ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Τρίτη 4 Οκτωβρίου 2016

Εἰς τήν ἐπιγραφὴν τοῦ Νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
Εἰς  τήν ἐπιγραφὴν τοῦ Νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας ∆αυῒδ, καὶ περὶ τῆς τοῦ Οὐρίου.
Psalmum 50 (homilia 1) [Sp.]

αʹ. Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι  τὰς  εἰκόνας  τῶν  ὁρωμένων  σωμάτων,  καὶ  ποιοῦσιν  ἀνθρώπους,  καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν. Οὕτω δὴ καὶ οἱ προφῆται ζωγράφοι τινές εἰσιν ἀρετῆς καὶ κακίας. Γρά φουσι γὰρ καὶ οὗτοι τῷ λόγῳ τὸν ἁμαρτωλὸν, τὸν δί καιον, τὸν μετανοοῦντα, τὸν ἑστῶτα, τὸν πίπτοντα, τὸν ἐγειρόμενον, τὸν σαλευόμενον.  Καὶ καθάπερ οἱ ζωγράφοι  ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην, καὶ δαίμονας πάλιν, νῦν μὲν πολεμοῦντας, νῦν δὲ πο λεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα, ποτὲ δὲ καὶ νικώμενον.

Read More ->>

Εις το Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

Οἱ μὲν τοῦ κόσμου τούτου διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων γνῶσιν τοὺς παῖδας ἀνάγουσιν· οἱ δὲ τῆς Ἐκκλησίας διδάσκαλοι πρὸς τὴν τῶν  κατορθωμάτων τελείωσιν  τοὺς  μαθητὰς  ἐκδιδάσκουσι. Καὶ ἔστιν,  ἀγαπητοὶ,  καταμαθεῖν ἀκριβῶς ἐκ τῶν ἀρτίως ἡμῖν ἐπανα γνωσθέντων  ἐν τῷ ψαλμῷ τὴν τῶν εἰρημένων ἀκρι βεστάτην ἀλήθειαν.
Τί γὰρ  νῦν  ἔλεγεν  ὁ τοῦ  Πνεύματος  προφήτης,  ὁ μεγαλογράφος  ∆αυΐδ; Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Οἷον ὡς ἡ μακαρία Ἰουδὶθ, τοῦ Βαβυλωνίου ποτὲ Ὀλοφέρνου μετὰ τοῦ ἰδίου στρα τοπέδου τὴν Ἱερουσαλὴμ περικυκλώσαντος,   καὶ  πάσας  τὰς  ἐν  τῇ  πόλει  εἰσαγούσας  ὑδροτόκους  πηγὰς διατεμόν  τος, λιμῷ δὲ ὕδατος ὀλλυμένους  τοὺς Ἑβραίους  ὥστε   ἑτοίμους εἶναι ἑαυτούς   τε  καὶ  τὴν   πόλιν   παραδιδόναι   τῷ   τὴν   ἀνάγκην   αὐτοῖς   ἐπιτιθέντι· παρελθοῦσα  δὲ  ἡ  μακα  ρία  ἐκείνη  ἀνδρείῳ  φρονήματι  καὶ  πιστῷ  βουλήματι,διεκώλυε  τῆς πόλεως  τὴν  παράδοσιν γίνεσθαι· ἑαυτὴν  δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον μά χεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι βουλομένη, Θεῷ πιστεύ σασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν  τῶν  ὑπεν  αντίων  πόλεμον  ἐπιδοῦσα, ἔλεγε  τοῖς  ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις· Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.


Read More ->>

Λόγος εις τήν τρυγόνα ήτοι εις την Εκκλησίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΡΥΓΟΝΑ Ἤτοι εἰς τὴν Ἐκκλησίαν.

αʹ.  Ἡ  τρυγὼν   ἡ  φιλέρημος,  ὅτε  ἐν  ὕλαις  συγκοιταζομένη  καλεῖ  τὸν ὁμόζυγον, γοεραῖς κολακείαις τὰς κοιλάδας δονήσασα, καὶ τὸν ἑαυτῆς ἄῤῥενα παρ' ὕδασι  νεμόμενον  θέλξασα,  καὶ  τοῦτον  πετάσασα παραινεῖ  ταχεῖαν  τὴν  πτῆσιν ποιήσασθαι· ὁμοφώνῳ  δὲ γνώμῃ ἐπὶ τῶν στερεμνίων πρέμνων  τὴν καλιὰν αὐτῶν πήξασαι καὶ ἀφόβως ἐπωάζουσι, καὶ τοὺς νεοττοὺς ἑαυτῶν ἐκεῖθεν πετάζουσι. Φασί τινες  τὴν  τρυγόνα  φίλανδρον  εἶναι  καὶ  φίλαγνον·  ὥστε κἂν  συμβῇ τὸν  ταύτης ἄῤῥενα ὑπὸ ἀετοῦ ἀναλωθῆναι,  ἢ ὑπὸ ἰξευτοῦ θηρευθῆναι, ταύτην ἑτέρῳ ἀνδρὶ μὴ ἐπιμίγνυσθαι, ἀλλ' αὐτὸν ποθεῖν, αὐτὸν ἀναμένειν, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκειν. Ἀκούσατε, γυναῖκες, οἵα σωφροσύνη ἐν ὀρνέοις εὑρίσκεται. Ὅσοι τοίνυν   τὴν  μορφὴν   τῆς  τρυγόνος   ἐν  ὄψει  φέρετε,  τὴν  ταύτης  σωφροσύνην μιμήσασθε.

Read More ->>

Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ,

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
In Psalmum 92 [Sp.]

Εἰς τὸ ῥητὸν τοῦ ἐνενηκοστοῦ καὶ δευτέρου ψαλμοῦ, τὸ, «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·» καὶ περὶ τοῦ ἐν θαλάσσῃ περιπατοῦντος Σωτῆρος, εἰς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, καὶ εἰς τοὺς πρωτοπλάστους κατὰ τῆς παραβάσεως.


αʹ. Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν  ἀποστόλων  ὀλιγοψυχίᾳ,  εὔκαιρον λέγειν  ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολ λῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ  Κυρίου θαυμα  τουργία,  ὅτι  νεύματι  μόνῳ  τὴν  τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε. Τίνες δὲ οἱ ἐπάραντες φωνὰς  ἐν τῇ θαλάσσῃ ποταμοὶ, ἀλλ' ἢ οἱ μαθηταὶ τοῦ Κυρίου πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάου  πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυμα τουργῶν  οὐκ  ἐπαύετο·  οἱ  δὲ  ἀπόστολοι  τῆς  δικαιοσύνης  οὐκ  ἀφίσταντο,  ἐν  τῇ θαλάσσῃ κυμαινόμενοι.

Read More ->>

∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ, ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ.


Ἐγείρει τὸν ὁπλίτην πρὸς πόλεμον ἡ τῆς σάλπιγγος βοὴ, καὶ τοῦτον ἕτοιμον πρὸς μάχην τοῖς πολεμίοις παρ ίστησιν· καὶ ναύτας παρ' ὅρμον βαίνειν ἐπὶ νηὸς ἡ τοῦ χειμῶνος ἔκβασις κατηνάγκασεν. Καὶ ἡμᾶς ὁ μελῳδὸς ∆αυῒδ διὰ τῆς πυκτίδος πανηγυρικὸν ἠχήσας μέλος, ἐπὶ τὴν πνευματικὴν ταύτην εὐωχίαν ἤγαγε σήμερον. Τί γάρ φησιν; ∆εῦτε, ἀγαλλιασώμεθα  τῷ  Κυρίῳ, ἀλαλάξωμεν  τῷ  Θεῷ τῷ  σωτηρίῳ ἡμῶν.  Προφθάσωμεν τὸ πρόσωπον  16 αὐτοῦ  ἐν  ἐξομολογήσει. Ὢ ∆αυϊδικῆς φωνῆς·  ὢ  κλήσεως  ἀγαθῆς·  ὢ  πνευματικῆς  ἐδωδῆς·  ∆εῦτε, ἀγαλλιασώμεθα  τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτηρίῳ ἡμῶν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν   ἐξομολογήσει.   Ὢ  δεσποτικῆς   εὐσπλαγχνίας·   ὢ   προφητικῆς   παραινέσεως καλούσης εἰς μετάνοιαν.
Εἶδες, ἀγαπητὲ, δεσποτικῆς εὐσπλαγχνίας  ἀγαθότητα, καὶ προφητικοῦ κηρύγματος  ἱλαρότητα·  πῶς  πάντας  ἡμᾶς  προτρέπεται  εἰς  μετά  νοιαν  καὶ  πρὸς εὐσέβειαν καλεῖ  καὶ σωτηρίαν,  λέγων·  ∆εῦτε, ἀγαλλιασώμεθα  τῷ  Κυρίῳ. Κύριος ἐκέλευσε, προφήτης  ἐκάλεσεν, ἡμεῖς ὑπακούσωμεν. Οὐ γὰρ ἐπὶ φθαρτὸν  ἄριστον

Read More ->>

ΕΙΣ ΤΟΝ Ρʹ ΨΑΛΜΟΝ.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΕΙΣ ΤΟΝ Ρʹ ΨΑΛΜΟΝ.

αʹ. Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς  ᾄδειν ὁ μακάριος ∆αυῒδ ὁ προφήτης παρακελεύεται·  πάλιν  τὸ καλὸν  ᾆσμα μελῳδεῖν  ἡμᾶς ὁμοφρόνως  παρασκευάζει· πάλιν τὸ πνευ ματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευ ματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται. Πνεύματι γὰρ ἁγίῳ τὴν μελῳδίαν ποιούμενος, καὶ ὥσπερ κιθάρα ἔμψυχος καὶ λογικὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνακρουό μενος, πνευματικῶς καὶ ἡμᾶς ᾄδειν κατὰ πάντα δι δάσκει. Ἄδει δὲ, οὐ τέρψαι καὶ ἡδῦναι τὰ ὦτα προθέμε νος, ἀλλ' εὐφρᾶναι καὶ ὠφελῆσαι τὴν διάνοιαν βουλόμε νος. Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα, ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν  τῆς ἀληθείας, ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σω τηρίας. Ἄδει γὰρ τὸ ᾆσμα, οὐ ψιλοῖς ῥήμασι τὰς λέ ξεις προφερόμενος, ἀλλὰ ὠφελίμοις  τῶν ᾀδόντων τὸν βίον ἐπανορθούμενος. Οὐδὲ γὰρ βιωτικὸν ἢ κοσμικὸν τὸ ᾄσμα τοῦτο, ἀλλὰ θεϊκὸν καὶ πνευματικὸν,  καὶ πάσης κοσμιότητος  πεπληρωμένον.  

Read More ->>

ΨΑΛΜΟΣ ΡΑʹ.Προσευχὴ τῷ πτωχῷ,

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς

In Psalmos 101-107 [Sp.]

ΨΑΛΜ. ΡΑʹ.Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.

αʹ. Πρόῤῥησιν μὲν  ὁ ψαλμὸς  ἔχει  τῆς  ἐν  Βαβυλῶνι  τοῦ  λαοῦ  τῶν  Ἰουδαίων ταλαιπωρίας  καὶ τῆς ἐκεῖθεν  ἐπαν όδου· προαγορεύει δὲ κατὰ ταὐτὸν  καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν· ἁρμόττει καὶ παντὶ συμφορᾷ  τινι προσπαλαίοντι,  καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκε τεύοντι. Πτωχὸν γὰρ καλεῖ τὸν τῆς θείας ἐνδεῆ προμη θείας, συμβάλλων  αὐτὸν  τῷ μακαριζομένῳ  κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ  τῷ πνεύματι.  Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων  ἐν τοῖς τοῦ βίου πρά γμασι. παρὰ δὲ τῷ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, Ἀθυμεῖ, κατὰ τὸν Σύμμαχον, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ψυχή! ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν  ἀνθρώποις  οὐχ ὑπάρχει· καὶ ὁ εἰπὼν, Οὐκ ἔστι ποιῶν χρηστότητα. Κύριε, εἰσάκουσον τῆς  προσευ χῆς  μου, καὶ  ἡ κραυγή  μου  πρὸς  σὲ ἐλθέτω.  Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν Θεὸν, καὶ τὴν παράκλησιν· ἡ δὲ δέησις τὴν αἴτησιν  τὴν περὶ ὧν βούλεται  αὐτῷ δεομένῳ  παρασχεθῆναι.  Λέγει δέ· ∆έξαι μου τὴν ἱκετηρίαν,  ὦ ∆έσποτα, καὶ ποτνιωμένῳ τὴν  σὴν βοήθειαν  ὄρεξον. 

Read More ->>

ΨΑΛΜΟΣ ΡΒʹ.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΒʹ.
∆οκεῖ μὲν ὁ ψαλμὸς οὗτος ἀκόλουθος  εἶναι τῷ προτε ταγμένῳ  καὶ κατ' αὐτὴν τὴν  ὑπόθεσιν. Ἐν ἐκείνῳ  μὲν γὰρ οἱ τὰς ἐν Βαβυλῶνι συμφορὰς ὀλοφυρόμενοι,  τὸν Θεὸν ἱκέτευον τῆς ἐπανόδου τυχεῖν· ἐνταῦθα δὲ τετυχη κότες ὧν ᾔτησαν, ὑμνοῦσι τὸν εὐεργέτην.  Ἐγὼ  δὲ  οἶμαι  πᾶσιν  ἀνθρώποις   ταύτην   ἁρμόττειν   τὴν  ὑμνῳδίαν   καὶ πικροτέρας ἀπαλλαγεῖσι δουλείας, καὶ μείζονος ἀξιω θεῖσιν ἐλευθερίας. ∆ηλώσει δὲ καὶ τῶν ῥητῶν ἡ διάνοια, ὡς αὕτη μᾶλλον ἡ ὑπόθεσις ἐκείνης ἀληθεστέρα.
αʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Μέση οὖσα ἡ ψυχὴ, τὸ μὲν σῶμα πρὸς ἡδονὰς κατασπᾷ, τὸ δὲ πνεῦμα πρὸς Θεὸν ἀνέλκει, προστάττον αὐτὸν εὐλογεῖν, τουτ έστι θεολογεῖν καὶ δοξάζειν διαπαντός. Τῶν δὲ  τριῶν  καὶ  Παῦλος  ἐμνήσθη  λέγων·  Ὁ  δὲ  Θεὸς καταρτίσαι  ὑμᾶς  ὁλοτελεῖς,  καὶ ὁλόκληρον τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη. Τοῦτο δὲ λέγεται τὸ πνεῦμα τὸ ἀνθρώπου τὸ ἐν αὐτῷ, περὶ οὗ πάλιν φησί· Προσεύξο μαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Μέ μνηται δὲ καὶ Μωϋσῆς σώματος μὲν ἐν τῷ, Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν  ἄνθρωπον· ψυχῆς  δὲ ἐν  τῷ, Ποιήσωμεν ἄνθρωπον  κατ' εἰκόνα ἡμετέραν· τοῦ δὲ πνεύματος,  λέγων·  

Read More ->>

ΨΑΛΜΟΣ ΡΓʹ.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΓʹ.

αʹ.  Ἡ  τοῦ  παναγίου   Πνεύματος  χάρις   οὐ  μόνον   ἠθικὴν   καὶ  δογματικὴν διδασκαλίαν  τοῖς  ἀνθρώποις   προσφέρει,  ἀλλὰ  καὶ  ὅπως  ὑμνεῖν   χρὴ  τὸν  Ποιητὴν ἀκριβῶς  ἐκπαι  δεύει. ∆ιά τοι  τοῦτο  τοῦτον  συνεγράψατο  τὸν  ψαλμὸν,  τῷ  μακαρίῳ∆αυῒδ ὑπουργῷ  χρησαμένη,  ὡς ἂν μάθοιεν  ἅπαντες  τίσιν  ὕμνοις  χρὴ τὸν  εὐεργέτην ἀμείβεσθαι.  Τὰς μέντοι  κοινὰς  εὐεργεσίας  ἐνταῦθα  διέξεισι,  καὶ  δεί  κνυσι  ποιητὴν ἁπάντων  ὁμοῦ καὶ πρύτανιν  τὸν τῶν ὅλων Θεόν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ μὲν Θεὸς ἄνθρωπον  εὐλογεῖ, ἐν ἀσφαλείᾳ καθιστῶν καὶ λαμπρό τερον ποιῶν, καθάπερ τὸν Ἀβραάμ· ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλ' αὑτὸν τότε λαμπρότερον ποιῶν. Ἄν τε γὰρ ὁ Θεὸς εὐλογῇ, ἄν τε ἄνθρωπος  τὸν Θεὸν, ἑκατέρω θεν τὸ κέρδος εἰς τὸν ἄνθρωπον διαβαίνει· τὸ γὰρ Θεῖον ἀπροσδεές. Ὑμνεῖν τε διδάσκει τὸν εὐεργέτην Θεὸν ἕκαστον τὸν τῆς εὐσεβείας τρόφιμον.  Κύριος ὁ Θεός μου, ὡς ἐμεγαλύνθης  σφόδρα. Ἐπιτάσεως καὶ ἐνταῦθα  τὸ, Ὡς· τὸ  δὲ, Ἐμεγαλύνθης  σφόδρα, οὐκ  αὐξήσεως  δηλωτικὸν,  ἀλλὰ  τοῦ ἀμετρήτου μεγέθους ση μαντικόν· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Κύριε ὁ Θεός μου, μέγας εἶ σφόδρα. Οὐ γὰρ σμικρὸς ὢν ἐμεγαλύνθης·  ἀλλὰ φύσει μέγας ὢν, τοῦτο τοῖς  εὐσεβέ σιν  ἐδείχθης.  Πῶς δὲ  γίνεται  μέγας  ὁ  ἀεὶ  ὢν  μέγας,  καὶ  μὴ  δεόμενος προσθήκης, ἀλλ' ἀεὶ τέλειος  ὤν; πῶς με γαλύνεται;  


Read More ->>

ΨΑΛΜΟΣ Ρ∆ʹ.Ἀλληλούϊα.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. Ρ∆ʹ.Ἀλληλούϊα.


Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν. ∆ηλοῖ δὲ καὶ ἡ ἐπιγραφή. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον, ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν τε πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ πα ρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις· ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη τοὺς τοσούτων ἀγαθῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρε θίσαι καὶ παραθῆξαι· διδάσκει δὲ κατὰ ταὐτὸν  καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον  ἐκεῖνον  λαὸν  τῆς  οἰκείας  κηδεμονίας  ἐγύμνωσεν.  Ἐπειδὴ γὰρ λαὸς  Θεοῦ ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπ έλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο  παντελῶς,  διὰ τῶν  προκειμένων  ψαλμῶν  διδάσκει πάντας  ἀνθρώπους,  ὅσα μὲν αὐτοὺς εὐεργέτησεν, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένηνται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων  ἐξενεχθείσης ψήφου τὸ δικαίωμα καταμάθοιεν  ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες  τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις  βαδίζοιεν ὁδὸν, ἀλλὰ τὴν  εὐθεῖαν  ὁδεύοιεν.  Τὴν δὲ τοῦ Ἀλληλούϊα  ἑρμηνείαν  ἐν  τούτοις  εἶναι  λέγουσιν, Αἶνον  τῷ  Θεῷ Ἰαώ·  τὸ  δὲ, Ἰαὼ,  Ἑβραῖοιὀνομασίαν  ὥσπερ τινὰ  τῷ  Θεῷ κατέλιπον ἀνερμήνευτον.   

Read More ->>

Δευτέρα 3 Οκτωβρίου 2016

ΨΑΛΜΟΣ ΡΕʹ.Ἀλληλούια.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΕʹ.Ἀλληλούια.       

αʹ. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων πως καὶ δι' ἃ γέγονεν ἡ ἀπο βολὴ αὐτῶν. Ἐν μὲν οὖν τῷ ἑκατοστῷ καὶ τετάρτῳ ψαλ μῷ τὰς θείας ὁ προφητικὸς  λόγος διεξῆλθεν  εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται,  καὶ τῆς τῶν  εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ,  καὶ τὰς ἐπενεχθεί  σας αὐτοῖς   διαφόρως    τιμωρίας   διδάσκει.   Ἐσχημάτισται   δὲ   ὡς   ἐκ   προσώπου   τῶν εὐσεβεστέρων  τὰς  κοινὰς  ὀλοφυ  ρομένων  συμφορὰς,  καὶ  φειδοῦς  τυχεῖν ἀντιβολούντων. Τὴν γὰρ αὐτὴν ἐπιγραφὴν ὁ ψαλμὸς εἰκότως ἔχει τῷ φθάσαντι· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός· ὅτι εἰς τὸν αἰῶνα  τὸ ἔλεος αὐτοῦ. Ἡ ἐπιγραφὴ σημαίνουσα τὸ, Αἰνεῖτε τὸν Κύριον, δηλοῖ τὸν ψαλμὸν αἶνον περιέχειν  Θεοῦ. ∆ιδάσκει  δὲ  νῦν  ἐξ  ἀρχῆς  τοὺς  ἀπὸ  ἁμαρτημάτων  ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας  ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημέ   νων  τὰ  τραύματα·  διαθέσει  δηλονότι   ψυχῆς,  ἀλλ'  οὐ  λόγῳ  τοῦτο ποιοῦντας ψιλῷ. Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστό τητα τοῖς μετανοοῦσιν εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν  αἰῶνα  τὸ  ἔλεος  αὐτοῦ,  ∆ιαπαντὸς  ἐλεεῖ·  διαπαντὸς  φιλανθρωπεύεται. Ἕτοιμός ἐστιν ἀεὶ τὰ αὐτοῦ διδόναι. 

Read More ->>

ΨΑΛΜΟΣ Ρςʹ Ἀλληλούια.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. Ρςʹ.Ἀλληλούια.


αʹ. Πολλάκις ἀπεδείξαμεν ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ ∆ιαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴ διον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων  ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων  ἀνθρώπων  σωτηρίαν προαγο ρεύει· ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους  ἀκο λουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν εἶχε τῶν ὑπὸ τοῦ  Θεοῦ πρὸς  τοὺς  πατριάρχας  γεγενη  μένων  ἐπαγγελιῶν,   καὶ  τῶν  τοῖς  ἐκείνων ἐγγόνοις  παρα σχεθεισῶν  δωρεῶν·  ὁ δὲ μετ' ἐκεῖνον  πρὸς ταῖς εὐερ γεσίαις καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ   προαγορεύει   τὴν   τῆς   αἰχμαλωσίας   ἀπαλλαγὴν    διὰ   τὴν   ἄῤῥητον   τοῦ   Θεοῦ φιλανθρωπίαν γεγενημένην.   Ἐπειδὴ  δὲ  καὶ  ἐν  ἐκείνοις  ἐσκιαγράφηται  τὰ  ἡμέτερα, ὁρῶμεν καὶ τῆς ἡμετέρας σωτηρίας καὶ ἐν τῷδε τῷ ψαλμῷ τὰ θεσπίσματα· μᾶλλον γὰρ ἡμῖν  ἢ ἐκείνοις  ἁρμόττει  τῆς προφητείας  τὸ πλεῖστον.  Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος  τὸν  εὐεργέτην  Θεόν· αἰτίαν  δὲ τῆς  ὑμνῳδίας  τὴν  φιλανθρωπίαν εἶναί  φησι. Ταῦτα δὲ λέ γειν  ἂν εἶεν ἱκανοὶ  οἱ περιστάσεις διαφυγόντες,  ἐλέῳ Θεοῦ μόνῳ  χωρίς τινος  ἐξ ἡμῶν  συντελείας.  Ὁ δὲ τοιοῦτος  ἔλεος  τοῖς  μὲν  τυχοῦσί  τινος  προσκαίρου βραχύς·  τοῖς  δὲ τῶν  αἰωνίων   ἀξιουμένοις  αἰώνιος.  Εἴρηται γοῦν,  Τῷ ἐλέῳ  αἰωνίῳ ἠλέησά σε, πρὸς τοῦ ποιοῦντος  ἔλεος εἰς χιλιάδας  τοῖς ἀγαπῶσιν αὐτὸν, ἑτοιμάζοντος αὐτοῖς Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· συν ωνυμεῖ δὲ τὸ ἀγαθὸν τῷ χρηστῷ. Εἰπάτωσαν  οἱ  λελυτρωμένοι   ὑπὸ  Κυρίου, οὓς  ἐλυτρώσατο  ἐκ  χειρὸς  ἐχθροῦ.  Τὴν ἀποβολὴν  τοῦ Ἰουδαίων  ἔθνους διὰ τοῦ προ τέρου δηλώσας ψαλμοῦ, ἐν ᾧ ἦν καὶ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· νῦν τὴν τῶν ἐθνῶν δηλοῖ κλῆσιν πανταχόθεν  τῆς οἰκουμένης  διὰ τοῦ Σωτῆρος συν αγομένων  καὶ ἁρπαζομένων  ἐκ τῶν  τοῦ διαβόλου χειρῶν  ἐπὶ  τὴν  ἁγίαν  αὐτοῦ  Ἐκκλησίαν. 

Read More ->>

ΨΑΛΜΟΣ ΡΖʹ Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΖʹ.

Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ.
 
Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς τὴν Ἰουδαίων  ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν. Πολλὴν δὲ ἔχει τὴν συγγένειαν πρός τε τὸν πεντηκοστὸν  ἕκτον καὶ πρὸς τὸν πεντηκοστὸν  ἔννατον.  Ὠδὴν δὲ ψαλ μοῦ τὴν  ἐν συνέσει δοξολογίαν  λέγει· τοῦτο  γὰρ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται.  Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ  ἐν τῇ δόξῃ μου. Καὶ ἤδη προειρήκαμεν,  ὡς  δόξαν  οἰκείαν  ὁ προ φήτης  τὴν  προφητικὴν  χάριν  καλεῖ.  Τῇ τῆς προφητείας, φησὶ, χρώμενος  μελῳδίᾳ, λέγω σοι τῷ ∆εσπότῃ, ὡς ἑδραίαν ἔχω μου τὴν καρδίαν καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. Μακάριοι γὰρ, φησὶν, οἱ καθα ροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οἳ καὶ θαῤῥοῦντες ἐροῦσιν, Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. ∆υνάμει  δέ φησιν  ὁ προφήτης·  Ἰδού  σοι, ∆έσποτα, τὰ  παρὰ τῆς  ἐμῆς δυνάμεως  παρεσκεύασται· πέμπε σου τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν προφητικὴν  δωροῦ χάριν· εἰς γὰρ τὴν ταύτης ὑπηρεσίαν τὴν ἐμὴν ἡτοίμασα γλῶσσαν. Ἄσω τε καὶ ψαλῶ. εἴ μου πληρώσῃς τὴν ἐπιθυμίαν,  μᾶλλον  δὲ τὴν καρδίαν. Ἡ ἐμὴ δόξα, ἡ χάρις ἡ προφη τικὴ,  ἤγουν  ἕξις ἡ θεωρητική  τε καὶ πρακτική.  Ἐξεγέρθητι  ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον  καὶ κιθάρα, Ἐξεγερθήσομαι ὄρθρου· ἐξομολογήσομαί  σοι ἐν λαοῖς.  Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ψαλτήριον καὶ κιθά ραν ἑαυτὸν ὁ προφήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μου σικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν  ἀνεκρούετο μελῳδίαν. Εὐτρεπίζεται γὰρ πρὸς τὴν θείαν ἐπίπνοιαν,  ψυχήν  τε καὶ σῶμα κινῶν· διὰ μὲν τῆς κι  θάρας τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι' ὧν ὁ νοῦς ἀνακρούεται πᾶν ὅ τι βούλεται· διὰ δὲ τοῦ ψαλ τηρίου τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις. Ὡς δὲ τὰς ἀπαρχὰς τῆς ἑαυτοῦ  ζωῆς  ἀναθεὶς  τῷ  Θεῷ, τοὺς ὄρθρους ἀπολαμβάνει  καὶ τοὺς καιροὺς τοῦ φωτὸς, ὡς ἐπιτη δειοτέρους τῆς ὅλης ἡμέρας. ∆ιεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ  ∆εσπότου, ἀποκρίνεται πάλιν καὶ ὑπ ισχνεῖται ὄρθρου τοῦτο ποιήσειν· ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον,  ἀλλὰ  καὶ μετὰ μυρίων  ἐθνῶν  καὶ λαῶν  τὴν θείαν ᾠδὴν ποιησόμενος. Ὄρθρον δὲ καλεῖ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν.  Ἐξ ἐκείνου γὰρ ἀνέτειλε  τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν  οἰκουμένην   ἐν  τοῖς  ἁπάντων   στόμασιν  ὁ  μακάριος  ᾄδει  ∆αυῒδ,  καὶ  τὰς  θείας εὐεργεσίας ὑμνεῖ. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· πανταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες  διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν ὡς νεφέλας  καὶ τοὺς προφήτας καὶ τοὺς ἀποστόλους καὶ τοὺς διδασκαλικῆς  χάριτος τετυ χηκότας καλεῖ. ∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων  νεφε λῶν, τὴν πνευματικὴν  ἀρδείαν τοῖς ἀνθρώποις  προσφέρει·

Read More ->>

ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55


ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ.
In Psalmum 118 (homiliae 1-3) [Sp.]

αʹ. Μέγα  θησαύρισμα  καὶ  πλοῦτον   πνευματικὸν   καὶ  ψυχῶν   θυμηρεστάτην λυσιτέλειαν   πρός  τε  τὴν  τοῦ  Θεοῦ  αἴνεσιν  καὶ  δοξολογίαν,   καὶ  τοῦ  βίου  ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ  καθηγεμόνες  καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν  τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον  ψαλμόν.  Στοιχείωσις γάρ ἐστι καὶ ὁδή γησις τοῦ κατὰ Θεὸν βίου. Οὕτω γὰρ καὶ τὴν ἐπιγραφὴν  ἔχει, ἐπειδὴ τοὺς προσέχοντας καὶ ἐρευνῶντας  ἀκριβῶς τὴν τούτου σαφήνειαν  ῥυθμίζει πρὸς τελειότητα  βίου, καὶ κατὰ τὴν αὐτοῦ ὀνομασίαν ἀμώμους ἀποτελεῖ. Ἄμω μος δέ ἐστιν ὁ παντὸς ἄγους καὶ μύσους καὶ ῥύπου ἀπηλλαγμένος,  καὶ κηλῖδος ἁπάσης ἐκτὸς καὶ ἀνομίας καὶ ἁμαρτίας· ὁ αὐτὸς δὲ καὶ μακάριος, ὅτι μετὰ τὴν ἐντεῦθεν  τοῦ βίου ἐκδημίαν τῆς ἀληθινῆς  μακαριότητος ἀξιωθήσεται, καὶ τῷ φωτὶ καταγλαϊσθήσεται τῆς θείας γνώσεως, καὶ εἰς ἀνάπαυσιν καὶ τρυφὴν αἰωνίαν  αὐ λισθήσεται, ἥτις ἐστὶν οὐρανῶν βασιλεία. Ὅθεν καὶ ὁ ὑμνογράφος ∆αυῒδ τοῖς  προφητικοῖς  ὄμμασι κατανοήσας  τὴν  τοῦ ἁγίου  βαπτίσματος  χάριν  ἐβόα· Μακάριοι, ὧν ἀφέθησαν  αἱ ἀνομίαι. Τοὺς δὲ τηρήσαντας ταύτην  τὴν χάριν, καὶ κατὰ τὴν συνταγὴν ποιήσαντας, καὶ τῷ Θεῷ προσαγομένους καὶ τῷ ἁγίῳ βαπτίσματι, τούτους ὡς κατορθοῦντας  τὴν πρακτικὴν  ἀρετὴν ἐν τούτῳ τῷ ψαλμῷ  μακαρίζει. Ἔχει δὲ καὶ ἑτέραν  τινὰ  ὑψηλοτάτην  ἔννοιαν  ἡ τοῦ ψαλμοῦ  τοῦδε ὑπόθεσις. Αὐτὸς γὰρ οὗτος ὁ θεῖος  ∆αυῒδ  πολλὰς  καὶ  διαφόρους  πραγμάτων   ἔσχε  μεταβολάς.  

Read More ->>

Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55

ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

αʹ. Σύνηθές ἐστιν, ἀδελφοὶ, τῷ μακαρίῳ ∆αυῒδ πολυτρόπους ἐπινοεῖν  ἐμφάσεις ἐπὶ τοῖς προφητικῶς  παρ' αὐτοῦ ᾀδομένοις. Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς  φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ  τῶν ἐντολῶν  τοῦ Θεοῦ, καὶ ἐλέγ χειν τοὺς παραβαίνοντας,  καὶ ἐξ αὐτῶν  ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ. ∆ιὸ λέγει· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Ἔστινὅτε ὁ Θεὸς ἐπιβλέπει  κατ' ὀργὴν, ὡς εἴρηται παρὰ τῷ προφήτῃ  Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη·  ὅτε  δὲ  ἐπὶ  τοὺς  ἀγαπῶντας   αὐτὸν  ἐπιβλέπει,  ἔλεος  καὶ  σωτηρίαν  ἐργάζεται. Ταύτην  οὖν  ἐζήτησεν  ὁ  προφήτης·   διὰ  τοῦτο  καὶ  ἐπήγαγε·  Κατὰ  τὸ  κρίμα  τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμε νείας, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν  τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά μου κατεύθυνον  κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευ σάτω μου πᾶσα ἀνομία. 

Read More ->>

Είς το Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

0 σχόλια

ioannis

Ιωάννης Χρυσόστομος  Τόμος 55

Είς το  Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.
In Psalmum 139 [Sp.]

αʹ. Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώ που πονηροῦ. ∆ῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ  ἄνθρωποι  τῶν  λεόντων.  Οἱ μὲν  γὰρ λέοντες  τὸν  ∆ανιὴλ  ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν  δὲ Ἰωσὴφ  οἱ  ἀδελφοὶ  πιπράσκοντες  ἔτρωγον,  ὃν  καὶ  δεόμενον  ὑπερ εῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος  τὴν  ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν  ἡλικίαν  ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώ που πονηροῦ. Μέλισσαι ἄγριαι τὸν Ἰωάννην  ἐν τῇ ἐρήμῳ ἔτρεφον, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμε. ∆ράκοντες καὶ κεράσται καὶ ἀσπίδες τὸν ἄνδρα ᾐσχύ νοντο, γύναιον δὲ πονηρὸν τὸν προφήτην οὐκ ἔφριττε.∆ανιὴλ ἐν Βαβυλῶνι τὸν δράκοντα ἔκτεινε, ∆αυῒδ δὲ τοῦ Σαοὺλ τὸν φθόνον νικῆσαι οὐκ ἴσχυσεν. Ὁ ὄφις τὴν Εὔαν μόνον ἠπάτησεν· ὁ δὲ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσεν. Ὁ κύων Κάϊν μαστιζόμενος, τῷ ∆εσπότῃ ὑπο τάσσεται· Ἰούδας δὲ καὶ τρεφόμενος τὸν ∆εσπότην παρέδωκεν. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. οὐκ ἀπὸ θηρίων·


Read More ->>

Κυριακή 2 Οκτωβρίου 2016

1 ΟΜΙΛΙΑ ΜΒ΄ Έξαναστάντες δε οί άνδρες έπέβλεψαν έπί πρόσωπον

0 σχόλια

ioannis

Ιωάννης Χρυσόστομος Ομιλίαι είς τήν Γένεσιν
Τόμος 54

1 ΟΜΙΛΙΑ ΜΒ΄ Έξαναστάντες δε οί άνδρες έπέβλεψαν έπί πρόσωπον Σοδόμων καί Γομόρρας.
α. Έμάθομεν έκ των χθες άνεγνωσμένων, άγαπητοί, τήν ύπερβολήν της του δικαίου φιλοξενίας· φέρε δή καί σήμερον τα έξης έπελθόντες, πάλιν καταμάθωμεν του πατριάρχου το φιλόστοργον καί συμπαθές. Έκάστην γαρ των άρετων μεθ' ύπερβολης ο δίκαιος ούτος έκέκτητο. Ούδε γαρ μόνον φιλόστοργος, ούδε φιλόξενος ήν καί συμπαθής, άλλα καί τας αλλας άρετας άπάσας μετα δαψιλείας έπεδείκνυτο. ’Άν τε γαρ ύπομονήν δέη έπιδείξασθαι, εύρήσεις αύτον εις αύτήν τήν ακραν κορυφήν άναβεβηκότα· αν τε ταπεινοφροσύνην, οψει πάλιν καί ένταυθα ούδενί παραχωρουντα, άλλα πάντας ύπερακοντίζοντα· καν πίστιν έπιδείξασθαι δέη, καί έν τούτω πάλιν μάλλον εύρεθήσεται των αλλων άπάντων εύδοκιμων. Καθάπερ γαρ εΐκών τις έμψυχός έστιν ή τούτου ψυχή, τα διάφορα της άρετης χρώματα έν έαυτή δεικνύουσα.

Read More ->>

2 ΟΜΙΛΙΑ ΜΓ Ήλθον δε, φησίν, οι δύο άγγελοι εις Σόδομα έσπέρας.

0 σχόλια

ioannis

Ιωάννης Χρυσόστομος Ομιλίαι είς τήν Γένεσιν
Τόμος 54

2 ΟΜΙΛΙΑ ΜΓ Ήλθον δε, φησίν, οι δύο άγγελοι εις Σόδομα έσπέρας.

α. Καθάπερ λειμών τις εύανθής διάφορα καί ποικίλα τά άνθη έν έαυτώ δείκνυσιν, ούτως ή θεία Γ ραφή τών δικαίων τάς άρετάς ήμΐν δείκνυσιν, ούχ ίνα καθάπερ έπί τών άνθών προς βραχύ μόνον άπολαύσωμεν της εύωδίας, άλλ' ίνα διηνεκή τήν έντεύθεν ώφέλειαν καρπωσώμεθα. Έκεΐ μεν γάρ μόνον έδεξάμεθα τη χειρί τά άνθη, καί μετ' ολίγον αύτά μαρανθέντα τήν οικείαν χάριν ήμαύρωσεν· ένταύθα δε ούχ ούτως· άλλ' έπειδάν δεξώμεθα διά τής άκοής τάς άρετάς τών δικαίων, καί εις τούς κόλπους τής διανοίας ήμών αύτάς έναποθώμεθα, διά παντος τού χρόνου τής τούτων εύωδίας άπολαύειν δυνάμεθα, έάν έθέλωμεν. Φέρε ούν, έπειδή τοιαύτη τών έν τη θεία Γ ραφη κειμένων άγίων ή εύωδία, σήμερον τού Λώτ τήν εύωδίαν καταμάθωμεν, ίνα γνώμεν άκριβώς, όπως εις άκραν τής άρετής τήν κορυφήν ή τού πατριάρχου συνουσία τον δίκαιον τούτον άνήγαγε, καί κατ' ίχνος αύτού καί αύτος τήν οικείαν φιλοξενίαν διά τών έργων έπιδείκνυται. Άλλ' ίνα σαφέστερος ήμΐν ο λόγος γένηται, άξιον αύτών τής Γραφής έπακούσαι τών ρημάτων.
Read More ->>

3 ΟΜΙΛΙΑ ΜΔ΄ Ώρθρισε δε Άβραάμ τω πρωϊ εις τον τόπον,

0 σχόλια

ioannis

Ιωάννης Χρυσόστομος Ομιλίαι είς τήν Γένεσιν
Τόμος 54

3 ΟΜΙΛΙΑ ΜΔ΄ Ώρθρισε δε Άβραάμ τω πρωϊ εις τον τόπον, ού ειστήκει έναντίον του Θεού
α. Ή κατα τήν Σαμαρεΐτιν ύπόθεσις ικανως ήμάς χθες έδίδαξε καί του Δεσπότου τήν αφατον μακροθυμίαν, καί τήν ύπερβάλλουσαν περί αύτήν κηδεμονίαν, καί έκείνης τήν εύγνωμοσύνην. Είδετε πως ύδωρ αισθητόν ύδρεύσασθαι παραγενομένη, έκ της νοητής πηγής τα θεία νάματα άρυσαμένη, ούτως οίκαδε έπανήλθε, πληρούσα το παρα του Δεσπότου ειρημένον Το ύδωρ, ο έγώ δώσω, γενήσεται έν αύτω πηγή υδατος αλλομένου εις ζωήν αιώνιον. Έμφορηθείσα γαρ αυτη τής θείας έκείνης καί πνευματικής πηγής, ού κατέσχεν είσω τα νάματα, άλλ' ύπερβλύζουσα, ώς ειπείν, έκχέει καί εις τους τήν πόλιν οικοΰντας τής παρασχεθείσης αύτή δωρεάς το χάρισμα, καί κήρυξ έγένετο άθρόον ή γυνή, ή Σαμαρείτις, ή άλλόφυλος. Είδετε οσον έστί ψυχής εύγνωμοσύνη, είδετε Δεσπότου φιλανθρωπίαν, οπως ούδενος ύπερορα, άλλα καν έν γυναικί, καν έν πενία, καν οπου δήποτε ευρη διεγηγερμένην ψυχήν καί ζέουσαν, παραχρήμα τήν παρ' έαυτοΰ χάριν έπαφίησι. 

Read More ->>

4 ΟΜΙΛΙΑ ΜΕ΄ .Καί έκίνησεν έκεΐθεν Άβρααμ εις γην προς Λίβα

0 σχόλια

ioannis

Ιωάννης Χρυσόστομος Ομιλίαι είς τήν Γένεσιν
Τόμος 54

4 ΟΜΙΛΙΑ ΜΕ΄ .Καί έκίνησεν έκεΐθεν Άβρααμ εις γην προς Λίβα,καί ώκησεν άνα μέσον Κάδης, καί άνα μέσονΣούρ, καί παρλωκησεν έν Γεράροις.

α. Χαίρω ορων ύμας συντρέχοντας έπί τήν άκρόασιν, καί μετα πολλης της ήδονης δεχομένους τήν παρ' ήμων διδασκαλίαν· καί δια τοΰτο καί αυτος μετα πλείονος της προθυμίας καθ' εκάστην ήμέραν ύμΐν τήν πτωχήν ήμων ταυτην καί ευτελη τράπεζαν παρατιθέναι σπουδάζω.
Η γαρ έπιτεταμένη ύμων ορεξις άποκρυπτει της τραπέζης τήν εύτέλειαν, και τα μικρά μεγάλα ποιεί φαίνεσθαι. Τούτο καί έπί των αισθητών έδεσμάτων εστιν ιδείν. Ώσπερ γάρ ο κεκορεσμένους λαβών τους δαιτυμόνας, καν μεγάλα καί πολυτελή παραθη τά έδέσματα, ο τών έστιωμένων κόρος ύποτέμνεται τών παρατεθέντων τήν πολυτέλειαν, καί τά μεγάλα πολλάκις ούδενος άξια λόγου φαίνεται, διά το μή μεθ' ήδονης προσβάλλειν αύτοίς τους έστιωμένους· ούτως ο πεινώντας και ορεξιν έχοντας παραλαβών τους έστιάσθαι μέλλοντας, καν εύτελη παραθη τήν τράπεζαν, μεγάλη αύτή φανείται, της προθυμίας τών έστιωμένων μετά πολλης ήδονης καταναλισκόντων τά παρατιθέμενα. 

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |