ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αʹ Ῥωμανῷ πρεσβυτέρῳ.

Τρίτη 25 Οκτωβρίου 2016

Αʹ Ῥωμανῷ πρεσβυτέρῳ.




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52


 Αʹ.  Ῥωμανῷ πρεσβυτέρῳ.

Καὶ τοῦτο  σὸν,  καὶ  τῆς  μεγάλης  σου καὶ  ὑψηλῆς  καὶ  φιλοσόφου γνώμης,  τὸ  μηδὲ  ἐν  χειμῶνι  τοσούτων  πραγμάτων  ἐπιλαθέσθαι  τῆς  ἡμετέρας ἀγάπης, ἀλλὰ μένειν ἀκίνητον καὶ ἀκμάζουσαν διατηροῦντα τὴν πρὸς ἡμᾶς φιλίαν. Τοῦτο γὰρ ἔγνων μὲν καὶ παρὰ τῶν ἐκεῖθεν ἀφικνουμένων  σαφῶς, ᾔδειν δὲ καὶ πρὶν  ἢ παρ' ἑτέρων μάθω. Οἶδα γάρ σου τὸ στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς διανοίας, τὸ πεπηγὸς καὶ ἀκίνητον τῆς γνώμης. ∆ιὸ καὶ πολλὰς ἔχω χάριτας τῇ θεοσεβείᾳ τῇ σῇ, καὶ  παρακαλῶ  σου τὴν  εὐλάβειαν,  καὶ  ἐν  μεγίστης  αἰτῶ  χάριτος  μέρει, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, ἡνίκα ἂν ἐξῇ. Οἶσθα γὰρ ὅσην δεχόμεθα παράκλησιν καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ὅταν καὶ γράμματα δεξώμεθα τὰ περὶ τῆς ὑγείας τῆς σῆς ἡμᾶς εὐαγγελιζόμενα. Σφόδρα γὰρ ἐπιθυμοῦμεν καὶ ἐῤῥῶσθαι καὶ ὑγιαίνειν τὴν σὴν θεοσέβειαν, ἐπειδήπερ  ἡ ὑγεία  ἡ σὴ πολλοῖς  στηριγμὸς καὶ λιμὴν  καὶ βακτηρία τυγχάνει,  καὶ  μυρίων  κατορθωμάτων  ὑπόθεσις.



Βʹ.  Μωϋσῇ πρεσβυτέρῳ.

Ἡ μὲν ὑπερβολὴ  τῶν  ἐγκωμίων   τῶν  τοῖς  γράμμασιν  ἐγκειμένων  τῆς  σῆς  τιμιότητος, σφόδρα  ἡμῶν  ὑπερβαίνει  τὴν  οὐθένειαν.   ∆ιὸ  τούτων   ἀφέμενος,  μὴ  διαλίπῃς εὐχόμενος ὑπέρ τε τοῦ κοινοῦ τῶν Ἐκκλησιῶν, ὑπέρ τε τῆς ταπεινώσεως τῆς ἡμετέρας, καὶ τὸν φιλάνθρωπον  παρακαλῶν Θεὸν δοῦναι λύσιν τοῖς καταλαβοῦσι τὴν οἰκουμένην κακοῖς. Εὐχῶν γὰρ μόνων τὰ παρόντα δεῖται πράγματα, καὶ εὐχῶν μάλιστα τῶν ὑμετέρων, τῶν πολλὴν πρὸς τὸν Θεὸν παῤῥησίαν κεκτημένων. Μὴ δὴ διαλίπητε τοῦτο ἐκτενῶς ποιοῦντες· καὶ ἡμῖν δὲ, ἡνίκα ἂν ἐξῇ, συνεχῶς ἐπιστέλλειν μὴ κατοκνεῖτε· οὐ γὰρ πολὺ τῆς ὁδοῦ τὸ μῆκος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν μανθάνειν περὶ τῆς ὑμετέρας ὑγείας, ἐπείπερ ὑμῶν ἡ ὑγεία πολλοῖς στηριγμὸς καὶ παράκλησις γίνεται. Ἀεὶ μὲν γὰρ ὑμῶν χρεία τῆς ζωῆς, μάλιστα δὲ νῦν ἐν τοσούτῳ χειμῶνι καὶ ζόφῳ, ἵν' ὥσπερ καθαροὶ φωστῆρες φαινόμενοι,  λάμπητε  τοῖς χειμαζομένοις  καὶ κλυδωνιζομένοις. Ἵν' οὖν καὶ ἡμεῖς εὐθυμῶμεν, πυκνὰ πέμπετε ἡμῖν γράμματα, περὶ τῆς ὑγείας τῆς ὑμετέρας εὐαγγελιζόμενα, καὶ οὐ μικρὰν καρπωσόμεθα παράκλησιν, ἂν ταῦτα  συνεχῶς  μανθάνωμεν  περὶ τῆς τιμιότητος  τῆς ὑμετέρας.

Γʹ.  Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσι, καὶ πᾶσι τοῖς τῆς συνοικίας ὑμῶν

. Φέρει μέν τι πλέον εἰς παραμυθίας λόγον τοῖς ἀγαπῶσι καὶ ἡ σωματικὴ παρουσία τῶν ἀγαπωμένων. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος συνεχῶς, μᾶλλον δὲ διηνεκῶς, τὴν οἰκουμένην ἅπασαν τῶν πιστῶν ἐπὶ τῆς αὐτοῦ διανοίας περιφέρων, καὶ οὐδὲ ἐν ταῖς ἁλύσεσιν, οὐδὲ ἐν τοῖς δεσμοῖς, καὶ ἐν τῇ ἀπολογίᾳ ἀνεχόμενος αὐτοὺς ἀποθέσθαι· ὃ καὶ δηλῶν, ἔλεγε· ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου· μετὰ πολλῆς τῆς σπουδῆς καὶ τὴν τοῦ σώματος ἐπεζήτει παρουσίαν, οὕτω λέγων·  Ἡμεῖς δὲ ἀπορφανισθέντες  ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν  ἰδεῖν. Ὃ δὴ καὶ ἡμεῖς πάσχομεν νῦν, τῶν  τε ἑωρακότων  ἡμᾶς, τῶν  τε οὐχ ἑωρακότων  μετὰ πολλῆς  τῆς  σπουδῆς ἐπιζητοῦντες   τὴν  παρουσίαν. Ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐκ ἔνι κωλύει γὰρ καὶ τῆς ὁδοῦ τὸ μῆκος, καὶ ἡ τοῦ ἔτους ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος, καὶ τὸ μὴ ῥᾴδιον ἡμῖν εἶναι καὶ τούτων χωρὶς κινεῖσθαι οἴκοθεν, καὶ μακρὰς ἀποδημίας ἀποδημεῖν, ἐπὶ τὸν δεύτερον ἤλθομεν πλοῦν, τήν τε ὀφειλομένην  ἀποδιδόντες  ὑμῖν πρόσρησιν, καὶ πρὸ ταύτης παρακαλοῦντες, καὶ ἐν μέρει μεγίστης αἰτοῦντες χάριτος, τὸ διηνεκῶς ἡμῶν εὐχομένους μεμνῆσθαι, καὶ τῷ φιλανθρώπῳ  Θεῷ προσπίπτειν μετὰ πολλῆς τῆς εὐγενείας, καὶ τῶν δακρύων, ὑπὲρ τῆς  ταπεινώσεως  τῆς  ἡμετέρας. Οἱ γὰρ τὸν  εὔριπον  τῶν  βιωτικῶν  διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον  τὰς  ἑαυτῶν  ὁδηγήσαντες  ψυχὰς,  καὶ  τὰς  νύκτας  ταῖς  ἱεραῖς  παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας. ∆υνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν  ἡμᾶς τούτων,  καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν  τοιαύτην  δυνάμενος  διακόψαι  βοήθειαν. Συμμαχήσατε τοίνυν  ἡμῖν, καὶ χεῖρα ὀρέξατε διὰ τῶν εὐχῶν  τῶν ὑμετέρων. Τοῦτο γὰρ μάλιστα μέγιστον ἀγάπης εἶδός ἐστι. Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι· δύναται γὰρ καὶ εἰκόνας τοιαύτας ὑπογράψαι τὸ γνησίως φιλεῖν. Κἂν ἐν χαλεπωτέρᾳ ταύτης τύχωμεν  ὄντες ἐρημίᾳ, πολλὴν ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν. 

∆ʹ. Πενταδίᾳ διακόνῳ.

 Ἐγώ σου τὴν ἀγάπην, ἣν περὶ ἡμᾶς ἔχεις, ᾔδειν μὲν καὶ ἕμπροσθεν, δι' αὐτῶν μαθὼν τῶν πραγμάτων· ἔμαθον δὲ σαφέστερον νῦν ἐξ ὧν ἐπέσταλκας ἡμῖν. Καὶ διὰ τοῦτο μάλιστά σε θαυμάζομεν, οὐ διὰ τὸ γράψαι μόνον, ἀλλὰ καὶ διὰ τὸ ἀπαγγεῖλαι  ἡμῖν πάντα τὰ γεγενημένα.  Τοῦτο γὰρ καὶ θαῤῥούσης ἡμῖν καὶ μεριμνώσης τὰ ἡμέτερα. ∆ιὰ ταῦτα σκιρτῶμεν, χαίρομεν, εὐφραινόμεθα, μεγίστην παράκλησιν, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, τὴν ἀνδρείαν ἔχομεν τὴν σὴν, τὴν ἔνστασιν, τὴν ἀπερίτρεπτον γνώμην, τὴν σύνεσιν τὴν πολλὴν, τὴν ἐλευθεροστομίαν, τὴν παῤῥησίαν τὴν ὑψηλὴν, δι' ἧς κατῄσχυνας μὲν τοὺς ὑπεναντίους,  καιρίαν δὲ δέδωκας τῷ διαβόλῳ πληγὴν,  ἤλειψας  δὲ τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους, καθάπερ ἀριστεὺς γενναῖος ἐν πολέμῳ τρόπαιον στήσασα λαμπρὸν, καὶ νίκην ἀραμένη φαιδρὰν, καὶ ἡμᾶς δὲ τοσαύτης ἐνέπλησας ἡδονῆς, ὡς νομίζειν  μήτε ἐν  ἀλλοτρίᾳ  εἶναι,  μήτε  ἐν  ξένῃ  γῇ, μήτε  ἐν  ἐρημίᾳ, ἀλλ' ἐκεῖσε παρεῖναι, καὶ μεθ' ὑμῶν εἶναι, καὶ ἐντρυφᾷν σου τῇ τῆς ψυχῆς ἀρετῇ. Χαῖρε τοίνυν καὶ  εὐφραίνου  τοιαύτην  ἀραμένη  νίκην,  καὶ  τοιούτους  εὐκόλως  ἐπιστομίσασα θῆρας,  καὶ  τὰς  ἀναισχύντους   αὐτῶν  ἐμφράξασα γλώττας,  καὶ  λυσσῶντα ἀποῤῥάψασα στόματα.  Τοιοῦτον  γὰρ  ἡ  ἀλήθεια  μεθ'  ἧς  ἠγωνίσω,  καὶ  ὑπὲρ  ἧς ἐσφάγης πολλάκις· ἐν βραχέσι ῥήμασι κρατεῖ τῶν συκοφαντούντων·  ὥσπερ οὖν τὸ ψεῦδος κἂν μυρίους περιβάληται λόγων  διαύλους, διαῤῥεῖ καὶ καταπίπτει  ῥᾳδίως, καὶ ἀράχνης  ἐστὶν ἀδρανέστερον. Χαῖρε τοίνυν  καὶ εὐφραίνου  οὐ γὰρ παύσομαι συνεχῶς  ταῦτα  λέγων  τὰ  ῥήματα, ἀνδρίζου, καὶ  κραταιοῦ,  καὶ  καταγέλα  πάσης ἐπαγομένης  σοι παρ'  αὐτῶν  ἐπιβουλῆς.  Ὅσῳ γὰρ  ἂν  χαλεπώτερον  ἀγριαίνωσι, τοσούτῳ  βαθυτέρας  καθ'  ἑαυτῶν  τὰς  πληγὰς  ἐπιφέρουσι,  σὲ μὲν  οὐδὲ  μικρὸν ἀδικοῦντες, ὥσπερ οὐδὲ τὴν πέτραν τὰ κύματα, ἑαυτοὺς δὲ διαλύοντες, καὶ ἀσθενεστέρους  ποιοῦντες,   καὶ   ὑπερβαλλούσας   καθ'   ἑαυτῶν   σωρεύοντες   τὰς τιμωρίας. Μηδὲν τοίνυν δέδιθι τῶν ἀπειλουμένων,  κἂν τοὺς ὀδόντας βρύχωσι, κἂν θυμῷ  πολλῷ  μεθύωσι,  κἂν  φόνιον   βλέπωσιν,  εἰς  ἀγριότητα  θηρίων  ὑπὸ  τῆς πονηρίας ἐκπεσόντες. Ὁ γὰρ μέχρι σήμερον ἐξαρπάσας σε τῶν ποικίλων  αὐτῶν καὶ διαφόρων  ἐπιβουλῶν,  οὗτός  σε καὶ  εἰς  τὸ  μέλλον  ἀνδριζομένην  ἐν  ἀσφαλείᾳ καταστήσει πλείονι· καὶ ἐρεῖς καὶ αὐτή· Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ ἐξησθένησαν ἐπ' αὐτοὺς αἱ γλῶσσαι αὐτῶν. Ὅπερ καὶ γέγονε, καὶ ἔσται· ὥστε καί σε μείζονα καρπώσασθαι τὸν μισθὸν, καὶ λαμπροτέρους στεφάνους λαβεῖν, ἐκείνους τε ἀμετανόητα νοσοῦντας μείζονι παραδοθῆναι κολάσει. Τί γὰρ ἐνέλιπον ἐπιβουλῆς; ποῖον τρόπον μηχανημάτων  οὐκ ἐκίνησαν, ἐπιχειροῦντες  ἐπιβουλεύειν  τῇ στεῤῥᾷ σου καὶ γνησίᾳ Θεῷ, μᾶλλον δὲ καὶ γενναίᾳ καὶ ἀνδρειοτάτῃ ψυχῇ; Κατήγαγον εἰς ἀγορὰν,   τὴν   ἐκκλησίας   καὶ   θαλάμου   πλέον   εἰδυῖαν   οὐδὲν,   ἀπ'  ἀγορᾶς  εἰς δικαστήριον,   ἀπὸ   δικαστηρίου   εἰς   δεσμωτήριον.   Ψευδομαρτύρων   ἠκόνησαν γλώσσας, συκοφαντίαν  ἔῤῥαψαν ἀναίσχυντον,  φόνους εἰργάσαντο, καὶ χειμάῤῥους αἱμάτων  ῥεῦσαι ἐποίησαν, καὶ πυρὶ καὶ σιδήρῳ σώματα νέων  ἀνάλωσαν,  ἄνδρας τοσούτους καὶ τοιούτους πληγαῖς, αἰκισμοῖς, μυρίαις τιμωρίαις περιέβαλον, πάντα ἐκίνησαν, ἵνα δυνηθῶσιν ἀναγκάσαι σε καὶ βιάσασθαι τῷ φόβῳ εἰπεῖν τἀναντία ὧν ᾔδεις. Καὶ καθάπερ ἀετὸς ὑψηλὰ πετόμενος, οὕτω διαῤῥήξασα αὐτῶν τὰ δίκτυα, πρὸς τὸ σοὶ πρέπον τῆς ἐλευθερίας ἀνέβης ὕψος, οὐ παραλογισθεῖσα παρ' αὐτῶν, ἀλλὰ καὶ συκοφάντας  αὐτοὺς  ἀποφήνασα  ἐπὶ  τῷ  ἐγκλήματι  τούτῳ  τοῦ ἐμπρησμοῦ, ἐφ' ᾧ μάλιστα  ἐδόκουν  μέγα  φρονεῖν  οἱ ἄθλιοι  καὶ  ταλαίπωροι.  Ἐννοοῦσα τοίνυν  τὰ παρελθόντα ἅπαντα, πόσα κύματα, καὶ χειμῶνά σοι οὐκ εἰργάσαντο, πόση ζάλη, καὶ κλυδώνιον οὐκ ἐποίησεν· ἀλλ' ἐν μέσῃ μαινομένῃ θαλάττῃ μετὰ γαλήνης ἔπλευσας· προσδόκα ταχέως καὶ τὸν λιμένα μετὰ πολλῶν  τῶν στεφάνων. Ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν βούλει μανθάνειν,  ζῶμεν, ὑγιαίνομεν, πάσης ἀπηλλάγμεθα  ἀῤῥωστίας. Εἰ δὲ καὶ ἠῤῥωστοῦμεν, ἱκανὸν ἡμῖν φάρμακον εἰς ὑγείαν τῆς σῆς εὐλαβείας ἡ ἀγάπη, ἡ γνησία, καὶ θερμὴ, καὶ στεῤῥὰ, καὶ ἀπερίτρεπτος. Ἐπεὶ οὖν οὐ τὴν τυχοῦσαν ἡμῖν εὐφροσύνην  φέρει τὸ συνεχῶς μανθάνειν  τὰ περὶ τῆς ῥώσεώς σου, καὶ τῆς ἀσφαλείας ἁπάσης, παρακαλοῦμεν, ὃ καὶ χωρὶς παρακλήσεως εἴωθας ποιεῖν, συνεχέστερον ἐπιστέλλειν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, καὶ τῶν προσηκόντων  σοι· οἶσθα γὰρ ὅπως καὶ σὲ καὶ τὸν εὐλογημένον  σου οἶκον πάντα μεριμνῶμεν. 

 Εʹ. Παιανίῳ.

Χαλεπὰ τὰ γεγενημένα· ἀλλ' οὐχ ὑπὲρ τῶν παθόντων καὶ στάντων γενναίως, ἀλλ' ὑπὲρ τῶν ποιησάντων θρηνεῖν ἀναγκαῖον. Καθάπερ γὰρ τὰ δυσθάνατα τῶν θηρίων πολλῷ τῷ θυμῷ ταῖς ἀκμαῖς τῶν δοράτων ἐμπίπτοντα, πρὸς τὰ βαθύτερα τῶν σπλάγχνων ὠθοῦσι τὰ ξίφη· οὕτω δὴ καὶ οἱ τὰς παρανομίας ταύτας τολμῶντες, τὸ χαλεπὸν τῆς γεέννης πῦρ κατὰ τῆς ἑαυτῶν συνάγουσι κεφαλῆς. Εἰ δὲ ἐγκαλλωπίζονται  οἷς ποιοῦσι, καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ, καὶ πλειόνων ἄξιοι δακρύων, ὅτι καὶ ταύτῃ χαλεπωτέρας  ἑαυτοῖς τὰς εὐθύνας κατασκευάζουσι. Τούτους οὖν δεῖ θρηνεῖν διηνεκῶς, τοῖς δὲ πικρῶς οὕτω σφαττομένοις ὑπ' αὐτῶν συνήδεσθαι τῶν βραβείων, τῶν στεφάνων τῶν ἐν τοῖς οὐρανοῖς ἀποκειμένων,  καὶ ταύτην  μεγίστην  ποιεῖσθαι  καὶ σαφεστάτην  ἀπόδειξιν  τῆς  καιρίας  τοῦ διαβόλου πληγῆς.  Εἰ γὰρ  μὴ  καιρίαν  αὐτὴν  ἐδέξατο,  οὐκ  ἂν  τοσοῦτον  ἔπνευσε  διὰ  τῶν πειθομένων αὐτῷ. Ταῦτ' οὖν ἅπαντα ἐννοῶν, δέσποτά μου θαυμασιώτατε, μεγίστην δέχου   παράκλησιν,   καὶ   γράφε   συνεχῶς   ἡμῖν   τὰ   περὶ   τῆς   ὑγείας   τῆς   σῆς. Ἐπιθυμοῦμεν γὰρ ἰδεῖν  καὶ περιπτύξασθαι τὴν φίλην  ἡμῖν κεφαλήν·  ἀλλ' ἐπειδὴ τοῦτο  νῦν   οὐκ  ἔνι,  παρακαλῶ   σου  τὴν   εὐγένειαν.   αὐτόν   τε  ἡμῖν   συνεχῶς ἐπιστέλλειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς, καὶ τοῖς σφόδρα ἡμᾶς ἀγαπῶσι πολλὴν εἰς τοῦτο παρασκευάζειν τὴν εὐκολίαν.   ʹ. Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ. Τὰ κύματα, ταῖς πέτραις προσρηγνύμενα, ἐκείνας μὲν οὐδὲ μικρὸν διασαλεῦσαι δύναται, ἑαυτὰ δὲ μειζόνως τῷ ῥαγδαίῳ τῆς ῥύμης διαλύοντα ἀφανίζει. Τοῦτο καὶ ἐφ' ὑμῶν ἔστιν ἰδεῖν νῦν, καὶ τῶν ἐπιβουλευόντων  ὑμῖν εἰκῆ καὶ μάτην. Ὑμῖν μὲν γὰρ καὶ ἡ παρὰ  τῷ  Θεῷ παῤῥησία καὶ  ἡ  παρ'  ἀνθρώποις  δόξα  πλείων  ἐντεῦθεν  γίνεται, ἐκείνοις δὲ κρῖμα, καὶ αἰσχύνη, καὶ ὄνειδος. Ἐπεὶ καὶ τοιοῦτον ἡ ἀρετὴ, καὶ τοιοῦτον ἡ  κακία·  ἡ  μὲν   καὶ  πολεμουμένη   μειζόνως   ἀνθεῖ,   αὐτὴ  δὲ  καὶ  πολεμοῦσα ἀσθενεστέρα γίνεται,  καὶ  ταύτῃ  μάλιστα  καταλύεται.  Μεγίστην  τοίνυν  ἔχουσαι παράκλησιν   τῶν    γινομένων    τὴν   ὑπόθεσιν,   χαίρετε   καὶ   εὐφραίνεσθε,   καὶ κραταιοῦσθε. Ἴστε γὰρ ἐφ' οἷς ἀπεδύσασθε ἐπάθλοις  εἰς τὸν τῆς ἀνδρείας ταύτης ἀγῶνα, καὶ ποῖα ὑμᾶς καρτερούσας καὶ εὐχαρίστως φερούσας τὰ συμπίπτοντα ἀναμένει ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Καὶ τὰ μὲν λυπηρὰ τοιαῦτα παροδεύεται, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ· τὰ δὲ ἐντεῦθεν ἔπαθλα ἀθάνατα μένει. Καὶ πρὸ τῶν ἐπάθλων δὲ ἐκείνων, οὐ μικρὰν καὶ ἐντεῦθεν καρποῦσθε ἡδονὴν, τῇ ἐλπίδι τοῦ χρηστοῦ συνειδότος, καὶ προσδοκίᾳ στεφάνων  ἐκείνων  τρεφόμεναι. Ταῦτα οἶδ' ὅτι καὶ πρὸ τῶν  ἡμετέρων  οἶσθα  γραμμάτων·  ἀλλ'  ἵνα  μακρὰν  ποιήσωμεν  τὴν  ἐπιστολὴν, ἐξέτεινα τὴν παράκλησιν. Εὖ γε γὰρ οἶδ' ὅτι σφόδρα ἡμῶν τῶν γραμμάτων ἐρᾷς, καὶ μεθ' ὑπερβολῆς σφόδρα· καὶ τοῦτο οἶμαι αἴτιον εἶναι τοῦ συνεχῶς ἡμῖν ἐγκαλεῖν, ὅτι μὴ πολλάκις ἐπεστάλκαμεν. Οὐ γὰρ δυνάμεθά σου κορέσαι τὴν ἐπιθυμίαν, κἂν καθ' ἑκάστην πέμπωμεν γράμματα, διὰ τὸ σφόδρα ἡμῶν ἐκκρέμασθαι τῶν ἐπιστολῶν. Ὁ Θεός σοι τὸν μισθὸν δῷ καὶ τὴν ἀμοιβὴν τῆς τοσαύτης περὶ ἡμᾶς ἀγάπης, καὶ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι  αἰῶνι.  Ἡμεῖς μέντοι οὐ διαλιμπάνομεν  διὰ τῶν ἐμπιπτόντων  συνεχῶς ἐπιστέλλοντες· ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες, καὶ τῇ σῇ ψυχῇ συνεχῶς διὰ τῶν γραμμάτων προσαγορεύοντες. Καὶ γὰρ τὴν ἀγάπην, ἣν ἐνέθηκας ἡμῖν ἐξ ἀρχῆς, ταύτην διηνεκῶς ἀκμάζουσαν διατηροῦμεν· κἂν πλείονα τούτου πάλιν ἀπολειφθῶμεν ὑμῖν χρόνον, οὐδὲ ἐντεῦθεν αὐτὴ ἀμαυροτέρα γίνεται. Ἐν γὰρ διανοίᾳ πανταχοῦ περιφέρομεν ὑμᾶς, ἐκπληττόμενοι τὸ ἀπερίτρεπτον  ὑμῶν  τῆς  γνώμης  καὶ  τὴν  πολλὴν  ἀνδρείαν.  Γράφε δὴ  καὶ  αὐτὴ συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζομένη καὶ τοῦ οἴκου σου παντὸς, ἵνα πολλὴν καὶ ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.


 Ζʹ. Ὑπατίῳ πρεσβυτέρῳ.

Οἶδας καὶ αὐτὸς, κύριέ μου τιμιώτατε,  ὅσον ὑμῖν  φέρει  μισθὸν τὰ διὰ τὸν  Θεὸν παθήματα,   ἡλίκα   βραβεῖα,  οἵους   στεφάνους·   μηδὲν   οὖν   σε  θορυβείτω   τῶν γινομένων,  ἐπείπερ τοὺς ποιοῦντας κακῶς θρηνεῖν δεῖ. Ἐκεῖνοι γάρ εἰσιν οἱ μυρίαν κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύοντες κόλασιν. Αὐτὸς τοίνυν, καθώς σοι πρέπον ἐστὶ, τῇ προσηκούσῃ κεχρημένος ἀνδρείᾳ, ἀράχνης εὐτελέστερον διάσπα τὰ ἐκείνων μηχανήματα  καὶ τὰς ἐπιβουλὰς, καὶ γράφε συνεχῶς ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος. Πολλὴν γὰρ δεξόμεθα παράκλησιν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, τοιαῦτα παρὰ τῆς τιμιότητός σου δεχόμενοι γράμματα.

Ηʹ. Χαλκιδίᾳ

Οὐχ ὡς ἔτυχεν ἠλγήσαμεν, μαθόντες ἐν τοσαύτῃ σε ἀῤῥωστίᾳ εἶναι. Οἶσθα γὰρ ὅπως ἀντεχόμεθά σου τῆς ὑγιείας, κυρία μου κοσμιωτάτη καὶ εὐλαβεστάτη. Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν. Οὐδὲ γὰρ τὴν τυχοῦσαν καρπούμεθα εὐφροσύνην, καὶ ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, ὅταν ὑμῶν τῶν ἀγαπώντων  ἡμᾶς γνησίως περὶ τῆς ὑγείας καὶ εὐθυμίας μανθάνωμεν. Εἰδυῖα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοιαύτην πέμπουσα ἐπιστολὴν, μὴ μελλήσῃς, μηδὲ ὑπερθῇ, ἀλλ' εὐθέως τοῦτο ποιῆσαι παρακλήθητι, ἵν' ὥσπερ νῦν ὑπὸ τῆς ἀθυμίας συνέχεας ἡμᾶς τὴν ἀῤῥωστίαν εἰποῦσα, οὕτως τὴν ὑγείαν ἀπαγγείλασα   τὴν   σὴν,  πολλῆς   ἡμᾶς  ἐμπλησθῆναι   ποιήσῃς  τῆς   ἡδονῆς.

Θʹ. Ἀσυγκριτίᾳ.

 Ἐμοὶ μὲν περισπούδαστον τὸ συνεχῶς ὑμῖν ἐπιστέλλειν· τῆς γὰρ διαθέσεως  ὑμῶν,  καὶ  τῆς  αἰδοῦς,  καὶ  τῆς  τιμῆς,  ἣν  ἀεὶ  περὶ  ἡμᾶς  ἐπεδείξασθε, ὅπουπερ ἂν ἀφικώμεθα, ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ἔχομεν ὑμῶν διηνεκῶς τὴν μνήμην ἀκμάζουσαν πανταχοῦ  περιφέροντες. Εἰ δὲ μὴ ὁσάκις ἐβουλόμεθα ἐπεστάλκαμεν, ἀλλὰ σπανιάκις, τοῦτο οὐ τῆς ῥᾳθυμίας τῆς ἡμετέρας, ἀλλὰ τῆς τῶν πραγμάτων  ἀνάγκης,  καὶ τοῦ τὴν  ὁδὸν ἄβατον  ὁδοιπόροις εἶναι  νῦν.  Ταῦτ'  οὖν  εἰδυῖα,  κυρία  μου  κοσμιωτάτη   καὶ  εὐγενεστάτη,   καὶ  γραφόντων   ἡμῶν,   καὶ σιγώντων, ὁμοίως διάκεισο περὶ τῆς διαθέσεως, ἣν ἀεὶ περὶ ὑμᾶς ἐπεδειξάμεθα

Ρʹ. Μαρκιανῷ καὶ Μαρκελλίνῳ.

 Τοῦτο καὶ ἡμῖν τῆς μακρᾶς σιγῆς αἴτιον γίνεται, ὃ καὶ τῇ εὐγενείᾳ τῇ ὑμετέρᾳ· ἀλλὰ σιγῆς οὐ τῆς κατὰ τὴν γνώμην,  ἀλλὰ τῆς κατὰ τὴν γλῶτταν. Ὡς τῇ διανοίᾳ καὶ ἐπιστέλλομεν, καὶ προσφθεγγόμεθα συνεχῶς, μᾶλλον δὲ διηνεκῶς,  τὴν  εὐγενεστάτην  καὶ  ἐμμελεστάτην  ὑμῶν  ψυχὴν,  καὶ  ἐγκολάψαντες ὑμᾶς τῷ συνειδότι, πανταχοῦ περιφέρομεν· τοιοῦτον γὰρ τὸ φιλεῖν  γνησίως. Ταῦτ' οὖν εἰδότες, κύριοί μου ποθεινότατοι καὶ τιμιώτατοι, ἐπιστέλλετε μὲν, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας δηλοῦντες. Θαῤῥεῖτε δὲ, ὅτι καὶ σιγώντων  ὑμῶν τὴν  αὐτὴν  περὶ τῆς  ἀγάπης  ὑμῶν  ψῆφον  οἴσομεν, ἣν  καὶ  γραφόντων,  ἀπὸ τῆς γνώμης  ταῦτα  ψηφιζόμενοι  τῆς  ὑμετέρας.

ΡΑʹ.  Σευήρῳ πρεσβυτέρῳ.

Ἡμεῖς  μὲν καίτοι  χωρίον  ἐρημότατον  οἰκοῦντες,  καὶ ἐπεστάλκαμεν  πολλάκις  πρὸς τὴν  σὴν ἐμμέλειαν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους οὐ παυόμεθα συνεχῶς ἐρωτῶντες περὶ τῆς ὑγείας τῆς σῆς. Αὐτὸς δὲ οὐκ οἶδα, ἀνθ' ὅτου μανικὸς ἡμῶν οὕτως ἐραστὴς ὢν, καὶ πολλὴν εὐκολίαν ἔχων τῶν ἐνταῦθα διακομιζόντων  τὰ γράμματα, σιγᾷς οὕτω μακρὰν σιγήν. Ἀλλ' ἡμεῖς τὸ θερμόν σου καὶ γνήσιον, τὸ εἰλικρινὲς τῆς διαθέσεως, ὃ περὶ ἡμᾶς ἀεὶ ἐπεδείξω, ἐννοοῦντες, καὶ ἐν τῇ σιγῇ τῇ μακρᾷ μεγίστην καρπούμεθα παράκλησιν. Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων,  καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης  τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν.  Ποίει δὴ τοῦτο νῦν  γοῦν,  δέσποτά μου  τιμιώτατε·  οἶσθα  γὰρ  ἡλίκα  ἡμῖν  χαριῇ.  Ὡς  ἡμεῖς  καὶ γράφοντες, καὶ μὴ γράφοντες, οὐ παυόμεθα μεμνημένοι, καὶ τὴν ἀγάπην, ἣν ἀεὶ περὶ  τὴν σὴν ἐπεδειξάμεθα εὐλάβειαν, διατηροῦντες, ὅπουπερ ἂν ὦμεν. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα τοῦτο ποιοῦντες.

ΡΒʹ. Θεοδότῳ ἀναγνώστῃ.

Τί φής; Πλείονά σοι τῶν προσδοκηθέντων τὰ κύματα ἐναπέστη νῦν, καὶ διὰ τοῦτο ἀλγεῖς;
∆ιὰ τοῦτο μὲν οὖν αὐτὸ χαίρειν χρὴ καὶ σκιρτᾷν. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος οὕτως ἐποίει, νῦν μὲν λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· νῦν δὲ, ὅτι Χαίρω ἐν τοῖς  παθήμασί μου. Ὅσῳ γὰρ ἂν μείζων  καὶ τραχύτερος ὁ χειμὼν γένηται, τοσούτῳ πλείων ἡ ἐμπορία, λαμπρότεροι τῆς ὑπομονῆς οἱ στέφανοι, πολλὰ τὰ βραβεῖα. Ἐπεὶ καὶ αὐτὸς σοῦ μὲν ἕνεκεν θαῤῥῶ· οἶδα γάρ σου τὸ ἀπερίτρεπτον, καὶ ἀκλινὲς, καὶ στεῤῥόν· τῶν δὲ ἐπιβουλευόντων  ἕνεκεν ἀλγῶ καὶ δακρύω, ὅτι οὓς χρὴ ἐν τάξει εἶναι τῶν θεραπευόντων, τὰ τῶν ἐχθρῶν ἐπιδείκνυνται. Ἕν με λυπεῖ μόνον, τὸ τῆς  τῶν  ὀφθαλμῶν  σου ἀσθενείας, ὧν  καὶ σφόδρα ἀξιῶ  πολύν  σε ποιεῖσθαι λόγον,  ἰατροῖς τε διαλεγόμενον,  καὶ τὰ παρὰ σαυτοῦ συνεισφέροντα. Ὡς τῶν  γε θλίψεων τῶν ἐπαγομένων σοι ὅπερ καὶ ἔμπροσθεν εἶπον, αὐτόν τε χαίρειν ἀξιῶ, καὶ ἐγὼ δέ σοι συνήδομαι. Οἶδα γὰρ ὅσος ἐκ τούτου τίκτεταί σοι τῆς ὑπομονῆς ὁ καρπός. Μηδὲν  οὖν  σε θορυβείτω,  μηδὲ  ταραττέτω  τῶν  παρεμπιπτόντων.   Ἓν  γάρ  ἐστι χαλεπὸν  ἁμαρτία μόνον. Ὡς τά γε ἄλλα πάντα ἀγρυπνοῦντί  σοι καὶ νήφοντι  καὶ κερδῶν ὑπόθεσις ἔσται μεγίστη, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, τὰ ἐν τοῖς οὐρανοῖς, μετὰ πολλῆς οἴσει σοι τῆς δαψιλείας. Τοιαύτην τοίνυν καθ' ἑκάστην ἡμέραν πραγματευόμενος πραγματείαν, χαῖρε καὶ εὐφραίνου, καὶ συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατόκνει. Ἡμεῖς μὲν γάρ σε βουλόμεθα καὶ μεθ' ἡμῶν εἶναι· ἀλλ' ἐπειδὴ οὐχ ἡ τοῦ χειμῶνος ὥρα μόνον, ἀλλὰ καὶ ἡ τοῦ θέρους ὁμοίως ἐστὶν ἐπαχθὴς, ἐδείσαμεν εἰς ἀέρων σε δυσκρασίαν ἐμβαλεῖν, μάλιστα διὰ τὸ τῶν ὀφθαλμῶν  πάθος. Ἔργον τοίνυν ποιησάμενος τὸ πολλὴν τούτοις προσάγειν τὴν ἐπιμέλειαν, καὶ περὶ τούτων, ἡνίκα ἂν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, δήλου, εἴγε κἂν μικρὸν ἄμεινόν σοι διατεθείειν, ἵνα καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, πολλὴν  καὶ ἐντεῦθεν  καρπωσώμεθα τὴν εὐφροσύνην.

ΡΓʹ. Ἀμπρούκλῃ διακόνῳ καὶ ταῖς σὺν αὐτῇ.

 Μακρῷ μὲν διῴκισμαι τῷ  μήκει  τῆς  ὁδοῦ τῆς  ὑμετέρας  τιμιότητος,  τὰς  δὲ ἀνδραγαθίας  ὑμῶν  καὶ τὰς ἀριστείας  τῶν  παρόντων  οὐκ  ἔλαττον  ἔμαθον,  καὶ  σφόδρα συνήσθην  ὑμῖν  τῆς ἀνδρείας, τῆς ὑπομονῆς, τῆς ἀπεριτρέπτου γνώμης,  καὶ στεῤῥᾶς καὶ ἀδαμαντίνης διανοίας,  τῆς  ἐλευθεροστομίας,  τῆς  παῤῥησίας. ∆ιὰ  ταῦτα  μακαρίζων  ὑμᾶς  οὐ παύομαι ὑπέρ τε τῶν παρόντων, ὑπέρ τε τῶν μελλόντων  ὑμᾶς ὑποδέξασθαι ἀγαθῶν ἐν τῷ μέλλοντι αἰῶνι, τῶν ἀποῤῥήτων ἐκείνων, καὶ πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων. Σφόδρα δὲ ἡμᾶς ἐλύπησας ἐκ τοσούτου καθημένους  διαστήματος, οὐδὲ ἐπιστεῖλαι καταδεξαμένη. Καὶ οἶδα μὲν ὅτι οὐκ ἐκ ῥᾳθυμίας τοῦτο γέγονεν· ἐπίσταμαι γὰρ καὶ γραφούσης ἡμῖν, καὶ σιγώσης, τὴν θερμὴν καὶ γνησίαν ἀγάπην, τὴν εἰλικρινῆ  καὶ ἄδολον, τὴν ἰσχυρὰν καὶ στεῤῥάν· ἀλλὰ διὰ τὸ μηδένα εἶναι τὸν ὑπογράφοντα. Πλὴν ἀλλὰ καὶ οὕτως ἐχρῆν τῇ ἐγχωρίῳ σου γλώττῃ ἡμῖν ἐπιστεῖλαι, καὶ τῇ χειρὶ τῇ σῇ. Σφόδρα γὰρ ἀντεχόμεθα, καθάπερ καὶ αὐτὴ οἶσθα, τοῦ συνεχῶς ἐπιστολὰς δέχεσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς, ὥστε καθ' ἑκάστην ἡμέραν μανθάνειν ἡμᾶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς· καὶ οὐ μικρὰν τῆς τοσαύτης ἐρημίας καὶ τῶν ἐνταῦθα περιστάσεων παράκλησιν ταύτην ἔχομεν. Εἰδυῖα τοίνυν, δέσποινά μου τιμιωτάτη καὶ εὐλαβεστάτη, ὅσην ἐπιθυμίαν ἔχομεν τούτου, μὴ διαλίπῃς τὴν καλὴν ταύτην ἡμῖν χαριζομένη χάριν. Καὶ γὰρ πολλοὶ πολλαχόθεν ἐκεῖθεν ἦλθον. Ἀλλ' οὐκ ἐγκαλῶ   ἐκείνων   ἕνεκεν,   διὰ  τί  μὴ  γράμματα  ἡμῖν   ἐκόμισαν  παρὰ  τῆς  σῆς κοσμιότητος· εἰκὸς γὰρ αὐτοὺς ἀγνοεῖσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς. Νῦν μέντοι ὅτε  ἐξῆν  μετ'  εὐκολίας  πάσης  ἐπιστεῖλαι,  καὶ  μάλιστα  τοιούτων   γεγενημένων αὐτόθι, σφόδρα ἐπεθύμουν δέξασθαι γράμματα. Ἀνάκτησαι τοίνυν τὸ ἐν τῷ παρελθόντι χρόνῳ ῥᾳθυμηθὲν, καὶ πυκνότητι, καὶ νιφάδι ἐπιστολῶν τὸ μῆκος τῆς ἔμπροσθεν ἡμῖν παραμύθησαι σιγῆς.

Πενταδίᾳ διακόνῳ.

Τῶν μὲν στεφάνων σε μακαρίζω, οὓς ἀνεδήσω καὶ νῦν, διὰ τῆς ἀνδρείας πάντα ἑλομένη παθεῖν ὑπὲρ τῆς ἀληθείας.  ∆ιὰ  τοῦτο  καὶ  τὸν  Θεὸν ὑπερασπίζοντά  σου ἔχεις  μετὰ  πολλῆς  τῆς σφοδρότητος. Ἕως γὰρ θανάτου, φησὶν, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ ὁ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ὅπερ καὶ γέγονε. Μέχρι γὰρ τοσούτου δραμοῦσα τὸν καλὸν τοῦτον ἀγῶνα, πολλὰ ἄνωθεν ἐπεσπάσω τὰ βραβεῖα· τούτου μὲν οὖν ἕνεκεν χαίρω. Ἐπειδὴ δὲ ἔγνων,  ὅτι  βουλεύῃ  περὶ  ἀποδημίας,  καὶ  μεταστῆναι  ἐκεῖθεν  βούλει, παρακαλῶ σου τὴν τιμιότητα μηδὲν τοιοῦτον ἐννοῆσαι μηδὲ βουλεύσασθαι. Πρῶτον μὲν δι' αὐτὸ τοῦτο, ὅτι δὴ στήριγμα τῆς πόλεως εἶ τῆς αὐτόθι, καὶ λιμὴν εὐρὺς, καὶ βακτηρία,  καὶ  τεῖχος  ἀσφαλὲς  τοῖς  καταπονουμένοις.  Μηδὲ τοσαύτην  ἀπὸ  τῶν χειρῶν  ἐμπορίαν  ῥίψῃς,  μηδὲ  τοσοῦτον  πρόῃ  κέρδος,  τοσούτους  καθ'  ἑκάστην ἡμέραν συνάγουσα θησαυροὺς ἀπὸ τῆς παρουσίας τῆς αὐτόθι. Οἵ τε γὰρ ὁρῶντες, οἵ τε ἀκούοντές σου τὰ κατορθώματα, οὐ μικρὰ κερδαίνουσιν. Οἶσθα δὲ ἡλίκον τοῦτο φέρει  σοι τὸν  μισθόν. Πρῶτον μὲν, ὅπερ ἔφην,  διὰ τοῦτο παρακαλοῦμεν  αὐτόθι μένειν· καὶ γὰρ πεῖραν οὐ μικρὰν δέδωκας τῆς ὠφελείας, ἣν παρέσχες διὰ τῆς αὐτόθι παραμονῆς. Ἔπειτα δὲ οὐδὲ ἡ τοῦ ἔτους ὥρα ἐπιτρέπει τοῦτο. Οἶσθα γάρ σου τοῦ σώματος τὴν ἀσθένειαν, καὶ πῶς οὐ ῥᾴδιόν σοι κινεῖσθαι ἐν κρυμῷ τοσούτῳ καὶ χειμῶνι.  Πρὸς τούτοις, ὡς ἀκούομεν, καὶ τὰ Ἰσαυρικὰ ἀνθεῖ. Πάντα τοίνυν  ταῦτα λογισαμένη ὡς συνετὴ, μηδαμοῦ τέως κινεῖσθαι καταδέχου, καὶ περὶ τούτου γράψαι ἡμῖν διὰ ταχέων παρακλήθητι, καὶ περὶ τῆς ὑγείας συνεχῶς δήλου τῆς σῆς. Ἐπεὶ καὶ νῦν  ἠλγήσαμεν, μὴ δεξάμενοι γράμματά σου τῆς τιμιότητος, καὶ ἐν φροντίδι καθεστήκαμεν, μήποτε  ἀῤῥωστία τοῦτο  διεκώλυσεν.  Ἵν' οὖν  καὶ ταύτην  ἀνέλῃς ἡμῶν τὴν φροντίδα, ταχέως ἡμῖν πέμψον ἐπιστολὴν ταῦτα δηλοῦσαν.

ΡΕʹ. Χαλκιδίᾳ.

 Ὁ Θεός σοι τὸν μισθὸν δῴη καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι  αἰῶνι τῆς περὶ ἡμᾶς αἰδοῦς, καὶ τιμῆς, καὶ γνησίας ἀγάπης. Οὐδὲ γὰρ νῦν μόνον, ἀλλὰ καὶ ἄνωθεν, καὶ ἐξ ἀρχῆς  οἶδα  σαφῶς,  ὅπως  περὶ  ἡμᾶς  διατεθῆναι  ἐσπούδακας.  ∆ιὰ  τοῦτο  καὶ  ἐκ τοσούτου καθήμενος διαστήματος, καὶ πολλῷ τῆς ὁδοῦ εἰργόμενος τῷ μέσῳ, καὶ ἐν πολλαῖς  ὢν ἐνταῦθα θλίψεσι, διά τε τὴν ἐρημίαν τοῦ χωρίου τούτου, διά τε τοὺς
συνεχεῖς κινδύνους, καὶ τὰς ἐπαλλήλους  τῶν λῃστῶν ἐφόδους, διά τε τὴν ἰατρῶν σπάνιν, οὐδενὶ τούτων κωλύομαι μεμνῆσθαί σου διηνεκῶς τῆς ἐμμελείας· ἀλλὰ τὴν ἀγάπην, ἣν ἐξ ἀρχῆς καὶ περὶ σὲ καὶ περὶ τὸν οἶκόν σου ἔσχηκα, ταύτην ἀκμάζουσαν διατηρῶ  καὶ  νῦν,  οὐδὲν  οὐδὲ  ἀπὸ τοῦ  χρόνου,  οὐδὲ  ἀπὸ  τοῦ  μήκους  τῆς  ὁδοῦ μαραίνεσθαι αὐτὴν ἀφείς. Τοιοῦτον γάρ ἐστι τὸ ἀγαπᾷν γνησίως. Καί σε παρακαλῶ κατὰ τὴν σύνεσίν σου καὶ τὴν εὐλάβειαν, φέρειν τὰ συμπίπτοντα ἅπαντα γενναίως. Οἶσθα γὰρ ὅτι  ἐκ πρώτης  ἡλικίας  μέχρι  τοῦ νῦν  διὰ ποικίλων  καὶ παντοδαπῶν σχεδὸν ὥδευσας πειρασμῶν, καὶ δύνασαι μετ' εὐκολίας τὸν τῆς ὑπομονῆς  ἆθλον ἀγωνίζεσθαι, ὥσπερ οὖν καὶ ἠγωνίσω πολλάκις, καὶ λαμπροὺς ὑπὲρ τούτων σεαυτῇ προαπέθου  τοὺς  στεφάνους.  Εἰ δὲ μείζων  οὗτος  τῶν  παρελθόντων,  ἀλλὰ  καὶ  ὁ στέφανος πλείων. Μηδὲν οὖν σε ταραττέτω τῶν ἐπαγομένων  δεινῶν· ἀλλ' ὅσῳπερ ἂν αὔξηται τὰ κύματα, καὶ μεῖζον γένηται τὸ κλυδώνιον, τοσούτῳ μείζονα ἀνάμενε τὴν ἐμπορίαν, καὶ πολλῷ πλείονα τὰ ἔπαθλα τῶν ἱδρώτων, καὶ μείζονα, καὶ λαμπρότερα. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὁδὸς γὰρ τὰ παρόντα, καὶ τὰ χρηστὰ, καὶ τὰ λυπηρὰ τοῦ βίου  τούτου,  καὶ  ἑκάτερα  ὁμοίως  παροδεύεται,  καὶ  οὐδὲν  αὐτῶν  πάγιον,  οὐδὲ βεβηκὸς, ἀλλὰ μιμεῖται τὴν φύσιν, ὁμοῦ τε φαινόμενα, καὶ παρατρέχοντα. Καθάπερ οὖν  ὁδῖται  καὶ  ὁδοιπόροι  ἄν  τε  διὰ  λειμώνων  ὁδεύωσιν,  ἄν  τε  διὰ  φαράγγων, οὐδεμίαν οὐδὲ ἐντεῦθεν καρποῦνται τὴν ἡδονὴν, οὐδὲ ἐκεῖθεν ὑπομένουσι λύπην· ὁδῖται γάρ εἰσιν, οὐχὶ πολῖται, ἑκάτερα παρατρέχοντες, καὶ πρὸς τὴν πατρίδα τὴν ἑαυτῶν ἐπειγόμενοι· οὕτω παρακαλῶ καὶ ὑμᾶς μήτε πρὸς τὰ φαιδρὰ τοῦ παρόντος κεχηνέναι  βίου, μήτε ὑπὸ τῶν λυπηρῶν  καταβαπτίζεσθαι, ἀλλ' ἓν μόνον σκοπεῖν, ὅπως  εἰς  τὴν  κοινὴν  ἁπάντων   ἡμῶν  πατρίδα  μετὰ  πολλῆς  παραγένησθε  τῆς παῤῥησίας. Ἐπειδήπερ τοῦτό ἐστι τὸ μένον καὶ πεπηγὸς καὶ ἀθάνατον ἀγαθὸν, τὰ δὲ ἄλλα  πάντα,  ἄνθος  χόρτου  καὶ  καπνὸς,  καὶ  εἴ  τι  τούτων   εὐτελέστερον.

Ρς  ʹ. Ἀσυγκριτίᾳ καὶ ταῖς σὺν αὐτῇ.

Οἶδα τὴν  ἀγάπην  ὑμῶν  καὶ τὴν  διάθεσιν ἣν περὶ  ἡμᾶς ἔχειν  ἐσπουδάκατε. Καὶ συνεχῶς ἐβουλόμην ἐπιστέλλειν· ἀλλ'  ὁ τῶν Ἰσαύρων φόβος, πᾶσαν ἀποτειχίσας  ὁδὸν, οὐκ ἀφίησιν  εὐπορεῖν τῶν  πρὸς τοῦτο διακονησομένων ἡμῖν. Ἡνίκα γοῦν ἂν ἐπιτύχωμεν τούτων, τὴν ὀφειλομένην ἀποδιδόαμεν ὑμῖν πρόσρησιν, τὰ συνήθη παρακαλοῦντες ὑμᾶς, μηδὲν θορυβεῖσθαι μηδὲ ταράττεσθαι  ὑπὸ τῶν  συνεχῶν  τούτων  καὶ ἐπαλλήλων  πειρασμῶν. Εἰ γὰρ ἔμποροι καὶ ναῦται φορτίων  ὀλίγων  ἕνεκεν οὕτω μακρὰ διαβαίνουσι πελάγη, καὶ τοσούτων κατατολμῶσι κυμάτων· καὶ στρατιῶται δὲ καὶ αὐτῆς καταφρονοῦσι τῆς ζωῆς  ὑπὲρ  ἐπικήρου  καὶ  βραχέος  μισθοῦ,  καὶ  ζῶντες  μὲν  καὶ  λιμῷ  μάχονται πολλάκις, καὶ ὁδοιπορίαις μακραῖς κατατείνονται,  καὶ διηνεκῶς ἐπὶ τῆς ἀλλοτρίας διάγουσιν, ὕστερον δὲ καὶ ἄωρον καὶ βίαιον πολλοὶ τούτων  ὑπομένουσι θάνατον, οὐδὲν  ἐντεῦθεν   οὐ  μικρὸν,  οὐ  μέγα  καρπωσάμενοι·  ὅταν  οὐράνιος  ὁ  ἆθλος προκέηται, καὶ μετὰ τὴν  τελευτὴν  μείζων  ἡ ἀντίδοσις  καὶ πολλῷ  πλείων,  ποίας τεύξονται συγγνώμης οἱ καταμαλακιζόμενοι, καὶ μὴ καὶ αὐτῆς καταφρονοῦντες τῆς ζωῆς; Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη  φύλλων  ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων  τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν. Ἔξεστι γὰρ, ἐὰν θέλῃς, καὶ τὴν βιωτικὴν καταπατῆσαι φαντασίαν. Ἓν σκόπει μόνον, ὅπως μετὰ πολλῆς τῆς σπουδῆς τὴν τεθλιμμένην ὁδὸν διανύσαι δυνηθῇς, τὴν πρὸς αὐτὸν ἀνάγουσαν.

ΡΖʹ. Κάστῳ, Οὐαλερίῳ,  ∆ιοφάντῳ,  καὶ  Κυριακῷ,  πρεσβυτέροις.

 Ὃ συμβαίνει τῷ χρυσίῳ βασανιζομένῳ πολλάκις  ὑπὸ πυρὸς, τοῦτο καὶ ταῖς χρυσαῖς εἴωθε προσγίνεσθαι ψυχαῖς ὑπὸ τῶν πειρασμῶν. Ἐκείνην τε γὰρ τὴν ὕλην λαμπροτέραν  πολλῷ  καὶ καθαρωτέραν  ἡ τῆς φλογὸς  ἀποφαίνει  φύσις, ὁμιλοῦσα αὐτῇ χρόνον τοσοῦτον, ὅσον ἂν ὁ τῆς τέχνης ἐπιτρέπει νόμος· τούς τε τῷ χρυσίῳ κατὰ διάνοιαν ἐοικότας ἀνθρώπους, χρυσίου παντὸς φαιδροτέρους καὶ πολυτελεστέρους   μετὰ  πολλῆς   τῆς  περιουσίας  ἡ  τῶν   ἐπαλλήλων   πειρασμῶν ἐργάζεται κάμινος. ∆ιὰ δὴ τοῦτο, καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐ παυόμεθα διηνεκῶς μακαρίζοντες ὑμᾶς. Ἴστε γὰρ, ἴστε σαφῶς, ὅσον τῶν τοιούτων ἐπιβουλῶν  τὸ κέρδος, καὶ πῶς ἡ τοῦ παρόντος εὐημερία βίου ὄνομα μόνον  ἐστὶ ψιλὸν,  πράγματος  ἔρημον,  τὰ  δὲ  μέλλοντα  ἀγαθὰ,  πεπηγότα,  ἀκίνητα  μόνιμα, ἀθάνατα. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαῦμα τῆς ἀρετῆς, ὅτι τοιαῦτα ἡμῖν τὰ ἔπαθλα παρέχεται, ἀλλ' ὅτι καὶ πρὸ τῶν ἐπάθλων οἱ ἀγῶνες αὐτῆς ἔπαθλα γίνονται, καὶ οὐ μόνον τοῦ θεάτρου λυθέντος  τὰ βραβεῖα τοῖς νενικηκόσιν  ἔρχεται φέρουσα, ἀλλὰ καὶ  ἐν  αὐτῷ   μέσῳ  τῷ  σκάμματι  λαμπροὺς  τοῖς  ἀγωνιζομένοις   πλέκει   τοὺς στεφάνους. ∆ιὰ τοῦτο καὶ Παῦλος οὐκ ἐπὶ ταῖς ἀντιδόσεσι τῶν θλίψεων  χαίρει καὶ εὐφραίνεται μόνον, ἀλλὰ καὶ ἐπ' αὐταῖς ταῖς θλίψεσι καλλωπίζεται, οὕτω λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Εἶτα ἀπαριθμούμενος τὸν ὁρμαθὸν τῶν βραβείων τῆς θλίψεως, φησὶν, ὅτι ὑπομονὴν αὕτη τίκτει, τὴν μητέρα τῶν ἀγαθῶν, τὸν ἀκύμαντον λιμένα, τὴν ἐν γαλήνῃ ζωὴν, τὴν πέτρας ἰσχυροτέραν, καὶ ἀδάμαντος στεῤῥοτέραν, τὴν ὅπλου παντὸς δυνατωτέραν,  καὶ τειχῶν ἀσφαλεστέραν. Αὕτη δὲ κατορθωθεῖσα  δοκίμους καὶ γενναίους  ποιεῖ  τοὺς αὐτῆς τροφίμους, καὶ μεθ' ὑπερβολῆς ἀχειρώτους. Οὐδενὶ γὰρ ἀφίησι τῶν προσπιπτόντων αὐτοῖς θορυβεῖσθαι λυπηρῶν, οὐδὲ ὑποσκελίζεσθαι· ἀλλ' ὥσπερ ἡ πέτρα ὅσῳπερ ἂν ὑπὸ πλειόνων παίηται κυμάτων, αὕτη μὲν ἐκκαθαίρεται μειζόνως, οὐδὲ μικρὸν κινουμένη, τῶν δὲ προσρηγνυμένων αὐτῇ τὸν ὄγκον ὑδάτων διαφθείρει ῥᾳδίως, οὐ τῷ  παίειν,  ἀλλὰ  τῷ  παίεσθαι  ἀφανίζουσα· οὕτω  δὴ καὶ ὁ δόκιμος  ἐξ ὑπομονῆς γενόμενος, πάσης ἀνώτερος ἕστηκεν ἐπιβουλῆς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἰσχυρότερος γίνεται, οὐ τῷ ποιεῖν κακῶς, ἀλλὰ τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας διαλύων ῥᾳδίως. Ταῦτα οὐχ ὡς δεομένοις παρ' ἡμῶν μανθάνειν ἐπέσταλκα· οἶδα γὰρ ὑμῶν τὴν σύνεσιν, ἣν καὶ διὰ τῶν ἔργων αὐτῶν  ἐπεδείξασθε· ἃ γὰρ διὰ ῥημάτων ἐφιλοσοφήσαμεν νῦν ἡμεῖς, ταῦτα ὑμεῖς δι' ὧν ἐπάθετε ἀνεκηρύξατε. Οὐ τοίνυν ὡς δεομένοις μανθάνειν  παρ' ἡμῶν  ταῦτα ἐπέσταλκα, ἀλλ' ἐπειδὴ μακρὸν ἐσιγήσατε χρόνον, μᾶλλον δὲ κοινῇ μακρὰν ἐσιγήσαμεν σιγὴν, ἐβουλήθην καὶ τὴν ἐπιστολὴν γενέσθαι μακράν. Ἀθληταῖς δὲ ὑπομονῆς οὕτω γενναίοις  ἐπιστέλλοντα,  περὶ τίνος ἑτέρου διαλέγεσθαι  ἐχρῆν, ἢ περὶ τούτων,  δι' ὧν  οὕτως ἀνεφάνητε  λαμπροὶ καὶ εὐδόκιμοι; Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται τῆς ἀθλήσεως ὁ καρπὸς, ἀλλὰ πρόεισι περαιτέρω  βρύων.  Ἡ γὰρ δοκιμὴ, φησὶν,  ἐλπίδα  τίκτει·  ἐλπίδα  πάντως  ἐπὶ  τῶν πραγμάτων   ἐκβησομένην,   οὐ  κατὰ   τὴν   ἀνθρωπίνην   ταύτην,   ἣ  κατατείνασα πολλάκις   τοῖς  πόνοις  τοὺς  πρὸς  αὐτὴν  κεχηνότας,  οὐκ  ἴσχυσε  τοὺς  καρποὺς ἀποδοῦναι  τῶν  πόνων  αὐτοῖς, ἀλλὰ  μετὰ τῆς ζημίας, καὶ αἰσχύνῃ καὶ κινδύνοις αὐτοὺς  περιέβαλεν.  Ἀλλ'  οὐκ  αὐτὴ  τοιαύτη,  ἐπειδὴ  οὐδὲ  ἀνθρωπίνη.  Ὅπερ ἑνὶ ῥήματι δηλῶν  ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ δὴ μόνον οὐ ζημιοῖ  τὸν  τὰ  τοιαῦτα  ἀγωνιζόμενον,  οὐδὲ οὐ μόνον  οὐ καταισχύνει,  ἀλλὰ  καὶ πολλῷ πλείονα καὶ πλοῦτον καὶ δόξαν αὐτῷ τῶν πόνων καὶ τῶν ἱδρώτων ἔρχεται φέρουσα. Τοιαύτη γὰρ ἡ χαριζομένη  χεὶρ τούτων  τῶν  πόνων  τὰς ἀμοιβάς. Τάχα ὑπερέβημεν τὸ μέτρον τῆς ἐπιστολῆς, ἀλλ' οὐ παρ' ὑμῖν τοῖς οὕτω σφοδροῖς ἡμῶν ἐρασταῖς. Οὐ γὰρ ἐπιστολιμαίων  γραμμάτων νόμῳ, ἀλλὰ θεσμῷ φιλίας τὰ τοιαῦτα κρίνοντες, εὖ οἶδ' ὅτι καὶ βραχεῖαν εἶναι ταύτην ἡγήσεσθε τὴν ἐπιστολήν. Ἀλλ' ὅμως εἰ καὶ βραχεῖα ὑμῖν εἶναι δοκεῖ, οὐ παύσομαι καὶ ταύτης ἀπαιτῶν ὑμᾶς τοὺς μισθοὺς, οὐ τὸ φιλεῖσθαι παρ' ὑμῶν· οὐ γὰρ δεῖσθε εἰς τοῦτο τοῦ ἀπαιτήσοντος, οἴκοθεν αὐτὸ μετὰ  πολλῆς   ἀεὶ  τῆς   δαψιλείας   καὶ  κατατιθέντες   καὶ  ὀφείλοντες·   οὐδὲ  τὸ ἀντιγράψαι   ἡμῖν·  οἶδα  γὰρ  ὅτι   οὐδὲ  εἰς  τοῦτο   ἑτέρου  τινὸς   ὑμῖν   δεῖ  τοῦ ἀναμνήσοντος  ὑμᾶς· ἀλλὰ τίς ὁ μισθός; Τὸ δῆλον ἡμῖν ποιῆσαι, ὅτι σκιρτᾶτε, ὅτι χαίρετε  καὶ   εὐφραίνεσθε,  καὶ  ὅτι  οὐδὲν  ὑπὸ  τῶν   ἐπενεχθέντων   ὑμῖν πεπόνθατε δεινῶν, ἀλλὰ πλείονος ἡδονῆς ὑμῖν ὑπόθεσις αἱ ἐπιβουλαὶ γίνονται. Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα. Ἐννοοῦντες τοίνυν ἡλίκα ἡμῖν χαριεῖσθε, καὶ ἐπιστεῖλαι, καὶ ταῦτα ἡμῖν ἐπιστεῖλαι παρακλήθητε,   ἵνα   ἡμᾶς,  καὶ   ἐκ  τοσούτου  καθημένους   διαστήματος,   πολλῆς ἐμπλήσητε τῆς εὐφροσύνης.

ΡΗʹ. Οὐρβικίῳ  ἐπισκόπῳ.

 Εἰ καὶ πολὺν ἔχω χρόνον μὴ συγγενόμενός σου τῇ εὐλαβείᾳ, ἀλλ' οὐδὲν ἐντεῦθεν  ῥᾳθυμότερος περὶ τὸ φιλεῖν γέγονα. Τοιαύτη γὰρ τῆς γνησίας ἀγάπης ἡ φύσις· οὐ χρόνῳ μακρῷ μαραίνεται, οὐ δυσκολίᾳ πραγμάτων  ἀμαυροῦται,  ἀλλὰ  μένει  διηνεκῶς  ἀκμάζουσα. ∆ιὸ δὴ  καὶ ἡμεῖς,  καὶ  ἐν  πολλαῖς   περιστάσεσι  γενόμενοι,   καὶ  νῦν   εἰς  τὴν  ἐσχάτην  τῆς οἰκουμένης ἐρημίαν ἀπενεχθέντες, καὶ φόβῳ συζῶντες διηνεκεῖ τῷ τῶν λῃστῶν, καὶ πολιορκίᾳ καινῇ καθ' ἑκάστην γὰρ ἡμέραν ἡ Κουκουσὸς πολιορκεῖται, τὰς ὁδοὺς τῶν λῃστῶν ἀποτειχισάντων, οὐδενὶ τούτων γεγόναμεν ῥᾳθυμότεροι περὶ τὴν σὴν εὐλάβειαν, ἀλλὰ καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην  ἀποδιδόαμεν πρόσρησιν, καί σε παρακαλοῦμεν, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν. Οὕτω γὰρ καὶ ἡδονὴν πολλὴν καρπωσόμεθα, παρ' ὑμῶν τῶν οὕτω γνησίως ἀγαπώντων  ἡμᾶς δεχόμενοι γράμματα, καὶ διὰ τούτων  τὴν παρουσίαν φανταζόμενοι  τὴν ὑμετέραν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |