ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον

Τρίτη 25 Οκτωβρίου 2016

Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον




Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49


Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή·ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν. Ὁμιλία ζʹ.

αʹ. Πολλὰ μὲν καὶ περὶ πολλῶν  χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην  ἀγάπην, ἀπὸ δὲ τῶν  πολλῶν  εἰ μὴ πάντα κατέχειν  ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν  γὰρ  ζημίᾳ  χρημάτων,  καὶ  ἀῤῥωστίᾳ, καὶ  θανάτῳ,  καὶ  τοῖς  ἄλλοις  τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων  ἂν  ἀλγήσωμεν  καὶ  λυπηθῶμεν,  ὑποτεμνόμεθα  τῆς  ἁμαρτίας  τὸν ὄγκον,   καὶ   μικρὰν   τὴν   μεγάλην   ποιοῦμεν,   πολλάκις   δὲ  καὶ   τέλεον   αὐτὴν ἐξαλείφομεν  ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς,  ἵνα  ἐφ' ἁμαρτίᾳ  μόνον ἀλγῆτε, ἐφ' ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ  ἁμαρτία  εἰς  τὸν  βίον  ἡμῶν  εἰσενεγκοῦσα, ὑπ' ἀμφοτέρων  τούτων  ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν.


 Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρτάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ διαφευξόμεθα  κόλασιν·  καθάπερ  οὖν  καὶ  οἱ  τρεῖς  παῖδες  οὐκ  ἐφοβήθησαν  τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως  κατ  ετόλμησαν  τῆς  τελευτῆς,  τίνα  ἕξομεν  ἀπολογίαν   ἡμεῖς,  ἢ  ποίαν  συγγνώμην, τοσαύτης ἀπολαύσαντες  τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες  ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον; Οὐδὲν γὰρ  ἕτερόν  ἐστιν  ὁ  θάνατος,  ἀλλ'  ἢ  ὕπνος,  καὶ  ἀποδημία,  καὶ  μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἐνταῦθα καταλύσωμεν τὸν λόγον· καὶ γὰρ πέμπτην ἡμέραν ἔχομεν παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην. καὶ λοιπὸν καὶ ἐνοχλεῖν δοκοῦμεν. Τοῖς μὲν γὰρ προσέχουσιν ἀρκεῖ καὶ τὰ εἰρημένα, τοῖς δὲ μικροψύχοις, κἂν πλείονα τῶν εἰρημένων προσθῶμεν, οὐδὲν ἔσται πλέον. Ὥρα δὲ λοιπὸν ἡμῖν ἐπὶ τὴν τῶν Γραφῶν ἐξήγησιν τρέψαι τὴν διδασκαλίαν. Ὥσπερ γὰρ, εἰ μηδὲν περὶ τῆς συμφορᾶς ταύτης διελέχθημεν,  ὠμότητα ἄν τις ἡμῶν  κατέγνω  καὶ ἀπανθρωπίαν· οὕτως ἂν διαπαντὸς περὶ αὐτῆς διαλεγώμεθα, μικροψυχίαν ἄν τις ἡμῶν καταγνοίη δικαίως. Παραθέμενοι τοίνυν ὑμῶν τὰς καρδίας τῷ Θεῷ τῷ δυναμένῳ λαλῆσαι εἰς τὴν διάνοιαν ὑμῶν, καὶ πᾶσαν ἔνδοθεν ἀπελάσαι λύπην, τῆς εἰωθυίας αὐτοὶ διδασκαλίας   ἁψώμεθα   νῦν,   καὶ   μάλιστα   ὁπότε   καὶ   πᾶσα  Γραφῆς  ἐξήγησις παράκλησίς ἐστι καὶ παραμυθία. Ὥστε κἂν δοκῶμεν  ἀφίστασθαι τοῦ παρακαλεῖν, πάλιν εἰς τὴν αὐτὴν ἐμπίπτομεν ὑπόθεσιν διὰ τῆς τῶν Γραφῶν ἐξηγήσεως· ὅτι γὰρ πᾶσα  Γραφὴ  παράκλησίς  ἐστι  τοῖς  προσέχουσιν,  αὐτόθεν  ὑμῖν  τοῦτο  ποιήσω φανερόν.  Οὐ γὰρ  δὴ  περιελθὼν  τῶν  Γραφῶν  τὰς  ἱστορίας  πειράσομαι ζητῆσαι παραμυθητικούς  τινας  λόγους· ἀλλ' ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν  μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν  παραμυθίας, ἀλλὰ καὶ  καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν. Τί ποτ' οὖν ἐστι τὸ προοίμιον; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἆρα μὴ δοκεῖ τισιν  ὑμῶν  παράκλησιν  ἔχειν  ἀθυμίας  τὰ εἰρημένα; οὐχ ἱστορίας διήγησίς ἐστι καὶ δημιουργίας διδασκαλία;

βʹ. Βούλεσθε οὖν ἐπιδείξω τὴν ἐγκεκρυμμένην τῇ ῥήσει ταύτῃ παράκλησιν; ∆ιανάστητε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς ῥηθήσεσθαι μέλλουσιν. Ὅταν γὰρ ἀκούσῃς, ὅτι τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν,  τὸν ἀέρα, τὰ ὕδατα, τοὺς ἀστέρας τοὺς πολλοὺς, τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὰ φυτὰ, τὰ τετράποδα, τὰ νηκτὰ, τὰ πετόμενα ζῶα, πάντα ἁπλῶς τὰ ὁρώμενα διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν καὶ τιμὴν  ἐποίησεν  ὁ Θεὸς, οὐχ  ἱκανὴν  εὐθέως  λαμβάνεις  παράκλησιν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ μεγίστην δέχῃ ταύτην ἀπόδειξιν, ὅταν ἐννοήσῃς, ὅτι τοσοῦτον καὶ τηλικοῦτον  κόσμον, οὕτω καλὸν, καὶ μέγαν, καὶ θαυμαστὸν διὰ σὲ τὸν βραχὺν εἰς μέσον παρήγαγεν; Ὅταν οὖν ἀκούσῃς, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μὴ ἁπλῶς παραδράμῃς τὸ εἰρημένον, ἀλλ' ἔπελθε τῇ διανοίᾳ τὸ εὖρος τῆς γῆς, καὶ ἀναλόγισαι πῶς ἡμῖν πολυτελῆ  καὶ δαψιλῆ τράπεζαν ἀνῆκε, καὶ πολλὴν πολλαχόθεν παρέσχεν ἡμῖν εὐφροσύνην· καὶ τὸ δὴ μέγιστον, ὅτι οὐ πόνων ἀμοιβὴν ἔδωκεν, οὐδὲ κατορθωμάτων ἀντίδοσιν τὸν τοσοῦτον καὶ τηλικοῦτον κόσμον, ἀλλ' ὁμοῦ τε ἡμᾶς ἔπλασε, καὶ τῇ βασιλείᾳ ταύτῃ τὸ γένος ἡμῶν ἐτίμησε. Ποιήσωμεν γὰρ ἄνθρωπον,  φησὶ, κατ' εἰκόνα  ἡμετέραν  καὶ  καθ' ὁμοίωσιν.  Τί ἐστι, Κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; Τῆς ἀρχῆς εἰκόνα φησὶ, καὶ ὥσπερ οὐδεὶς ἀνώτερος Θεοῦ ἐν οὐρανῷ, οὕτω μηδεὶς ἔστω ἀνώτερος ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἑνὶ μὲν οὖν τούτῳ καὶ πρώτῳ τετίμηκε, τῷ κατ' εἰκόνα αὐτὸν ποιῆσαι· δευτέρῳ δὲ τῷ μὴ πόνων ἀμοιβὴν ἡμῖν παρασχεῖν τὴν ἀρχὴν, ἀλλὰ γυμνὴν τῆς αὐτοῦ φιλανθρωπίας  ποιῆσαι τὴν χάριν· τρίτῳ τῷ φυσικὴν ἡμῖν χαρίσασθαι αὐτήν. Τῶν γὰρ ἀρχῶν αἱ μὲν εἰσὶ φυσικαὶ, αἱ δὲ χειροτονηταί· φυσικαὶ μὲν, ὡς ἡ τοῦ λέοντος ἐπὶ τῶν τετραπόδων, ὡς ἐπὶ τῶν ὀρνίθων  ἡ τοῦ ἀετοῦ· χειροτονηταὶ  δὲ ὡς ἡ τοῦ βασιλέως τοῦ καθ' ἡμᾶς· οὗτος  γὰρ οὐχὶ  φύσει κρατεῖ τῶν  ὁμοδούλων·  διὸ καὶ ἀποβάλλει  πολλάκις  τὴν ἀρχήν. Τοιαῦτα γὰρ τὰ μὴ φύσει προσόντα· ῥᾳδίαν δέχεται τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· ὁ δὲ λέων οὐχ οὕτως, ἀλλὰ φύσει κρατεῖ τῶν τετραπόδων, ὥσπερ οὖν καὶ τῶν ὀρνίθων ὁ ἀετός. Ἀεὶ γοῦν τῷ γένει συγκεκλήρωται τὸ τῆς βασιλείας εἶδος, καὶ οὐδένα ἄν τις ἴδοι λέοντά ποτε τὴν ἀρχὴν ἀποβαλόντα ταύτην. Τοιαύτην καὶ ἡμῖν τὴν βασιλείαν ἐξ ἀρχῆς ὁ Θεὸς ἐχαρίσατο, καὶ πᾶσιν ἡμᾶς ἐπέστησε· καὶ οὐ τούτῳ  μόνον  ἐτίμησεν ἡμῶν  τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον  ἀποτάξας ἡμῖν  τὸν παράδεισον, καὶ λόγον  δοὺς καὶ ψυχὴν ἀθάνατον  χαρισάμενος. Ἀλλὰ μὴ εἴπω ταῦτα· ἐγὼ γὰρ τοσαύτην περιουσίαν εἶναί φημι τῆς τοῦ Θεοῦ κηδεμονίας, ὡς μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐκόλασεν, ὁμοίως ἡμᾶς δύνασθαι τὴν ἀγαθότητα αὐτοῦ δεικνύναι καὶ τὴν φιλανθρωπίαν.  Καὶ τοῦτο μάλιστα πάντων ὑμᾶς παρακαλῶ μετὰ ἀκριβείας εἰδέναι, ὅτι ὁ Θεὸς οὐχὶ τιμῶν μόνον, οὐδὲ εὐεργετῶν, ἀλλὰ καὶ κολάζων, καὶ τιμωρούμενος ὁμοίως ἐστὶν ἀγαθός· κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς  ἀγῶνες  ἡμῖν  καὶ μάχαι κινῶνται περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας  καὶ ἀγαθότητος, μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐτιμωρήσατο, ἐπιδείκνυ  μεν αὐτοῦ τὴν ἀγαθότητα. Εἰ γὰρ τιμῶν μόνον ἐστὶν ἀγαθὸς, κολάζων δὲ οὐκ ἔστιν ἀγαθὸς, ἐξ ἡμισείας ἀγαθὸς ἂν  εἴη·  ἀλλ'  οὐκ  ἔστι τοῦτο·  μὴ  γένοιτο.  Ἐπὶ ἀνθρώπων  μὲν  γὰρ  εἰκὸς  τοῦτο συμβαίνειν, ἐπειδὴ θυμῷ καὶ πάθει τὰς τιμωρίας ἐπάγουσιν· ὁ δὲ Θεὸς ἀπαθὴς ὢν, κἂν εὐεργετῇ, κἂν κολάζῃ, ὁμοίως ἐστὶν ἀγαθὸς, καὶ τῆς βασιλείας οὐκ ἔλαττον ἡ τῆς  γεέννης  ἀπειλὴ  δείκνυσιν  αὐτοῦ  τὴν  ἀγαθότητα·  καὶ πῶς; ἐγὼ  λέγω.  Εἰ μὴ γέενναν   ἠπείλησεν,  εἰ  μὴ  κόλασιν  ἡτοίμασεν,  οὐκ  ἂν  πολλοὶ   τῆς  βασιλείας ἐπέτυχον.  Οὐ γὰρ οὕτως  ἡ τῶν  ἀγαθῶν  ὑπόσχεσις πρὸς ἀρετὴν  ἐκκαλεῖται  τοὺς πολλοὺς, ὡς ἡ τῶν κακῶν ἀπειλὴ τῷ φόβῳ συνωθεῖ, καὶ διανίστησι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν.  Ὥστε εἰ καὶ ἐναντίον  γέεννα  τῇ βασιλείᾳ τῶν  οὐρανῶν,  ἀλλὰ πρὸς  ἓν  ἑκάτερον   βλέπει   τέλος,  τὴν   τῶν   ἀνθρώπων   σωτηρίαν·  ἐκείνη   μὲν ἐπισπωμένη πρὸς ἑαυτὴν, αὕτη δὲ συνωθοῦσα πρὸς ἐκείνην, καὶ τῷ φόβῳ διορθουμένη τοὺς ἀμελέστερον διακειμένους.

γʹ. Τοῦτον δὲ οὐχ ἁπλῶς μηκύνω τὸν λόγον, ἀλλ' ἐπειδὴ πολλάκις λιμῶν καὶ αὐχμῶν  γιγνομένων,  καὶ πολέμων, καὶ ὀργῆς βασιλικῆς ἐμπιπτούσης, καὶ ἑτέρων τινῶν τοιούτων ἀδοκήτων πραγμάτων, πολλοὶ τοὺς ἀφελεστέρους ἀπατῶντες λέγουσιν, ὅτι οὐκ ἄξια ταῦτα τῆς τοῦ Θεοῦ προνοίας. Ἵν' οὖν μὴ παραλογιζώμεθα, ἀλλ' ἴδωμεν ἀκριβῶς, ὅτι κἂν λιμὸν, κἂν πόλεμον, κἂν ἄλλο ὁτιοῦν ἐπαγάγῃ δεινὸν, ἀπὸ φιλανθρωπίας τοῦτο ποιεῖ καὶ πολλῆς τῆς κηδεμονίας, ἠναγκάσθην ἐνδιατρίψαι τούτῳ τῷ λόγῳ. Ἐπεὶ καὶ οἱ πατέρες, οἱ μάλιστα πάντων τὰ ἔκγονα φιλοῦντες, καὶ τραπέζης εἴργουσι, καὶ πληγὰς ἐπάγουσι, καὶ ἀτιμίᾳ κολάζουσι, καὶ ἑτέροις μυρίοις τοιούτοις  ἀσελγαίνοντας  διορθοῦνται  τοὺς παῖδας· ἀλλ' ὅμως πατέρες εἰσὶν, οὐχὶ τιμῶντες μόνον, ἀλλὰ καὶ ταῦτα ποιοῦντες, καὶ τότε μάλιστα πατέρες, ὅταν τοιαῦτα ποιῶσιν. Εἰ δὲ ἄνθρωποι, θυμῷ καὶ ὀργῇ πολλάκις τοῦ συμφέροντος ἐκφερόμενοι, οὐκ  ὠμότητι   καὶ  ἀπανθρωπίᾳ,   ἀλλὰ   κηδεμονίᾳ   καὶ  φιλοστοργίᾳ   νομίζονται κολάζειν οὓς φιλοῦσι, πολλῷ μᾶλλον περὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, τοῦ πᾶσαν πατρικὴν φιλοστοργίαν ὑπερβαίνοντος τῇ τῆς οἰκείας ἀγαθότητος ὑπερβολῇ. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι στοχασμός ἐστι τὰ εἰρημένα, φέρε ἐπ' αὐτὴν τὴν Γραφὴν τὸν λόγον ἀγάγωμεν.  Ἐπειδὴ γὰρ ἠπατήθη  καὶ παρελογίσθη παρὰ τοῦ πονηροῦ δαίμονος  ὁ ἄνθρωπος, ἴδωμεν πῶς ἁμαρτίαν αὐτῷ τοιαύτην ἁμαρτόντι τότε ἐχρήσατο ὁ Θεός. Ἆρα ἠφάνισεν  αὐτὸν παντελῶς;  καίτοι γε ὁ τοῦ δικαίου λόγος τοῦτο ἀπῄτει, τὸν οὐδὲν μὲν ἀγαθὸν ἐπιδειξάμενον,  τοσαύτης δὲ ἀπολαύσαντα τῆς εὐνοίας, εἶτα ἐκ προοιμίων  ἀποσκιρτήσαντα, ἀρθῆναι ἐκ τοῦ μέσου καὶ ἀφανισθῆναι  τέλεον. Ἀλλ' οὐκ ἐποίησε τοῦτο ὁ Θεὸς, οὐδὲ ἐβδελύξατο καὶ ἀπεστράφη τὸν οὕτως ἀγνώμονα περὶ τὸν εὐεργέτην γενόμενον,  ἀλλ' ἔρχεται πρὸς αὐτὸν, καθάπερ πρὸς ἄῤῥωστον ἰατρός. Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀγαπητὲ, ἀλλ' ἐννόησον ἡλίκον τὸ μήτε  ἄγγελον  πέμψαι,  μήτε  ἀρχάγγελον,  μήτε  ἄλλον  τινὰ  τῶν  συνδούλων  τῶν ἐκείνου,  ἀλλ'  αὐτὸν  τὸν  ∆εσπότην  καταβῆναι  πρὸς  τὸν  παραπεπτωκότα,  καὶ κείμενον  ἀναστῆσαι, καὶ  μόνον  πρὸς μόνον,  καθάπερ φίλον  πρὸς φίλον  κακῶς πράττοντα, καὶ ἐν πολλῇ καταστάντα δυσημερίᾳ παραγενέσθαι. Ὅτι γὰρ τοῦτο ἐκ πολλῆς κηδεμονίας ἐποίησε, καὶ αὐτὰ τὰ ῥήματα, ἃ πρὸς αὐτὸν εἶπε, δείκνυσιν αὐτοῦ τὴν ἄφατον φιλοστοργίαν. Καὶ τί λέγω  τὰ ῥήματα ἅπαντα; ἡ πρώτη μὲν οὖν ῥῆσις  εὐθέως   αὐτοῦ  τὸ  φίλτρον   ἐνέφηνεν.   Οὐ  γὰρ  εἶπε,  καθάπερ  εἰκὸς  ἦν ὑβρισμένον εἰπεῖν· Ὦ μιαρὲ, καὶ παμμίαρε, τοιαύτης ἀπολαύσας εὐνοίας παρ' ἐμοῦ, τοσαύτῃ τιμηθεὶς βασιλείᾳ, καὶ τῶν ἐπὶ τῆς γῆς προτιμηθεὶς ἁπάντων ἀντ' οὐδενὸς κατορθώματος, καὶ διὰ τῶν ἔργων αὐτῶν ἐνέχυρα λαβὼν τῆς ἐμῆς κηδεμονίας, καὶ τῆς προνοίας ἀπόδειξιν ἀληθῆ, πονηρὸν δαίμονα καὶ λυμεῶνα καὶ τῆς σῆς ἐχθρὸν σωτηρίας ἀξιοπιστότερον ἐποίησας τοῦ ∆εσπότου καὶ κηδεμόνος; τί σοι τοιοῦτον ἐκεῖνος ἔδειξεν οἷον ἐγώ; οὐχὶ τὸν οὐρανὸν ἐποίησα διὰ σέ; τὴν γῆν, τὴν θάλατταν, τὸν ἥλιον, τὴν σελήνην, τὰ ἄστρα πάντα; οὐ γὰρ δήπου τῶν ἀγγέλων  τινὲς ταύτης ἐδέοντο τῆς δημιουργίας, ἀλλὰ διὰ σὲ καὶ τὴν ἀνάπαυσιν τὴν σὴν τὸν τοσοῦτον καὶ τηλικοῦτον ἐποίησα κόσμον· καὶ ψιλὰ ῥήματα, καὶ ὑπόσχεσιν ψευδῆ, καὶ ἐπαγγελίαν ἀπάτης γέμουσαν, τῆς διὰ τῶν  ἔργων εὐεργεσίας τε καὶ προνοίας ἀξιοπιστοτέραν νομίσας εἶναι, ἐκείνῳ σαυτὸν ἔδωκας, καὶ τοὺς ἐμοὺς κατεπάτησας νόμους; Ταῦτα γὰρ καὶ πλείονα τούτων  τὸν ὑβρισμένον εἰκὸς ἦν εἰπεῖν· ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλὰ  τοὐναντίον   ἅπαν.  Ἀπὸ  γὰρ  τῆς  πρώτης  φωνῆς  εὐθέως  αὐτὸν  ἀνέστησε κείμενον, καὶ δεδοικότα καὶ τρέμοντα θαῤῥεῖν παρεσκεύασε πρῶτος αὐτὸν καλέσας αὐτός· μᾶλλον  δὲ οὐ τῷ καλέσαι πρῶτος, ἀλλὰ καὶ τῷ προσειπεῖν αὐτὸν ἀπὸ τῆς αὐτοῦ προσηγορίας καὶ εἰπεῖν·  Ἀδὰμ, ποῦ εἶ; ἔδειξεν αὐτοῦ τὸ φίλτρον,  καὶ τὴν πολλὴν  περὶ αὐτὸν  κηδεμονίαν.  Ἴστε γὰρ δήπου πάντες, ὅτι φιλίας  γνησίας ἐστὶ τοῦτο τεκμήριον· οὕτω καὶ οἱ ἀνακαλοῦντες  τοὺς τετελευτηκότας  εἰώθασι ποιεῖν, συνεχῶς τὰ ὀνόματα αὐτῶν περιστρέφοντες, ὡς οἵ γε μισοῦντες καὶ ἀπεχθῶς πρός τινας  ἔχοντες,  οὐδὲ τὰ ὀνόματα  ἀναμνησθῆναι  τῶν  λελυπηκότων  ἀνέχονται.  Ὁ γοῦν Σαοὺλ ἀδικηθεὶς μὲν οὐδὲν, πολλὰ δὲ καὶ μεγάλα τὸν ∆αυῒδ ἀδικήσας, ἐπειδὴ αὐτὸν ἀπεστρέφετο καὶ ἐμίσει, οὐδὲ τῆς προσηγορίας αὐτοῦ ἀναμνησθῆναι ἀνείχετο, ἀλλὰ συγκαθημένων ἁπάντων, ἐπειδὴ παραγενόμενον οὐκ εἶδεν, τί φησιν; Οὐκ εἶπε, Ποῦ ἔστι ∆αβίδ; ἀλλὰ, Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; ἀπὸ τοῦ πατρὸς αὐτὸν καλέσας. Καὶ πάλιν οἱ Ἰουδαῖοι ἐπὶ τοῦ Χριστοῦ τὸ αὐτὸ ποιοῦσιν· ἐπειδὴ γὰρ αὐτὸν ἀπεστρέφοντο καὶ ἐμίσουν, οὐκ εἶπον, Ποῦ ἔστιν ὁ Χριστός; ἀλλὰ, Ποῦ ἔστιν ἐκεῖνος;

δʹ. Ἀλλ' ὁ Θεὸς κἀν τούτῳ βουλόμενος δεῖξαι, ὅτι τὸ φίλτρον οὐκ ἔσβεσεν ἡ ἁμαρτία, οὐδὲ τὴν πρὸς αὐτὸν  εὔνοιαν  ἀνεῖλεν  ἡ παρακοὴ, ἀλλ'  ἔτι προνοεῖ καὶ κήδεται τοῦ περιπεπτωκότος, φησίν· Ἀδὰμ, ποῦ εἶ; οὐκ ἀγνοῶν ὅπου διέτριβεν, ἀλλ' ἐπειδὴ  τοῖς  ἡμαρτηκόσιν  ἔῤῥαπται  τὸ  στόμα, τῆς  ἁμαρτίας  ἀποστρεφούσης τὴν γλῶσσαν,  καὶ  τοῦ  συνειδότος  αὐτῆς  ἐπιλαμβανομένου,  καὶ  μένουσιν  ἀχανεῖς  οἱ τοιοῦτοι, ὥσπερ τινὶ δεσμῷ τῇ σιγῇ κατεχόμενοι. Βουλόμενος ὁ Θεὸς εἰς παῤῥησίαν αὐτὸν ἐκκαλέσασθαι διαλέξεως, καὶ δοῦναι θαῤῥεῖν, καὶ εἰς ἀπολογίαν ὧν ἥμαρτεν ἐμβαλεῖν, ἵνα τινὸς ἀπολαύσῃ συγγνώμης, πρότερος αὐτὸς αὐτὸν ἐκάλεσε, τὸ πολὺ τῆς  ἀγωνίας  ὑποτεμνόμενος  τῇ  προσηγορίᾳ, καὶ  τὸν  φόβον  ἀπελαύνων,  καὶ  τὸ στόμα διὰ ταύτης  ἀνοίγων  τῆς κλήσεως. ∆ιὸ καὶ ἔλεγεν·  Ἀδὰμ, ποῦ εἶ; Ἑτέρωθι κατέλιπόν σε, φησὶ, καὶ ἑτέρωθι νῦν εὑρίσκω· κατέλιπόν σε ἐν παῤῥησίᾳ καὶ δόξῃ,καὶ εὑρίσκω νῦν ἐν ἀτιμίᾳ καὶ σιγῇ. Καὶ σκόπει Θεοῦ κηδεμονίαν· οὐκ ἐκάλεσε τὴν  Εὔαν, οὐκ  ἐκάλεσε τὸν  ὄφιν,  ἀλλὰ  τὸν  ἁπάντων  κουφότερον  ἡμαρτηκότα, τοῦτον  εἰς τὸ δικαστήριον εἰσάγει πρότερον, ἵνα  ἀπὸ τοῦ δυναμένου  συγγνώμης ἀπολαῦσαί τινος ἀρξάμενος, ἡμερωτέραν ἐνέγκῃ τὴν ψῆφον  καὶ πρὸς τὴν μεγάλα ἐξαμαρτοῦσαν. Καὶ δικασταὶ μὲν οὖν τοὺς συνδούλους τοὺς ἑαυτῶν καὶ τῆς αὐτῆς αὐτοῖς κοινωνοῦντας  φύσεως οὐκ ἀνέχονται δι' ἑαυτῶν ἐξετάζειν, ἀλλὰ μέσον τινὰ τῶν διακονουμένων αὐτοῖς προβαλλόμενοι, τὰς ἑαυτῶν ἐρωτήσεις ἐκεῖνον παρασκευάζουσι  διαβιβάζειν   πρὸς  τὸν  κατάδικον,   καὶ  δι'  αὐτοῦ  λέγουσι  καὶ ἀκούουσιν ἅπερ ἂν ἐθέλωσιν, ἐπειδὰν τοὺς ἡμαρτηκότας ἐξετάζωσιν· ὁ δὲ Θεὸς οὐκ ἐδεήθη μεσίτου τινὸς πρὸς τὸν ἄνθρωπον, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ δικάζει καὶ παραμυθεῖται. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ διορθοῦται τὰ πλημμελήματα.  ∆ικασταὶ μὲν γὰρ ἐπειδὰν  λάβωσι λῃστὰς καὶ τυμβωρύχους,  οὐχ ὅπως αὐτοὺς ἐργάσωνται βελτίους σκοποῦσιν, ἀλλ' ὅπως αὐτοὺς ἀπαιτήσωσι τῶν ἡμαρτημένων  δίκην· ὁ δὲ Θεὸς τοὐναντίον  ἅπαν· ἐπειδάν τινα λάβῃ ἡμαρτηκότα, οὐχ ὅπως ἀπαιτήσῃ δίκην σκοπεῖ, ἀλλ' ὅπως αὐτὸν διορθώσηται, καὶ βελτίω ποιήσῃ, καὶ πρὸς τὸ μέλλον ἀχείρωτον. Ὥστε ὁμοῦ καὶ δικαστὴς, καὶ ἰατρὸς, καὶ διδάσκαλός ἐστιν  ὁ Θεός· καὶ  γὰρ  ὡς  δικαστὴς ἐξετάζει,  καὶ  ὡς  ἰατρὸς  διορθοῦται,  καὶ  ὡς διδάσκαλος παιδεύει τοὺς ἡμαρτηκότας εἰς πᾶσαν ἐνάγων φιλοσοφίαν. Εἰ δὲ ἓν ῥῆμα ψιλὸν καὶ βραχὺ τοσαύτην ἐνεδείξατο τοῦ Θεοῦ τὴν κηδεμονίαν, τί εἰ πᾶσαν ταύτην ἀναγνῶμεν  ὑμῖν τὴν δίκην, καὶ ὁλόκληρα ἀναπτύξωμεν τὰ ὑπομνήματα; Ὁρᾷς πῶς πᾶσα Γραφὴ παράκλησίς ἐστι καὶ παραμυθία; Ἀλλὰ ταῦτα μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐροῦμεν· πρὸ δὲ τούτων ἀναγκαῖον εἰπεῖν, πότε τὸ βιβλίον ἐδόθη τοῦτο· οὐ γὰρ δὴ ἐν  ἀρχῇ, οὐδὲ εὐθέως  τοῦ Ἀδὰμ γενομένου  ταῦτα  ἐγράφετο,  ἀλλὰ  μετὰ πολλὰς  ὕστερον  γενεάς·  καὶ  ἄξιον  ζητῆσαι  τίνος  ἕνεκεν  μετὰ  πολλὰς  ὕστερον γενεὰς, καὶ τί δήποτε Ἰουδαίοις μόνον, καὶ οὐχὶ πᾶσιν ἀνθρώποις, καὶ τί δήποτε τῇ Ἑβραΐδι γλώσσῃ, καὶ τίνος ἕνεκεν ἐπὶ τῆς ἐρήμου Σινᾶ; Οὐδὲ γὰρ τὸν τόπον ἁπλῶς ὁ Ἀπόστολος παρατρέχει· ἀλλὰ κἀντεῦθεν μεγάλην ἡμῖν παραδείκνυσι θεωρίαν, οὕτω λέγων· Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα.

εʹ. Καὶ ἕτερα δὲ πλείω τούτων ἀναγκαῖον ζητῆσαι· ἀλλ' ὁρῶ τὸν καιρὸν ἡμῖν οὐκ ἐπιτρέποντα πρὸς τοιοῦτον ἀφεῖναι τὸν λόγον πέλαγος· διόπερ ταῦτα τῷ προσήκοντι καιρῷ ταμιευσάμενοι, πάλιν περὶ τῆς τῶν ὅρκων ἀπαλλαγῆς ὑμῖν διαλεξόμεθα, καὶ παρακαλέσομεν ὑμῶν τὴν ἀγάπην πολλῇ περὶ τὸ πρᾶγμα τοῦτο χρήσασθαι τῇ σπουδῇ. Πῶς γὰρ οὐκ ἄτοπον οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην  τὸν  ἑαυτοῦ  καλεῖν,  μηδὲ  ἁπλῶς  καὶ  ὡς  ἔτυχε·  τὸν  δὲ  τῶν  ἀγγέλων ∆εσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ  περιφέρειν; κἂν μὲν Εὐαγγέλιον κατασχεῖν δέῃ, τὰς χεῖρας ἀπονιψάμενος, μετὰ πολλῆς τῆς αἰδοῦς καὶ τῆς εὐλαβείας φρίττων καὶ δεδοικὼς κατέχεις· τὸν δὲ τοῦ Εὐαγγελίου ∆εσπότην ἁπλῶς ἐπὶ τῆς γλώττης πανταχοῦ περιφέρεις; Βούλει μαθεῖν πῶς αὐτὸν καλοῦσιν αἱ ἄνω δυνάμεις, μεθ' ὅσης φρίκης, μεθ' ὅσης ἐκπλήξεως, μεθ' ὅσου θαύματος; Εἶδον τὸν Κύριον καθήμενον, φησὶν, ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, καὶ ἐκέκραγον  ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Εἶδες μεθ' ὅσου φόβου, μεθ' ὅσης φρίκης καλοῦσι δοξολογοῦσαι καὶ ὑμνοῦσαι; Σὺ δὲ ἐν εὐχαῖς μὲν καὶ ἱκετηρίαις μετὰ πολλῆς αὐτὸν καλεῖς τῆς ῥᾳθυμίας, ὅτε φρίττειν  ἔδει, καὶ ἐγρηγορέναι, καὶ νήφειν·  ἐν ὅρκοις δὲ ὅτε οὐδ' ὅλως τὸ θαυμαστὸν τοῦτο ὄνομα παράγειν  ἐχρῆν,  ποικίλους  τινὰς  καὶ  ἐπαλλήλους   ὅρκους  συνείρεις.  Καὶ ποία συγγνώμη,  τίς  δὲ ἡμῖν  ἔσται ἀπολογία,  κἂν  μυριάκις συνήθειαν  προβαλλώμεθα; Λέγεταί τις τῶν ἔξωθεν ῥητόρων ὑπό τινος συνηθείας ἀλόγου τὸν δεξιὸν συνεχῶς ὦμον κινεῖν βαδίζων, ἀλλ' ὅμως περιεγένετο τῆς συνηθείας, καὶ μαχαίρας ἀκονήσας ἑκατέρωθεν  ἐπέθηκε τοῖς ὤμοις, ὥστε τῷ φόβῳ  τῆς τομῆς σωφρονίσαι τὸ μέλος ἀκαίρως  κινούμενον·  τοῦτο  καὶ σὺ ποίησον ἐπὶ τῆς γλώττης,  καὶ ἀντὶ  μαχαίρας ἐπίθες αὐτῇ τὸν φόβον τῆς τοῦ Θεοῦ κολάσεως, καὶ περιέσῃ πάντως. Ἀμήχανον γὰρ, ἀμήχανον μεριμνῶντας καὶ σπουδάζοντας καὶ ἔργον τοῦτο ποιουμένους ἡττηθῆναί ποτε. Ἐπαινεῖτε νῦν τὰ εἰρημένα, ἀλλ'  ὅταν κατορθώσητε, μειζόνως ἐπαινέσεσθε, οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ ὑμᾶς αὐτοὺς, καὶ μετὰ πλείονος τῆς ἡδονῆς ἀκούσεσθε τῶν λεγομένων, καὶ μετὰ καθαροῦ τοῦ συνειδότος καλέσετε τὸν Θεὸν, ὃς οὕτω σου φείδεται, ὡς εἰπεῖν· Μηδὲ κατὰ τῆς κεφαλῆς  σου ὀμόσῃς· σὺ δὲ οὕτως αὐτοῦ καταφρονεῖς, ὡς καὶ κατὰ τῆς αὐτοῦ δόξης ὀμνύναι. Καὶ τί πάθω, φησὶ, πρὸς τοὺς ἀνάγκην  ἐπάγοντας;  Ποίαν ἀνάγκην,  ἄνθρωπε;  Μαθέτωσαν  ἅπαντες,  ὅτι  πάντα αἱρέσῃ παθεῖν, ἢ τὸν τοῦ Θεοῦ παραβῆναι νόμον, καὶ ἀποστήσονται τῆς ἀνάγκης. Ὅτι γὰρ οὐχ ὅρκον ἀξιόπιστον ποιεῖ, ἀλλὰ βίου μαρτυρία καὶ πολιτείας ἀκρίβεια, καὶ ὑπόληψις  ἀγαθὴ,  πολλοὶ  πολλάκις  διεῤῥάγησαν  ὀμνύντες,  καὶ  οὐδένα  ἔπεισαν, ἕτεροι δὲ ἐπινεύσαντες μόνον, ἀξιοπιστότεροι τῶν τοσαῦτα ὀμωμοκότων ἐφάνησαν. Ταῦτ'  οὖν εἰδότες ἅπαντα, καὶ τὴν κειμένην  τοῖς τε ὀμνύουσι τοῖς τε ἐπιορκοῦσι κόλασιν  πρὸ τῶν  ὀφθαλμῶν  βλέποντες,  ἀποστῶμεν  τῆς  πονηρᾶς  συνηθείας, ἵν' ἐντεῦθεν  καὶ  πρὸς τὰ  λοιπὰ  βαδίζοντες  κατορθώματα,  τῶν  μελλόντων   ἀγαθῶν ἐπιτύχωμεν,   ὧν  γένοιτο  πάντας  ἡμᾶς  ἀξιωθῆναι,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι'  οὗ καὶ μεθ'  οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Προτροπὴ εἰς ἀρετήν· καὶ εἰς τὸ, Περιεπάτει ὁ Θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ περὶ τοῦ φεύγειν τοὺς ὅρκους. Ὁμιλία ηʹ.

αʹ. Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ· καὶ γὰρ τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἱστορίας ἐξήγησις ἦν, ἀλλ' ἔδειξεν ὁ λόγος πολλῆς γέμουσαν παραμυθίας τὴν ῥῆσιν· οἷον, ὅτι διπλῆν  τράπεζαν  ὁ Θεὸς ἐποίησε, γῆν  καὶ θάλατταν  ὁμοῦ προθεὶς, καὶ φωστῆρας διπλοῦς, ἥλιον καὶ σελήνην, ἀνάψας ἄνωθεν, καὶ διπλοῦ δρόμου καιρὸν, ἡμέραν καὶ νύκτα ἐργασάμενος, καὶ τὴν μὲν εἰς ἐργασίαν, τὴν δὲ εἰς ἀνάπαυσιν. Οὐ γὰρ ἐλάττονα  τῆς ἡμέρας ἡμῖν  εἰσφέρει λειτουργίαν  ἡ νύξ· ἀλλ' ὥσπερ ἐπὶ τῶν δένδρων  εἶπον,  ὅτι τῶν  ἐγκάρπων  τὰ ἄκαρπα ἐφάμιλλον  παρέχεται  χρείαν,  οὐκ ἀναγκάζοντα  ἡμᾶς  τῶν  ἡμέρων  ἅπτεσθαι  δένδρων  εἰς  τὰς  οἰκοδομάς·  καὶ  τῶν ἡμέρων ζώων οὐκ ἐλάττονα  παρέχεται χρείαν ἡμῖν τὰ ἄγρια καὶ ἀνήμερα, καὶ τῷ φόβῳ  πρὸς τὰς πόλεις  ἡμᾶς συνελαύνοντα,  καὶ προσεκτικωτέρους  ποιοῦντα,  καὶ συσφίγγοντα  πρὸς ἀλλήλους,  καὶ τῶν  μὲν τὴν δύναμιν  ἐγγυμνάζοντα,  τῶν  δὲ τὰ νοσήματα  λύοντα  πολλὰ  γὰρ  ἐξ ἐκείνων  τὰ  φάρμακα  κατασκευάζουσιν  ἰατρῶν παῖδες, καὶ τῆς παλαιᾶς  ἡμᾶς ἁμαρτίας ἀναμιμνήσκοντα.  Ὅταν γὰρ ἀκούσω, ὅτι Ἔσται ὁ φόβος ὑμῶν  καὶ ὁ τρόμος ἐπὶ πάντα  τὰ θηρία τῆς γῆς, εἶτα τὴν  τιμὴν ἀκρωτηριασθεῖσαν ἴδω  ταύτην,  ἀναμιμνήσκομαι  τῆς  ἁμαρτίας, ἣ καὶ τὸν  φόβον ἡμῶν ἐξέλυσε, καὶ τὴν ἀρχὴν ὑπετέμετο, καὶ γίνομαι βελτίων  καὶ σωφρονέστερος, μαθὼν τὴν ἐκ τῆς ἁμαρτίας ἡμῖν γεγενημένην  ζημίαν. Ὥσπερ οὖν, ὅπερ ἔφην, οὐ τὸ τυχὸν  εἰς τὸν βίον ἡμῖν συντελεῖ ταῦτά τε τὰ εἰρημένα καὶ ἕτερα πλείω  τούτων, ἅπερ ὁ ποιήσας οἶδε Θεός· οὕτω δὴ καὶ ἡ νὺξ οὐκ ἐλάττονα  τῆς ἡμέρας εἰσφέρει χρῆσιν, ἀνάπαυσις οὖσα πόνων,  καὶ φάρμακον  οὖσα νοσημάτων.  Πολλάκις γοῦν ἰατροὶ πολλὰ πραγματευσάμενοι, καὶ μυρία κατασκευάσαντες φάρμακα, οὐκ ἴσχυσαν ἀπαλλάξαι τῆς ἀῤῥωστίας τὸν κάμνοντα· ὕπνος δὲ αὐτόματος ἐπελθὼν, τὸ πᾶν ἔλυσε νόσημα, καὶ τῶν μυρίων ἐκείνους ἀπήλλαξε πόνων· οὐ παθῶν δὲ σωματικῶν μόνον, ἀλλὰ καὶ ψυχικῶν νοσημάτων ἐστὶ φάρμακον ἡ νὺξ ἀναπαύουσα τὰς ὀδυνωμένας ψυχάς. Πολλάκις γοῦν τις ἀπέβαλεν υἱὸν, καὶ μυρίων μυρία παρακαλούντων  οὐκ ἠνέσχετο τῶν θρήνων ἀποστῆναι καὶ τῆς οἰμωγῆς· νυκτὸς δὲ ἐπελθούσης, εἶξε τῇ τυραννίδι τοῦ ὕπνου ἡττηθεὶς, καὶ τὰ βλέφαρα κατεκοίμισε, καὶ μικράν τινα τῶν καθημερινῶν κακῶν παραμυθίαν ἔλαβε. Φέρε δὴ λοιπὸν πρὸς τὴν ὑπόθεσιν ἴωμεν,  ἀφ' ἧς καὶ ταῦτα  εἰρήκαμεν.  Καὶ γὰρ εὖ οἶδα ὅτι  πρὸς ταύτην κεχήνατε  πάντες, καὶ ἕκαστος ὑμῶν  ὠδίνει  μαθεῖν τίνος  ἕνεκεν  οὐκ ἐξ ἀρχῆς τὸ βιβλίον τοῦτο ἐδόθη, ἀλλ' οὐδὲ νῦν ὁρῶ τὸν καιρὸν ὄντα τῆς ἐξηγήσεως ταύτης. Τί δήποτε;  Πρὸς τὸ  τέλος  ἡμῖν  ἡ  ἑβδομὰς  ἀπήντησε,  καὶ  δέδοικα  τῆς  ὑποθέσεως ἅψασθαι, εἶτα εὐθέως ἐγκόψαι τὴν διδασκαλίαν. Πολλῶν γὰρ ἐφεξῆς ἡμερῶν ἡμῖν ἡ ὑπόθεσις δεῖται καὶ συνεχοῦς τῆς μνήμης· διὸ πάλιν αὐτὴν ἀναβαλώμεθα. Ἀλλὰ μὴ δυσχεράνητε, μετὰ τόκου πάντως ὑμῖν ἀποδώσομεν τὸ χρέος· οὕτω γὰρ καὶ ἡμῖν τοῖς καταβάλλουσι συμφέρει· τέως δὲ τὸ χθὲς παραλειφθὲν  ἐροῦμεν νῦν. Τί δὲ τὸ χθὲς παραλειφθὲν ἦν; Περιεπάτει, φησὶν, ὁ Θεὸς ἐν τῷ παραδείσῳ τὸ δειλινόν. Τί λέγεις, εἰπέ μοι, Περιεπάτει ὁ Θεός; Οὐ περιεπάτει ὁ Θεός· πῶς γὰρ ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; ἀλλὰ τοιαύτην αἴσθησιν ἐνέθηκε τῷ Ἀδὰμ, ἵν' ἑαυτὸν συστείλῃ, ἵνα  μὴ  διακεχυμένος  ᾖ,  ἵνα  τὸ  φυγεῖν   καὶ  κρυβῆναι  μέρος  τι  τῆς  ἀπολογίας προβάληται  καὶ πρὸ τῶν  ῥημάτων  αὐ  τῶν.  Καθάπερ γὰρ οἱ μέλλοντες  εἰς δικαστήριον εἰσάγεσθαι, καὶ εὐθύνας τῶν  πεπλημμελημένων  ὑπέχειν,  αὐχμῶντες, ῥυπῶντες,  στυγνοὶ,  κατεσταλμένοι  τοῖς  δικάζουσι φαίνονται,  ὥστε καὶ  ἀπὸ  τοῦ σχήματος αὐτοὺς εἰς φιλανθρωπίαν ἐπισπάσασθαι καὶ ἔλεον καὶ συγγνώμην· οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε. Καὶ γὰρ ἔδει κατεσταλμένον εἰς τὸ δικαστήριον εἰσαχθῆναι τοῦτο· διὰ τοῦτο προλαβὼν ὁ Θεὸς, αὐτὸν συνέστειλεν. Ἀλλ' ὅτι μέν τις περιεπάτει ᾔσθετο· πόθεν δὲ ἐνόμισεν ὅτι ὁ Θεὸς περιεπάτει; Τοιοῦτον τῶν ἁμαρτανόντων  τὸ ἔθος ἐστί· πάντα  ὑποπτεύουσι, τὰς  σκιὰς τρέμουσι, πάντα  ψόφον  δεδοίκασι, καὶ ἕκαστον ἐπ' αὐτοὺς βαδίζειν νομίζουσι. Πολλοὺς γοῦν πολλάκις ἰδόντες ἐφ' ἑτέραν τρέχοντας διακονίαν, ἐνόμισαν ἐπ' αὐτοὺς ἥκειν οἱ ἁμαρτάνοντες, καὶ ἄλλων ἄλλα πρὸς ἀλλήλους διαλεγομένων, οἱ συνειδότες ἑαυτοῖς ἁμαρτίαν, περὶ αὐτῶν ἐκείνους διαλέγεσθαι νομίζουσι.

βʹ. Τοιοῦτον  γὰρ  ἡ  ἁμαρτία·  οὐδενὸς  ἐλέγχοντος   προδίδωσιν,  οὐδενὸς κατηγοροῦντος καταδικάζει, καὶ ψοφοδεῆ ποιεῖ καὶ δειλὸν τὸν ἡμαρτηκότα· ὥσπερ οὖν ἡ δικαιοσύνη τὸ ἐναντίον. Ἄκουσον γοῦν πῶς καὶ τούτου τὴν δειλίαν, κἀκείνου τὴν παῤῥησίαν ὑπέγραψεν  ἡ Γραφή· Φεύγει ὁ ἀσεβὴς, φησὶν, οὐδενὸς διώκοντος. Πῶς οὐδενὸς  διώκοντος  φεύγει; Ἔνδον ἔχει τὸν  ἐλαύνοντα,  τὸν  τοῦ συνειδότος κατήγορον, καὶ τοῦτον πανταχοῦ  περιφέρει· καὶ καθάπερ ἑαυτὸν οὐκ ἂν δυνηθείη φεύγειν,  οὕτως  οὐδὲ  τὸν  ἔνδοθεν  αὐτὸν  ἐλαύνοντα,  ἀλλ'  ὅπουπερ  ἂν  ἀπῄει, μαστίζεται καὶ τραῦμα ἀνίατον ἔχει· ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλ' ὁποῖος, ἄκουε ∆ίκαιος ὡς λέων πέποιθε. Τοιοῦτος ἦν ὁ Ἠλίας· εἶδε γοῦν τὸν βασιλέα πρὸς αὐτὸν ἐρχόμενον,   καὶ  εἰπόντος   ἐκείνου,  Ἵνα  τί  διαστρέφεις  τὸν  Ἰσραήλ;  Οὐκ  ἐγὼ διαστρέφω, φησὶν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἀληθῶς δίκαιος ὡς λέων πέποιθε. Καθάπερ γὰρ λέων  κυνιδίου  τινὸς  εὐτελοῦς  κατεξανέστη τοῦ βασιλέως· καίτοι πορφυρίδα εἶχεν ἐκεῖνος, ἀλλ' εἶχε μηλωτὴν οὗτος, ἱμάτιον τῆς πορφυρίδος ἐκείνης σεμνότερον. Ἡ μὲν γὰρ πορφυρὶς ἐκείνη τὸν λιμὸν ἔτεκε τὸν χαλεπὸν, ἡ μηλωτὴ δὲ αὕτη τὰ δεινὰ ἔλυσεν· αὕτη τὸν Ἰορδάνην ἔσχισεν, αὕτη τὸν Ἑλισσαῖον διπλοῦν Ἠλίανἐποίησεν. Ὢ πόση τῶν ἁγίων ἡ ἀρετή! οὐχὶ τὰ ῥήματα αὐτῶν μόνα, οὐδὲ τὰ σώματα, ἀλλὰ καὶ αὐτὰ τὰ ἱμάτια τῇ κτίσει πάσῃ πάντοτέ ἐστιν αἰδέσιμα. Ἡ μηλωτὴ  τούτου  τὸν  Ἰορδάνην  ἔσχισε, τὰ ὑποδήματα  τῶν  τριῶν  παίδων  τὸ πῦρ κατεπάτησαν, τὸ ξύλον τοῦ Ἑλισσαίου τὰ ὕδατα μετέβαλε, καὶ σιδήριον ὑπὲρ τὴν ἐπιφάνειαν  βαστάζειν ἐποίησεν· ἡ ῥάβδος Μωϋσέως τὴν Ἐρυθρὰν ἔσχισε θάλασσαν, τὴν πέτραν ἔῤῥηξε, τὰ ἱμάτια Παύλου νοσήματα ἤλασεν, ἡ σκιὰ Πέτρου θάνατον ἐφυγάδευσεν. Ἡ τέφρα τῶν  ἁγίων  μαρτύρων  πονηροὺς ἀπελαύνει  δαίμονας. ∆ιὰ τοῦτο μετ' ἐξουσίας ἅπαντα πράττουσι, καθάπερ καὶ ὁ Ἠλίας· οὐ γὰρ δὴ ἑώρα τὸ διάδημα καὶ τὴν  ἔξωθεν  φαντασίαν  τοῦ βασιλέως, ἀλλ' ἑώρα τὴν  ψυχὴν  ῥάκια περιβεβλημένην,    αὐχμῶσαν,    ῥυπῶσαν,   καὶ   καταδίκου    παντὸς    ἀθλιώτερον διακειμένην·   καὶ   ἰδὼν   αὐτὸν   αἰχμάλωτον    καὶ   δοῦλον   ὄντα   τῶν   παθῶν, κατεφρόνησεν  αὐτοῦ τῆς ἀρχῆς. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς, ἀλλ' οὐκ ἐπὶ τῆς ἀληθείας ἐδόκει βασιλέα βλέπειν. Τί  γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον  πενία  τοσαύτη ᾖ; τί  δὲ βλάβος  τῆς  ἔξωθεν  πενίας,  ὅταν  ἔνδον  τοσοῦτος ἀποκέηται πλοῦτος; Τοιοῦτος ἦν λέων καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον καὶ βοήσας μόνον, τὰ θεμέλια πάντα ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐκ ὀδοῦσι χρησάμενος, ἀλλὰ  ῥήμασι·  διόπερ οὐχὶ  λέοντας  αὐτοὺς  μόνον,  ἀλλὰ  καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυα πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται· καθάπερ καὶ ὁ μακάριος οὗτος  ἐπὶ  τοῦ  δεσμωτηρίου  τότε  ἐποίησε, τοὺς  δεσμώτας  λύσας,  τοὺς  τοίχους  σαλεύσας, τὸν δεσμοφύλακα δήσας, καὶ τῷ τῆς εὐσεβείας χειρωσάμενος λόγῳ. Ὁ λέων  φθέγγεται,  καὶ  τὰ  θηρία  φυγαδεύει  πάντα·  ὁ  ἅγιος  φθέγγεται,  καὶ  τοὺς δαίμονας ἀπελαύνει  πάντοθεν· ὅπλα τοῦ λέοντος κόμη τριχῶν, ὀνύχων  ἀκμὴ, καὶ ὀδόντες ἠκονημένοι· ὅπλα δικαίου φιλοσοφία,  καρτερία, ὑπομονὴ, ὑπεροψία τῶν παρόντων ἁπάντων. Ταῦτα τὰ ὅπλα τις ἔχων, οὐκ ἀνθρώπων μόνον πονηρῶν, ἀλλὰ καὶ αὐτῶν καταγελάσεται τῶν ἀντικειμένων  δυνάμεων. Φρόντισον τοίνυν τῆς κατὰ Θεὸν ζωῆς, ἄνθρωπε, καὶ οὐδεὶς περιέσεται σοῦ ποτε, ἀλλὰ κἂν ἁπάντων εὐτελέστερος εἶναι δοκῇς, πάντων  δυνατώτερος ἔσῃ· ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι. Καὶ τοῦτο ἔδειξε μὲν τὰ εἰρημένα παραδείγματα· εἰ δὲ βούλει καὶ δι' ἔργων σε διδάξαι πειράσομαι τῶν δικαίων τὸ ἀκαταγώνιστον καὶ τῶν ἁμαρτωλῶν τὸ εὐχείρωτον. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ προφήτης ᾐνίξατο· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτω, φησὶν, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς  γῆς.  Καθάπερ γὰρ  ἐκεῖνος  ταῖς  τῶν   ἀνέμων   ἐμβολαῖς  πρόκειται  ῥᾳδίως ἀναῤῥιπιζόμενος,  οὕτω δὴ καὶ ὁ ἁμαρτωλὸς  ὑπὸ παντὸς  πειρασμοῦ περιτρέπεται. Ὅταν γὰρ αὐτὸς  ἑαυτῷ  πολεμῇ,  καὶ τὴν  μάχην  πανταχοῦ  περιφέρῃ,  ποία  αὐτῷ σωτηρίας   ἐλπὶς   οἴκοθεν   προδεδομένῳ,   καὶ  διηνεκῆ   πολέμιον   περιάγοντι   τὸ συνειδός; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλὰ ποταπός; Ἄκουσον τοῦ αὐτοῦ προφήτου λέγοντος· Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Τί ποτ' οὖν ἐστιν, Ὡς ὄρος Σιών; Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, φησί. Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ πῶς γάρ;, τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις ἰσχύν. Τοιοῦτός ἐστι καὶ ὁ δίκαιος· ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε δεινὸν, τῶν δὲ ἐπιβουλευόντων  καταλύει τὴν δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν. Ἤκουσας γοῦν πολλάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν  βελῶν  αὐτοῦ κατακλασθέντων,  καὶ τῶν  μηχανημάτων  γενομένων  ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.

γʹ. Ταῦτα οὖν ἐπιστάμενοι, τῆς ζωῆς ἐπιμελώμεθα  τῆς ἡμετέρας, καὶ μήτε περὶ χρήματα σπουδάσωμεν τὰ ἀπολλύμενα, μήτε περὶ δόξαν τὴν σβεννυμένην, μήτε περὶ τὸ σῶμα τὸ γηράσκον, μήτε περὶ κάλλος τὸ μαραινόμενον, μήτε περὶ τρυφὴν τὴν διαῤῥέουσαν, ἀλλὰ περὶ ψυχὴν  ἅπασαν ἀναλώσωμεν  τὴν ἐπιμέλειαν,  καὶ ταύ την παντὶ θεραπεύσωμεν τρόπῳ. Σώματα μὲν γὰρ θεραπεῦσαι νενοσηκότα οὐ παντὶ ῥᾴδιον, ψυχὴν δὲ ἀῤῥωστοῦσαν ἰάσασθαι ῥᾴδιον πᾶσι· καὶ ἡ μὲν τοῦ σώματος ἀῤῥωστία καὶ  φαρμάκων  δεῖται,  καὶ  ἀργυρίου  πρὸς  θεραπείαν·  ἡ  δὲ  τῆς  ψυχῆς θεραπεία εὔωνος καὶ ἀδάπανος· καὶ τῆς μὲν σαρκὸς ἡ φύσις μετὰ πολλοῦ τοῦ πόνου τῶν ἐνοχλούντων  ἀπαλλάττεται τραυμάτων· καὶ γὰρ σιδήριον ἐπαγαγεῖν ἀναγκαῖον πολλάκις, καὶ πικρὰ φάρμακα· ἐπὶ δὲ τῆς ψυχῆς οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀρκεῖ θελῆσαι καὶ βουληθῆναι  μόνον, καὶ πάντα  κατώρθωται.  Καὶ τοῦτο τῆς τοῦ Θεοῦ προνοίας ἔργον γέγονεν· ἐπειδὴ γὰρ ἀπὸ μὲν τῆς τοῦ σώματος ἀῤῥωστίας οὐ πολλὴ γένοιτ' ἂν ἡ βλάβη κἂν γὰρ μὴ νοσήσωμεν, ἐπελθὼν  ὁ θάνατος αὐτὸ φθερεῖ καὶ καταλύσει  πάντως,  τὸ  δὲ  πᾶν  ἐν  τῇ  τῆς  ψυχῆς  ἡμῶν  ὑγείᾳ  κεῖται,  τοῦ  πολλῷ χρησιμωτέρου καὶ ἀναγκαιοτέρου ῥᾳδίαν ἐποίησε καὶ ἀδάπανον καὶ ἀνώδυνον  τὴν θεραπείαν. Τίνα οὖν ἕξομεν ἀπολογίαν,  ποίαν  δὲ συγγνώμην,  ὅταν σώματος μὲν νοσοῦντος,  ἔνθα  καὶ  ἀργύριόν  ἐστι  καταβαλεῖν,  καὶ  ἰατροὺς  παρακαλέσαι,  καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς ἀῤῥωστίας γινομένης  ἐκείνης· ψυχῆς  δὲ καταφρονῶμεν,  καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι,  ἀλλὰ  χωρὶς  τούτων  ἁπάντων  διὰ  τοῦ  προελέσθαι  καὶ  βουληθῆναι μόνον, πᾶσαν αὐτῆς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας; Εἰπὲ γάρ μοι, εἴ τις ὑπέσχετο παιδεῦσαί σε τέχνην ἰατρικὴν ἐν βραχείᾳ καιροῦ ῥοπῇ χωρὶς ἀργυρίου καὶ πόνου, οὐκ ἂν εὐεργέτην ἐνόμισας; οὐκ ἂν κατεδέξω καὶ ποιῆσαι καὶ παθεῖν ἅπαντα ἅπερ ἐκέλευσεν ὁ ταῦτα ἐπαγγειλάμενος; Ἰδοὺ νῦν ἔξεστι χωρὶς πόνων  οὐχὶ σωμάτων, ἀλλὰ τῶν τῆς ψυχῆς τραυμάτων τὰ φάρμακα εὑρεῖν, καὶ χωρὶς ὀδύνης τινὸς εἰς ὑγείαν αὐτὴν ἐπαναγαγεῖν. Μὴ τοίνυν ἀμελῶμεν. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν,  καὶ μὴ καταλλάττεσθαι.  Ποῖος πόνος  εὔξασθαι καὶ αἰτῆσαι μυρία ἀγαθὰ  παρὰ τοῦ  προθύμως  διδόντος  Θεοῦ; ποῖος  πόνος  μὴ κακῶς  εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι  φθόνου καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποία ταλαιπωρία  μὴ φθέγγεσθαι αἰσχρὰ ῥήματα, μηδὲ λοιδορεῖσθαι, μηδὲ ὑβρίζειν; ποῖος κάματος μὴ ὀμνύναι; πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ἥξω παραίνεσιν. Πόνος μὲν οὖν μέγιστος τὸ ὀμόσαι· πολλάκις γοῦν ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθείσης, καὶ  τοῦ  θυμοῦ  χαλασθέντος,  βουληθέντες  καταλλαγῆναι,  καὶ  ὑπὸ  τῆς  ἀνάγκης κατεχόμενοι  τῶν  ὅρκων, ἠλγήσαμεν  ὥσπερ τινὶ  παγίδι  κατεχόμενοι,  καὶ δεσμοῖς ἀλύτοις συνδεδεμένοι. Ὅπερ καὶ ὁ διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται, καὶ τοῦ θυμοῦ σβεσθέντος, καταλλαγὴ γίνεται καὶ  φιλία,   βουλόμενος  τὸ  πῦρ  τοῦτο  μένειν   ἄσβεστον,  ὅρκῳ  πολλάκις   ἡμᾶς κατέδησεν, ἵνα, κἂν ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια  τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ δυοῖν θάτερον γένηται,  ἡ καταλλαγέντες  ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσωμεν. δʹ. Ταῦτα οὖν εἰδότες φεύγωμεν τοὺς ὅρκους, καὶ μελετάτω τὸ στόμα ἡμῶνλέγειν συνεχῶς· Πίστευσον· καὶ ἔσται τοῦτο πάσης εὐλαβείας ὑπόθεσις ἡμῖν. Γλῶττα γὰρ παιδευθεῖσα τοῦτο λέγειν τὸ ἓν ῥῆμα, αἰσχύνεται καὶ ἐρυθριᾷ ῥήματα ἐξενεγκεῖν αἰσχρὰ καὶ ἄτοπα· κἂν ἀπὸ συνηθείας προαχθῇ ποτε, πολλοὺς ἔχουσα τοὺς κατηγόρους ἀνασταλήσεται. Ὅταν γάρ τις ἴδῃ τὸν μὴ ὀμνύντα αἰσχρὰ φθεγγόμενον, ἐπεμβήσεται  ῥᾳδίως  αὐτῷ   καὶ  καταγελάσεται,  καὶ  κωμῳδῶν   ἐρεῖ·  Σὺ  ὁ  τὸ, Πίστευσον, ἐπὶ  πᾶσι  λέγων,  οὐκ  ἀνέχῃ  ὅρκον  προέσθαι, καὶ  ῥήμασιν  αἰσχροῖς καταισχύνεις     σου   τὴν   γλῶτταν;    Ὥστε   καὶ   ἄκοντες,   ὑπὸ   τῶν    παρόντων συνελαυνόμενοι,  πρὸς εὐλάβειαν ἐπανήξομεν. Τί οὖν, ἐὰν ἀνάγκη, φησὶν, ὀμόσαι· Ὅπου νόμου παράβασίς ἐστιν, οὐκ ἔστιν ἀνάγκη. Καὶ δυνατὸν, φησὶ, καθόλου μὴ ὀμνύναι; Τί λέγεις; ὁ Θεὸς ἐκέλευσε, καὶ τολμᾷς ἐρωτῆσαι εἰ δυνατὸν φυλάξαι τὸν νόμον; Ἀδύνατον μὲν οὖν τὸ μὴ φυλάξαι· καὶ τοῦτο ἀπὸ τῶν παρόντων ὑμᾶς πεῖσαι βούλομαι, ὅτι οὐ τὸ μὴ ὀμνύναι,  ἀλλὰ τὸ ὀμνύναι  ἀδύνατον.  Ἰδοὺ γοῦν χρυσίον ἐκελεύσθησαν εἰσενεγκεῖν οἱ τὴν πόλιν οἰκοῦντες δοκοῦν τὴν τῶν πολλῶν ὑπερβαίνειν  δύναμιν,  καὶ,  τὸ  πλέον  εἰσενήνεκται,  καὶ  τῶν  ἀπαιτούντων   ἔστιν ἀκοῦσαι λεγόντων· Τί μέλλεις, ἄνθρωπε; τί δὲ ἡμέραν ἐξ ἡμέρας ἀναβάλλῃ ἡμᾶς; μὴ γὰρ δυνατὸν ἐκφυγεῖν; βασιλέως νόμος ἐστὶ μελλήσεως οὐκ ἀνεχόμενος. Τί λέγεις, εἰπέ μοι; βασιλεὺς ἐκέλευσε χρήματα εἰσενεγκεῖν, καὶ ἀδύνατον  μὴ εἰσενεγκεῖν· ὁ Θεὸς ἐκέλευσε φεύγειν τοὺς ὅρκους, καὶ λέγεις ὅτι ἀδύνατον φεύγειν  τοὺς ὅρκους; Ἕκτην ἔχω ταύτην ἡμέραν περὶ ταύτης ὑμῖν παραινῶν  τῆς ἐντολῆς· λοιπὸν  ὑμῖν συντάξασθαι βούλομαι ὡς ἀφιστάμενος, ἵνα ἀσφαλίζησθε. Οὐκ ἔτι ἀπολογία τις ὑμῖν ἔσται, οὐδὲ συγγνώμη· μάλιστα μὲν γὰρ εἰ καὶ μηδὲν εἴρητο, παρ' ὑμῶν αὐτῶν ἔδει διορθωθῆναι  τοῦτο· οὐδὲ γὰρ ποικίλον  ἐστὶν, οὐδὲ πολλῆς  δεόμενον κατασκευῆς. Ὅταν δὲ καὶ τοσαύτης ἦτε παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκότες, τίνα ἀπολογίαν  εἰπεῖν ἕξετε ἐγκαλούμενοι,  καὶ ἐπὶ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ  εὐθύνας  ἀπαιτούμενοι  τῆς  παρανομίας  ταύτης;  Οὐκ ἔστιν  οὐδεμίαν  εἰπεῖν ἀπολογίαν, ἀλλ' ἀνάγκη, ἢ κατορθώσαντας ἀπελθεῖν, ἢ μὴ κατορθώσαντας κολάζεσθαι, καὶ τὴν ἐσχάτην ὑπομένειν δίκην. Ταῦτα οὖν ἐννοήσαντες ἅπαντα, καὶ μετὰ πολλῆς ἐντεῦθεν ἀναχωρήσαντες τῆς φροντίδος, ἀλλήλους παρακελεύεσθε τὰ ἐν τοσαύταις ἡμέραις εἰρημένα μετὰ πάσης τηρῆσαι τῆς φυλακῆς ἐπὶ τῆς διανοίας τῆς ὑμετέρας, ἵνα καὶ ἡμῶν σιγώντων ἀλλήλους παιδεύοντες, οἰκοδομοῦντες, παρακαλοῦντες, πολλὴν ἐπιδείξησθε τὴν ἐπίδοσιν, καὶ τοὺς λοιποὺς ἅπαντας ἐκπληρώσαντες  νόμους, ἀπολαύσητε τῶν  αἰωνίων  στεφάνων,  ὧν γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |