ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ν∆ʹ Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν

Σάββατο 22 Οκτωβρίου 2016

Ν∆ʹ Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Ν∆ʹ Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν  ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.

αʹ. Πῶς παρεῖχον τὴν φιλανθρωπίαν οἱ βάρβαροι, ἑρμηνεύει· Ἀνάψαντες γὰρ, φησὶ,  πυρὰν,  προσελάβοντο  πάντας  ἡμᾶς.  Ἐπεὶ  οὐδὲν  ὄφελος  ἀλλαχόθεν   τῆς σωτηρίας ἦν, τοῦ χειμῶνος  μέλλοντος  αὐτοὺς διαφθείρειν,  ἀνάπτουσι τὴν πυράν. Εἶτα ὁ Παῦλος λαβὼν φρύγανα ἐπετίθει ἐπὶ τὴν πυράν· ὃ καὶ δηλῶν ἐπάγει λέγων· Συστρέψαντος  δὲ  τοῦ  Παύλου  φρυγάνων   πλῆθος.  Ὅρα αὐτὸν  ἐνεργοῦντα,  καὶ οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι  γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα  πάλιν  φρύγανα  συλλέγει καὶ ἐπιτίθησιν.


Ὅρα οὐδὲν τετυφωμένον ποιοῦντα οὐδὲ περιττὸν, ἀλλ' ὥστε διασωθῆναι αὐτοὺς, καὶ θέρμης τινὸς  ἀπολαῦσαι. Εἶτα ἔχιδνα  ἐκ τῆς θέρμης ἐξελθοῦσα, τῆς χειρὸς αὐτοῦ ἅπτεται· καὶ ὅτι ἥψατο, δῆλον ποιεῖ τοῦτο ἐκ τῆς ἐπαγωγῆς, λέγων· Ὡς δὲ  εἶδον  οἱ  βάρβαροι τὸ  θηρίον  κρεμάμενον  ἐκ τῆς  χειρὸς  αὐτοῦ,  ἔλεγον  πρὸς ἀλλήλους· Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε. Καλῶς καὶ τοῦτο συνεχωρήθη, ὥστε καὶ ἰδεῖν  αὐτοὺς καὶ φθέγξασθαι  ταῦτα, ἵνα  ὅταν  γένηται,  μὴ ἀπιστῆται  τὸ θαῦμα. Ὅρα τὴν  φυσικὴν κρίσιν διηρθρωμένην  καὶ παρὰ βαρβάροις, καὶ αἰδεσίμως αὐτοὺς πρὸς ἀλλήλους λέγοντας, καὶ μηδὲ καταγινώσκοντας  ἁπλῶς. Οὕτω καὶ οὗτοι πρότερον βλέπουσιν, ἵνα μᾶλλον θαυμάσωσιν. Ὁ μὲν οὖν ἀποτιναξάμενος  τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν· οἱ δὲ προσεδόκων αὐτὸν  μέλλειν  πίμπρασθαι, ἢ καταπίπτειν  ἄφνω νεκρόν.  Ἐπὶ πολὺ  δὲ αὐτῶν  προσδοκώντων  καὶ  θεωρούντων  μηδὲν  ἄτοπον  εἰς αὐτὸν  γινόμενον,  μεταβαλλόμενοι  ἔλεγον  θεὸν  αὐτὸν  εἶναι.  Οἳ ἐνόμιζον  αὐτὸν πίμπρασθαι, τουτέστι  διαῤῥήγνυσθαι,  οὗτοι  θεασάμενοι, ὅτι  οὐδὲν  κακὸν  ἔπαθε, λέγουσιν, ὅτι θεός  ἐστι. Πάλιν ἄλλη τούτων ὑπερβολὴ τιμῆς, ὥσπερ καὶ τῶν ὄχλων τῶν ἐν Λυκαονίᾳ. Ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον χωρία ὑπῆρχε τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ· ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. Ἰδοὺ πάλιν  ἄλλος φιλόξενος  ὁ Πόπλιος, καὶ πλούσιος καὶ εὐπορώτατος. Οὗτος οὐδὲν ἰδὼν, ἀλλ' ἀπὸ τῆς συμφορᾶς μόνης ἐλεήσας αὐτοὺς, ὑπεδέξατο καὶ ἐθεράπευσεν. Ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. Ὥστε ἄξιος ἦν τοῦ παθεῖν καλῶς· διὸ καὶ ἀμοιβὴν αὐτῷ ἀποδιδοὺς τῆς ἀποδοχῆς ἰάσατο αὐτόν. Τούτου δὲ γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενεῖς ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο· οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις  ἐπέθεντο τὰ πρὸς τὴν χρείαν· τουτέστι, καὶ ἡμῖν ἔδωκαν  ἀναγομένοις  τὰ πρὸς τὴν  χρείαν  καὶ τοῖς ἄλλοις.  Ὅρα αὐτοὺς οὐδὲ τοῦ χειμῶνος ἀπαλλαγέντας  μένοντας ἀτημελήτους, ἀλλὰ καὶ τὴν ὑποδοχὴν φιλότιμον γενομένην   δι'  αὐτόν·  τρεῖς  γὰρ  μῆνας  ἦσαν  ἐκεῖ  τρεφόμενοι  πάντες.  Καὶ ὅτι τοσοῦτον  χρόνον  ἐποίησαν, ἄκουε πῶς  τοῦτο  ἑρμηνεύων  ἐπάγει· Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν  ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ Ἀλεξανδρίνῳ, παρασήμῳ
∆ιοσκούροις. Καὶ καταχθέντες  εἰς  Συρακούσας, ἐπεμείναμεν  ἡμέρας τρεῖς.  Ὅθεν περιελθόντες κατηντήσαμεν εἰς Ῥήγιον· καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς ἐπιμεῖναι  ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην  ἤλθομεν. Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν  ἡμῖν, ἄχρις Ἀππίου φόρου, καὶ Τριῶν ταβερνῶν. Οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ Θεῷ, ἔλαβε θάρσος. Ὅρα διὰ Παῦλον πάντα γινόμενα ταῦτα, ὥστε πιστεῦσαι τοὺς δεσμώτας, τοὺς στρατιώτας, τὸν ἑκατόνταρχον. Εἰ γὰρ αὐτολίθινοι  ἦσαν, καὶ δι' ὧν συμβουλεύσαντος ἤκουσαν, καὶ δι'  ὧν   προειπόντος,   καὶ  δι'  ὧν   θαυματουργήσαντος,  καὶ  δι'  ὧν   θρέψαντος ἀπέλαυσαν, μεγάλα ἂν ἐφαντάσθησαν περὶ αὐτοῦ. Ὅρα ὅταν ὀρθὴ κρίσις ᾖ, καὶ μὴ προκατειλημμένη  πάθει τινὶ, πῶς εὐθέως λαμβάνει τὰς κρίσεις τὰς ὀρθὰς καὶ τὰς ψήφους  διεγνωσμένας.  Ἤδη καὶ τῆς Σικελίας τὸ κήρυγμα ἥψατο· οὕτω δι  έδραμε καὶ ἐν Ποτιόλοις, ἔνθα καὶ ἀδελφούς τινας εὑρόντες ἐπιμένουσι παρ' αὐτοῖς. Εἶτα καὶ ἄλλοι κατὰ φήμην αὐτοῖς ἀπαντῶσι· τοσαύτη ἦν ἡ προθυμία τῶν ἀδελφῶν, ὅτι  οὐκ  ἐθορύβησεν αὐτοὺς  τὸ  ἐν  δεσμοῖς εἶναι  τὸν  Παῦλον, ἀλλ' ἐξῆλθον  εἰς ἀπάντησιν.  Ὅρα δέ μοι αὐτὸν  καὶ  ἀνθρώπινόν  τι  παθόντα.  Θάρσος γὰρ, φησὶν, ἔλαβεν ἰδὼν τοὺς ἀδελφούς. Καίτοι τοσαῦτα σημεῖα ἐργασάμενος, ἀλλ' ὅμως ἔλαβε καὶ  ἀπὸ  τῆς  ὄψεως  προσθήκην.  Ἀπὸ τούτου  μανθάνομεν,  ὅτι  ἀνθρωπίνως   καὶ παρεκαλεῖτο,  καὶ τοὐναντίον.  Ὅτε δὲ ἤλθομεν  εἰς Ῥώμην,  ἐπετράπη  τῷ  Παύλῳ μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Ὁρᾷς; συνεχωρήθη αὐτῷ καθ' ἑαυτὸν μένειν. Οὐ μικρὸν καὶ τοῦτο τεκμήριον τοῦ πάνυ θαυμασθῆναι αὐτόν· οὐ γὰρ δὴ μετὰ τῶν ἄλλων ἠρίθμουν αὐτόν. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας συγκαλέσασθαι  αὐτὸν  τοὺς  ὄντας  τῶν  Ἰουδαίων  πρώτους.  Μετὰ τρεῖς  ἡμέρας ἐκάλεσε τοὺς πρώτους τῶν Ἰουδαίων, ὥστε μὴ προληφθῆναι αὐτῶν τὰς ἀκοάς. Καὶ τί κοινὸν πρὸς ἐκείνους εἶχεν; οὐ γὰρ ἂν αὐτοὶ ἔμελλον κατηγορήσειν αὐτοῦ. Ἀλλ' ὅμως  οὐ  τούτου  ἐφρόντιζεν,  ἀλλὰ  τοῦτο  διδάξαι  καὶ  μὴ  προστῆναι  αὐτοῖς  τὰ λεγόμενα.


βʹ. Οἱ μὲν οὖν Ἰουδαῖοι τοσαῦτα ὁρῶντες θαύματα, ἐδίωκον, ἤλαυνον· οἱ δὲ  βάρβαροι  οὐδὲν  θεασάμενοι,  ἀπὸ  μόνης  τῆς  συμφορᾶς  φιλάνθρωποι   ἦσαν. Πάντως, φησὶ, φονεύς  ἐστιν ὁ ἄνθρωπος  οὗτος. Οὐχ ἁπλῶς  ἀποφαίνονται,  ἀλλὰ, πάντως, φασί· τουτέστιν, ὡς ἔνεστιν ἰδεῖν. Καὶ ἡ δίκη, φησὶ, ζῇν οὐκ εἴασε αὐτόν. Ἄρα καὶ  τὸν  περὶ  προνοίας  λόγον  εἶχον,  καὶ  πολλῷ  τῶν  φιλοσόφων  οὗτοι  οἱ βάρβαροι φιλοσοφώτεροι ἐτύγχανον. Αὐτοὶ μὲν γὰρ οὐκ ἀφιᾶσι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην· οἱ δὲ πανταχοῦ νομίζουσι παρεῖναι τὸν Θεὸν, καὶ ὅτι, κἂν πολλά τις διαφύγῃ,  οὐ  διαφεύξεται  εἰς  τέλος.  Καὶ ὅρα, πῶς  οὐκ  ἐπιτίθενται  διόλου,  ἀλλ' αἰδοῦνται  τέως  διὰ  τὴν  συμφοράν·  οὐδὲ  ἐκπομπεύουσιν,  ἀλλὰ  πρὸς  ἀλλήλους λέγουσι· τὰ γὰρ δεσμὰ τοῦτο ἐδίδασκεν ὑποπτεύειν· καίτοι δεσμῶται ἦσαν. Αἰσχυνέσθωσαν οἱ λέγοντες, Μὴ εὖ ποίει τοὺς ἐν ταῖς φυλακαῖς· αἰσχυνθῶμεν τοὺς βαρβάρους· οὐ γὰρ ᾔδεσαν τίνες  ἦσαν ἐκεῖνοι, ἀλλ' ἀπὸ τῆς συμφορᾶς τέως, ὅτι ἄνθρωποι ἦσαν, ἐμάνθανον· διὸ καὶ φιλανθρωπίας  ἠξίωσαν αὐτούς. Ἐπὶ πολὺ δὲ, φησὶ, προσδοκώντων αὐτῶν, τουτέστιν, ὡς πολὺν χρόνον ἀνέμενον ἀποθανεῖσθαι. Ὁ δὲ τό τε θηρίον ἐξετίναξεν εἰς τὸ πῦρ, καὶ τὴν χεῖρα ἔδειξε παθοῦσαν μηδέν. Τοῦτο ἰδόντες καὶ ἐξεπλάγησαν καὶ ἐθαύμασαν. Οὐκ ἐγένετο δὲ τὸ σημεῖον εὐθὺς, ἀλλὰ τῷ χρόνῳ  ἐνδιέτριψαν  οἱ ἄνθρωποι,  ὥστε μὴ δόξαι φαντασίας  εἶναι· οὕτως  οὐκ ἦν ἀπάτη, οὐκ ἦν συναρπαγή. Ἐν δὲ τοῖς περὶ τὸν τόπον  ἐκεῖνον  ὑπῆρχε χωρία τῷ πρώτῳ  τῆς νήσου, ὀνόματι  Ποπλίῳ· ὃς ἀναδεξάμενος  ἡμᾶς φιλοφρόνως  ἐξένισε. Καλῶς οὕτως εἶπε· φιλοφροσύνης γὰρ μεγάλης, διακοσίας ἑβδομήκοντα τὸ ξενίσαι ψυχάς. Ἐννόησον τῆς φιλοξενίας  ὅσον τὸ κέρδος· οὐχ ὡς ἀνάγκης οὔσης οὐδὲ ὡς ἄκων, ἀλλ' ὡς κέρδος τιθέμενος, τρεῖς ἡμέρας ἐξένισεν αὐτούς. ∆ιὸ καὶ ἀμοιβὴν τῆς τοιαύτης φιλοξενίας εἰκότως λαμβάνει, καὶ πολλῷ μείζονα ἢ ἔδωκε· τὸν γὰρ πατέρα αὐτοῦ θεραπεύει ὑπὸ δυσεντερίας κακῶς πάσχοντα· οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ πολλοὺς ἔχοντας ἀσθενείας τῶν αὐτῶν ἀξιοῖ· ὃν καὶ ἀμειβόμενοι, τιμαῖς αὐτὸν καὶ χορηγίαις δωροῦνται. Τοῦτο δὲ δῆλον ποιῶν ἐπάγει· Οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. Οὐχὶ  μισθὸν ἔλαβε, μὴ γένοιτο· ἀλλὰ τὸ γεγραμμένον πληροῦται· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οἱ δὲ  οὕτως  αὐτοὺς  ὑποδεξάμενοι,  εὔδηλον  ὅτι  καὶ  τὸν  λόγον  ἐδέξαντο  τοῦ κηρύγματος· οὐ γὰρ ἂν ἐν τριμήνῳ τοσαῦτα διελέχθη, μὴ σφόδρα αὐτῶν πιστευσάντων  καὶ καρποὺς ἐπιδειξαμένων·  ὥστε ἀπὸ τούτου τεκμήριον μέγα τοῦ πλήθους   τῶν   πιστευσάντων   ἔστιν   ἰδεῖν.   Καὶ  ἀνήχθημεν,   φησὶ,   ἐν   πλοίῳ Ἀλεξανδρίνῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, παρασήμῳ ∆ιοσκούροις. Ἴσως τοῦτο ἦν γεγραμμένον  ἐν  αὐτῷ·  οὕτως  ἦσαν κατείδωλοι.  Ὅρα ἐνδιατρίβοντας,  καὶ  πάλιν σπεύδοντας. Τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ' ἑαυτόν. Λοιπὸν αἰδέσιμος οὕτως ἦν ὁ Παῦλος, ὡς καὶ συγχωρεῖσθαι καθ' ἑαυτὸν εἶναι. Καὶ ξένον οὐδέν· εἰ γὰρ καὶ πρὸ τούτου φιλανθρώπως  ἐχρήσαντο αὐτῷ, πολλῷ μᾶλλον νῦν. Καὶ ἐπιγενομένου, φησὶ, νότου, δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, οὗ εὑρόντες ἀδελφοὺς, παρεκλήθημεν ἐπ' αὐτοῖς  ἐπιμεῖναι  ἡμέρας ἑπτά· καὶ  οὕτως  εἰς  τὴν  Ῥώμην  ἤλθομεν.  Κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου φόρου καὶ  Τριῶν  ταβερνῶν.  Ὅτι  φοβηθέντες  τὸν  κίνδυνον  ἐξῆλθον,  καὶ  ταῦτα  ἱκανὰ ἐκείνους πιστώσασθαι. Ὅρα πῶς οὐδαμοῦ πόλει παρέβαλον ἐν τοσούτῳ πλῷ, ἀλλὰ νήσῳ, καὶ τὸν χειμῶνα  ὁλόκληρον διήγαγον  πλέοντες, ἐκείνων  ῥυθμιζομένων  εἰς τὴν πίστιν τῶν συμπλευσάντων, λέγω. Ἐπετράπη, φησὶ, μένειν καθ' ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. Μάλα εἰκότως, ὥστε μὴ ἐξεῖναι μηδὲ ἐκεῖ ἐπιβουλήν τινα αὐτὸν ὑποστῆναι· οὐ γὰρ ἐνῆν στασιάσαι λοιπόν. Ὥστε οὐκ ἐκεῖνον ἐφύλασσεν, ἀλλ'  ὥστε  μὴ  γενέσθαι  τι  τῶν  ἀηδῶν·  οὐ  γὰρ  ἐξῆν  λοιπὸν  καὶ  πόλεως  οὔσης τοσαύτης,  καὶ   βασιλέως   ὄντος,   καὶ   ἐφέσεως   οὔσης,  γενέσθαι   τι   παρὰ  τὴν ἀκολουθίαν.  Οὕτως ἀεὶ διὰ τῶν  δοκούντων  εἶναι  καθ' ἡμῶν,  ὑπὲρ ἡμῶν  πάντα γίνεται· φύλαξ γὰρ ἦν τοῦ Παύλου. Καὶ συγκαλέσας τοὺς πρώτους τῶν Ἰουδαίων, διαλέγεται αὐτοῖς· οἳ καὶ ἀντιλέγοντες  ἀναχωροῦσι, καὶ ὑβρίζονται παρ' αὐτοῦ, καὶ οὐδὲν τολμῶσιν εἰπεῖν· οὐ γὰρ τῇ ἐξουσίᾳ αὐτῶν ἐπετρέπετο λοιπὸν τὰ κατ' αὐτόν. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐ διὰ τῶν δοκούντων  εἶναι πρὸς ἀσφάλειαν, ἀλλὰ  καὶ  διὰ  τῶν  ἐναντίων   πάντα  ὑπὲρ  ἡμῶν  γίνεται.  Καὶ ἵνα  μάθῃς,  σκόπει ἐντεῦθεν. Ἐκέλευσεν ὁ Φαραὼ ῥίπτεσθαι εἰς τὸν ποταμὸν τὰ βρέφη. Εἰ μὴ ἐῤῥίφη τὰ βρέφη, εἰ μὴ ἡ πρόσταξις τοῦ Φαραὼ ἐγένετο, οὐκ ἂν ἐσώθη Μωϋσῆς, οὐκ ἂν ἐν βασιλείοις ἐτράφη. Ὅτε ἐσώζετο, οὐκ ἦν ἐν τιμῇ· ὅτε ἐξετέθη, τότε ἐγένετο ἐν τιμῇ. Τοῦτο δὲ ἐποίει ὁ Θεὸς, τὸ εὔπορον αὐτοῦ δεικνὺς καὶ εὐμήχανον. Ἠπείλησεν αὐτῷ ὁ  Ἰουδαῖος  λέγων·  Μὴ ἀνελεῖν   με  σὺ  θέλεις;  καὶ  τοῦτο  αὐτὸν  ὤνησεν.  Ἄρα οἰκονομικῶς γέγονεν, ὥστε τὴν ὄψιν αὐτὸν ἐκείνην ἰδεῖν τὴν ἐν τῇ ἐρήμῳ, ὥστε τὸν προσήκοντα χρόνον  πληρωθῆναι,  ὥστε αὐτὸν  ἐμφιλοσοφῆσαι  τῇ  ἐρήμῳ, καὶ  ἐν ἀσφαλείᾳ ζῇν. Καὶ ἐν  πάσαις ταῖς  κατ' αὐτοῦ  τῶν  Ἰουδαίων  ἐπιβουλαῖς  ταυτὸν γίνεται· τότε λαμπρότερος καθίσταται, οἷον καὶ ἐπὶ τοῦ Ἀαρών· ἐπανέστησαν αὐτῷ, καὶ λαμπρότερον αὐτὸν ἐποίησαν· ἐντεῦθεν γὰρ αὐτῷ καὶ τὸ ἱερατικὸν ποικίλλεται ἔνδυμα, καὶ ἡ κίδαρις περιτίθεται, καὶ ὁ λοιπὸς τῆς στολῆς κόσμος, ὥστε ἀναμφισβήτητον  εἶναι τὴν χειροτονίαν, ὥστε καὶ εἰς τὸ ἑξῆς θαυμάζεσθαι ἀπὸ τῶν πετάλων τοῦ χαλκοῦ. Ἴστε πάντως τὴν ἱστορίαν· διὸ καὶ παρατρέχω τὸ διήγημα. Καὶ εἰ βούλεσθε, πάλιν  ἄνωθεν τὰ αὐτὰ ἐπέλθωμεν. Ὁ Καῒν τὸν ἀδελφὸν ἀνεῖλεν, ἀλλὰ ταύτῃ μᾶλλον ὠφέλησεν· ἄκουσον γὰρ τί φησι· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· καὶ πάλιν  ἀλλαχοῦ,  Αἵματι, φησὶ, κρεῖττον  λαλοῦντι  παρὰ τὸν Ἄβελ.  Ἀπήλλαξεν  αὐτὸν  τῆς  ἀδηλίας  τοῦ  μέλλοντος,  τὸν  μισθὸν  ηὔξησε· τὴν ἀγάπην ἐμάθομεν πάντες, ἣν ὁ Θεὸς ἔσχε πρὸς αὐτόν. Τί γὰρ ἠδίκηται, δεξάμενος τάχιον τὴν τελευτήν; Οὐδέν· τί γὰρ, εἰπέ μοι, οἱ βράδιον τελευτῶντες  κερδαίνουσιν; Οὐδέν· οὐδὲ γὰρ παρὰ τὸ πολλὰ ζῇν ἔτη ἢ ὀλίγα ἡ εὐημερία, ἀλλὰ παρὰ τὸ εἰς δέον κεχρῆσθαι  τῇ  ζωῇ.  Οἱ τρεῖς  παῖδες  ἐνεβλήθησαν  εἰς  κάμινον,  καὶ  διὰ  τούτου γεγόνασι λαμπρότεροι· ὁ ∆ανιὴλ εἰς λάκκον, καὶ ἐντεῦθεν περιφανέστερος κατέστη.


γʹ. Ὁρᾷς πανταχοῦ τοὺς πειρασμοὺς μεγάλα τίκτοντας ἀγαθὰ καὶ ἐνταῦθα, μήτι γε ἐκεῖ· ἐπὶ δὲ τῆς κακίας ταυτὸν γίνεται, οἷον ἂν εἴ τις κάλαμον ἔχων παρατάττοιτο πρὸς πῦρ· ὁ γὰρ τοιοῦτος δοκεῖ μὲν πλήττειν τὸ πῦρ, αὐτὸ δὲ λαμπρότερον ποιεῖ, καὶ ἑαυτὸν ἀναλίσκει. Τροφὴ γὰρ γίνεται ἡ κακία καὶ ὑπόθεσις λαμπρότητος τῇ ἀρετῇ· τῇ γὰρ ἀδικίᾳ εἰς δέον τοῦ Θεοῦ χρωμένου, τὰ ἡμέτερα λάμπει μᾶλλον. Πάλιν ὁ διάβολος ὅταν ἐργάζηταί τι τοιοῦτον, λαμπροτέρους ποιεῖ τοὺς ὑπομένοντας. Τί οὖν, φησὶν, ἐπὶ τοῦ Ἀδὰμ οὐ γέγονε τοῦτο, ἀλλ' ἀτιμότερος γέγονε; Μάλιστα μὲν κἀκείνῳ ὁ Θεὸς εἰς δέον ἐχρήσατο· εἰ δέ πού τι ἔπαθεν, αὐτὸς ἑαυτὸν ἠδίκησε· τὰ μὲν γὰρ παρ' ἑτέρων εἰς ἡμᾶς γινόμενα  μεγάλων  ἡμῖν ἀγαθῶν  αἴτια γίνεται,  τὰ δὲ παρ' ἡμῶν αὐτῶν  οὐκέτι. Ἐπειδὴ γὰρ ἀδικούμενοι  μὲν ὑφ' ἑτέρων, ἀλγοῦμεν, ὑπὸ δὲ ἡμῶν αὐτῶν οὐκέτι, δείκνυσιν ὁ Θεὸς, ὅτι ὁ μὲν παρ' ἑτέρου ἀδίκως πάσχων, εὐδοκιμεῖ, ὁ δὲ ἑαυτὸν ἀδικῶν, βλάπτεται· καὶ μάλα εἰκότως, ἵνα ἐκεῖνο μὲν γενναίως φέρωμεν, τοῦτο δὲ μηκέτι· ἄλλως  τε τὸ πᾶν ἐκεῖ τοῦ Ἀδὰμ γέγονε.  ∆ιὰ τί γὰρ ἐπείθου τῇ γυναικί; διὰ τί γὰρ ἐναντία  συμβουλεύουσαν οὐκ ἀπεκρούσω; Σὺ πάντως  γέγονας αἴτιος, ἐπειδὴ εἰ ὁ διάβολος ἦν, ἔδει κατὰ τοῦτο τοὺς πειραζομένους πάντας ἀπόλλυσθαι· εἰ δὲ μὴ ἀπόλλυνται,  παρ' ἡμᾶς ἡ αἰτία. Ἀλλ' ἔδει, φησὶ, πάντας τοὺς πειραζομένους  κατορθοῦν,  ἢ εἰ παρ' ἡμᾶς ἡ αἰτία,  ἔδει καὶ χωρὶς  τοῦ διαβόλου ἀπόλλυσθαι; Τοῦτο καὶ γίνεται· καὶ γὰρ πολλοὶ καὶ χωρὶς τοῦ διαβόλου ἀπόλλυνται· οὐ  γὰρ  δὴ  πάντα  αὐτὸς  κατασκευάζει, ἀλλὰ  πολλὰ  καὶ  ἀπὸ  μόνης  γίνεται  τῆς νωθείας τῆς ἡμετέρας· εἰ δέ που κἀκεῖνος αἴτιος, ἡμῶν τὴν ἀρχὴν παρεχόντων. Εἰπὲ γάρ μοι, πότε ὁ διάβολος ἴσχυσεν ἐπὶ τοῦ Ἰούδα; Ὅτε εἰσῆλθε, φησὶν, εἰς αὐτὸν ὁ Σατανᾶς. Ἀλλ' ἄκουσον τὴν αἰτίαν· ὅτι κλέπτης ἦν, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Αὐτὸς ἔδωκεν  αὐτῷ  εὐρυχωρίαν  τῆς  εἰσόδου· ὥστε  οὐχ  ὁ διάβολος  τὴν  ἀρχὴν ἐντίθησιν, ἀλλ' ἡμεῖς αὐτὸν δεχόμεθα καὶ καλοῦμεν. Ἀλλ' εἰ μὴ ἐκεῖνος, φησὶν, ἦν, οὐκ ἂν μεγάλα ἐγένετο τὰ δεινά. Ἀλλ' ἀπαραίτητος ἡμῖν ἔμελλεν εἶναι ἡ κόλασις· νῦν  μὲν  γὰρ,  ἀγαπητὲ,  τὰ  τῆς  κολάσεως  ἡμῖν  ἡμερώτερα,  εἰ  δὲ  δι'  ἑαυτῶν εἰργαζόμεθα τὰ δεινὰ, ἀφόρητος ἦν ἡ τιμωρία. Εἰπὲ γάρ μοι, εἰ ταῦτα, ἃ ἥμαρτεν ὁ Ἀδὰμ, χωρὶς συμβουλῆς ἥμαρτε, τίς αὐτὸν ἂν ἐξήρπασε τῶν κινδύνων·  Ἀλλ' οὐκ ἂν ἥμαρτε, φησί. Πόθεν μοι τοῦτο λέγεις; Ὁ γὰρ οὕτω χαῦνος καὶ ῥᾴθυμος καὶ πρὸς ἄνοιαν ἕτοιμος, ὥστε δέξασθαι τοιαύτην συμβουλὴν, πολλῷ μᾶλλον καὶ χωρὶς τούτου τοῦτο γέγονεν  ἄν. Ποῖος διάβολος τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς  εἰς φθόνον ἐνέβαλεν; Ἂν νήφωμεν τοίνυν, ἀγαπητοὶ, καὶ εὐδοκιμήσεως ἡμῖν αἴτιος ὁ διάβολος γίνεται. Τί γὰρ ἔβλαψε τὸν Ἰὼβ ἡ τοσαύτη αὐτοῦ μηχανή; Μὴ εἴπῃς, φησὶ, τοῦτο, ἀλλ' ὁ ἀσθενὴς βλάπτεται. Ἀλλ' ὁ ἀσθενὴς, κἂν μὴ διάβολος ᾖ, βλάπτεται. Ἀλλὰ μειζόνως, φησὶ, μετὰ τῆς ἐκείνου ἐνεργείας. Ἀλλ' ἔλαττον, ὅταν μετὰ τῆς ἐκείνου ἐνεργείας ἁμάρτῃ, κολάζεται· οὐ γὰρ πάντων τῶν ἁμαρτημάτων αἱ αὐταὶ τιμωρίαι. Μὴ ἀπατῶμεν  ἑαυτούς· οὐκ ἔστιν ἡμῖν  ὁ διάβολος αἴτιος, ἐὰν νήφωμεν·  ἐκεῖνος ἡμᾶς μᾶλλον ἀφυπνίζει, ἐκεῖνος ἡμᾶς διεγείρει. Εἰπὲ γάρ μοι (τέως ταῦτα ἐξετάσωμεν), μὴ ἔστω θηρία, μὴ ἔστω ἀνωμαλία  ἀέρων, μὴ νόσος, μὴ λῦπαι, μὴ ἀθυμίαι, μὴ ἕτερόν τι τῶν τοιούτων· τί οὐκ ἂν ἐγένετο ὁ ἄνθρωπος; Χοῖρος μᾶλλον ἢ ἄνθρωπος,  δοκῶ  μοι, γέγονεν  ἂν,  γαστριζόμενος  καὶ  μεθύων,  καὶ  ὑπὸ  μηδενὸς τούτων   ἐνοχλούμενος.   Νῦν  δὲ  αἱ  φροντίδες   καὶ  αἱ  μέριμναι  γυμνάσιόν  εἰσι φιλοσοφίας  καὶ διδασκάλειον, καὶ ἀγωγὴ παιδείας ἀρίστης. Σκόπει δὲ καὶ ἄλλως· τρεφέσθω τις ἐν βασιλείοις μήτε λυπούμενος μήτε φροντίζων  μήτε μεριμνῶν, καὶ μήτε  ὀργῆς  ἔχων  πρόφασιν  μήτε  ἀποτυχίας,  ἀλλὰ  πάντα,  ἅπερ  ἂν  ἐπιθυμήσῃ, ποιείτω, καὶ ἐπιτυγχανέτω,  καὶ πάντας ἐχέτω ὑπακούοντας· ἂν μὴ παντὸς θηρίου ἀλογώτερος γένηται ὁ τοιοῦτος; Νῦν δὲ ὥσπερ ἀκόνη ἐστὶν ἐκτρίβουσα ἡμᾶς τὰ τῶν περιστάσεων, τὰ τῶν θλίψεων.  ∆ιὰ τοῦτο τῶν πλουτούντων  οἱ πένητες ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι συνετώτεροι, καθάπερ πολλοῖς περικρουόμενοι καὶ περιαντλούμενοι κύμασι. Καὶ γὰρ  σῶμα  τὸ  μὲν  ἀργὸν  καὶ  ἀκίνητον  νοσῶδες  καὶ  ἀηδὲς,  τὸ  δὲ κινούμενον  καὶ κάμνον καὶ ταλαιπωρούμενον  ὡραιότερον καὶ ὑγιεινότερον· τοῦτο δὲ ἐπὶ ψυχῆς εὕροι τις ἄν. Καὶ σίδηρος κείμενος μὲν διαφθείρεται, ἐργαζόμενος δὲ λάμπει· καὶ ψυχὴ ὡσαύτως κινουμένη· κίνησις δὲ ψυχῆς αἱ περιστάσεις αὗται. Καὶ τέχναι  ἀπόλλυνται,  μὴ κινουμένης  ψυχῆς·  κινεῖται  δὲ ὅταν  μὴ πάντα  εὐθέα  ᾖ· κινεῖται γὰρ ὑπὸ τῶν ἐναντίων.  Εἰ μὴ εἴη ἐναντία, οὐδὲν ἂν εἴη τὸ κινοῦν· οἷον, εἰ πάντα ἦν εἰργασμένα καλῶς, οὐκ ἂν εὗρεν ἡ τέχνη κινεῖσθαι. Οὕτω καὶ, [εἰ πάντα ἦν κατὰ νοῦν ἡμῖν, οὐκ ἂν εὗρεν ἡ ψυχὴ κινεῖσθαι·] εἰ πανταχοῦ διεβαστάζετο, ἀηδὴς ἦν. Οὐχ ὁρᾷς, ὅτι καὶ τροφοῖς παρακελευόμεθα, μὴ διαπαντὸς βαστάζειν τὰ παιδία, ὥστε μὴ εἰς ἔθος αὐτὰ καθιστᾷν, μήτε ἐξίτηλα αὐτὰ ποιεῖν; ∆ιὰ τοῦτο τὰ ἐπ' ὄψεσιν ἀνατρεφόμενα  τῶν  γονέων,  ἀσθενέστερα γίνεται,  τῆς φειδοῦς τῆς ἀκαίρου τε καὶ ἀμέτρου λυμαινομένης  αὐτῶν τὴν ὑγίειαν. Καλὸν καὶ λύπη σύμμετρος, καλὸν καὶ φροντὶς, καλὸν καὶ ἔνδεια· ἰσχυροὺς γὰρ ἡμᾶς ποιεῖ καλὰ καὶ τὰ ἐναντία· ἕκαστον γὰρ αὐτῶν  ἄμετρον γενόμενον  ἀπόλλυσι, καὶ τὸ μὲν χαυνοῖ, τὸ δὲ διαῤῥήγνυσιν. Οὐχ ὁρᾷς, ὅτι καὶ τοὺς αὐτοῦ μαθητὰς ὁ Χριστὸς οὕτως ἐνάγει; Εἰ ἐκεῖνοι δὲ τούτων ἐδέοντο, πολλῷ  μᾶλλον  ἡμεῖς. Εἰ δὲ δεόμεθα, μὴ ἀγανακτῶμεν,  ἀλλὰ καὶ χαίρω
 μεν ἐπὶ ταῖς θλίψεσι· φάρμακα γὰρ ταῦτά ἐστι κατάλληλα  τοῖς ἡμετέροις τραύμασι, τὰ μὲν πικρὰ, τὰ δὲ ἡδέα· ἑκάτερον δὲ αὐτῶν καθ' ἑαυτὸ ἂν εἴη ἄχρηστον. Χάριν τοίνυν ἔχωμεν τῷ Θεῷ ὑπὲρ τούτων ἁπάντων· οὐ γὰρ ἁπλῶς ταῦτα συγχωρεῖ γίνεσθαι, ἀλλ' ὑπὲρ τοῦ συμφέροντος τῶν ἡμετέρων ψυχῶν. Τὴν ἡμετέραν τοίνυν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, εὐχαριστῶμεν, δοξάζωμεν, γενναίως  ἀντέχωμεν, τὸ πρόσκαιρον αὐτῶν λογι  ζόμενοι, καὶ πρὸς τὰ μέλλοντα τείνοντες ἑαυτῶν τὴν διάνοιαν,  ἵνα καὶ τὰ παρόντα κούφως  ἐνέγκωμεν,  καὶ τῶν  μελλόντων  ἐπιτυχεῖν ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ΝΕʹ. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵ τινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. Ἀντιλεγόντων  δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. ∆ιὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι.

αʹ. Καλῶς τοῦτο καὶ συμφερόντως  ποιεῖ, τοὺς πρώτους τῶν  Ἰουδαίων  εἰς διάλεξιν συγκαλῶν. Ἐβούλετο γὰρ καὶ ἑαυτὸν ἀπαλλάξαι αἰτίας καὶ ἑτέρους· ἑαυτὸν μὲν, ἵνα μὴ κατηγορῶσιν αὐτοῦ, καὶ τοῦτο αὐτοὺς βλάπτῃ· ἐκείνους δὲ, ἵνα μὴ δόξῃ αὐτῶν εἶναι τὸ πᾶν· Εἰκὸς γὰρ κρατῆσαι φήμην, ὅτι ὑπὸ Ἰουδαίων παρεδόθη· τοῦτο δὲ ἱκανὸν  ἦν αὐτοὺς πλῆξαι. Εὐθέως οὖν πρὸς τοῦτο ἵσταται, καὶ τὰ καθ'  ἑαυτὸν οὕτω  πως  πράως  ἀπολογεῖται.  Ὅρα δὲ πῶς  καὶ τὴν  ἀπολογίαν  ὑφαίνει,  λέγων· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον  ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων. Εἶτα οὕτως εἰπὼν, ἐπειδὴ  εἰκὸς ἦν  τινας  ἀκούοντας  εἰπεῖν,  Πῶς ἔχει  λόγον  ἁπλῶς  σε παραδοῦναι; ἐπήγαγεν· Οἵτινες ἀνακρίναντές  με, ἐβούλοντο ἀπολῦσαι· ὡσεὶ ἔλεγε· Μαρτυροῦσιν οἱ  Ῥωμαίων  ἄρχοντες,  οἳ  καὶ  ἀνέκριναν  καὶ  ἤθελον  ἀπολύειν.  Πῶς  οὖν  οὐκ ἀπέλυσαν;   Ἀντιλεγόντων    Ἰουδαίων,    φησίν.   Ὁρᾷς   πῶς   καθαιρεῖαὐτῶν    τὰ ἐγκλήματα; Εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καὶ καταφορικώτερον χρήσασθαι. ∆ιὸ καὶ οὕτως εἰπὼν, ἐπήγαγεν· Ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· ὥστε συγγνώμης τὸ πᾶν  ἐστιν.  Εἶτα, ἵνα  μηδεὶς  εἴπῃ,  Τί  οὖν;  καὶ  ἵνα  αὐτῶν  κατηγορήσῃς,  τοῦτο πεποίηκας; διὰ τῆς ἐπαγωγῆς διορθοῦται τὸ ὑφορμοῦν, καὶ λέγει· Οὐχ ὡς τοῦ ἔθνους μου ἔχων  τι  κατηγορῆσαι· τουτέστιν,  Ἐπεκαλεσάμην Καίσαρα οὐχ  ὥστε κατηγορῆσαι, ἀλλ' ὥστε διαφυγεῖν  τὸν  κίνδυνον.  Ἕνεκεν γὰρ ὑμῶν  τὴν  ἅλυσιν ταύτην περίκειμαι. Τοσοῦτον ἀπέχω, φησὶν, ἐχθρῶς πρὸς ἡμᾶς διακεῖσθαι, ὅτι καὶ τὴν ἅλυσιν περίκειμαι. Τί οὖν ἐκεῖνοι; Οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς μὴ μόνον ὑπὲρ ἑαυτῶν,  ἀλλὰ  καὶ ὑπὲρ τῶν  συγγενῶν  ἀπολογήσασθαι· ὅθεν  τοῦτο  δηλῶν ἐπάγει· Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν  ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν.  Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν  γὰρ τῆς  αἱρέσεως ταύτης  γνωστόν  ἐστιν  ἡμῖν,  ὅτι  πανταχοῦ  ἀντιλέγεται.  Ὡσεὶ ἔλεγον·  Οὔτε διὰ γραμμάτων, οὔτε δι' ἀνθρώπων ἐγνώρισάν τι . περὶ σοῦ πονηρόν· πλὴν ἀλλ' ἀκοῦσαι βουλόμεθα παρὰ σοῦ. Οὕτω προκατέβαλον τὴν οἰκείαν γνώμην δεικνύντες, καί φασι· Περὶ μὲν  γὰρ τῆς αἱρέσεως ταύτης  γνωστόν  ἐστιν ἡμῖν,  ὅτι πανταχοῦ ἀντιλέγεται.  Οὐκ εἶπον,  ὅτι  Ἀντιλέγομεν,  ἀλλ' Ἀντιλέγεται,  κατηγορίας  ἑαυτοὺς ἀπολύοντες. Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. Καὶ οἱ  μὲν  ἐπείθοντο  τοῖς  λεγομένοις,  οἱ  δὲ  ἠπίστουν.  Εἶδες πῶς  οὐκ  εὐθέως ἀποκρίνεται, ἀλλὰ δίδωσιν αὐτοῖς ἡμέραν τοῦ ἐλθεῖν καὶ ἀκοῦσαι· οἷς καὶ παραγενομένοις διελέγετο ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν. Καὶ οἱ μὲν ἐπείθοντο,  οἱ δὲ ἠπίστουν. Ἀσύμφωνοι δὲ ὄντες  πρὸς ἀλλήλους,  ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν· Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες  βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς   αὐτῶν   ἐκάμμυσαν,  μή  ποτε  ἴδωσι  τοῖς  ὀφθαλμοῖς   καὶ  τοῖς  ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὅτε ἀνεχώρουν  ἀντιτασσομένων  αὐτῶν,  τότε  τὸν  Ἡσαΐαν  ἐφίστησιν,  οὐκ  ἐκείνους ὑβρίσαι βουλόμενος, ἀλλὰ τούτους στηρίξαι. Τί λέγοντα; Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁρᾷςπῶς αὐτοὺς ἐξέβαλε πάσης συγγνώμης; εἴ γε καὶ τὸν προφήτην ἔχοντες προαναφωνήσαντα  πόῤῥωθεν ταῦτα οὐκ ἀπεστράφησαν. Τῷ δὲ εἰπεῖν, Καλῶς, δείκνυσι καὶ δικαίως ἐκβεβλημένους. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ μυστήριον τοῦτο. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο. Εἶτα πάλιν τὸν ζῆλον κατ' αὐτῶν κινεῖ τὸν ἐξ ἐθνῶν,  ἐπάγων  καὶ λέγων· Γνωστὸν οὖν ἔστω ὑμῖν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Καὶ  ταῦτα  αὐτοῦ  εἰπόντος,   ἀπῆλθον   οἱ  Ἰουδαῖοι,  πάλιν   ἔχοντες   ἐν  ἑαυτοῖς συζήτησιν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν  ὅλην  ἐν  ἰδίῳ  μισθώματι  καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων  τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Ἀμήν. Ἐνταῦθα δείκνυσι τὴν αὐτοῦ ἐλευθερίαν λοιπόν· κηρύττει γὰρ ἀκωλύτως ἐν Ῥώμῃ  ὁ ἐν  Ἰουδαίᾳ  κωλυθεὶς,  καὶ ἔμεινεν  ἐπὶ  δύο ἔτη διδάσκων  ἐκεῖ.


βʹ. Ἀλλ' ἴδωμεν  ἄνωθεν  τὰ εἰρημένα. ∆ιὰ ταύτην  οὖν, φησὶ, τὴν αἰτίαν  παρεκάλεσα ὑμᾶς ἰδεῖν· τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε μὴ ἐξεῖναί τινι κατηγορεῖν  καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν  διαφυγὼν  ἐπὶ τοῦτο ἦλθον· οὐ γὰρ  ἑτέροις  διδοὺς  κακὰ, ἀλλ'  αὐτὸς  φεύγων  κακὰ, ἦλθον.  Οἱ δὲ  πρὸς  αὐτόν· Ἀξιοῦμεν ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς. Ὅρα καὶ αὐτοὺς ἡμερώτερον διαλεγομένους· Ἀξιοῦμεν, φησὶ, καὶ  βούλονται  ἀπολογήσασθαι καὶ  ὑπὲρ ἐκείνων·  διὸ  καὶ  ἧκον ταξάμενοι αὐτῷ ἡμέραν. Τοῦτο δὲ τοῦ σφόδρα ἑαυτῶν καταγνῶναι  τεκμήριον καὶ τοῦ μὴ θαῤῥεῖν. Εἰ γὰρ ἐθάῤῥουν, κἂν τοῦτο ἐποίησαν καὶ συνῆλθον, ὥστε αὐτὸν συναρπάσαι. νῦν δὲ μὴ θαῥῥοῦντες, καὶ ἐλθεῖν ὤκνησαν· ἄλλως τε καὶ τῷ πολλάκις ἐπιχειρῆσαι ἔδειξαν, ὅτι οὐκ ἐθάῤῥουν. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, φησὶν, οἱ  δὲ  ἠπίστουν,  καὶ  ἀσύμφωνοι   ὄντες   ἀπελύοντο·   τουτέστι,  μὴ  πιστεύοντες ἀνεχώρουν. Ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς νῦν κατ' αὐτοῦ, ἀλλ' ἐν τῇ Ἰουδαίᾳ, ἔνθα ὡς ἐν τυραννίδι  ἦσαν. Τίνος οὖν ἕνεκεν  ᾠκονόμησεν  ἐκεῖ αὐτὸν  ἀπελθεῖν, καίτοι εἶπε, Σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήμ; Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία  τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται·  καὶ ὥστε μαθεῖν  πάντας,  ὅτι ἕτοιμός ἐστι παθεῖν, καὶ ὥστε εἰς παράκλησιν τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ οἰκονομούμενον·  καὶ γὰρ κἀκεῖ πολλὰ ἔπαθε δεινά. Εἰ δὲ κηρύττων  τὰ Ἰουδαϊκὰ, ταῦτα  ἔπασχεν,  εἰ  ἐκήρυττε  τὰ  τῆς  δόξης  τοῦ  Χριστοῦ, πῶς  ἂν  ἠνέσχοντο; Ἁγνιζόμενος  οὐκ ἐγένετο  φορητὸς, καὶ πῶς κηρύσσων φορητὸς  ἦν; Τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; Οὐδὲν τοιοῦτον  εἶπεν  ἁπλῶς.  Ὤφθη, καὶ πάντας  παρώξυνεν. Εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη ἡ σωτηρία, εἰκότως μακρὰν ἐπέμφθη, κἀκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι. Σκόπει δέ· πρώτους Ἰουδαίους καλεῖ, ἔπειτα δείξας αὐτοῖς  τὰ πράγματα, τότε  ἐπὶ  τὰ ἔθνη  ἔρχεται. Τὸ δὲ οὕτως  εἰπεῖν,  ὅτι  Εἶπε τὸ Πνεύμα, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν ἅπερ ἂν ὁ Κύριος εἴπῃ. Καλῶς εἶπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐνταῦθα  μὲν οὕτως, ἐκεῖ δὲ οὐκέτι. Ἄλλως  δὲ καὶ ὅταν διηγῆταί  τις περὶ τῶν  ὑπὸ τοῦ ἀγγέλου λεχθέντων,  οὐ λέγει, Καλῶς εἶπεν ὁ ἄγγελος, ἀλλὰ, Καλῶς εἶπεν ὁ Κύριος, καλῶς εἶπε τὸ Πνεῦμα· ὡσεὶ ἔλεγεν· Οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλὰ τῷ Πνεύματι. Ὥστε ἄνωθεν τοῦτο προῄδει ὁ Θεός. Οἵτινες ἀνακρίναντές  με, φησὶν, ἐβούλοντο  ἀπολῦσαι· τουτέστιν,  οὐδὲν εὑρόντες ἄξιον καταδίκης ἐν ἐμοὶ, ἀπολύειν ἤθελον. Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς  χεῖρας  Ῥωμαίων·  καὶ τοσαύτη ἡ περιουσία τῆς  ἐλευθερίας,  ὅτι  οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν. Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων  τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους  περιβάλω,  ἀλλ' ἵνα  κακῶν  ἐμαυτὸν  ἀπαλλάξω,  τοῦτο  ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ' ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥημάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ' οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους μου. Πάλιν δὲ κατασπείρει τὸ δόγμα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ',  Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα  παθὼν  οὕτω δεινά. Οὐδὲν οὖν  τούτων  φησὶν,  ἵνα  μὴ φορτικὸν  ποιήσῃ τὸν  λόγον·  οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ' αἰνίττεται  μόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόμενον, τὸ δεῖξαι ὅτι Ῥωμαίοις παρέδωκαν δέσμιον. Τοὺς δὲ καταδικάσαι δέον  ἐκείνους,  δέον  κατηγορῆσαι, μᾶλλον  ἀπολογοῦνται·  δι' ὧν  δὲ συμφαίνουσι   τὴν   ἀπολογίαν,   κατηγοροῦσιν  αὐτῶν.   Γνωστόν  ἐστιν  ἡμῖν,   ὅτι πανταχοῦ,  φησὶν, ἀντιλέγεται.  Ἀλλ' εἰ καὶ τοῦτο  συμβαίνει, ὅμως καὶ πιστεύετε πανταχοῦ. Οἷς ἐξετίθετο,  φησὶν, ἀπό τε νόμου καὶ προφητῶν. Ὅρα πάλιν οὐκ ἀπὸ σημείων, ἀλλ' ἀπὸ νόμου καὶ προφητῶν  ἐπιστομίζοντα αὐτοὺς, καὶ πανταχοῦ τοῦτο ποιοῦντα· καίτοι γε ἐνῆν καὶ σημεῖα ποιῆσαι, ἀλλὰ λοιπὸν οὐκ ἔτι πιστὸν τὸ πρᾶγμα ἦν· μέγα γὰρ τοῦτο σημεῖον, τὸ ἀπὸ νόμου καὶ τῶν προφητῶν διαλέγεσθαι. Εἶτα ἵνα μὴ νομίσῃς παράδοξον εἶναι, τὸ μεῖναι  αὐτοὺς ἀπειθοῦντας,  ἐπάγει  καὶ προφητείαν τὴν λέγουσαν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· μᾶλλον, φησὶ, νῦν ἢ τότε· καὶ ὄψεσθε, καὶ οὐ μὴ ἴδητε· μᾶλλον νῦν ἢ τότε. Πρὸς ἐκείνους εἴρηται ταῦτα τοὺς  ἀπιστήσαντας,  ἃ καὶ οὐχ  ὑβρίζοντος  ἦν,  ἀλλὰ  τὸ σκάνδαλον  ἀναιροῦντος. Γνωστὸν οὖν ἔστω ὑμῖν, φησὶν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ  καὶ  ἀκούσονται.  Τί  οὖν  ἡμῖν  διαλέγῃ;  ταῦτα  οὐκ  ᾔδεις;  Ναὶ, ἀλλ'  ὥστε πεισθῆναι  ἀπολογοῦμαι,  καὶ μηδενὶ  δοῦναι  λαβήν.  Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶ, διδάσκων μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Καλῶς τοῦτο προσέθηκεν· ἔνι γὰρ μετὰ παῤῥησίας λέγειν,  ἀλλὰ κεκωλυμένως.  Τὴν οὖν παῤῥησίαν Παύλου οὐδὲν ἐνέκοψεν,  ἀλλὰ καὶ ἀκωλύτως  ἔλεγεν.  Ἔμεινε δὲ ὁ Παῦλος διετίαν  ὅλην, φησὶν, ἐν ἰδίῳ  μισθώματι· οὕτως ἦν ἀπέριττος, μᾶλλον  δὲ οὕτω τὸν διδάσκαλον αὐτοῦ ἐμιμεῖτο ἐν πᾶσιν, ὅτι καὶ τὴν οἴκησιν εἶχεν, οὐκ ἐξ ἀλλοτρίων  πόνων, ἀλλ' ἀφ' ὧν αὐτὸς εἰργάζετο· τοῦτο γὰρ σημαίνει τὸ, Ἐν ἰδίῳ μισθώματι. Ὅτι δὲ καὶ ὁ
∆εσπότης οἰκίαν οὐκ ἐκέκτητο, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὸν οὐκ ὀρθῶς εἰπόντα· Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ.
Οὕτως ἐξ ἑαυτοῦ τὸ μηδὲν κεκτῆσθαι ἐπαίδευσε, μηδὲ σφόδρα τοῖς βιωτικοῖς προσηλῶσθαι. Καὶ ἀπεδέχετο τοὺς εἰσπορευομένους, φησὶ, πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅρα οὐδὲν περὶ τῶν παρόντων, ἀλλὰ περὶ τῆς τοῦ Θεοῦ βασιλείας πάντα  φθεγγόμενον.  Ὁρᾷς οἰκονομίαν  Θεοῦ; Μέχρι τούτων  τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς,  καὶ  ἀφίησι  διψῶντα  τὸν  ἀκροατὴν,  ὥστε τὸ  λοιπὸν  ἀφ' ἑαυτοῦ συλλογίζεσθαι. Τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ πάντα εἰδέναι, νωθῆ ποιεῖ καὶ ἐκλελυμένον.  Τοῦτο δὲ ποιεῖ, καὶ οἷα τὰ μετὰ ταῦτα, οὐ λέγει, περιττὸν  ὅσον πρὸς   τοὺς   ἐντυγχάνοντας    τοῖς   συγγραφεῖσιν   ἡγούμενος,   καὶ   ἀπὸ   τούτων μανθάνοντας τὸ προστιθέναι τῷ λόγῳ· πάντως γὰρ οἷα τὰ πρότερα, τοιαῦτα ἔσχε καὶ τὰ μετὰ τοῦτο. Ἄκουε δὲ καὶ οἷα μετὰ ταῦτα γράφων πρὸς Ῥωμαίους, φησὶν, Ὡς ἂν πορεύωμαι εἰς τὴν Ἱσπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς.


γʹ. Ὁρᾷς πῶς πάντα προεώρα ἡ ἁγία  καὶ θεία κεφαλὴ,  ὁ τῶν  οὐρανῶν  ὑψηλότερος,  ὁ ψυχὴν  ἔχων  πάντα  ὁμοῦ περιλαβεῖν δυναμένην, ὁ τὰ πρῶτα κατέχων, Παῦλος; οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς πρὸς νῆψιν, πρὸς τὸ πάντα ὕπνον ἀποτινάξασθαι. Ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβάντα, ἐκ ναυαγίου διασωθέντα, καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης. Καθάπερ γάρ τις βασιλεὺς ναυμαχήσας καὶ νικήσας, ἐπέβαινε τῆς βασιλικωτάτης ἐκείνης πόλεως. Περὶ τούτων ἔγραφεν· Ἐλεύσομαι καὶ συναναπαύσομαι ὑμῖν ἐν πληρώματι εὐλογίας τοῦ Εὐαγγελίου· καὶ πάλιν,  Πορεύομαι διακονήσων  εἰς  Ἱερουσαλήμ. Τουτέστιν, ὅπερ ἔλεγεν, Ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην. Ἐγγύτερος  ἦν λοιπὸν τοῦ στεφάνου· ἐδέξατο αὐτὸν ἡ Ῥώμη δεδεμένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα. Ἐκεῖ Συναναπαύσομαι ὑμῖν, ἔφη. Ἐνταῦθα πορεύομαι, διακονήσων εἰς Ἱερουσαλήμ. Τὸ δὲ ἀρχὴ τοῦ δρόμου πάλιν ἦν, καὶ τρόπαια τροπαίοις συνῆπτεν, ἀκατάπληκτος ὤν. Κόρινθος  αὐτὸν κατέσχε δύο ἔτη, καὶ Ἀσία τρία, καὶ αὕτη δύο τέως, ὥστε δεύτερον ἐπέβη, ὅτε καὶ ἐτελειώθη. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο. Οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐμπλήσας τὴν οἰκουμένην τοῦ  κηρύγματος,  κατέλυσεν  οὕτω  τὸν  βίον.  Τί ἐβούλου  μαθεῖν  τὰ  μετὰ  ταῦτα; Τοιαῦτά ἐστι κἀκεῖνα·  δεσμὰ, βάσανοι, μάχαι,  φυλακαὶ,  ἐπιβουλαὶ,  συκοφαντίαι, θάνατοι  καθημερινοί.  Εἶδες αὐτοῦ  μικρὸν  μέρος; Τοιοῦτον  νόει  καὶ  τὸ  λοιπόν. Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, ὅσον ἂν ἴδῃς αὐτοῦ, τοσοῦτόν ἐστι καὶ τὸ ἄλλο· οὐρανοῦ γὰρ ἂν μέρος θεάσῃ ἓν, ὅπου ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει καὶ τὸ λοιπόν· ἢ καθάπερ ἡλίου τὰς ἀκτῖνας κἂν ἐκ μέρους ἴδῃς, στοχάζῃ ἐκ τούτων οἷος ὁ ἥλιος, οὕτω καὶ ἐπὶ Παύλου. Τὰς πράξεις εἶδες ἐκ μέρους αὐτοῦ, πᾶσαι τοιαῦται τυγχάνουσι, κινδύνων γέμουσαι. Οὐρανὸς ἦν  ἐκεῖνος  ἥλιον  δικαιοσύνης  ἔχων,  οὐ  τοιοῦτον,  ὥστε  καὶ οὐρανοῦ  βελτίων   ὁ  ἀνήρ.  Μικρὸν  οἴει  τοῦτο  εἶναι;  Οὐκ  ἔγωγε  οἶμαι.  Ὅταν ἀπόστολον  εἴπῃς,  εὐθέως  πάντες  αὐτὸν  ἐννοοῦσιν·  ὅταν  Βαπτιστὴν, εὐθέως  τὸν Ἰωάννην.  Τίνι ἄν τις παραβάλῃ τὰ ἐκείνου ῥήματα; θαλάσσῃ, ἢ καὶ ὠκεανῷ; Ἀλλ' οὐδὲν  ἴσον. Πολλῷ ταύτης  δαψιλέστερα τὰ ῥεύματα τὰ τούτου, καθαρώτερα καὶ βαθύτερα, ὥστε καὶ θάλασσαν καὶ οὐρανὸν οὐκ ἄν τις ἁμάρτοι τὴν Παύλου καρδίαν εἰπὼν, τὸ μὲν διὰ τὸ καθαρὸν, τὸ δὲ διὰ τὸ βαθύ. Θάλασσά ἐστιν, οὐκ ἀπὸ πόλεως εἰς πόλιν ἄγουσα τοὺς ἐμπλέοντας, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανόν· εἴ τις ταύτην πλέοι τὴν θάλασσαν, ἐξ οὐρίας πλεύσεται. Ἐν ταύτῃ τῇ θαλάσσῃ οὐκ ἄνεμοι, ἀλλ' ἀντὶ ἀνέμων Πνεῦμα θεῖον ἅγιον τὰς ἐμπλεούσας παραπέμπει ψυχάς· οὐκ ἔστιν ἐνταῦθα κύματα, οὐκ  ἔστι  σκόπελος,  οὐκ  ἔστι  θηρία·  πάντα   γαληνά.   Θάλασσά  ἐστι  λιμένος γαληνοτέρα  καὶ ἀσφαλεστέρα, οὐδὲν ἁλμυρὸν ἔχουσα, ἀλλὰ πηγὴν [καθαρὰν καὶ] ἥδιστα ῥέουσαν νάματα,  ἡλίου  λαμπροτέραν  καὶ διειδεστέραν· θάλασσά ἐστι, οὐ λίθους  ἔχουσα τιμίους,  οὐδὲ ἁλουργίδα  τοιαύτην,  ἀλλὰ  κτήματα  πολλῷ  τούτων βελτίω. Ὁ βουλόμενος εἰς τοῦτο καθεῖναι τὸ πέλαγος  ἑαυτὸν, οὐ κολυμβητῶν δεῖται, οὐκ ἐλαίου, ἀλλὰ φιλοσοφίας πολλῆς· εὑρήσει ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ τὰ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ τοιοῦτος καὶ δυνήσεται γενέσθαι βασιλεὺς, καὶ πάντα τὸν  κόσμον λαβεῖν,  καὶ  ἐν  τιμῇ  εἶναι  μεγίστῃ· ὁ ταύτην  πλέων  τὴν  θάλασσαν οὐδέποτε ναυάγιον ὑποστήσεται, ἀλλὰ πάντα εἴσεται καλῶς. Ἀλλ' ὥσπερ οἱ ταύτης ἄπειροι τῆς θαλάσσης ἀποπνίγονται,  οὕτω δὴ καὶ ἐνταῦθα· ὅπερ δὴ πάσχουσι καὶ αἱρετικοὶ  τοῖς ὑπὲρ δύναμιν  ἐγχειροῦντες.  ∆εῖ δὴ τὸ βάθος τοίνυν  εἰδέναι,  ἢ μὴ κατατολμᾷν.  Ἂν  μέλλωμεν   πλεῖν  τὸ  πέλαγος  τοῦτο,  εὔζωνοι  γενώμεθα.  Οὐκ ἠδυνήθην ὑμῖν, φησὶ, λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Μηδεὶς ἀκαρτέρητος τοῦτο πλείτω τὸ πέλαγος. Κατασκευάσωμεν ἑαυτοῖς πλοῖα, τουτέστιν σπουδὴν, προθυμίαν, εὐχὰς, ὥστε διανύσαι τὸ πέλαγος ἐν ἡσυχίᾳ· καὶ γὰρ τὸ ὕδωρ τοῦτο ζῶν ἐστι. Καθάπερ εἴ τις πυρὸς λάβοι στόμα, οὕτως ὁ Παῦλον εἰδὼς στομοῦται· καθάπερ εἴ τις μάχαιραν ὀξεῖαν ἔχοι, οὕτως ὁ τοιοῦτος πάλιν ἀκάθεκτος γίνεται. Καὶ πρὸς τὸ νοῆσαι δὲ τὰ Παύλου βίου καθαροῦ δεῖται. ∆ιὰ τοῦτο καὶ ἔλεγε· Γάλακτος ἐν χρείᾳ κατέστητε, ἐπεὶ νωθροὶ γεγόνατε  ταῖς ἀκοαῖς. Ἔστι γὰρ, ἔστιν ἀσθένεια τῆς ἀκοῆς. Καθάπερ γὰρ στόμαχος οὐκ ἂν  δέξαιτο ὑγιεινὰ  σιτία καὶ δυσκατέργαστα, ἀσθενὴς  ὢν,  οὕτω  καὶ  ψυχὴ  ὀγκωθεῖσα,  φλεγμαίνουσα,  ἄτονος  γενομένη  καὶ ἔκλυτος, οὐκ ἂν δυνηθείη δέξασθαι τὸν πνευματικὸν  λόγον. Ἄκουε τῶν μαθητῶν λεγόντων· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Ἂν δὲ ἰσχυρὰ ᾖ καὶ ὑγιεινὴ, πάντα ῥᾷστα, πάντα εὔκολα, ὑψηλοτέρα γίνεται καὶ κουφοτέρα, μᾶλλον μετεωρίζεται  καὶ εἰς  ὕψος  αἴρεται.  Ταῦτα οὖν  εἰδότες  ὑγιεινὴν  ἡμῶν κατασκευάσωμεν τὴν  ψυχὴν,  καὶ ζηλώσωμεν  τὸν  Παῦλον, καὶ μιμησώμεθα τὴν γενναίαν  ἐκείνην καὶ ἀδαμαντίνην  ψυχήν· ἵνα κατ' ἴχνος τῶν ἐκείνῳ βεβιωμένων πορευόμενοι, δυνηθῶμεν  τὸ πέλαγος  τοῦ παρόντος  βίου διαπλεῦσαι, καὶ εἰς τὸν ἀκύμαντον  λιμένα  καταντῆσαι,  καὶ  τῶν  ἐπηγγελμένων   ἀγαθῶν  τοῖς  ἀξίως  τοῦ Χριστοῦ βιοῦσιν  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ  Κυρίου  ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |