ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΡΛΑʹ Ἐλπιδίῳ ἐπισκόπῳ.

Τρίτη 25 Οκτωβρίου 2016

ΡΛΑʹ Ἐλπιδίῳ ἐπισκόπῳ.




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

 ΡΛΑʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.

Ἡμεῖς οὔτε ὑπερορῶντες,  οὔτε  ὀλιγωροῦντές   σου  τῆς  ἀγάπης,  τὸν  ἔμπροσθεν  ἐσιγήσαμεν χρόνον, ἀλλὰ τὰ περιεστῶτα ἡμᾶς δεινὰ τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν. Οὐ γὰρ ἐν ἑνὶ ἱδρύμεθα χωρίῳ, ἀλλὰ νῦν μὲν τὴν Κουκουσὸν, νῦν δὲ τὴν Ἀραβισσὸν, νῦν δὲ τὰς φάραγγας καὶ τὰς ἐρημίας περιπολοῦμεν· οὕτω πάντα θορύβων ἐμπέπλησται καὶ ταραχῆς, καὶ πῦρ καὶ σίδηρος ἅπαντα δαπανᾷ, καὶ σώματα, καὶ οἰκοδομήματα. Ἤδη δὲ καὶ πόλεις ἀνεσκάφησαν αὔτανδροι, καὶ καθ' ἑκάστην ἡμέραν συνεχέσιν ἐπιβαλλόμενοι φήμαις μετανάσται γινόμεθα, χαλεπόν τινα καὶ καινὸν ἐξορίας ὑπομένοντες  τρόπον,  καὶ  καθημερινὸν  θάνατον  προσδοκῶντες.  Οὐδὲ γὰρ ἐν  τῷ φρουρίῳ καθάπερ ἐν δεσμωτηρίῳ νῦν ἀποκλεισθέντες  ἔχομεν θαῤῥεῖν, διὰ τὸ καὶ τῶν τοιούτων τοὺς Ἰσαύρους κατατολμᾷν. Προσετέθη δὲ ἡμῖν καὶ ἀῤῥωστία χαλεπὴ, ἧς μόλις νῦν τὸ χαλεπώτερον  διαφυγόντες, ἔτι τὰ λείψανα αὐτῆς περιφέρομεν· καὶ ὥσπερ εἰς νῆσόν τινα ὑπὸ πελάγους ἀπλώτου  κυκλουμένην  ἀποικισθέντες, οὕτως οὐδαμόθεν  οὐδένα  ῥᾳδίως  ὁρᾷν  δυνάμεθα,  πάσης ὁδοῦ τῷ  φόβῳ  τῶν  θορύβων τούτων   ἀποτετειχισμένης.   Παρακαλῶ  τοίνυν   συγγνῶναι   ἡμῖν,   δέσποτά  μου τιμιώτατε καὶ εὐλαβέστατε· οἶσθα γὰρ τὴν ἀγάπην, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς περὶ τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, καὶ μὴ διαλιπεῖν  εὐχόμενον  ὑπὲρ ἡμῶν. Ὅτι γὰρ εἰ ῥᾳδίως ἐπιτύχοις τῶν πρὸς τὰ γράμματα ὑπηρετησομένων, οὐδὲν ὑπομνήσεως δεήσῃ πρὸς τὸ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῆς ὑγιείας τῆς σῆς, σφόδρα θαῤῥοῦμεν. Καὶ ἡμεῖς  δὲ, εἰ  λωφήσειεν  ταυτὶ  τὰ  δεινὰ,  καὶ  προκύψαι  τοῦ  δεσμωτηρίου  τούτου δυνηθείημεν, καὶ ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς κατεχούσης πολιορκίας ἡμᾶς, οὐ διαλείψομεν συνεχῶς ἐπιστέλλοντές σου πρὸς τὴν τιμιότητα. Ἡμῖν γὰρ αὐτοῖς τοῦτο ποιοῦντες τὰ μέγιστα χαριούμεθα.



 ΡΛΒʹ. Γεμέλλῳ.

Βαβαὶ, ἡλίκον  ἐστὶ γενναία  καὶ νεανικὴ ψυχὴ, οὐκ ἔξωθέν ποθεν, ἀλλ' οἴκοθεν, καὶ παρ' ἑαυτῆς καὶ τὴν ἡδονὴν καὶ τὴν ἀσφάλειαν  καρπουμένη, καὶ, τὸ δὴ θαυμαστὸν, ἀπὸ τῶν πραγμάτων  τῶν τοῖς πολλοῖς φοβερῶν καὶ σφαλερῶν εἶναι δοκούντων. Τὸ γὰρ μὴ μόνον μὴ θορυβεῖσθαι, μηδὲ ἀλγεῖν μισούμενον παρά  τινων, ἀλλὰ καὶ καλλωπίζεσθαι ἐπὶ τούτῳ, καὶ μὴ καλλωπίζεσθαι  μόνον, ἀλλὰ καὶ ἐλεεῖν  τοὺς μισοῦντας, καὶ ἐπιθυμεῖν  αὐτοὺς μεταβάλλεσθαι, καὶ γενέσθαι χρηστοὺς, πόσης μὲν συνέσεως, πόσης δὲ ἂν εἴη φιλοσοφίας; ∆ιὰ ταῦτά σε ἐπαινοῦμεν  καὶ θαυμάζομεν, δέσποτα θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε,  διὰ  ταῦτα  καὶ  αὐτοὶ  σκιρτῶμεν  μεγάλα,  ὥσπερ ἐπὶ  στεφάνῳ λαμπρῷ, τῇ φιλίᾳ τῆς σῆς σεμνυνόμενοι μεγαλοπρεπείας. Ἐπειδὴ δὲ καὶ εὐχὰς τὰς παρ' ἡμῶν  ἀπαιτεῖς  διὰ  τῶν  γραμμάτων,  μάνθανε  ὅτι  καὶ  πρὸ τῶν  γραμμάτων τούτων οὐκ ἐπαυσάμεθα εὐχόμενοι, τὴν μεγάλην οὕτω καὶ φιλόσοφον ψυχὴν ἰδεῖν τελουμένην ταχέως τὴν ἱερὰν τελετὴν, καὶ τῶν ἱερῶν ἐκείνων καὶ φρικτῶν καταξιουμένην μυστηρίων. Κἂν τούτων δυνηθῶμεν μετασχεῖν τῶν εὐαγγελίων, καὶ τῆς ἐξορίας ἀπηλλάγμεθα ταύτης, καὶ τῆς ἐρημίας ἐπιλελήσμεθα, καὶ τῆς σωματικῆς ἀσθενείας, ᾗ παλαίομεν νῦν, ἠλευθερώμεθα. Καὶ οἶδα μὲν ὅτι σοι σπουδὴ, δέσποτά μου  θαυμασιώτατε,  καὶ  ἐπιθυμία  διὰ  τῆς  ἡμετέρας  βραχύτητος  τῶν  ἀποῤῥήτων τούτων καταξιωθῆναι ἀγαθῶν, καὶ ἡμῖν δὲ, ὡς αὐτὸς οἶσθα, τοῦτο περισπούδαστον. Ἀλλ'  ἐὰν  μέλλῃ   τὰ  ἡμέτερα,  τοῦτο  μηδεμίαν   ἐχέτω   μέλλησιν.   Πάντως  γὰρ εὐπορήσεις, καὶ ἡμῶν ἀπόντων,  ἀνδρῶν σφόδρα ἡμῖν γνησίων, δυναμένων  σε ἐπὶ ταύτην ἀγαγεῖν  τὴν μυσταγωγίαν.  Κἂν τοῦτο γένηται,  τὴν αὐτὴν ἕξομεν ἡδονὴν, ἥνπερ  ἂν  εἰ καὶ ἡμεῖς  διηκονησάμεθα  τῇ  δόσει τῆς  ἐπουρανίου  ταύτης  δωρεᾶς, ἐπειδήπερ καὶ ἡ χάρις ἐστὶν ἡ αὐτή.

ΡΛΓʹ. Ἀδολίᾳ.

 Τί λέγεις; Πάλιν ἐπιβουλὰς ὀδύρῃ, καὶ δεινὰ πεπονθέναι  φῄς; Καὶ τί τὸ κωλύον,  εἰπέ μοι, εἰς γαληνὸν  καταπλεῦσαι λιμένα, καὶ τούτων  πάντων  ἀπηλλάχθαι  τῶν  κυμάτων; Οὐ ταῦτά σοι διὰ παντὸς ἐπᾴδων τοῦ χρόνου διετέλουν, καὶ οὐδέποτε ἡμῶν ἀνασχέσθαι ἠθέλησας; Ἀλλὰ καὶ σαυτῇ μυρία τὰ κακὰ ἀπὸ τοῦ πηλοῦ τῶν πραγμάτων τούτων προξενεῖς, εἰς τέλματα συνεχῶς ἐμπίπτουσα, καὶ ἡμῖν ἐκ τοῦ ταῦτα ὑπομένειν λύπας ἐπάγουσα συνεχεῖς καὶ πυκνάς. Ἢ μικρῶς οἴει με νῦν ἀθυμεῖν, ἀκούσαντα ταῦτα ἅπερ ἀπέσταλκας, ὅτι παρὰ τῶν οἰκείων, ἤτοι ξένων αὐτοῖς γάρ σου χρήσομαι τοῖς ῥήμασι προδοσίας ὑπομεμένηκας,  καὶ τραγῳδίας  χαλεπάς;  Μέχρι τίνος  τῷ  καπνῷ  προσεδρεύεις, τὸ διειδές  σου τοῦ  κατὰ  ψυχὴν  ὄμματος  ἐπιθολοῦσα;  μέχρι  τίνος  οὐκ  ἐλευθεροῖς σαυτὴν πικροτάτης δουλείας; Τί δὲ καὶ τὸ κωλύον ἐνταῦθα παραγενέσθαι, καὶ περὶ τούτων ἡμᾶς κοινῇ βουλεύσασθαι; Καὶ γὰρ ἔφης μηδ' ἂν αἴσθησιν τούτων λαλεῖν, εἰ τοῦτο  γέγονεν.   Ἐγὼ  σφόδρα  ἐκπλήττομαι   καὶ  θαυμάζω,  καὶ  αἰτίαν  οὐδεμίαν εὑρίσκω τοῦ σὲ ἐπὶ τοσοῦτον ἡμῶν ἀπολειφθῆναι, ἢ ῥᾳθυμίαν καὶ ὄκνον μόνον. Καὶ γὰρ  τῆς  ὁδοῦ  τὸ  μέσον ὀλίγον,  καὶ  ἡ  τοῦ  ἔτους  ὥρα  πρὸς  ἀποδημίαν  σφόδρα ἐπιτηδεία, οὔτε κρυμῷ, οὔτε θάλπει λυποῦσα. Ἀλλὰ πάλιν ἴσως ἡ πάντων σοι μήτηρ ἀεὶ τῶν κακῶν γινομένη,  λέγω δὴ  τῶν βιωτικῶν  ἡ φροντὶς, αὕτη καὶ νῦν κώλυμα γίνεται. Ἐγὼ μὲν οὖν καὶ παραγενομένῃ χάριν ἔχω πολλὴν, καὶ μὴ παραγενομένῃ οὐκ ἐγκαλῶ, οὔτε δυσχεραίνω, ἀλλ' ἔχω μὲν τὴν ἀγάπην, ἣν ἀεὶ περὶ τὴν  σὴν  ἐμμέλειαν  ἐπεδειξάμην  ἀκμάζουσαν.  Ἀλγῶ  δὲ  καὶ  σφόδρα  ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων   φορτία.  Καὶ εἰ  μὴ  ἡμᾶς  ἡ  τῆς  ἐξορίας  ἀνάγκη  πεδήσασα ἐνταῦθα κατέσχεν, οὐκ ἂν ἔσκηλά σου τὴν εὐλάβειαν, ἀλλ' εἰ καὶ τῆς ἀσθενείας ταύτης, ἧς ἔχω νῦν, ἀσθενέστερον εἶχον, αὐτὸς ἂν ἐξέδραμον, καὶ οὐκ ἂν ἀπέστην πρότερον πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἄν σε τῆς ζάλης ταύτης, καὶ τοῦ βορβόρου, καὶ τοῦ φορυτοῦ τῶν μυρίων ἀπήλλαξα κακῶν. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, ἐβουλόμην παραγενομένην  περὶ τούτων  ἡμῖν  κοινώσασθαι. Εἰ δὲ μηδὲ τοῦτο εὔκολον,  ἀλλ' ἐργῶδες, οὐ παυσόμεθα διὰ γραμμάτων  παραινοῦντες  καὶ συμβουλεύοντες, ὥστε διακόψαι τὰ σχοινία, διατεμεῖν τὰς πλεκτάνας, διακλάσαι τὰς πέδας τῆς ψυχῆς, καὶ μετὰ εὐκολίας καὶ ἐλευθερίας βαδίζειν πολλῆς. Οὕτω γὰρ οὐ μόνον τὴν ἐντεῦθεν εὐφροσύνην καρπώσῃ, ἀλλὰ καὶ τὸν οὐρανὸν μετὰ πολλῆς λήψῃ τῆς εὐκολίας. Ὧν οὖν  μέλλεις   μικρὸν  ὕστερον  ἐν  τῷ  καιρῷ  τῆς  ἐντεῦθεν   ἀποδημίας   ἄκουσα ἀφίστασθαι,  ταῦτα  ἑκοῦσα πρόπεμψον  εἰς  τοὺς  ἀσυλήτους  θησαυροὺς,  καὶ  διὰ τούτων σοι τοὺς ἀκηράτους ἐκείνους καὶ μηδέποτε μαραινομένους προαποτιθεμένη στεφάνους.

ΡΛ∆ʹ. ∆ιογένει.

Πολλοῦ ἂν ἐπριάμην ἰδεῖν σου τὴν ἐμμέλειαν, δέσποτά μου θαυμασιώτατε, καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν γραμμάτων αὐτὸς, ἐπειδὴ καὶ τὸ φίλτρον οἶσθα σαφῶς, ὃ περὶ τὴν σὴν ἔχομεν θαυμασιότητα. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι  καὶ  γὰρ  τῆς  ὁδοῦ  πολὺ  τὸ  μέσον,  καὶ  οὐδὲ  κύριοι  κινεῖσθαι,  ὅπουπερ  ἂν ἐθέλωμεν,  ἐσμὲν,  καὶ  τῶν  Ἰσαυρικῶν  ἐφόδων  καθ'  ἑκάστην  ἡμέραν  ὁ  φόβος ἀκμάζει, παρακαλῶ σου τὴν εὐγένειαν, ὅπερ μέγιστον ἡμῖν εἰς παραμυθίαν ἐστὶ καὶ τῆς ἐρημίας τῆς ἐνταῦθα, καὶ τῆς ταλαιπωρίας, καὶ τῆς ἄλλης πάσης θλίψεως,  τὸ συνεχῶς γράμματα δέχεσθαι, εὐαγγελιζόμενα τὴν ὑγείαν τὴν σὴν, καὶ τοῦ οἴκου σου παντὸς,  τοῦτο χαρίζεσθαι ἡμῖν  συνεχέστερον κατὰ τὸ ἐγχωροῦν.  Οὐδὲ γὰρ τοῦτο ῥᾴδιον  μετὰ  πολλῆς  ἡμᾶς  ἔχειν  τῆς  δαψιλείας,  διὰ  τὸ  μηδένα  ταχέως  ἐκεῖθεν ἐνταῦθα ἀφικνεῖσθαι. Ἀλλ' ὅμως, εἰ καὶ ἐργῶδες ὅπερ ᾐτήσαμεν, ἀλλ' ὡς ἂν οἷόν τε ᾖ  σπουδὴν  ποιήσασθαι  παρακλήθητι,  καὶ  συνεχῶς  πέμπειν  ἐπιστολὰς ἀπαγγελλούσας  ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Ἵνα δὲ καὶ τὰ ἡμέτερα εἰδέναι ἕχῃς, ἀπραγμοσύνης ἀπολαύομεν, ἡσυχίας πολλῆς, λευκῆς τῆς γαλήνης, ὑγείας συμμέτρου, τούτῳ θορυβούμενοι μόνον, τῷ κεχωρίσθαι ὑμῶν τῶν ἀγαπώντων  ἡμᾶς. Ἀλλ' ἱκανὴ ἡ σύνεσίς σου καὶ τοῦτον παραμυθήσασθαι τὸν πόνον, ὃν εἶπον. ∆ίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, ὥστε καὶ ἐκ τοσούτου ἡμᾶς καθημένους διαστήματος δύνασθαι ἐντρυφᾷν  καὶ ταύτης τῆς γλυκείας σου καὶ θερμῆς καὶ γνησίας ἀγάπης.

ΡΛΕʹ. Θεοδότῳ διακόνῳ.

Οὐδὲ αὐτὸς ἀγνοῶ, ὅτι πάλαι μεθ' ἡμῶν ἔμελλες εἶναι, εἰ μὴ τῶν  Ἰσαύρων  ὁ φόβος  διετείχιζεν.  Ὁ γὰρ ἐν  κρυμῷ  πάντα  πηγνύντι,  καὶ  χιόνι τοσαύτῃ δραμεῖν ἐνταῦθα  ἀνασχόμενος, πολλῷ  μᾶλλον  τοῦ ἤρους φανέντος,  καὶ πολλῆς τῆς κατὰ τὸν ἀέρα γαλήνης οὔσης, οὐκ ἂν ἠνέσχου μένειν αὐτόθι. Οἶδα γὰρ τὸ γλυκὺ, καὶ προσηνὲς, καὶ θερμόν σου τῆς διαθέσεως, τὸ εἰλικρινὲς, τὴν πολλῆς γέμουσαν ἐλευθερίας ψυχήν. ∆ιὸ καὶ αὐτὸς οὐχ ὡς ἔτυχεν ἀθυμῶ, ὅτι ἐν τῇ οὕτως ἡμερωτάτῃ τοῦ ἔτους ὥρᾳ, χειμῶνα οὐ τὸν τυχόντα ἡμῖν ἐπάγεις ἀθυμίας, τοσοῦτον ἡμῶν  χωριζόμενος  χρόνον. Καὶ ταῦτα λέγω  οὐχ ἕλκων  σε ἐνταῦθα κἂν μυριάκις αὐτὸς θέλῃς πολλῶν  γὰρ ἅπαντα πολέμων  ἐμπέπλησται, καὶ τοῦτο εἴσῃ διὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων, ἀλλ' ἵνα μάθῃς ὅτι οὐδὲ ἡμεῖς, καίτοι γε ἡσυχίας καὶ ἀπραγμοσύνης πολλῆς ἀπολαύοντες, ἀλύπως δυνάμεθα εἶναι ἐνταῦθα τῆς σῆς κεχωρισμένοι τιμιότητος, καὶ τοῦτο μαθὼν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, μὴ μόνον διὰ τῶν παρ' ἡμῶν ἐκεῖσε ἐρχομένων, ἀλλὰ καὶ διὰ τῶν ἐκεῖθεν ἁπτομένων  τῆς ὁδοῦ καὶ τῆς ἐνταῦθα ἀφίξεως. Πολλὴν δέ σοι χάριν ἴσμεν, δέσποτά μου τιμιώτατε, καὶ τῆς φροντίδος, καὶ τῆς μερίμνης, ἣν ἔχεις ὑπὲρ τῶν ἐνταῦθα θορύβων. Καὶ γὰρ καθ' ἑκάστην ἡμέραν ἐπιτείνεται  τὰ τῆς πολιορκίας τῆς ἐνταῦθα, καὶ ὡς ἐν παγίδι, τῷ φρουρίῳ τούτῳ  καθήμεθα. Ἤδη γοῦν  καὶ μέσων νυκτῶν  παρ' ἐλπίδα  πᾶσαν καὶ προσδοκίαν, στῖφος Ἰσαύρων τριακοσίων τὴν πόλιν κατέδραμον, καὶ μικροῦ ἂν καὶ ἡμᾶς  εἷλον.  Ἀλλ'  ἡ  τοῦ  Θεοῦ χεὶρ  ταχέως  αὐτοὺς  καὶ  μὴ  αἰσθομένων  ἡμῶν ἀπέστρεψεν, ὡς μὴ μόνον τῶν κινδύνων,  ἀλλὰ καὶ τοῦ φόβου ἐκτὸς γενέσθαι, καὶ ἡμέρας γενομένης, τότε μαθεῖν τὰ συμβάντα. ∆ιὰ ταῦτα χαῖρε καὶ εὐφραίνου, καὶ μὴ παύσῃ τὸν Θεὸν παρακαλῶν, ὥστε ἐν ἀσφαλείᾳ ἡμᾶς καταστῆσαι πάσῃ, καὶ ἀπαλλάξαι  καὶ τῆς ἐπικειμένης  ἡμῖν  ἀῤῥωστίας. Εἰ γὰρ καὶ τοῦ σφαλερῶς ἔχειν ἠλευθερώμεθα,  ἀλλ' ὅμως  μένει  ἔτι  λείψανα  τῆς  ἀῤῥωστίας ἡμῖν,  συνεχῶς  τῆς ἀῤῥωστίας ἀναμιμνήσκοντα. Ταῦτα δὲ ἐπεστάλκαμεν, οὐχ ἵνα λυπήσωμεν, ἀλλ' ἵνα σε σπουδαιότερον  πρὸς τὰς  ὑπὲρ ἡμῶν  διεγείρωμεν  εὐχάς.  Τὸν κύριόν  μου τὸν τιμιώτατον  τὸν  ἀναγνώστην  Θεόδοτον παρακατατίθεμαί  σου τῇ  εὐλαβείᾳ,  ὥστε κατὰ τὸ δυνατὸν ἐν ἅπασιν αὐτῷ γενέσθαι λιμένα. Πολλὰ γάρ ἐστιν, ὡς ἔγνωμεν, αὐτὸν  τὰ λυποῦντα.

.ΡΛς ʹ.  Θεοδότῳ ἀναγνώστῃ

Μὴ κάμνε ζητῶν  ἀπολογίαν  τοῦ ταχέως ἐντεῦθεν ἀποδημῆσαι, ἐπὶ τὴν τῶν ὀφθαλμῶν ἀσθένειαν, καὶ ἐπὶ τὸν κρυμὸν καταφεύγων,   καὶ  τούτοις  λογιζόμενός  σου  τὴν  ἀποδημίαν.  Ἡμεῖς  γάρ  σε  καὶ παρεῖναι, καὶ μεθ' ἡμῶν εἶναι οὐκ ἔλαττον ἢ καὶ ἔμπροσθεν λογιζόμεθα κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ προσδοκῶμεν καὶ τῆς κατ' ὄψιν ἀπολαύσεσθαί ποτε συντυχίας. Μηδὲν οὖν σε τούτων  θορυβείτω. Εἰ γὰρ καὶ τῆς Ἀρμενίας  ἀπήγαγέ  σε ὁ χειμὼν, ἀλλὰ τῆς ἡμετέρας ψυχῆς οὐκ ἐξέβαλεν, ἀλλ' ἐπὶ διανοίας σε περιφέρομεν διηνεκῶς.  Καὶ εἰ μὴ ὁ τῶν  Ἰσαύρων πόλεμος πᾶσαν ἀποτειχίσας ὁδὸν, ἐν σπάνει κατέστησεν  ἡμᾶς  τῶν   γράμματα   διακομιζόντων,   κἂν   νιφάδας   σοι  πολλάκις ἐπέμψαμεν ἐπιστολῶν. Νῦν μέντοι τῇ γλώττῃ τὸν παρελθόντα σεσιγήκαμεν χρόνον, τῇ γνώμῃ δὲ οὐδαμῶς· ἀλλ' ἀεί σε καὶ τὰ σὰ μεριμνῶμεν, καὶ, τό γε ἡμέτερον μέρος, συνεχῶς ἐπεστάλκαμεν. Ταῦτ' οὖν εἰδὼς, μεθ' ἡμῶν τε εἶναι νόμιζε, καὶ σὺν ἡμῖν ἐν Ἀρμενίᾳ διατρίβειν. Κἄν τις ἐπιβουλεύειν  ἐπιχειρῇ καὶ κακῶς ποιεῖν, ὑψηλότερος γίνου τῶν ἐντεῦθεν βελῶν, ἐπειδήπερ οὐ τὸ πάσχειν κακῶς, ἀλλὰ τὸ ποιεῖν κακῶς, τοῦτ' ἔστι τὸ πάσχειν κακῶς. Ἡμεῖς γάρ σε καὶ διὰ τοῦτο μειζόνως θαυμάζομεν, καὶ τὴν  στεῤῥότητά σου καὶ  τὴν  ἀνδρείαν  ἐπαινοῦμεν,  ὅτι  καὶ  τοσαύτης  σε ζάλης περιαντλούσης, ἕστηκας ἀνώτερος τῶν ἐντεῦθεν θορύβων γενόμενος. Μένε δὴ μετὰ πολλῆς  τῆς  ἡδονῆς  τὸ  γαληνὸν  τοῦτο  καὶ  ἀκύμαντον  πλέων  πέλαγος.  Καὶ μὴ θαυμάσῃς, εἴ σου πολλῶν ἐπιβουλῶν μεμνημένου ἐγὼ τὸ πέλαγος ἀκύμαντον καλῶ. Οὐ γὰρ ἀπὸ τῆς τῶν ταραττόντων γνώμης, ἀλλ' ἀπὸ τῆς κατ' ἀρετὴν ἡσυχίας ταύτην φέρω τὴν ψῆφον. Τί δέ ἐστιν ὅ φημι; Ὁ μέγας οὗτος καὶ ὑψηλὸς βίος, καὶ πρὸς τὸν οὐρανὸν τεταμένος, τῇ μὲν φύσει τῶν πραγμάτων δυσχερής τις εἶναι δοκεῖ, τῇ δὲ ἀνδρείᾳ  τῶν  μετιόντων   καὶ  τῇ  προθυμίᾳ  εὔκολος  σφόδρα  γίνεται.  Καὶ τὸ  δὴ θαυμαστὸν   τῆς   φιλοσοφίας   ταύτης   τοῦτο   μάλιστά   ἐστιν,  ὅτι   τῆς   θαλάττης μαινομένης, ἐξουρίας πλεῖ καὶ μετὰ πολλῆς τῆς γαλήνης  ὁ γνησίως αὐτὴν μετιὼν καὶ θερμῶς, καὶ ὅτι, πολλῶν πανταχόθεν θορύβων ἐγειρομένων, ἡσυχίαν καρποῦται καθαρὰν, καὶ μυρίων πανταχόθεν πεμπομένων βελῶν, ἕστηκεν ἄτρωτος, δεχόμενος μὲν  τὰ  ἀκόντια,  πάσχων  δὲ ἐντεῦθεν  οὐδέν.  Ταῦτ' οὖν  εἰδὼς,  καὶ  διηνεκῶς  ἐν τούτοις  φιλοσοφῶν,  καρποῦ  τὴν  ἀμάραντον  ἡδονὴν,  ἀναμένων  τοὺς  ὑπὲρ  τῶν καλῶν πόνων τούτων κειμένους σοι παρὰ τῷ Θεῷ στεφάνους. Καὶ γράφε συνεχῶς ἡμῖν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγείας σου δηλῶν καὶ τῆς κατὰ τὴν ψυχὴν, καὶ τῆς κατὰ  τὸ  σῶμα· καὶ  τὴν  σχολὴν  ἅπασαν  εἰς  τὴν  τῶν  θείων  ἀνάλισκε  Γραφῶν ἀνάγνωσιν, τοσοῦτον αὐταῖς ὁμιλῶν, ὅσον καὶ ἡ τῶν ὀφθαλμῶν ἀσθένεια ἐπιτρέπει, ἵν' εἴ ποτε γένοιτο καιρὸς ἡμῖν καὶ τὰ νοήματα αὐτῶν ἐνθεῖναι τῇ εὐγενεστάτῃ σου ψυχῇ,  μετὰ  πολλῆς  τοῦτο  ποιήσωμεν  τῆς  εὐκολίας.  Οὐ γὰρ  μικρὸν  εἰς  τοῦτο δυνήσεταί σοι συντελέσαι τὸ μαθεῖν τὰ ἐγκείμενα γράμματα, ἡνίκα ἂν μέλλῃς τὰ ἐν τούτοις νοήματα ὑποδέχεσθαι.

ΡΛΖʹ.  Θεοδότῳ διακόνῳ.

 Παῦσαι κατηγορῶν  ἡμῶν βραδυτῆτος,  μὴ  σαυτὸν  πρότερον  ἕλῃς  τῷ  ἐγκλήματι.  Τοσαύτας γὰρ  ἐπιστολὰς δεξάμενος παρ' ἡμῶν, ὅσας ἐπέσταλκας, πλὴν μιᾶς, ὥσπερ νιφάδας πέμπων γραμμάτων, οὕτως ἔφης, τῇ γοῦν συνεχείᾳ ἀναστήσειν ἡμᾶς πρὸς τὸ γράφειν οἰόμενος. Ἔστι μὲν οὖν καὶ μὴ γράφοντα  φιλεῖν,  πλὴν  ἀλλ' ἐγὼ καὶ γράφων  οὐ διέλιπον,  καὶ  φιλῶν  οὐ παύομαι. Ἀλλὰ κἂν χρόνος γένηται  μακρότερος ὁ μεταξὺ τοῦ χωρισμοῦ τοῦ ἡμετέρου, κἂν εἰς ἐρημότερον ἀπενεχθῶμεν χωρίον, οὔτε ἐκβαλεῖν σε τῆς ψυχῆς δυνάμεθα, οὔτε μὴ διηνεκῶς ἀκμάζουσαν διατηρεῖν τὴν περὶ σὲ διάθεσιν.  Ταῦτ' οὖν  εἰδὼς,  γράφε  συνεχῶς  ἡμῖν  τὰ περὶ τῆς  ὑγείας  τῆς  σῆς. Πλείων γὰρ ὑμῖν ἡ εὐκολία τούτου, ἢ ἡμῖν. Εἰ δὲ ἡ τοῦ ἔτους ὥρα διακωλύει, καὶ τῶν Ἰσαυρικῶν  κακῶν  ἡ  σφοδρότης,  εἰδότες  σου τὴν  γνώμην  ἣν  περὶ  ἡμᾶς  ἔχεις, ἀρκοῦσαν τῆς μακρᾶς σιγῆς ἕξομεν παραμυθίαν.

ΡΛΗʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.

Οἶδα ὅτι ὀλιγάκις ἐπέσταλκα τῇ τιμιότητί σου, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης  κατεχόμενος. Καὶ γὰρ ἡ τοῦ ἔτους ὥρα, καὶ ἡ τοῦ χωρίου  ἐρημία ἐν ᾧ καθείργμεθα δεσμωτηρίου χαλεπώτερον, καὶ ἡ τῶν ἐνταῦθα παραγινομένων  σπάνις, καὶ τὸ μηδὲ αὐτῶν  τῶν  ὀλίγων  πάντων  γνησίων  ἐπιτυγχάνειν,  ἔτι δὲ καὶ ἡ τοῦ σώματος ἀῤῥωστία σφόδρα ἡμᾶς κατεργασαμένη, καὶ πάντα τὸν χειμῶνα τῇ κλίνῃ προσηλώσασα, τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν, ἀλλ' οὐ τὴν ἀπὸ γνώμης, ἀλλὰ τὴν ἀπὸ γλώσσης. Μηδὲ νόμιζε τοσαύτας δέχεσθαι ἐπιστολὰς, ὅσας διεπεμψάμεθα, ἀλλὰ πολλῷ πλείους. Ἡγήσῃ δὲ τοῦτο, ἂν μὴ τὰς διὰ χάρτου καὶ μέλανος μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ διαθέσεως ἀριθμῇς. Καὶ γὰρ τῇ διανοίᾳ συνεχῶς ἐπεστάλκαμεν, καὶ ἀεί σοι συγγινόμεθα,  καὶ οὐδὲν  οὐδὲ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου  τὸ πλῆθος, οὔτε αἱ τῶν πραγμάτων  περιστάσεις τὴν περὶ τὴν σὴν τιμιότητα διάθεσιν ἡμῖν ἀμαυροτέραν ἐποίησαν. Ἀλλὰ μένομεν ἀκμάζουσαν αὐτὴν διατηροῦντες, καὶ τὸν σφοδρὸν ἡμῶν καὶ θερμὸν ἐραστὴν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπέλθωμεν,   πανταχοῦ   περιφέροντες   ἄπιμεν,  ἐγκολάψαντες   ἡμῶν   τῇ  διανοίᾳ. Τοιοῦτον γὰρ τὸ γνησίως φιλεῖν· οὐ χρόνῳ, οὐ τόπῳ, οὐχ ὁδοῦ μήκει, οὐ πραγμάτων περιστάσει ἐξίτηλον γίνεται. Καὶ τοῦτο οἶσθα καὶ αὐτὸς, ἐπειδὴ καὶ γνησίως οἶσθα φιλεῖν. 

ΡΛΘʹ. Θεοδώρῳ Κονσουλαρίῳ Συρίας.

 Αὐτὸς μὲν  ἔφης  σημεῖον ποιεῖσθαι μέγιστον τοῦ μέλειν ἡμῖν τῶν σῶν, εἰ δευτέρα μετὰ τὴν προτέραν ἐπιστολὴ ἔλθοι πρὸς τὴν σὴν λαμπρότητα παρ' ἡμῶν. Ἡμεῖς δὲ εἰ τῶν εἰς τοῦτο διακονησομένων ἡμῖν εὐποροῦμεν, νιφάδας ἂν ἐπέμψαμεν γραμμάτων πρὸς ἄνδρα οὕτω χρηστὸν, καὶ ἐπιεικῆ, καὶ σφοδρὸν ἡμῶν ἐραστὴν, καὶ μετὰ τοσαύτης ἐπιθυμίας δεχόμενον ἡμῶν τὰς ἐπιστολάς. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, παρακαλοῦμέν σου τὴν λαμπρότητα, μὴ τῶν   ἐπιστολῶν   ἀριθμῷ  μετρεῖν  ἡμῶν   τὴν  ἀγάπην,  ἀλλὰ  καὶ  σιγώντων   καὶ γραφόντων,   ἥνπερ  καὶ  ἔμπροσθεν  εἶχες  περὶ  αὐτῆς  ψῆφον,  ταύτην  ἀκίνητον διατηρεῖν, λογιζόμενον ὡς τὴν σιγὴν ἡμῖν μακροτέραν, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία, ἀλλ' ἡ τοῦ τόπου κατασκευάζει ἐρημία.

ΡΜʹ. Θεοδότῳ διακόνῳ.

 Οὐ μικρὰν εἴχομεν παραμυθίαν  ἐν ἐρημίᾳ τοσαύτῃ  τὸ συνεχῶς  δύνασθαι ἐπιστέλλειν  σου τῇ γλυκύτητι·  ἀλλὰ  καὶ τοῦτο ἡμᾶς παρείλετο  τῶν  Ἰσαυρικῶν κακῶν  ἡ περίστασις. Ἐπιστάντος γὰρ τοῦ ἔαρος ἤνθησε καὶ τὰ τῆς ἐκείνων  ἐφόδου, καὶ πανταχοῦ  τῶν ὁδῶν εἰσιν ἐκκεχυμένοι, πᾶσιν ἀβάτους ποιοῦντες  τὰς λεωφόρους. Ἤδη γοῦν καὶ γυναῖκες ἐλεύθεραι ἑάλωσαν, καὶ ἄνδρες ἐσφάγησαν. ∆ιὸ παρακαλῶ συγγινώσκειν ἡμῖν  μὴ  συνεχῶς  γεγραφηκόσιν.  Ἐπειδὴ  δὲ  εὖ  οἶδα,  ὅτι  περισπούδαστόν  σοι μανθάνειν   τὰ   περὶ   τῆς   ὑγιείας   ἡμῶν,   δεινοπαθήσαντες   χαλεπῶς   κατὰ   τὸν παρελθόντα  χειμῶνα,  ὀλίγον  ἀνηνέγκαμεν   νῦν,  καὶ  διαταραχθέντες   πάλιν  τῇ ἀνωμαλίᾳ τοῦ ἀέρος καὶ γὰρ καὶ νῦν χειμὼν ἐνταῦθα ἀκμάζων, ὅμως προσδοκῶμεν τὰ λείψανα  τῆς ἀῤῥωστίας ἀποθέσθαι, καθαροῦ φανέντος  τοῦ θέρους. Οὐδὲν γὰρ ἡμῶν τὸ σῶμα οὕτως λυμαίνεται,  ὡς κρυμὸς, οὔτε ὀνίνησιν, ὡς θέρος, καὶ ἡ τοῦ θάλπεσθαι  παραμυθία.

ΡΜΑʹ.  Θεοδότῳ ἀπὸ Κονσουλαρίων.

 Πολλά σοι τὰ  ἀγαθὰ γένοιτο, ὅτι τὸν υἱὸν μετὰ τοσαύτης ὑπεδέξω τιμῆς. Τοῦτο γὰρ αὐτὸς ἡμῖν ἐδήλωσε, καὶ οὐκ ἔκρυψεν, ὁμοῦ τε τὴν περὶ τὸν πατέρα εὐγνωμοσύνην  ἐπιδεικνύμενος, καὶ ἡμᾶς πολλῆς  ἐμπλῆσαι βουλόμενος  ἡδονῆς. Ἐπεὶ καὶ ἡμετέραν διπλῆν  ἡγούμεθα εἶναι  τὴν τιμὴν,  τῷ τε ἡμᾶς αὐτοὺς εὖ πεπονθέναι  νομίζειν,  ἅπερ ἂν ἐκεῖνος  εὖ πάθῃ, τῷ τε καὶ ἀπὸ τῶν  γραμμάτων  τῶν  ἡμετέρων  πολλὴν  αὐτῷ γενέσθαι τὴν προσθήκην   ταυτησὶ   τῆς   εὐνοίας.   Μένε  δὴ,   δέσποτά  μου   αἰδεσιμώτατε   καὶ εὐγενέστατε, θεραπεύων τὸ καλὸν τοῦτο φυτόν. Τίς δὲ ἔσται τῆς θεραπείας ὁ τρόπος; Ἢν τὸν ἔρωτα τῆς καλλίστης ταύτης φιλοσοφίας, ἣν μέτεισι νῦν, τρέφῃς ἐν αὐτῷ διηνεκῶς, καὶ ἀκμάζειν παρασκευάζῃς· οὕτω γὰρ καὶ ταχεῖς ἡμῖν οἴσει τοὺς καρπούς. Αἱ γὰρ γενναῖαι ψυχαὶ οὐ μιμοῦνται τὴν βραδυτῆτα τουτωνὶ τῶν φυτῶν, τῶν τοῖς κόλποις τῆς γῆς παρακατατιθεμένων,  ἀλλ' ὁμοῦ τε φυτεύονται ἐν τῇ καλλίστῃ τῆς ἀρετῆς ταύτης ἐπιθυμίᾳ, καὶ πρὸς αὐτὸν ἀνατείνονται  τὸν οὐρανὸν, καὶ τοσαύτην ἐπιδείκνυνται  τῶν  καρπῶν  τὴν  φορὰν,  ὡς  ἅπαντα  ἀποκρύπτειν  πλοῦτον  καὶ τῇ δαψιλείᾳ  καὶ τῇ φύσει. Οὐ γὰρ τῷ παρόντι  συγκαταλύονται  βίῳ, ἀλλὰ  πρὸς τὴν μέλλουσαν  ἡμῖν  συναποδημοῦσι  ζωήν.

ΡΜΒʹ. Ἐλπιδίῳ  ἐπισκόπῳ.

 Γλώττῃ  μὲν ὀλιγάκις,  γνώμῃ  δὲ πολλάκις  ἐπεστάλκαμέν  σου τῇ θεοσεβείᾳ καὶ καθ' ἑκάστην συγγινόμεθα τὴν ἡμέραν, καὶ ταύτης οὐκ ἰσχύει τῆς συνουσίας ἡμᾶς ἀποστερῆσαι οὐ χρόνου πλῆθος, οὐχ ὁδοῦ μῆκος, οὐ πραγμάτων περίστασις. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐδενὶ  τούτων  εἴκει, οὐδὲ παραχωρεῖ,  ἀλλ' ἕστηκε πάντων  ὑψηλοτέρα γινομένη.  Μὴ τοίνυν  τῷ  τῶν  ἐπιστολῶν  ἀριθμῷ,  δέσποτά  μου  τιμιώτατε   καὶ εὐλαβέστατε, μέτρει τὸ φίλτρον, ὃ περὶ τὴν σὴν ἔχομεν ἐμμέλειαν, ἀλλ' εἰδὼς ἡμῶν τὴν γνώμην  καὶ τὴν διάθεσιν, ἣν ἀεὶ περὶ τὴν εὐλάβειαν  ἐπεδειξάμεθα τὴν σὴν, μηδὲν ἀπὸ τῆς μακρᾶς ταύτης σιγῆς ὑπόπτευε. Ἐπεὶ καὶ ἡμεῖς ὀλιγάκις δεξάμενοι γράμματα παρὰ τῆς σῆς διαθέσεως, οὐδὲ ἐντεῦθεν ῥᾳθυμότερόν σε περὶ ἡμᾶς γεγενῆσθαι νομίζομεν, ἀλλ' ἴσμεν σαφῶς καὶ πεπιστεύκαμεν, ὅτι μένεις ἀνθοῦσαν διατηρῶν  τὴν περὶ ἡμᾶς διάθεσιν, οὐ μόνον οὐκ ἀναπίπτων  ἐκ τῆς συνεχείας τῶν ἐπαγομένων  δεινῶν,  ἀλλὰ καὶ σφοδρότερος γινόμενος  περὶ ἡμᾶς· καὶ τούτου σοι χάριν ἴσμεν πολλήν. Ἐπειδὴ δὲ εὖ οἶδ' ὅτι καὶ τὰ ἡμέτερα βούλει μανθάνειν, ὑγείας ἀπολαύομεν καὶ ἀπραγμοσύνης πολλῆς, καὶ ἡσυχίας, καὶ ἐν ἀσφαλείᾳ διάγομεν, τῶν Ἰσαυρικῶν τέως ἀπηλλαγμένοι  θορύβων. Τὸν γὰρ χειμῶνα  λοιπὸν  τῆς Ἀρμενίας φέρειν  ἐμελέτησα,  βλαπτόμενος  μὲν  ἠρέμα  βλάβην,  ὅσην  εἰκὸς  οὕτως  ἀσθενεῖ σώματι  κεχρημένον·  περιγενόμενος  δὲ τῷ  διηνεκῶς  οἴκοι  κατακεκλεῖσθαι,  ὅταν ἀφόρητος ὁ κρυμὸς ᾖ, καὶ ὀλιγάκις τῶν προθύρων προκύπτειν. Ὡς τῶν γε ἄλλων ὡρῶν τοῦ ἔτους σφόδρα ἡδίστων ἀπολελαύκαμεν, ὡς δυνηθῆναι  εὐκόλως καὶ τὴν ἐκ τοῦ χειμῶνος  ἐγγινομένην  ἡμῖν διορθώσασθαι ἀῤῥωστίαν.

ΡΜΓʹ. Πολυβίῳ.

Τοῦ μὲν ἐδάφους καὶ τῶν τοίχων  τῆς πόλεως ἐκβεβλήμεθα, τῆς δὲ κυρίως πόλεως οὐ μετῳκίσθημεν. Εἰ γὰρ ὑμεῖς ἡ πόλις, μεθ' ὑμῶν δὲ ἡμεῖς ἀεὶ καὶ ἐν ὑμῖν, εὔδηλον ὅτι καὶ ἐνταῦθα διάγοντες,  τὴν πόλιν  οἰκοῦμεν ἐκείνην· καὶ γὰρ ἐνδιαιτώμεθα  ὑμῶν ταῖς ψυχαῖς, εὖ οἶδ' ὅτι, καὶ ὅπουπερ ἂν ἀπίωμεν, καὶ πάντας ὑμᾶς τοὺς σφοδροὺς ἡμῶν ἐραστὰς ἐπὶ διανοίας περιφέροντες ἄπιμεν. Τοῦτο ἡμᾶς οὔτε τὴν ἐρημίαν τοῦ χωρίου   τούτου  καὶ  γὰρ  πάσης  τῆς  οἰκουμένης   ἐστὶν  ἐρημότατον,   οὔτε  τὴν πολιορκίαν  τῶν  λῃστῶν  καὶ γὰρ καθ' ἑκάστην πολιορκεῖται  τὴν  ἡμέραν, οὐ τὸν ἐντεῦθεν τικτόμενον λιμὸν ἀφίησιν ὁρᾷν· ἐπειδὴ τὸ μὲν σῶμα ἡμῖν ἐνταῦθα ἵδρυται, ἡ δὲ ψυχὴ παρ' ὑμῖν διηνεκῶς. Ἀλλ' ἐπειδὴ τοῖς οὕτω διακειμένοις ποθεινὴ σφόδρα καὶ περισπούδαστος καὶ ἡ σωματικὴ παρουσία, καὶ λυπεῖ μὴ γινομένη, τοῦτο δὲ τέως γενέσθαι οὐκ ἔνι, ἔνι δὲ αὐτῇ φάρμακον μέγιστον ἡ διὰ τῶν γραμμάτων συνουσία, πάρεχε ταύτην ἡμῖν μετὰ δαψιλείας πολλῆς, καὶ ταύτης ἀπηλλάγμεθα τῆς ἀθυμίας. Ἱκανὸς   γὰρ  σὺ,  δέσποτά  μου  θαυμασιώτατε,  καὶ  διὰ  γραμμάτων   σοφίζεσθαι παρουσίας ἡδονήν.

ΡΜ∆ʹ. ∆ιογένει.

Ἔρημον μὲν ἡ Κουκουσὸς χωρίον, καὶ ἄλλως εἰς οἴκησιν σφαλερὸν, διηνεκεῖ  φόβῳ τῶν  λῃστῶν πολιορκούμενον· σὺ δὲ αὐτὴν καὶ ἀπὼν παράδεισον εἶναι πεποίηκας. Ὅταν γάρ σου τὸν ζῆλον ἀκούσωμεν τὸν πολὺν, τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, τὴν γνησίαν καὶ θερμὴν οὐδὲν γὰρ ἡμᾶς λανθάνει καὶ ἐκ τοσούτου καθημένους  διαστήματος, ὡς θησαυρὸν μέγιστον  ἔχοντες,  καὶ πλοῦτον ἄφατον,  τὴν  διάθεσίν  σου τῆς  ἐμμελείας,  καὶ  ἐν  ἀσφαλεστάτῃ  πόλει  διατρίβειν ἡγούμεθα, ὑπὸ τῆς τοσαύτης εὐφροσύνης πτερούμενοι, καὶ μεγίστην  παράκλησιν ἐντεῦθεν  καρπούμενοι.  Ἵν'  οὖν καὶ ἑτέρα προσθήκη γένηται  ἡμῖν ἡδονῆς, παρακαλῶ, καὶ γράμματα ἡμῖν χαρίζου, τὰ περὶ τῆς ὑγιείας δηλοῦντα τῆς σῆς. Εἰ γὰρ καὶ ἐργῶδες τοῦτο, διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ τὸ σφόδρα ἀπῳκίσθαι τῆς δημοσίας τουτὶ  τὸ χωρίον  ὁδοῦ, ἀλλὰ  τῷ οὕτως  φιλοῦντι,  ὡς αὐτὸς οἶσθα φιλεῖν,  καὶ τὰ δύσκολα εὔκολα γίνονται. Ἐννοήσας τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν τῇ πυκνότητι τῶν τοιούτων γραμμάτων, πάρεχε καὶ ταύτην ἡμῖν τὴν εὐφροσύνην· καὶ γὰρ σφόδρα ἀλγοῦμεν, ὅτι δεύτερον ἐπεσταλκότες ἤδη, οὐδὲ ἅπαξ ἐδεξάμεθα γράμματα τῆς σῆς ἐμμελείας.  



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |