ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ιʹ Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη

Τρίτη 25 Οκτωβρίου 2016

Ιʹ Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

Ιʹ  Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα  πνεύμασιν 

 Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα  πνεύμασιν  οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν  βλάβην, οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων  ἀποτίθενται  ζάλην, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Καὶ γὰρ τὰ σώματα πλείονος δεῖται χρόνου ὥστε μετὰ τὴν τῶν πυρετῶν ἀπαλλαγὴν  εἰς καθαρὰν ἐπανελθεῖν  ὑγίειαν  καὶ  ἀπονίψασθαι  τὸν  ἀπὸ τῆς  ἀρρωστίας  ἐναπομείναντα   αὐτοῖς μαλακισμόν· τὰ δὲ ὕδατα, καὶ τῶν πνευμάτων  παυσαμένων,  ἐπιπολὺ  σαλευόμενα καὶ κινούμενα μένει φερόμενά τε καὶ πολλῇ πάλιν ἐπαγόμενα τῇ ῥύμῃ καὶ δεῖται καὶ αὐτὰ χρόνου ὥστε εἰς καθαρὰν ἐπανελθεῖν  γαλήνην.  Ταῦτα δέ μοι εἴρηται τὰ προοίμια πρὸς τὴν σὴν εὐλάβειαν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μάθῃς ὅτι καὶ ταύτην ἀναγκαίως  σοι πέμπομεν τὴν ἐπιστολήν. Εἰ γὰρ καὶ τὴν τυραννίδα  κατελύσαμεν τῆς ἀθυμίας καὶ τὴν ἀκρόπολιν ταύτης κατεσκάψαμεν διὰ τῶν ἔμπροσθεν γραμμάτων, ἀλλ' ὅμως πολλῆς ἔτι χρεία τῷ λόγῳ  τῆς  προσεδρίας, ἵνα  σοι καὶ  βαθεῖαν  ἐργάσηται  τὴν  εἰρήνην  καὶ  τὴν  μνήμην πάντων  τῶν ἐξ ἐκείνης γενομένων


 ἐξαλείψασα θορύβων λευκήν  σοι καὶ παγίαν δείξῃ γαλήνην,  καὶ ἐν πολλῇ  σε καταστήσῃ τῇ εὐθυμίᾳ. Τοῦτο γὰρ ἡμῖν τὸ σπουδαζόμενον οὐκ  ἀθυμίας   σε  ἀπαλλάξαι   μόνον,   ἀλλὰ   καὶ  εὐφροσύνης   ἐμπλῆσαι  πολλῆς   καὶ διηνεκοῦς. ∆υνατὸν γὰρ ἂν ἐθέλῃς. Οὐδὲ γὰρ ἐν τοῖς ἀκινή τοις τῆς φύσεως νόμοις οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ' ἐν ἐλευθέροις τοῖς τῆς προαιρέσεως λογισμοῖς  οὓς μεταχειρίζειν  ἡμῖν ῥᾴδιον τὰ τῆς εὐθυμίας ἀπόκειται.  Καὶ οἶσθα, εἴ γε μέμνησαι καὶ πρώην–οὐ γὰρ πολὺς ὁ μεταξὺ χρόνος–, πολλούς  μοι καὶ μακροὺς ὑπὲρ τούτων ἀναλωθέντας λόγους, ὅτε δὴ συνεχῶς ἐπέλεγον τὰς ἱστορίας ἃς εἰς μέσον ἦγον. Οὐ γὰρ ἐν τῇ φύσει τῶν  πραγμάτων  οὕτως  ὡς ἐν τῇ γνώμῃ  τῶν  ἀνθρώπων  τὰ τῆς εὐθυμίας  ἵστασθαι πέφυκεν.  Ἐπεὶ οὖν τοῦτο τοῦτον  ἔχει  τὸν τρόπον, καὶ πολλοὶ  τῷ πλούτῳ  περιρρεόμενοι  τὸν  βίον  ἀβίωτον  ἐνόμισαν  εἶναι,  ἕτεροι  δὲ πενίᾳ  συζῶντες ἐσχάτῃ πάντων  εὐθυμότεροι διετέλεσαν, καὶ οἱ μὲν δορυφορίας ἀπολαύοντες καὶ δόξης καὶ τιμῆς πολλάκις αὐτῶν ἐπηράσαντο τὴν ζωήν, οἱ δὲ ἄσημοι καὶ ἐξ ἀσήμων καὶ οὐδενὶ γνώριμοι  πολλῶν  ἑαυτοὺς μακαριωτέρους  εἶναι  ἐνόμισαν–οὐδὲ  γὰρ ἐν τῇ φύσει τῶν πραγμάτων  ὡς ἐν τῇ γνώμῃ  ἀνθρώπων  τὰ τῆς εὐθυμίας·  οὐ γὰρ παύσομαι συνεχῶς τοῦτο  ἐπᾴδων–,  μὴ ἀναπέσῃς,  ἀλλὰ  διανάστηθι  καὶ  χεῖρα  ὄρεξον τῷ  λόγῳ  καὶ  τὴν καλὴν  ταύτην  παράσχου συμμαχίαν ἡμῖν, ἵνα σε ὁλοσχερῶς ἐξαρπάσωμεν τῆς πικρᾶς τῶν   λογισμῶν   αἰχμαλωσίας.   Εἰ  γὰρ  μὴ  βουληθείης   καὶ  αὐτὴ  τοσαύτην  σπουδὴν ποιήσασθαι ὅσην καὶ ἡμεῖς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς ἰατρείας. Καὶ τί θαυμαστὸν εἰ ἐφ'  ἡμῖν  τοῦτο  συμβαίνει;  Καὶ γὰρ  ὁ  πάντα  δυνάμενος   Θεός,  ὅταν  παραινῇ  καὶ συμβουλεύῃ, ὁ δὲ ἀκούων μὴ πείθηται τοῖς λεγομένοις, οὐδέποτε γίνεταί τι πλέον, ἀλλὰ καὶ  μείζονος  ἔσται  κολάσεως  ἐφόδιον  τοῦτο  τῷ  μὴ  πεισθέντι.  Καὶ τοῦτο  δηλῶν  ὁ Χριστὸς ἔλεγεν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» ∆ιὰ δὴ τοῦτο καὶ τὴν Ἱερουσαλὴμ θρηνῶν τούτου
γε αὐτοῦ ἕνεκεν, ἔλεγεν· «Ἱερουσαλήμ, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα  τοὺς  ἀπεσταλμένους  πρὸς  αὐτήν,  ποσάκις  ἠθέλησα  ἐπισυναγαγεῖν   τὰ τέκνα ὑμῶν καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.»
10.2 Ταῦτα οὖν εἰδυῖα, δέσποινά μου θεοφιλεστάτη,  κάμνε καὶ φιλονείκει  καὶ βιάζου  τὴν  ἀπὸ  τῶν  εἰρημένων  ἔχουσα συμμαχίαν,  ἐξωθεῖσθαι  καὶ  ἐκβάλλειν  μετὰ πολλῆς  τῆς  σφοδρότητος  τοὺς  ταράττοντάς  σε λογισμοὺς  καὶ  θόρυβον  καὶ  ζάλην ἐμποιοῦντας  τοσαύτην.  Ἀλλ' ὅτι  μὲν  ἐργάσῃ τοῦτο  καὶ  ἀνέξῃ  τῆς  παραινέσεως  τῆς ἡμετέρας, οὐδένα  οἶμαι  δεῖν  ἀμφιβάλλειν,  δεῖ δέ σοι κατασκευάσαι λοιπὸν  ξίφη  καὶ δόρατα  καὶ  τόξα  καὶ  βέλη  καὶ  θώρακα  καὶ  ἀσπίδα  καὶ  κνημῖδας   ὥστε  τοῖς  μὲν φράττεσθαι, τοῖς δὲ βάλλειν  καὶ κατασφάττειν  καὶ νεκροὺς τιθέναι  τοὺς ἐπιόντας  σοι τῆς ταραχῆς λογισμούς. Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν   ὥστε  μηδὲ   ἐγγὺς   ἀφεῖναι   προσιέναι   τοὺς   πολεμίους,   ἀλλ'  ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν  τῆς ὑπερβολῆς; Ἀπὸ τῆς ἀθυμίας αὐτῆς, ὀλίγα τινὰ περὶ αὐτῆς φιλοσοφήσαντες  καὶ δείξαντες  ὅπως βαρὺ τὸ πρᾶγμα καὶ ἐπαχθές. Ἡ γὰρ ἀθυμία ψυχῶν  ἐστι βασανιστήριον χαλεπόν, ὀδύνη τις ἄρρητος καὶ δίκη δίκης ἁπάσης καὶ τιμωρίας  πικροτέρα. Καὶ γὰρ σκώληκα μιμεῖται  ἰοβόλον,  οὐχὶ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ αὐτῆς καθαπτομένη  τῆς ψυχῆς, καὶ σής ἐστιν οὐχὶ ὀστέων μόνον, ἀλλὰ καὶ διανοίας, καὶ δήμιος διηνεκὴς οὐ πλευρὰς καταξαίνων, ἀλλὰ καὶ δύναμιν ψυχῆς λυμαινόμενος  καὶ νὺξ διηνεκὴς  καὶ σκότος ἀφεγγὲς  καὶ χειμὼν  καὶ ζάλη καὶ πυρετὸς ἀφανὴς  πάσης  φλογὸς  σφοδρότερον  κατακαίων  καὶ  πόλεμος  ἀνακωχὴν   οὐκ  ἔχων, νόσος πολλοῖς  τῶν  ὁρωμένων  ἐπισκοτοῦσα. Ὅ τε γὰρ ἥλιος,  ἥ τε τοῦ  ἀέρος φύσις τούτου τοῦ διειδοῦς τοῖς οὕτω διακειμένοις  παρενοχλεῖν  δοκεῖ καὶ ἐν μεσημβρίᾳ μέσῃ νύκτα μιμεῖται βαθεῖαν. ∆ιὸ καὶ ὁ θαυμάσιος προφήτης τοῦτο δηλῶν ἔλεγε· «∆ύσεται ὁ ἥλιος αὐτοῖς ἐν μεσημβρίᾳ», οὐχ ὡς ἀφανιζομένου  τοῦ ἄστρου οὐδ' ὡς τοῦ συνήθους διακοπτομένου  δρόμου, ἀλλ' ὡς τῆς ἀθυμούσης ψυχῆς  ἐν τῷ  φανοτάτῳ  τῆς ἡμέρας νύκτα φανταζομένης.  Οὐ γὰρ τοιοῦτο τῆς νυκτὸς τὸ σκότος, οἵα τῆς ἀθυμίας ἡ νὺξ οὐ κατὰ  νόμον   φύσεως  παραγενομένη,   ἀλλὰ  κατὰ  λογισμῶν   σκότωσιν  συναγομένη, φοβερά  τις  οὖσα καὶ  ἀφόρητος,  ἀμείλικτον  ἔχουσα τὸ  πρόσωπον,  τυράννου  παντὸς ὠμοτέρα, οὐδενὶ ταχέως  εἴκουσα τῶν διαλύειν  αὐτὴν ἐπιχειρούντων, ἀλλ' ἀδάμαντος στερρότερον  κατέχουσα  πολλάκις   τὴν   ἁλοῦσαν   ψυχήν,   ὅταν   αὐτὴ  μὴ  πολλῇ   ᾖ κεχρημένη τῇ φιλοσοφίᾳ.10.3 Τί δεῖ πολλὰ  λέγειν  οἴκοθεν  περὶ αὐτῆς ἀποφαινόμενον, παρὸν ἐπὶ τοὺς ἁλόντας  ἐλθεῖν  κἀκεῖθεν  αὐτῆς τὴν  ἰσχὺν ἅπασαν καταμαθεῖν;  Μᾶλλον  δέ, εἰ δοκεῖ, τέως πρότερον ἑτέρωθεν  αὐτῆς ποιησόμεθα τὴν ἀπόδειξιν.  Ὅτε γὰρ ἥμαρτεν ὁ Ἀδὰμ τὴν  ἁμαρτίαν  ἐκείνην  τὴν  χαλεπὴν  καὶ  τὸ  κοινὸν  ἁπάντων  ἀνθρώπων  κατεδίκασε γένος,  λύπῃ  τότε  κατεδικάζετο·  ἡ  δὲ  μεῖζον  ἁμαρτοῦσα  καὶ  οὕτω  μείζονα  ὡς  τὴν ἁμαρτίαν  τὴν  τούτου  πρὸς ἐκείνην  συγκρινομένην  μηδὲ ἁμαρ τίαν  εἶναι  νομίζεσθαι·
«Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, φησίν, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν»,  αὕτη τοίνυν  ἡ ἀπατηθεῖσα καὶ ἐν παραβάσει γενομένη,  καὶ τὸ δηλητήριον  καὶ ἑαυτῇ καὶ τῷ ἀνδρὶ κεράσασα φάρμακον,  πλείονι  ταύτῃ κατακρίνεται  ὡς κατατεῖναι  δυναμένῃ  τοῦ μόχθου μειζόνως· «Πληθύνων  γάρ, φησί, πληθυνῶ  τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα.» Οὐδαμοῦ πόνος, οὐδαμοῦ ἱδρὼς καὶ οὐδαμοῦ μόχθος, ἀλλ' ἀθυμία  καὶ  στεναγμὸς  καὶ  ἡ  ἐντεῦθεν   τιμωρία   καὶ  πόνων   καὶ  μυρίων  θανάτων ἀντίρροπος οὖσα, μᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέρα. Καίτοι τί θανάτου χεῖρον; Οὐχὶ τὸ κεφάλαιον  τῶν  ἐν  ἀνθρώποις  κακῶν,  τὸ  φοβερὸν  καὶ  ἀφόρητον  καὶ  μυρίων  ἄξιον
θρήνων  τοῦτο  εἶναι  δοκεῖ; Οὐχὶ παρανομίας  τῆς  χαλεπωτάτης  ταύτην  ἔφησεν  εἶναι δίκην ὁ Παῦλος; Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων καὶ τῆς φρικτῆς ἐκείνης  μετέχοντας  τραπέζης ταύτην  ἔφησε τίνειν  δίκην  οὕτω λέγων· «∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται  ἱκανοί.» Οὐχὶ καὶ νομοθέται πάντες τοὺς τὰ ἀνήκεστα πλημμελοῦντας  τούτῳ καταδικάζουσι τῷ ἐπιτιμίῳ; Καὶ ὁ Θεὸς δὲ οὐ ταύτην ἐσχάτην ἐπέθηκεν τιμωρίαν ἐν τῷ νόμῳ τοῖς μεγάλα πλημμελοῦσιν; Οὐ διὰ τὸν τούτου φόβον ὁ πατριάρχης  ἐκεῖνος ὁ καὶ τὴν φύσιν αὐτὴν νικήσας τὴν γυναῖκα  τὴν ἑαυτοῦ κατεδέξατο ἡδυπαθείαις ἐκδοῦναι βαρβαρικαῖς καὶ Αἰγυπτιακῇ τυραννίδι, καὶ τὸ δρᾶμα  τῆς  ὕβρεως  αὐτός  τε  κατεσκεύαζε  καὶ  τὴν  γυναῖκα  παρεκάλει  τὴν  χαλεπὴν ταύτην  συνυποκρίνασθαι  τραγῳδίαν  αὐτῷ; Καὶ οὐδὲ τὴν αἰτίαν  αἰσχύνεται  τιθεὶς τῆς τοιαύτης σκηνῆς· «Ἔσται γάρ, φησίν, ὡς ἐὰν ἴδωσί σε οὕτω τῇ ὥρᾳ λάμπουσαν καὶ τῷ κάλλει  τῆς  ὄψεως  κρατοῦσαν,  ἀποκτενοῦσί  με, σὲ δὲ  περιποιήσονται.  Εἰπὲ οὖν  ὅτι ἀδελφή  μου εἶ, ἵνα εὖ μοι γένηται  διὰ σὲ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν  σοῦ.» Εἶδες φόβον, εἶδες τρόμον κατασείοντα τὴν ὑψηλὴν ἐκείνην καὶ φιλόσοφον ψυχήν; Εἶδες τὸν ἀδάμαντα διαλυθέντα τῇ ἀγωνίᾳ; Ψεύδεται τὸ γένος καὶ ἕτερον ἀνθ' ἑτέρου παρατίθησι τῇ γυναικὶ  τὸ προσωπεῖον καὶ τοῖς λύκοις εὐάλωτον  ποιεῖ τὴν ἀμνάδα· καὶ ὃ πάντων ἐστὶν ἀνδράσιν  ἀφορητότερον  γυναῖκα  ἰδεῖν  ὑβριζομένην  μᾶλλον  δὲ καὶ ὑποπτεῦσαι μόνον, τοῦτο–καὶ τὸ τούτου χαλεπώτερον· οὐδὲ γὰρ ὑποψία ἦν, ἀλλ' ὕβρις ἔργῳ τολμωμένη–οὐ  μόνον ὁρᾷ, ἀλλὰ καὶ ὅπως τολμηθείη  κατασκευάζει καὶ κοῦφον  αὐτῷ φαίνεται   τοῦτο   καὶ  φορητόν.   Καὶ  γὰρ  πάθος   ἐκράτει  πάθους,  τοῦ  χαλεποῦ   τὸ χαλεπώτερον  καὶ ζηλοτυπίας περιεγένετο δειλία θανάτου. Καὶ ὁ μέγας δὲ Ἠλίας ἐκεῖνος διὰ τὸν  τούτου  φόβον  δραπέτης  καὶ φυγὰς  καὶ μετανάστης  ἐγένετο,  ἀπειλὴν  μόνον δείσας πορνευομένης καὶ ἐναγοῦς γυναικός· καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα  ἐργασάμενος,  ῥημάτων  φόβον  οὐκ  ἤνεγκεν·  ἀλλ'  οὕτω  τὴν  οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον δι' ὃν τοσαῦτα παρεκινδύνευσε καταλιπεῖν  ἀθρόον καὶ μόνον τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι, μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν,  μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν.  Καὶ γὰρ φοβερὰ σφόδρα τοῦ πράγματος  ἡ φύσις·  διά τοι τοῦτο καθ'  ἑκάστην ἡμέραν ἐπιοῦσα ἡμῶν  τὸ γένος, οὕτω καθ' ἕκαστον ἡμᾶς ἐκπλήττει  νεκρὸν καὶ συγχέει καὶ συστέλλει ὡς ἀθρόον τότε φαινομένη.  Καὶ οὐδὲν  ἴσχυσεν  εἰς  παραμυθίαν  ἡ τοῦ  χρόνου  μελέτη,  οὐδὲ  τὸ  καθ' ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ· οὐδὲ ἐπαλαιώθη  τῷ χρόνῳ τὰ τῆς ἀθυμίας καὶ τῆς ἐκπλήξεως ταύτης, ἀλλὰ νεάζει καὶ ἀκμάζει διηνεκῶς καὶ τὸν φόβον ἀκραιφνῆ καὶ ἀνθοῦντα ἔρχεται καθ' ἑκάστην φέρουσα τὴν ἡμέραν. Καὶ μάλα εἰκότως. Τίς γὰρ οὐκ ἂν συγχυθείη  καὶ καταπέσοι, ὅταν  ἴδῃ τὸν  χθὲς  καὶ πρὸ ὀλίγων  ἡμερῶν  βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις  δὲ καὶ πόλεων ὁλοκλήρων  προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις,  μυρία  κατὰ  πόλεις  καὶ  χώρας  ἐργαζόμενον,  ἀθρόον  λίθων   ἀφωνότερον κείμενον καὶ μυρίων κωκυόντων  καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, παρειὰς ξαινούσης, πλοκάμους λυούσης, χοροὺς περιιστάσης θεραπαινίδων μετὰ πολλῆς  τῆς ὀλολυγῆς,  οὐδενὸς αἰσθανόμενον  καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ  ἀτερπῆ  διαδεχόμενα,  ἀφωνίαν,  ἀναισθησίαν,  φθοράν,  ἰχῶρα,  σκώληκας,  τέφραν, κόνιν,   δυσωδίαν,  ἀφανισμὸν   παντελῆ   καὶ  εἰς  ὀστέα  εἰδεχθῆ   καὶ  ἄσημα  τὸ  πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα;
10.4 Ἀλλ' ὅμως τὸ φοβερὸν τοῦτο καὶ διὰ τῶν πραγμάτων  δεικνύμενον  καὶ διὰ τῆς τῶν  ἁγίων  ἐκείνων  δειλίας  ἀθυμίας  πολὺ  κουφότερον.  Ταύτης γὰρ ἕνεκεν  τοὺς μακροὺς τούτους τῶν λόγων  διαύλους ἀνήλωσα, ἵνα σε διδάξω οἵαν τίνεις  δίκην καὶ ἀντίρροπον  αὐτῆς μᾶλλον  δὲ καὶ πολλῷ μείζονα τῶν ἀγαθῶν  ἀναμένεις  τὴν ἀμοιβήν. Καὶ  ἵνα   μάθῃς   ὅτι   ταῦτα   τοῦτον   ἔχει   τὸν   τρόπον,   ἐπὶ   τοὺς   ἁλόντας   λοιπὸν καταφεύξομαι εἰς ὃ ἔμπροσθεν ἠπειγόμην ἐλθεῖν. Ὁ γὰρ τῶν Ἑβραίων δῆμος, Μωϋσέως ἐλθόντος  καὶ ἐλευθερίαν  εὐαγγελιζομένου  καὶ τῶν  Αἰγυπτιακῶν  κακῶν  ἀπαλλαγήν, οὐδὲ ἀκοῦσαι ἠνέσχετο καὶ τὴν αἰτίαν τιθεὶς ὁ νομοθέτης ἔλεγεν· «Ἐλάλησε δὲ Μωϋσῆς τῷ λαῷ καὶ οὐκ ἤκουσεν ὁ λαὸς Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας.»  Καὶ ὅταν μεγάλας ἀπειλῇ τοῖς Ἰουδαίοις ὁ Θεὸς ἀπειλὰς ὑπὲρ παρανομίας πολλῆς μετὰ τὴν αἰχμαλωσίαν καὶ   τὴν   ἐν   ἀλλοτρίᾳ   διατριβὴν   καὶ   τοὺς   λιμοὺς   καὶ   τοὺς   λοιμοὺς   καὶ   τὴν ἀνθρωποφαγίαν   καὶ   ταύτην   ἐπάγει   τὴν   δίκην   λέγων·   «∆ώσω  αὐτοῖς   καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας  ὀφθαλμοὺς  καὶ τηκομένην  ψυχήν.»  Ἀλλὰ τί χρὴ λέγειν Ἰουδαίους, δῆμον ἄτακτον, ἀγνώμονα  καὶ τῇ σαρκὶ δεδουλωμένον  καὶ φιλοσοφεῖν  οὐκ εἰδότα, παρὸν ἀπὸ τῶν μεγάλων ἐκείνων καὶ ὑψηλῶν ἀνδρῶν λαβεῖν τὴν ἀπόδειξιν; Ὁ γὰρ  τῶν  ἀποστόλων  χορὸς  τρίτον  ἔτος  συγγενόμενος   τῷ  Χριστῷ καὶ  πολλὰ  περὶ ἀθανασίας παιδευθεὶς καὶ τῶν ἄλλων ἀπορρήτων, σημεῖά τε ἐργασάμενοι θαυμαστὰ καὶ παράδοξα καὶ αὐτὸν ἐπὶ τοσοῦτον χρόνον  θαυματουργοῦντα  θεασάμενοι καὶ τραπέζης αὐτῷ καὶ ὁμιλίας καὶ λόγων τοιούτων  κοινωνήσαντες καὶ πάντα παιδευθέντες  τρόπον, ἐπειδὴ ῥημάτων ἤκουσαν ἀθυμίαν αὐτοῖς ἐμποιούντων,  συνεχῶς αὐτὸν κατέχοντες καὶ ἐκκρεμάμενοι καθάπερ ὑπομάζια παιδία καὶ διηνεκῶς αὐτὸν ἐρωτῶντες· «Ποῦ ὑπάγεις;» οὕτω τῇ τυραννίδι  τῆς ἀθυμίας ἐσβέσθησαν ταύτης  καὶ ὅλοι τῆς λύπης  ἐγένοντο  ὡς μηκέτι  αὐτοῦ  ταῦτα  πυνθάνεσθαι.   Καὶ τοῦτο  ὀνειδίζων   αὐτοῖς  ὁ  Χριστὸς ἔλεγεν·
«Ἠκούσατε ὅτι ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ ἔρχομαι πρὸς ὑμᾶς καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; Ἀλλὰ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν  ὑμῶν τὴν καρδίαν.» Εἶδες ἔρωτα πῶς ἐπεσκότησεν ἀθυμίας τυραννὶς  καὶ πῶς αἰχμαλώτους εἰργάσατο καὶ αὐτῆς εἶναι πεποίηκεν; Ὁ δὲ Ἠλίας πάλιν  ἐκεῖνος–οὐ γὰρ ἀποστήσομαι αὐτοῦ οὐδὲ νῦν–μετὰ τὴν φυγὴν  καὶ τὴν ἀναχώρησιν τὴν ἀπὸ Παλαιστίνης, οὐ φέρων τῆς ἀθυμίας τὴν τυραννίδα–καὶ  γὰρ σφόδρα ἠθύμει· τοῦτο γοῦν ὁ τὴν ἰστορίαν γράψας ἐδήλου  λέγων  ὅτι «Ἀπῆλθε κατὰ τὴν  ψυχὴν  αὐτοῦ»–, ἄκουσον τί φησιν  εὐχόμενος·
«Ἱκανούσθω  τὰ νῦν, Κύριε. Λάβε τὴν ψυχήν  μου ἀπ' ἐμοῦ, ὅτι οὐ κρείττων  ἐγώ εἰμιὑπὲρ τοὺς πατέρας μου.» Καὶ τὸ φοβερώτατον  ἐκεῖνο, τὸν κολοφῶνα  τῆς τιμωρίας, τὸ κεφάλαιον  τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖ τάξει καὶ ἐν χάριτος  μέρει  βούλεται  λαβεῖν.  Οὕτω  πολὺ  θανάτου  βαρύτερον  ἀθυμία.  Ἵνα  γὰρ ἐκείνην διαφύγῃ, καταφεύγει ἐπὶ τοῦτον.
10.5 Ἐνταῦθα δέ σοι καὶ ζήτημά τι διαλῦσαι βούλομαι. Οἶδα γάρ σου τὴν περὶ τὰς λύσεις τῶν τοιούτων  ἐπιθυμίαν  καὶ σφόδρα ἐπίσταμαι ὅσον σοι χαριοῦμαι. Τί ποτ' οὖν ἐστι τὸ ζήτημα; Εἰ θάνατον  κουφότερον  ἀθυμίας εἶναι ἐνόμιζε, διὰ τί καὶ πατρίδα καὶ δῆμον, ἵνα μὴ θανάτῳ  περιπέσῃ, καταλιπὼν  ἀπέδρα; πῶς δὲ τότε αὐτὸν φεύγων  νῦν αὐτὸν  ἐπιζητεῖ;  Ἵνα εἰδῇς καὶ ἐντεῦθεν  μάλιστα πῶς  χαλεπώτερον  ἀθυμία  θανάτου. Ὅτε μὲν γὰρ αὐτὸν ἐκεῖνος ὁ φόβος κατέσεισε μόνος, εἰκότως ἅπαντα ἔπραττεν ὥστε αὐτὸν   ἐκφυγεῖν.    Ἐπειδὴ   δὲ   ἐγκαθημένη    αὕτη   τὴν   οἰκείαν   ἐπεδείξατο   φύσιν, κατεσθίουσα,   δαπανῶσα,   τοῖς   ὀδοῦσιν   αὐτὸν   καταναλίσκουσα,   ἀφόρητος   αὐτῷ γενομένη,  τότε  δὴ λοιπὸν  τὸ πάντων  βαρύτερον  κουφότερον  αὐτῆς  εἶναι  ἐνόμισεν. Οὕτω καὶ Ἰωνᾶς ἐκείνην φεύγων  ἐπὶ τοῦτον κατέφυγε καὶ αὐτὸς θάνατον αἰτεῖ λέγων·
«Λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ ὅτι καλόν μοι τὸ ἀποθανεῖν  ἢ ζῆν με.» Καὶ ὁ ∆αυῒδ δέ, εἴτε ἐξ οἰκείου προσώπου εἴτε ἑτέρων τινῶν  ὀδυρομένων  ψαλμὸν γράφων, τὸ αὐτὸ δὴ τοῦτο  ἐνδείκνυται·   «Ἐν  γὰρ  τῷ  συστῆναι  τὸν  ἁμαρτωλὸν   ἐναντίον   μου,  φησίν, ἐκωφώθην  καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν  καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ», ἐκεῖνο τὸ πῦρ καὶ πυρὸς σφοδρότερον τὸ τῆς ἀθυμίας πάθος δηλῶν. ∆ιὸ μηκέτι φέρων τὰς πληγὰς αὐτῆς  καὶ  τὰς  ὀδύνας  φησίν·  «Ἐλάλησα ἐν  γλώσσῃ  μου...» Καὶ τί  λαλεῖς,  εἰπέ  μοι; Θάνατον καὶ οὗτος αἰτεῖ λέγων·  «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ», ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι τὰ τοῦ Ἠλίου φθεγγόμενος. Ὅπερ γὰρ ἐκεῖνος εἶπεν ὅτι «Οὐ κρείττων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου» τοῦτο καὶ οὗτος ᾐνίξατο λέγων· «Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.» Τίνος ἕνεκεν ἀπελείφθην,  φησίν, ἐγὼ καὶ ὑστερῶ καὶ ἐν τῷ  παρόντι  διατρίβω  βίῳ, τῶν  ἄλλων  ἀπελθόντων; Καὶ οὕτως  αὐτὸν  ἐπιζητεῖ,  εἴτε αὐτός, εἴτε ἐκεῖνοι  ὧν τῷ προσώπῳ κεχρημένος  φθέγγεται  ὅτι, καὶ μὴ παρόντος, τὸν καιρὸν  τῆς παρουσίας ἐπιθυμεῖ  μαθεῖν· «Γνώρισόν μοι, φησί, τὸ πέρας μου», ἵνα καὶ ἐντεῦθεν μεγίστην καρπώσηται τὴν ἡδονήν. Οὕτω τὸ φοβερὸν ποθεινὸν γίνεται διὰ τὴν ἀφόρη τον τῆς ἀθυμίας ὀδύνην  καὶ τὸ πῦρ τὸ ἐκκαιόμενον  ἐν τῇ διανοίᾳ. «Ἐν γὰρ τῇ μελέτῃ  μου, φησίν,  ἐκκαυθήσεται  πῦρ.» Τοσαύτην τοίνυν  τίνουσα τιμωρίαν  μεγάλας προσδόκα  τὰς  ἀμοιβάς,  πολλὰ  τὰ  βραβεῖα,  ἀφάτους  τὰς  ἀντιδόσεις,  φαιδροὺς  καὶ σφόδρα  ἀνθοῦντας  τῶν  τοσούτων  ἀγώνων   τοὺς  στεφάνους.  Οὐ γὰρ  τὸ  ποιῆσαί  τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακὸν πολλὰς ἔχει τὰς ἀμοιβὰς καὶ μεγάλα τὰ ἔπαθλα. Καὶ πρὸς τοῦτο ἤδη βαδιοῦμαι τὸν λόγον σφόδρα καὶ σοὶ καὶ πᾶσι χρηστὸν ὄντα καὶ ἱκανὸν εἰς ὑπομονὴν ἀλεῖψαι καὶ πρὸς καρτερίαν διεγεῖραι καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας.
10.6 Ὅτι μὲν οὖν ἁπάντων τῶν παθημάτων χαλεπώτερον  ἀθυμία καὶ ὁ κολοφὼν καὶ τὸ κεφάλαιον  τῶν  δεινῶν,  τοῦτο ἱκανῶς  ἡμῖν ὁ λόγος ἀπέδειξε· λείπεται  τοίνυν κατορθωμάτων καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθῃς σαφῶς ὅτι οὐ κατορθώμασι μόνον ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ παθήμασιν οὐκ ἔλαττον ἢ κατορθώμασιν, μᾶλλον δὲ ἔστιν ὅπου καὶ πλείονα παθήμασιν.  Καὶ εἰσαγάγωμεν,  εἰ  δοκεῖ,  τὸν  μέγαν  τῆς  ὑπομονῆς  ἀθλητὴν   τὸν  ἐν ἑκατέροις  διαλάμψαντα  τούτοις,  τὸν  ἀδάμαντα,  τὴν  πέτραν,  τὸν  ἐν  τῇ Αὐσίτιδι μὲν γενόμενον   χώρᾳ,  πᾶσαν  δὲ  τὴν  οἰκουμένην  καταλάμψαντα   τῇ  τῆς  οἰκείας  ἀρετῆς ὑπερβολῇ, καὶ εἴπωμεν  αὐτοῦ τά τε κατορθώματα  καὶ τὰ παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως  διέλαμψε.  Τίνα  οὖν  αὐτοῦ  τὰ  κατορθώματα;  «Ἡ  οἰκία  μου,  φησί,  παντὶ ἐλθόντι  ἠνέῳκτο  καὶ κοινὸς  ἦν τοῖς ὁδοιπόροις λιμήν.» Καὶ τοῖς δεομένοις  τὰ αὐτοῦ πάντα  σχεδὸν ἐκέκτητο. «Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς  τυφλῶν,  ποῦς δὲ χωλῶν. Ἐγὼ ἤμην  πατὴρ ἀδυνάτων,  δίκην  δὲ ἣν οὐκ ᾔδειν  ἐξιχνίασα  καὶ συνέτριψα  μύλας ἀδίκων  καὶ ἐκ μέσου ὀδόντων  αὐτῶν  ἐξήρπασα ἅρπαγμα. Ἀδύνατοι δὲ ἥν ποτε εἶχον χρείαν  οὐκ ἀπέτυχον,  οὐδὲ ἐξῆλθέ  τις  τὴν  θύραν  μου κόλπῳ  κενῷ.»  Εἶδες διάφορα φιλανθρωπίας  εἴδη   καὶ  ποικίλους   ἐλεημοσύνης   λιμένας   καὶ  διὰ  πάντων   αὐτὸν βοηθοῦντα τοῖς ἀδικουμένοις; Εἶδες πενίαν ἀνέχοντα, χήραν διορθοῦντα, τοῖς ἀδικοῦσι παριστάμενον, φοβερὸν τοῖς ἐπηρεάσουσιν ὄντα; Οὐ γὰρ δὴ μέχρι τοῦ παραστῆναι καὶ συμμαχῆσαι μόνον τὴν σπουδὴν ἐπεδείκνυτο–τοῦτο  δὴ τὸ τῶν πολλῶν–, ἀλλὰ καὶ μέχρι τοῦ πρὸς τέλος τὸ πρᾶγμα ἀγαγεῖν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος· «Συνέτριψα γὰρ μύλας τῶν ἀδίκων», φησί, τῇ φιλονεικίᾳ  τῇ ἐκείνων τὴν ἑαυτοῦ πρόνοιαν ἐπιτειχίζων.
Οὐκ ἀνθρώπων  δὲ μόνον ἐπηρείαις ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὐτοῦ τὴν κηδεμονίαν,  τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος. Ἐπειδὴ γὰρ τὰ μέλη αὐτοῖς ἀποδοῦναι οὐκ εἶχε, τοῖς πηροῖς τὰ ὄμματα, τοῖς χωλοῖς τοὺς πόδας,  ἀντὶ   τῶν   μελῶν   αὐτοῖς   ἐγίνετο   καὶ  δι'  αὐτοῦ   καὶ  οἱ  τοὺς   ὀφθαλμοὺς πεπηρωμένοι  καὶ οἱ τὰ σκέλη ἐκκεκομμένοι, οἱ μὲν ἔβλεπον, οἱ δὲ ἐβάδιζον. Τί ταύτης ἴσον γένοιτ' ἂν αὐτοῦ τῆς φιλανθρωπίας;  Οἶσθα αὐτοῦ καὶ τὰς ἄλλας ἀρετάς, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πρᾳότητα, τὴν σωφροσύνην,  τὴν  ἀκρίβειαν,  πῶς  σφοδρὸς  ὢν  τοῖς  ἀδικοῦσι–τὸ  γὰρ  δὴ  θαυμαστὸν τοῦτό ἐστι–προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὐτοῦ, οἳ τοῦ ἔρωτος ὃν ἤρων ἐκείνου μέγα ἐκφέροντες  δεῖγμα ἔλεγον·  «Τίς ἂν  δῴη  ἡμῖν  τῶν  σαρκῶν  αὐτοῦ  ἐμπλησθῆναι;»  Εἰ δὲ  οἰκέταις  οὕτω ποθεινὸς ἦν, οὕτως ἐπέραστος οἷς ἀνάγκη πολλάκις καὶ φοβερὸν εἶναι, πολλῷ μᾶλλον τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις.
10.7 Ταῦτα δὴ οὖν καὶ τὰ τούτων  πλείονα  παρ' ἑαυτῇ συλλέξασα, δεῦρο βάδιζε μετ' ἐμοῦ ἐπὶ τὸν  τῶν  παθημάτων  αὐτοῦ  κατάλογον  καὶ ἴδωμεν  συγκρίναντες  πότε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν  ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν; Πότε οὖν λαμπρότερος  ἦν ὁ Ἰώβ; ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παριοῦσιν  ἀνέῳξεν  ἢ ὅτε κατενεχθείσης  αὐτῆς  οὐδὲν  ἐφθέγξατο  ῥῆμα πικρόν,  ἀλλ' εὐφήμησε τὸν Θεόν; Καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα. Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων  τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ τῆς κουρᾶς τῶν  ἀρνῶν  αὐτοῦ  ἐθερμάνθησαν  τῶν  γυμνῶν   οἱ  ὦμοι  ἢ  ὅτε  ἀκούσας  ὅτι  πῦρ  ἐξ οὐρανοῦ  ἔπεσε καὶ  κατέφαγε  τὴν  ἀγέλην  μετὰ  τῶν  ποιμένων,  οὐ διεταράχθη,  οὐδὲ ἐθορυβήθη,  ἀλλὰ  πρᾴως  ἤνεγκε  τὴν  συμφοράν; Πότε μείζων  ἦν,  ὅτε τῇ  ὑγιείᾳ  τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων  προστασίαν ἐκέχρητο συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων  αὐτῶν ἐξαρπάζων ἁπράγματα καὶ λιμὴν αὐτοῖς γινόμενος  ἢ ὅτε τὸ σῶμα αὐτοῦ,  τὸ  τῶν  ἀδικουμένων  ὅπλον,  ἑώρα  κατεσθιόμενον  ὑπὸ  σκωλήκων  καὶ καθήμενος  ἐπὶ  τῆς  κοπρίας  καὶ αὐτὸς  αὐτὸ  κατέξαινε  λαβὼν  ὄστρακον; «Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξέων», φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ πάντα παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν ἐκείνων λαμπρότερον ἀπέφηνε. Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον  τῆς παρατάξεως μέρος ἦν καὶ μείζονος δεόμενον τῆς ἀνδρείας καὶ  εὐτονωτέρας   ψυχῆς  καὶ  φιλοσοφωτέρας   διανοίας  καὶ  πλείονα  περὶ  τὸν  Θεὸν ἐχούσης ἀγάπην. ∆ιά τοι τοῦτο, ἐκείνων μὲν γινομένων,  εἰ καὶ ἀναισχύντως  καὶ σφόδρα ἰταμῶς, ἀλλ' ὅμως ἀντεῖπεν  ὁ διάβολος· «Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν;» Τούτων δὲ συμβάντων, ἐγκαλυψάμενος  ἀνεχώρησε νῶτα δοὺς καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς  τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας  ἐπίτασις. ∆ηλῶν  δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰὼβ ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου ἀνάπαυσιν αὐτὸν ἐκάλει· «Θάνατος γάρ, φησίν, ἀνδρὶ ἀνάπαυσις», καὶ ἐν χάριτος αὐτὸν αἰτεῖται μέρει ὥστε ἐκείνης ἀπαλλαγῆναι λέγων· «Εἰ δῴη  καὶ  ἔλθῃ  μου ἡ αἴτησις  καὶ  τὴν  ἐλπίδα  μου δῴη  ὁ Θεός. Ἀρξάμενος ὁ Κύριος τρωσάτω  με καὶ εἰς τέλος  με ἀνελέτω.  Εἴη δὲ ἡ πόλις  μου τάφος  ἐφ' ἧς ἐπὶ τειχῶν ἡλλόμην  ἐπ' αὐτῆς.» Οὕτω πάντων  βαρύτερον ἀθυμία· ὅσῳ δὲ βαρύτερον, τοσούτῳ καὶ μείζους ἔχει τὰς ἀντιδόσεις.
10.8 Ἵνα δὲ καὶ ἑτέρωθεν  μάθῃς, ὅσον τῶν παθημάτων  τὸ κέρδος, κἂν μὴ διὰ Θεόν τις  πάθῃ–καὶ  μηδεὶς  ὑπερβολὴν  τοῦτο  νομιζέτω–,  πάθῃ  δὲ ὅμως  καὶ γενναίως ἐνέγκῃ καὶ πρᾴως τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζων, αὐτὸς οὗτος οὐκ ᾔδει ὅτι διὰ τὸν Θεὸν ταῦτα  ἔπασχεν·  καὶ  ὅμως  διὰ  τοῦτο  ἐστεφανοῦτο,  ὅτι  οὐδὲ τὴν  αἰτίαν  ἐπιστάμενος ἐκαρτέρει γενναίως.  Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών –τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν–, ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων,  τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων. Καίτοι γε αὐτοῦ κατόρθωμα  οὐδὲν εὕρομεν εἰπεῖν· οὐχ ὅτι πένητας  ἐλέησεν, οὐχ ὅτι ἀδικουμένοις  παρέστη, οὐχ ὅτι ἀγαθόν τι τοιοῦτον εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν καὶ τὴν ἀρρωστίαν καὶ τῶν κυνῶν  τὰς γλώσσας καὶ τὴν τοῦ πλουσίου κατ' αὐτοῦ γενομένην  ὑπεροψίαν  ἅπερ τοῦ πάσχειν κακῶς ἅπαντα ἦν. Ἀλλ' ὅμως  καίτοι  μηδὲν  γενναῖον  ποιήσας, ἐπειδὴ  μόνον  τὴν  ἐκ τούτου  ἀθυμίαν  ἤνεγκε γενναίως,  τῷ τοσαῦτα κατωρθωκότι  πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως. Εἴπω τι μετὰ τοῦτο καὶ ἕτερον παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ· κἂν ἀγαθόν  τις ἐργάσηται μέγα καὶ γενναῖον,  μὴ μετὰ πόνου  δὲ καὶ κινδύνου  καὶ παθημάτων,  οὐ πολύν  τινα λήψεται  μισθόν· «Ἕκαστος γὰρ τὸν ἴδιον  μισθὸν λήψεται  κατὰ τὸν ἴδιον  κόπον», οὐ κατὰ τὸ μέγεθος τοῦ κατορθώματος, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ παθήματος. ∆ιά τοι τοῦτο καὶ  Παῦλος  καυχώμενος   οὐκ  ἐπὶ  τῷ  κατορθῶσαι  μόνον  καὶ  γενναῖόν   τι  ποιῆσαι καυχᾶται,   ἀλλὰ   καὶ  ἐπὶ  τῷ  παθεῖν   κακῶς.  Εἰπὼν  γάρ·  «∆ιάκονοι   Χριστοῦ  εἰσι; παραφρονῶν  λαλῶ, ὑπὲρ ἐγώ» καὶ τὴν κατὰ σύγκρισιν ὑπεροχὴν  ὑφαίνων,  οὐκ εἶπε.
«Τόσοις καὶ τόσοις ἐκήρυξα», ἀλλ' ἀφεὶς ἅπερ κατώρθωσεν, ἅπερ ἔπαθε κακῶς, ταῦτα ἐξαριθμεῖται  οὕτω  λέγων· «Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς  ὑπερβαλλόντως,  ἐν φυλακαῖς  περισσοτέρως, ἐν θανάτοις πολλάκις. Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων  ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον  ἐν τῷ  βυθῷ  πεποίηκα·  ὁδοιπορίαις  πολλάκις,  κινδύνοις   ποταμῶν,  κινδύνοις   λῃστῶν, κινδύνοις  ἐκ γένους,  κινδύνοις  ἐξ ἐθνῶν,  κινδύνοις  ἐν  πόλει,  κινδύνοις  ἐν  ἐρημίᾳ, κινδύνοις  ἐν θαλάσσῃ, κινδύνοις  ἐν ψευδαδέλφοις· ἐν κόπῳ, ἐν μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν.»
10.9 Εἶδες παθημάτων ὁρμαθὸν καὶ καυχήσεως ἀφορμάς; Εἶτα ἐπάγει τούτοις καὶτὰ κατορθώματα  καὶ ἐν τούτοις  πάλιν  τὸ πλέον  τοῦ παθήματος  ἔστιν ἰδεῖν, οὐχὶ τοῦ κατορθώματος. Εἰπὼν γάρ· «Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν», τὰς ἀπαγωγὰς  λέγων τὰς συνεχεῖς,  τοὺς  θορύβους, τὰς περιστάσεις –τοῦτο  γάρ ἐστιν  ἡ ἐπισύστασίς μου–, ἐπήγαγεν   «Ἡ  μέριμνα  πασῶν  τῶν  Ἐκκλησιῶν.»  Οὐκ εἶπεν·  ἡ  διόρθωσις,  ἀλλ'  «ἡ μέριμνα», ὅπερ παθήματος πλέον ἦν ἢ κατορθώματος. Καὶ τὰ ἑξῆς ὁμοίως· «Τίς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ;» Οὐκ εἶπε· διορθοῦμαι, ἀλλ' «ἀσθενῶ». Καὶ πάλιν· «Τίς σκανδαλίζεται  καὶ  οὐκ  ἐγὼ  πυροῦμαι;»  Οὐκ εἶπεν·  ἀπήλλαξα  τοῦ  σκανδάλου,  ἀλλ' «ἐκοινώνησα τῆς ἀθυμίας». Εἶτα δεικνὺς ὅτι ταῦτα μάλιστα τὰς ἀμοιβὰς ἔχει, ἐπήγαγεν·«Εἰ καυχᾶσθαι  δεῖ,  τὰ  τῆς  ἀσθενείας  μου  καυχήσομαι.»  Καὶ ἕτερον  πάλιν  τοιοῦτον ἐπάγει,  τὴν  φυγὴν  τὴν  διὰ τῆς θυρίδος, τὴν  διὰ τῆς σαργάνης, τὴν  διὰ τοῦ τείχους· τοῦτο δὲ τοῦ παθεῖν κακῶς ἦν. Εἰ τοίνυν τὰ παθήματα μεγάλας ἔχει τὰς ἀμοιβάς, τῶν δὲ παθημάτων   πάντων   χαλεπώτερον    καὶ   ὀδυνηρότερον   ἡ   ἀθυμία,   ἐννόησον   ὅσαι κείσονται αἱ ἀντιδόσεις. Οὐ γὰρ παύσομαι συνεχῶς ταύτην  σοι ἐπᾴδων  τὴν ᾠδήν, ἵνα ὅπερ ὑπεσχόμην ἐν προοιμίοις  τοῦτο πληρώσω νῦν, ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμοὺς τοὺς τὴν παραμυθίαν τῆς ἀθυμίας σοι τίκτοντας.  Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς ὅσον ἐστὶ τὸ μετὰ παθημάτων  τι ποιεῖν  γενναῖον  καὶ ὅσον ἀποδεῖ  τούτου  τὸ ἀπονητὶ  τὸ αὐτὸ ποιεῖν,  ὁ Ναβουχοδονόσορ ἐκεῖνος  ὁ Βαβυλώνιος  ἐν σκήπτροις καὶ διαδήμασι ζῶν εὐαγγελικόν  ποτε κατώρθωσε ἔργον. Μετὰ γὰρ τὴν κάμινον καὶ παραδοξοποιΐαν ἐκείνην τὸ κήρυγμα ἀνεδέξατο τῆς οἰκουμένης, οὐ διὰ γλώσσης μόνον, ἀλλὰ καὶ διὰ τῶν γραμμάτων καὶ πανταχοῦ τῆς γῆς ἔγραψεν οὕτως· «Ναβουχοδονόσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς,  καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, εἰρήνη ὑμῖν πληθυνθείη.  Τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησε μετ' ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον   ἐμοῦ  ἀναγγεῖλαι   ὑμῖν  ὡς  μεγάλα  καὶ  ἰσχυρά· ἡ  βασιλεία  αὐτοῦ  βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰς καὶ γενεάς.» Καὶ δόγμα ἔθηκεν ὅπως πᾶς λαός, φυλή,  γλῶσσα, ἣ  ἐὰν  εἴπῃ  ῥῆμα  κατὰ  τοῦ  Θεοῦ Σιδράχ, Μισὰχ καὶ  Ἀβδεναγώ,  εἰς ἀπώλειαν  ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν. Καὶ προστίθησι· «Καθότι οὐκ ἔστι θεὸς ἕτερος ὃς δυνήσεται  ῥύσασθαι οὕτως.»  Εἶδες ἀπειλὴν  ἐν  τοῖς  γράμμασιν; εἶδες φόβον; εἶδες διδασκαλίαν; εἶδες κήρυγμα ὑψηλὸν καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένα  γράμματα; Τί οὖν, εἰπέ μοι, τὸν  αὐτὸν  τοῖς  ἀποστόλοις  μισθὸν λήψεται, ἐπειδὴ οὕτως ἀνεκήρυξε τοῦ Θεοῦ τὴν δύναμιν,  ἐπειδὴ τοσαύτην σπουδὴν ἐποιήσατο πανταχοῦ   καταγγεῖλαι   τὸν  λόγον;  Οὐδὲ τὸ  πολλοστὸν  μὲν  οὖν  μέρος,  ἀλλὰ  μεθ' ὑπερβολῆς  ἁπάσης καταδεέστερον. Καίτοι γε τὸ αὐτὸ ἔργον  ἐκείνοις  ἐποίησεν. Ἀλλ' ἐπειδὴ πόνος οὐκ ἔστιν ἐνταῦθα συνεζευγμένος οὐδὲ παθήματα, διὰ τοῦτο ὑποτέμνεται τὰ τῆς ἀντιδόσεως. Οὗτος μὲν γὰρ μετ' ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν· ἐκεῖνοι δὲ κωλυόμενοι, ἐλαυνόμενοι, κοπτόμενοι, μαστιζόμενοι, ταλαιπωρούμενοι, κατακρημνιζόμενοι,  καταποντιζόμενοι,  λιμῷ τηκόμενοι, καθ' ἑκάστην ἀποθνήσκοντες τὴν ἡμέραν, τὴν ψυχὴν αὐτῶν βασανιζόμενοι, καθ' ἕκαστον τῶν ἀσθενούντων ἀσθενοῦντες, καθ' ἕκαστον τῶν σκανδαλιζομένων  πυρούμενοι· καὶ τῶν πόνων τούτων καὶ τῆς  ἀθυμίας  μάλιστα  ἦσαν πλείους  αἱ ἀμοιβαί. «Ἕκαστος γὰρ τὸν  ἴδιον  μισθὸν λήψεται, φησί, κατὰ τὸν ἴδιον κόπον.» Οὐ γὰρ παύσομαι αὐτὸ συνεχῶς ἐπιλέγων. ∆ιὰ δὴ τοῦτο  ὁ φιλάνθρωπος Θεός, τοῦ Παύλου πολλάκις  παρακαλέσαντος  τῶν  παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν  κινδύνων  ἀπαλλάξαι,  οὐκ ἐπένευσεν.
«Ὑπὲρ γὰρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα», φησί, καὶ οὐκ ἐπέτυχον τῆς αἰτήσεως. Τίνος γὰρ ἔμελλε, εἰπέ μοι, λήψεσθαι τὰς μεγίστας ἀμοιβάς, εἴ γε ἀπραγμόνως ἐκήρυξε τρυφῶν   καὶ  ἐν  εὐθυμίᾳ  διάγων;  Ὅτι  στόμα  διῇρε  καὶ  γλῶσσαν  ἐκίνησεν   οἴκοι καθήμενος; Ἀλλὰ τοῦτο καὶ τῷ τυχόντι  ῥᾴδιον καὶ τῷ σφόδρα ἀναπεπτωκότι  καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον ζῶντι  βίον. Νῦν μέντοι  τῶν  τραυμάτων,  τῶν  θανάτων,  τῶν δρόμων τῶν κατὰ γῆν καὶ θάλασσαν, τῆς ἀθυμίας αὐτῆς, τῶν δακρύων, τῶν ὀδυνῶν·
«Τριετίαν γάρ, φησίν, οὐκ ἐπαυσάμην νύκτα καὶ ἡμέραν μετὰ δακρύων νουθετῶν  ἕνα ἕκαστον ὑμῶν», μετὰ πολλῆς παρρησίας λήψεται τὰς ἀντιδόσεις καὶ τοὺς στεφάνους.
10.10 Ταῦτα οὖν ἐννοοῦσα καὶ λογιζομένη ὅσον ὀδυνηροῦ καὶ ἐπιμόχθου βίου τὸ κέρδος, χαῖρε καὶ εὐφραίνου  τὴν ἐπικερδῆ καὶ μυρίων γέμουσαν στεφάνων  ἐκ πρώτης ἡλικίας  ὁδεύσασα ὁδὸν  καὶ  διὰ  συνεχῶν  καὶ  πυκνῶν   παθημάτων.  Καὶ γὰρ  ἡ  τοῦ σώματος ἀρρωστία, καὶ ποικίλη καὶ παντοδαπὴ καὶ μυρίων θανάτων  χαλεπωτέρα, οὐκ ἐπαύσατό  σε  συνεχῶς   πολιορκοῦσα·  καὶ  λοιδοριῶν   δὲ  καὶ  ὕβρεων   νιφάδες   καὶ συκοφαντίαι   οὐδέποτε  διέλιπον   κατὰ  σοῦ  φερόμεναι·  ἀθυμίαι  δέ  σοι  πυκναὶ  καὶ συνεχεῖς καὶ πηγαὶ δακρύων  διὰ παντὸς  ἠνώχλησαν  τοῦ χρόνου. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ ἤρκεσε τοῖς ὑπομεμενηκόσιν  εἰς ὠφέλειαν  πολλήν.  Ὅ τε γὰρ Λάζαρος ἀπὸ τῆς  ἀρρωστίας  μόνης  καὶ  τῆς  αὐτῆς  ἐκοινώνησε  τῷ  πατριάρχῃ  λήξεως  καὶ  τῷ  τελώνῃ   δὲ  ἡ  λοιδορία  τοῦ  φαρισαίου  δικαιοσύνην   ὑπερβαίνουσαν  τὸν  φαρισαῖον ἐκόμισεν· ὅ τε κορυφαῖος τῶν ἀποστόλων ἀπὸ δακρύων τὸ ἕλκος τῆς χαλεπῆς ἐκείνης ἁμαρτίας διώρθωσεν, Ὅταν οὖν τῶν προειρημένων ἕκαστον φαίνηται καὶ μόνον ἓν τῶν παθημάτων τούτων ἀρκέσαν, ἐννόησον πόσας αὐτὴ λήψῃ τὰς ἀμοιβάς, πάντα ὁμοῦ μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπομείνασα καὶ διὰ παντὸς τοῦ χρόνου. Οὐδὲν γάρ, οὐδὲν οὕτω λαμπροὺς  ποιεῖ  καὶ  ζηλωτοὺς  καὶ  μυρίων  ἐμπίμπλησιν  ἀγαθῶν  ὡς  τὸ  πειρασμῶν πλῆθος καὶ κίνδυνοι καὶ πόνοι καὶ ἀθυμίαι καὶ τὸ διηνεκῶς ἐπιβουλεύεσθαι καὶ παρ' ὧν οὐδαμῶς ἐχρῆν καὶ πρᾴως ἅπαντα φέρειν. Ἐπεὶ καὶ τὸν υἱὸν τοῦ Ἰακὼβ οὐδὲν οὕτως ἐποίησε μακάριον καὶ εὐδόκιμον ὡς ἡ συκοφαντία τότε ἐκείνη καὶ τὸ δεσμωτήριον καὶ ἡ ἅλυσις  καὶ ἡ ἐντεῦθεν  ταλαιπωρία.  Μέγα μὲν  γὰρ αὐτοῦ  καὶ τὸ τῆς  σωφροσύνης κατόρθωμα, ὅτε τῆς αἰγυπτιακῆς ἀκολασίας περιεγένετο καὶ τὴν ἀθλίαν ἐκείνην ἐπὶ τὴν ἄδικον  αὐτὸν  καλοῦσαν  ὁμιλίαν   διεκρούσατο,  ἀλλ'  οὐχ  οὕτω  μέγα  τοῦτο  ὡς  τὰ παθήματα.  Ποῖον γὰρ ἐγκώμιον,  εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ ἀλλότριον  διορῦξαι γάμον, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν  τοῦ προστάτου τὴν οἰκίαν; Ἀλλὰ τὸ ποιῆσαν αὐτὸν μέγαν ἐκεῖνο μάλιστά ἐστιν, ὁ κίνδυνος, ἡ ἐπιβουλή, ἡ μανία τῆς αἰχμαλώτου,  ἡ ἐπενεχθεῖσα  βία, τὸ ἄφυκτον  δεσμωτήριον  τοῦ θαλάμου  ὅπερ αὐτῷ  κατεσκεύασεν ἡ μοιχαλίς, τὰ δίκτυα ἃ πανταχόθεν  ἀνεπέτασεν, ἡ κατηγορία, ἡ συκοφαντία, τὸ δεσμωτήριον,  ἡ ἅλυσις, τὸ μηδενὸς  τυχόντα  τῶν  δικαίων  μετὰ τὸν  τοσοῦτον  ἆθλον ὑπὲρ οὗ στεφανοῦσθαι ἐχρῆν, ὡς κατάδικον καὶ ὑπεύθυνον ἐπὶ τὸ ὀχύρωμα ἄγεσθαι, καὶ μετὰ τῶν τὰ ἔσχατα ἡμαρτηκότων κατακλείεσθαι, ὁ αὐχμός, τὸ σιδήριον, ἡ τοῦ δεσμωτηρίου ταλαιπωρία. Τότε αὐτὸν ὁρῶ λάμποντα μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος  τὸν σῖτον διένεμε τοῖς δεομένοις  καὶ τὸν λιμὸν  ἔλυε καὶ κοινὸς λιμὴν  ἅπασιν  ἐγίνετο.  Τότε ὁρῶ αὐτὸν  φαιδρόν,  ὅτε αὐτῷ  αἱ πέδαι  καὶ  χειροπέδαι περιέκειντο ἢ ὅτε ἐν ἱματίοις λαμπροῖς τὴν τοσαύτην δυναστείαν περιεβέβλητο. Ὁ μὲν γὰρ  πραγματείας  ἦν  καιρὸς  καὶ  ἐμπορίας  πολλῆς–ὁ  τοῦ  δεσμωτηρίου  λέγω–,  ὁ  δὲ τρυφῆς καὶ ἀνέσεως καὶ τιμῆς πολλὴν μὲν ἔχων τὴν ἡδονήν, οὐ πολὺ δὲ τὸ κέρδος. ∆ιὰ τοῦτο οὐδὲ οὕτως  αὐτὸν  μακαρίζω τιμώμενον  ὑπὸ τοῦ πατρὸς ὡς φθονούμενον ὑπὸ τῶν  ἀδελφῶν   καὶ  συνοίκους  ἔχοντα  τοὺς  πολεμίους.  Καὶ γὰρ  ἐκ  πρώτης  ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνερριπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων  δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν  αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως. Καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωϋσῆς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν  τὴν ἀρχήν, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῶν  ὠδίνων.  Ἐπειδὴ γὰρ ὕστερος τῶν ἄλλων  ἐτέχθη  καὶ ἐν  ἐσχάτῳ  γήρᾳ–ποθεινὰ  δὲ τὰ τοιαῦτα  παιδία  ἅτε παρ' ἐλπίδας γεννώμενα–,  διὰ τοῦτο ἐφιλεῖτο. «Ἠγάπα γὰρ αὐτὸν ὁ πατήρ, φησίν, ὅτι υἱὸς γήρως ἦν αὐτῷ.»
10.11 Ταῦτα δὲ ὁ νομοθέτης  ἔγραψεν, ὡς ἔγωγε  οἶμαι, οὐ τὸ ὂν διηγούμενος, ἀλλὰ  τοῦ πατρὸς  τὴν  σκῆψιν  καὶ τὴν  πρόφασιν.  Ἐπειδὴ γὰρ ἑώρα φθονούμενον τὸ μειράκιον παραμυθήσασθαι τὸ πάθος τῶν ἀδελφῶν βουλόμενος, ἔπλασεν ἀγάπης αἰτίαν οὐ πολὺν τίκτουσαν αὐτῷ τὸν φθόνον. Ὅτι γὰρ οὐ τοῦτο αἴτιον ἦν τοῦ φίλτρου, ἀλλὰ ἡ ἀκμάζουσα τῆς ψυχῆς ἀρετὴ καὶ τῆς ἡλικίας ἀκμαιοτέρα οὖσα, δῆλον ἐκ τοῦ Βενιαμίν. Εἰ γὰρ διὰ τοῦτο ἐκεῖνος ἐφιλεῖτο, πολλῷ μᾶλλον τὸν νεώτερον αὐτοῦ φιλεῖσθαι ἐχρῆν. Μετὰ γὰρ τὸν Ἰωσὴφ ἐκεῖνος ἐτέχθη καὶ οὗτος μᾶλλον υἱὸς γήρως ἦν αὐτοῦ. Ἀλλ' ὅπερ ἔφην, τοῦ πατρὸς ἦν τὸ πλάσμα βουλομένου καταλῦσαι τὸν ἀδελφικὸν  πόλεμον· ἀλλ' οὐδὲ  οὕτως  ἴσχυσεν,  ἀλλ'  ἐξεκαίετο  σφοδροτέρα  ἡ  φλόξ.  Καὶ ἐπειδὴ  οὐδὲν  ἴσχυον  ποιῆσαι  τέως,   κατήνεγκαν   αὐτῷ   ψόγον   πονηρόν,   αἰσχρᾷ  περιέβαλον   αἰτίᾳ,  τὴν βάρβαρον γυναῖκα προφθάσαντες οἱ ἀδελφοὶ καὶ πολλῷ χείρους φανέντες αὐτῆς. Ἡ μὲν γὰρ εἰς ἀλλότριον, οἱ δὲ εἰς ἀδελφὸν  ἐγίνοντο  πονηροί. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς κακίας,  ἀλλ'  ἐπηγωνίζοντο  τοῖς  προτέροις  ἀεί,  καὶ  λαβόντες  μόνον  ἐν  ἐρημίᾳ  καὶ ἔσφαξαν καὶ ἀπέδοντο καὶ δοῦλον ἀντ' ἐλευθέρου ἐποίησαν καὶ δουλείαν τὴν ἐσχάτην. Οὐδὲ γὰρ ὁμοφύλοις  τισίν,  ἀλλὰ  βαρβάροις ἑτερογλώσσοις  καὶ αὐτοῖς  εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν· ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν  ἠνείχετο τῶν  γινομένων καὶ ἐμακροθύμει, κινδύνων  κινδύνους  διαδεχομένων.  Μετὰ γὰρ τὸν φθόνον καὶ τὴν αἰσχρὰν διαβολὴν σφαγῇ παρέδωκαν καὶ δουλείᾳ σφαγῆς χαλεπωτέρᾳ. Μὴ γάρ μοι παραδράμῃς  ἁπλῶς  τὸ εἰρημένον,  ἀλλ' ἐννόησον  ἡλίκον  ἦν  μειράκιον εὐγενὲς   ἐν  οἰκίᾳ  πατρικῇ  τραφὲν   μετὰ  ἐλευθερίας   ἁπάσης,  μετὰ  ἀγάπης  πατρὸς τοσαύτης,   ἀθρόον   ὑπὸ   ἀδελφῶν    ἀπεμποληθῆναι   οὐδὲν   ἐχόντων    ἐγκαλεῖν   καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις  καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις  καὶ  ἄπολιν  καὶ  μετανάστην  καὶ  οἰκέτην  καὶ  ξένον  ἀντ'  ἐλευθέρου  καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι   ταλαιπωρίαν    δουλείας    ἀήθη   ὄντα   μεθ'   ὑπερβολῆς   ἁπάσης   καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι  γῆν. Ἀλλ' οὐδὲ ἐνταῦθα  ἵστατο τὰ δεινά,  ἀλλ' ἐπιβουλαὶ  πάλιν  ἐπιβουλὰς  διεδέχοντο  μετὰ τὰ ὀνείρατα  ἐκεῖνα  τὰ  θαυμαστὰ  καὶ  τὴν  τῶν  ἀδελφῶν  αὐτοῦ  προσκύνησιν προαναφωνοῦντα. Λαβόντες γὰρ αὐτὸν  οὗτοι  οἱ ἔμποροι  οὐ κατέσχον,  ἀλλ' ἑτέροις αὐτὸν πάλιν χείροσιν ἀπέδοντο βαρβάροις. Οἶσθα δὲ ἡλίκον τοῦτο εἰς συμφορᾶς λόγον, τὸ  δεσπότας  τοιούτους  ἐκ  τοιούτων   ἀμείβειν.  Τοῦτο  γὰρ  δυσκολωτέραν  ποιεῖ  τὴν δουλείαν,  ὅταν καὶ ξένοι πάλιν  οἱ κτώμενοι  καὶ τῶν προτέρων  ὦσι χαλεπώτεροι.  Καὶ γίνεται ἐν Αἰγύπτῳ τῇ θεομάχῳ τότε καὶ μαινομένῃ, ὅθεν τὰ ἀναίσχυντα στόματα, ὅθεν αἱ βλάσφημοι γλῶσσαι. Καὶ γίνεται παρ' Αἰγυπτίοις ὧν καὶ εἷς ἤρκεσε μόνος τὸν μέγαν Μωϋσέα  δραπέτην  καὶ  φυγάδα  ποιῆσαι.  Καὶ ἐπειδὴ  μικρὸν  ἀνέπνευσεν   ἐκεῖ,  τοῦ φιλανθρώπου Θεοῦ καὶ τὰ παράδοξα οἰκονομοῦντος, τὸν ἄγριον θῆρα τὸν ὠνησάμενον αὐτὸν ποιήσαντος πρόβατον, εὐθέως αὐτῷ σκάμματα παρεσκευάζετο πάλιν καὶ στάδιον καὶ παλαίσματα καὶ ἀγῶνες καὶ ἱδρῶτες σφοδρότεροι τῶν προτέρων. Ἰδοῦσα γὰρ αὐτὸν ἀδίκοις ὀφθαλμοῖς  ἡ κεκτημένη καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοῦ χειρωθεῖσα καὶ κατὰ κράτος ἁλοῦσα τῷ πάθει, λέαινα  ἀντὶ γυναικὸς  ὑπὸ τῆς ἀκολάστου ταύτης  ἐπιθυμίας ἐγένετο. Καὶ πάλιν σύνοικος ὁ πολέμιος ἦν ἐναντίαν  τοῖς προτέροις τὴν ὑπόθεσιν ἔχων· ἐκεῖνοι μὲν γὰρ μισοῦντες αὐτὸν τῆς οἰκίας ἐξέβαλον· αὕτη δὲ ἐρῶσα καὶ περικαιομένη τοῦ νεανίσκου· καὶ ἦν διπλοῦς, μᾶλλον δὲ τριπλοῦς καὶ πολλαπλοῦς ὁ πόλεμος. Μὴ γάρ, ἐπειδὴ τὰ δίκτυα ὑπερήλατο καὶ τὸν βρόχον διέτεμεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ, νομίσῃς ἀπραγμόνως αὐτὸν ἠνυκέναι τὸν ἆθλον τοῦτον· καὶ γὰρ πολὺν τὸν ἱδρῶτα ὑπέμεινε.
10.12 Καὶ εἰ  βούλει  τοῦτο  σαφῶς  μαθεῖν,  ἐννόησον  οἷόν  ἐστι  νεότης  καὶ νεότητος ἀκμή. Ἐν γὰρ αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τότε ἐτύγχανεν  ὢν ὅτε σφοδροτέρα τῆς φύσεως  ἡ φλὸξ  ἐγείρεται,  ὅτε πολλὴ  τῆς ἐπιθυμίας  ἡ ζάλη, ὅτε ἀσθενέστερος ὁ λογισμός. Τῶν γὰρ νεωτέρων  αἱ ψυχαὶ οὐ σφόδρα πολλῇ φράττονται  τῇ συνέσει, οὐδὲ πολλὴν  τῆς ἀρετῆς ποιοῦνται  σπουδήν· ἀλλ' ὁ μὲν χειμὼν  τῶν παθῶν χαλεπώτερος,  ὁ δὲ τὰ πάθη κυβερνῶν  λογισμὸς ἀσθενέστερος. Μετὰ δὲ τῆς φύσεως  καὶ τῆς ἡλικίας, πολλὴ  καὶ  τῆς  γυναικὸς  ἦν  ἡ ἀκολασία.  Καὶ καθάπερ  τὴν  Βαβυλωνίαν  κάμινον  αἱ Περσικαὶ χεῖρες ἐκεῖναι μετὰ πολλῆς ἀνῆπτον τῆς σπουδῆς, δαψιλῆ τῷ πυρὶ παρέχουσαι τὴν τροφὴν καὶ ποικίλα ὑπεκκαύματα ἐμβάλλουσαι τῇ φλογί, οὕτω δὴ καὶ τότε ἡ ἀθλία  καὶ ταλαίπωρος  ἐκείνη γυνὴ  τῆς καμίνου  ταύτης χαλεπωτέραν  ἀνῆψε φλόγα,  μύρων ὄζουσα,   ἐπιτρίμμασι   παρειῶν,    ὑπογραφαῖς    ὀφθαλμῶν,    κατακεκλασμένῃ    φωνῇ, κινήμασι,  βαδίσμασι διαθρυπτομένοις,  ἱματίοις  μαλακοῖς,  περιβολῇ  χρυσίων,  ἑτέραις τοιαύταις μυρίαις μαγγανείαις καταγοητεύουσα τὸ μειράκιον. Καὶ καθάπερ τις θηρευτὴς δεινὸς δυσάλωτον μέλλων  χειροῦσθαι ζῶον ἅπαντα κινεῖ τῆς τέχνης  τὰ ὄργανα, οὕτω δὴ καὶ αὕτη τὴν σωφροσύνην  εἰδυῖα τοῦ νέου–οὐδὲ γὰρ ἔμελλεν  ἐν τοσούτῳ χρόνῳ λανθάνειν–πολλῆς ἐνόμισεν αὐτῇ δεῖν παρασκευῆς ἐπὶ τὴν αἰχμαλωσίαν τοῦ νεανίσκου καὶ διὰ τοῦτο πάντα  ἐκίνει  τῆς ἀκολασίας τὰ μηχανήματα.  Καὶ οὐδὲ τούτοις  ἠρκεῖτο μόνοις, ἀλλὰ καὶ καιρὸν καὶ τόπον ἐπετήρει πρὸς τὴν θήραν ἐπιτήδειον. ∆ιὰ τοῦτο οὐδὲ εὐθέως  ἁλοῦσα  προσέβαλεν,  ἀλλὰ  πολὺν   ἀνέμεινε   χρόνον   τὴν  πονηρὰν   ταύτην ἐπιθυμίαν    ὠδίνουσα   καὶ   παρασκευαζομένη,   δεδοικυῖα   μὴ   τῷ   τάχει   καὶ   ταῖς ἐσχεδιασμέναις αὐτῆς ἐπιβουλαῖς διαφύγῃ τὸ θήραμα. Καί ποτε εὑροῦσα μόνον ἔνδον ἐν τῷ οἴκῳ τὰ συνήθη ποιοῦντα ἀνασκάπτει βαθύτερον λοιπὸν τὸ βάραθρον καὶ τὰ πτερὰ τῆς ἡδονῆς πάντοθεν ἀναπετάσασα, ὥσπερ ἐν μέσοις δικτύοις λοιπὸν ἔχουσα τὸν ἀετόν, ἐπεισέρχεται καὶ μόνη μόνον ἀπολαβοῦσα· μᾶλλον δὲ οὐ μόνη· καὶ γὰρ καὶ τὴν ἡλικίαν καὶ τὴν φύσιν καὶ τὰ αὐτῆς μηχανήματα  συμπαρόντα εἶχεν αὐτῇ· ἕλκει λοιπὸν ἐπὶ τὴν ἄδικον πρᾶξιν πρὸς βίαν τὸν γενναῖον  ἐκεῖνον. Τί τοῦ πειρασμοῦ τούτου χαλεπώτερον; Ποίας τοῦτο καμίνου  καὶ φλογὸς  οὐ σφοδρότερον, νέον  σφριγῶντα,  δοῦλον, ἔρημον, ἄπολιν,  ξένον,  μετανάστην,  ὑπὸ δεσποίνης  οὕτως  ἀκολάστου  καὶ μαινομένης,  οὕτω πλουτούσης,  καὶ τοσαύτην  δυναστείαν  περιβεβλημένης,  ἐν ἐρημίᾳ τοσαύτῃ–συντελεῖ γὰρ  καὶ   τοῦτο   πρὸς  τὴν   τοιαύτην   ἅλωσιν–,   συνειλημμένον   κατέχεσθαί   τε  καὶ κολακεύεσθαι καὶ πρὸς εὐνὴν ἄγεσθαι δεσποτικήν, καὶ ταῦτα μετὰ τοσούτους κινδύνους καὶ ἐπιβουλάς; Οἶσθα γὰρ ὡς οἱ πολλοί,  ὅταν τεταριχευμένοι  τύχωσι τοῖς δεινοῖς,  εἰς τρυφὴν  καλούμενοι  καὶ ἄνεσιν καὶ τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, προθυμότερον ἐπιτρέχουσιν. Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ἔμενε διὰ πάντων τὴν οἰκείαν καρτερίαν ἐπιδεικνύμενος.  Ἐγὼ τὸν θάλαμον  ἐκεῖνον  καὶ τὴν Βαβυλωνίαν  κάμινον  καὶ τὸν τοῦ ∆ανιὴλ  λάκκον  καὶ τὴν  γαστέρα τοῦ θαλασσίου θηρίου  εἰς ἣν  ὁ Προφήτης ἐνέπεσε, θαρρῶν ἴσην ἂν προσείποιμι, μᾶλλον δὲ καὶ πολλῷ τούτων χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ τῆς ἐπιβουλῆς ἡ νίκη σώματος ἦν ἀπώλεια, ἐνταῦθα δὲ ψυχῆς πανωλεθρία καὶ θάνατος ἀθά νατος καὶ συμφορὰ παραμυθίαν οὐκ ἔχουσα. Οὐ ταύτῃ δὲ μόνον χαλεπὸς ὁ λάκκος οὗτος ἦν, ἀλλ' ὅτι μετὰ τῆς βίας καὶ τοῦ δόλου καὶ πολλῆς ἔγεμε τῆς κολακείας, πολλοῦ τοῦ ποικίλου  καὶ παντοδαποῦ  πυρός, οὐ σῶμα καίοντος,  ἀλλὰ  αὐτὴν  φλέγοντος  τὴν ψυχήν. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Σαλομὼν ὁ μάλιστα ταῦτα μετὰ ἀκριβείας εἰδὼς ἡλίκον ἐστὶ τὸ γυναικὶ  συμβάλλειν  ἄνδρα ἐχούσῃ· «Ἀποδήσει τις, φησί, πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ καταφλέξει; Οὕτως ὁ πορευόμενος πρὸς γυναῖκα ὕπανδρον καὶ πᾶς ὁ ἁπτόμενος αὐτῆς οὐκ ἀθῳωθήσεται.» Ὃ δὲ λέγει τοιοῦτόν  ἐστιν· ὥσπερ, φησίν, οὐκ ἔνι ὁμιλοῦντα  πυρὶ μὴ κατακαίεσθαι,  οὕτως  οὐδὲ γυναιξὶ  συνόντα  διαφεύγειν  τὸν  ἐντεῦθεν  ἐμπρησμόν. Οὗτος δὲ ὃ πολλῷ  χαλεπώτερον  ἦν ὑπέμεινεν.  Οὐ γὰρ αὐτὸς αὐτῆς ἥψατο, ἀλλ' ὑπ' ἐκείνης  κατείχετο  μόνος  ὑπὸ  μόνης  ἀπειλημμένος,  τοσούτοις  ἤδη  κακοῖς κατειργασμένος  καὶ τοσαύταις τεταριχευμένος  ἐπιβουλαῖς  καὶ ἀνέσεως ἐπιθυμῶν  καὶ ἀδείας,  ἀλλ'  ὅμως   ἐν   τοσούτοις   δικτύοις   ὢν   καὶ  ποικίλον   θηρίον   ὁρῶν   αὐτῷ προσβάλλον καὶ διὰ πάντων  αὐτὸν κατατοξεῦον, διὰ τῆς ἁφῆς, διὰ τῆς φωνῆς, διὰ τῶν ὀμμάτων, διὰ τῶν ἐπιτριμμάτων,  διὰ τῆς ὑπογραφῆς, διὰ τῶν χρυσίων, διὰ τῶν μύρων, διὰ τῶν ἱματίων, διὰ τοῦ ἤθους, διὰ τῶν ῥημάτων, διὰ τοῦ κόσμου τοῦ περικειμένου, διὰ
 τῆς  ἐρημίας,  διὰ  τῆς  μονώσεως,   διὰ  τοῦ  λανθάνειν,   διὰ  τοῦ  πλούτου,   διὰ  τῆς δυναστείας, ἔχουσαν μετὰ τούτων  συνεργόν, ὅπερ ἔμπροσθεν εἶπον, τὴν ἡλικίαν,  τὴν φύσιν, τὴν δουλείαν, τὸ ἐν ἀλλοτρίᾳ εἶναι, πᾶσαν ἐνίκησε τὴν φλόγα ἐκείνην.
10.13 Ἐγὼ τοῦτον τὸν πειρασμὸν καὶ τοῦ φθόνου τῶν ἀδελφῶν  καὶ τοῦ μίσους τοῦ συγγενικοῦ  καὶ τῆς πράσεως καὶ τῆς τῶν  βαρβάρων  δεσποτείας  καὶ τῆς μακρᾶς ἀποδημίας καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς καὶ τοῦ δεσμωτηρίου καὶ τῆς ἁλύσεως καὶ τοῦ μακροῦ χρόνου καὶ τῆς αὐτόθι ταλαιπωρίας πολὺ χαλεπώτερον  εἶναί φημι· καὶ γὰρ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος  ἦν. Ἐπειδὴ δὲ καὶ τοῦτον διέφυγε  τὸν πόλεμον, καὶ ἐγένετο ἐνταῦθα  πνεῦμα δρόσου διασυρίζον, ἀπό τε τῆς τοῦ Θεοῦ χάριτος καὶ τῆς ἀρετῆς τοῦ νέου· τοσοῦτο γὰρ αὐτῷ  περιῆν  ἀταραξίας καὶ σωφροσύνης  ὅτι καὶ τὴν  τῆς ἐκείνης μανίαν   καταλῦσαι   ἐσπούδασε·  πλὴν   ἐπειδὴ   αὐτὸς   ἐξῆλθεν   ἀνέπαφος,   ὥσπερ  οἱ νεανίσκοι τὴν Περσικὴν διαφυγόντες  φλόγα–»οὐδὲ γὰρ ὀσμὴ πυρὸς ἦν ἐν αὐτοῖς» φησί–, καὶ σωφροσύνης  μέγας ἀθλητὴς  ἀνεδείχθη  καὶ ἀδάμαντα  ἐμιμήσατο. Ἴδωμεν  οἵων εὐθέως ἀπήλαυσε καὶ τί μετὰ τὸν ἆθλον τοῦτον διαδέχεται τὸν στεφανίτην. Ἐπιβουλαὶ πάλιν καὶ βάραθρα καὶ θάνατος καὶ κίνδυνοι  καὶ συκοφαντίαι καὶ μῖσος ἄλογον. Ἡ γὰρ ἀθλία  τότε  ἐκείνη  ὑπὸ τῆς  χαλεπῆς  μανίας  ἐμβακχευομένη  θυμῷ  παραμυθεῖται  τὸν ἔρωτα καὶ πάθος συνάπτει πάθει καὶ ἐπιθυμίᾳ ἀκολάστῳ προστίθησιν ὀργὴν ἄδικον, καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος. Καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει  δικαστήριον  διεφθαρμένον,  τὸν  ἐκείνου  δεσπότην,  τὸν  ἄνδρα  τὸν ἑαυτῆς,  τὸν  βάρβαρον, τὸν  Αἰγύπτιον,  καὶ εἰσάγει  κατηγορίαν  ἀμάρτυρον.  Καὶ οὐδὲ ἀφίησιν  εἰσελθεῖν  εἰς δικαστήριον  τὸν  ἐγκαλούμενον,  ἀλλ' ἐρήμην  κατηγορεῖ  τῇ τε ἀνοίᾳ  καὶ τῇ εὐνοίᾳ  τοῦ δικάζοντος,  τῇ τε ἀξιοπιστίᾳ  τοῦ οἰκείου προσώπου καὶ τῷ δοῦλον  εἶναι  τὸν  ἐγκαλούμενον  θαρροῦσα καὶ  τὰ  ἐναντία  εἰποῦσα  τῶν  γενομένων ἐκράτησε τοῦ δικαστοῦ καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν καὶ καταδικάσαι τὸν ἀνεύθυνον καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην, καὶ δεσμωτήριον εὐθέως καὶ ἀπαγωγὴ καὶ ἅλυσις. Καὶ μηδὲ ἰδὼν δικαστὴν κατεκρίνετο  ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ καὶ τὸ δὴ χαλεπώτερον,  κατεκρίνετο ὡς μοιχός, ὡς δεσποτικῆς ἐπιθυ μήσας εὐνῆς, ὡς ἀλλότριον διορύξας γάμον, ὡς ἁλούς, ὡς ἐληλεγμένος.  Ὅ τε γὰρ δικαστής, ἥ τε κατήγορος παρὰ τοῖς πολλοῖς  καὶ τὴν ἀλήθειαν  οὐκ εἰδόσιν, ἥ τε τιμωρία ἀξιόπιστον ἐποίει τὸ δρᾶμα φαίνεσθαι. Ἀλλ' οὐδὲν τούτων ἐθορύβησεν ἐκεῖνον, οὔτε εἶπεν· «Αὗται τῶν ὀνείρων αἱ ἀμοιβαί; τοῦτο τῶν ὄψεων ἐκείνων τὸ τέλος; ταῦτα τῆς σωφροσύνης τὰ ἔπαθλα; Κρίσις ἄλογος  καὶ  ψῆφος  ἄδικος  καὶ  πονηρὰ  πάλιν  ὑπόληψις.  Ὡς  ἡταιρηκὼς  ἐξεβλήθην ἔναγχος τῆς πατρῴας οἰκίας, ὡς μοιχὸς καὶ σωφροσύνην διορύξας γυναικὸς εἰς δεσμωτήριον  εἰσάγομαι  νῦν  καὶ  ταῦτα  περὶ  ἐμοῦ  πάντες  ψηφίζονται.   Καὶ οἱ  μὲν ἀδελφοί, οἱ μέλλοντές με προσκυνεῖν –τοῦτο γὰρ τὰ ὀνείρατα ἐδήλου–, ἐν ἐλευθερίᾳ καὶ ἀδείᾳ καὶ τρυφῇ καὶ πατρίδι καὶ οἰκίᾳ πατρῴᾳ· ἐγὼ δὲ ὁ μέλλων  αὐτῶν  κρατεῖν, μετὰ τυμβωρύχων,  μετὰ λῃστῶν,  μετὰ βαλαντιοτόμων ἐνταῦθα  δέδεμαι· οὔτε μετὰ τὸ τῆς πατρίδος  ἐκπεσεῖν  θορύβων  ἀπαλλαττόμενος καὶ πραγμάτων,  ἀλλὰ  καὶ ἐν ἀλλοτρίᾳ πάλιν  βάραθρα ἡμᾶς καὶ ξίφη ἠκονημένα  διαδέχεται.  Καὶ ἡ μὲν τοιαῦτα δράσασα καὶ συκοφαντήσασα,  δι'  ἑκατέρων  τῶν  τολμημάτων   ἀποτμηθῆναι   δικαία,  χορεύει  καὶ σκιρτᾷ νῦν ὥσπερ ἐπὶ τροπαίοις καὶ λαμπροῖς ἐπινικίοις ἐστεφανωμένη· ἐγὼ δὲ ὁ μηδὲν ἠδικηκὼς τὴν ἐσχάτην τίνω δίκην.» Οὐδὲν τούτων ἐκεῖνος εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλ' ὥσπερ  ἀθλητὴς   διὰ  στεφάνων   ὁδεύων,  οὕτως  ἔχαιρε  καὶ  ηὐφραίνετο,   οὔτε  τοῖς ἀδελφοῖς, οὔτε τῇ μοιχαλίδι  μνησικακῶν. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὐτὸς πρός τινα τῶν αὐτόθεν δεδεμένων διελέχθη τότε. Τοσοῦτον γὰρ ἀπεῖχεν ὑπὸ ἀθυμίας ἁλῶναι ὅτι
 καὶ   ἑτέροις   ἔλυσε   λύπας.   Ἐπειδὴ   γὰρ   εἶδέ   τινας   αὐτόθι   τεταραγμένους    καὶ συγκεχυμένους  καὶ ἀθυμοῦντας,  προσῆλθεν εὐθέως τὴν αἰτίαν  εἰσόμενος. Καὶ μαθὼν ὅτι ἐξ ὄψεως ὀνειράτων ὁ θόρυβος ἦν, διέλυσε τὰ ὀνείρατα. Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα, τῆς ἀπαλλαγῆς  ἕνεκεν τῆς αὐτοῦ, εἰ γὰρ καὶ γενναῖος  καὶ θαυμαστὸς ἦν, ἀλλ'  ἄνθρωπος   ἦν  καὶ  οὐκ  ἐβούλετο   ταῖς  ἁλύσεσιν  ἐνταλαιπωρεῖσθαι   ἐκείναις, παρακαλῶν  τοίνυν  μνησθῆναι  αὐτοῦ πρὸς τὸν βασιλέα καὶ πεῖσαι ἀφεῖναι  αὐτὸν τῶν δεσμῶν, καὶ ἀναγκαζόμενος  καὶ τὴν αἰτίαν  εἰπεῖν,  δι' ἣν ἐνεβέβλητο,  ὥστε κἀκεῖνον τὸν  ὑπὲρ αὐτοῦ  δεόμενον  εὐπρόσωπον  ἔχειν  πρόφασιν  τῆς  ὑπὲρ αὐτοῦ  συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων,  ἀλλ' ἀπαλλάξας ἑαυτὸν τῶν ἐγκλημάτων  ἔστη μέχρι τούτου μόνον καὶ οὐ προσέθηκε τοὺς εἰς αὐτὸν πεπλημμεληκότας.  Καὶ γάρ· «Ἐγώ, φησί, κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν καὶ ἐνέβαλόν με εἰς τὸν  λάκκον  τοῦτον.»  Καὶ τίνος  ἕνεκεν  οὐ λέγεις  τὴν  πόρνην,  τὴν  μοιχαλίδα,  τοὺς ἀδελφοκτόνους,  τὸν φθόνον,  τὸν φόνον,  τὴν πρᾶσιν, τὴν μανίαν  τῆς δεσποίνης, τὴν ἔφοδον,  τὴν  ἀκολασίαν,  τὰ  δίκτυα,  τὰ  μηχανήματα,  τὴν  συκοφαντίαν,  τὴν  ἄδικον κρίσιν, τὸν διεφθαρμένον  δικαστήν, τὴν παράνομον ἀπόφασιν, τὴν καταδίκην τὴν οὐκ ἔχουσαν λόγον; ∆ιὰ τί ταῦτα σιγᾷς καὶ ἀποκρύπτεις; Ὅτι μνησικακεῖν οὐκ οἶδα, φησίν, ὅτι ἐμοὶ ταῦτα στέφανοι καὶ βραβεῖα καὶ μείζονος ἐμπορίας ὑπόθεσις.
10.14 Εἶδες  ψυχὴν   φιλόσοφον;   εἶδες  τῆς  ὀργῆς  καθαρὰν  καὶ  τῶν   δεινῶν ὑψηλοτέραν; εἶδες συναλγοῦντα  τοῖς ἠδικηκόσι μᾶλλον  ἢ μνησικακοῦντα;  Ὥστε γὰρ μήτε τοὺς ἀδελφοὺς  εἰς μέσον ἐνεγκεῖν,  μήτε τὴν αἱμοβόρον ἐκείνην· «Κλοπῇ, φησίν, ἐκλάπην   ἐκ  γῆς  Ἑβραίων  καὶ  ὧδε  οὐκ  ἐποίησα  οὐδέν.»  Καὶ οὐδαμοῦ  προσώπου μέμνηται, οὐδὲ τοῦ λάκκου, οὐδὲ τῶν Ἰσμαηλιτῶν, οὐδὲ ἄλλου οὐδενός. Ἀλλ' ὅμως καὶ κατὰ  ταῦτα  αὐτὸν  οὐχ  ὁ  τυχὼν  διεδέξατο  πειρασμός. Ὁ γὰρ  τοσαύτης  παρ' αὐτοῦ παρακλήσεως τυχὼν καὶ τῶν δεσμῶν κατὰ τὴν τούτου πρόρρησιν ἐλευθερωθεὶς καὶ ἐπὶ τὴν  προτέραν  ἐπαναχθεὶς   τιμήν,   τῆς  εὐεργεσίας  ἐπελάθετο   καὶ  τῆς  τοῦ  δικαίου ἱκετηρίας. Καὶ ὁ μὲν οἰκέτης ἐν βασιλικαῖς ἦν αὐλαῖς πολλῆς ἀπολαύων εὐημερίας· ὁ δὲ ὑπὲρ  τὸν  ἥλιον   λάμπων   καὶ  οὕτω  φαιδρὰς   ἀφιεὶς   τῆς  ἀρετῆς  τὰς  ἀκτῖνας,   ἔτι δεσμωτήριον  ᾤκει,  καὶ  οὐδεὶς  ἦν  ὁ ἀναμνήσων  τὸν  βασιλέα.  Ἐχρῆν  γὰρ  αὐτῷ  ἔτι πλείους  πλακῆναι  τοὺς στεφάνους  καὶ μείζονα παρασκευασθῆναι τὰ βραβεῖα· διὸ καὶ μακρότεροι τῶν  δρόμων  οἱ δίαυλοι  τότε ἐπήγνυντο,  ἐῶντος  μὲν τοῦ Θεοῦ μένειν  τὰ σκάμματα, οὐ μὴν τέλεον ἐγκαταλιμπάνοντος, ἀλλὰ τοσοῦτον συγχωροῦντος τοῖς ἐπιβουλεύουσιν   τὰ  αὐτῶν   ἐπιδείκνυσθαι   ὅσον  μηδὲ  ἀφανίσαι  τὸν  ἀθλητήν,   μηδὲ ἐκποδὼν ποιῆσαι τῆς ἀρετῆς τὸν ἀνταγωνιστήν. Εἰς λάκκον μὲν γὰρ αὐτὸν ἐμβληθῆναι συνεχώρησε καὶ τὸ ἱμάτιον αἱμαχθῆναι, εἰς δὲ σφαγὴν αὐτοὺς ἐλθεῖν οὐκ ἀφῆκεν· ἀλλὰ συνεβούλευσε μὲν τοῦτο ὁ ἀδελφός, τὸ δὲ πᾶν τῆς τοῦ Θεοῦ προνοίας ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῆς Αἰγυπτιακῆς συνέβη γυναικός. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ὁ θερμὸς οὕτω καὶ ἀκόλαστος–ἴστε γὰρ τῶν Αἰγυπτίων  τὸ γένος ὡς θυμῶδες καὶ ὀργίλον· καὶ γὰρ τοῦτο μεθ' ὑπερβολῆς αὐτοῖς πρόσεστι τὸ πάθος–ὃν ἐπίστευσεν εἶναι μοιχὸν καὶ τὴν γυναῖκα ἠδικηκέναι   τὴν  αὐτοῦ,  οὐκ  ἀπέτεμεν   εὐθέως,  οὐδὲ  πυρὶ  παρέδωκεν,  ἀλλ'  οὕτως ἀλόγιστος ὢν ὡς ἐκ μιᾶς μοίρας ἀποφήνασθαι, καὶ μηδὲ λόγου μεταδοῦναι τῷ ἐγκαλουμένῳ,  ἐν τῷ καιρῷ τῆς τιμωρίας πολλὴν ἐπιείκειαν ἐπεδείξατο, καίτοι γε ὁρῶν τὴν γυναῖκα μαινομένην, λυττῶσαν, βίαν ἀποδυρομένην, τὰ ἱμάτια διερρωγότα περιφέρουσαν καὶ μειζόνως  καὶ ἐντεῦθεν  ἐκκαιομένην  καὶ θρηνοῦ σαν καὶ ὁλοφυρομένην; Ἀλλ' ὅμως τούτων οὐδὲν αὐτὸν εἰς σφαγὴν ἐξῆψε. Πόθεν, εἰπέ μοι; Οὐκ εὔδηλον ὅτι ὁ τοὺς λέοντας χαλινώσας  καὶ τὴν κάμινον  καταψύξας, οὗτος καὶ θηρίου  τούτου  τὸν  ἄμετρον  ἐπέσχε  θυμὸν  καὶ  τὴν  ἄφατον  ὀργὴν  ἔσβεσεν, ὡς  κερασθῆναι συμμέτρως τὴν τιμωρίαν; Τοῦτο καὶ ἐν τῷ δεσμωτηρίῳ συμβὰν ἴδοι τις ἄν. ∆εθῆναι μὲν γὰρ  αὐτὸν  συνεχώρησε  καὶ  μετὰ  τῶν  καταδίκων   εἶναι,  τῆς  δὲ  τοῦ  δεσμοφύλακος ἀπηνείας  ἐξήρπασεν. Οἶσθα γὰρ οἷόν  ἐστι δεσμοφύλαξ·  ἀλλ' ἐκείνῳ  τότε  πρᾷος καὶ ἥμερος ἦν καὶ οὐ μόνον οὐκ ἀπέτεινεν  αὐτὸν πόνοις τισίν, ἀλλὰ καὶ ἄρχοντα πάντων ἐποίησε τῶν αὐτόθι καὶ ταῦτα ὡς μοιχὸν δεξάμενος, κατάδικον καὶ μοιχὸν ἐπίσημον. Οὐ γὰρ εἰς  οἰκίαν  εὐτελῆ,  ἀλλ' εἰς μεγάλην  καὶ λαμπρὰν  τὸ δρᾶμα τοῦτο  τετολμῆσθαι ἐνομίζετο. Ἀλλ' ὅμως οὐδὲν τούτων  ἐκεῖνον  ἐφόβησεν, οὐδὲ ἔπεισεν ἐκείνῳ  γενέσθαι χαλεπόν.  Ἀλλὰ καὶ οἱ στέφανοι  ἀπὸ τῶν παθημάτων  ἐπλέκοντο  τῷ δικαίῳ καὶ ἡ τοῦ Θεοῦ συμμαχία μετὰ πολλῆς ἐπέρρει τῆς δαψιλείας. Ἐβουλόμην καὶ ἕτερον προσθεῖναι τῇ ἐπιστολῇ μῆκος· ἀλλ' ἐπειδὴ καὶ τοῦτο μετὰ πολλῆς τῆς περιουσίας οἶμαι τὸ μέτρον αὐτῆς  ὑπερβεβηκέναι,  ἐνταῦθα   καταλύσας  τὸν  λόγον   ἐκεῖνο  παρακαλῶ  σου  τὴν εὐλάβειαν ὅπερ ἀεὶ διετέλεσα παρακαλῶν, ἀθυμίας μὲν ἀπαλλάττεσθαι, δοξάζουσαν δὲ τὸν  Θεόν –ὅπερ  ἀεὶ  πεποίηκάς  τε  καὶ  ποιεῖς  διατελεῖν–χάριτας  ὁμολογοῦσαν  ὑπὲρ πάντων  αὐτῷ  τῶν  χαλεπῶν  τούτων  καὶ ὀδυνηρῶν.  Οὕτω γὰρ καὶ αὐτὴ  τὰ μέγιστα ἀγαθὰ  καρπώσῃ καὶ τῷ  διαβόλῳ  καιρίαν  δώσεις  πληγὴν  καὶ πολλὴν  ἡμῖν  παρέξεις παράκλησιν καὶ τῆς ἀθυμίας τὸ νέφος μετὰ πολλῆς ἀφανίσαι δυνήσῃ τῆς εὐκολίας καὶ καθαρᾶς  ἀπολαῦσαι  γαλήνης.   Μὴ  δὴ  καταμαλακίζου,   ἀλλ'  ἀνενεγκοῦσα  ἀπὸ  τοῦ καπνοῦ τούτου– καπνοῦ γάρ, ἐὰν θέλῃς, ῥᾷον διασκεδάσεις πᾶσαν τὴν ἀθυμίαν ταύτην–, δῆλον τοῦτο πάλιν ποίησον ἡμῖν, ἵνα καὶ πόρρωθεν ὄντες, πολλὴν ἀπὸ τῶν τοιούτων γραμμάτων καρπωσώμεθα τὴν εὐφροσύνην.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








































Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |