ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Σάββατο 22 Οκτωβρίου 2016

ΚΒ΄ Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκατοντάρχης,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΚΒ΄ Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος, ἑκα τοντάρχης, ἐκ σπείρας τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντὸς, εἶδεν ἐν ὁρά ματι φανερῶς, ὡσεὶ ὥρᾳ ἐνάτῃ τῆς ἡμέρας, ἄγγελον Θεοῦ εἰσελθόντα πρὸςαὐτὸν, καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ, καὶ ἔμφοβος γενό μενος, εἶπε· Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.

αʹ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ ζῶν κατὰ τὸν νόμον, ἀλλ' ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν.  Καὶ ὅρα δύο πιστεύοντας τέως, τόν τε εὐνοῦχον  τὸν ἀπὸ τῆς Γάζης, καὶ τοῦτον, ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους καὶ πολλὴν  ὑπὲρ τούτων γινομένην  σπουδήν. Ἀλλὰ  μὴ  νομίσῃς, ὅτι  διὰ  τὰ  ἀξιώματα.  Οὐ διὰ  ταῦτα,  μὴ γένοιτο· ἀλλὰ  διὰ τὴν εὐλάβειαν.  ∆ιὰ γοῦν  τοῦτο καὶ τὰ ἀξιώματα  τέθειται,  ἵνα μείζων ἡ εὐλάβεια δειχθῇ. Θαυμαστότερον καὶ γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις   ὢν,   τοιοῦτος   ᾖ.  Ἀλλὰ  μέγα   ἐκείνου   ἐγκώμιον   τὸ  τοσαύτην   ἀποδημίαν στέλλεσθαι, καὶ τὸ, μηδὲ καιροῦ τοιούτου ὄντος, ἐν ὁδῷ ἀναγινώσκειν,  καὶ τὸ ἐπὶ ὀχήματος φερόμενον τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα· μέγα καὶ τούτου, τὸ ἐλεημοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ εὐσεβῆ εἶναι ἐν ἀρχῇ τοιαύτῃ.

Read More ->>

Κ∆ʹἜτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ ἅγιον

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Κ∆ʹἜτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπε σε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περι τομῆς πιστοὶ, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέ χυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν.

αʹ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν. Οὐκ ἀφῆκεν ἀπαρτισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ' ἐπειδὴ τὴν διάνοιαν  αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγονε, καὶ ἐπίστευσαν, ὅτι πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. Τοῦτο δὲ γίνεται, προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ. Οὐχ ἁπλῶς δὲ τὸ Πνεῦμα λαμβάνουσιν, ἀλλὰ γλώσσαις ἐλάλουν, ὅπερ καὶ ἐξέπληττε τοὺς συνελθόντας. Τί δήποτε δὲ οὕτως οἰκονομεῖται τὸ πρᾶγμα; ∆ιὰ τοὺς Ἰουδαίους· καὶ γὰρ πάνυ ἀπεχθῶς εἶχον πρὸς αὐτό. ∆ιὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν γίνεται. Καὶ ὁ Πέτρος σχεδὸν  ἁπλῶς  πάρεστι  παιδευόμενος,  ὅτι  δεῖ  λοιπὸν  . αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι' αὐτῶν δεῖ γενέσθαι τοῦτο. Καὶ μὴ θαυμάσῃς. Ὅπου γὰρ μετὰ τοσαῦτα καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσολύμοις ἀμφισβήτησις γίνεται,  τί οὐκ ἂν ἐγεγόνει, εἰ μὴ ταῦτα παρηκολούθησε; ∆ιὰ τοῦτο καὶ μεθ' ὑπερβολῆς ταῦτα γίνεται.

Read More ->>

Κς΄ Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Κς΄  Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου  μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέ τρον. Ἦσαν δὲ αἱ ἡμέραι τῶν Ἀζύμων.


αʹ. Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ' ἐνταῦθα μὲν οὕτως, ἀλλαχοῦ   δὲ  ἑτέρως.  Ὅταν  γὰρ  ὁ  Ματθαῖος  λέγῃ·  Ἐν  ταῖς  ἡμέραις  ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται.  Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ  κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν  μέλλοντα  ὡς  ἐφεξῆς  ἀπαγγέλλειν.   Καλῶς δὲ  λέγει,  ὅτι  Ἡρώδης  ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. Ἰδοὺ πειρασμὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγματα πλέκεται, πῶς δι' ἀνέσεως καὶ θλίψεως  πάντα ὑφαίνεται.  Οὐκ ἔτι  Ἰουδαῖοι,  οὐδὲ τὸ συνέδριον· ἀλλ' ὁ βασιλεὺς ἐπιβάλλει  τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος  ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν  Ἰωάννου  μαχαίρᾳ. Ἁπλῶςκαὶ ὡς ἔτυχεν.

Read More ->>

Λʹ Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Λʹ Ἐξιόντων δὲ αὐτῶν, παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.



αʹ. Εἶδες τοῦ Παύλου τὴν σύνεσιν; Οὐχὶ τότε ἐθαυμάσθη μόνον, ἀλλὰ  καὶ ἐπιθυμίαν  αὐτοῖς  δευτέρας  ἐνέβαλεν  ἀκροάσεως, εἰπών  τινα  σπέρματα, καὶ  μὴ ἐπιλύσας μηδὲ ἐπεξελθὼν  τῷ λόγῳ, ὥστε αὐτοὺς ἀπαρτίσαι, καὶ οἰκειῶσαι ἑαυτῷ, καὶ μὴ χαυνοτέρους  ἐργάσασθαι τῷ πάντα  ἀθρόον εἰς τὰς ἐκείνων  ῥῖψαι ψυχάς. Εἶπεν,  ὅτι  Ἄφεσις  ἁμαρτιῶν  διὰ  τούτου  ὑμῖν  καταγγέλλεται·   τὸ  δὲ  πῶς,  οὐκ ἐδήλωσε.  Μετὰ  ταῦτα   λοιπὸν   αὐτὸς   ἑαυτοῦ  μνημονεύει   πρώτου.  Ὁρᾷς  τὴν προθυμίαν, ὅση· Ἠκολούθουν  αὐτοῖς, φησί. ∆ιὰ τί αὐτοὺς οὐκ ἐβάπτισεν εὐθέως; Οὐκ ἦν καιρός· πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.  Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ·

Read More ->>

ΛΒʹ ∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΛΒʹ ∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σω θῆναι.


αʹ. Ὅρα πανταχοῦ  τῆς εἰς τὰ ἔθνη μεταβάσεως ἀναγκαίαν  τὴν ἀρχὴν ἀπ' αὐτῶν   εἰσαγομένην.   Πρὸ  τούτου   ἐγκαλούμενος   ἀπελογήσατο,   καὶ   ἐν   τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων,  οὕτως ἦλθεν  εἰς τὰ ἔθνη. Ἐνταῦθα πάλιν  ἄλλην  ἀμετρίαν ὁρῶν φερομένην, οὕτως ἵστησι τὸν νόμον. Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο  πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων.  Καὶ οὐκ ἐδίδασκον  ἁπλῶς  περιτομὴν,  ἀλλ'  ὅτι  οὐδὲ  σωθῆναι  δύνασθε.  Οὗ τοὐναντίον εὔκαιρον ἦν λέγειν, ὅτι περιτεμνόμενοι  σωθῆναι οὐ δύνασθε. Ὁρᾷς συνεχεῖς τοὺς πειρασμοὺς ἔνδοθεν, ἔξωθεν; Καλῶς δὲ οἰκονομεῖται  τοῦτο Παύλου παρόντος, ἵνα ἀντείπῃ. Καὶ οὐκ εἶπεν ὁ Παῦλος· Τί γάρ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ' ἐπείσθη δι'  ἐκείνους

Read More ->>

Λ∆ʹ Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Λ∆ʹ  Παῦλος  δὲ  καὶ  Βαρνάβας  διέτριβον  ἐν  Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι  μετὰ καὶ ἑτέρων πολλῶν  τὸν λόγον τοῦ Κυρίου Μετὰ δέ τινας ἡμέ ρας εἶπε Παῦλος πρὸς Βαρνάβαν· Ἐπιστρέψαν τες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν  τὸν λόγον τοῦ Κυ ρίου, πῶς ἔχουσιν.

αʹ. Ὅρα πάλιν αὐτῶν τὸ ταπεινὸν, πῶς καὶ ἑτέροις μεταδιδόασι τοῦ λόγου. Καὶ ἤδη μὲν τῶν ἀποστόλων τῶν λοιπῶν τὸ ἦθος ἀνέγραψεν ἡμῖν ὁ Λουκᾶς, δεικνὺς ὅτι ὁ μὲν ἁπαλώτερος ἦν καὶ μᾶλλον  συγγνωμονικὸς,  οὗτος δὲ ἀκριβέστερος καὶ αὐστηρότερος· διάφορα γάρ ἐστι τὰ χαρίσματα· ὅτι δὲ καὶ τοῦτο χάρισμα, δῆλον. Ἀλλ' ἐκεῖνο μὲν ἑτέροις ἤθεσιν ἀνθρώπων  ἁρμόζει, τοῦτο δὲ ἑτέροις· κἂν μετασκευάσωνται, γέγονεν ἄχρηστον λοιπόν. Καὶ δοκεῖ μὲν εἶναί τις παροξυσμὸς, τὸ δὲ πᾶν οἰκονομία ἐστίν. Ὥστε γὰρ τοὺς προσήκοντας ἕκαστον τόπους ἀπολαβεῖν, τοῦτο γίνεται. Ἄλλως δὲ καὶ ἔδει πάντας οὐχ ὁμοτίμους εἶναι, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν   δὲ  ἄρχεσθαι·  καὶ  τοῦτο   οἰκονομικόν.  

Read More ->>

Λς΄ Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Λς΄ Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν· καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.

αʹ. Τί τούτων  ἴσον γένοιτ' ἂν τῶν  ψυχῶν;  Ἐμαστίχθησαν πολλὰς  πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, εἰς τὴν ἐσωτέραν φυλακήν· καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ' ἐπαννύχιζον. Ὁρᾶτε ὅσον ἡ θλῖψις ἀγαθόν; Ἡμεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν. Τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν. Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν  ἔκαμψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον  ἦν  τὰ  διεγείροντα  αὐτοὺς,  καὶ  ἡδονῆς  πληροῦντα  πολλῆς.  Κατὰ δὲ  τὸ μεσονύκτιον ὕμνουν τὸν Θεὸν, φησὶν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον.

Read More ->>

ΛΗ΄ Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΛΗ΄ Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεω ροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.

αʹ. Ὅρα αὐτὸν μείζους ἔχοντα πειρασμοὺς παρὰ Ἰουδαίοις, ἢ παρ' Ἕλλησιν. Ἐν γοῦν Ἀθήναις οὐδὲν πάσχει τοιοῦτον, ἀλλὰ μέχρι γέλωτος τὸ πᾶν προὐχώρησε, καίτοι γε ἔπεισεν· ἐν δὲ Ἰουδαίοις πολλὰ τὰ δεινά· οὕτως ἦσαν ἐκπεπολεμωμένοι μᾶλλον.  ∆ιὸ καί  φησιν·  Ἐν  δὲ  ταῖς  Ἀθήναις  ἐκδεχομένου  αὐτοὺς  τοῦ  Παύλου, παρωξύνετο  τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι  κατείδωλον  οὖσαν τὴν πόλιν. Εἰκότως παροξύνεται· οὐ γὰρ ἦν ἀλλαχοῦ τοσαῦτα ἰδεῖν εἴδωλα. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.  Ὅρα, πάλιν Ἰουδαίοις διαλέγεται, πανταχόθεν ἐπιστομίζων τοὺς καταλιπεῖν  αὐτοὺς λέγοντας διὰ τὸ πρὸς τὰ ἔθνη ἐπιστραφῆναι. Θαυμαστὸν πῶς οὐ κατεγέλασαν οἱ φιλόσοφοι, οὕτως αὐτοῦ φθεγγομένου, ὑβριστικῶς εὐθέως, οὐδὲ ἀπεπήδησαν ἀπὸ τοῦ κηρύγματος, εἰπόντες· Μακρὸν τοῦτο φιλοσοφίας.

Read More ->>

ΜΑʹ Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρείς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΜΑʹ Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

αʹ. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα· πανταχοῦ  γὰρ παρ' αὐτῶν  ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν,  καὶ προθύμως  ἀπεδέχοντο  αὐτὸν,  οἵ τε Ἰουδαῖοι, τῶν  ἐθνῶν δεχομένων, μετενόουν. Ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν καὶ παρ' αὐτῶν λαβεῖν  τὴν  ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς  τοῦτο ἐποίει. ∆ιὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τινες  ἐσκληρύνοντο  καὶ ἠπείθουν,  κακολογοῦντες  τὴν  ὁδὸν  ἐνώπιον  τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.

Read More ->>

ΜΓʹ Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΜΓʹ Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν.

αʹ. Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς μαθητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι   σφόδρα  αὐτοὺς   παρεκάλεσεν,   ἄκουε.  ∆ιελθὼν   δὲ   τὰ   μέρη  ἐκεῖνα,   καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος  Βεροιαῖος,  Θεσσαλονικέων  δὲ  Ἀρίσταρχος  καὶ  Σεκοῦνδος  καὶ  Γάϊος ∆ερβαῖος  καὶ  Τιμόθεος, Ἀσιανοὶ  δὲ  Τυχικὸς  καὶ  Τρόφιμος.  Οὗτοι προελθόντες,

Read More ->>

Μ∆ʹ Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Μ∆ʹ Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν πάντα τὸν χρό νον ἐγενόμην, δουλεύων τῷ Κυρίῳ μεθ' ὑμῶν μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν, καὶ διδάξαι ὑμᾶς δημοσίᾳ, καὶ κατ' οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν, καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.

αʹ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον  παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχοντας μεταπεμψάμενος, ἐπ' αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων  παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ ∆αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων τὰ πρόβατα τοῦ πατρός μου· καὶ ὅτε ἦλθεν ἡ ἄρκτος, ταῖς χερσὶν αὐτὴν ἀπεσόβουν· καὶ αὐτὸς δὲ ὁ Παῦλος πρὸς Κορινθίους φησίν· Ἄφρων γέγονα· ὑμεῖς με ἠναγκάσατε. Καὶ ὁ Θεὸς δὲ αὐτὸ τοῦτο ποιεῖ,  οὐχ  ἁπλῶς  περὶ  ἑαυτοῦ  λέγων·  ἀλλ' ὅταν  ἀπιστῆται,  καὶ  τὰς  εὐεργεσίας προφέρει.

Read More ->>

Μςʹ Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60



Μςʹ Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκα στον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.

αʹ. Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύμων, ἀνὴρ μέγας καὶ θαυμαστός. Πρὸς τοῦτον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέμπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι· καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν  διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν  ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν.

Read More ->>

ΜΗʹ Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλὴμ,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΜΗʹ Ἐγένετο   δέ   μοι   ὑποστρέφοντι   εἰς   Ἱερουσαλὴμ, εὐχομένου  ἐν  τῷ  ἱερῷ,  γενέσθαι  με  ἐν  ἐκστάσει, καὶ  ἰδεῖν  λέγοντά  μοι  αὐτόν· Σπεῦσον, καὶ  ἔξελθε  ἐν  τάχει  ἐξ  Ἱερουσαλὴμ,  διότι  οὐ  παραδέξονταί  σου τὴν μαρτυρίαν περὶ ἐμοῦ, Κἀγὼ εἶπον· Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου  τοῦ  μάρτυρός  σου,  καὶ  αὐτὸς  ἤμην  ἐφεστὼς,  καὶ  συν  ευδοκῶν  τῇ ἀναιρέσει αὐτοῦ, φυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.

αʹ. Ὅρα πῶς ἑαυτὸν εἰσωθεῖ εἰς τοὺς κινδύνους. Ἐπάγει γάρ· Ἐγένετο δέ μοι ὑποστρέφοντι εἰς Ἱερουσαλήμ· τουτέστιν, Ἦλθον μετὰ τὴν ὄψιν ἐκείνην εἰς Ἱερουσαλὴμ πάλιν. Καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ, γενέσθαι με ἐν ἐκστάσει, καὶ ἰδεῖν λέγοντά μοι· Σπεῦσον, καὶ ἔξελθε ἐν τάχει, διότι οὐ παρα  δέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ. Ὅρα, οὐδὲ τοῦτο ἀμάρτυρον, ἀλλ' ἀπὸ τῆς ἐκβάσεως ἡ μαρτυρία. Εἶπεν ὅτι Οὐ δέξονταί σου τὴν μαρτυρίαν· καὶ οὐκ ἐδέξαντο. Καὶ μὴν ἀπὸ λογισμῶν ἔδει ὑποπτεῦσαι, ὅτι πάντως  δέξονται. Ἐγὼ γὰρ ἤμην ὁ φυλακίζων  καὶ δέρων, φησίν. Ὥστε διὰ τοῦτο ἔδει αὐτοὺς δέξασθαι· καὶ ὅμως οὐκ ἐδέξαντο. ∆ιὸ καὶ τοῦτο ἐν τῇ ἐκστάσει μανθάνει τὸ μὴ παραδεχθῆναι. Ἐνταῦθα δύο κατασκευάζει, ὅτι τε ἀναπολόγητα αὐτοῖς ἐστίν· οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λόγον· καὶ ὅτι Θεὸς ἦν ὁ Χριστὸς τὰ παρὰ προσδοκίαν προφητεύων,  καὶ οὐχ ὁρῶν εἰς τὰ γενόμενα,  ἀλλὰ  τὰ  μέλλοντα   προειδώς. 

Read More ->>

Νʹ. Οἱ μὲν οὖν στρατιῶται κατὰ τὸ διατεταγμένον αὐτοῖς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Νʹ.  Οἱ μὲν  οὖν  στρατιῶται  κατὰ  τὸ διατεταγμένον  αὐτοῖς ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ νυκτὸς εἰς τὴν Ἀντιπατρίδα. Τῇ τε ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν· οἵτινες ἐλθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρ έστησαν καὶ τὸν Παῦλον.

αʹ. Καθάπερ βασιλέα τινὰ δορυφόροι παρέπεμπον μετὰ τοσούτου πλήθους καὶ ἐν νυκτὶ, φοβούμενοι τοῦ δήμου τὴν ὀργὴν τῆς ὁρμῆς. Ἐπεὶ οὖν τῆς πόλεως αὐτὸν ἐξέβαλον, τότε ἀφίστανται. Οὐκ ἂν δὲ ὁ χιλίαρχος μετὰ τοσαύτης αὐτὸν ἀσφαλείας ἐξέπεμψεν,  εἰ  μὴ καὶ  αὐτὸς  οὐδὲν  ἦν  αὐτοῦ  κατεγνωκὼς,  καὶ  ἐκείνων  ᾔδει  τὸ φονικόν. Ἀναγνοὺς δὲ, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστὶ, καὶ πυθόμενος, ὅτι ἀπὸ Κιλικίας, ∆ιακούσομαί σου, ἔφη,  ὅταν  καὶ οἱ κατήγοροί  σου παραγένωνται· ἐκέλευσέ τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρώδου φυλάσσεσθαι. Ἤδη ἀπελογήσατο ὑπὲρ αὐτοῦ ὁ Λυσίας· ἀλλ' ὅμως καὶ ἔτι οἱ Ἰουδαῖοι ἐπιτίθενται, καὶ προκαταλαμβάνουσι τὸν ἀκροατὴν, καὶ πάλιν εἰς δεσμὰ βάλλεται, καὶ ἄκουε πῶς· ἐπάγει γάρ·


Read More ->>

ΝΒʹ Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆςΒερνίκης

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΝΒʹ Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆςΒερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόν των εἰς τὸ ἀκροατήριονσύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ' ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.

αʹ. Ὅρα οἷον συλλέγεται ἀκροατήριον τῷ Παύλῳ· Τοῖς  κατ' ἐξοχὴν, φησὶ, τῆς πόλεως· τοὺς δορυφόρους γὰρ πάντας συναγαγὼν ὁ ἄρχων καὶ ὁ βασιλεὺς, οὕτως ἀπαντῶσι. Σὺν αὐτοῖς δὲ καὶ οἱ χιλίαρχοι καὶ οἱ πρῶτοι τῆς πόλεως παραγεγόνασιν· τούτους γὰρ κατ'  ἐξοχὴν καλεῖ. Εἶτα καὶ Παῦλος ἄγεται· καὶ ὅρα, πῶς αὐτοῦ ἀχθέντος   ἀνακηρύττεται  ὑπὸ τοῦ Φήστου· οὐ μόνον γὰρ αὐτὸν ἀφίησι τῶν  ἐγκλημάτων,  ἀλλὰ καὶ ὑπεραπολογεῖται.  Τί λέγων;  Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι. Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ  δὲ τούτου  ἐπικαλεσαμένου  τὸν  Σεβαστὸν, ἔκρινα  πέμπειν  αὐτόν.  Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ' ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης,

Read More ->>

Ν∆ʹ Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Ν∆ʹ Οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν  ἡμῖν. Ἀνάψαντες γὰρ πυρὰν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. Συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυρὰν, ἔχιδνα ἐκ τῆς θέρμης διεξελθοῦσα, καθήψατο τῆς χειρὸς αὐτοῦ.

αʹ. Πῶς παρεῖχον τὴν φιλανθρωπίαν οἱ βάρβαροι, ἑρμηνεύει· Ἀνάψαντες γὰρ, φησὶ,  πυρὰν,  προσελάβοντο  πάντας  ἡμᾶς.  Ἐπεὶ  οὐδὲν  ὄφελος  ἀλλαχόθεν   τῆς σωτηρίας ἦν, τοῦ χειμῶνος  μέλλοντος  αὐτοὺς διαφθείρειν,  ἀνάπτουσι τὴν πυράν. Εἶτα ὁ Παῦλος λαβὼν φρύγανα ἐπετίθει ἐπὶ τὴν πυράν· ὃ καὶ δηλῶν ἐπάγει λέγων· Συστρέψαντος  δὲ  τοῦ  Παύλου  φρυγάνων   πλῆθος.  Ὅρα αὐτὸν  ἐνεργοῦντα,  καὶ οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας· καὶ ἐν τῷ χειμῶνι  γὰρ αἰτίας οὔσης προεφήτευσεν, ἀλλ' οὐχ ἁπλῶς, καὶ ἐνταῦθα  πάλιν  φρύγανα  συλλέγει καὶ ἐπιτίθησιν.

Read More ->>

Παρασκευή 21 Οκτωβρίου 2016

Ορθρίσωμεν όρθρου βαθέως

0 σχόλια


Ορθρίσωμεν Ορθρου βαθέως
Φώτης Κόντογλου
Το Αιβαλί η Πατρίδα μου

ΜΕ ΤΟ ΓΛΥΚΟΧΑΡΑΓΜΑ σηκώνεται ό παπάς καί μπαίνει στην έκκλησιά γιά νά λειτουργήσει. Σκύβει μπροστά στους ανθρώπους πού στέκουνται σταυροχεριασμένοι, γιά νά πάρει συχώρεση, καί κείνοι πάλε γέρνουνε τά κεφάλια τους.“Υστερα μπαίνει μέσα στ’ Άγιο Βήμα άπό τή μικρή τήν πόρτα καί προσκυνά τρεις φορές τήν “Αγια Τράπεζα καί τήν άνεσπάζεται, έπειτα παίρνει τό θυμιατό, τό βλογά καί θυμιάζει λέγοντας: «Ευλογητός ό Θεός ημών πάντοτε, νϋν καί άεί καί εις τούς αιώνας τών αιώνων!» Τότες ό αναγνώστης άρχίζει νά λέγει τόν Εξάψαλμο, καί στό μεταξύ ό παπάς ξεσκούφωτος λέγει μέ κατάνυξη μυστικά τις εύχές τού Όρθρου: «Εύχαριστοΰμεν σοι, Κύριε ό Θεός ημών, τφ έξαναστήσαντι ημάς έκ τών κοιτών ημών καί έμβάλλοντι εις τό στόμα ημών λόγον αινέσεως!» Στή μέση τοΰ Εξάψαλμου βγαίνει ήσυχα άπό τή μικρή πόρτα τού 'Ιεροΰ καί τελειώνει τήν ευχή μπροστά στήν εικόνα τοΰ Χριστού, ύστερα τήν άνασπάζεται καί στέκεται άκίνητος ίσαμε νά τελειώσει ό Εξάψαλμος. Τότες λέγει τά Ειρηνικά.Είναι σάν αρχαίος ιερέας, βουνίσιος άνθρωπος, μέ μαλλιά μακριά, ξεμπλεγμένα στις πλάτες του. Όλόλευκα φορεμένος,,δέεται μυστικά μπροστά στήν 'Αγια Τράπεζα, ενώ οί ψαλτάδες ψέλνουνε τόν ιαμβικόν Κανόνα.

Read More ->>

Ἄγιος Λουκᾶς ὁ ἰατρός Ἀρχιεπισκόπος Κριμαίας

0 σχόλια


Ἄγιος Λουκᾶς ὁ ἰατρός (Ἀρχιεπισκόπος Κριμαίας)


Τὴν πρώτη Κυριακή τῆς Μεγάλης Τεσσαρακοστῆς ἡ Ἁγία μας Ἐκκλησία πανηγυρίζει τὸ θρίαμβο τῆς Ὀρθοδοξίας, τῆς ὀρθῆς πίστεως, ἡ ὁποία καταπάτησε ὅλες τὶς αἱρέσεις καὶ στερεώθηκε γιὰ πάντα. Γι' αὐτὸ ἡ Κυριακὴ αὐτὴ καλεῖται Κυριακή τῆς Ὀρθοδοξίας.

Οἱ αἱρέσεις φάνηκαν ἤδη ἀπαρχῆς τοῦ χριστιανισμοῦ. Οἱ ἴδιοι οἱ Ἀπόστολοι τοῦ Χριστοῦ προειδοποιοῦσαν τοὺς συγχρόνους τους, καὶ μαζί τους καὶ ἐμᾶς, γιὰ τὸν κίνδυνο ἀπὸ τοὺς ψευδοδιδασκάλους. Ὁ Ἅγιος Ἀπόστολος Πέτρος στὴ Β' Καθολικὴ ἐπιστολὴ γράφει τὸ ἑξῆς: “Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν, καὶ πολλοὶ ἑξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι’ οὕς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται” (Β' Πέτ. 2, 1-2).

Ὁ Ἅγιος Παῦλος, ἐπιστρέφοντας στὴν Παλαιστίνη ἀπὸ τὴν Ἑλλάδα, ἔκανε στάση στὴν Ἔφεσο. Ἐκεῖ στοὺς χριστιανοὺς κατοίκους τῆς πόλεως ἔλεγε: “Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν” (Πράξ. 20, 29-30).

Read More ->>

Πένθος και κατάθλιψη

0 σχόλια

ΤΡΙΑΣ
Καλησπέρα, θα συνεχίσουμε από τους λόγους του γέροντος Πορφυρίου, αναφέρεται εδώ σε κάποια ζητήματα πρακτικά, τα σχετίζει με την μετάνοια και την πνευματική ζωή. Συγκεκριμένα θα αναφερθούμε στην έλλειψη χαράς και στην κατάθλιψη που μπορεί να περνά ο κάθε άνθρωπος, μας αναφέρει ο γέροντας τους δικούς του λόγους για τις αιτίες που μπορεί να προκληθεί η κατάθλιψη στην ψυχή του ανθρώπου, και ο τρόπος αντιμετώπισής της.

1. Πένθος και κατάθλιψη

Λέει συγκεκριμένα, “συμβαίνει πολλές φορές σήμερα ο άνθρωπος, να αισθάνεται θλίψη, απελπισία, νωθρότητα, τεμπελιά,  ακηδία και όλα τα σατανικά.” Προσέξετε τι λέει αυτά όλα τα ονομάζει σατανικά, γιατί ακριβώς το πνεύμα το αντίθετο μας λέει ο ίδιος, αποφεύγει να το ονομάσει συγκεκριμένα, εκφράζεται με την απελπισία, με το αρνητικό πνεύμα, με το αρνητικό φρόνημα, με την αρνητική διάθεση.

Κι αυτό είναι ένα στοιχείο από το οποίο μπορούμε να διακρίνουμε, την πνευματική υγεία ή όχι.  Δηλαδή η ψυχή η οποία καταλαμβάνεται από αυτό το βίωμα, από αυτή την διάθεση, τότε είναι σε λάθος δρόμο. Και αυτό συνήθως το παρεξηγούμε, γιατί στην πνευματική ζωή οι Πατέρες μας  μας μιλούν για το πένθος.  Και εμείς μπερδεύουμε τις έννοιες, μας μιλούν για την ταπείνωση και πάλι μπερδεύουμε τις έννοιες.

Read More ->>

Από το «Περί δουλείας και ελευθερίας του ανθρώπου»

0 σχόλια


Ν. ΜΠΕΡΝΤΙΑΕΦ

Από το «Περί δουλείας και ελευθερίας του ανθρώπου»

Υπάρχε  μια πολύ αυστηρή διάκριση ανάμεσα στον Θεό και την ανθρώπινη ιδέα για το Θεό, ανάμεσα στον Θεό ως υπάρχοντα και τον Θεό ως αντικείμενο. Ανάμεσα στον Θεό και τον άνθρωπο βρίσκεται η ανθρώπινη συνείδηση, η εξωτερίκευση και η προβολή της περιορισμένης κατάστασης αυτής της συνείδησης, με μια λέξη η αντικειμενοποίηση. Ο αντικειμενοποιημένος Θεός αποτέλεσε για τον άνθρωπο το αντικείμενο ενός δουλικού θαυμασμού. Αλλά το παράδοξο συνίσταται στο γεγονός ότι ο αντικειμενοποιημένος Θεός είναι ένας Θεός αλλοτριωμένος από τον άνθρωπο και που τον κυριαρχεί, ένας Θεός που δημιουργήθηκε από τον περιορισμένο και πεπερασμένο άνθρωπο και ο οποίος αντανακλά ό,τι το περιορισμένο και πεπερασμένο έχει ο άνθρωπος. Ο άνθρωπος γίνεται -ας πούμε- δούλος εκείνου που ο ίδιος αντικειμενοποίησε και εξωτερίκευσε.Σ’αυτό ο Feuerbach είχε ασφαλώς δίκιο, παρ’όλο που το πρόβλημα του Θεού δε βρίσκει εκεί τη λύση του. Ο άνθρωπος πλάθει τον Θεό «κατ' εικόνα και ομοίωσίν» του, αποδίδοντάς του όχι μόνο ό,τι έχει καλύτερο, αλλά και ό,τι έχει χειρότερο. Ο Θεός, όπως αποκαλύπτεται στην ανθρώπινη συνείδηση, έχει μια σφραγίδα ανθρωπομορφισμού και κοινωνιομορφισμού.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |