ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΑʹ Μαρκελλίνῳ

Τρίτη 25 Οκτωβρίου 2016

ΛΑʹ Μαρκελλίνῳ




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

ΛΑʹ. Μαρκελλίνῳ.

Μακρὰν μὲν ἐσιγήσαμεν ἀμφότεροι σιγὴν πρὸς ἀλλήλους,   τῆς   δὲ  ἀγάπης   σου  τῆς   ἀρχαίας   καὶ  γνησίας   ἡμῖν   ἐκείνης   οὐκ ἐπιλελήσμεθα,  ἀλλ'  ἀκμάζουσαν  αὐτὴν  διατηροῦμεν,  καὶ  ὅπουπερ  ἂν  ἀπίωμεν, αὐτὴν  περιφέρομεν, μεγίστην ἐντεῦθεν  καρπούμενοι τὴν παράκλησιν. ∆ιὸ δὴ καὶ νῦν ἐπιτυχόντες  τῶν πρὸς τὴν σὴν εὐγένειαν  ἀφικνουμένων,  τήν τε ὀφειλομένην ἀποδιδόαμεν  πρόσρησιν, καὶ  δηλοῦμεν,  ὅτι  κἂν  πρὸς  αὐτὰς  ἀπενεχθῶμεν   τῆς οἰκουμένης τὰς ἐσχατιὰς, ἔχοντές σε ἄπιμεν ἐν διανοίᾳ ἐγκεκολαμμένον  ἡμῶν τῷ συνειδότι. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις  οὐ τὸ γράφειν  μόνον, ἀλλὰ καὶ τὸ δέχεσθαι γράμματα παρὰ τῶν οὕτω φιλουμένων,  πολλὴν φέρει τὴν ἡδονὴν, διπλασίασον ἡμῖν  τὴν  εὐφροσύνην,  δέσποτα τιμιώτατε,  καὶ ἡνίκα  ἂν ἐξῇ, γράφε συνεχῶς  ἡμῖν, τὰ περὶ τῆς ὑγιείας  τῆς σῆς δηλῶν.  Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον ταῦτα μανθάνειν, καὶ ὅσην καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν.



ΛΒʹ. Εὐθαλίᾳ

Κἂν ἐλάττους δέχωμαι ἐπιστολὰς παρὰ τῆς   κοσμιότητος   τῆς   σῆς,  ὧν   αὐτὸς   πέμπω   πρὸς  τὴν   σὴν  ἐμμέλειαν,   οὐκ ἀποστήσομαι συνεχῶς  γράφων.  Ἐμαυτῷ γὰρ χαρίζομαι τοῦτο ποιῶν, πρὸς ψυχὴν οὕτω γνησίως περὶ ἡμᾶς διακειμένην  καὶ θερμῶς καὶ συνεχῶς ἐπιστέλλων.  Πλὴν ἀλλ'  ἐπειδὴ σφόδρα ἡμῖν περισπούδαστον μανθάνειν  ἐν τίσιν ὁρμᾷ τὰ σὰ, συνεχῶς καὶ γραμμάτων ἐπιθυμοῦμεν ἀπολαύειν, ἵνα μανθάνωμεν  διηνεκῶς  ἅπερ ἐπιθυμοῦμεν, ὅτι ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγεις πολλῇ. Τούτων γὰρ ἀπολαύουσα, ὅτι πολλὴν ποιῇ τῆς ψυχῆς τῆς σῆς ἐπιμέλειαν, καὶ τῶν βιωτικῶν  ὑπερορῶσα, τὴν εἰς τὸν οὐρανὸν  ὁδὸν βαδίζεις, οὐδὲν οἶμαι δεῖν  ἀμφιβάλλειν.  Οἶδα γάρ σου τῆς ψυχῆς  τὸ εὐγενὲς,  καὶ ἐλευθέριον,  καὶ ἀπραγμοσύνης  γέμον,  καὶ τῶν  βιωτικῶν ἀπηλλαγμένον  φροντίδων.  Ἐννοοῦσα τοίνυν  ἡλίκα  ἡμῖν  χαρίζῃ  τοῦτο  ποιοῦσα, ἡνίκα  ἂν ἐξῇ καὶ δυνατὸν  ᾖ, συνεχῶς  ἡμῖν  ἐπιστέλλειν,  καθάπερ προειρήκαμεν, παρακλήθητι, ὥστε πολλὴν ἡμᾶς καὶ ἐντεῦθεν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαβεῖν παραμυθίαν. Τὰ γὰρ ὑμῶν τῶν  ἀγαπώντων  ἡμᾶς γράμματα ὅταν συνεχῶς φέρηται  πρὸς ἡμᾶς, τὰ περὶ τῆς  ὑγιείας  ὑμῶν  δηλοῦντα,  οὐ τῆς  τυχούσης ἡμᾶς ἐμπίπλησιν εὐφροσύνης, ἀλλὰ τοσαύτην ἡμῖν ἐμποιεῖ τὴν ἡδονὴν, ὡς μηδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαμβάνειν.

ΛΓʹ. Ἀδολίᾳ.

Καὶ ταύτῃ σου τὴν ἀγάπην ἔδειξας, τὴν γνησίαν καὶ θερμὴν, ὅτι καὶ ἐν ἀῤῥωστίᾳ οὖσα, οὕτω συνεχῶς ἡμῖν ἐπιστέλλεις. Ἡμεῖς δὲ ἐπιθυμοῦμεν τῆς τε ἀῤῥωστίας σε ἀπαλλαγῆναι, καὶ ἐνταῦθα παραγενομένην, ὅταν ἐξῇ, θεάσασθαι. Καὶ τοῦτο οἶσθα καὶ αὐτὴ, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη. Ἐπεὶ οὖν, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, νῦν ἐν φροντίδι μείζονι καθεστήκαμεν καὶ γὰρ ἀπὸ τῶν γραμμάτων ἐστοχασάμεθά σου τῆς ἀῤῥωστίας τὴν ὑπερβολὴν, διά τοι τοῦτο, ἡνίκα ἂν πρὸς τὸ βέλτιον  ἐπιδῷ σοι τὸ σῶμα, διὰ τάχους ὡς βούλει δηλῶσαι ἡμῖν παρακλήθητι τοῦτο αὐτὸ, ἵνα βαρυτάτης ἡμᾶς ἀνεθῆναι  ποιήσῃς φροντίδος.  Ὅτι γὰρ καὶ νῦν  οὐκ ἐν μικρᾷ καθεστήκαμεν ἀθυμίᾳ  τῆς  ἀῤῥωστίας  ἕνεκεν  τῆς  σῆς, οὐδὲ  αὐτὴ  ἀγνοεῖς.  Εἰδυῖα  τοίνυν  τὴν φροντίδα  ἐν  ᾗ  νῦν  ἐσμεν, ὅπερ παρεκαλέσαμεν, ποιῆσαι  σπούδασον. Εἰ καὶ  τὰ μάλιστα οὐδέν σοι εἰς τοῦτο δεῖ παρακλήσεως· ἀλλ' εὖ οἶδ' ὅτι ὅσων ἂν ἐπιτύχῃς γραμματηφόρων, οὐ παύσῃ δι' ἑκάστου ἡμῖν ἐπιστέλλουσα.

Λ∆ʹ. Καρτερίᾳ.

  Καὶ τοῦτο τῆς ἀγάπης τῆς σῆς, τῆς μεμεριμνημένης ψυχῆς τῆς σφοδρῶς περὶ ἡμᾶς διακειμένης, τὸ  μὴ  μόνον  ἀποστεῖλαι  τὸ  πολυάρχιον,  ἀλλὰ  καὶ  σκοπῆσαι ὅπως  ἂν  γένοιτο χρήσιμον, προσθεῖναί τε αὐτῷ τό τε νάρδινον, καὶ τὸ γλεύκινον ἔλαιον, διορθοῦντα αὐτοῦ τὴν ἀπὸ τῆς μακρᾶς ἀποδημίας ξηρότητα. Καὶ τὸ αὐτὴν  καὶ κατασκευάσαι τοῦτο, καὶ μὴ ἑτέροις ἐπιτρέψαι, καὶ μὴ τῆς ταχύτητος γενέσθαι, ἀλλὰ τοῦ γενέσθαι σπουδαῖον αὐτὸ, καὶ τοῦτο μάλιστα ἐκπλήττεσθαι ἡμᾶς τὴν διάθεσιν τὴν περὶ ἡμᾶς πεποίηκε. ∆ιὰ τοῦτό σοι χάριτας ὁμολογοῦμεν ἓν μόνον ἐγκαλοῦντες, ὅτι, ὃ μάλιστα περισπούδαστον ἦν  ἡμῖν,  τοῦτο οὐκ ἔπεμψας  διὰ τῶν  γραμμάτων,  τὰ εὐαγγέλια λέγω  τῆς σῆς ὑγείας. Καὶ ὡς νῦν ἐν φροντίδι  καθεστήκαμεν, οὐκ εἰδότες οἷα τῆς ἀῤῥωστίας ἕστηκε τῆς  σῆς· οὕτως  ἂν  διὰ τάχους  ἡμῖν  πέμψῃς  γράμματα ἀπαγγέλλοντα ἡμῖν, ὅτι λέλυται τὰ τῆς νόσου, τὰ μέγιστα ἡμῖν χαριῇ. Εἰδυῖα τοίνυν ὅπως  σφόδρα ἐπιθυμοῦμεν  μαθεῖν,  ὅτι  δὴ  ἐκ  τῆς  ἀσθενείας  ταύτης  ἀνήνεγκας, χαρίζου  ἡμῖν  ταύτην  τὴν  εὐφροσύνην,  ἐν  τῇ  χαλεπωτάτῃ  ταύτῃ  ἐρημίᾳ τε  καὶ πολιορκίᾳ οὐ μικρὰν ἐσομένην ἡμῖν παράκλησιν.

ΛΕʹ. Ἀλφίῳ.

 Ὁ Θεός σοι τὸν μισθὸν δῴη, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, τῆς γνησίας καὶ θερμῆς περὶ ἡμᾶς ἀγάπης, τῆς εἰλικρινοῦς, καὶ ἀνυποκρίτου, τῆς ἀκινήτου, καὶ ἀπεριτρέπτου. Οὐ γὰρ μικρὰ δείγματα τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ταῦτα ἐκ τοσούτου καθήμενος διαστήματος, ἐπεδείξω, κύριέ μου τιμιώτατε  καὶ εὐγενέστατε, ἀλλὰ καὶ πολλὰ καὶ μεγάλα. ∆ιὰ τοῦτό σοι χάριτας ἴσμεν, καὶ συνεχῶς ἐπιστέλλειν βουλόμεθα, ἀλλ' οὐ δυνάμεθα ὁσάκις ἂν βουλώμεθα, γράφομεν δὲ ὁσάκις ἂν δυνώμεθα. Οἶσθα γὰρ καὶ τὴν ἀπὸ τοῦ χειμῶνος, καὶ τὴν ἀπὸ τῶν λῃστρικῶν ἐφόδων γινομένην ἐν ταῖς ὁδοῖς δυσκολίαν. Μὴ τοίνυν νομίσῃς ῥᾳθυμεῖν ἡμᾶς, ὅταν μακρὰν σιγήσωμεν σιγὴν, ἀλλὰ τῇ σπάνει τῶν γραμματηφόρων τοῦτο λογίζου, μὴ τῇ ὀλιγωρίᾳ τῇ ἡμετέρᾳ. Ὡς εἴγε δυνατὸν  ἦν  συνεχέστερον ἐπιστέλλειν,  οὐκ ἂν ὠκνήσαμεν  πυκνὰ  πέμποντές  σοι γράμματα. Ἡμῖν γὰρ ἑαυτοῖς ἐχαριζόμεθα, τὴν ὀφειλομένην  σοι πρόσρησιν συνεχέστερον ἀποδιδόντες. Ταῦτ' οὖν εἰδὼς, γράφε ἡμῖν συνεχῶς καὶ αὐτὸς τὰ περὶ τῆς ὑγιείας τῆς σῆς. Ὅπερ ἔφης ἀπεσταλκέναι ἡμῖν, τοῦτο οὐδεὶς ἐκόμισεν ἐνταῦθα, ἀλλ' ὑπέστρεψεν ὁ ἔχων  διὰ τὸν τῶν  λῃστῶν φόβον. Πλὴν παρακαλοῦμέν  σε μὴ ποιεῖν  τοῦτο, μηδὲ δυσκολίας σαυτῷ παρέχειν  καὶ πράγματα. Τὰ γὰρ μεγάλα σου δῶρα, τὸ γνήσιόν σου καὶ θερμὸν τῆς διαθέσεως, οὗ διηνεκῶς ἀπολαύοντες, ἐντρυφῶμεν  ἀεὶ τῇ μνήμῃ τῆς σῆς ἀγάπης.

Λ ʹ. Μάρωνι πρεσβυτέρῳ καὶ μονάζοντι.

Ἡμεῖς τῇ μὲν ἀγάπῃ συνδεδέμεθά σοι καὶ τῇ διαθέσει, καὶ ὡς παρόντα σε ἐνταῦθα οὕτως ὁρῶμεν. Τοιοῦτοι γὰρ τῆς ἀγάπης οἱ ὀφθαλμοί· οὐχ ὁδῷ διακόπτονται,  οὐ χρόνῳ μαραίνονται. Ἐβουλόμεθα δὲ καὶ συνεχέστερον ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου, ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι ῥᾴδιον διὰ τὴν τῆς ὁδοῦ δυσκολίαν, καὶ τὴν ἀπορίαν τῶν ὁδοιπόρων,  ἡνίκα  ἂν  ἐξῇ  προσαγορεύομέν  σου  τὴν  τιμιότητα,  καὶ  δῆλόν  σοι ποιοῦμεν, ὅτι διηνεκῶς ἐπὶ μνήμης σε ἔχομεν, ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ περιφέροντες, ὅπουπερ ἂν ὦμεν. ∆ήλου τοίνυν  καὶ αὐτὸς ἡμῖν συνεχέστερον τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, ἵνα καὶ τῷ σώματι κεχωρισμένοι, μανθάνοντες συνεχῶς τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, εὐθυμότεροι γινώμεθα,  καὶ πολλὴν  ἐν ἐρημίᾳ καθήμενοι  δεχώμεθα  τὴν παράκλησιν. Οὐ μικρὰν γὰρ ἡμῖν εὐφροσύνην κομίζει τὸ ἀκούειν περὶ τῆς ὑγιείας τῆς  σῆς. Καὶ πρὸ  πάντων  εὔχεσθαι  ὑπὲρ  ἡμῶν  παρακλήθητι.

ΛΖʹ.  Τραγκυλίνῳ ἐπισκόπῳ.

 Τὸν κύριόν μου τὸν τιμιώτατον  ἐπίσκοπον Σέλευκον οἴκοθεν μὲν ὁ περὶ ἡμᾶς ἀνέστησε πόθος, ἐντεῦ θεν δὲ ὁ τῆς σῆς ἀγάπης ἔρως. Οὗτος αὐτὸν καὶ χειμῶνος   κατατολμῆσαι,   καὶ   δυσκολίας   ὁδοῦ,   καὶ   ἀῤῥωστίας   χαλεπωτάτης ἀνέπεισεν.  Ἐπαινέσας  τοίνυν  αὐτὸν,  δέσποτά  μου  τιμιώτατε,  τοῦ  φίλτρου  τῆς σπουδῆς, ἀπόδος αὐτῷ τὴν ἀμοιβὴν τῆς μακρᾶς ταύτης ταλαιπωρίας, τὴν εἰωθυῖαν περὶ αὐτὸν  ἀγάπην  καὶ νῦν  ἐπιδειξάμενος.  Ἐπεὶ καὶ ἡμεῖς  ὡς  εἰς λιμένα  αὐτὸν ἀκύμαντον    εἰς   τὰς   σὰς   παρεπέμψαμεν    χεῖρας,   εἰδότες   σου   τὴν   πολλὴν φιλοφροσύνην, τὴν γνησίαν ἀγάπην, τὴν θερμὴν καὶ ἀκλινῆ καὶ ἀπερίτρεπτον. Κἂν ἀφικνῆταί τις ἐκεῖθεν, καὶ ῥᾴδιον γένηται, καὶ ἐπιστεῖλαι ἡμῖν παρακλήθητι τὰ περὶ τῆς  ῥώσεώς σου. Εὐψύχιος γὰρ εἰς τὸ παρὸν  οὐκ ἀπήντησε· διὸ οὐδὲ μαθεῖν  τι δεδυνήμεθα ὧν ἔφης ἐκεῖνον  ἐρεῖν πρώην ἡμῖν ἐπιστέλλων,  διὰ τὸ μηδαμοῦ τὸν ἄνθρωπον φαίνεσθαι. Ταῦτ' οὖν εἰδὼς, ἐκεῖνά τε ἅπερ δι' ἐκείνου πρώην ἐδήλωσας, καὶ εἴ τι πλέον ἡμᾶς γνῶναι  ἀναγκαῖον, νῦν γοῦν γνωρίσαι ἡμῖν παρακλήθητι, καὶ τὰ περὶ τῆς ὑγείας σήμαινε τῆς σῆς, τῆς σφόδρα ἡμῖν περισπουδάστου, καὶ ὑπὲρ ἧς ἀεὶ μεριμνῶντες,  ἀεὶ μανθάνειν  ἐπιθυμοῦμεν.

ΛΗʹ. Ὑμνητίῳ  ἀρχιητρῷ.

Εἰ καὶ μὴ συνεχῶς  ἐπεστάλκαμεν  τῇ  τιμιότητί  σου, ἀλλὰ  συνεχῶς  σε ἐπὶ  μνήμης  ἔχομεν, πεῖράν σου τῆς σφοδροτάτης, τῆς σπουδαίας, τῆς γνησίας φιλίας πολλὴν ἐν ἡμέραις ὀλίγαις   λαβόντες.  ∆ιὰ  τοῦτο  καὶ  τὸν  κύριόν  μου  τὸν  τιμιώτατον   ἐπίσκοπον Σέλευκον ὡς εἰς λιμένα τὰς σὰς παραπέμπομεν χεῖρας. Καὶ γὰρ ὑπὸ βηχὸς πολεμεῖται χαλεπωτάτης,  ἣν ἡ τοῦ ἔτους ὥρα σφοδρότερον ἐπιτρίβει, καὶ χαλεπωτέραν  ποιεῖ. Καταμαθὼν τοίνυν,  δέσποτά μου τιμιώτατε,  τοῦ νοσήματος τὴν φύσιν, ἐξαρπάσαι αὐτὸν τοῦ κλυδωνίου πειράθητι, τῇ τῆς ἀῤῥωστίας βλάβῃ τὴν ἀπὸ τῆς ἐπιστήμης τῆς σῆς ἐπιτειχίσας  δύναμιν,  δι' ἧς πολλοὺς  πολλάκις  κινδυνεύσαντας  ὑπὸ τοιούτων κυμάτων  ὑποβρυχίους  γενέσθαι τοῦ ναυαγίου  ταχέως  ἀπήλλαξας.

Θʹ.  Χαλκιδίᾳ.

 Οἶδα τὴν  ἀγάπην  ἣν ἔσχες περὶ ἡμᾶς ἄνωθεν  καὶ ἐξ ἀρχῆς, καὶ ὅτι ἀκμάζουσαν αὐτὴν διατηρεῖς, καὶ ὅτι αὐτῇ καὶ προσθήκας ἐργάζῃ, καὶ οὐ μόνον  οὐδὲν αὐτὴν εἴασας ἀμαυροτέραν γενέσθαι ἀπὸ τοῦ χωρισμοῦ, καὶ τοῦ τοσούτου χρόνου, ἀλλὰ καὶ μᾶλλον  αὐτὴν  ἀνάπτεις.  Οἶδ' ὅτι καὶ μετὰ πολλῆς  δέχῃ τῆς εὐφροσύνης τὰ παρ' ἡμῶν  γράμματα, καὶ ὅτι  καὶ γράφουσα καὶ σιγῶσα ὁμοίως  περὶ ἡμᾶς διάκεισαι, πολλὴν τοῦ πράγματος καὶ ἐν πολλῷ τῷ χρόνῳ τὴν πεῖραν εἰληφώς. ∆ιὸ δὴ παρακαλοῦμεν  τὴν  τιμιότητά  σου  καὶ  περὶ  ἡμᾶς  οὕτω  διακεῖσθαι·  πολλὰ  γὰρ ἐνέχυρά σου τῆς γνησίας ἀγάπης ἔχομεν, πολλὰ ὑπομνήματα. ∆ιὸ καὶ ἐν τῇ ψυχῇ σε διηνεκῶς   περιφέρομεν,  ἐγκολάψαντες   ἡμῶν  τῇ  διανοίᾳ,  καὶ  τὴν  μνήμην  σου ἄληστον ἔχομεν, κἂν μὴ διηνεκῶς γράφωμεν, διὰ τὴν σπάνιν τῶν γραμματηφόρων ἐγκοπτόμενοι. Ταῦτ' οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη, γράφε καὶ αὐτὴ  συνεχῶς  ἡμῖν  τὰ  περὶ τῆς  ὑγιείας  τῆς  σῆς. Ἡμεῖς μὲν  γὰρ κἂν  μὴ δεξώμεθα γράμματα, τοὺς ἐκεῖθεν ἐρχομένους συνεχῶς ἐρωτῶμεν τοῦτο· βουλόμεθα δὲ καὶ παρὰ τῆς κοσμιότητος τῆς σῆς συνεχῶς δέχεσθαι ἐπιστολὰς, εὐαγγελιζομένας ἡμᾶς  τὰ  περὶ  τῆς  ῥώσεως  τῆς  σῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |