Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52
Μʹ. Ἀσυγκριτίᾳ.
Οἶδα ὅτι ἐν πολλῇ θλίψει καθέστηκας νῦν. Ἀλλ' ὥσπερ τοῦτο οἶδα, οὕτως κἀκεῖνο ἐπίσταμαι, ὅτι πολύς σε ἐκ τῶν θλίψεων τούτων ἀναμένει μισθὸς, καὶ μεγάλη ἀμοιβὴ καὶ ἀντίδοσις κεῖται. Εἰ γὰρ καὶ ἀθυμία, ἀλλὰ τὴν ψυχὴν ὠφελοῦσα, καὶ πολλὰ τὰ βραβεῖα προξενοῦσα. Ταῦτ' οὖν εἰδυῖα καὶ λογιζομένη, μεγίστην ἐντεῦθεν καρποῦ τὴν παράκλησιν, μὴ τὸ ὀδυνηρὸν μόνον ὁρῶσα τῶν θλίψεων, ἀλλὰ καὶ τὸ ἐκ τούτων συναγόμενον κέρδος· καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγιείας τῆς σῆς. Ἐπεὶ καὶ νῦν οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, ἀκούσαντές σε ἀῤῥωστεῖν. ∆ιὸ καὶ σφόδρα ἐπιζητοῦμεν μανθάνειν μετὰ πολλοῦ τοῦ τάχους, εἰ ῥᾷόν σοι διετέθη τὰ τῆς ἀῤῥωστίας, ὥστε τῆς ἐπὶ ταύτῃ φροντίδος ἀνεθῆναι.
ΜΑʹ. Βαλεντίνῳ.
Τρίτην πέμπω ταύτην ἐπιστολὴν, οὐδεμίαν αὐτὸς δεξάμενος παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς. Ἀλλ' ὅτι μὲν μετὰ πολλῆς τῆς εὐφροσύνης ἐδέξω ἡμῶν τὰ γράμματα, καὶ τὸν ἐγχειρίσαντα ταῦτα τῆς σοι προσηκούσης ἐποίησας ἀπολαῦσαι τιμῆς, καὶ τὰ παρὰ σαυτοῦ πάντα εἰσήνεγκας, ἐν οἷς ἐδεῖτό σου τῆς δυνάμεως, ἔγνωμεν, καὶ οὐδὲν ἡμᾶς τούτων ἔλαθεν· ἐπιστολὴν δὲ οὐδεμίαν ἐκομισάμεθα. Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν οὐ σφόδρα γενναίων ὁ σιωπήσας τοσοῦτον, ἐνομίσαμεν ἂν αὐτῷ πρόφασιν εἰς ἀπολογίαν εἶναι τῶν πραγμάτων τὸν ὄχλον. Ἐπειδὴ δέ σου τὸ ὑψηλὸν τῆς σῆς διανοίας ἴσμεν, τὸ θερμὸν τῆς ἀγάπης, τὸ γνήσιον, τὸ εἰλικρινὲς, τὸ διαρκὲς, τὸ μόνιμον, οὐκ ἂν δεξαίμεθα ταύτην ἀπολογίαν, οὐδ' αὖ τὸ μὴ ἐκεῖσε διατρίβειν σου τὴν θαυμασιότητα· καὶ γὰρ καὶ τοῦτο ἔγνωμεν. Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πολιορκίᾳ χαλεπῇ, καὶ μυρίοις περιεστοιχίσμεθα δεινοῖς, ἀλλ' ὅμως οὐ παυόμεθα μεριμνῶντες τὴν σὴν θαυμασιότητα· καὶ καθ' ἑκάστην πυνθανόμεθα ἐν τίσιν ὁρμᾷ τὰ σά. Ἵν' οὖν μὴ παρ' ἑτέρων, ἀλλὰ καὶ παρὰ τῆς γλυκείας καὶ ποθεινοτάτης ἡμῖν διαθέσεως ταῦτα μανθάνωμεν, γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς· καὶ τὸ πᾶν ἀπειλήφαμεν, ἢν δεξώμεθα ἐπιστολὰς ταῦτα φερούσας ἡμῖν τὰ εὐαγγέλια
ΜΒʹ. Κανδιδιανῷ.
Πολὺ τῆς ὁδοῦ τὸ μέσον τὸ διεῖργον ἡμᾶς, ἀλλ' οὐδὲ ὁ χρόνος βραχὺς, ἐξ οὗ τῆς θαυμασιότητος ἐχωρίσθημεν τῆς σῆς· καὶ τῶν πραγμάτων δὲ πολὺς ὁ περιεστὼς ἡμᾶς ὄχλος, ἐρημία χωρίου χαλεπωτάτη, πολιορκία ἀφόρητος, ἔφοδοι, καταδρομαὶ λῃστῶν, ἑτέρα στενοχωρία, ἡ τοῦ σώματος ἀῤῥωστία. Ἀλλ' ὅμως οὐδὲν τούτων ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν σὴν πεποίηκεν, ἀλλ' ἀκμάζουσαν αὐτὴν καὶ ἀνθοῦσαν διατηροῦμεν, ἐπὶ διανοίας σε περιφέροντες, ὅπουπερ ἂν ὦμεν, καὶ ἄληστόν σου τὴν μνήμην ἔχοντες, καὶ τὸ εὐγενές σου τῆς ψυχῆς, τὸ ἐλευθέριον, τὸ ἄτρεπτον, τὸ ἀκλινὲς τῆς γνησίας ἀγάπης, τὸ θερμὸν τῆς διαθέσεως ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ. Οὕτως ἐνταῦθα διάγομεν, μεγίστην παραμυθίαν τῆς τοσαύτης ἐρημίας τὴν μνήμην τῶν σῶν κατορθωμάτων ἔχοντες. Γράφε δὴ καὶ αὐτὸς ἡμῖν συνεχῶς, δέσποτά μου θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος. Οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα καὶ γὰρ περισπούδαστον ἡμῖν περὶ ταύτης μανθάνειν, καὶ ὅτι διπλῆν καρπωσόμεθα τὴν εὐφροσύνην, τῷ τε ἐπιστέλλειν αὐτὸν, τῷ τε τοιαῦτα δέχεσθαι ἡμᾶς γράμματα παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς.
ΜΓʹ. Βασσιανῇ.
Αὐτὴ μὲν μακρὸν ἐσίγησας χρόνον, καὶ ταῦτα ἔχουσα τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον Θεόδοτον τὸν διάκονον, δυνάμενον ῥᾳδίως εὑρίσκειν τοὺς ἐκεῖθεν ἐνταῦθα ἀφικνουμένους. Ἡμεῖς δὲ οὐδὲ ἐντεῦθεν ὑποπτεύομέν σου τὴν ἀγάπην, ὡς ῥᾳθυμοτέραν γεγενημένην περὶ ἡμᾶς· πολλὴν γὰρ αὐτῆς πεῖραν, καὶ διὰ πολλῶν εἰλήφαμεν, καὶ ἔγνωμεν αὐτῆς τὸ λαμπρὸν καὶ εἰλικρινὲς, τὸ γνήσιον καὶ ἀπερίτρεπτον. ∆ιὸ κἂν γράφῃς, κἂν σιγᾷς, ὁμοίως διακείμεθά σου περὶ τὴν εὐγένειαν, καὶ θαῤῥοῦμεν περὶ τῆς διαθέσεως τῆς σῆς, ὡς ἀκεραίου καὶ ἀκραιφνοῦς μενούσης. Ἀλλ' ὅμως καὶ οὕτω διακείμενοι, σφόδρα βουλόμεθα συνεχῆ δέχεσθαι γράμματα παρ' ὑμῶν, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγιείας τῆς ὑμετέρας, καὶ τοῦ οἴκου ὑμῶν παντός. Ἐπειδὴ καὶ σφόδρα ταύτης ἐπιθυμοῦμεν καὶ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα. Ταῦτα οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, χαρίζου τὴν χάριν ἡμῖν ταύτην, κούφην τε οὖσαν καὶ ῥᾳδίαν, καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν παραμυθίαν.
Μ∆ʹ. Θεοδότῳ διακόνῳ.
Οἶδα καὶ αὐτὸς, ὅτι οὐκ ἂν ἡμῖν διὰ γραμμάτων συνεγένου, εἰ διὰ παρουσίας ἐξῆν· ἀλλὰ πάντα ἀφεὶς μεθ' ἡμῶν ἔμελλες εἶναι, εἰ μὴ κώλυμα ἦν, καὶ κώλυμα μέγιστον, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ τῶν πραγμάτων ἡ δυσκολία, καὶ τῶν ἐνταῦθα ἡ καθ' ἑκάστην ἡμέραν ἐπιτεινομένη πρὸς τὸ χεῖρον ἐρημία. Καὶ οὐδὲν δέομαι τοῦτο παρὰ σοῦ μανθάνειν. Ἐπειδὴ γὰρ ἔγνων ἅπαξ, ὅτι σφοδρὸς ἡμῶν ἐραστὴς εἶ, ἔγνων καὶ τοῦτο καλῶς. Ἡμεῖς μὲν οὖν, καὶ μὴ ἀναμνήσαντός σου, πρὸς πάντας ἂν ἐπεστάλκαμεν· ἐθαυμάσαμεν δέ σε καὶ ταύτης τῆς περὶ ἡμᾶς φιλοστοργίας, ὅτι καὶ τῷ τέλει τῆς ἐπιστολῆς παράκλησιν ὑπὲρ τούτου προσέθηκας. Τοῦτο γὰρ ψυχῆς σφόδρα μεριμνώσης τὰ ἡμέτερα, φροντιζούσης, κηδομένης, γνησίως ἀγαπᾷν ἐπισταμένης. Τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπέσταλκα· ἐπειδὴ δὲ καὶ τῇ κυρίᾳ μου Καρτερίᾳ πρώην ἦμεν ἐπεσταλκότες, ἔγνωμεν δὲ αὐτὴν μὴ διατρίβειν ἐκεῖσε, ἀλλὰ μακρὰν ὁδὸν ἀποδεδημηκέναι· εἰ μὲν οἷόν τε ἐκπεμφθῆναι τὰ γράμματα τὰ ἡμέτερα ἐκεῖ, καὶ τοῦτο γενέσθω, ἐὰν δοκιμάσῃς· εἰ δὲ μὴ δυνατὸν, τοῖς γοῦν κυρίοις μου τιμιωτάτοις καὶ εὐγενεστάτοις τοῖς περὶ Μαρκελλιανὸν συντυχὼν διαλέχθητι, ὥστε αὐτῇ εἴ ποτε ἐπιστέλλοιεν, ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὡς οὐκ ἐῤῥᾳθυμηκότων, οὐδὲ τὸν μεταξὺ χρόνον σεσιγηκότων, ἀλλ' ὑπὸ τῆς μακρᾶς αὐτῆς ἀποδημίας κωλυθέντων συνεχέστερον ἐπιστέλλειν πρὸς αὐτήν.
ΜΕʹ. Συμμάχῳ πρεσβυτέρῳ.
Οὐδὲν καινὸν οὐδὲ ἀπεικὸς τεθλιμμένην ὁδεύοντα ὁδὸν στενοχωρεῖσθαι. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, πόνων γέμει καὶ ἱδρώτων, ἐπιβουλῶν καὶ κινδύνων. Ἀλλ' ἡ μὲν ὁδὸς τοιαύτη· τὰ δὲ ἐντεῦθεν στέφανοι, βραβεῖα, τὰ ἀπόῤῥητα ἀγαθὰ, καὶ τέλος οὐκ ἔχοντα. Τούτοις τοίνυν σαυτὸν παρακάλει· καὶ γὰρ καὶ ἡ ἄνεσις καὶ ἡ θλίψις ἡ τοῦ παρόντος παροδεύεται βίου, καὶ αὐτῷ τῷ βίῳ συγκαταλύεται. Μηδὲν οὖν μηδὲ ἐκείνων φυσάτω, μηδὲ τούτων ταπεινούτω καὶ συστελλέτω. Ὁ γὰρ ἄριστος κυβερνήτης οὔτε ἐν γαλήνῃ χαυνοῦται, οὔτε ἐν χειμῶνι ταράττεται. Ταῦτ' οὖν εἰδὼς παρακάλει σαυτὸν, καὶ παραμυθίαν ἐντεῦθεν καρποῦ τὴν μεγίστην. Γράφε συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Εἰ γὰρ καὶ πολλῷ τῷ μήκει τῆς ὁδοῦ διειργόμεθα, καὶ πολύν σου τῆς ἐμμελείας ἀπελείφθημεν χρόνον, ἀλλ' οὐ τῆς ἀγάπης, ἀλλ' ἄληστον αὐτὴν ἀεὶ περιφέρομεν καὶ ἀκμάζουσαν, ὅπουπερ ἂν ὦμεν ἐπείπερ τοιαύτη τοῦ φιλεῖν γνησίως ἡ φύσις.
Μς ʹ. Ῥουφίνῳ.
Ἐβουλόμην μὲν συνεχέστερον ἐπιστέλλειν σου τῇ εὐλαβείᾳ, ἐπειδή σε φιλῶ, καὶ σφόδρα φιλῶ, δέσποτά μου αἰδεσιμώτατε καὶ εὐλαβέστατε· καὶ ἀμφότερα ταῦτα οἶσθα καὶ αὐτός. Ἀλλ' ἐπειδὴ τὸ μὲν ἐν ἡμῖν κεῖται, τὸ δὲ οὐκ ἐν ἡμῖν· τοῦ μὲν γὰρ φιλεῖν ἡμεῖς κύριοι, τοῦ δὲ συνεχῶς ἐπιστέλλειν οὐκ ἔτι, διά τε τῆς ὁδοῦ τὴν δυσκολίαν, καὶ τοῦ ἔτους τὴν ὥραν· ἐκεῖνο μὲν διηνεκῶς ποιοῦμεν, τοῦτο δὲ ἡνίκα ἂν ἐξῇ· μᾶλλον δὲ καὶ τοῦτο διηνεκῶς ποιοῦμεν. Εἰ γὰρ καὶ μὴ μέλανι μηδὲ χάρτῃ συνεχῶς ἐπιστέλλομεν, ἀλλὰ γνώμῃ καὶ διανοίᾳ· τοιοῦτον γὰρ τὸ φιλεῖν γνησίως.
ΜΖʹ. Ναμαίᾳ.
Τί περιέρχῃ ἀπολογίαν ζητοῦσα, καὶ συγγνώμην αἰτοῦσα ὑπὲρ ὧν ἡμεῖς σε στεφανοῦμεν καὶ ἀνακηρύττομεν, ὅτι μὲν ἔγραψας, ἀποδεχόμενοι, ὅτι δὲ ὀψὲ καὶ βραδέως, ἐγκαλεῖν ἔχοντες; Ὥστε εἰ νομίζεις μεγάλα τετολμηκέναι τῷ γράψαι, τοῦτο ἀφεῖσα πρὸς τὸ ἔγκλημα τῆς βραδύτητος μελέτα, καὶ συντίθει τὴν ἀπολογίαν. Καὶ γὰρ ὅσῳπερ ἂν λέγῃς καὶ παρόντας καὶ ἁπόντας ἠγαπηκέναι γνησίως, τοσούτῳ μειζόνως αὔξεις τὴν κατηγορίαν. Εἰ μὲν γὰρ ἁπλῶς τῶν περὶ ἡμᾶς διακειμένων ἦσθα, οὐδὲν ἀπεικὸς μακρὸν χρόνον οὕτω σιγῆσαι· ἐπειδὴ δὲ οὕτω γνησίαν καὶ θερμὴν περὶ ἡμᾶς ἐπιδεδεῖχθαι ἀγάπην ἔφης, ὡς μηδὲ ἂν ἐλθεῖν παραιτήσεσθαι ὁδὸν οὕτω χαλεπὴν, καὶ φόβῳ λῃστῶν τοσούτων πολιορκουμένην, εἰ μὴ τὰ τῆς ἀῤῥωστίας διέκοπτεν, ἕν σοι λοιπὸν ἀπολογίας λείπεται εἶδος, τὸ νιφάδας ἡμῖν πέμπειν γραμμάτων, δυναμένων τὴν ἐκ τῆς μακρᾶς σιγῆς παραμυθήσασθαι αἰτίαν. Τοῦτο δὲ ποίει, καὶ τὸ πᾶν ἀπειλήφαμεν. Ἐπειδὴ καὶ αὕτη χρονία ἐλθοῦσα ἡ ἐπιστολὴ, ἐπειδὴ θερμῆς ἔπνει τῆς ἀγάπης, καὶ τοῦ παρελθόντος χρόνου τὸ χρέος ἀπέτισεν. Πλὴν ἀλλ' αἱ λοιπαὶ μὴ μιμείσθωσαν τὴν ταύτης βραδυτῆτα. Οὕτω γὰρ καὶ αὕτη δυνήσεται δεῖξαι ὅτι οὐ δι' ὄκνον, ἀλλὰ διὰ δέος μάταιον, καθὼς καὶ αὐτὴ ἔφης, χρονία παραγέγονεν, εἰ αἱ λοιπαὶ μετὰ τάχους καὶ πολλῆς παραγένοιντο τῆς συνεχείας ἡμῖν.
ΜΗʹ. Ἀραβίῳ.
Οἶδά σου τὴν ἀγάπην, οἶδά σου τὸ φίλτρον τὸ θερμὸν, τὸ γνήσιον, τὸ εἰλικρινὲς, τὸ διαρκὲς, καὶ ὡς οὔτε δυσκολία πραγμάτων, οὔτε ὄχλος φροντίδων, οὔτε περιστάσεων πλῆθος, οὔτε χρόνου μῆκος, οὔτε ὁδοῦ διάστημα δύναται ταύτην ἀμαυροτέραν ποιῆσαι. ∆ιὰ τοῦτο καὶ σφόδρα ἐπιθυμῶ συνεχῶς δέχεσθαι γράμματα παρὰ τῆς εὐγενείας τῆς σῆς, εὐαγγελιζόμενα ἡμᾶς περὶ τῆς ὑγιείας τῆς σῆς. Κἂν ἐγκαλῶμεν, οὐχ ὡς ῥᾳθυμοῦντι ἐγκαλοῦμεν, ἀλλ' ὡς πλειόνων ἐρῶντες ἐπιστολῶν τοιούτων. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου τιμιώτατε καὶ εὐγενέστατε, δίδου ταύτην ἡμῖν τὴν χάριν, κούφην τε οὖσαν καὶ εὔκολον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν εὐφροσύνην.
ΜΘʹ. Ἀλφίῳ.
Ἐγὼ μὲν ἐβουλόμην συνεχέστερον ἐπιστέλλειν, ἡ δὲ τῶν γραμματηφόρων σπάνις οὐκ ἀφίησι τὴν ἐπιθυμίαν ταύτην εἰς ἔργον ἐλθεῖν· καὶ γὰρ ἡ τοῦ χωρίου τούτου ἐρημία, καὶ ὁ τῶν Ἰσαύρων φόβος, καὶ ἡ τοῦ χειμῶνος σφοδρότης οὐκ ἐπιτρέπει συνεχῶς τινας ἡμῖν ἐπιχωριάζειν. Ἀλλ' ὅμως, καὶ γράφοντες καὶ σιγῶντες, τὴν αὐτὴν ἀεὶ περὶ σὲ διάθεσιν τηροῦμεν, τὴν προθυμίαν σου καὶ τὴν σπουδὴν μανθάνοντες, ἣν ὑπὲρ τῆς ὠφελείας τῆς σῆς ἔχεις ψυχῆς, τούς τε ἐν εὐλαβείᾳ ζῶντας ἀναπαύειν ἐσπουδακὼς, καὶ τὴν καλὴν ταύτην πραγματευόμενος πραγματείαν. Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, συνεχῶς ἡμῖν ἐπίστελλε τὰ περὶ τῆς σῆς ὑγιείας, καὶ τοῦ οἴκου σου παντός. Οὕτω γὰρ καὶ ἐν ἐρημίᾳ ὄντες πολλὴν ἔξομεν τὴν εὐφροσύνην, εἰ τοιαῦτα παρὰ τῆς σῆς τιμιότητος δεχόμεθα γράμματα
Νʹ. ∆ιογένει.
Τὸ γνήσιόν σου τῆς ἀγάπης τῆς περὶ ἡμᾶς ᾔδειμεν μὲν καὶ ἔμπροσθεν, πολλῷ δὲ πλέον ἔγνωμεν νῦν, ὅτε τοσοῦτον τοῦ χειμῶνος ἀρθέντος, οὐ μόνον οὐδὲν ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ σπουδαιότερος περὶ ἡμᾶς γεγονὼς, μείζω τὴν στοργὴν ἐνεδείξω. ∆ιὰ ταῦτά σε θαυμάζομεν, διὰ ταῦτα καθ' ἑκάστην ἡμέραν ἀνακηρύττοντες οὐ παυόμεθα. Τὸν μὲν γὰρ ἄφατον τούτων μισθὸν λήψῃ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τοὺς ἀγαθόν τι ποιοῦντας, ἢ λέγοντας. Ἡμεῖς δέ σε οἷς ἔχομεν ἀμειβόμεθα, θαυμάζοντές σε, ἐπαινοῦντες, μακαρίζοντες οὐ διαλιμπάνομεν, φιλοῦντες, αἰδούμενοι, τιμῶντες, ἐν διανοίᾳ πανταχοῦ περιφέροντες, ἡνωμένοι σοι καὶ συνδεδεμένοι τῷ τῆς ἀγάπης νόμῳ. Ὅτι γάρ σου τῶν σφοδροτάτων ἀεὶ γεγόναμεν ἐραστῶν, οἶσθα καὶ αὐτὸς σαφῶ, δέσποτά μου αἰδεσιμώτατε καὶ θαυμασιώτατε. ∆ιὸ παρακαλῶ τῶν ἀποσταλέντων ἕνεκα μηδὲν ἀλγῆσαι πρὸς ἡμᾶς. Τρυγήσαντες γὰρ καὶ καρπωσάμενοι τὴν ἐξ αὐτῶν τιμὴν, αὐτὰ ἀπεστάλκαμεν οὐκ ἐξ ὀλιγωρίας, οὐδὲ ἐκ τοῦ μὴ θαῤῥεῖν σου τῇ εὐγενείᾳ, ἀλλὰ διὰ τὸ μὴ καθεστάναι ἐν χρείᾳ. Ὃ δὴ καὶ ἐφ' ἑτέρων πολλῶν πεποιήκαμεν. Καὶ γὰρ καὶ ἕτεροι πολλοὶ καὶ τῆς σῆς εὐγενείας ἄξιοι, καὶ σφόδρα ἡμῶν ἐκκαιόμενοι, ὡς ἔξεστί σου τῇ θαυμασιότητι μανθάνειν, τὸ αὐτὸ δὴ τοῦτο πεποιήκασι, καὶ ἤρκεσε πρὸς αὐτοὺς ἡμῖν αὕτη ἡ ἀπολογία, ἣν καὶ αὐτὸν προσέσθαι παρακαλοῦμεν. Εἰ γὰρ δὴ κατασταίημεν ἐν χρείᾳ, μετὰ πολλῆς ἀπαιτήσομεν, καθάπερ ἐξ ἰδίων, μετὰ πλείονος τῆς παῤῥησίας, καὶ τοῦτο ὄψει διὰ τῆς πείρας αὐτῆς. ∆εξάμενος τοίνυν αὐτὰ, φύλαττε μετὰ ἀκριβείας, ἵν' εἴποτε καιρὸς καλέσειεν, μετὰ τοῦ θαῤῥεῖν αὐτὰ ἀπαιτήσωμεν παρὰ τῆς σῆς θαυμασιότητος. ΝΑʹ. Τῷ αὐτῷ. Μετὰ τὸ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἰδὼν τὸν τιμιώτατον καὶ εὐλαβέστατον Ἀφραάτην προσηλωμένον ἡμῖν, καὶ οὐκ ἀνεχόμενον οὔτε ἀπᾶραι ἐντεῦθεν, καὶ ἀπειλοῦντα μήτε γράμματα δέχεσθαι παρ' ἡμῶν, εἰ μὴ ἀπολάβοιμι τὰ ἀποσταλέντα, ἐπέθηκα τύπον τῷ πράγματι σφόδρα κεχαρισμένον τῇ εὐγενείᾳ σου, καὶ ἀναπαύοντά σου τὴν ἐμμέλειαν, ὃν παρ' αὐτοῦ μαθὼν, κέλευσον διάκονον γενέσθαι τῆς καλῆς ταύτης οἰκονομίας. Οἶσθα γὰρ ἡλίκον ἔσται τοῦ πράγματος τὸ κέρδος καὶ διὰ τῆς παρουσίας τούτου τῆς εἰς τὴν Φοινίκην, καὶ διὰ τῆς φιλοτιμίας τῆς σῆς μεγαλοπρεπείας. Καὶ ἀμφοτέρων τούτων αὐτὸς λήψῃ τὸν μισθὸν, ἅτε τοσαύτην δαψίλειαν ἐπιδεικνύμενος περὶ τοὺς ἐν Φοινίκῃ κατηχοῦντας τοὺς Ἕλληνας, καὶ περὶ τὴν οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐσπουδακότας, καὶ ἄνδρα τοιοῦτον ἀναστήσας, καὶ πέμψας εἰς παράκλησιν αὐτῶν, καὶ μάλιστα νῦν ἐν τοσαύτῃ δυσκολίᾳ καθεστηκότων, καὶ παρὰ πολλῶν πολεμουμένων. Ἐννοήσας τοίνυν τοῦ κατορθώματος τὸν ὄγκον, μὴ ἀφῇς μηδὲ μικρὸν αὐτὸν ἀναβάλλεσθαι, ἀλλ' ἀμελλητὶ τῆς ὁδοῦ ταύτης ἅψασθαι παρασκεύασον, πολλὴν σαυτῷ διὰ τῆς καλῆς ταύτης σπουδῆς, δέσποτά μου θαυμασιώτατε, προαποτιθέμενος παρὰ τῷ φιλανθρώπῳ Θεῷ τὴν ἀμοιβήν.
ΝΒʹ. Ἀδολίᾳ.
Ὅτι μὲν ἠῤῥώστησας, ἔγνωμεν, καὶ ὅτι χαλεπῶς ἠῤῥώστησας, καὶ πρὸς αὐτὰς ἦλθες τοῦ θανάτου τὰς πύλας· ἀλλὰ καὶ ὅτι ἀνήνεγκας ἐκ τῆς ἀῤῥωστίας, καὶ τοῦ κινδύνου λοιπὸν ἀπαλλαγεῖσα πρὸς ὑγείαν ὁδεύεις. Ἀλλ' οὐ παρὰ τῶν σῶν γραμμάτων ἔμαθόν τι τούτων, διὸ καὶ σφόδρα ἤλγησα· ἀλλ' ἑτέρωθεν, καὶ παρ' ἑτέρων. Πλὴν ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν τὸ τῆς ἀῤῥωστίας ἀπηλλάχθαι σου τὴν εὐλάβειαν. Οὐ μὴν, ἐπειδὴ ἀρκεῖ, πράως φέρομεν τὴν μακράν σου ταύτην σιγήν. Ἐβουλόμεθα γὰρ, καθάπερ καὶ αὐτὴ οἶσθα, καὶ παραγενομένην ἐνταῦθα ἰδεῖν. Καὶ γὰρ εἰ μὴ ἀῤῥωστία παρενέπεσε, τὸ κωλύον οὐδὲν ἦν. Ὅ τε γὰρ χειμὼν ὁ ἐνταῦθα ἔαρ ἡμερώτατον τέως μιμεῖται, τῶν τε Ἰσαύρων ἡ Ἀρμενία ἀπήλλακται. Ἀλλ'ὅμως οὐδὲν ἀναγκάζομεν, οὐδὲ βιαζόμεθα μὴ βουλομένην ὑπὲρ τῆς ἐνταῦθα παρουσίας. Ἀλλ' ὅπερ οὔτε Ἰσαύρων φόβος, οὔτε χειμῶνος σφοδρότης, οὔτε ὁδοῦ ταλαιπωρία, οὔτ' ἄλλο οὐδὲν κωλύει, τοῦτο αἰτοῦμεν συνεχῶς ἡμῖν ὑπάρχειν τὰ γράμματα, τὰ τῆς θερμῆς σου καὶ γνησίας διαθέσεως. Ἢν γὰρ τούτων ἀπολαύωμεν συνεχῶς, ἀπαγγελλόντων ἡμῖν τὰ περὶ τῆς ὑγιείας καὶ εὐθυμίας τῆς σῆς, οὐ τὴν τυχοῦσαν καὶ ἐντεῦθεν καρπωσόμεθα παραμυθίαν. Ἐννοοῦσα τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν, μὴ κατόκνει τοῦτο ποιεῖν. Οἶσθα γὰρ ὅπως ἀντεχόμεθά σου τῆς εὐγενείας, καὶ ὅσην ἀεὶ περὶ τὴν σὴν ἐμμέλειαν ἐπεδειξάμεθα τὴν ἀγάπην. ΝΓʹ. Νικολάῳ πρεσβυτέρῳ. Σφόδρα ἡμᾶς ἀνεπτέρωσας, καὶ πολλῆς ἐνέπλησας τῆς ἡδονῆς, δηλώσας ὅτι σοι πολλὴ φροντὶς τῆς Φοινίκης ἐστὶ, καὶ ἐκ τοσούτου καθήμενος διαστήματος, διὰ γραμμάτων ἀλείφεις τοὺς αὐτόθι, ζῆλον πληρῶν ἀποστολικόν. ∆ιὰ ταῦτά σε θαυμάζοντες καὶ μακαρίζοντες οὐ διαλιμπάνομεν, ὅτι καὶ πρότερον τοὺς μοναχοὺς ἔπεμψας, καὶ ὅτι νῦν, ἐν πραγμάτων δυσκολίᾳ τοσαύτῃ, οὐ μόνον αὐτοὺς οὐκ ἀπήγαγες, ἀλλὰ καὶ μένειν αὐτοὺς ἐκέλευσας, ἀρίστου κυβερνήτου καὶ ἰατροῦ γενναίου πρᾶγμα ποιῶν. Καὶ γὰρ ἐκείνων ἕκαστος, ὁ μὲν ὅταν ἴδῃ τὰ κύματα ἐγειρόμενα, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν σπουδήν· ὁ δὲ ὅταν τὸν πυρετὸν ἐπὶ μείζονα φλόγα διεγερθέντα, τότε πολλῇ κέχρηται τῇ τέχνῃ· καὶ αὐτὸς τοίνυν, κύριέ μου τιμιώτατο καὶ εὐλαβέστατε, ἄξια τῆς σαυτοῦ πεποίηκας ἀρετῆς, ὅτε τὰ πράγματα εἶδες νοσοῦντα καὶ στασιάζοντα, τότε μάλιστα ἐπιθέμενος τοῖς ἐκεῖσε διατρίβουσιν, ὥστε μὴ λειποτακτῆσαι, ἀλλ' ἐπιμεῖναι, καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν. Τὰ σαυτοῦ τοίνυν μιμούμενος, τόν τε κύριόν μου τὸν τιμιώτατον Γερόντιον τὸν πρεσβύτερον, εἰ ῥᾷον σχοίη, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπανέλθοι, εὐθέως κατέπειξον τῆς ἐκεῖ ἅψασθαι ὁδοῦ. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν ἡμεῖς καὶ ἐνταῦθα παραγενόμενον ἰδεῖν· ἀλλ' ἐπειδὴ καὶ ταχύτητος καὶ πολλῆς δεῖται τῆς ἀγρυπνίας τὰ ἐκεῖσε πράγματα, ὥστε μὴ πολὺν ἐν τῇ ὁδῷ διατριβῆναι χρόνον, καὶ τὸν χειμῶνα ἐπιστάντα ἀποκλεῖσαι αὐτῷ τὴν ὁδὸν, παρακαλοῦμέν σου τὴν τιμιότητα αὐτόν τε ῥαΐσαντα ἐπεῖξαι ἀπελθεῖν, τόν τε γλυκύτατον καὶ ποθεινότατον Ἰωάννην τὸν πρεσβύτερον παρασκευάσαι συνεφάψασθαι τῆς ἀποδημίας αὐτῷ. Οἶσθα γὰρ καὶ αὐτὸς ὅτι νῦν μάλιστα τὰ αὐτόθι πολλῶν δεῖται τῶν διορθωσομένων, ὅσῳ ἐπὶ μεῖζον εἶρψε τὰ κακά. Τοῦτ' οὖν ἐννοῶν, καὶ εἰδὼς ἡλίκον ἐστὶ σωτηρία ψυχῆς, καὶ οἷα κατώρθωταί σου τῇ τιμιότητι διὰ τῆς ἔμπροσθεν σπουδῆς, πάντα ποιῆσαι καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, παρακλήθητι, ὥστε τὰ διορθωθέντα μεῖναι ἀκίνητα, ἑτέραν τε αὐτοῖς πολλῷ πλείονα γενέσθαι προσθήκην. Αὐτὸς μέντοι τῶν ἐνταῦθα ἐλθόντων οὐκ ἔλαττον ἡμᾶς εὔφρανας· τῇ μὲν γὰρ γνώμῃ καὶ παραγέγονας, καὶ τοῖς τῆς ἀγάπης σε ὀφθαλμοῖς καὶ μὴ παρόντα σωματικῶς ἡμεῖς καθ' ἑκάστην ὁρῶμεν τὴν ἡμέραν, ἐπὶ τῆς διανοίας πανταχοῦ περιφέροντες. Ἔσται δὲ ἴσως καὶ ἡ κατ' ὄψιν ἡμῖν συντυχία, ὅταν ὁ καιρὸς ἐπιτρέπῃ. Ὡς νῦν γε καὶ ἡμεῖς, καίτοι σφόδρα ἐπιθυμοῦμεν ἰδεῖν τὴν ἀγάπην σου, καὶ περιπτύξασθαι, ἀναγκαίαν εἶναι νομίζομεν τὴν αὐτόθι σου μονήν. Εὖ γὰρ οἶδ' ὅτι οὐ παύσῃ πάντα ποιῶν καὶ πραγματευόμενος, ὥστε ἐμπλῆσαι τὴν Φοινίκην γενναίων ἀνδρῶν, καὶ τούς τε ἐκεῖ μεμενηκότας στηρίζων ἐπὶ πλέον, ὥστε μὴ ἀφέντας τὰ αὐτόθι ἐπανελθεῖν, τούς τε πλησίον ὄντας ἀναζητῶν, καὶ μετὰ πολλῆς ἐκπέμπων προθυμίας, πᾶσί τε κέρδος γινόμενος μέγιστον τοῖς τε ἐγγὺς, τοῖς τε μακρὰν, καὶ τὴν τῶν ἀρωμάτων μιμούμενος φύσιν, ἅπερ οὐ τὸν τόπον μόνον τὸν ὑποδεχόμενον αὐτὰ, ἀλλὰ καὶ τὸν ἀφεστηκότα ἀέρα πολλῆς ἐμπίμπλησι τῆς εὐωδίας.
Ν∆ʹ. Γεροντίῳ πρεσβυτέρῳ.
Καὶ ἤδη μὲν ἐπέσταλκά σου πρὸς τὴν εὐλάβειαν, νομίσας σε ἐν Φοινίκῃ εἶναι, καὶ νῦν δὲ ἐπιστέλλω ταὐτὰ ἅπερ καὶ ἔμπροσθεν, ὅτι νῦν μάλιστα πάντα δεῖ ποιεῖν καὶ πάσχειν, ὥστε μὴ καταλιπεῖν ἔρημον τὴν καλὴν ὑμῶν γεωργίαν, μηδὲν ἀφεῖναι διαφθαρῆναί τινα τῶν ἤδη κατορθωθέντων. Καὶ γὰρ καὶ ποιμένες ὅταν ἴδωσι πολλὴν πάντοθεν τοῖς προβάτοις ἐπιτιθεμένην λύμην, τότε μάλιστα ἀγρυπνοῦσι καὶ διεγείρονται, καὶ σφενδόνην μεταχειρίζουσι, καὶ τῇ ἄλλῃ κέχρηνται τέχνῃ, ὥστε πᾶσαν τῆς ἀγέλης ἀπελάσαι βλάβην. Εἰ γὰρ πρόβατα ἄλογα πεπιστευμένος ὁ Ἰακὼβ, ἔτη δεκατέσσαρα διετέλεσε δουλεύων, καὶ θάλπει καὶ ψύχει ταλαιπωρούμενος, καὶ ἀγρυπνίᾳ πολλῇ, καὶ τὴν ἐσχάτην θητείαν ἐθήτευσεν, ἐννόησον ὅσα καὶ ποιεῖν καὶ πάσχειν χρὴ τοὺς τὰ πρόβατα λογικὰ ἐμπεπιστευμένους, ὑπὲρ τοῦ μηδὲν αὐτῶν παραπολέσθαι. Παρακαλῶ τοίνυν σου τὴν εὐλάβειαν, ὅσῳ μείζων ὁ χειμὼν, καὶ πλείονα τὰ κακὰ, καὶ σφοδρὰ τὰ κωλύματα, καὶ πολλοὶ οἱ ἐπιβουλεύοντες, τοσούτῳ μᾶλλον καὶ αὐτὸν διαναστῆσαι, καὶ ἑτέρους παρακαλέσαι συνεφάψασθαί σου τῆς καλῆς ταύτης προνοίας, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπειχθῆναι παραγενέσθαι ἐκεῖσε. Καὶ γὰρ καὶ τῆς ἀποδημίας αὐτῆς οὐ μικρὸν ἕξεις μισθόν· εἰ δὲ τῆς ἀποδημίας, πολλῷ μᾶλλον εἰ τῶν ἔργων ἅψαιο, καὶ σπουδὴν πολλὴν ἐπιδείξαιο. Τοῦ γὰρ οἴκοι καθῆσθαι πολλῷ βέλτιον καὶ χρησιμώτερον τὸ τοιαύτας ἀποδημίας ἀποδημεῖν. Ἐκεῖ μὲν γὰρ ὄντα, καὶ ταῦτά ἐστιν ἔχειν ἃ νῦν ἔχεις, τὴν νηστείαν, τὰς ἀγρυπνίας, τὴν ἄλλην φιλοσοφίαν. Οἴκοι δὲ καθήμενον, οὐκ ἔστι κερδᾶναι ἅπερ ἐκεῖ καθήμενόν ἐστι καρπώσασθαι, ψυχῶν σωτηρίαν τοσούτων, τὸν ἀπὸ τῶν κινδύνων μισθὸν, τὴν ἀπὸ τῆς τοσαύτης προθυμίας ἀμοιβήν· ἔστι γὰρ προθυμίας ἀμοιβή. Ἐννοῶν τοίνυν ἡλίκους σαυτῷ προαποθήσῃ στεφάνους, μηδὲν μελλήσῃς, μηδὲ ὑπερθῇ· ἀλλὰ ῥᾳΐσας, ἐντεῦθεν ἤδη τῆς ἀποδημίας ἅψασθαι παρακλήθητι, μηδὲν φροντίζων τῶν χρειῶν ἕνεκεν. Πάντα γὰρ εἶπον τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ Κωνσταντίῳ, εἴτε εἰς οἰκοδομὰς ἀναλῶσαι δέοι, εἴτε εἰς χρείας ἀδελφῶν, μετὰ πλείονος παρασχεῖν ὑμῖν τῆς δαψιλείας, καὶ μετὰ πλείονος νῦν ἢ ἔμπροσθεν. Ἔχων τοίνυν καὶ τὴν ἐκεῖθεν εὐκολίαν καὶ πρὸ πάντων τὸ πρᾶγμα ποιεῖν ἀρέσκον Θεῷ, πάντα ὄκνον ἐκβαλὼν, ἐπειχθῆναι ταχέως παρακλήθητι, καὶ ἐξ αὐτῆς ἡμῖν τοῦτο δήλωσον, ἵνα καὶ ἐν ἐρημίᾳ ὄντες χαλεπῇ πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν. Εἰ γὰρ μάθοιμεν ὅτι ἀποδεδήμηκας ἐκεῖσε μετὰ τῆς γνώμης ἐκείνης, πάντα ποιῆσαι καὶ παθεῖν ὑπὲρ σωτηρίας τῶν αὐτόθι ψυχῶν παρεσκευασμένος, οὐδὲ ἐρημίαν ἡγησόμεθα οἰκεῖν ἀπὸ τῆς τοσαύτης ἡδονῆς. Ἐπιθυμοῦμεν γὰρ καὶ ἡμεῖς παραγενόμενόν σε ἰδεῖν· ἀλλ' ἐπειδὴ τοῦτο ὅπερ εἶπον ἀναγκαιότερον, καὶ δέος μήποτε ὁ χειμὼν ἀποκλείσῃ σοι τὴν ὁδὸν τὴν ἐντεῦθεν ἐκεῖσε, διὰ τοῦτό σε ἐπείγομεν, καὶ παρακαλοῦμεν ταχέως ἐπειχθῆναι.
ΝΕʹ. Συμεὼν καὶ Μάρι πρεσβυτέροις, καὶ μονάζουσιν ἐν τῇ χώρᾳ Ἀπαμείας.
Εἰ καὶ πολλῷ διειργόμεθα τῷ τῆς ὁδοῦ διαστήματι, καὶ ἐν χαλεπωτάτῃ καθήμεθα ἐρημίᾳ, ἀλλ' ὅμως μαθόντες ὑμῶν τῆς ψυχῆς τὴν ἀρετὴν, καὶ τὴν πολλὴν φιλοσοφίαν, δι' ἧς τοὺς αὐτόθι πάντας καταλάμπετε, σφοδροὶ γεγόναμεν ὑμῶν ἐρασταί. Καὶ ἐπειδὴ τῆς κατ' ὄψιν ἡμῶν συντυχίας τέως ἀπολαῦσαι οὐκ ἔνι, διά τε τὴν τοῦ χειμῶνος ὥραν, διά τε τῆς ὁδοῦ τὸ μῆκος, διὰ γραμμάτων συγγενέσθαι ἐσπουδάσαμεν ὑμῖν, παρακαλοῦντες ὑμῶν τὴν εὐλάβειαν, εὔχεσθαί τε ἐκτενῶς ὑπὲρ τῆς λύσεως τῶν τὴν οἰκουμένην κατειληφότων κακῶν, καὶ πάντας εἰς τοῦτο διεγείρειν μετὰ πολλῆς τῆς προθυμίας, ἡμῖν τε, ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἐπιστέλλειν περὶ τῆς ὑγείας τῆς ὑμετέρας· ἵνα καὶ πόῤῥωθεν ὑμῶν ὄντες, καὶ πρὸς αὐτὰς τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπῳκισμένοι, πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν, συνεχέστερον τὰ περὶ τῆς ῥώσεως ὑμῶν μανθάνοντες. Σφόδρα δὲ ἡμᾶς εὔφρανεν ὁ ποθεινότατος καὶ γλυκύτατος Ἰωάννης ὁ πρεσβύτερος, ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ ἑλόμενος οἴκοθεν διαναστῆναι, καὶ ἅψασθαι τῆς ἐπὶ τὴν Φοινίκην ἀποδημίας. Παρακαλῶ τοίνυν ἐννοήσαντας τοῦ κατορθώματος ἡλίκον τὸ μέγεθος, εἴ τινας εὕροιτε γενναίους ἄνδρας, δυναμένους αὐτῷ συμπρᾶξαι πρὸς τῶν κατορθωμάτων τούτων τὸ μέγεθος, πολλῇ τῇ προθυμίᾳ συναποστεῖλαι αὐτῷ παρακλήθητε, ἐννοοῦντες ἡλίκον ἐντεῦθεν καρπώσεσθε τὸν μισθόν.
Νς ʹ Ῥωμύλῳ καὶ Βύζῳ μονάζουσι.
Ἐγὼ μὲν ἐβουλόμην ὑμᾶς καὶ ἐνταῦθα παραγενομένους ἰδεῖν· ἀκούων γὰρ ὑμῶν τὴν εὐλάβειαν, σφοδρὸς ὑμῶν γέγονα ἐραστὴς, τοῖς τῆς ἀγάπης ὀφθαλμοῖς ὑμᾶς φανταζόμενος· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ χειμῶνος ὥραν, καὶ διὰ τὸν τῶν Ἰσαύρων φόβον, διὰ τῶν γραμμάτων ἐσπούδακα ὑμῶν συγγενέσθαι τῇ τιμιότητι, δήλην ὑμῖν ποιῶν τὴν διάθεσιν, ἣν ἔχομεν πρὸς τὴν εὐλάβειαν τὴν ὑμετέραν· ἔνι γὰρ καὶ τοὺς πόῤῥωθεν ὄντας καὶ μὴ ὁραθέντας φιλεῖν. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ δύναμις· οὐ διείργεται ὁδοῦ μήκει, οὐδὲ μαραίνεται χρόνου πλήθει, οὐδὲ νικᾶται πειρασμῶν ἐπαγωγαῖς· ἀλλὰ ταῦτα πάντα νικῶσα ἀνωτέρα πάντων γίνεται, καὶ πρὸς ὕψος ἄφατον αἴρεται.
∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, ἐπειδὴ σφόδρα περὶ ὑμᾶς διακείμεθα, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι, ἀλλὰ καὶ γράφομεν, καὶ παρακαλοῦμεν ὑμᾶς τὰ περὶ τῆςὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν. Οὕτω γὰρ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ὅταν ἀκούωμεν τοὺς οὕτω βιοῦντας, καὶ τὴν στενὴνταύτην καὶ τεθλιμμένην ὁδεύοντας ὁδὸν, ὑγιαίνοντας καὶ ἐῤῥωμένους
ΝΖʹ. Ἀδολίᾳ.
Ἡμεῖς, κἂν αὐτὴ σπανιάκις ἐπιστέλλῃς, οὐ παυσόμεθα, ὁσάκις ἂν ἐπιτύχωμεν τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων, γράφοντες πρὸς τὴν εὐγένειαν τὴν σήν.Ἐβουλόμεθα μὲν γὰρ καὶ ἐνταῦθά σε παραγενομένην ἰδεῖν, καὶ σφόδρα τοῦτο ἐπιθυμοῦμεν. Ἀλλ' ἐπειδὴ τοῦτο ἐργῶδες ἴσως κατεφάνη σου τῇ εὐγενείᾳ τὰ γὰρ τῶν Ἰσαύρων πέπαυται παντελῶς, τὴν γοῦν ἀπὸ τοῦ γράφειν συνεχῶς τῇ τιμιότητί σου παράκλησιν οὐ παυσόμεθα παρέχοντες ἑαυτοῖς. Καὶ γὰρ ὁσάκις ἂν ἐπιτύχωμεν γραμματηφόρου ἐκεῖσε παραγινομένου, οὐ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην ἐπιστέλλοντές σου τῇ τιμιότητι. Τοῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, καὶ αὐτὴ σπουδὴν ποιεῖσθαι παρακλήθητι τοῦ συνεχῶς ἡμῖν ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας τῆς σῆς καὶ εὐθυμίας. Ὥσπερ γὰρ τῆς ἀποδημίαςἕνεκεν οὐδὲν ἐγκαλοῦμεν. διὰ τὸ δόξαι δυσκολίαν ἔχειν τὸ πρᾶγμα· οὕτω τῆς σιγῆς ἕνεκεν τῆς μακρᾶς οὐ παυσόμεθα αἰτιώμενοι, διὰ τὸ σφόδρα ἐπιθυμεῖν συνεχῶς μανθάνειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς καὶ οἴκου σου παντός.
ΝΗʹ. Θεοδοσίῳ ἀπὸ δουκῶν.
Πολλοῦ τοῦ μέλιτος τὴν ἐπιστολὴν ἀνέχρωσας, μᾶλλον δὲ καὶ μέλιτος αὐτὴν ἡδίω πεποίηκας. Τὸ μὲν γὰρ ὅταν συνεχέστερον ὁμιλήσῃ τοῖς ἀπολαύουσιν αὐτοῦ τῆς γλυκύτητος, οὐκ ἔτι ὁμοίως ἡδὺ φαίνεται, τοῦ κόρου τὴν τυραννίδα τῆς ἡδονῆς καταλύοντος· τὰ δὲ γράμματα τὰ σὰ τὴν ὑγίειαν ἡμῖν εὐαγγελιζόμενα τὴν σὴν, τοσοῦτον ἀπέχει τοῦτο παθεῖν, ὅτι καὶ ἐπιτείνει τότε μάλιστα ἡμῖν τὴν εὐφροσύνην, ὅταν συνεχέστερον πέμπηται. Σὺ μὲν οὖν τὴν ἐπιστολὴν περιεπτύξω τὴν ἐμήν· ἐγὼ δὲ αὐτόν σε τὸν πατέρα τῆς ἐπιστολῆς καὶ περιεπτυξάμην, καὶ περιέβαλον ἄμφω τὼ χεῖρε, καὶ τῷ τραχήλῳ περιχυθεὶς, καὶ τὴν φίλην ἐμοὶ φιλήσας κεφαλὴν, πολλὴν ἐκαρπωσάμην τὴν παραμυθίαν. Οὐδὲ γὰρἐπιστολὴν ἐνόμιζον σὴν ἐπιέναι μόνον, ἀλλὰ καὶ αὐτὸν παρεῖναι ἡμῖν καὶ συγγίνεσθαι. Τοσοῦτον ἴσχυσε τῆς ἐπιστολῆς ἡ δύναμις. Τοιοῦτον γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· κἂν διὰ γραμμάτων αὐτῆς προχέῃ τὰ νάματα, αὐτὴν τὴν πηγὴν τῶνγραμμάτων φαντάζεσθαι παρασκευάζει· ὃ δὴ καὶ ἡμεῖς πεπόνθαμεν. Καὶ οὔτε χρόνου πλῆθος, οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων περίστασις, οὔτε ἄλλο οὐδὲν πρὸς τοῦτο
κώλυμα γέγονεν ἡμῖν. Ταῦτ' οὖν εἰδὼς, δέσποτά μου θαυμασιώτατε, ἐπιστέλλειν ἠμῖν συνεχῶς μὴ κατόκνει, περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῆς εὐθυμίας δηλῶν. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον μανθάνειν.
ΝΘʹ. Θεοδότῳ διακόνῳ.
Ταχέως ἡμῶν ἐπελάθου, τῷ χωρισμῷ σου σφόδρα λυπηρῷ ἡμῖν γεγενημένῳ καὶ τὴν ἀπὸ τῆς σιγῆς τῆς μακρᾶς προσθεὶς ἀθυμίαν. Καὶ οὐδὲ εἰς χρόνου στενοχωρίαν ἔχεις καταφυγεῖν· ἱκανὸν γὰρ τῶν ἡμερῶν τὸ πλῆθος πολλὴν ὁδοιπόρῳ παρασχεῖν εὐκολίαν πρὸς ἐπάνοδον. Ἀλλ' οὐδὲ τὰ Ἰσαυρικὰ προβαλλομένου ἀνασχοίμεθα ἂν, ἐπειδὴ σφόδρα σε φιλοῦμεν. Καὶ γὰρ πολλοὶ οἱ ἐκεῖθεν μετὰ τὴν σὴν ἀποδημίαν ἐνταῦθα παραγενόμενοι. Τί οὖν ἐστι τῆς σιγῆς τὸ αἴτιον; Ὄκνος καὶ ῥᾳθυμία. Ἀλλ' ὅμως ἀφίεμέν σε τῶν ἐπὶ τῇ προτέρᾳ ὀλιγωρίᾳ ἐγκλημάτων, ἂν βουληθῇς εἰς τὸ ἐπιὸν τῇ πυκνότητι τῶν γραμμάτων διορθῶσαι τὸ παροφθέν. Οἶσθα γὰρ ὅπως ἡμῖν χαριῇ, συνεχῶς ἡμῖν ἐπιστέλλων τὰ περὶ τῆς ὑγείας τῆς σῆς.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου