ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Κυριακή 23 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πα τρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ ἐπιστολαὶ Παύλου, ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι, οἵα ἐστὶν ἡ πρὸς Ἐφεσίους, οἵα ἡ πρὸς Φιλήμονα, οἵα ἡ πρὸς Τιμόθεον, οἵα ἡ πρὸς Φιλιππησίους, οἵα αὕτη ἡ παροῦσα· καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς γράφων  ἔλεγε· ∆ιὸ καὶ δέδεμαι, ἵνα φανερώσω  αὐτὸ, ὡς δεῖ με λαλῆσαι. Ἀλλ' αὕτη  μὲν  δοκεῖ  τῆς  πρὸς  Ῥωμαίους  ὑστέρα  εἶναι.  Ἐκείνην  μὲν  γὰρ  οὐδέπω  ἰδὼν Ῥωμαίους  ἔγραφε, ταύτην  δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τέλει τοῦ κηρύγματος ὤν. Καὶ δῆλον ἐκεῖθεν· ἐν γὰρ τῇ ἐπιστολῇ φησι τῇ πρὸς Φιλήμονα, Τοιοῦτος ὢν, ὡς Παῦλος πρεσβύτης, καὶ ὑπὲρ Ὀνησίμου ἀξιῶν· ἐν ταύτῃ δὲ αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθώς φησι, Σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, πιστὸν καὶ ἀγαπητὸν, καὶ ἀδελφὸν αὐτὸν καλῶν.

Read More ->>

Βʹ ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62



Βʹ ∆ιὰ τοῦτο καὶ ἡμεῖς ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέ σει πνευματικῇ· περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.

αʹ. ∆ιὰ τοῦτο, ποῖον; Ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας, εὐέλπιδές ἐσμεν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης· οὕτω δὴ καὶ ὁ Παῦλος τούτους  μάλιστα  παρακαλεῖ  τοὺς  τὸ  πλέον  κατωρθωκότας.  Ἀφ' ἧς  ἡμέρας ἠκούσαμεν, φησὶν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι. Οὐ μίαν ἡμέραν ὑπερευχόμεθα, οὐδὲ δύο, οὐ τρεῖς. Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττεται   ὡς  οὐδέπω  πρὸς  τὸ  τέλος  ἐφθακότας·  τὸ  γὰρ,  Ἵνα  πληρωθῆτε,   τοῦτο δηλοῦντος  ἦν. Καὶ ὅρα μοι τὴν  σύνεσιν  τοῦ μακαρίου  τούτου· οὐδαμοῦ  τοῦ παντὸς αὐτοὺς ἀπεστερῆσθαί φησιν, ἀλλὰ λείπειν  αὐτοὺς πανταχοῦ·  τὸ γὰρ, Ἵνα πληρωθῆτε, τοῦτο δηλοῖ.

Read More ->>

Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Γʹ Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες, εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας.

αʹ. Τήμερον  ἀποδοῦναι  ἀναγκαῖον  τὸ  ὄφλημα,  ὅπερ χθὲς  ἀνεβαλόμην,  ὥστε ἀκμαζούσαις ὑμῶν προσβαλεῖν ταῖς διανοίαις. Περὶ τῆς τοῦ Υἱοῦ ἀξίας διαλεγόμενος  ὁ Παῦλος ταῦτά φησιν, ὥσπερ καὶ ἀπεδείξαμεν· Ὅς ἐστιν εἰκὼν  τοῦ Θεοῦ τοῦ ἀοράτου. Τίνος οὖν αὐτὸν οἴει λέγειν  εἰκόνα εἶναι; Εἰ μὲν τοῦ Θεοῦ, καλῶς· Θεὸς γὰρ καὶ Θεοῦ Υἱός· Θεοῦ δὲ εἰκὼν τὸ ἀπαράλλακτον  δείκνυσιν· οὐκοῦν ἀπαράλλακτος κατὰ τοῦτο· εἰ δὲ ἀνθρώπου,  εἰπὲ, καὶ ὡς μαινομένου  λοιπὸν  ἀποστήσομαι. ∆ιὰ τί δὲ μηδαμοῦ μήτε εἰκὼν, μήτε υἱὸς, ἄγγελος κέκληται, ἀλλ' ἄνθρωπος ἀμφότερα; ∆ιὰ τί; Ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως  ἀνηρμένον  ταχέως  ἂν τοὺς πολλοὺς  εἰς ταύτην  τὴν  ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα  δὲ τὸ εὐτελὲς  καὶ ταπεινὸν  ἐγγυᾶται  τὴν ἀσφάλειαν,  καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον, καὶ καταγαγεῖν τὸν λόγον  κάτω. ∆ιὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ  ταπεινότης,  θαῤῥούντως  ἡ Γραφὴ τίθησι τὴν  τιμήν·  ἔνθα δὲ μείζων  ἡ φύσις, οὐκέτι.

Read More ->>

∆ʹ Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


∆ʹ.Καὶ ὑμᾶς ποτε ἐχθροὺς ὄντας καὶ ἀπηλλοτριωμένους  τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξε τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους καὶ ἐνώπιον αὐτοῦ.

αʹ. Ἐνταῦθα λοιπὸν δείκνυσιν, ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς  κατήλλαξε. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους ἦσαν, δείκνυσι τὴν συμφορὰν, ἐν ᾗ ἦσαν. Ἀλλ' ἵνα μὴ ἀκούσας ἐξουσίαν σκότους, ἀνάγκην νομίσῃς εἶναι, ἐπάγει· Καὶ ὑμᾶς ὄντας ἀπηλλοτριωμένους· ὥστε δοκεῖ μὲν τὸ αὐτὸ λέγειν, οὐκ ἔστι δέ· οὐ γάρ ἐστιν ἴσον ἀνάγκῃ   κακῶς  παθόντα,   καὶ  ἑκόντα  τοῦτο  ὑπομείναντα   ἀπαλλάξαι   τῶν   δεινῶν. Ἐκεῖνος  μὲν  γὰρ ἐλεεῖσθαι  ἄξιος, οὗτος  δὲ μισεῖσθαι. Ἀλλ'  ὅμως  ὑμᾶς, φησὶν,  οὐχὶ ἄκοντας  οὐδὲ ἀναγκαζομένους,  ἀλλ' ἑκόντας  καὶ μετὰ τοῦ βούλεσθαι  ἀποπηδῶντας αὐτοῦ,  καὶ  ἀναξίους  ὄντας  ἀπήλλαξε.

Read More ->>

Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Εʹ.Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τοῦ ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης, ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν τῷ μεγέθει  τῶν  δοθέντων,  πάλιν  ἑτέραν  ἐπίτασιν  εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν  τις αὐτὸν ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων· Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἄλλη τις κτιστὴ δύναμις,  ἀλλὰ  μόνος  ὁ τοῦ Θεοῦ Υἱὸς ᾔδει. ∆ιὸ καὶ οὐχ ἁπλῶς  κεκρυμμένον εἶπεν, ἀλλ' Ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστι, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διετετύπωτο· διὰ τί δὲ, οὐκέτι λέγει. Ἀπὸ τῶν αἰώνων, φησὶν,  ἐξ ἀρχῆς. Καὶ μυστήριον  εἰκότως  καλεῖ,  ὃ οὐδεὶς  ᾔδει πλὴν  ὁ Θεός. Καὶ ποῦ κεκρυμμένον; Ἐν τῷ Χριστῷ· ὥσπερ ἐν τῇ πρὸς Ἐφεσίους λέγει· ἢ ὥσπερ ὅταν λέγῃ ὁ προφήτης, Ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος  σὺ εἶ. Νυνὶ δὲ ἐφανερώθη,  φησὶ, τοῖς ἁγίοις αὐτοῦ.

Read More ->>

ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


ΣΤʹ.Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ, καὶ βεβαιούμε νοι ἐν τῇ πίστει, καθὼς ἐδιδάχθητε, περισ σεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.

αʹ.  Πάλιν   αὐτοὺς   τῇ  οἰκείᾳ   προκαταλαμβάνει   μαρτυρίᾳ,   λέγων,   Ὡς  οὖν παρελάβετε.   Οὐδὲν   ξένον,   φησὶν,   ἐπεισάγομεν·   οὐκοῦν   μηδὲ   ὑμεῖς.   Ἐν   αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς ἡ προσάγουσα εἰς τὸν Πατέρα· μὴ ἐν τοῖς ἀγγέλοις· οὐ φέρει αὕτη ἡ ὁδὸς ἐκεῖ. Ἐῤῥιζωμένοι· τουτέστι, πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην,  ἀλλ' ἐῤῥιζωμένοι·  τὸ δὲ ἐῤῥιζωμένον  οὐκ ἄν  ποτε  μετασταίη. Ὅρα πῶς κυρίας τὰς λέξεις τίθησι. Καὶ ἐποικοδομούμενοι,  φησί· τουτέστι, τῇ διανοίᾳ φθάνοντες εἰς αὐτόν. Καὶ βεβαιούμενοι ἐν αὐτῷ· τουτέστι, κατέχοντες  αὐτὸν, καὶ ὡς ἐπὶ θεμέλιον οἰκοδομούμενοι.   ∆είκνυσιν  αὐτοὺς  καταπεσόντας·  τὸ  γὰρ,  Οἰκοδομούμενοι,  τοῦτο δηλοῖ. Οἰκοδομὴ γάρ ἐστιν ὄντως  ἡ πίστις, καὶ δεῖ καὶ τοῦ θεμελίου  ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς. Ἄν τε γὰρ μὴ ἐπ' ἀσφαλείᾳ τις οἰκοδομήσῃ, σαλεύεται· ἄν τε ἐπ' ἀσφαλείας,  καὶ  μὴ  ἑστήκῃ,  οὐκέτι  ἵσταται.  Καθὼς  ἐδιδάχθητε. 

Read More ->>

Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Ζʹ.Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. Μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυ σιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορη γούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξη σιν τοῦ Θεοῦ.

αʹ. Πρῶτον αἰνιγματωδῶς εἰπὼν, Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν  κατὰ τὴν  παράδοσιν τῶν  ἀνθρώπων,  καὶ πάλιν  ἀνωτέρω,  Τοῦτο δὲ λέγω,  ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως  τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον  ὕστερον, καί φησι· Μὴ οὖν τις ὑμᾶς κρινέτω  ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει  ἑορτῆς  ἣ  νεομηνίας   ἢ  σαββάτων.  Ὁρᾷς  πῶς   αὐτὰ  καθαιρεῖ;  Εἰ  τοιούτων τετυχήκατε,  φησὶ, τί τοῖς μικροῖς ὑπευθύνους  ἑαυτοὺς ποιεῖτε; Καὶ ἐξευτελίζει  λέγων, Ἢ ἐν μέρει ἑορτῆς· οὐ γὰρ δὴ πάντα κατεῖχον  τὰ πρότερα. Ἢ νουμηνίας  ἢ σαββάτων. Οὐκ  εἶπε,  Μὴ  τοίνυν   φυλάττετε,   ἀλλὰ,   Μή  τις  ὑμᾶς  κρινέτω.   Ἔδειξεν  αὐτοὺςπαραβαίνοντας  καὶ  λύοντας,  ἐφ' ἑτέρους  δὲ τὸ  ἔγκλημα  ἤνεγκε.

Read More ->>

Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


Ηʹ.Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία, δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.

αʹ. Οἶδα πολλοὺς  ἀπεχθανομένους ἐν τῇ πρὸ ταύτης  διαλέξει· ἀλλὰ  τί πάθω; ἠκούσατε  τί  ἐπέταξεν  ὁ ∆εσπότης. Μὴ γὰρ  ἐγὼ  αἴτιος;  τί  ποιήσω;  Οὐχ ὁρᾶτε  τοὺς ἀπαιτοῦντας,   ὅταν   ἀγνωμονῶσιν  οἱ  ὑπεύθυνοι,   πῶς  κλοιὰ  τούτοις   περιτιθέασιν; Ἠκούσατε τί σήμερον ὁ Παῦλος ἐβόα; Νεκρώσατε, φησὶ, τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.  Τί τῆς τοιαύτης  πλεονεξίας  χεῖρον; Τοῦτο βαρύτερον οὗπερ ἔλεγον, ἡ μανία   καὶ  ἡ  βλακεία   ἡ  περὶ  ἄργυρον.   Καὶ  τὴν   πλεονεξίαν,   φησὶν,   ἥτις   ἐστὶν εἰδωλολατρεία·  ὁρᾶτε ποῦ τὸ κακὸν τελευτᾷ; Μὴ δὴ δυσχεράνητε· οὐ γὰρ ἑκὼν  οὐδὲ ἁπλῶς ἐχθροὺς ἔχειν θέλω, ἀλλ' ἐβουλόμην ὑμᾶς εἰς τοῦτο ἀρετῆς ἥκειν, ὡς ἐμὲ παρ' ὑμῶν ἀκούειν τὰ δέοντα. Ὥστε οὐκ αὐθεντίας  ἐστὶν οὐδὲ ἀξιώματος, ἀλλ' ὀδύνης καὶ ἀλγηδόνος.

Read More ->>

Θʹ.Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62

Θʹ.Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ· καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ, ἐν ἔργῳ, πάντα ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ.

αʹ. Παραινέσας εὐχαρίστους εἶναι, καὶ τὴν ὁδὸν δείκνυσι. Ποίαν δὴ ταύτην; Ἣν πρώην ἡμεῖς διελέχθημεν  πρὸς ὑμᾶς. Τί λέγων; Ὁ λόγος τοῦ Χριστοῦ  ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Μᾶλλον δὲ οὐ ταύτην μόνον, ἀλλὰ καὶ ἑτέραν. Ἐγὼ μὲν γὰρ εἶπον, ὅτι δεῖ τοὺς τὰ δεινότερα πεπονθότας ἀναλέγειν,  καὶ τοὺς τὰ χαλεπώτερα ὧν ἐπάθομεν ὑπομείναντας  ἀναλογίζεσθαι, καὶ εὐχαριστεῖν ὑπὲρ τοῦ μὴ συμβῆναι ἐκεῖνα· αὐτὸς δὲ τί φησιν; Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω  ἐν ὑμῖν πλουσίως· τουτέστιν, ἡ διδασκαλία, τὰ δόγματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναί φησιν, οὐδὲ τὰ ταύτης ἀγαθά. Ἐὰν γὰρ ταῦτα ἴδωμεν, οὐδενὶ τῶν δυσχερῶν εἴξομεν. Ἐνοικείτω,  φησὶν, ἐν ὑμῖν πλουσίως, μὴ ἁπλῶς,  ἀλλὰ μετὰ πολλῆς  τῆς περιουσίας. Ἀκούσατε ὅσοι ἐστὲ κοσμικοὶ, καὶ γυναικὸς  καὶ παίδων  προΐστασθε, πῶς  καὶ ὑμῖν  ἐπιτρέπει  μάλιστα τὰς Γραφὰς ἀναγινώσκειν·  καὶ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς.

Read More ->>

Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62

Ιʹ.Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ. Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ κατ' ὀφθαλμοδουλείαν,ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν. Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε. Ὁ δὲ ἀδικῶν, κομιεῖται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.


αʹ. ∆ιὰ τί  μὴ πανταχοῦ  καὶ  ἐν  πάσαις ταῖς  ἐπιστολαῖς  ταῦτα  ἐπιτάττει,  ἀλλ' ἐνταῦθα, καὶ τῇ πρὸς Ἐφεσίους, καὶ τῇ πρὸς Τιμόθεον, καὶ τῇ πρὸς Τίτον; Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας· ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν. Μᾶλλον δὲ ἃ πρὸς τούτους λέγει, πρὸς πάντας λέγει. Πολλὴν δὲ ἐμφέρειαν ἔχει αὕτη ἡ Ἐπιστολὴ τῇ πρὸς Ἐφεσίους. Ἀλλαχοῦ  δὲ τοῦτο οὐ ποιεῖ· ἢ ὅτι ἀνδράσι λοιπὸν  εἰρηνεύουσιν,  οὓς ἐχρῆν  περὶ  δογμάτων  μανθάνειν  ὑψηλῶν  ἔτι  ἐλλειπόντων αὐτοῖς,  οὐκ  ἐχρῆν  περὶ τούτων  γράφειν·  ἢ ὅτι παρακληθέντας  ἐπὶ τοῖς πειρασμοῖς περιττὸν  ἦν περὶ τούτων ἀκούειν. Ὥστε στοχάζομαι ἐνταῦθα λοιπὸν ἑδραίαν εἶναι τὴν Ἐκκλησίαν, καὶ πρὸς τῷ τέλει ταῦτα λέγεσθαι. Αἱ γυναῖκες,  ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν  ἐν Κυρίῳ· ἀντὶ τοῦ, Ὑποτάσσεσθε διὰ τὸν Θεόν· ἐπειδὴ τοῦτο ὑμᾶς κοσμεῖ, φησὶ, οὐκ ἐκείνους. Οὐ γὰρ δεσποτικὴν  ὑποταγὴν,  οὐδὲ τὴν ἀπὸ φύσεως μόνον, ἀλλὰ τὴν διὰ Θεόν φημι.

Read More ->>

ΙΑʹ.Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62



ΙΑʹ.Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

αʹ. Ὅπερ ὁ Χριστὸς πρὸς τοὺς μαθητὰς ἔλεγε, τοῦτο καὶ νῦν Παῦλος παραινεῖ. Τί δὲ ὁ Χριστὸς ἔλεγεν; Ἰδοὺ ἐγὼ ἀποστέλλω  ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.  Γίνεσθε οὖν φρόνιμοι  ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡσεὶ περιστεραί. Τουτέστι, φυλακτικοὶ  γίνεσθε, μηδεμίαν αὐτοῖς λαβὴν διδόντες καθ' ὑμῶν. ∆ιὰ γὰρ τοῦτο πρόσκειται, Πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν,  ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω. Ἔνθα μὲν γὰρ ἀδελφοὶ, εἰσὶ καὶ συγγνῶμαι  πολλαὶ καὶ ἀγάπαι. ∆εῖ μὲν οὖν καὶ ἐνταῦθα ἀσφάλειαν  εἶναι, πολλῷ  δὲ πλέον ἔξω· οὐ γάρ ἐστιν ἴσον μεταξὺ ἐχθρῶν καὶ πολεμίων  εἶναι,  καὶ φίλων.  Εἶτ' ἐπειδὴ  ἐφόβησεν, ὅρα πῶς πάλιν  θαῤῥύνει. Τὸν καιρὸν, φησὶν, ἐξαγοραζόμενοι· τουτέστι, βραχὺς ὁ παρὼν καιρός. Ταῦτα δὲ ἔλεγεν, οὐ ποικίλους  εἶναι βουλόμενος, οὐδὲ ὑποκριτάς· τοῦτο γὰρ οὐ σοφίας, ἀλλὰ ἀνοίας· ἀλλὰ τί;


Read More ->>

ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κολασσαείς Επιστολήν
Τόμος 62


ΙΒʹ.Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πε πληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ. Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ  ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱερα πόλει.

αʹ. Καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς, συνέστησε τὸν ἄνδρα ἀπὸ ἀγάπης· ἀγάπην δὲ δείκνυσι καὶ τὸ ἐγκωμιά  ζειν· ὅπερ ἐξ ἀρχῆς εἶπεν· Ὁ δηλώσας ἡμῖν, φησὶ, τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. Ἀγάπην δείκνυσι καὶ ποιεῖ φιλεῖσθαι  καὶ τὸ ὑπερεύχεσθαι. Συνίστησι δὲ αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ (τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια), καὶ πάλιν τὸ εἰπεῖν, Ἐξ ὑμῶν, ἵνα καὶ σεμνύνωνται  ἐπὶ τῷ  ἀνδρὶ,  ἅτε  τοιούτους  φέροντες  ἄνδρας.  Καὶ πάντοτε,  φησὶν,  ἀγωνιζόμενος  ὑπὲρ ὑμῶν  ἐν ταῖς προσευχαῖς. Οὐχ ἁπλῶς  εἶπεν, Εὐχόμενος, ἀλλ',  Ἀγωνιζόμενος,  τρέμων καὶ δεδοικώς. Μαρτυρῶ γὰρ αὐτῷ, φησὶν, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Ἀξιόπιστος μάρτυς. Ὅτι ἔχει, φησὶ, ζῆλον πολὺν ὑπὲρ ὑμῶν. Τουτέστιν, ὅτι Σφόδρα ὑμᾶς ἀγαπᾷ, καὶ ἐκκαίεται  τῷ περὶ ὑμᾶς φίλτρῳ.  Καὶ τῶν  ἐν Λαοδικείᾳ, φησὶ, καὶ τῶν  ἐν Ἱεραπόλει. Κἀκείνοις αὐτὸν συνίστησιν. Ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι;

Read More ->>

Σάββατο 22 Οκτωβρίου 2016

Αʹ Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε,

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Αʹ Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων,  ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος  τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξα το, ἀνελήφθη.

 αʹ. Πολλοῖς τουτὶ τὸ βιβλίον οὐδ' ὅτι ἔνι γνώριμόν ἐστιν, οὔτε αὐτὸ, οὔτε ὁ γράψας αὐτὸ καὶ συνθείς. ∆ιὸ καὶ μάλιστα εἰς ταύτην ἐμαυτὸν ἔκρινα θεῖναι τὴν πραγματείαν, ὥστε καὶ τοὺς ἀγνοοῦντας διδάξαι, καὶ  μὴ  ἀφεῖναι   τοσοῦτον  λανθάνειν   καὶ  ἀποκρύπτεσθαι  θησαυρόν.  Οὐδὲ  γὰρ ἔλαττον αὐτῶν τῶν Εὐαγγελίων ὠφελῆσαι ἡμᾶς δυνήσεται· τοσαύτης ἐμπέπλησται φιλοσοφίας  καὶ δογμάτων  ὀρθότητος, καὶ θαυμάτων  ἐπιδείξεως, καὶ μάλιστα τῶν παρὰ τοῦ Πνεύματος εἰργασμένων. Μὴ δὴ λοιπὸν παρατρέχωμεν αὐτὸ, ἀλλὰ μετὰ ἀκριβείας ἐξετάζωμεν. Καὶ γὰρ τὰς προῤῥήσεις, ἃς ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προαναφω   νεῖ,  ταύτας  εἰς  ἔργον  ἐξελθούσας ἐνταῦθα  ἔστιν  ἰδεῖν,  καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων διαλάμπουσαν τὴν ἀλήθειαν, καὶ πολλὴν τῶν μαθητῶν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν τὴν ἀπὸ τοῦ Πνεύματος αὐτοῖς ἐγγενομένην. Καὶ γὰρ ἅπερ ἤκουσαν τοῦ Χριστοῦ λέγοντος, ὅτι πᾶς Ὁ πιστεύων εἰς ἐμὲ, τὰ σημεῖα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει· καὶ προλέγοντος τοῖς μαθηταῖς, ὅτι ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσονται, καὶ ὅτι ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν αὐτοὺς,


Read More ->>

Γ΄ Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


 Γ΄  Τότε ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.

αʹ. Τότε, φησὶν, ὑπέστρεψαν. Τότε, πότε; Ὅτε ἤκουσαν. Οὐ γὰρ ἂν ἄλλως ἠνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέσχετο. ∆οκεῖ δέ μοι καὶ ἐν σαββάτῳ γεγονέναι ταῦτα. Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστημα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦκαλουμένου  Ἐλαιῶνος,  ὅ  ἐστιν  ἐγγὺς  Ἱερουσαλὴμ, σαββάτου ἔχον  ὁδὸν,  εἰ  μὴ ὡρισμένον  τι  μῆκος  ὁδοιπορίας  ἐβάδιζον  ἐν  τῇ  ἡμέρᾳ  τοῦ  σαββάτου. Καὶ ὅτε εἰσῆλθον εἰς τὸ ὑπερῷον ἀνέβησαν, οὗ ἦσαν καταμένοντες. Ἄρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον  μετὰ τὴν  ἀνάστασιν. Ὅ τε Πέτρος, φησὶ, καὶ Ἰάκωβος, καὶ Ἰωάννης. Οὐκ ἔτι μετὰ τοῦ ἀδελφοῦ μόνος οὗτος ἀριθμεῖται, ἀλλὰ καὶ Ἀνδρέας μετὰ Πέτρου· Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος ὁ Ἀλφαίου, καὶ Σίμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ἰακώβου. Καλῶς ἐμνημόνευσε τῶν μαθητῶν. Ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠρνήσατο, ὁ δὲ ἠπίστησε, δείκνυσιν, ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.

Read More ->>

Εʹ Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Εʹ Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.

αʹ. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους ἀποτείνει τὸν λόγον· καὶ δοκεῖ μὲν ἐκείνοις διαλέγεσθαι, ὀρθοῖ δὲ τοὺς διαχλευάζοντας.  Καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἵνα ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ. Μέγα ἄρα ἐγκώμιον  ἡγοῦντο, καὶ τὸ ἐν Ἱεροσολύμοις οἰκεῖν. Τοῦτο ὑμῖν, φησὶ,  γνωστὸν  ἔστω,  καὶ  ἐνωτίσασθε  τὰ  ῥήματά  μου.  Προσεκτικωτέρους τέως αὐτοὺς  ποιεῖ.  Εἶτα  καὶ  ἀπολογεῖται.   Οὐ  γὰρ,  ὡς  ὑμεῖς  ὑπολαμβάνετε,   οὗτοι μεθύουσιν. Ὁρᾷς τὴν ἀπολογίαν, πῶς προσηνής; Καίτοι τὸ πλέον ἔχων τοῦ δήμου μεθ'  ἑαυτοῦ,  ἐπιεικέστερον  ὅμως  αὐτοῖς  διαλέγεται·  καὶ  πρότερον  ἀναιρεῖ  τὴν ὑποψίαν τὴν πονηρὰν, καὶ τότε ἐκείνην ἵστησι. ∆ιὸ καὶ οὐκ εἶπεν, Οὐ γὰρ ὡς ὑμεῖς χλευάζετε, οὔτε, Ὡς ὑμεῖς γελᾶτε, ἀλλ', Ὡς ὑπολαμβάνετε,

Read More ->>

Ηʹ Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

Ηʹ Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν, ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην.

αʹ. Πανταχοῦ  φαίνονται  οὗτοι  πολλὴν  ἔχοντες  πρὸς ἀλλήλους  ὁμόνοιαν. Τούτῳ νεύει  ὁ Πέτρος· ὁμοῦ εἰς τὸν  τάφον  ἔρχονται  οὗτοι· περὶ αὐτοῦ φησι τῷ Χριστῷ, Οὗτος δὲ τί; Τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων· ὃ δὲ πολλὴν  εἶχε  τὴν  ἔκπληξιν  καὶ  πάντας  ἐξένιζε,  λέγει.  Καὶ ὅρα πάλιν  αὐτοὺς  οὐ προηγουμένως ἐπ' αὐτὸ ἐρχομένους· οὕτω φιλοτιμίας ἦσαν καθαροὶ, καὶ τὸν διδάσκαλον ἐμιμοῦντο τὸν αὐτῶν. Τί δαὶ ἀνῄεσαν εἰς τὸ ἱερόν; ἆρα ἔτι Ἰουδαϊκῶς ἔζων; Οὐχί· ἀλλὰ χρησίμως τοῦτο ποιοῦσι. Γίνεται γὰρ σημεῖον πάλιν  ἐκείνους τε βεβαιοῦν καὶ τοὺς ἄλλους ἐφελκόμενον· καὶ σημεῖον, οἷον οὔπω ἦσαν ποιήσαντες. Φυσικὸν τὸ πάθος ἦν, καὶ κρεῖττον τέχνης ἰατρικῆς.

Read More ->>

ΙΑʹ Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΙΑʹ  Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.


αʹ. Οὐχὶ φιλοτιμίας  ἕνεκεν  διηγοῦνται·  πῶς  γάρ; ἀλλὰ  τῆς  τοῦ  Χριστοῦ χάριτος ταῦτα τεκμήρια ἐπιδείκνυνται.  ∆ιὸ καὶ ὅσα μὲν ἐκεῖνοι εἶπον, ταῦτα διηγοῦνται· τὰ δὲ αὐτῶν  εἰ καὶ παρατρέχουσιν,  ὅμως  καὶ ταύτῃ  θαρσαλεώτεροι γίνονται.  Καὶ σκόπει, πῶς  πάλιν  ἐπὶ  τὴν  ἀληθῆ  βοήθειαν  κατέφυγον,  ἐπὶ  τὴν συμμαχίαν τὴν ἄμαχον, καὶ πάλιν ὁμοθυμαδὸν, καὶ μετὰ σπουδῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη. Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν  πρὸς τὸν Θεὸν, καὶ  εἶπον.  Ὅρα,  πῶς  εἰσιν  ἠκριβωμέναι  αὐτῶν  αἱ  εὐχαί.  Ὅτε  τὸν  ἄξιον  εἰς ἀποστολὴν  ἠξίουν  αὐτοῖς  ἀναδειχθῆναι,  οὕτως  ἔλεγον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον (προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)· ἐνταῦθα δὲ, ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναντίους  ἐχρῆν, περὶ δεσποτείας διαλέγονται·  διὸ καὶ οὕτως ἤρξαντο·

Read More ->>

Ι∆ʹ Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Ι∆ʹ  Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιὴλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀν θρώπους γενέσθαι.

αʹ. Οὗτος ὁ Γαμαλιὴλ, Παύλου διδάσκαλος ἦν. Καὶ θαυμάσαι ἄξιον, πῶς καὶ τὰς κατὰ νοῦν  κρίσεις ἔχων  καὶ νομομαθὴς ὢν, οὐδέπω ἐπίστευσεν. Οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύσαντα δι' ὅλου. Καὶ δῆλον ἐκ τῶν  ῥημάτων αὐτοῦ, δι' ὧν συμβουλεύει. Ἐκέλευσε γὰρ, φησὶν, ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι. Ὅρα τὴν σύνεσιν τῆς δημηγορίας, καὶ πῶς αὐτοὺς εὐθέως εἰς φόβον ἐσέβαλεν. Ὥστε δὲ μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ  τῇ σφοδρότητι κέχρηται, ἀλλ' ὡς ὑπὸ τοῦ θυμοῦ μεθύουσιν, οὕτω φησίν·  Ἄνδρες  Ἰσραηλῖται,  προσέχετε  ἑαυτοῖς,  ἐπὶ  τοῖς  ἀνθρώποις  τούτοις  τί μέλλετε πράσσειν.

Read More ->>

ΙΖʹ Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΙΖʹ Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο, εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ λυτρωτὴν ἀπ έστειλε σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.


αʹ. Σφόδρα τοῦτο κατάλληλον  πρὸς τὴν προκειμένην ὑπόθεσιν. Τοῦτον τὸν Μωϋσῆν, φησί. Τοῦτον, ποῖον; Τὸν κινδυνεύσαντα ἀπολέσθαι, τὸν ὑπ' αὐτῶν  ἐξουθενηθέντα, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα; καθάπερ καὶ τῷ Χριστῷ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν  καὶ λυτρωτὴν ἀπέστειλε σὺν χειρὶ ἀγγέλου τοῦ εἰπόντος αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραάμ. Ἐνταῦθα  καὶ  τὰ  γενόμενα  θαύματα,  διὰ  Χριστοῦ δείκνυσιν  γεγενῆσθαι.  Οὗτος, τουτέστιν,  ὁ Μωϋσῆς (καὶ ὅρα, πῶς δείκνυσιν  αὐτὸν  λαμπρὸν), ἐξήγαγεν  αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ  ἐρήμῳ ἔτη τεσσαράκοντα. Οὗτός ἐστι Μωΰσης, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν  ἀδελφῶν  ὑμῶν, ὡς ἐμέ· τουτέστιν ἐξουθενημένον.  ἐπιβουλευθέντα.

Read More ->>

Κʹ Ἦν δέ τις μαθητὴς ἐν ∆αμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Κʹ  Ἦν δέ τις μαθητὴς ἐν ∆αμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρ σέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁρά ματι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.

αʹ. Τί  δήποτε  οὐδένα  τῶν  κορυφαίων   ἀποστόλων  οὔτε  ἐκάλεσεν,  οὔτε ἀπέστειλε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; Ὅτι οὐκ ἐχρῆν δι' ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ· ἐπεὶ καὶ οὗτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον. Ἅμα γοῦν τῷ βαπτισθῆναι ἐπεσπάσατο πολλὴν τοῦ Πνεύματος τὴν χάριν ἀπὸ τοῦ  ζήλου  καὶ  τῆς  προθυμίας  τῆς  πολλῆς.  Ὅτι  δὲ  καὶ  ὁ  Ἀνανίας  τῶν  σφόδρα ἐπισήμων ἦν, δῆλον ἐξ ὧν ἐμφανίζεται καὶ λέγει πρὸς αὐτὸν, καὶ ἐξ ὧν πάλιν αὐτὸς ἀποκρίνεται, λέγων·  Κύριε, ἀκήκοα ἀπὸ πολλῶν  περὶ τοῦ ἀνθρώπου  τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ. Εἰ τοίνυν πρὸς Κύριον ἀντεῖπε, πολλῷ μᾶλλον,  εἰ  ἄγγελον   ἔπεμψε.  ∆ιὰ  τοῦτο  οὐδὲ  πρὸ  τούτου  Φίλιππος  ἀκούει  τὸ ἐσόμενον,  ἀλλὰ   μόνον   ὁρᾷ  τὸν   ἄγγελον·  

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |