ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΑʹΤῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι

Τρίτη 25 Οκτωβρίου 2016

ΑʹΤῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

ΑʹΤῇ δεσποίνῃ μου τῇ αἰδεσιμωτάτῃ καὶ θεοφιλεστάτῃ διακόνῳ Ὀλυμπιάδι Ἰωάννης ἐπίσκοπος ἐν Κυρίῳ χαίρειν.

1.1 Ὅσῳ τὰ τῶν πειρασμῶν ἐπιτείνεται,  τοσούτῳ καὶ τὰ τῆς παρακλήσεως ἡμῖν αὔξεται καὶ χρηστοτέρας ἔχομεν περὶ τῶν μελλόντων τὰς ἐλπίδας· καὶ νῦν δὲ κατὰ ῥοῦν ἡμῖν  ἅπαντα  φέρεται  καὶ  ἐξ  οὐρίας  πλέομεν.  Τίς  εἶδεν;  Τίς  ἤκουσεν;  Ὕφαλοι  καὶ σπιλάδες,  στρόβιλοι  καὶ  καταιγίδες   καταρρήγνυνται·   νὺξ  ἀσέληνος,  ζόφος  βαθύς, κρημνοὶ καὶ σκόπελοι· καὶ διὰ τοιούτου πλέοντες πελάγους τῶν ἐν λιμένι σαλευόντων οὐδὲν χεῖρον διακείμεθα. Ταῦτ' οὖν καὶ αὐτὴ λογιζομένη, δέσποινά μου θεοφιλεστάτη, ὑψηλοτέρα   γίνου   τῶν   θορύβων   τούτων   καὶ   τῶν   κλυδώνων  καὶ   δηλῶσαί   μοι καταξίωσον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς· ἡμεῖς γὰρ ἐν ὑγιείᾳ καὶ ἐν εὐθυμίᾳ διάγομεν. Καὶ γὰρ καὶ τὸ σῶμα ἡμῖν ἐρρωμενέστερον γέγονε καὶ καθαρὸν ἀναπνέομεν  ἀέρα, οἵ τε συναποδημοῦντες  ἡμῖν  ἐπαρχικοὶ  οὕτω  θεραπεύουσιν  ὅτι οὐδὲ οἰκετῶν  ἡμᾶς ἀφιᾶσι δεῖσθαι τὰ οἰκετῶν  ποιοῦντες–καὶ  γὰρ ἥρπασαν τὸ ἐπίταγμα  τοῦτο διὰ τὸν περὶ ἡμᾶς ἔρωτα–καὶ  δορυφορίαι  πανταχοῦ,  ἑκάστου  αὐτοὺς  μακαρίζοντος  διὰ  τὴν  διακονίαν ταύτην.  Ἕν ἐστιν  ἡμᾶς  τὸ λυποῦν  τὸ μὴ θαρρεῖν  ὅτι  καὶ  αὐτὴ  ἐν  εὐθυμίᾳ  διάγεις. ∆ήλωσον δὴ τοῦτο, ἵνα καὶ τῆς ἐντεῦθεν  ἀπολαύσωμεν  εὐφροσύνης καὶ τῷ κυρίῳ μου δὲ τῷ ποθεινοτάτῳ  1.1 τέκνῳ  ἡμῶν Περγαμίῳ πολλὰς  χάριτας εἰσώμεθα. Κἂν ἐθέλῃς ἡμῖν ἐπιστέλλειν, αὐτῷ πρὸς τοῦτο χρῆσαι, γνησίῳ τε ὄντι καὶ σφόδρα ἡμῖν ἀνακειμένῳ καὶ πάνυ αἰδουμένῳ τὴν κοσμιότητά σου καὶ τὴν εὐλάβειαν.



 Βʹ Ἀλλὰ καὶ τοῦτό σοι λελύσθω τὸ δέος τὸ τῆς ὁδοιπορίας τῆς ἡμετέρας.

 Ἀλλὰ καὶ τοῦτό σοι λελύσθω τὸ δέος τὸ τῆς ὁδοιπορίας τῆς ἡμετέρας. Καὶ γάρ, ὅπερ ἔφθην  ἐπιστείλας, τὸ σῶμα ἡμῖν εἰς ὑγίειαν  καὶ πλείονα  ῥῶσιν ἐπέδωκε, τοῦ τε ἀέρος καλῶς ἡμῖν κεχρημένου, τῶν τε ἀπαγόντων  ἡμᾶς πᾶσαν ποιουμένων  σπουδήν, ὑπὲρ ὃ βουλόμεθα, ἀναπαύειν ἡμᾶς καὶ ἔργον τοῦτο ποιουμένων.  Μέλλων δὲ ἀπὸ τῆς Νικαίας ἐξιέναι ταύτην διεπεμψάμην  τὴν ἐπιστολήν, τρίτῃ μηνὸς τοῦ Ἰουλίου. Γράφε οὖν ἡμῖν συνεχῶς  περὶ τῆς ὑγιείας  τῆς σῆς. ∆ιακονήσεται  γάρ σοι πρὸς τοῦτο ὁ δεσπότης μου Περγάμιος ᾧ σφόδρα τεθάρρηκα. Μὴ περὶ τῆς ὑγιείας μόνον ἡμῖν δήλου τῆς σῆς, ἀλλὰ καὶ περὶ τοῦ ἐσκεδάσθαι σοι τῆς ἀθυμίας τὸ νέφος. Εἰ γὰρ μάθοιμεν διὰ τῶν γραμμάτων τῶν   σῶν  τοῦτο,  καὶ  συνεχέστερον   ἐπιστελοῦμεν,   ὡς  ἀνύοντές   τι  πλέον   δι'  ὧν γράφομεν.  Εἰ τοίνυν  ἐπιθυμεῖς  πυκνότητος  ἀπολαύειν  ἐπιστολῶν,  δήλου σαφῶς ἡμῖν ὅτι γίνεταί  τι πλέον  ἀπὸ τῆς πυκνότητος  καὶ ὄψει μετὰ δαψιλείας  τοῦτο παρέχοντας. Ἐπεὶ καὶ νῦν, πολλῶν  παρελθόντων  ἐντεῦθεν  τῶν δυναμένων  γράμματα κομίσαι, μὴ δεξάμενος παρὰ τῆς σῆς τιμιότητος ἐπιστολὴν σφόδρα ἤλγησα.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |