᾠκοδόμουν. ∆όγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιτέμνει. Καὶ ἐπερίσσευον, φησὶ, τῷ ἀριθμῷ καθ' ἡμέραν. Εἶδες τὸ κέρδος  τῆς  περιτομῆς;  Εἶτα λοιπὸν  οὐκ  ἐνδιατρίβει  τούτοις,  ἅτε  ἐπισκέψασθαι ἐλθών· ἀλλὰ τί; Πόῤῥω πρόεισιν.  Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς   φυλάσσειν   τὰ  δόγματα   τὰ  κεκριμένα   ὑπὸ  τῶν   ἀποστόλων   καὶ  τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν Ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ' ἡμέραν. ∆ιελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες  ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, τὴν Φρυγίαν καὶ τὴν Γαλατίαν ἀφέντες, εἰς τὴν μεσόγαιον ἔσπευδον. Ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορεύεσθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.∆ιὰ τί μὲν οὖν ἐκωλύθησαν,  οὐ λέγει· ὅτι δὲ ἐκωλύθησαν,  εἶπε, παιδεύων  ἡμᾶς πείθεσθαι μόνον καὶ μὴ ζητεῖν τὰς αἰτίας, καὶ δεικνὺς, ὅτι πολλὰ καὶ ἀνθρωπίνως ἐποίουν. Παρελθόντες δὲ τὴν  Μυσίαν κατέβησαν εἰς Τρωάδα. Καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· Ἀνήρ τις ἦν Μακεδὼν ἑστὼς, παρακαλῶν αὐτὸν καὶ λέγων· ∆ιαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν. ∆ιὰ τί ὅραμα, καὶ μὴ τὸ Πνεῦμα τὸ ἅγιον ἐκέλευσεν;  Ἐβούλετο  αὐτοὺς  καὶ  οὕτως  ἐφέλκεσθαι·  ἐπεὶ  καὶ  τοῖς  ἁγίοις  ὄναρ ἐφάνη· καὶ ἐξ ἀρχῆς αὐτὸς ὅραμα εἶδεν, ἄνδρα εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας. Εἶτα καὶ διὰ τοῦτο αὐτὸν ἐκεῖ ἕλκει, ἵνα ἐκτείνηται τὸ κήρυγμα. Ἄλλως δὲ καὶ διὰ τοῦτο κωλύεται  ἐνδιατρῖψαι  ταῖς ἄλλαις  πόλεσιν, ἐπείγοντος  αὐτὸν τοῦ Χριστοῦ. Οὗτοι μὲν γὰρ ἔμελλον  ἀπολαύσεσθαι Ἰωάννου  καὶ χρόνον πολὺν, καὶ ἴσως οὐδὲ πάνυ ἐδέοντο· ἐκεῖ δὲ ἀπελθεῖν ἔδει. Καὶ ἀντιπεράσας λοιπὸν ἔξεισιν. Ὡς δὲ τὸ ὅραμα εἶδεν,    εὐθέως    ἐζητήσαμεν    ἐξελθεῖν    εἰς    Μακεδονίαν,    συμβιβάζοντες    ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς. Ἀναχθέντες δὲ ἀπὸ Τρωάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ τε ἐπιούσῃ εἰς Νεάπολιν, ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς Μακεδονίας πόλις, κολώνεια. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες  ἡμέρας τινάς. Οὕτως αὐτῷ καὶ ὁ Χριστὸς φαίνεται  λέγων,  ὅτι Καίσαρί σε δεῖ παραστῆναι. Εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισε· καὶ δείκνυσιν, ὅτι ἐν ταῖς μείζοσι, τὰς δὲ ἄλλας παρῄει. Ἀξίωμά ἐστι πόλεως ἡ κολώνεια. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἀνάγκην περιτίθησι τῷ Βαρνάβᾳ τῆς ἀποδημίας  λέγων·  Ἐπισκεψώμεθα τὰς πόλεις,  ἐν αἷς κατηγγείλαμεν  τὸν λόγον. Καίτοι οὐκ ἔδει ἀξιοῦν αὐτὸν μέλλοντα κατηγορεῖν μετὰ ταῦτα.


 δʹ. Τοῦτο καὶ ἐπὶ  τοῦ Θεοῦ γίνεται  καὶ τοῦ Μωϋσέως· ὁ μὲν  ἀξιοῖ, ὁ δὲ ὀργίζεται. Οἷον ὡς ὅταν λέγῃ· Εἰ ὁ πατὴρ αὐτῆς ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς· καὶ πάλιν, Ἄφες με, καὶ θυμωθεὶς ἐξαλείψω τὸν λαὸν τοῦτον· καὶ ὁ Σαμουὴλ, ὅταν πενθῇ τὸν Σαούλ· δι' ἑκατέρων γὰρ μεγάλα γίνεται ἀγαθά. Οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ὀργίζεται, ὁ δὲ οὐκ ἔτι. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται. Καὶ ὁ παροξυσμὸς εἰκότως, ἵνα ἐκεῖνος παιδευθῇ, καὶ μὴ δόξῃ σκηνὴ τὸ πρᾶγμα εἶναι. Οὐ γὰρ ἂν ὁ πανταχοῦ εἴκων,  ἐνταῦθα  οὐκ εἶξεν, ὁ οὕτω Παῦλον φιλῶν,  ὥστε καὶ πρὸ τούτου ζητῆσαι αὐτὸν ἐν Ταρσῷ, καὶ πρὸς τοὺς ἀποστόλους αὐτὸν ἀπενεγκεῖν, καὶ τὴν ἐλεημοσύνην κοινὴν  ἐργάσασθαι, καὶ τὰ κατὰ τὸ δόγμα κοινῇ  καταδέξασθαι. Οὐκ ἂν  οὖν  διὰ τοιοῦτον πρᾶγμα ὠργίσθη· ἀλλὰ χωρίζονται ἀπ' ἀλλήλων, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ' αὐτῶν διδασκαλίας· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ποιεῖ λέ  γων· Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε τὸ καλὸν ποιοῦντες. Καὶ ἐπιτιμᾷ  μὲν  ἑτέροις, κελεύει  δὲ τὸ καλὸν  ποιεῖν  πρὸς πάντας.  Τοῦτο καὶ ἐν  τῇ συνηθείᾳ ποιοῦμεν. Ἐνταῦθά μοι δοκοῦσι καὶ ἄλλοι συναγανακτῆσαι τῷ Παύλῳ. Καὶ λοιπὸν κατ' ἰδίαν κἀκείνους λαβὼν πάντα ποιεῖ, καὶ παραινεῖ, καὶ νουθετεῖ. Πολλὰ ἡ ὁμόνοια δύναται, πολλὰ ἡ ἀγάπη· κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ. ∆ιήρχετο, φησὶ, τὰς πόλεις. Καὶ ἰδοὺ ἦν μαθητὴς ὀνόματι  Τιμόθεος, ὃς  ἐμαρτυρεῖτο  ὑπὸ  τῶν  ἐν  Λύστροις καὶ  Ἰκονίῳ  ἀδελφῶν. Μεγάλη ἡ πίστις τοῦ Τιμοθέου, ὅτι ὑπὸ πάντων μαρτυρεῖται. Ὅτε ἀπέστη Βαρνάβας, ἕτερον ἀντίῤῥοπον εὑρίσκει. Περὶ τούτου φησὶ, Μεμνημένος σου τῶν δακρύων καὶ τῆς ἀνυποκρίτου σου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ. Καὶ λαβὼν, φησὶ, περιέτεμεν αὐτόν. Τίνος δὲ ἕνεκεν, αὐτὸς ἐπάγει λέγων·  ∆ιὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. ∆ιὰ τοῦτο τοίνυν περιτέμνεται· ἢ καὶ διὰ τὸν πατέρα· Ἕλλην γὰρ ἔμενεν ὤν. Ἄρα οὐκ ἦν ἐμπερίτομος. Ὅρα ἤδη τὸν νόμον λυόμενον. Τισὶ δὲ δοκεῖ μετὰ τὸ κήρυγμα αὐτὸν τεχθῆναι· ἀλλ' οὐκ ἔστι τάχα τοῦτο. Ἀπὸ βρέφους γὰρ, φησὶ, τὰ ἱερὰ Γράμματα οἶδας. Ἐκεῖνο τοίνυν ἔστιν  εἰπεῖν,  ἢ εἰ  μὴ τοῦτο,  ὅτι  ἔμελλεν  αὐτὸν  ἐπίσκοπον  ποιεῖν,  καὶ  οὐκ  ἔδει ἀκρόβυστον εἶναι. Τέως δὲ ἔδει τὰ ἔθνη μηδὲν τοιοῦτον φυλάττειν.  Οὐ μικρὸν καὶ τοῦτο ἦν, ὅπου γε μετὰ τοσοῦτον χρόνον  καὶ τοῦτο αὐτοὺς ἐσκανδάλιζεν.  Ἀρχὴ καταλύσεως ἦν τὸ τὰ ἔθνη μὴ τηρεῖν ταῦτα, καὶ μηδὲν βλάπτεσθαι, μηδὲ ἔλαττον ἔχειν κατὰ τὴν πίστιν· ἑκόντες λοιπὸν ἀφίσταντο. Ἐπεὶ οὖν ἔμελλε κηρύττειν, ἵνα μὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεμε τοῦτον, καίτοι ἐξ ἡμισείας ἦν· ἀπὸ πατρὸς Ἕλληνος γὰρ ἦν, καὶ πιστῆς μητρός· ἀλλ' ὅμως ἐπειδὴ μέγα ἦν ἐκεῖνο τὸ κατόρθωμα τὸ ἐν τοῖς ἔθνεσιν, οὐκ ἐφρόντιζε  τούτου· τὸν γὰρ λόγον  ἔδει κατασπαρῆναι· διὰ τοῦτο  καὶ αὐτὸς  αὐτὸν  περιέτεμεν.  Ὅρα καὶ ἐνταῦθα  ἀπὸ ἐναντιώσεως  μέγα  τι γενόμενον  ἀγαθόν. Καὶ ἐπερίσσευον τῷ ἀριθμῷ, φησίν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν; Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως, φησὶν, ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος. Ὅρα, οὐκέτι δι' ἀγγέλου καθάπερ Φιλίππῳ, καθάπερ Κορνηλίῳ· ἀλλὰ τί; ∆ι'  ὁράματος φαίνεται  αὐτῷ λοιπὸν  ἀνθρωπινώτερον,  οὐκέτι θειότερον. Ἔνθα μὲν  γὰρ  εὐκολώτερον   τὸ  πεισθῆναι,  ἀνθρωπινώτερον·   ἔνθα  δὲ  πολλὴ  ἡ  βία, θειότερον. Ὅπου μὲν γὰρ κηρῦξαι ἠπείγετο μόνον, εἰς τοῦτο ὄναρ φαίνεται  αὐτῷ· ὅπου δὲ μὴ κηρῦξαι οὐκ ἠνείχετο, εἰς τοῦτο Πνεῦμα ἅγιον ἀποκαλύπτει. Οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ· Ἀναστὰς κατάβηθι. Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦμα, ἀλλ' ἤρκει καὶ ὄναρ αὐτῷ. Καὶ τῷ Ἰωσὴφ δὲ ῥᾳδίως πειθομένῳ ὄναρ φαίνεται, τοῖς δὲ  ἄλλοις  ὕπαρ.  Οὕτω καὶ  Κορνηλίῳ,  καὶ  αὐτῷ  τούτῳ.  Καὶ ἰδοὺ,  φησὶν,  ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων. Οὐκ εἶπεν, Ἐπιτάττων, ἀλλὰ Παρακαλῶν· τουτέστιν, ὑπὲρ αὐτῶν τῶν δεομένων τῆς θεραπείας. Τί ἐστι, Συμβιβάζοντες; Στοχαζόμενοι, φησί. Τῷ τε γὰρ Παῦλον ἰδεῖν  καὶ μηδένα  ἕτερον, καὶ  τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον. Ἄλλως  δὲ καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν·  οὐ γὰρ ἐγένετο  χρόνος πολὺς, ὅθεν εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας παραγίνονται. Ὥστε ὁ παροξυσμὸς συμφερόντως οἰκονομεῖται γενέσθαι. Οὐκ ἂν γὰρ ἐνήργησε τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν τὸν λόγον Μακεδονία ἐδέξατο. Ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον  τὸ γεγονός. Καίτοι οὐκ ἔφη, ὅτι Βαρνάβας παρωξύνθη· ἀλλὰ, Μεταξὺ αὐτῶν παροξυσμὸς ἐγένετο. Εἰ οὗτος οὐ παρωξύνθη, οὐδὲ ἐκεῖνος.


εʹ. Ταῦτα εἰδότες, μὴ ἁπλῶς  δὴ αὐτὰ ἐκλέγωμεν,  ἀλλὰ μανθάνωμεν  καὶ παιδευώμεθα· οὐ γὰρ εἰκῇ γέγραπται.  Μέγα κακὸν  ἀγνοεῖν  Γραφάς· ἀφ'  ὧν  ὠφελεῖσθαι  δεῖ,  ἀπὸ  τούτων βλαπτόμεθα. Οὕτω καὶ φάρμακα πολλάκις φύσιν ἔχοντα θεραπευτικὴν, οὐκ εἰδότων τῶν χρωμένων καλῶς χρῆσθαι αὐτοῖς, διαφθείρει καὶ ἀπόλλυσι· καὶ ὅπλα δυνάμενα φυλάξαι, ἂν μηδεὶς αὐτὰ εἰδῇ περιθέσθαι, ὑπ' αὐτῶν διαφθείρεται. Τὸ δὲ αἴτιον, ὅτι πάντα  μᾶλλον   ζητοῦμεν,  ἢ  τὸ  τῆς  ψυχῆς  ὄφελος,  καὶ  τὰ  ἀλλότρια   μᾶλλον σκοποῦμεν, ἢ τὸ ἡμέτερον συμφέρον. Καὶ οἰκίας μὲν σύστασιν πολλάκις ζητοῦμεν, καὶ οὐκ ἂν ἀνασχοίμεθα παλαιουμένην  αὐτὴν ἰδεῖν οὐδὲ καταπίπτουσαν οὐδὲ ὑπὸ χειμώνων ἐπηρεαζομένην· περὶ δὲ τῆς ψυχῆς οὐδεμία φροντὶς, ἀλλὰ κἂν τοὺς θεμελίους αὐτῆς ἴδωμεν  σηπομένους, κἂν τὴν οἰκοδομὴν καὶ τὸν ὄροφον, οὐδεὶς ἡμῖν  ὁ λόγος  ἐστί. Πάλιν ἄλογα  ἂν  ἔχωμεν,  τὸ συμφέρον αὐτῶν  ζητοῦμεν,  καὶ ἱπποφορβοὺς καὶ ἱππιατροὺς, καὶ πάντα κάλων κινοῦμεν· καὶ οἰκίας ἐπιμελούμεθα, καὶ τοῖς ἐμπεπιστευμένοις παραινοῦμεν, ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐλαύνειν, μηδὲ   βάρος  ἐπιτιθέναι,   μηδὲ   ἀωρὶ   τῶν   νυκτῶν   ἐξάγειν,   μηδὲ   τὰς   τροφὰς ἀπεμπολεῖν, καὶ πολλοὶ νόμοι περὶ τοῦ συμφέροντος τῶν ἀλόγων κεῖνται παρ' ἡμῖν· τῆς δὲ ψυχῆς λόγος οὐδείς. Πάλιν τί λέγω περὶ ἀλόγων  τῶν  χρησίμων ἡμῖν; Εἰσὶ πολλοὶ οἳ στρουθοὺς ἔχουσιν οὐδὲν ἔχοντας χρήσιμον, ἀλλ' ἢ ἁπλῶς τέρποντας, καὶ πολλοὶ  καὶ  περὶ  ἐκείνων  νόμοι,  καὶ  οὐδὲν  ἠμελημένον  οὐδὲ  ἄτακτόν  ἐστι, καὶ πάντων μᾶλλον ἐπιμελούμεθα, ἢ ἡμῶν αὐτῶν. Οὕτω πάντων ἐσμὲν ἀτιμότεροι. Κἂν μέν τις ἡμᾶς ὑβρίζων εἴπῃ, κύων, ἀλγοῦμεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς ὑβρίζοντες οὐ λόγῳ, ἀλλ' ἔργῳ, καὶ μηδὲ τοσαύτης μεταδιδόντες  ἐπιμελείας  τῇ ψυχῇ ὅσης τοῖς κυσὶν, οὐδὲν ἡγούμεθα πάσχειν δεινόν. Ὁρᾶτε ὅσου σκότους τὰ πάντα ἐμπέπλησται; Πόσοι φροντίζουσι τῶν κυνῶν, ὥστε μὴ πλέον τοῦ δέοντος ἐμπλησθῆναι, ὥστε ὀξεῖς εἶναι  καὶ θηρατικοὺς  ὑπὸ τοῦ λιμοῦ καὶ τῆς πείνης  ὠθουμένους· ἑαυτῶν  δὲ οὐκ ἐπιμελοῦνται  οὐδὲ ἐπιτάττουσιν  ὥστε μὴ τρυφᾷν· καὶ τὰ μὲν ἄλογα  φιλοσοφεῖν διδάσκουσιν,  αὐτοὶ  δὲ  εἰς  τὴν  τῶν  ἀλόγων  θηριωδίαν  ἀνέχονται  καταγόμενοι. Αἴνιγμα  τὸ  πρᾶγμά  ἐστι. Καὶ ποῦ  τὰ  ἄλογα  φιλόσοφα,  φησίν;  Ἢ οὐ  δοκεῖ  σοι φιλοσοφίας εἶναι μεγάλης, ὅταν κύων δακνόμενος ὑπὸ τοῦ λιμοῦ, μετὰ τὸ λαβεῖν καὶ θηρεῦσαι, παρούσης ἀπέχηται τῆς τροφῆς, καὶ τράπεζαν ὁρῶν παρακειμένην, καὶ τοῦ λιμοῦ κατεπείγοντος  ἀναμένοι τὸν δεσπότην; Αἰσχύνθητε ἑαυτούς· παιδεύσατε τὰς ὑμετέρας γαστέρας οὕτως εἶναι φιλοσόφους.  Οὐκ ἔστιν ὑμῖν ἀπολογία. Ἀλόγῳ φύσει δυνηθεὶς ἐνθεῖναι οὔτε φθεγγομένῃ  οὔτε λογισμὸν ἐχούσῃ τοσαύτην φιλοσοφίαν,  πολλῷ  μᾶλλον δυνήσῃ σαυτῷ. Ὅτι γὰρ ἐπιμελείας  ἀνθρωπίνης  ἐστὶ, καὶ οὐ φύσεως, ἐχρῆν  ἅπαντας  τοῦτο  τοὺς κύνας  ἔχειν.  Γένεσθε οὖν  κατὰ τοὺς κύνας. Ὑμεῖς με ἀναγκάζετε ἐκεῖθεν τὰ παραδείγματα φέρειν· ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων· ἐπειδὴ δὲ, ἂν εἴπω τι τοιοῦτον, λέγετε ὅτι ἐκεῖνα μεγάλα εἰσὶ, διὰ τοῦτο οὐδὲν λέγω τῶν οὐρανίων. Κἂν εἴπω τὸν Παῦλον, λέγετε ὅτι ἐκεῖνος ἀπόστολος ἦν· διὰ τοῦτο οὐδὲ Παῦλον λέγω. Ἂν εἴπω ἄνθρωπον, λέγετε ὅτι ἐκεῖνος ἠδύνατο· διὰ τοῦτο οὐδὲ ἄνθρωπον λέγω, ἀλλὰ θηρίον, καὶ θηρίον οὐ φύσει τοῦτο ἔχον, ἵνα μὴ εἴπητε ὅτι φύσει, καὶ οὐ προαιρέσει τοῦτο κατώρθωσε· καὶ τὸ δὴ θαυμαστὸν, προαιρέσει οὐκ οἰκείᾳ, ἀλλὰ τῇ σῇ ἐπιμελείᾳ. Οὐχ ὅτι κατεκόπη, οὐχ ὅτι διεσπάσθη τῷ δρόμῳ, οὐχ ὅτι τοῖς οἰκείοις αὐτοῦ πόνοις ἔλαβεν, ἐννοεῖ·  ἀλλὰ πάντα ταῦτα ῥίψας ἔξω, τὸ τοῦ δεσπότου πρόσταγμα φυλάττει καὶ γαστρὸς ἀνώτερον γίνεται. Ναὶ, φησί· προσδοκᾷ γὰρ ἐπαινεθήσεσθαι, προσδοκᾷ πλείονος  ἀπολαύσεσθαι τραπέζης. Εἰπὲ  οὖν   καὶ  σαυτῷ,  ὅτι  ὁ  κύων   ἐλπίδι   μελλούσης   ἡδονῆς,   τῆς   παρούσης καταφρονεῖ· σὺ δὲ οὐ βούλει ἐλπίδι τῶν μελλόντων  ἀγαθῶν τῶν παρόντων καταφρονεῖν·  ἀλλ' ἐκεῖνος  μὲν  οἶδεν  ὅτι, ἂν  ἀκαίρως  καὶ  παρὰ τὸ τῷ  δεσπότῃ δοκοῦν   τῆς   τροφῆς   ἀπογεύσηται,   κἀκείνης   ἀποστερηθήσεται,  καὶ   οὐδὲ   τὴν ὡρισμένην ἕξει, πληγὰς λαβὼν ἀντὶ τῆς τροφῆς· σὺ δὲ οὐδὲ τοῦτο δύνασαι ἰδεῖν, καὶ ὅπερ ἀπὸ τῆς συνηθείας ἔμαθεν ἐκεῖνος, τοῦτο σὺ ἀπὸ λόγου οὐ κατορθοῖς. Μιμησώμεθα τοὺς κύνας. Τοῦτο λέγονται καὶ ἱέρακες ποιεῖν καὶ ἀετοί. Ὅπερ ἐπὶ τῶνἀλόγων καὶ τῶν δορκάδων ἐκεῖνοι, τοῦτο ἐπὶ τῶν ὀρνίθων οὗτοι· καὶ οὗτοι δὲ πάλιν ἀπὸ φιλοσοφίας ἀνθρωπίνης. Ταῦτα ἡμᾶς καταδικάσαι ἔχει, ταῦτα ἡμᾶς ἑλεῖν. Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀνημέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔμπειροι, ὡς τὸν ἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήμενον  τῷ τῆς βαδίσεως εὐτάκτῳ· τῆς δὲ ψυχῆς ἄτακτα βαδιζούσης οὐδεὶς ἐπιμελεῖται,  ἀλλὰ καὶ πηδᾷ καὶ λακτίζει  καὶ σύρεται χαμαὶ καθάπερ παιδίον,  καὶ ἀσχημονεῖ μυρία, καὶ οὐδεὶς αὐτῇ ψαλίδας περιτίθησιν οὐδὲ ποδόστροφα οὐδὲ χαλινοὺς, οὐδ' ἐπικαθίζει τὸν ἔμπειρον ἐπιβάτην, τὸν Χριστὸν λέγω. ∆ιά τοι τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ γαστρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυμὸν ἐν λέοντι δαμάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν  ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐν μὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι  κατορθώματα, ἐν δὲ λογικαῖς  τὰ τῶν  ἀλόγων  ἐπεισάγειν πάθη; Οὐκ ἔστιν ἡμῖν, οὐκ ἔστι συγγνώμη. Πάντες ἡμῶν κατηγορήσουσιν  οἱ  κατωρθωκότες,  καὶ  πιστοὶ  καὶ  ἄπιστοι· καὶ  γὰρ  καὶ  ἄπιστοι κατώρθωσαν,  καὶ θηρία καὶ κύνες, οὐκ ἄνθρωποι  μόνον· καὶ ἡμεῖς ἡμῶν  αὐτῶν  κατηγορήσομεν, ὅταν μὲν βουλώμεθα, κατορθοῦντες, ὅταν δὲ ῥᾳθυμῶμεν, ὑποσυρόμενοι. Καὶ γὰρ τῶν ἐν σφοδρᾷ κακίᾳ ὄντων  πολλοὶ πολλάκις  θελήσαντες μετεβάλοντο.  Τὸ δὲ αἴτιον,  ὅπερ ἔφην,  ὅτι περιερχόμεθα τὰ ἑτέρων  συμφέροντα ζητοῦντες, οὐ τὰ ἡμέτερα. Ἂν οἰκίαν οἰκοδομήσῃς λαμπρὰν, τὸ τῆς οἰκίας συμφέρον εἶδες, οὐ τὸ σόν· ἂν ἱμάτιον  λάβῃς καλὸν, τὸ τοῦ σώματος, οὐ τὸ σόν· ἂν ἵππον καλὸν, ὡσαύτως. Οὐδεὶς ὅπως ἔσται ψυχὴ καλὴ σκοπεῖ· καίτοι ταύτης οὔσης καλῆς, οὐδενὸς  ἐκείνων  δεῖ· οὐκ οὔσης δὲ, οὐδὲν  ἐξ ἐκείνων  ὄφελος.  Καθάπερ γὰρ ἐπὶ νύμφης, κἂν παστάδες ὦσιν ἐκ παραπετασμάτων χρυσῶν κἂν χοροὶ ὦσι γυναικῶν εὐειδεστάτων καὶ καλῶν, κἂν ῥόδα κἂν στέμματα, κἂν ὁ νυμφίος καλὸς ᾖ, κἂν αἱ θεράπαιναι κἂν αἱ φίλαι κἂν πάντες εὐπρεπεῖς ὦσιν, ἐκείνη δὲ ἀμορφίας ᾖ, μεστὴ, ὄφελος οὐδέν· ὥσπερ οὖν οὐδὲ καλῆς οὔσης βλάβος τι γένοιτ' ἂν ἀπὸ τούτων, ἀλλὰ καὶ τοὐναντίον.  Ἀπὸ μὲν γὰρ ἐκείνων ἀμόρφου οὔσης, ἀμορφοτέρα ἂν φανείη· ἀπὸ δὲ τούτων ὡραιοτέρα ἂν γένοιτο. Οὕτω δὴ καὶ ψυχὴ, ὅταν ᾖ καλὴ, οὐ μόνον οὐδενὸς δεῖται τούτων, ἀλλὰ καὶ συσκιάζει τὸ κάλλος αὐτῆς. Τὸν γὰρ φιλόσοφον οὐχ οὕτως ἐν πλούτῳ, ὡς ἐν πενίᾳ ὀψόμεθα λάμποντα. Ἐκεῖ μὲν γὰρ τοῖς χρήμασι τοῦτο πολλοὶ λογιοῦνται,  καὶ τῷ μὴ ἐνδεᾶ χρημάτων  εἶναι· ὅταν δὲ πενίᾳ συζῇ, καὶ διὰ πάντων λάμπῃ, καὶ μηδὲν αἰσχρὸν ἀναγκάζηται  ποιεῖν, οὐκ ἔτι ἄλλος τις διανέμεται πρὸς αὐτὸν τὸν ἐπὶ τῇ φιλοσοφίᾳ στέφανον. Ταύτην οὖν καλλωπίζωμεν, εἴ γε βουλοίμεθα πλουτεῖν. Τί τὸ ὄφελος, ὅταν αἱ μὲν ἡμίονοι λευκαὶ ὦσι καὶ σφριγῶσαι καὶ εὐσωματοῦσαι, σὺ δὲ ὁ καθήμενος  λεπτὸς  καὶ ψωραλέος  καὶ δυσειδής; τί δαὶ τὸ κέρδος, ὅταν τὰ μὲν στρώματα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέμοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβλημένη ᾖ καὶ γυμνὴ καὶ αἰσχρά; τί τὸ κέρδος, ὅταν ὁ μὲν ἵππος εὔτακτα βαδίζῃ, καὶ χορεύοντι μᾶλλον ἐοικὼς ἢ βαδίζοντι, καὶ μετὰ τῆς χορείας κόσμῳ κεκοσμημένος ᾖ νυμφικῷ·  ὁ δὲ ἐπικαθήμενος τῶν χωλῶν  μᾶλλον ἀσκωλιάζῃ, καὶ τῶν μεθυόντων  καὶ τῶν μαινομένων  μᾶλλον διεστραμμένος ᾖ καὶ χεῖρας καὶ πόδας; Εἰπὲ δή μοι, εἴ τίς σοι ἵππον ἐδίδου καλὸν, καὶ τὸ σῶμα διέστρεφε, τί τὸ ὄφελος; Νῦν ψυχὴν  διεστραμμένην ἔχεις, καὶ οὐδέν σοι μέλει; Φροντίσωμεν ἡμῶν αὐτῶν ποτε, παρακαλῶ. Μὴ δὴ πάντων  ἀτιμοτέρους ἡμᾶς αὐτοὺς καταστήσομεν. Κἂν μὲν ῥήμασί τις ὑβρίζῃ, δακνόμεθα καὶ ἀλγοῦμεν· πράγμασι δὲ ἑαυτοὺς   ὑβρίζοντες,   οὐκ   ἐπιστρεφόμεθα.   Ἀνανήψωμεν   ὀψὲ   γοῦν   ποτε,   ἵνα δυνηθῶμεν, καὶ τῆς ψυχῆς πολλὴν τὴν ἐπιμέλειαν ποιούμενοι, καὶ τῆς ἀρετῆς ἐπιλαβόμενοι,  τῶν  αἰωνίων  τυχεῖν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



 ΛΕʹ. Τῇ δὲ ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πό λεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελ θούσαις γυναιξί. Καί τις γυνὴ, ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένας ὑπὸ τοῦ Παύλου.


αʹ. Ὅρα πάλιν  ἰουδαΐζοντα  τὸν  Παῦλον, καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τρόπου. Οὗ ἐνομίζετο, φησὶ, προσευχὴ εἶναι. Οὐ γὰρ δὴ ἔνθα συναγωγὴ ἦν μόνον, ἀλλὰ καὶ ἔξω ηὔχοντο, ὥσπερ τόπον τινὰ ἀφορίζοντες, ἅτε σωματικώτεροι ὄντες Ἰουδαῖοι.  Τῇ ἡμέρᾳ δὲ  τῶν  σαββάτων,  ὅτε  καὶ  ὄχλον  εἰκὸς  ἦν  συνελθεῖν.  Καὶ καθίσαντες  ἐλαλοῦμεν  ταῖς  συνελθούσαις  γυναιξί.   Καί τις  γυνὴ  ὀνόματι Λυδία, πορφυρόπωλις, πόλεως Θυατείρων, σεβομένη τὸν Θεὸν, ἤκουσεν· ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Ὅρα τὸ ἄτυφον πάλιν. Γυνὴ καὶ ταπεινὴ αὕτη, καὶ δῆλον ἀπὸ τῆς τέχνης· ἀλλ' ὅρα τὸ φιλόσοφον αὐτῆς. Πρῶτον μὲν γὰρ αὐτῇ ἐμαρτύρησε τοῦτο, τὸ σέβεσθαι τὸν Θεὸν, ἔπειτα τὸ καλέσαι τοὺς ἀποστόλους αὐτήν. Ὡς δὲ ἐβαπτίσθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε  λέγουσα·  Κύριοί  μου,  εἰ  κεκρίκατέ   με  πιστὴν   τῷ   Κυρίῳ  εἶναι, εἰσελθόντες  εἰς τὸν οἶκόν μου μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς. Ὡς δὲ ἐβαπτίσθη, φησὶν, αὐτὴ καὶ ἡ οἰκία αὐτῆς. Σκόπει πῶς ἅπαντας ἔπεισε· εἶτα βλέπε σύνεσιν, πῶς δυσωπεῖ τοὺς ἀποστόλους, πόσης ταπεινότητος  γέμει τὰ ῥήματα, πόσης σοφίας. Εἰ κεκρίκατέ με, φησὶ, πιστὴν τῷ Κυρίῳ. Οὐδὲν ἐντρεπτικώτερον. Τίνα οὐκ ἂν ἐμάλαξε ταῦτα τὰ ῥήματα; Οὐκ ἠξίωσεν, οὐ παρεκάλεσεν ἁπλῶς, οὐκ ἀφῆκε κυρίους εἶναι, ἀλλὰ  καὶ  ἠνάγκασε  σφοδρῶς·  τοῦτο  γάρ  ἐστι  τὸ,  Παρεβιάσατο ἡμᾶς·  τουτέστι, τούτοις τοῖς ῥήμασιν. Ὅρα πῶς εὐθέως καρποφορεῖ, καὶ κέρδος ἡγεῖται  μέγα τὴν κλῆσιν. Ὅτι δὲ πιστὴν ἐκρίνατε, δῆλον ἐκ τοῦ ἐγχειρίσαι μοι τοιαῦτα μυστήρια, οὐκ ἂν ἐγχειρίσαντες, εἰ μὴ τοιαύτην ἐκρίνατε. Καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι, ἀλλ' ὅτε ἐβαπτίσθη· δῆλον ἐντεῦθεν ποιοῦσα, ὅτι οὐκ ἂν ἄλλως ἔπεισε. ∆ιὰ τί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ἀλλ' ἀνένευον ὥστε καὶ βιασθῆναι αὐτούς; Ἤτοι ἐκείνην ἐκκαλούμενοι  εἰς μείζονα προθυμίαν· ἢ ἐπειδὴ εἶπεν  ὁ Χριστὸς, Εἰς ἣν ἂν πόλιν εἰσέλθητε, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ ἐκεῖ μείνατε. Ὥστε πάντα δι' οἰκονομίαν ἐποίουν. Ἐγένετο δὲ πορευομένων  ἡμῶν  εἰς προσευχὴν, παιδίσκην  τινὰ  ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ἡμῖν, ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν  ἡμῖν ὁδὸν σωτηρίας.  Τί  δήποτε  καὶ  ὁ  δαίμων  ταῦτα  ἐφθέγγετο,  καὶ  ὁ  Παῦλος  ἐκώλυσε; Κἀκεῖνος κακούργως ἐποίει, καὶ οὗτος συνετῶς· ἐβούλετο γὰρ μὴ ἀξιόπιστον αὐτὸν ποιεῖν.  Εἰ γὰρ προσήκατο αὐτοῦ  τὴν  μαρτυρίαν  ὁ Παῦλος, πολλοὺς  ἂν  καὶ τῶν πιστῶν  ἠπάτησεν, ἅτε ὑπ' ἐκείνου  δεχθείς·  διὰ τοῦτο  ἀνέχεται  τὰ καθ' ἑαυτοὺς εἰπεῖν,  ἵνα  στήσῃ τὰ  ὑπὲρ  αὐτοῦ,  καὶ  αὐτὸς  συγκαταβάσει  κέχρηται  πρὸς  τὴν ἀπώλειαν.   Τὸ  μὲν   οὖν   πρῶτον   οὐ  προσήκατο  Παῦλος,  ἀλλὰ   διέπτυσεν,  οὐ βουλόμενος ἑαυτὸν ἐπιῤῥίπτειν ἁπλῶς τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποιῶν ἐπὶ πολλὰς ἡμέρας, καὶ τὸ ἔργον ἐδείκνυ, Οὗτοι οἱ ἄνθρωποι, λέγων, δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσὶν, οἵτινες  καταγγέλλουσιν  ἡμῖν  ὁδὸν σωτηρίας· τότε ἐκέλευσεν αὐτῷ ἐξελθεῖν. ∆ιαπονηθεὶς δὲ ὁ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπ' αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ  ὥρᾳ.  Ἰδόντες   δὲ  οἱ  κύριοι  αὐτῆς,  ὅτι  ἐξῆλθεν  ἡ  ἐλπὶς   ἐργασίας  αὐτῶν, ἐπιλαβόμενοι   τὸν  Παῦλον  καὶ  τὸν  Σίλαν,  εἵλκυσαν  εἰς  τὴν  ἀγορὰν  ἐπὶ  τοὺς ἄρχοντας,  καὶ προσαγαγόντες  αὐτοὺς  τοῖς  στρατηγοῖς, εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν  ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν. Ὢ τῆς  ὠμότητος τῆς Ἑλληνικῆς ἐβούλοντο δαιμονᾷν τὸ κοράσιον, ὥστε χρηματίζεσθαι.  Ἐπιλαβόμενοι,  φησὶ, τὸν  Παῦλον καὶ τὸν  Σίλαν, ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί ποιήσαντες; διὰ τί οὖν μὴ πρὸ τούτου εἱλκύσατε; Ἰουδαῖοι, φησὶν, ὑπάρχοντες· οὕτω τὸ ὄνομα διεβέβλητο. Καὶ καταγγέλλουσιν  ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν  Ῥωμαίοις οὖσιν. Εἰς καθοσίωσιν τὸ πρᾶγμα ἤγαγον. Καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὢ τῆς ἀλογίας οὐκ ἐξήτασαν, οὐ μετέδωκαν λόγου· καίτοι τοιούτου θαύματος γενομένου δέον προσκυνῆσαι, δέον ὡς σωτῆρας καὶ εὐεργέτας ἔχειν. Εἰ γὰρ χρήματα ἐβούλεσθε, διὰ τί τοιοῦτον  πλοῦτον  εὑρόντες, μὴ ἐπεδράμετε; Τοῦτο λαμπροτέρους ποιεῖ, τὸ δύνασθαι  δαίμονας  ἀπελαύνειν,  ἢ  τὸ  αὐτοῖς  πείθεσθαι.  Ἰδοὺ  καὶ  σημεῖα, καὶ  ἡ φιλοχρηματία  πλέον  ἴσχυσε. Καὶ οἱ  στρατηγοὶ,  περιῤῥήξαντες  τὰ  ἱμάτια  αὐτῶν, ἐκέλευον ῥαβδίζειν· πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα  καὶ τὴν  διδασκαλίαν·  τῶν  δὲ κινδύνων  καὶ ὁ Σίλας κοινωνεῖ.  Τί ἐστι, ∆ιαπονηθεὶς  δὲ ὁ Παῦλος; Τὴν κακουργίαν,  φησὶν,  ἰδὼν  τοῦ δαίμονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. ∆ιὰ τί μὴ εἶπον, ὅτι Τὸν δαίμονα ἐξέβαλον, ὅτι εἰς Θεὸν ἠσέβησαν, ἀλλ' ἐπὶ καθοσίωσιν τρέπονται; Ἧττα αὐτοῖς τοῦτο ἦν. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Πᾶς ὁ ἑαυτὸν ποιῶν  βασιλέα, ἀντιλέγει  τῷ Καίσαρι. Καὶ ἔβαλον  αὐτοὺς, φησὶν,  εἰς φυλακήν.  Πολὺς ὁ θυμός. Ὃς παραγγελίαν  τοιαύτην εἰληφὼς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Ὅρα, κἀκεῖνος πάλιν εἰς τὴν ἐσωτέραν φυλακὴν  αὐτοὺς ἐνέβαλε,  καὶ  τοῦτο   οἰκονομικῶς.   Ἐπειδὴ  γὰρ  θαῦμα  ἔμελλε   γίνεσθαι   μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Ὅρα πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα καταλέγειν ὁ  τὴν  ἱστορίαν  γράφων.   Ἅτε  δὴ  καὶ  ἀργίας  οὔσης,  μᾶλλον   προσεῖχον  τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων. Ταῦτα δὴ μαθόντες καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα. Παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι Παῦλος. Ποῦ ὁ τῦφος; Ἄρα τοῦ Θεοῦ δεόμεθα, ὥστε ἀνοίξαι  καρδίαν· ὁ Θεὸς δὲ ἀνοίγει  καρδίας  τὰς  βουλομένας·  ἔστι γὰρ καὶ πεπηρωμένας  ἰδεῖν.  Ἀλλ' ἴδωμεν ἄνωθεν  τὰ εἰρημένα. Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις  ὑπὸ τοῦ Παύλου. Τὸ μὲν οὖν ἀνοῖξαι, τοῦ Θεοῦ· τὸ δὲ προσέχειν,  αὐτῆς·  ὥστε  καὶ  θεῖον  καὶ  ἀνθρώπινον   ἦν.  Ὡς  δὲ  ἐβαπτίσθη, φησὶ, παρεκάλεσε  λέγουσα·  Εἰ κεκρίκατέ  με.  Ὅρα, καὶ  βαπτίζεται,  καὶ  δέχεται  τοὺς ἀποστόλους μετὰ τοσαύτης ἱκετηρίας, μετὰ πλείονος  ἢ ὁ Ἀβραάμ. Καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ' ἐκεῖνο, ἀφ' οὗ ἐσώθη· οὐκ εἶπεν, εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με· ἀλλὰ τί; Πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶλλον ὑμῖν, εἰ μὴ ἀμφισβητεῖτε.  Καὶ οὐκ εἶπε, Παρ' ἐμοὶ, ἀλλ' Εἰς τὸν οἶκόν μου μείνατε, ὥστε δεῖξαι, ὅτι μετὰ πολλῆς τοῦτο ἐποίει προθυμίας. Ὄντως πιστὴ ἡ γυνή. Εἰπὲ δή μοι, τίς οὗτός ἐστιν ὁ δαίμων; Θεὸς, φησὶ, πύθων· ἀπὸ τοῦ τόπου οὕτω λέγεται. Ὁρᾷς, ὅτι
 καὶ  ὁ  Ἀπόλλων  δαίμων  ἐστί; Καὶ ἐπεὶ  ἐβούλετο  εἰς  πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε μᾶλλον παροξῦναι, παρώρμησε λέγειν.



 βʹ. Ὦ μιαρὲ καὶ παμμίαρε· εἰ τοίνυν  οἶδας, ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἑκών; Ἀλλ' ὅπερ Σίμων ἐβούλετο λέγων·  ∆ότε μοι, ἵνα ᾧ ἐὰν ἐπιθῶ  τὰς χεῖρας, λαμβάνῃ  Πνεῦμα ἅγιον· τοῦτο καὶ οὗτος ἐποίει· ἐπειδὴ εἶδεν εὐδοκιμοῦντας,  καὶ ὧδε ὑποκρίνεται,
ταύτῃ προσεδόκησεν ἑαυτὸν ἀφίεσθαι ἐν τῷ σώματι, εἰ τὰ αὐτὰ κηρύξειεν. Εἰ δὲ παρὰ ἀνθρώπου Οὐχ ὡραῖος ὁ αἶνος ἐν τῷ στόματι ἁμαρτωλοῦ, πολλῷ μᾶλλον παρὰ δαίμονος· εἰ παρὰ ἀνθρώπων  τὴν  μαρτυρίαν  οὐ λαμβάνει  ὁ Χριστὸς, οὐδὲ παρὰ Ἰωάννου,  πολλῷ  μᾶλλον παρὰ δαίμονος. Τὸ γὰρ κηρύττειν  οὐκ ἀνθρώπων,  ἀλλὰ Πνεύματος ἁγίου. Ἐπεὶ οὖν ἀλαζονικῶς ἐποίουν βοῶντες, τῇ κραυγῇ καταπλήξειν ἐνόμισαν, λέγοντες· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί λέγεις; πείθῃ τῷ δαίμονι; διὰ τί οὐχὶ καὶ ἐνταῦθα; Ἐκεῖνος λέγει, ὅτι ∆οῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου·  σὺ  λέγεις,  ὅτι  Ἐκταράσσουσιν ἡμῶν   τὴν  πόλιν·  ἐκεῖνος   λέγει,  ὅτι Καταγγέλλουσιν  ἡμῖν  ὁδὸν  σωτηρίας· σὺ λέγεις,  Παραδιδόασιν ἡμῖν  ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι. Ὅρα οὐδὲ  τῷ  δαίμονι  αὐτοὺς  προσέχοντας,  ἀλλὰ  πρὸς ἓν ὁρῶντας,  τὴν  φιλαργυρίαν.  Εἵλκυσάν τε αὐτοὺς, φησὶν, εἰς τὴν  ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὅρα αὐτοὺς οὐκ ἀποκρινομένους οὐδὲ ἀπολογουμένους, ἵνα μείζονος ἄξιοι θαύματος γένωνται. Ὅταν γὰρ, φησὶν, ἀσθενῶ, τότε δυνατός εἰμι. Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὥστε καὶ  ἀπὸ  τῆς  ἐπιεικείας  θαυμασθῆναι  αὐτοὺς  ἐχρῆν.  Ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ  γίνεται,  τοσούτῳ  τὸ  θαῦμα  λαμπρότερον.  Ἴσως  τὴν  σύστασιν ἐκκόψαι βουλόμενοι  τοῦτο  ἐποίουν  ἐκεῖνοι.  Ἐπειδὴ εἶδον  τὸν  ὄχλον  ἐφεστῶτα,  ταῖς  μὲν πληγαῖς  τὸν θυμὸν τέως στῆσαι ἐβούλοντο, τῷ δὲ εἰς δεσμωτήριον ἐμβαλεῖν  καὶ παραγγεῖλαι  ἀσφαλῶς  τηρεῖν,  ἀκοῦσαι ἤθελον  τοῦ  πράγματος.  Καὶ ἠσφαλίσατο, φησὶν, εἰς τὸ ξύλον, ὡς ἂν εἴποι τις, Εἰς τὸν νέρβον. Πόσων δακρύων τὰ νῦν ἄξια; Ἐκεῖνοι μὲν ἔπαθον ὅσα καὶ ἔπαθον, ἡμεῖς δὲ ἐν τρυφῇ, ἡμεῖς δὲ ἐν θεάτροις. Ὅθεν καὶ ἀπολλύμεθα, καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, καὶ οὐδὲ μέχρις ὀνειδισμοῦ  διὰ  τὸν  Χριστὸν ἀνεχόμενοι  λυπηθῆναι,  οὐδὲ  μέχρι  λόγου.  Τούτοις συνεχῶς ἀναμιμνήσκωμεν ἑαυτοὺς, παρακαλῶ, ὅσα ἔπαθον, ὅσα ὑπέμειναν, πῶς οὐκ ἐθορυβοῦντο,  πῶς  οὐκ  ἐσκανδαλίζοντο.  Τὸ τοῦ  Θεοῦ ἔργον  ἐποίουν,  καὶ  ταῦτα ἔπασχον. Οὐκ ἔλεγον, Τί τοῦτο κηρύττομεν, καὶ οὐ προΐσταται ἡμῶν ὁ Θεός; Ἀλλὰ καὶ τοῦτο αὐτοὺς ὠφέλει, καὶ χωρὶς τῆς βοηθείας αὐτῷ τῷ πράγματι εὐτονωτέρους ἐποίει, ἰσχυροτέρους, ἀκαταπλήκτους. Ἡ θλῖψις, φησὶν, ὑπομονὴν κατεργάζεται. Μὴ δὴ τὸν  ὑγρὸν  καὶ διακεχυμένον  ζητῶμεν  βίον.  Ὥσπερ γὰρ ἐνταῦθα  διπλοῦν  τὸ καλὸν, ὅτι τε ἰσχυροὶ γίνονται  καὶ ὅτι μεγάλοι οἱ μισθοὶ, οὕτως ἐκεῖ διπλοῦν  τὸ κακὸν, ὅτι τε μαλακώτεροι  καθίστανται  καὶ ὅτι ἐπ' οὐδενὶ χρηστῷ, ἀλλὰ καὶ ἐπὶ κακῷ.  Οὐδὲν γὰρ ἀχρηστότερον  ἀνθρώπου  γένοιτ' ἂν  ἐν  ἀνέσει καὶ  τρυφῇ  τὸν ἅπαντα διατελοῦντος χρόνον. Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, καὶ ἀδόκιμος· ἀδόκιμος, οὐκ ἐν  τοῖς  ἀγῶσι τού  τοις, ἀλλὰ  καὶ ἐν  τοῖς  ἄλλοις  ἅπασιν. Ἄχρηστον πρᾶγμα ἡ ἄνεσις, καὶ ἐν αὐτῇ δὲ τῇ τρυφῇ οὐδὲν οὕτως ἀνεπιτήδειον, ὡς τὸ τρυφᾷν προσκορὲς γάρ  ἐστιν.  Οὔτε σιτίων  ἡδονὴ  τοσαύτη,  οὔτε  ἀνέσεως,  ἀλλὰ  πάντα ἐξίτηλα γίνεται  καὶ διαῤῥεῖ. Μὴ δὴ ταύτην ἐπιζητῶμεν. Εἰ γὰρ σκοπεῖν θελήσομεν τίς ἥδιον διάγει, ὁ πονούμενος καὶ ταλαιπωρούμενος  ἢ ὁ τρυφῶν· τοῦτον μᾶλλον εὑρήσομεν. Πρῶτον μὲν γὰρ τοῦ τοιούτου τὸ σῶμα αὐτὸ ἔκλυτον καὶ πεπλαδηκός· ἔπειτα καὶ αἱ τοῦ σώματος αἰσθήσεις οὔκ εἰσιν εἰλικρινεῖς οὐδὲ ὑγιεῖς, ἀλλὰ χαῦναι καὶ μαλακαί· τούτων δὲ οὐκ οὐσῶν, οὐδὲ τῆς ὑγιείας ἡδονὴ φαίνεται. Ποῖος ἵππος χρήσιμος, ὁ τρυφῶν  ἢ ὁ γυμναζόμενος; ποία ναῦς, ἡ πλέουσα ἢ ἡ ἀργοῦσα· ποῖον ὕδωρ, τὸ τρέχον ἢ τὸ ἑστώς; ποῖος σίδηρος, ὁ κινούμενος ἢ ὁ μὴ ἐργαζόμενος; οὐχ ὁ μὲν ἀπολάμπει, καὶ ἀργύρῳ προσέοικεν, ὁ δὲ κατίωται πανταχοῦ ἄχρηστος ὢν, καὶ τῆς ὕλης ἀπολλύς τι τῆς οἰκείας; Τοιοῦτόν τι γίνεται καὶ ἐπὶ τῆς ἀργούσης ψυχῆς· ἰός τις αὐτῆς καταχεῖται, καὶ τρώγει τήν τε λαμπρότητα καὶ τὰ ἄλλα πάντα. Τίνι οὖν ἄν τις τοῦτον ἀποσμήξειε τὸν ἰόν; Τῇ τῶν θλίψεων ἀκόνῃ· αὗται χρήσιμον ἐργάζονται τὴν ψυχὴν καὶ ἐν πᾶσιν ἐπιτηδείαν. Πῶς γὰρ, εἰπέ μοι, δυνήσεται τὰ πάθη τέμνειν, τῆς   ἀκμῆς  ἀμβλυνθείσης,   καὶ  μολύβδου   δίκην   ἐπανακαμπτομένης;   πῶς   τὸν διάβολον τρώσει; Τίνι δὲ οὐκ ἔστιν ἀηδὴς ἄνθρωπος πολυσαρκίαν ἀσκῶν, φώκης
δίκην συρόμενος;



γʹ. Οὐ περὶ τῶν φύσει ὄντων  τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώματα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαμπρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα· ὁ γεωργὸς  τὴν  δίκελλαν  λαβὼν  ἔξεισιν, ὁ χαλκοτύπος  τὴν σφῦραν, καὶ τὸ κατάλληλον  ἕκαστος τῶν  δημιουργῶν,  καὶ  εὑρήσεις ἕκαστον  τὰ  οἰκεῖα  ὄργανα μεταχειριζόμενον·  ἡ γυνὴ  ἠλακάτην  ἢ τὰ ὑφάσματα· αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως  ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν  πῶς τράπεζαν πολυτελῆ κατασκευάσει. Καίτοι τῶν  ἀλόγων  ἐστὶ μόνον  ἀπὸ πρωῒ  τρέφεσθαι, ἐπειδὴ  πρὸς οὐδέν ἐστι χρήσιμα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόμενα  καὶ αὐτὰ ἀπὸ νυκτῶν  ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται  διατεινόμενος,  καθάπερ ὄντως  ὗς πιαινόμενος,  τὸ κάλλιστον τῆς  ἡμέρας ἐν  σκότει καταναλώσας.  Εἶτα κάθηται  πολὺν  ἐπὶ  τῆς  εὐνῆς  καιρὸν, πολλάκις  οὐδὲ ἀνενεγκεῖν  δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα  καιρὸν  ἐν  τούτοις.  Εἶτα καλλωπίζει  ἑαυτὸν,  καὶ  πρόεισιν  ἀσχημοσύνης θέατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρωπομόρφου· οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης  ἑωλοκρασίας, τὸ μέγεθος τῶν  σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας.  Εἶτα ἐλθὼν  κάθηται  ἐν τόποις, καὶ λέγει  τοιαῦτα  καὶ ποιεῖ, ὡς βέλτιον  εἶναι  ἔτι  καθεύδειν  αὐτὸν  ἢ ἐγρηγορέναι.  Ἂν  δεινὰ  ἐπαγγελθῇ,  παντὸς κορασίου μαλακώτερος  γίνεται·  ἂν  χρηστὰ, παντὸς  παιδίου  χαυνότερος·  χάσμης αὐτῷ ἡ ὄψις γέμει. Πᾶσι πρόκειται τοῖς βουλομένοις  κακῶς ποιεῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι· καὶ θυμὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυμία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θεραπεύουσι, μαλακωτέραν ἤ ἐστιν ἐργαζόμενοι τὴν  ψυχήν· καὶ καθ' ἑκάστην ἡμέραν πρόεισι, πολύ τι τῆς νόσου  προσλαμβάνων.  Ἂν  εἰς  πραγμάτων  ἐμπέσῃ  περίστασιν,  τέφρα  καὶ  κόνις γίνεται,  καὶ οὐδὲν  αὐτῷ  τὰ σηρικὰ ἱμάτια  συμβάλλεται. Ταῦτα ἡμῖν  οὐχ ἁπλῶς εἴρηται, ἀλλ'  ἵνα παιδεύσωμεν  μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπιτήδειον,  πρὸς δόξαν μόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν  τοιοῦτον  οὐ καταγνώσονται,  καὶ οἰκεῖοι  καὶ φίλοι  καὶ συγγενεῖς;  τίς  δὲ οὐ δικαίως  ἐρεῖ, ἄχθος  οὗτος  ἀρούρας, εἰκῇ  παρῆλθεν  εἰς  τὸν  κόσμον ὁ τοιοῦτος· μᾶλλον  δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς,  ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ' ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί μοχθηρότερον, τί ταλαιπωρότερον; μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι  διαπαντὸς  ἐπὶ τῆς ἀγορᾶς καθήμενον  ὁρῶντα  τοὺς παριόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαντὸς, οὐκ ἀνέχεται ἠρεμεῖν. Ἔμπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζεσθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγματα δοκιμάζωμεν, ἀλλὰ τοῦ πράγματος πεῖραν λάβωμεν. Οὐδὲν σχολῆς μοχθηρότερον, οὐδὲν ἀργίας· ∆ιὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας ὁ  Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ μέλη τοῦ σώματος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλμὸς εἰ μὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόμα, καὶ γαστὴρ καὶ πᾶν,  ὅ τι  ἂν  εἴποι  τις  τῶν  μελῶν,  εἰς νόσον ἐμπίπτει τὴν ἐσχάτην· οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ μὴ προσήκουσα. Καθάπερ γὰρ εἴ τις μὴ ἐσθίει, εἰς τοὺς ὀδόντας βλάπτεται, κἂν ἐσθίῃ τὰ μὴ προσήκοντα, ποιεῖ αὐτοὺς αἱμωδιᾷν· οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε μὴ ἐργάζηται, ἄν τε ἐργάζηται τὰ μὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀμφότερα  φεύγειν  σπουδάζωμεν, καὶ  ἀργίαν  καὶ  ἐργασίαν  ἀργίας  χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοιςτὴν ἀργίαν μεταδιώκωμεν, ἵνα τῶν ἐπηγγελμένων  ἡμῖν ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |