ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Θʹ Τί θρηνεῖς; Τί κόπτεις σαυτὴν καὶ δίκας ἀπαιτεῖς

Τρίτη 25 Οκτωβρίου 2016

Θʹ Τί θρηνεῖς; Τί κόπτεις σαυτὴν καὶ δίκας ἀπαιτεῖς




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52

Θʹ Τί θρηνεῖς;  Τί κόπτεις  σαυτὴν  καὶ  δίκας  ἀπαιτεῖς  ἃς οὐδὲ οἱ ἐχθροί  σου ἀπαιτῆσαί

Τί θρηνεῖς;  Τί κόπτεις  σαυτὴν  καὶ  δίκας  ἀπαιτεῖς  ἃς οὐδὲ οἱ ἐχθροί  σου ἀπαιτῆσαί σε ἴσχυσαν, οὕτως τῇ τυραννίδι τῆς ἀθυμίας ἐκδοῦσά σου τὴν ψυχήν; Τὰ γὰρ γράμματα  ἃ  διὰ  Πατρικίου  ἡμῖν  διεπέμψω,  ταῦτα  ἐδήλωσέ  σου  τὰ  τραύματα  τῆς διανοίας. ∆ιὸ καὶ σφόδρα ἀλγῶ καὶ ὀδυνῶμαι ὅτι ὀφείλουσα πάντα κινεῖν καὶ πραγματεύεσθαι  ὥστε ἀπελαύνειν  σου τῆς ψυχῆς  τὴν  ἀθυμίαν,  περιέρχῃ  συνάγουσα λογισμοὺς ὀδυνηροὺς καὶ τὰ μὴ ὄντα–τοῦτο γὰρ ἔφης–ἀναπλάττουσα  καὶ καταξαίνουσα σαυτὴν  εἰκῇ  καὶ μάτην  καὶ ἐπὶ βλάβῃ μεγίστῃ. Τί γάρ σε λυπεῖ  ὅτι Κουκουσοῦ οὐκ ἴσχυσας ἡμᾶς  μεταστῆσαι; Καίτοι γε  τὸ  σὸν μέρος  μετέστησας  πάντα  κινήσασα καὶ πραγματευσαμένη. Εἰ δὲ εἰς τέλος τὸ ἔργον οὐκ ἦλθεν, οὐδὲ διὰ τοῦτο ἀλγεῖν δεῖ. Ἴσως γὰρ  ἔδοξε  τῷ  Θεῷ μακροτέρους  μοι  τεθῆναι  τῶν  δρόμων  τοὺς  διαύλους  ὥστε  καὶ λαμπροτέρους  γενέσθαι τοὺς στεφάνους. Τί τοίνυν  ἀλγεῖς  ὑπὲρ τούτων  ἀφ' ὧν ἡμεῖς ἀνακηρυττόμεθα,   δέον  σε  σκιρτᾶν  διὰ  ταῦτα  καὶ  χορεύειν  καὶ  στεφανοῦσθαι,  ὅτι τοσούτου  κατηξιώθημεν  πράγματος  σφόδρα ὑπερβαίνοντος  ἡμῶν  τὴν  ἀξίαν;



Ἀλλ' ἡ ἐρημία σε λυπεῖ τῶν ἐνταῦθα; Καὶ τί τῆς διατριβῆς τῆς ἐνταῦθα ἥδιον; Ἡσυχία, γαλήνη, ἀπραγμοσύνη πολλή, σώματος εὐρωστία. Εἰ γὰρ μήτε ἀγορὰν μήτε ὤνιον  ἔχει ἡ πόλις, οὐδὲν τοῦτο πρὸς ἐμέ. Πάντα γάρ μοι καθάπερ ἐκ πηγῶν ἐπιρρεῖ. Καὶ γὰρ τὸν κύριόν μου τὸν   ἐπίσκοπον   τὸν   ἐνταῦθα   καὶ  τὸν   κύριόν   μου  ∆ιόσκορον  ἔχω   ἔργον   τοῦτο ποιουμένους διόλου, τὴν ἡμετέραν ἀνάπαυσιν. Ἐρεῖ δέ σοι καὶ ὁ καλὸς Πατρίκιος ὅπως διάγομεν  ἐν εὐθυμίᾳ, ἐν εὐφροσύνῃ, ἐν θεραπείᾳ πολλῇ, τό γε εἰς τὴν διατριβὴν  τὴν ἐνταῦθα ἧκον. Εἰ δὲ τὰ ἐν Καισαρείᾳ θρηνεῖς, καὶ τοῦτο ἀναξίως σου ποιεῖς. Καὶ γὰρ ἐκεῖ λαμπροὶ πάλιν ἐπλάκησαν ἡμῖν στέφανοι ὡς πάντας ἡμᾶς ἀνακηρύττειν,  ἀναγορεύειν, θαυμάζειν,  ἐκπλήττεσθαι  ἐφ' οἷς κακῶς  παθόντες  ἐξεβλήθημεν.  Ἀλλὰ  ταῦτα  μηδεὶς τέως εἰδέτω, εἰ καὶ πολλοὶ αὐτὰ διαθρυλοῦσιν. Ἐδήλωσε γάρ μοι ὁ κύριός μου Παιάνιος ὅτι οἱ πρεσβύτεροι αὐτοῦ τοῦ Φαρετρίου πάρεισιν αὐτόθι οἳ ἔφησαν ἡμῖν κοινωνεῖν καὶ μηδὲν κοινὸν  ἔχειν  πρὸς τοὺς ἐναντίους,  μηδὲ συγγίνεσθαι  αὐτοῖς, μηδὲ κοινωνῆσαι. Ἵν' οὖν  μὴ διαταράξωμεν  αὐτούς,  μηδεὶς  ταῦτα  εἰδέτω·  καὶ γὰρ σφόδρα χαλεπὰ  τὰ συμβάντα εἰς ἡμᾶς. Καὶ εἰ μηδὲν  ἄλλο  ἐπεπόνθειν  δεινόν,  ἤρκει τὰ ἐκεῖσε γενόμενα μυρία  μοι  προξενῆσαι  βραβεῖα· οὕτως  περὶ  τῶν  ἐσχάτων  ἡμῖν  ὁ  κίνδυνος  γέγονε. Παρακαλῶ δέ, ἀπόρρητα ἔστω παρά σοι καὶ ἐν βραχεῖ σοι αὐτὰ διηγήσομαι, οὐχ ἵνα λυπήσω, ἀλλ'  ἵνα  εὐφρανῶ.  Αὗται γάρ μου τῆς ἐμπορίας αἱ ὑποθέσεις, οὗτός μου ὁ
πλοῦτος,  αὕτη  τῶν  ἁμαρτημάτων  μου ἡ δαπάνη,  τὸ συνεχῶς  διὰ τοιούτων  ὁδεύειν πειρασμῶν,  καὶ  ἐπάγεσθαί  μοι τούτους  παρ' ὧν  οὐδαμῶς  προσεδόκησα. Ἐπειδὴ γὰρ ἐμέλλομεν ἐπιβαίνειν τῆς Καππαδοκῶν χώρας, ἀπαλλαγέντες τοῦ Γαλάτου, κἀκείνου δὲ σχεδὸν θάνατον ἡμῖν ἀπειλήσαντος, πολλοὶ κατὰ τὴν ὁδὸν ἡμῖν ἀπήντων  λέγοντες ὅτι
«Ὁ κύριος Φαρέτριος ἀναμένει σε καὶ πανταχοῦ  μετέρχεται, μὴ ἀποτύχῃ τῆς συντυχίας σου, καὶ πάντα  ποιεῖ  καὶ πραγματεύεται  ὥστε σε ἰδεῖν  καὶ περιπτύξασθαι  καὶ πᾶσαν ἐπιδείξασθαι  ἀγάπην· καὶ  τὰ  μοναστήρια  ἀνδρῶν  καὶ  γυναικῶν   ἐκίνησεν».  Ἐγὼ δὲ ταῦτα ἀκούων τούτων μὲν οὐδὲν προσεδόκων, ἀλλὰ τἀναντία  ἀνετύπουν  παρ' ἐμαυτῷ· τῶν μέντοι ταῦτα ἀπαγγελλόντων οὐδενὶ τούτων οὐδὲν ἔλεγον.
9.2 Ἐπειδὴ δὲ ἐπέβην ὀψέ ποτε τῆς Καισαρείας, κατειργασμένος, τεταριχευμένος, ἐν αὐτῇ τῆς φλογὸς τῇ ἀκμῇ τοῦ πυρετοῦ κείμενος, ἀλύων, τὰ ἔσχατα πάσχων, ἐπέτυχον καταγωγίου  πρὸς αὐτῇ τῆς πόλεως τῇ ἐσχατιᾷ κειμένου καὶ σπουδὴν ἐποιούμην  ὥστε καὶ  ἰατροῖς  συντυχεῖν  καὶ  τὴν  κάμινον  ἐκείνην  σβέσαι· ἦν  γὰρ  αὐτὴ  ἡ  ἀκμὴ  τοῦ τριταίου.  Καὶ προσῆν  καὶ  ἡ  τῆς  ὁδοῦ  ταλαιπωρία,  ὁ  κάματος,  ἡ  συντριβή,  ἡ  τῶν θεραπευσόντων  ἐρημία, ἡ τῶν ἐπιτηδείων  ἀπορία, τὸ μηδένα παρεῖναι ἡμῖν ἰατρόν, τὸ καμάτῳ καὶ θάλπει καὶ ἀγρυπνίαις  καταταθῆναι,  καὶ σχεδὸν αὐτονεκρὸς ὢν εἰσῆλθον εἰς τὴν πόλιν. Τότε δὴ παρεγένοντο  ὁ κλῆρος ἅπας, ὁ δῆμος, μονάζοντες,  μονάστριαι, ἰατροί,  πολλῆς  ἀπήλαυον  θεραπείας,  πάντων  πάντα  ἡμῖν  διακονουμένων, ὑπηρετουμένων. Ἀλλὰ καὶ οὕτως πολλῷ τῷ κάρῳ τῆς φλογὸς κατεχόμενος, ἐν ἐσχάτοις ἤμην δεινοῖς. Τέλος κατὰ μικρὸν ἔληγε καὶ ἐλώφα τὸ νόσημα. Ὁ δὲ Φαρέτριος οὐδαμοῦ· ἀλλ' ἀνέμενεν  ἡμῶν τὴν ἔξοδον, οὐκ οἶδα τί δόξαν αὐτῷ. Ἐπειδὴ τοίνυν  εἶδον ἠρέμα λωφῆσαν τὸ κακόν, ἐβουλευόμην λοιπὸν περὶ ἀποδημίας, ὥστε ἐπιλαβέσθαι τῆς Κουκουσοῦ καὶ μικρὸν ἀναπαύσασθαι τῶν  τῆς ὁδοῦ συμφορῶν.  Καὶ ἐν τούτοις  ἡμῶν ὄντων, ἀπαγγέλλονται ἀθρόον Ἴσαυροι πλῆθος ἄπειρον κατατρέχοντες  τὴν Καισαρέων χώραν καί τινα κώμην μεγάλην ἐμπρήσαντες καὶ τὰ ἔσχατα διαθέντες. Τοῦτο ἀκούσας ὁ τριβοῦνος,  λαβὼν  τοὺς  στρατιώτας  οὓς εἶχεν  ἐξῆλθεν.  Ἐδεδοίκεισαν  γὰρ μὴ καὶ τῇ πόλει προσβάλωσι καὶ πάντες ἦσαν ἐν φόβῳ, πάντες ἐν ἀγωνίᾳ, περὶ αὐτοῦ τοῦ ἐδάφους τῆς πατρίδος κινδυνεύοντες, ὡς καὶ αὐτοὺς τοὺς πρεσβύτας τὴν φυλακὴν  τῶν τειχῶν μεταχειρίζεσθαι. Ἐν τούτοις τῶν πραγμάτων ὄντων, ἀθρόον ὑπὸ τὴν ἕω δροῦγγος μοναζόντων–οὕτω  γὰρ  δεῖ  εἰπεῖν   καὶ  τῇ  λέξει  τὴν   μανίαν   αὐτῶν   ἐνδείξασθαι– ἐπέστησαν τῇ οἰκίᾳ ἔνθα ἦμεν, ἀπειλοῦντες  αὐτὴν καίειν, ἐμπιμπρᾶν, τὰ ἔσχατα ἡμᾶς διατιθέναι,  εἰ μὴ ἐξέλθοιμι.  Καὶ οὔτε ὁ τῶν  Ἰσαύρων φόβος, οὔτε ἡ ἀρρωστία οὕτω σφοδρῶς ἐπικειμένη, οὔτε ἄλλο οὐδὲν ἐποίησεν ἐπιεικεστέρους αὐτούς, ἀλλ' ἐπέκειντο τοσούτου  θυμοῦ  πνέοντες  ὡς  καὶ  αὐτοὺς  φοβηθῆναι  τοὺς  ἐπαρχικούς.  Καὶ γὰρ καὶ αὐτοῖς ἠπείλουν  πληγὰς καὶ ἐκαλλωπίζοντο ὡς καὶ ἤδη πολλοὺς αἰσχρῶς τυπτήσαντες ἐπαρχικούς.  Ταῦτα οἱ ἐπαρχικοὶ  ἀκούσαντες κατέφυγον  εἰς ἡμᾶς, παρεκάλουν  τε καὶ ἐδέοντο  ὅτι  «Κἂν εἰς  Ἰσαύρους  μέλλωμεν  ἐμπίπτειν,  ἀπάλλαξον  ἡμᾶς  τῶν  θηρίων τούτων».  Ἀκούσας ὁ ἡγεμὼν  κατέδραμεν  ἐπὶ τὴν  οἰκίαν  βουλόμενος  ἡμῖν  βοηθῆσαι. Οὐδὲ ἐκείνου  παρακαλοῦντος  ἠνέσχοντο  οἱ μονάζοντες,  ἀλλὰ  καὶ αὐτὸς  ἠσθένησεν. Ὁρῶν τοίνυν  τὰ πράγματα ἐν ἀπορίᾳ πολλῇ  καὶ οὔτε τολμῶν  ἡμῖν συμβουλεῦσαι εἰς φόνον  φανερὸν  ἐξελθεῖν, οὔτε πάλιν  ἔνδον μένειν διὰ τὴν τοσαύτην ἐκείνων  μανίαν, ἔπεμψε   πρὸς  τὸν   Φαρέτριον  παρακαλῶν   ὀλίγων   ἐνδοῦναι   ἡμερῶν,   διά  τε  τὴν ἀρρωστίαν, διά τε τὸν ἐπικείμενον κίνδυνον. Καὶ οὐδὲ οὕτως ἐγένετό τι πλέον, ἀλλὰ καὶ τῇ ἑξῆς σφοδρότεροι παρεγένοντο  καὶ τῶν πρεσβυτέρων οὐδεὶς ἐτόλμα παραστῆναι καὶ βοηθῆσαι, ἀλλ'  αἰσχυνόμενοι  καὶ ἐρυθριῶντες  –κατὰ γὰρ γνώμην  Φαρετρίου ἔλεγον
ταῦτα γίνεσθαι–ἐκρύπτοντο,  ἐλάνθανον,  καλούμενοι  παρ' ἡμῶν οὐχ ὑπήκουον. Τί δεῖ πολλὰ λέγειν; Καὶ φόβων  τοσούτων  ἐπικειμένων,  καὶ θανάτου  σχεδὸν δήλου καὶ τοῦ πυρετοῦ με κατεργαζομένου –οὐδὲ γὰρ ἤμην ἀπαλλαγεὶς οὐδέπω τῶν κακῶν τῶν ἐντεῦθεν–  μεσημβρίας μέσης ῥίψας ἐμαυτὸν  εἰς τὸ λεκτίκιον,  ἐξηγόμην  ἐκεῖθεν,  τοῦ δήμου παντὸς κωκύοντος,  ὀλολύζοντος,  ἐπαρω μένου τῷ ταῦτα πεποιηκότι, ὀλοφυρομένων πάντων  καὶ  θρηνούντων.  Ἐπειδὴ  δὲ  τῆς  πόλεως  ἐξῆλθον,  καὶ  τῶν κληρικῶν  τινες ἐξελθόντες  ἠρέμα ἡμᾶς προέπεμψαν ὀδυρόμενοι. Καί τινων  λεγόντων ἀκούσαντες· «Ποῦ αὐτὸν ἀπάγετε εἰς φανερὸν  θάνατον;» ἕτερος ἔλεγε πρὸς ἡμᾶς τῶν σφόδρα ἡμᾶς φιλούντων· «Ἄπελθε,  δέομαί  σου· εἰς Ἰσαύρους ἔμπεσον, μόνον  ἡμῶν ἀπαλλάγηθι.   Ὅπου  γὰρ  ἂν  ἐμπέσῃς,  εἰς  ἀσφάλειαν   ἐμπίπτεις,   ἂν  τὰς  ἡμετέρας διαφύγοις  χεῖρας.» Ταῦτα ἀκούσασα καὶ ὁρῶσα ἡ καλὴ  Σελευκία, ἡ τοῦ κυρίου μου Ῥουφίνου  ἐλευθέρα–καὶ γὰρ σφόδρα ἡμᾶς ἐθεράπευσε–, παρεκάλεσε καὶ ἐδεήθη ὥστε εἰς τὸ προάστειον αὐτῆς καταλῦσαι πρὸ πέντε μιλίων  τῆς πόλεως ὂν καὶ συνέπεμψεν ἡμῖν ἀνθρώπους καὶ ἀπήλθομεν ἐκεῖσε. 9.3 Ἀλλ' οὐδὲ ἐκεῖ ἔμελλεν ἡμῶν ἀποστήσεσθαι ἡ ἐπι9.3 βουλὴ αὕτη. Ὡς γὰρ ἔγνω ὁ Φαρέτριος, ἐδήλωσεν αὐτῇ, καθὼς ἔλεγε, πολλὰς ἀπειλάς. Ἐπεὶ δέ με εἰς τὸ προάστειον αὐτῆς ὑπεδέξατο, κἀγὼ τούτων οὐκ ᾔδειν οὐδέν· ἀλλ' ἐξελθοῦσα πρὸς ἡμᾶς, ταῦτα μὲν ἡμᾶς ἀπέκρυβεν, ἐδήλου δὲ τῷ ἐπιτρόπῳ αὐτῆς ἐκεῖσε ὄντι  πᾶσάν τε ἡμῖν  ἀνάπαυσιν  παρασχεῖν,  καὶ εἴ τινες  ἐπέλθοιεν  μονάζοντες βουλόμενοι  ἡμᾶς ἐνυβρίσαι ἢ συντρῖψαι, συναγαγεῖν  γεωργοὺς ἀπὸ τῶν ἄλλων  αὐτῆς χωρίων  καὶ οὕτω παρατάξασθαι πρὸς αὐτούς. Παρεκάλει δὲ καὶ εἰς τὴν οἰκίαν  αὐτῆς κάστελλον  ἔχουσαν  καὶ ἀχείρωτον  οὖσαν καταφυγεῖν  ὥστε τοῦ ἐπισκόπου  καὶ τῶν μοναζόντων  ἐκφυγεῖν  τὰς χεῖρας. Ἀλλὰ τοῦτο μὲν οὐκ ἠνεσχόμην,  ἀλλ' ἤμην ἐν τῷ προαστείῳ οὐδὲν εἰδὼς τῶν μετὰ ταῦτα κατασκευαζομένων. Οὐδὲ τοῦτο αὐτοῖς ἤρκεσεν εἰς τὸ ἀποστῆναι  τῆς  καθ' ἡμῶν  μανίας.  Εἶτα νυκτῶν  μέσων, οὐδὲν  τούτων  εἰδώς– πολὺς γὰρ ἐπέκειτο ὁ Φαρέτριος ἀπειλῇ ἀπειλῶν  ἐκείνῃ, καθώς φησι, καταναγκάζων, ὠθῶν, ὥστε ἡμᾶς ἐκβαλεῖν καὶ τῶν προαστείων –, οὐ φέρουσα ἡ γυνὴ τὴν ἐπάχθειαν αὐτοῦ, οὐκ εἰδότος ἐμοῦ, ἐδήλωσεν αὐτόθι ὅτι οἱ βάρβαροι ἐπέστησαν αἰσχυνομένη τὴν ἀνάγκην   εἰπεῖν   ἣν  ὑπέμεινεν.   Καὶ  μέσων  νυκτῶν   εἰσελθὼν   πρὸς  μὲ  Εὐήθιος  ὁ πρεσβύτερος καθεύδοντά με διεγείρας, μετὰ πολλῆς τῆς βοῆς ταῦτα ἔλεγεν· «Ἀνάστηθι, παρακαλῶ, βάρβαροι ἐπέστησαν, ἐνταῦθα πλησίον». Ἐννόησον τίς ἤμην ταῦτα ἀκούων. Εἶτα ὡς πρὸς αὐτὸν εἶπον καὶ τί δέοι πρᾶξαι· «Εἰς τὴν πόλιν οὐ δυνάμεθα καταφυγεῖν  μὴ χαλεπώτερα  πάθωμεν ὧν Ἴσαυροι μέλλουσιν ἡμῖν ποιεῖν», ἠνάγκαζεν  ἐξιέναι. Νὺξ ἦν ἀσέληνος, ἡ νὺξ μέση, ζοφώδης, σκοτεινή· καὶ τοῦτο αὐτὸ πάλιν ἀπορίας ἀνάμεστον ἦν ἡμῖν· καὶ οὐδεὶς ὁ παρών, οὐδεὶς ὁ βοηθῶν, πάντες γὰρ ἡμᾶς ἐγκατέλιπον.  Ὅμως ὑπὸ τοῦ φόβου συνωθισθεὶς καὶ προσδοκῶν εὐθέως ἀποθανεῖσθαι, διανέστην τεταλαιπωρημένος   κελεύσας  λαμπάδας  ἀναφθῆναι.  Ἀλλὰ  καὶ ταύτας  ὁ πρεσβύτερος ἐκέλευσε  σβέννυσθαι,  μήποτε,  φησίν,  οἱ  βάρβαροι τῷ  φωτὶ  καλούμενοι  πρὸς  ἡμᾶς ἐπιτεθῶσιν  ἡμῖν·  ἐσβέσθησαν καὶ  αἱ  λαμπάδες.  Εἶτα ὁ  βόρδων  ὁ  φέρων  ἡμῶν  τὸ λεκτίκιον–τραχεῖα γὰρ ἦν  σφόδρα ἡ ὁδὸς καὶ ἀνάντης  καὶ λιθώδης–κατενεχθεὶς ἐπὶ γόνυ κατήνεγκέ με ἔνδον ὄντα καὶ μικροῦ ἔμελλον ἀπόλλυσθαι· εἶτα ἐκπηδήσας, συρόμενος περιεπάτουν  ὑπὸ Εὐηθίου τοῦ πρεσβυτέρου–κατεπήδησε γὰρ καὶ αὐτὸς τοῦ ὑποζυγίου –καὶ οὕτως χειραγωγούμενος ἐβάδιζον, μᾶλλον δὲ ἑλκόμενος· οὔτε γὰρ βαδίζειν ἦν εἰς τοσαύτην  δυσχωρίαν  καὶ ὄρη χαλεπὰ  ἐν νυκτὶ  μέσῃ. Ἐννόησον τί με πάσχειν εἰκὸς ἦν τοσούτοις συνεχόμενον κακοῖς καὶ τοῦ πυρετοῦ ἐπικειμένου καὶ μηδὲν εἰδότα   τῶν    κατεσκευασμένων,   ἀλλὰ   δεδοικότα   βαρβάρους   καὶ   τρέμοντα    καὶ
προσδοκῶντα εἰς τὰς χεῖρας αὐτῶν ἐμπεσεῖσθαι. Οὐ δοκεῖ σοι μόνα ταῦτα τὰ παθήματα, εἰ καὶ μηδέν μοι ἕτερον συμβεβήκοι, πολλὰ ἡμῶν δύνασθαι διαλύειν τῶν ἁμαρτημάτων καὶ πολλήν μοι παρέχειν εὐδοκιμήσεως ἀφορμήν; Τὸ δὲ αἴτιον, ὡς ἔγωγε οἶμαι, πάντες εὐθέως  εἰσελθόντα   με  ἐν  Καισαρείᾳ, οἱ  ἐν  ἀξιώμασιν,  οἱ  ἀπὸ  βικαρίων,  οἱ  ἀπὸ ἡγεμονίων  σοφισταί, οἱ ἀπὸ τριβούνων, ὁ δῆμος ἅπας καθ' ἑκάστην ἑώρων τὴν ἡμέραν, ἐθεράπευον, ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν  ἐβάσταζον· ταῦτα οἶμαι ὑποκνίσαι τὸν Φαρέτριον καὶ τὸν φθόνον τὸν ἐλάσαντα ἡμᾶς ἀπὸ Κωνσταντινουπόλεως οὐδὲ ἐνταῦθα ἡμῶν ἀποστῆναι, ὡς ἔγωγε οἶμαι· οὐδὲ γὰρ ἀποφαίνομαι  ἀλλ' ὑποπτεύω. Τί ἄν τις εἴποι τὰ ἄλλα τὰ κατὰ τὴν ὁδόν, τοὺς φόβους, τοὺς κινδύνους;  Ἅπερ καθ' ἑκάστην ἡμέραν ἀναμιμνησκόμενος  αὐτὸς καὶ ἐν διανοίᾳ  περιφέρων,  πέτομαι ὑπὸ τῆς ἡδονῆς, σκιρτῶ ὡς θησαυρὸν μέγαν ἔχων ἀποκείμενον· καὶ γὰρ οὕτως ἔχω καὶ διάκειμαι. ∆ιὸ καὶ τὴν σὴν παρακαλῶ τιμιότητα χαίρειν ἐπὶ τούτοις, εὐφραίνεσθαι, σκιρτᾶν, τὸν Θεὸν δοξάζειν τὸν καταξιώσαντα  ἡμᾶς τοιαῦτα  παθεῖν.  Καὶ παρὰ σαυτῇ παρακαλῶ  ταῦτα ἔχειν  καὶ πρὸς μηδένα ἐξειπεῖν, εἰ καὶ τὰ μάλιστα οἱ ἐπαρχικοὶ πᾶσαν ἐμπλῆσαι τὴν πόλιν ἔχουσι, καὶ  αὐτοὶ  περὶ  τῶν  ἐσχάτων  κινδυνεύσαντες.  Πλὴν  παρὰ τῆς  σῆς εὐλαβείας  μηδεὶς εἰδέτω τοῦτο, ἀλλὰ καὶ κατάστελλε τοὺς λέγοντας.
9.4 Εἰ δὲ  διὰ  τὰ  λείψανα  τῆς  κακώσεως  ἀλγεῖς,  μάθε  σαφῶς  ὅτι  καθαρῶς ἁπάντων  ἀπηλλάγην  καὶ ἐρρωμενέστερον  ἔχω  τὸ σῶμα ἢ αὐτόθι  διατρίβων.  Τὸν δὲ κρυμὸν τί δέδοικας; Καὶ γὰρ καὶ οἰκήματα ἐπιτήδεια ἡμῖν κατεσκεύασται, καὶ πάντα ὁ κύριός μου ∆ιόσκορος ποιεῖ καὶ πραγματεύεται ὥστε μηδὲ μικρὰν αἴσθησιν ἡμᾶς λαβεῖν ἀπὸ τοῦ κρυμοῦ. Εἰ δέ ἐστιν ἀπὸ τῶν προοιμίων στοχάζεσθαι, ἐμοὶ ὁ νῦν ἀὴρ ἀνατολικὸς εἶναι δοκεῖ καὶ οὐδὲν ἔλαττον Ἀντιοχείας, τοσοῦτον τὸ θάλπος, τοσαύτη ἡ εὐκρασία τοῦ ἀέρος.   Σφόδρα   δέ   με   ἐλύπησας   εἰποῦσα   ὅτι   «Ἴσως   καὶ   πρὸς   ἡμᾶς   λυπῇ   ὡς ἀμελήσαντας». Καίτοι γε πρὸ πολλῶν  ἡμερῶν ἐπέστειλα πρὸς τὴν σὴν τιμιότητα παρακαλῶν μὴ κινεῖν με ἐντεῦθεν. Ἐγὼ δὲ τοῦτο ἐννοῆσαι εἶχον πολλῆς σοι ἀπολογίας δεῖν  καὶ πολλῶν  ἱδρώτων  καὶ καμάτου, ἵνα  δυνηθῇς  πρὸς τοῦτο  ἀπολογήσασθαι  τὸ ῥῆμα. Τάχα δὲ ἐκ μέρους καὶ ἀπολελόγησαι εἰποῦσα ὅτι «Ἁπλῶς λογίζομαι τοῦτο ὑπὲρ τοῦ αὔξειν τὴν θλῖψιν».  Ἀλλὰ καὶ τοῦτο πάλιν  ἔγκλημα  μέγιστον τὸ λέγειν  ὅτι «Καὶ προσφιλοτιμοῦμαι  τοῖς λογισμοῖς τὰς ὀδύνας». ∆έον γὰρ πάντα σε ποιεῖν καὶ πραγματεύεσθαι  ὑπὲρ  τοῦ  καταλύειν   τὴν  θλῖψιν,   τὸ  θέλημα  τοῦ  διαβόλου  ποιεῖς αὔξουσα τὴν ἀθυμίαν καὶ τὴν λύπην. Ἢ οὐκ οἶσθα πόσον καὶ ἡ ἀθυμία; Τῶν δὲ Ἰσαύρων ἕνεκεν μηδὲν δέδιθι λοιπόν· καὶ γὰρ ὑπέστρεψαν εἰς τὴν χώραν αὐτῶν· καὶ ὁ ἡγεμὼν πάντα ἐποίησεν ὑπὲρ τούτου· καὶ ἐν ἀσφαλείᾳ ἐσμὲν πολλῷ  μᾶλλον  ἐνταῦθα  ὄντες ἢ ὅτε ἐν Καισαρείᾳ ἦμεν. Οὐδένα γὰρ λοιπὸν δέδοικα ὡς τοὺς ἐπισκόπους πλὴν ὀλίγων. Ὅλως τοίνυν τῶν Ἰσαύρων ἕνεκεν μηδὲν δέδιθι· καὶ γὰρ ἀνεχώρησαν καὶ τοῦ χειμῶνος καταλαβόντος οἴκοι εἰσὶ συγκεκλεισμένοι, ἂν ἄρα λοιπὸν μετὰ τὴν Πεντηκοστὴν ἐξέλθωσιν. Πῶς δὲ λέγεις γραμμάτων οὐκ ἀπολαύειν; Ἤδη σοι τρεῖς ἔπεμψα ἐπιστολάς, τὴν μὲν διὰ τῶν ἐπαρχικῶν, τὴν δὲ δι' Ἀντωνίου, τὴν δὲ δι' Ἀνατολίου τοῦ οἰκέτου σου, πολυστίχους· τὰς δὲ δύο μάλιστα φάρμακον σωτήριον, πάντα ἀθυμοῦντα, πάντα σκανδαλιζόμενον  ἱκανὰς ἀνακτήσασθαι καὶ πρὸς καθαρὰν εὐθυμίαν ἀγαγεῖν. Λαβοῦσα τοίνυν  ταύτας  ἐπέρχου  συνεχῶς  καὶ διὰ παντός,  καὶ ὄψει  αὐτῶν  τὴν  ἰσχὺν  καὶ τῆς ἰατρείας πεῖραν λήψῃ πολλὴν καὶ ὠφέλειαν  καὶ ἡμῖν δηλώσεις ὅτι γέγονέ σοί τι πλέον ἐκεῖθεν.  Ἔχω  καὶ  τρίτην  ἑτοίμην  ἐοικυῖαν  αὐταῖς  ἣν  οὐκ  ἠβουλήθην  πέμψαι  νῦν σφόδρα ἀλγήσας διόπερ ἔφης  ὅτι «Καὶ συνάγω μοι λογισμοὺς  ὀδυνηροὺς  καὶ τὰ οὐκ ὄντα ἀναπλάττουσα», ἀνάξιον σεαυτῆς φθεγξαμένη  ῥῆμα ἐφ' ᾧ καὶ αὐτὸς αἰσχύνομαι
καὶ ἐγκαλύπτομαι. Πλὴν ἀνάγνωθι  ἐκείνας καὶ οὐκ ἔτι ταῦτα ἐρεῖς, κἂν μυριάκις φιλονεικῇς  ἀθυμεῖν.  Ἐπειδὴ  καὶ  περὶ  Ἡρακλείδου  τοῦ  ἐπισκόπου  ἡμῖν  ἐδήλωσας, ἔξεστιν αὐτῷ, εἰ βουληθείη, δοῦναι ἔκστασιν καὶ πάντων ἀπαλλαγῆναι· οὐδὲν γὰρ ἄλλο λείπεται. Ἐγὼ δὲ εἰ καὶ μηδὲν μέγα ἤνυον, ἀλλ' ὅμως ἐδήλωσα τῇ κυρίᾳ μου Πενταδίᾳ ὥστε πᾶσαν σπουδὴν ἐπιδείξασθαι, εἴ τινα ἐπινοήσειε τῷ κακῷ παραμυθίαν. Ἔφης δὲ τετολμηκέναι  δηλῶσαί  μοι τὰ λυπηρὰ  διὰ τὸ παρ' ἐκείνου  κελευσθῆναι.  Ποία τόλμα τοῦτο;  Οὔτε ἐπαυσάμην λέγων,  οὔτε παύσομαι ὅτι ἓν λυπηρὸν  ἁμαρτία μόνον;  τὰ δὲ ἄλλα   πάντα   κόνις   καὶ   καπνός.   Τί  γὰρ  βαρὺ  δεσμωτήριον   οἰκῆσαι  καὶ  ἅλυσιν περικεῖσθαι; Τί δὲ βαρὺ πάσχειν  κακῶς,  ὅταν  τοσαύτης  ἐμπορίας  τὸ πάσχειν  κακῶς ὑπόθεσις γένηται; Τί δὲ ἐξορία βαρύ; Τί δὲ δήμευσις; Ῥήματα ταῦτά ἐστι δεινῶν πραγμάτων  ἔρημα, ῥήματα  λύπης  ψιλά.  Ἄν  τε  γὰρ  θάνατον  εἴπῃς,  τὸ  τῆς  φύσεως ὄφλημα  λέγεις  ὃ πάντως  ὑπομεῖναι  δεῖ καὶ μηδενὸς  ἐπάγοντος· ἄν τε ἐξορίαν εἴπῃς, οὐδὲν ἕτερον λέγεις  ἢ χώραν  καὶ τὰς πολλὰς  πόλεις ὁρᾶν· ἄν τε χρημάτων  δήμευσιν εἴπῃς, ἐλευθερίαν λέγεις καὶ τὸ εὔλυτον εἶναι.9.5 Μαρουθᾶν τὸν ἐπίσκοπον μὴ διαλείπῃς, τό γε εἰς σὲ ἧκον θεραπεύουσα, ὥστε ἀνιμήσασθαι τοῦ βαράθρου. Μάλιστα γὰρ αὐτοῦ δέομαι διὰ τὰ ἐν Περσίδι. Καὶ μάθε παρ' αὐτοῦ, ἂν δυνατόν  σοι γένηται,  τί τε κατώρθωται  ἐκεῖσε δι' αὐτοῦ καὶ τίνος  ἕνεκεν παραγέγονε,  καὶ δήλωσον  ἡμῖν εἰ τὰς δύο ἐπιστολὰς ἃς ἔπεμψα αὐτῷ ἀπέδωκας· κἂν μὲν βουληθείη ἡμῖν ἐπιστεῖλαι, πάλιν ἐπιστελοῦμεν  αὐτῷ· ἂν δὲ μὴ βουληθείη, κἂν τῇ εὐλαβείᾳ  σου δηλώσῃ  εἴ τι γέγονεν  αὐτόθι  πλέον  καὶ εἰ μέλλοι  τι κατορθοῦν  πάλιν κατιών. Ἐγὼ γὰρ διὰ τοῦτο καὶ ἐσπούδαζον αὐτῷ συγγενέσθαι. Πλὴν πάντα τὰ παρὰ σοῦ γενέσθω· κἂν πάντες κατακέφαλα φέρωνται, τὰ σαυτῆς πλήρου. Ὁ γὰρ μισθός σου ἔσται ἀπηρτισμένος. Πάνυ οὖν αὐτὸν οἰκείωσαι καὶ ὡς ἐγχωρεῖ. Παρακαλῶ, τοῦτο ὃ μέλλω λέγειν  μὴ παραδράμῃς, ἀλλὰ πολλὴν  περὶ αὐτοῦ ἐπίδειξαι σπουδήν. Ἐδήλωσάν μοι οἱ μονάζοντες  οἱ  Μαρσεῖς, οἱ  Γότθοι,  ἔνθα  ἀεὶ  ἐκρύπτετο  Σαραπίων  ὁ  ἐπίσκοπος  ὅτι Μοδουάριος  ἦλθεν  ὁ  διάκονος  ἀπαγγέλλων ὅτι  Οὐνίλας  ὁ  ἐπίσκοπος  ὁ  θαυμάσιος ἐκεῖνος ὃν πρώην ἐχειροτόνησα καὶ ἔπεμψα εἰς Γοτθίαν πολλὰ καὶ μεγάλα κατορθώσας ἐκοιμήθη·  καὶ  ἦλθε  φέρων  γράμματα  τοῦ  ῥηγὸς  τῶν  Γότθων  ἀξιοῦντα  πεμφθῆναι αὐτοῖς  ἐπίσκοπον.  Ἐπεὶ οὖν  οὐδὲν  ἄλλο  ὁρῶ πρὸς τὴν  ἀπειλουμένην  καταστροφὴν συντελοῦν εἰς διόρθωσιν, ἢ μέλλησιν καὶ ἀναβολὴν–οὐδὲ  γὰρ δυνατὸν  αὐτοῖς πλεῦσαι εἰς  τὸν  Βόσπορον νῦν,  οὐδὲ  εἰς  τὰ  μέρη ἐκεῖνα–,  ὑπερθέσθαι  τέως  αὐτοὺς  διὰ  τὸν χειμῶνα   παρασκεύασον·  ἀλλὰ  μὴ  ἁπλῶς   αὐτὸ  παραδράμῃς·  κατόρθωμα   γάρ  ἐστι μέγιστον. ∆ύο γάρ ἐστιν ἃ μάλιστά με λυπεῖ εἰ γένοιτο, ὃ μὴ γένοιτο, τό τε παρὰ τούτων μέλλειν  γίνεσθαι, τῶν τοσαῦτα κακὰ ἐργαζομένων  καὶ παρ' ὧν οὐ θέμις, τό τε ἁπλῶς τινα γενέσθαι. Ὅτι γὰρ οὐ σπουδάζουσί τινα γενναῖον  ποιῆσαι, οἶσθα καὶ αὐτή. Εἰ δὲ τοῦτο γένοιτο, ὃ μὴ γένοιτο, τὰ ἑξῆς ἐπίστασαι. Ἵν' οὖν μηδὲν τούτων  γένηται, πᾶσαν σπουδὴν ποίησαι ἀψοφητί·  εἰ δυνατὸν  καὶ λανθανόντως τὸν Μοδουάριον πρὸς ἡμᾶς ἐκδραμεῖν,  μέγιστα  ἂν  ἠνύετο.  Εἰ δὲ μὴ δυνατὸν,  ἐκ τῶν  ἐγχωρούντων τὰ  δυνατὰ γινέσθω. Ὅπερ γὰρ ἐπὶ τῶν χρημάτων  γίνεται  καὶ ἐπὶ τῆς χήρας συνέβη, τοῦτο καὶ ἐπὶ τῶν  πραγμάτων.  Ὥσπερ γὰρ ἐκείνη  δύο ὀβολοὺς καταβαλοῦσα πάντας  ὑπερηκόντισε τοὺς πλείονα καταβαλόντας  τὴν οὐσίαν πᾶσαν κενώσασα, οὕτω καὶ οἱ εἰς τὰ πράγματα πάσῃ δυνάμει  σπουδάζοντες  τὸ  πᾶν  ἐπλήρωσαν  τό  γε  εἰς  αὐτοὺς  ἧκον,  κἂν  μηδὲν γένηται πλέον, καὶ τὸν μισθὸν ἀπηρτισμένον ἔχουσιν. Ἱλαρίῳ τῷ ἐπισκόπῳ πολλὰς ἔχω χάριτας· ἔγραψε γάρ μοι ἀξιῶν ἐπιτραπῆναι  ἀπελθεῖν  εἰς τὴν αὐτοῦ καὶ διορθῶσαι τὰ αὐτόθι  καὶ πάλιν  παραγενέσθαι.  Ἐπεὶ οὖν πολλὰ  ὠφελεῖ  ἡ παρουσία αὐτοῦ–καὶ  γὰρ
εὐλαβής ἐστι καὶ ἀνὴρ ἀπερίτρεπτος καὶ ζέων–, παρεκάλεσα αὐτὸν ἀπελθόντα  ταχέως ἐπανελθεῖν.  Ποίησον τοίνυν τὴν ἐπιστολὴν ταχέως καὶ ἀσφαλῶς αὐτῷ ἀποδοθῆναι καὶ μὴ παραρριφῆναι· καὶ γὰρ μετὰ πολλῆς  ἐπιθυμίας  καὶ σφοδρότητος  ἀπῄτησε τὰ παρ' ἡμῶν   γράμματα  καὶ  πολὺ  ὠφελεῖ   ἡ  παρουσία  αὐτοῦ.  Πάνυ  οὖν  φρόντισον   τὰς ἐπιστολάς· εἰ μὴ παρείη αὐτόθι Ἑλλάδιος ὁ πρεσβύτερος, διά τινος ἀνθρώπου συνετοῦ, ἐγκέφαλον ἔχοντος, ποίησον ἀποδοθῆναι τοῖς φίλοις.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |