ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας

Τρίτη 25 Οκτωβρίου 2016

Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας




Ιωάννης Χρυσόστομος
Είς τούς Ανδριάντας
Τόμος 49

Εἰς τοὺς ἄρχοντας τοὺς παρὰ τοῦ βασιλέως Θεοδοσίου ἀποσταλέντας, Ἐλλέβιχον στρατηλάτην καὶ Καισάριον μάγιστρον, εἰς τὴν τῶν πεπλημμεληκότων ἐξέτασιν διὰ τὴν τῶν ἀνδριάντων καταστροφήν. Ὁμιλία ιζʹ.


αʹ. Εἰς καιρὸν ὑπεψήλαμεν ἅπαντες κοινῇ τήμερον· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ  Ἰσραὴλ, ὁ ποιῶν  θαυμάσια μόνος.  Καὶ γὰρ θαυμαστὰ καὶ  παράδοξα γέγονε πράγματα· πόλιν  ὁλόκληρον  καὶ δῆμον  τοσοῦτον καταποντίζεσθαι  μέλλοντα  καὶ ὑποβρύχιον  γίνεσθαι  καὶ  ἀπόλλυσθαι  τέλεον  ἀθρόον,  ἐν  μιᾷ  καιροῦ  ῥοπῇ  τῆς ναυαγίας  ἁπάσης ἀπήλλαξεν.  Εὐχαριστήσωμεν τοίνυν, μὴ μόνον, ὅτι τὸν χειμῶνα ἔλυσεν, ἀλλ' ὅτι καὶ γενέσθαι αὐτὸν συνεχώρησε· μὴ μόνον ὅτι τῆς ναυαγίας ἡμᾶς ἀπήλλαξεν,  ἀλλ'  ὅτι καὶ πρὸς τοσαύτην ἀγωνίαν  καταπεσεῖν ἀφῆκε, καὶ τὸν περὶ τῶν ἐσχάτων ἡμῖν ἐπικρεμασθῆναι κίνδυνον. Οὕτω καὶ Παῦλος ἐκέλευσεν ἐν παντὶ εὐχαριστεῖν. Ὅταν δὲ εἴπῃ, Ἐν παντὶ εὐχαριστεῖτε, τοῦτο λέγει, μὴ μόνον ἐν τῇ λύσει τῶν δεινῶν, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν δεινῶν· Τοῖς γὰρ ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Εὐχαριστήσωμεν αὐτῷ διὰ τὴν λύσιν τῶν πειρασμῶν, καὶ μὴ ἐπιλαθώμεθα  τούτων  ποτέ·  εὐχαῖς  προσέχωμεν,  ἱκετηρίαις  συνεχέσιν,  εὐλαβείᾳ πολλῇ.


Ὅτε παρὰ τὴν ἀρχὴν ἡ χαλεπὴ τῶν κακῶν τούτων ἀνήφθη πυρὰ, ἔλεγον, ὅτι οὐκ ἔστι καιρὸς διδασκαλίας, ἀλλὰ καιρὸς εὐχῶν· τοῦτο δὴ καὶ νῦν, ἐπειδὴ ἐσβέσθη, λέγω, ὅτι νῦν μάλιστα καιρὸς εὐχῶν ἢ πρότερον, νῦν μάλιστα καιρὸς δακρύων καὶ κατανύξεως  καὶ ψυχῆς πεπονημένης  καὶ πολλῆς  σπουδῆς καὶ πολλῆς  ἀσφαλείας. Τότε  μὲν  γὰρ  αὐτὴ  τῶν  θλίψεων   ἡ  φύσις  καὶ  ἄκοντας  ἡμᾶς  συνέστελλε  καὶ σωφρονεῖν παρεσκεύαζε, καὶ πρὸς πλείονα ἤγαγεν εὐλάβειαν· νυνὶ δὲ ἀφαιρεθέντος τοῦ χαλινοῦ, καὶ τοῦ νέφους παρελθόντος, δέος, μὴ πρὸς ῥᾳθυμίαν ἀποκλίνωμεν, μὴ χαυνότεροι  γενώμεθα  πάλιν  ὑπὸ τῆς  ἀνέσεως, μὴ καὶ περὶ ἡμῶν  εἴπῃ  τις· Ὅτε ἀπέκτεινεν  αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον, καὶ ὤρθριζον πρὸς τὸν Θεόν. ∆ιὰ  τοῦτο  καὶ  Μωϋσῆς Ἰουδαίοις  παρῄνει  λέγων·  Φαγὼν  καὶ  πιὼν  καὶ ἐμπλησθεὶς μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. . Νῦν ὑμῶν  ἡ εὐγνωμοσύνη φανεῖται, ἂν ἐπὶ τῆς εὐλαβείας μένητε τῆς αὐτῆς· τότε μὲν γὰρ πολλοὶ τῷ φόβῳ καὶ τῇ τῶν δεινῶν ἐπαγωγῇ τὴν σπουδὴν ὑμῶν ἐλογίζοντο· νῦν δὲ καθαρὸν ὑμῶν ἔσται τὸ κατόρθωμα, ἂν μείνητε τὴν αὐτὴν διατηροῦντες σπουδήν. Ἐπεὶ καὶ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ  φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται  πάντες· ὅταν δὲ ἀποθέμενος τὴν ἐκεῖθεν ἀνάγκην, ἐπὶ τῆς αὐτῆς μένῃ σεμνότητος, τότε καὶ τὴν ἐπὶ τῆς προτέρας ἡλικίας σωφροσύνην αὐτῷ πάντες λογίζονται. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν· ἐπὶ τῆς αὐτῆς μένωμεν εὐλαβείας, ἵνα καὶ τῆς προτέρας σπουδῆς πολὺν τὸν ἔπαινον παρὰ τοῦ Θεοῦ καρπωσώμεθα. Μυρία προσεδοκήσαμεν δεινὰ, τὰς οὐσίας διαρπαγήσεσθαι πάντων, τὰ οἰκήματα ἐμπρησθήσεσθαι μετὰ τῶν  οἰκούντων,  τὴν  πόλιν  ἐκ μέσης ἀναρπασθήσεσθαι τῆς οἰκουμένης, καὶ τὰ λείψανα  αὐτῆς ἀπολεῖσθαι ἅπαντα, ἄροτρον αὐτῆς τὸ ἔδαφος δέξεσθαι· ἀλλ' ἰδοὺ ταῦτα πάντα ἐπὶ τῆς προσδοκίας ἔστη μόνον καὶ εἰς ἔργον οὐκ ἐξῆλθε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι τοσοῦτον κίνδυνον  ἔλυσεν ὁ Θεὸς, ἀλλ' ὅτι καὶ μεγάλα ἡμᾶς εὐηργέτησε, καὶ τὴν πόλιν ἡμῶν ἐκόσμησε, καὶ διὰ τοῦ πειρασμοῦ τούτου καὶ τῆς συμφορᾶς δοκιμωτέρους εἰργάσατο· καὶ πῶς, ἐγὼ λέγω. Ὅτε οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τὴν τῶν γεγενημένων  ἐξέτασιν, τὸ φοβερὸν  ἐκεῖνο  συνεκρότησαν δικαστήριον, καὶ πάντας  ἐπὶ τὰς εὐθύνας  τῶν τετολμημένων  ἐκάλουν, καὶ θανάτων  διαφόρων  προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρῶν κατοικοῦντες  μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν.Ἔτεσι γὰρ τοσούτοις ἐν ταῖς αὐτῶν καλύβαις συγκεκλεισμένοι, οὐδενὸς παρακαλέσαντος,  οὐδενὸς  συμβουλεύσαντος,  ἐπειδὴ  τοσοῦτον  νέφος  εἶδον  τὴν πόλιν  περιιστάμενον, καταλιπόντες  αὐτῶν  τὰς σκηνὰς καὶ τὰ σπήλαια, πάντοθεν συν  έῤῥευσαν, καθάπερ ἐξ οὐρανοῦ τινες ἄγγελοι παραγενόμενοι· καὶ ἦν ἰδεῖν τὴν πόλιν  ἐοικυῖαν οὐρανῷ τότε, πανταχοῦ  τῶν  ἁγίων  ἐκείνων  φαινομένων,  καὶ ἀπὸ  τῆς  ὄψεως   μόνον   παρακαλούντων   τοὺς  ὀδυνωμένους,   καὶ  πρὸς  πᾶσαν ὑπεροψίαν συμφορᾶς ἀγόντων. Τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν κατεγέλασε θανάτου; οὐκ ἂν  ὑπερεῖδε  ζωῆς; Οὐ τοῦτο  δὲ μόνον  ἦν  τὸ θαυμαστὸν, ἀλλ' ὅτι  καὶ τοῖς ἄρχουσιν αὐτοῖς προσελθόντες μετὰ παῤῥησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων, καὶ τὸ αἷμα παρεσκευάσαντο πάντες ἐκχεῖν, καὶ τὰς κεφαλὰς ἀποθέσθαι, ὥστε τοὺς ἁλόντας  τῶν  προσδοκωμένων  ἐξαρπάσαι δεινῶν,  καὶ οὐκ ἔφησαν  ἀποστήσεσθαι πρότερον, ἕως ἂν ἢ φείσωνται  τοῦ δήμου τῆς πόλεως οἱ δικάζοντες, ἢ κοινῇ μετὰ τῶν ὑπευθύνων αὐτοὺς πρὸς βασιλέα πέμψωσι. Θεοφιλὴς γάρ ἐστι, φησὶν, ὁ κρατῶν τῆς καθ' ἡμᾶς οἰκουμένης, πιστὸς, ἐν εὐσεβείᾳ ζῶν· ἡμεῖς οὖν αὐτὸν καταλλάξομεν πάντως· οὐκ ἐπιτρέψομεν ὑμῖν οὐδὲ συγχωρήσομεν αἱμάξαι ξίφος, οὐδὲ ἀποτεμεῖν κεφαλήν. Εἰ δὲ μὴ ἀνάσχοισθε, καὶ ἡμεῖς μετ' αὐτῶν ἀποθανούμεθα πάντως. ∆εινὰ μὲν τὰ τετολμημένα καὶ ἡμεῖς ὁμολογοῦμεν, ἀλλ' οὐχ ὑπερβαίνει τὴν τοῦ βασιλέως φιλανθρωπίαν  ἡ τῶν  γεγενημένων  παρανομία. Λέγεταί τις  ἐξ αὐτῶν  καὶ ἕτερον ῥῆμα γέμον φιλοσοφίας εἰπεῖν, ὅτι οἱ μὲν ἀνδριάντες οἱ κατενεχθέντες  ἀνέστησαν πάλιν,  καὶ  τὸ  οἰκεῖον  ἀπέλαβον  σχῆμα,  καὶ  τὸ  γεγενημένον   διόρθωσιν  ἔσχε ταχίστην·  ὑμεῖς  δὲ ἂν  τοῦ  Θεοῦ τὴν  εἰκόνα  ἀποκτείνητε,  πῶς  δυνήσεσθε πάλιν ἀνακαλέσασθαι τὸ πεπλημμελημένον;  πῶς ἀναστῆσαι τοὺς ἀπολλυμένους,  καὶ τὰς ψυχὰς τοῖς σώμασιν ἀποδοῦναι; Πολλὰ καὶ περὶ κρίσεως αὐτοῖς διελέχθησαν.

 βʹ. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν φιλοσοφίαν  τῶν ἀνδρῶν; Εἰ γὰρ μία τῶν  ὑπευθύνων   μήτηρ  γυμνώσασα  τὴν  κεφαλὴν  καὶ  τὰς  πολιὰς  δείξασα, τοῦ μέλλοντος δικάζειν κατασχοῦσα τὸν ἵππον ἀπὸ τοῦ χαλινοῦ, καὶ παρατρέχουσα διὰ τῆς ἀγορᾶς οὕτως εἰς τὸ δικαστήριον συνεισῆλθε, πάντες ἐξεπλάγημεν, πάντες ἐθαυμάσαμεν τὴν φιλοστοργίαν, τὴν μεγαλοψυχίαν· πῶς οὐχὶ μᾶλλον τούτους ἐκπλήττεσθαι χρή; Ἐκείνη μὲν γὰρ εἰ καὶ ἀπέθανεν ὑπὲρ τοῦ παιδὸς, οὐδὲν θαυμαστόν· μεγάλη γὰρ ἡ τῆς φύσεως τυραννὶς, καὶ ἄμαχος ἡ τῶν ὠδίνων ἀνάγκη· οὗτοι  δὲ  οὓς  οὐκ  ἐγέννησαν  οὐδὲ  ἔθρεψαν,  μᾶλλον  δὲ  οὓς  οὐκ  εἶδον,  ὧν  οὐκ ἤκουσαν, οἷς οὐδέποτε συνεγένοντο, οὓς ἀπὸ τῆς συμφορᾶς ἐγνώρισαν μόνης, οὕτως ἐφίλησαν ὡς, εἰ καὶ μυρίας εἶχον ψυχὰς, ἑλέσθαι πάσας ὑπὲρ τῆς τούτων ἐπιδοῦναι σωτηρίας. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐκ ἐσφάγησαν οὐδὲ ἐξέχεαν τὸ αἷμα, ἀλλ' ὅτι τοσαύτῃ πρὸς τοὺς δικάζοντας ἐχρήσαντο παῤῥησίᾳ, ὅσῃ μόνους τοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν ψυχῆς χρήσασθαι εἰκὸς ἦν, καὶ μετὰ τοιαύτης γνώμης ἀπὸ τῶν  ὀρῶν  ἐπὶ τὸ δικαστήριον ἔδραμον. Οὐδὲ γὰρ, εἰ μὴ πρότερον ἑαυτοὺς  πρὸς πᾶσαν παρεσκεύασαν σφαγὴν, οὐκ ἂν οὕτως ἴσχυσαν πρὸς τοὺς δικάζοντας ἐλευθεροστομῆσαι τότε καὶ τοσαύτην ἐπιδείξασθαι με γαλοψυχίαν.  Καὶ γὰρ διημέρευον πρὸ τῶν θυρῶν τοῦ δικαστηρίου καθήμενοι, τοὺς ἀπάγεσθαι μέλλοντας ἐξαρπάσαι τῶν δημίων παρεσκευασμένοι. Ποῦ νῦν εἰσιν οἱ τοὺς τρίβωνας ἀναβεβλημένοι, καὶ βαθὺ γένειον δεικνύντες, καὶ ῥόπαλα τῇ δεξιᾷ φέροντες, οἱ τῶν ἔξωθεν φιλόσοφοι, τὰ κυνικὰ καθάρματα, οἱ τῶν ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακείμενοι, καὶ γαστρὸς  ἕνεκεν πάντα ποιοῦντες; Πάντες κατέλιπον τότε τὴν πόλιν, πάντες ἀπεπήδησαν, εἰς τὰ σπήλαια κατεκρύβησαν, μόνοι δὲ οἱ διὰ τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἐπιδεικνύμενοι, καθάπερ οὐδενὸς δεινοῦ τὴν πόλιν κατειληφότος,  οὕτως  ἀδεῶς  ἐπὶ  τῆς  ἀγορᾶς  ἐφάνησαν.  Καὶ οἱ  μὲν  τὰς  πόλεις οἰκοῦντες πρὸς τὰ ὄρη καὶ τὰς ἐρημίας ἀπέπτησαν, οἱ δὲ τῆς ἐρήμου πολῖται εἰς τὴν πόλιν εἰσήλασαν, δεικνύντες διὰ τῶν ἔργων αὐτῶν, ὅπερ ἐν ταῖς ἔμπροσθεν ἡμέραις οὐ  διέλιπον   λέγων,  ὅτι  τὸν  μετὰ  τῆς  ἀρετῆς  ζῶντα  οὐδὲ  κάμινός  τι  βλάψαι δυνήσεται. Τοσοῦτόν ἐστι φιλοσοφία ψυχῆς πάντων  ὑψηλοτέρα γινομένη, καὶ τῶν χρηστῶν  καὶ τῶν  λυπηρῶν  ἁπάντων·  οὔτε γὰρ ἐν ἐκείνοις  χαυνοῦται,  οὔτε ὑπὸ τούτων  καταστέλλεται  καὶ ταπεινοῦται,  ἀλλὰ μένει διὰ πάντων  ἴση, τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν  ἐπιδεικνυμένη.  Τίνα γὰρ οὐκ ἤλεγξεν  ἡ τοῦ παρόντος καιροῦ δυσκολία; Οἱ τὰ  πρῶτα  πολιτευσάμενοι  παρ'  ἡμῖν,  οἱ  ἐν  δυναστείαις  ὄντες,  οἱ πλοῦτον ἄφατον περιβεβλημένοι, οἱ πολλὴν πρὸς βασιλέα παῤῥησίαν ἔχοντες, τὰς οἰκίας ἀφέντες ἐρήμους ἅπαντες, ὑπὲρ τῆς ἑαυτῶν ἐβουλεύοντο σωτηρίας, καὶ φιλία πᾶσα καὶ συγγένεια  τότε  ἠλέγχετο,  καὶ οὓς πάλαι  ᾔδεσαν, κατὰ τὸν  καιρὸν  τῆς συμφορᾶς τούτους ἀγνοεῖν ἐβούλοντο, καὶ ἀγνοεῖσθαι παρ' ἐκείνων ηὔχοντο· οἱ δὲ μοναχοὶ,  ἄνθρωποι  πένητες,  ἱματίου  πλέον  οὐδὲν  ἔχοντες  εὐτελοῦς,  ἐν ἀγροικίᾳ βεβιωκότες,  οὐδένες  εἶναι  δοκοῦντες  ἔμπροσθεν,  ὄρεσι καὶ  νάπαις  ὁμιλοῦντες, καθάπερ τινὲς λέοντες, μετὰ μεγάλου καὶ ὑψηλοῦ φρονήματος, πάντων δεδοικότων καὶ κατεπτηχότων,  εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν, οὐκ ἐν πολλαῖς ἡμέραις, ἀλλ'  ἐν   βραχείᾳ  καιροῦ  ῥοπῇ.  Καὶ  καθάπερ  οἱ  γενναῖοι   τῶν   ἀριστέων   οὐ συμπλακέντες  τοῖς ἐναντίοις,  ἀλλὰ καὶ φανέντες  ἐπὶ τῆς παρατάξεως μόνον, καὶ βοήσαντες τρέπονται τοὺς ἀντιπάλους· οὕτω δὴ καὶ οὗτοι ἐν ἡμέρᾳ μιᾷ καὶ κατέβησαν,  καὶ  διελέχθησαν,  καὶ  τὴν  συμφορὰν  ἔλυσαν,  καὶ  πρὸς  τὰ  οἰκεῖα ἀνέβησαν καταγώγια.  Τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χριστοῦ τοῖς ἀνθρώποις εἰσενεχθεῖσα φιλοσοφία. Καὶ τί λέγω περὶ τῶν πλουτούντων  καὶ τῶν ἐν δυναστείαις ὄντων; ὅπου καὶ αὐτοὶ οἱ δικάζειν λαβόντες ἐξουσίαν, οἱ τὰς ἀνωτάτω  διέποντες ἀρχὰς, παρ' αὐτῶν τούτων παρακαλούμενοι τῶν μοναχῶν μετὰ συγγνώμης ποιήσασθαι τὴν ψῆφον, οὐκ ἔφησαν εἶναι κύριοι τοῦ τέλους· σφαλερὸν γὰρ εἶναι καὶ ἐπικίνδυνον οὐχ ὑβρίζειν μόνον εἰς τὸν βασιλέα, ἀλλὰ καὶ τοὺς ὑβρικότας λαβόντας τιμωρίας   ἀφεῖναι   χωρίς.   Ἀλλ'   οὗτοι   πάντων   ἐγένοντο   κυριώτεροι,   καὶ   τῇ μεγαλοψυχίᾳ καὶ τῇ καρτερίᾳ προσεδρεύοντες ἐδυσώπησαν, ἣν οὐκ ἔλαβον παρὰ τοῦ βασιλέως ἐξουσίαν, ταύτην ἐπιδείξασθαι· καὶ ἴσχυσαν, τῶν ὑπευθύνων  γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν  ψῆφον, ἀλλ' εἰς τὴν  βασιλέως γνώμην  ἀναβαλέσθαι τὸ τέλος, καὶ ὑπέσχοντο  πείσειν ἐκεῖνον πάντως δοῦναι συγγνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο. Ἀλλ'   οἱ   δικάζοντες   αἰδεσθέντες   αὐτῶν   τὴν   φιλοσοφίαν,    καὶ   τὸ   ὑψηλὸν καταπλαγέντες  φρόνημα,  οὐ συνεχώρησαν  στείλασθαι ταύτην  τὴν  μακρὰν ὁδὸν, ἀλλ' εἰ φωνὰς αὐτῶν λάβοιεν μόνον ἐν τοῖς γράμμασιν, ἀπελεύσεσθαι καὶ βασιλέα δυσωπήσειν ἀφεῖναι τὴν ὀργὴν ἅπασαν, ὃ δὴ καὶ προσδοκῶμεν ἔσεσθαι. Καὶ γὰρ τῆς δίκης λεγομένης, εἰσελθόντες πολλῆς ἐφθέγξαντο φιλοσοφίας ῥήματα, καὶ διὰ τῶν γραμμάτων παρεκά  λεσαν τὸν βασιλέα, καὶ τῆς κρίσεως ἀνέμνησαν, καὶ τὰς ἑαυτῶν ἔφασαν ὑποθήσειν κεφαλὰς, εἰ μὴ τοῦτο γένοιτο. Καὶ ταύτας οἱ δικάζοντες διὰ γραμμάτων λαβόντες τὰς φωνὰς, ἀπῆλθον, ὃ παντὸς στεφάνου λαμπρότερον τὴν ἡμετέραν κοσμήσει πόλιν. Καὶ νῦν τὰ ἐνταῦθα γεγενημένα ἀκούσεται μὲν βασιλεὺς, ἀκούσεται δὲ καὶ ἡ μεγάλη πόλις, ἀκούσεται δὲ πᾶσα ἡ οἰκουμένη, ὅτι τοιοῦτοι τὴν Ἀντιοχέων  πόλιν  οἰκοῦσι μοναχοὶ,  ὡς ἀποστολικὴν  ἐπιδείξασθαι  παῤῥησίαν· καὶ τῶν γραμμάτων νῦν ἀναγιγνωσκομένων ἐν τῷ στρατοπέδῳ, πάντες αὐτῶν θαυμάσονται  τὴν  μεγαλοψυχίαν,   πάντες  τὴν  πόλιν  ἡμῶν  μακαριοῦσι, καὶ  τὴν πονηρὰν  ἀποκρουσόμεθα δόξαν· καὶ εἴσονται  πάντες,  ὡς τὰ γεγενημένα  οὐ τῶν ἐνοικούντων  τὴν πόλιν ἦν, ἀλλ' ἀνθρώπων ξένων καὶ διεφθαρμένων, καὶ ὅτι ἱκανὴ τοῦ  τῆς  πόλεως  ἤθους  ἀπόδειξις  ἡ  τῶν  μοναχῶν   ἔσται  μαρτυρία.  Μὴ τοίνυν ἀλύωμεν, ἀγαπητοὶ, ἀλλὰ χρηστὰς προσδοκῶμεν ἐλπίδας. Εἰ γὰρ ἡ πρὸς ἀνθρώπους παῤῥησία τοσοῦτον ἴσχυσε κωλῦσαι δεινὸν, ἡ πρὸς τὸν Θεὸν αὐτῶν παῤῥησία τί οὐκ ἐργάσεται; Ταῦτα καὶ πρὸς Ἕλληνας λέγωμεν, ὅταν τολμῶσιν ὑπὲρ φιλοσόφων ἡμῖν διαλέγεσθαι. Ἀπὸ τῶν νῦν εὔδηλον, ὅτι καὶ τὰ πρότερα ἦν ψευδῆ τὰ παρ' ἐκείνοις· ἀπὸ τούτων δῆλον, ὅτι καὶ τὰ πρότερα ἦν ἀληθῆ τὰ παρ' ἡμῖν, τὰ περὶ Ἰωάννου καὶ Παύλου καὶ Πέτρου καὶ τῶν ἄλλων  ἁπάντων.  Ἐπειδὴ γὰρ τὴν ἐκείνων  εὐσέβειαν διεδέξαντο, διὰ τοῦτο καὶ τὴν  αὐτῶν  παῤῥησίαν ἐπεδείξαντο· ἐπειδὴ τοῖς αὐτοῖς νόμοις  ἐτράφησαν,  διὰ  τοῦτο  καὶ  τὴν  αὐτῶν  ἀρετὴν  ἐζήλωσαν. Ὥστε οὐ χρεία γραμμάτων ἡμῖν ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποστολικὴν ἀρετὴν, τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ τῶν μαθητῶν τοὺς διδασκάλους ἐνδεικνύντων·  οὐ χρεία λόγων ἡμῖν, ὥστε τὸν τῶν Ἑλλήνων δεῖξαι λῆρον καὶ τὴν τῶν παρ' αὐτοῖς φιλοσόφων μικροψυχίαν,  τῶν  πραγμάτων  αὐτῶν  βοώντων  τῶν  νῦν  καὶ τῶν  προτέρων,  ὡς ἅπαντα τὰ παρ'  αὐτοῖς μῦθος καὶ σκηνὴ καὶ ὑπόκρισις. Οὐχ οἱ μοναχοὶ δὲ μόνον ἀλλὰ  καὶ  οἱ  ἱερεῖς  τὴν  αὐτὴν  ἐπεδείξαντο  μεγαλοψυχίαν,   καὶ  τὴν  ἡμετέραν διενείμαντο σωτηρίαν. Καὶ ὁ μὲν εἰς τὸ στρατόπεδον ἀπῆρε, πάντα δεύτερα θέμενος τῆς ὑμετέρας ἀγάπης, καὶ αὐτὸς ἕτοιμος ὢν, εἰ μὴ πείσειε τὸν βασιλέα, ἀποθανεῖν· οὗτοι δὲ ἐνταῦθα μείναντες, καὶ τὰ αὐτὰ τοῖς μοναχοῖς ἐπιδειξάμενοι, ταῖς οἰκείαις χερσὶ τοὺς δικάζοντας κατέχοντες οὐκ ἐπέτρεπον εἰσελθεῖν, πρὶν ἢ περὶ τοῦ τέλους ὑποσχέσθαι τῆς δίκης· καὶ ἡνίκα μὲν ἑώρων ἀνανεύοντας,  πολλῇ τῇ παῤῥησίᾳ καὶ αὐτοὶ  πάλιν   ἐκέχρηντο·  ἐπειδὴ  δὲ  εἶδον  ἐπινεύσαντας,  ποδῶν   ἁψάμενοι   καὶ γονάτων, καὶ χεῖρας καταφιλήσαντες, ἑκατέραν τὴν ἀρετὴν μεθ' ὑπερβολῆς ἐπεδείξαντο, τήν τε ἐλευθερίαν, τήν τε ἐπιείκειαν. Ὅτι μὲν γὰρ οὐκ ἦν θρασύτητος ἡ παῤῥησία, τῷ καταφιλῆσαι γόνατα καὶ ποδῶν ἅψασθαι μάλιστα ἔδειξαν· πάλιν ὅτι ταῦτα  κολακεία  οὐκ  ἦν,  οὐδὲ  δουλοπρέπειά  τις,  οὐδὲ  ἐξ  ἀνελευθέρου  γνώμης ἐγίνετο, τὰ φθάσαντα ἐμαρτύρησεν αὐτῶν τὴν παῤῥησίαν. Οὐ ταῦτα δὲ μόνον ἀπὸ τοῦ  πειρασμοῦ τὰ καλὰ  ἐκαρπωσάμεθα, ἀλλὰ  καὶ πολλὴν  σωφροσύνην,  πολλὴν ἐπιείκειαν· καὶ μοναστήριον ἡμῖν ἡ πόλις ἐξαίφνης ἐγένετο. Οὐκ ἄν τις αὐτὴν οὕτως ἐκόσμησεν, εἰ χρυσοῦς ἀνδριάντας ἀνέστησεν ἐπὶ τῆς ἀγορᾶς, ὡς νῦν ἐστι λαμπρὰ καὶ περιφανὴς  τοὺς καλοὺς τῆς ἀρετῆς ἀνδριάντας  παρασχομένη, καὶ τὸν οἰκεῖον ἐπιδείξασα πλοῦτον.  μὲν οὖν φορτικὰ, ἀλλὰ καὶ αὐτὰ πολὺ τὸ κέρδος ἤνεγκε. Τί γὰρ ἐπαχθὲς, εἰπέ μοι, τῶν  γενομένων;  ὅτι τὴν ὀρχήστραν ἀνέφραξεν, ὅτι τὸν ἰππόδρομον ἄβατον ἐποίησεν, ὅτι τὰς τῆς πονηρίας πηγὰς ἀπέκλεισε καὶ κατέχωσε; Μηδὲ  ἀνοιχθῆναι   μὲν  οὖν  εἴη  ταῦτά  ποτε.  Ἐντεῦθεν  αἱ  ῥίζαι  τῆς  πονηρίας ἐβλάστησαν τῇ πόλει, ἐντεῦθεν οἱ τὸ ἦθος αὐτῆς διαβάλλοντές εἰσιν, οἱ τὰς αὐτῶν φωνὰς  τοῖς ὀρχουμένοις  πωλοῦντες,  καὶ τριῶν  ὀβολῶν  τὴν ἑαυτῶν  προπίνοντες ἐκείνοις  σωτηρίαν,  οἱ  πάντα  ἄνω  καὶ  κάτω  κινοῦντες.   ∆ιὰ  ταῦτα  ἀσχάλλεις, ἀγαπητέ;  ∆ιὰ  ταῦτα  μὲν  οὖν  καὶ  χαίρειν  χρὴ,  καὶ  εὐφραίνεσθαι,  καὶ  χάριτας ὁμολογεῖν τῷ βασιλεῖ, ὅτι ἡ κόλασις αὐτοῦ διόρθωσις γέγονε, καὶ ἡ τιμωρία παιδαγωγία, καὶ ἡ ὀργὴ διδασκαλία. Ἀλλ' ὅτι τὰ βαλανεῖα ἡμῖν ἀποκέκλεισται; Ἀλλ' οὐδὲ τοῦτο ἀφόρητον, καὶ ἄκοντας τοὺς τὸν ἁβρὸν καὶ χαῦνον  καὶ διαλελυμένον βίον ζῶντας  πρὸς τὴν  φιλοσοφίαν  ἐπαναγαγεῖν.  Ἀλλ' ὅτι τὸ τῆς πόλεως  ἀφεῖλε ἀξίωμα, καὶ οὐκέτι καλεῖσθαι αὐτὴν  μητρόπολιν  εἴασεν; Ἀλλὰ τί ποιῆσαι ἐχρῆν; ἐπαινέσαι τὰ γεγενημένα, καὶ χάριν ὁμολογῆσαι; Καὶ τίς οὐκ ἂν αὐτὸν ἐμέμψατο, ὅτι οὐδὲ  μέχρι  σχήματος  ἐπεδείξατο  τὴν  ἀγανάκτησιν;  Οὐχ ὁρᾷς τοὺς  πατέρας,  ὅτι πολλὰ τοιαῦτα ποιοῦσιν εἰς τοὺς υἱοὺς τοὺς ἑαυτῶν; ἀποστρέφονται, καὶ τραπέζης εἴργουσι. Τοῦτο καὶ  ὁ βασιλεὺς  ἐποίησε τοιαύτας  ἐπιθεὶς  τιμωρίας,  βλάβην  μὲν οὐδεμίαν ἐχούσας, πολλὴν δὲ φερούσας τὴν διόρθωσιν. Ἐννόησον τίνα προσεδοκήσαμεν, καὶ τίνα γέγονε, καὶ τότε μάλιστα εἰσόμεθα τοῦ Θεοῦ τὴν χάριν. Ἀλγεῖς ὅτι τὸ τῆς πόλεως ἀξίωμα ἀφῄρηται; μάθε τί ποτέ ἐστι τῆς πόλεως ἀξίωμα, καὶ  τότε  εἴσῃ  σαφῶς,  ὅτι  ἐὰν  οἱ  οἰκοῦντες  αὐτὸ  μὴ  προδῶσιν,  οὐδεὶς  ἕτερος ἀφελέσθαι  δυνήσεται  ἀξίωμα  πόλεως.  Οὐ τὸ μητρόπολιν  εἶναι,  οὐδὲ τὸ μέγεθος ἔχειν καὶ κάλλος οἰκοδομημάτων, οὐδὲ τὸ πολλοὺς κίονας, καὶ στοὰς εὐρείας καὶ περιπάτους,   οὐδὲ   τὸ   πρὸ  τῶν   ἄλλων   ἀναγορεύεσθαι   πόλεων,   ἀλλ'  ἡ   τῶν ἐνοικούντων   ἀρετὴ  καὶ  εὐσέβεια, τοῦτο  καὶ  ἀξίωμα  καὶ  κόσμος καὶ  ἀσφάλεια πόλεως, ὡς ἂν μὴ τοῦτο ᾖ, πάντων  ἐστὶν εὐτελεστέρα, κἂν μυρίας παρὰ βασιλέων ἀπολαύῃ τιμῆς. Βούλει μαθεῖν σου τῆς πόλεως τὸ ἀξίωμα; βούλει τὰ πάτρια αὐτῆς εἰδέναι; Ἐγὼ ταῦτα μετὰ ἀκριβείας ἐρῶ, οὐχ ἵνα μάθῃς μόνον, ἀλλ' ἵνα καὶ ζηλώσῃς. Τί ποτ' οὖν ἐστι τῆς παρ' ἡμῖν πόλεως τὸ ἀξίωμα; Ἐγένετο πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς χρηματίσαι Χριστιανούς. Τοῦτο δὲ οὐδεμία τῶν κατὰ τὴν οἰκουμένην ἔχει πόλεων,  οὐδ'  αὐτὴ  ἡ  Ῥωμύλου  πόλις·  διὰ  τοῦτο  πρὸς ἅπασαν  τὴν  οἰκουμένην ἀντιβλέψαι δύναται, διὰ τὸ φίλτρον τὸ περὶ τὸν Χριστὸν, διὰ τὴν παῤῥησίαν, διὰ τὴν ἀνδρείαν  ἐκείνην.  Βούλει καὶ ἕτερον ἀκοῦσαι τῆς πόλεως  ἀξίωμα καὶ ἐγκώμιον; Λιμός ποτε χαλεπώτατος ἔμελλεν ἔσεσθαι, καὶ οἱ κατοικοῦντες ἐν Ἀντιοχείᾳ ὥρισαν, καθὼς ηὐπορεῖτό τις, πέμψαι πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας ἐν Ἱεροσολύμοις. Ἰδοὺ  καὶ  δεύτερον  ἀξίωμα,  ἡ  ἐν  λιμῷ  φιλοφροσύνη.  Οὐ συνέστειλεν  αὐτοὺς  ὁ καιρὸς, οὐδὲ ὀκνηροτέρους ἐποίησεν ἡ τῆς συμφορᾶς προσδοκία· ἀλλ' ὅτε πάντες τὰ ἑτέρων συλλέγουσι, τότε αὐτοὶ τὰ ἑαυτῶν  προΐεντο, οὐχὶ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω καθημένοις. Εἶδες πίστιν περὶ τὸν Θεὸν, καὶ ἀγάπην τὴν περὶ τὸν πλησίον; Βούλει καὶ ἕτερον μαθεῖν τῆς πόλεως ταύτης ἀξίωμα; Κατῆλθόν τινες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἀντιόχειαν ἐπιθολοῦντες τὸ κήρυγμα, καὶ Ἰουδαϊκὰς παρεισάγοντες  παρατηρήσεις· οὐκ  ἤνεγκαν  σιγῇ  τὴν  καινοτομίαν  ἐκεῖνοι,  οὐδὲ ἡσύχασαν· ἀλλὰ συνελθόντες  καὶ ἐκκλησίαν ποιήσαντες, εἰς Ἱεροσόλυμα ἔπεμψαν Παῦλον καὶ Βαρνάβαν, καὶ παρεσκεύασαν τοὺς ἀποστόλους καθαρὰ δόγματα, πάσης Ἰουδαϊκῆς ἀπηλλαγμένα ἀσθενείας, πανταχοῦ διαπέμψασθαι τῆς οἰκουμένης. Τοῦτο πόλεως ἀξίωμα, τοῦτο προεδρία, τοῦτο μητρόπολιν αὐτὴν ποιεῖ, οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν τῷ οὐρανῷ· ὡς αἵ γε ἄλλαι πᾶσαι τιμαὶ φθαρταὶ καὶ ἐπίκηροι, καὶ τῷ παρόντι συγκαταλύονται  βίω, πολλάκις  δὲ καὶ πρὸ τοῦ παρόντος βίου τέλος λαμβάνουσι, καθάπερ οὖν καὶ νῦν ἔλαβον. Ἐμοὶ πόλις μὴ ἔχουσα πολίτα


ς΄ θεοφιλεῖς πάσης κώμης ἐστὶν εὐτελεστέρα, καὶ σπηλαίου παντὸς ἀτιμοτέρα. Καὶ τί λέγω περὶ πόλεως; Ἵνα γὰρ μάθῃς ἀκριβῶς, ὅτι ἀρετὴ μόνη κοσμεῖ τοὺς ἐνοικοῦντας, οὐδέν σοι λέγω περὶ πόλεως, ἀλλ' ὃ πάσης πόλεώς ἐστι σεμνότερον, τὸν τοῦ Θεοῦ ναὸν τὸν ἐν Ἱεροσολύμοις εἰς μέσον ἐνεγκὼν τοῦτο ἀποδεῖξαι πειράσομαι. Οὗτος γὰρ ὁ ναὸς, ἐν ᾧ θυσίαι καὶ εὐχαὶ καὶ λατρεῖαι, ἔνθα τὰ Ἅγια τῶν ἁγίων, καὶ τὰ χερουβὶμ, καὶ ἡ διαθήκη, καὶ ἡ στάμνος ἡ χρυσῆ, τὰ μεγάλα σύμβολα τῆς τοῦ Θεοῦ προνοίας τῆς περὶ τὸ γένος ἐκεῖνο, ἔνθα χρησμοὶ ἄνωθεν  συνεχεῖς ἐφέροντο, ἔνθα προφῆται  ἔνθεοι ἐγένοντο, ἔνθα οὐκ ἀνθρωπίνης  τέχνης, ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας ἡ διατύπωσις ἔργον  ἐγίνετο,  ἔνθα  πολλῷ  πάντοθεν  οἱ τοῖχοι  κατελάμποντο  χρυσίῳ, καὶ πρὸς πᾶσαν ὑπερβολὴν  καὶ ὕλης  πολυτέλεια  καὶ τέχνης  ἀκρίβεια συνελθοῦσαι μόνον τοιοῦτον ἐπὶ τῆς γῆς ἔδειξαν ναὸν τότε· μᾶλλον δὲ οὐ τέχνης ἀκρίβεια μόνον, ἀλλὰ καὶ Θεοῦ σοφία τῆς οἰκοδομῆς συνεφήψατο  ἐκείνης.  Οὐ γὰρ οἴκοθεν,  οὐδὲ παρ' ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ πάντα μαθὼν ὁ Σολομὼν, καὶ τὴν ὑπογραφὴν ἐκ τῶν οὐρανῶν κατενεγκὼν,  οὕτως αὐτὸν διεχάραξε καὶ ἀνέστησεν. Ἀλλ' ὅμως ὁ καλὸς οὗτος καὶ θαυμαστὸς ναὸς καὶ ἅγιος, τῶν  χρωμένων  αὐτῷ διαφθαρέντων,  οὕτως ἠτιμώθη καὶ κατεφρονήθη, καὶ γέγονε βέβηλος, ὡς πρό γε τῆς ἁλώσεως σπήλαιον αὐτὸν  καλεῖσθαι  λῃστῶν,  καὶ  σπήλαιον  ὑαίνης·  μετὰ  δὲ ταῦτα  βαρβαρικαῖς καὶ ἀκαθάρτοις καὶ βεβήλοις παραδοθῆναι χερσί. Βούλει καὶ περὶ πόλεων τὸ αὐτὸ τοῦτο μαθεῖν;   Τί  τῶν   ἐν   Σοδόμοις  πόλεων   λαμπρότερον   ἦν;  καὶ   γὰρ  οἰκίαι   καὶ οἰκοδομήματα λαμπρὰ, καὶ τείχη παρ' αὐτοῖς ἦν, καὶ χώρα λιπαρὰ καὶ εὔγειος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ προσεοικυῖα· ἡ δὲ καλύβη τοῦ Ἀβραὰμ εὐτελὴς καὶ μικρὰ, καὶ οὐδεμίαν ἔχουσα ἀσφάλειαν·  ἀλλὰ πολέμου ποτὲ γενομένου  βαρβαρικοῦ, τὰς μὲν πόλεις τὰς τειχήρεις κατέσκαψάν τε καὶ εἷλον οἱ βάρβαροι, καὶ τοὺς ἐνοικοῦντας λαβόντες αἰχμαλώτους  ἀπῆλθον, τὸν δὲ τῆς ἐρήμου πολίτην Ἀβραὰμ οὐκ ἤνεγκαν ἐπελθόντα· καὶ μάλα εἰκότως· τῆς γὰρ ἀπὸ τοῦ πλήθους καὶ τῶν τειχῶν ἀσφαλείας πολλῷ μείζονα εἶχε δύναμιν, τὴν εὐσέβειαν. Εἰ Χριστιανὸς εἶ, πόλιν οὐκ ἔχεις ἐπὶ τῆς  γῆς· τῆς  πόλεως  ἡμῶν  τεχνίτης  καὶ  δημιουργός  ἐστιν  ὁ Θεός· κἂν  ἅπασαν λάβωμεν  τὴν  οἰκουμένην,  ξένοι  καὶ  παρεπίδη   μοι  πάσης ἐσμέν. Εἰς τὸν οὐρανὸν ἐνεγράφημεν, ἐκεῖ πολιτευόμεθα· μὴ κατὰ τὰ παιδία τὰ μικρὰ τῶν μεγάλων ὑπερορῶντες, τὰ μικρὰ θαυμάζωμεν. Οὐ μέγεθος πόλεως, ἀλλὰ ψυχῆς ἀρετὴ κόσμος ἐστὶ καὶ ἀσφάλεια. Εἰ δὲ ἀξίωμα εἶναι νομίζεις πόλεως, ἐννόησον πόσοι πορνοκόποι, πόσοι μαλακοὶ καὶ διεφθαρμένοι  καὶ μυρίων γέμοντες κακῶν κοινωνοῦσί  σοι τῆς ἀξίας ταύτης, καὶ καταφρόνησόν ποτε τῆς τιμῆς ταύτης. Ἀλλ' οὐκ ἐκείνη τοιαύτη· καὶ γὰρ ἀδύνατόν ἐστιν αὐτῆς μετασχεῖν τὸν μὴ πᾶσαν ἐπιδειξάμενον  ἀρετήν. Μὴ τοίνυν  ἀνόητοι γινώμεθα,  ἀλλὰ τότε ἀλγῶμεν,  ὅταν τὸ ἀξίωμα ἡμῶν  τῆς ψυχῆς ἀφέληταί τις, ὅταν ἁμαρτίαν ἐργασώμεθα, ὅταν τῷ κοινῷ πάντων ∆εσπότῃ προσκρούσωμεν· ὡς τά γε νῦν γεγενημένα  οὐ μόνον οὐδὲν παραβλάψει τὴν πόλιν, ἀλλ' ἐὰν νήφωμεν,  καὶ ὠφελήσει  τὰ μέγιστα. Καὶ γὰρ γυναικὶ  νῦν ἔοικεν ἡμῖν ἡ πόλις εὐσχήμονι καὶ ἐλευθέρᾳ καὶ σώφρονι· ὁ φόβος ἐπιεικεστέραν αὐτὴν καὶ σεμνοτέραν ἐποίησε, καὶ τῶν  μιαρῶν  ἐκείνων  τῶν  τὰ γεγενημένα  τολμησάντων ἀπήλλαξε.  Μὴ τοίνυν  γυναικώδεις  θρηνῶμεν  θρήνους·  καὶ γὰρ ἤκουσα πολλῶν κατὰ τὴν ἀγορὰν λεγόντων·  Οὐαί σοι, Ἀντιόχεια! τί σοι γέγονε; πῶς ἠτιμώθης; καὶ ἀκούσας κατεγέλασα τῆς παιδικῆς τῶν ταῦτα λεγόντων  διανοίας. Οὐ γὰρ νῦν ταῦτα λέγειν  χρή· ἀλλ'  ὅταν  ἴδῃς  ὀρχουμένους,  μεθύοντας,  ᾄδοντας,  βλασφημοῦντας, ὀμνύοντας, ἐπιορκοῦντας, ψευδομένους, τότε ταύτην ἐπίλεγε  τὴν ῥῆσιν· Οὐαί σοι πόλις! τί σοι γέγονεν; ἐὰν δὲ ἴδῃς τὴν ἀγορὰν ὀλίγους ἔχουσαν ἄνδρας ἐπιεικεῖς καὶ σώφρονας καὶ μετρίους, μακάριζε τὴν πόλιν ἐκείνην. Οὐδὲν γὰρ ἡ ὀλιγότης αὐτὴν παραβλάψαι ποτὲ δυνήσεται, τῆς ἀρετῆς προσούσης, ὥσπερ οὖν τὸ πλῆθος οὐδὲν ὠφελήσει ποτὲ, κακίας οὔσης. Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, φησὶν, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Οὐδέν με τὸ πλῆθος δυσωπῆσαι δυνήσεται, φησίν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐταλάνισε πόλεις οὐ δι' ὀλιγότητα, οὐ διὰ τὸ μὴ εἶναι  μητροπόλεις·  καὶ  τὴν  Ἱερουσαλὴμ πάλιν  δι' αὐτὸ  τοῦτο  ἐταλάνισεν  οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν. Τί γάρ μοι τὸ πλῆθος ὄφελος φέρει, εἰπέ μοι, ἂν μετὰ κακίας ᾖ πολιτευόμενον; Τοὐναντίον μὲν οὖν καὶ βλάβος ἀπὸ τούτου γίνεται. Νῦν οὖν τὰ γεγενημένα κακὰ τί ἄλλο εἰργάσατο; οὐχ ἡ ῥᾳθυμία, καὶ ἡ ὀλιγωρία, καὶ ἡ μοχθηρία τῶν ἐνοικούντων; μή τι τὸ ἀξίωμα τὴν πόλιν ὠφέλησε, μή τι τὸ μέγεθος τῆς οἰκοδομῆς, μή τι τὸ μητρόπολιν αὐτὴν εἶναι; Εἰ δὲ παρὰ βασιλεῖ τῷ ἐπὶ τῆς γῆς οὐδὲν  αὐτῆς  τοῦτο  ἁμαρτούσης προέστη, ἀλλὰ  πάντα  ἐκεῖνα  ἀφῄρηται,  πολλῷ μᾶλλον παρὰ τῷ ∆εσπότῃ τῶν ἀγγέλων οὐδὲν αὐτῆς τὸ ἀξίωμα προστήσεται τοῦτο· οὐδὲν  γὰρ ἡμᾶς ὠφελῆσαι  δυνήσεται  κατὰ  τὴν  ἡμέραν  ἐκείνην,  τὸ μητρόπολιν οἰκεῖν, καὶ στοὰς ἔχουσαν εὐρείας καὶ τὰ ἄλλα ἀξιώματα τὰ τοιαῦτα. Καὶ τί λέγω κατὰ τὴν ἡμέραν ἐκείνην; εἰς γὰρ τὸν παρόντα βίον τί σε ὠφελῆσαι δυνήσεται τὸ μητρόπολιν  εἶναί  σου τὴν  πόλιν;  ἆρα οἰκίαν  τις  κακῶς διακειμένην  ἀπὸ τούτου διώρθωσεν, ἢ πρόσοδόν τινα ἔσχεν, ἢ ἀπὸ τῆς ἀξίας ταύτης ἀθυμίαν ἀπεκρούσατο, ἢ σώματος ἀῤῥωστίαν ἔλυσεν, ἢ κακίαν ψυχῆς ἀπέθετο; Μὴ παίζωμεν, ἀγαπητοὶ, μηδὲ πρὸς τὰς τῶν  πολλῶν  ὑπολήψεις   βλέπωμεν,  ἀλλὰ  μάθωμεν,  τί ποτέ ἐστι πόλεως ἀξίωμα, τί ποτέ ἐστι τὸ ποιοῦν πόλιν μητρόπολιν. Ταῦτα λέγω προσδοκῶν μὲν  πάλιν  ἀπολήψεσθαι  καὶ  τοῦτο  τὴν  πόλιν  τὸ  σχῆμα,  καὶ  ἐπὶ  τῆς  οἰκείας φανήσεσθαι προεδρίας· καὶ γὰρ φιλάνθρωπος ὁ βασιλεὺς καὶ θεοφιλής· βούλομαι δὲ ὑμᾶς, εἰ καὶ ἀποδοθείη, μὴ μέγα ἐπὶ τούτῳ φρονεῖν μηδὲ ἐγκαλλωπίζεσθαι, μηδὲ ἐκ τούτων τὴν πόλιν ἡμῖν σεμνύνειν. Ὅταν ἐθέλῃς τῆς πόλεως εἰπεῖν ἐγκώμιον, μή μοι τὴν ∆άφνην εἴπῃς τὸ προάστειον, μηδὲ τὸ πλῆθος καὶ μῆκος τῶν κυπαρίσσων, μηδὲ τὰς πηγὰς τῶν ὑδάτων, μηδὲ τὸ πολλοὺς τὴν πόλιν οἰκεῖν ἀνθρώπους, μηδὲ τὸ μέχρι βαθυτάτης ἑσπέρας ἐπὶ τῆς ἀγορᾶς διατρίβειν μετὰ ἀδείας πολλῆς, μηδὲ τῶν ὠνίων τὴν ἀφθονίαν·  αἰσθητὰ ἅπαντα ταῦτα, καὶ μέχρι τοῦ παρόντος μένοντα βίου· ἀλλ' ἐὰν ἔχῃς εἰπεῖν ἀρετὴν, ἐπιείκειαν, ἐλεημοσύνην, παννυχίδας, εὐχὰς, σωφροσύνην, φιλοσοφίαν  ψυχῆς,  ἀπὸ  τούτων  κόσμει τὴν  πόλιν.  Ταῦτα καὶ  τοῖς  τὴν  ἔρημον οἰκοῦσι προσόντα πάσης πόλεως λαμπροτέραν αὐτὴν ποιεῖ· καὶ πάλιν πάντων εὐτελεστέραν, ἂν μὴ παρῇ ταῦτα τοῖς ἐκείνης πολίταις. Τοῦτο μὴ ἐπὶ πόλεως μόνον, ἀλλὰ  καὶ  ἐπ'  ἀνθρώπων   ποιήσωμεν.  Ἐὰν  ἴδῃς  ἄνθρωπον  πολυσαρκοῦντα,  εἰς εὐεξίαν πολλὴν ἐκβεβηκότα, ὑψηλὸν καὶ τοὺς ἄλλους ὑπερβαίνοντα τῷ μήκει τοῦ σώματος, μὴ θαυμάσῃς, ἕως ἂν αὐτοῦ τὴν ψυχὴν  καταμάθῃς. Μὴ ἀπὸ τῆς ἔξωθεν εὐμορφίας, ἀλλὰ καὶ ἀπὸ τοῦ κατὰ τὴν διάνοιαν  κάλλους μακαρίζωμεν ἅπαντας. Μικρὸς ἦν ὁ ∆αυῒδ καὶ βραχὺς τῷ σώματι, ἀλλ' ὅμως ὁ βραχὺς ἐκεῖνος καὶ μικρὸς, καὶ τῶν ὅπλων  γεγυμνωμένος  ἁπάντων,  στρατόπεδον τοσοῦτον καὶ τὸν σαρκικὸν ἐκεῖνον πύργον ἀπὸ μιᾶς κατήνεγκε πληγῆς, οὐκ ἀκοντίσας δόρυ, οὐδὲ βέλος ἀφεὶς, οὐδὲ ξίφος  γυμνώσας, ἀλλὰ  μικρᾷ βολῇ τὸ πᾶν  ἐργασάμενος. ∆ιὰ τοῦτο καί τις παραινεῖ λέγων· Μὴ ἐπαινέσῃς ἄνθρωπον ἐν κάλλει αὐτοῦ, μηδὲ βδελύξῃ ἄνδρα ἐν ὁράσει αὐτοῦ· μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμῶν ὁ καρπὸς αὐτῆς. Τοῦτο   καὶ   ἐπὶ   πόλεως     καὶ   ἀνδρῶν   λέγωμεν,   καὶ   πρὸς   ἀλλήλους φιλοσοφῶμεν, καὶ τῷ Θεῷ χάριν ἔχωμεν διηνεκῶς καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν παρελθόντων,  καὶ παρακαλῶμεν αὐτὸν κοινῇ μετὰ ἐκτενείας πάσης, ὥστε καὶ τοὺς  τὸ  δεσμωτήριον   οἰκοῦντας,   καὶ  τοὺς  εἰς  τὴν   ἀλλοτρίαν   μετοικίζεσθαι μέλλοντας, τοὺς μὲν ἀφεθῆναι, τοὺς δὲ ἐπανελθεῖν. Μέλη ἡμῶν εἰσι κἀκεῖνοι, μεθ' ἡμῶν ἐκλυδωνίσθησαν, μεθ'  ἡμῶν τὸν χειμῶνα  ὑπέστησαν· παρακαλῶμεν  τοίνυν τὸν φιλάνθρωπον  Θεὸν μεθ' ἡμῶν αὐτοὺς ἀπολαῦσαι τῆς γαλήνης. Μὴ λεγέτω τις· Τί δέ μοι μέλει λοιπόν; ἀπηλλάγην τοῦ κινδύνου, ἀπολλύσθω ὁ δεῖνα, διαφθειρέσθω ἕτερος. Μὴ παροξύνωμεν τὸν Θεὸν διὰ τῆς ὑπεροψίας ταύτης, ἀλλ' ὡς αὐτοὶ ὄντες ἐν τοῖς δεινοῖς, οὕτως ὀδυνώμεθα,  οὕτω τὸν Θεὸν μετὰ ἐκτενείας  παρακαλῶμεν, ἐκεῖνο τὸ Παύλου πληροῦντες ῥητόν· Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακουχουμένοις ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι, καὶ κλαίοντες μετὰ κλαιόντων,  τοῖς ταπεινοῖς συναπαγόμενοι. Τοῦτο καὶ ἡμᾶς αὐτοὺς ὠφελήσει τὰ μέγιστα· οὐδὲν γὰρ οὕτω τὸν Θεὸν εὐφραίνειν εἴωθεν, ὡς τὸ μετὰ πολλῆς προθυμίας ἀλγεῖν ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. Παρακαλῶμεν τοίνυν  αὐτὸν κοινῇ καὶ ὑπὲρ τῶν παρόντων καὶ ὑπὲρ τῶν μελλόντων, ὥστε κἀκείνης ἡμᾶς ἐξαρπάσαι τῆς κολάσεως. Τὰ μὲν γὰρ παρόντα οἷα ἂν ᾖ, φορητά τέ ἐστι καὶ τέλος ἔχει· τὰ δὲ ἐκεῖ βασανιστήρια ἀθάνατά τε καὶ ἄφυκτα. Μετὰ δὲ τῆς παρακλήσεως καὶ αὐτοὶ σπουδάζωμεν, μηκέτι τοιούτοις περιπίπτειν  ἁμαρτήμασιν, εἰδότες ὅτι λοιπὸν  οὐδὲ συγγνώμης  ἀπολαῦσαι δυνησόμεθα. Κοινῇ τοίνυν τῷ Θεῷ προσπίπτωμεν ἅπαντες, καὶ ἐνταῦθα ὄντες, καὶ κατὰ τοὺς οἴκους γινόμενοι, λέγωμεν· ∆ίκαιος εἶ, Κύριε, ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, ὅτι ἐν ἀληθινῇ  κρίσει ἐπήγαγες,  ὅσα ἐπήγαγες.  Εἰ αἱ ἁμαρτίαι ἡμῶν  ἀντέστησαν ἡμῖν, ποίησον ἡμῖν ἕνεκεν τοῦ ὀνόματός σου, καὶ μὴ συγχωρήσῃς μηκέτι τοιούτων δεινῶν  πεῖραν λαβεῖν, Μηδὲ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις, καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ὁμιλία ιηʹ.

αʹ. Πολλοὺς  εἶδον  χαίροντας,  καὶ  πρὸς  ἀλλήλους  λέγοντας  Ἐνικήσαμεν, ἐκρατήσαμεν, ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ. Τοὺς δὲ τοιούτους παρακαλῶ, μὴ διὰ τοῦτο χαίρειν, ὅτι ἐδαπανήθη τῆς νηστείας τὸ ἥμισυ, ἀλλ' ἐκεῖνο σκοπεῖν, εἰ τῶν ἁμαρτημάτων ἐδαπανήθη τὸ ἥμισυ, καὶ τότε ἀγάλλεσθαι· τοῦτο γὰρ ἡδονῆς ἄξιον, τοῦτό ἐστι τὸ ζητούμενον καὶ δι' ὃ πάντα γίνεται, ἵνα τὰ ἐλαττώματα ἡμῶν διορθώσωμεν,  ἵνα  μὴ  τοιοῦτοι  ἐξέλθωμεν   ἀπὸ  νηστείας,  οἷοι  εἰσήλθομεν  εἰς νηστείαν,  ἀλλ' ἀπονιψάμενοι  καὶ πάντα  ἀποθέμενοι  τὰ  τῆς  πονηρᾶς  συνηθείας, οὕτω τὴν ἱερὰν ἀγάγωμεν  ἑορτήν· ὡς ἂν μὴ τοῦτο ᾖ, οὐ μόνον οὐδὲν ἡμῖν ἔσται κέρδος, ἀλλὰ καὶ βλάβος μέγιστον τῆς νηστείας δαπανηθείσης. Μὴ τοίνυν χαίρωμεν, ὅτι διηνύσαμεν  τῆς νηστείας τὸ μῆκος τοῦτο  γὰρ οὐδὲν μέγα ἐστὶν, ἀλλὰ χαίρωμεν, ὅταν μετὰ κατορθωμάτων αὐτὸ διανύσωμεν, ἵνα καὶ ἀπελθούσης ταύτης, ὁ ταύτης διαλάμπῃ καρπός. Καὶ γὰρ τοῦ χειμῶνος τὸ κέρδος τότε μάλιστα δείκνυται, ὅταν ἐκεῖνος παρέλθῃ· καὶ γὰρ κομῶντα τὰ λήϊα, καὶ φύλλοις καὶ καρπῷ τὰ δένδρα βρύοντα διὰ τῆς ὄψεως βοᾷ τὴν ἐκ τοῦ χειμῶνος γενομένην ὠφέλειαν αὐτοῖς. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν γενέσθω. Καὶ γὰρ ὑετῶν συνεχῶν καὶ ἐπαλλήλων  ἀπελαύσαμεν ἐν τῷ χειμῶνι κατὰ τὸν τῆς νηστείας καιρὸν διηνεκοῦς μετασχόντες διδασκαλίας, καὶ σπέρματα  ἐδεξάμεθα  πνευματικὰ,   καὶ  τὰς   ἀκάνθας   τῆς   τρυφῆς   ἀπετέμομεν. Μένωμεν τοίνυν ἅπερ ὑπεδεξάμεθα τηροῦντες μετὰ ἀκριβείας, ἵνα καὶ τῆς νηστείας ἀπελθούσης ὁ τῆς νηστείας βρύῃ καρπὸς, καὶ διὰ τῶν  ἀγαθῶν  ὧν ἐκαρπωσάμεθα ἀπὸ τῆς νηστείας, καὶ αὐτῆς μνημονεύωμεν  τῆς νηστείας. Ἐὰν οὕτως ἑαυτοὺς παρασκευά  σωμεν, προσιοῦσαν αὐτὴν μεθ' ἡδονῆς δεξόμεθα πάλιν. Καὶ γὰρ οὕτως ὁρῶ πολλοὺς  μικροψύχως  ἔχοντας,  ὡς ἐν τῷ παρόντι περὶ τῆς μελλούσης μεριμνᾷν τεσσαρακοστῆς, καὶ πολλῶν ἤκουσα λεγόντων, ὅτι μετὰ τὴν τῆς νηστείας ἀπαλλαγὴν οὐκ αἰσθάνονται τῆς ἡδονῆς τῆς ἐκ τῆς ἀνέσεως διὰ τὴν φροντίδα τοῦ μέλλοντος ἐνιαυτοῦ. Τί ἂν γένοιτο τούτου μικροψυχότερον, εἰπέ μοι; Τί δὲ τὸ αἴτιον τούτου ἐστίν; Ὅτι νηστείας παραγενομένης οὐχ ὅπως τὰ κατὰ ψυχὴν εὖ διατεθείη σπουδάζομεν, ἀλλ' ἐν τῇ τῶν σιτίων ἀποχῇ μόνον αὐτὴν ὁριζόμεθα. Ὡς εἰ μέγα τι εἰς τὴν τῶν τρόπων διόρθωσιν ἀπ' αὐτῆς ἐκαρπωσάμεθα, κἂν ηὐξάμεθα καθ' ἑκάστην ἡμέραν παραγίνεσθαι τὴν  νηστείαν, δι' αὐτῶν  τῶν  ἔργων  αἴσθησιν λαμβάνοντες τῶν κατορθωμάτων αὐτῆς, καὶ οὐκ ἄν ποτε τὴν ἐπιθυμίαν αὐτῆς ἐξεβάλομεν, οὐκ ἂν προσδοκωμένης αὐτῆς ἐγενόμεθα κατηφεῖς καὶ ἐναγώνιοι.  Τὸν γὰρ κατὰ διάνοιαν εὖ διακείμενον  καὶ τῆς ψυχῆς ἐπιμελούμενον  τῆς ἑαυτοῦ, οὐδὲν ὅλως τῶν ὄντων θλῖψαι δυνήσεται, ἀλλ' ἀπολαύσεται καθαρᾶς ἡδονῆς καὶ διηνεκοῦς· καὶ ὅτι τοῦτό ἐστιν  ἀληθὲς,  ἠκούσατε τοῦ  Παύλου σήμερον παραινοῦντος  ἡμῖν  καὶ  λέγοντος· Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε. Καὶ οἶδα μὲν, ὅτι πολλοῖς ἀδύνατον εἶναι δοκεῖ τὸ λεγόμενον· πῶς γὰρ οἷόν τε, φησὶν, ἄνθρωπον ὄντα χαίρειν διηνεκῶς; τὸ μὲν γὰρ χαίρειν οὐ δύσκολον, τὸ δὲ διηνεκῶς χαίρειν, τοῦτο καὶ ἀδύνατον εἶναί μοι δοκεῖ, ἴσως εἴποι ἄν τις· πολλαὶ γὰρ ἀθυμίας ἡμᾶς ἀνάγκαι περιστοιχίζονται. Ἢ γὰρ παῖδά τις ἀπέβαλεν, ἢ γυναῖκα, ἢ φίλον γνήσιον, παντὸς συγγενοῦς ἀναγκαιότερον, ἢ ζημίαν ὑπέστη χρημάτων, ἢ νόσῳ περιέπεσεν, ἢ περίστασιν πραγμάτων ὑπέμεινεν ἑτέραν, ἢ παρ' ἀξίαν ὑβρισθεὶς ἤλγησεν, ἢ λιμὸς, ἢ λοιμὸς, ἢ εἴσπραξις ἀφόρητος, ἢ τὰ κατὰ τὴν οἰκίαν πράγματα· μᾶλλον δὲ οὐκ ἂν φθάνοιμεν ἅπαντα  καταλέγοντες,  ὅσα καὶ  ἰδίᾳ  καὶ  δημοσίᾳ λυπεῖν  ἡμᾶς  εἴωθεν.  Πῶς οὖν δυνατὸν, φησὶ, πάντοτε χαίρειν; ∆υνατὸν μὲν οὖν, ἄνθρωπε· καὶ εἰ μὴ δυνατὸν ἦν, οὐκ ἂν ὁ Παῦλος παρῄνεσεν, οὐδ' ἂν συνεβούλευσεν ἄνθρωπος πνευματικῆς ἀπολαύων σοφίας. Καὶ διὰ τοῦτο συνεχῶς ὑμῖν ἔλεγον, καὶ λέγων οὐ παύσομαι, ὅτι ἃ μηδαμοῦ μηδὲ παρ' ἑτέρῳ τινὶ ἔστι μαθεῖν, ταῦτα ἐνταῦθα ὑμῖν ἔξεστι φιλοσοφεῖν. Ἡδονῆς μὲν γὰρ καὶ τοῦ χαίρειν ἐπιθυμοῦσιν ἅπαντες, καὶ διὰ τοῦτο πάντα ποιοῦσι καὶ λέγουσι καὶ πραγματεύονται.  Καὶ γὰρ ἔμπορος διὰ τοῦτο  πλεῖ,  ἵνα  χρήματα συναγάγῃ· χρήματα δὲ συνάγει, ἵνα ἔχων ἀποκείμενα χαίρῃ· καὶ ὁ στρατευόμενος διὰ τοῦτο στρατεύεται, καὶ ὁ γεωργὸς διὰ τοῦτο γεωργεῖ, καὶ τέχνην ἕκαστος διὰ τοῦτο μέτεισι, καὶ ἀρχῆς οἱ ἐρῶντες διὰ τοῦτο ἐρῶσιν, ἵνα δόξης ἀπολαύσωσι, δόξης δὲ ἀπολαύειν  βούλονται,  ἵνα  χαίρωσι· καὶ πρᾶγμα  ἕκαστον πρὸς τοῦτο  ἴδοι  τις  ἂν ἐπιγινόμενον  ἡμῖν τὸ τέλος, καὶ πρὸς τοῦτο ἕκαστος βλέπων διὰ πολλῶν τῶν μέσων ἐπ' αὐτὸ σπεύδει βαδίζειν. Εὐθυμίας μὲν, ὅπερ ἔφην, ἐρῶσι πάντες, ἐπιτυχεῖν δὲ οὐχ ἅπαντες δύνανται· οὐ γὰρ ἴσασι τὴν ἐκεῖ φέρουσαν ὁδόν· ἀλλὰ πολλοὶ νομίζουσιν, ὅτι τὸ πλουτεῖν αἴτιον τούτου γίνεται. Εἰ δὲ τοῦτο αἴτιον ἦν, οὐδεὶς ἂν τῶν χρήματα κεκτημένων ἠθύμησέ ποτε· νῦν δὲ πολλοὶ τῶν πλουτούντων ἀβίωτον εἶναι τὸν βίον νομίζουσι, καὶ θανάτους μυρίους εὔχονται, ἐπειδὰν δυσημερίας τινὸς αἴσθωνται, καὶ οἱ σφόδρα ἀθυμοῦντες, οὗτοι μάλιστα  πάντων εἰσί. Μὴ γάρ μοι τὰς τραπέζας αὐτῶν  ἴδῃς, μηδὲ τοὺς κόλακας  αὐτῶν  καὶ τοὺς παρασίτους, ἀλλὰ  τὰ ἐξ αὐτῶν γινόμενα πράγματα, τὰς ἐπηρείας, τὰς συκοφαντίας, τοὺς κινδύνους, τὰς ἀγωνίας, καὶ ὃ τούτου πολλῷ χαλεπώτερον,  ὅτι καὶ ἀμελέτητοι πρὸς ταύτας ἐρχόμενοι τὰς μεταβολὰς,  φιλοσοφεῖν  οὐκ  ἐπίστανται,  οὐδὲ  γενναίως  τὰ  συμπίπτοντα  φέρειν. ∆ιόπερ οὐδὲ τοιαῦτα αὐτοῖς φαίνεται  τὰ δεινὰ, οἷάπερ ἐστὶ τῇ φύσει, ἀλλὰ καὶ τὰ κοῦφα  ἀφόρητα  λοιπὸν  εἶναι  δοκεῖ.  Ὥσπερ οὖν  ἐπὶ  τῶν  πενήτων   τοὐναντίον γίνεται, καὶ τὰ ἀνήκεστα φορητὰ φαίνεται, ὡς τὰ πολλὰ τοιαῦτα αὐτοῖς μεμελετηκόσιν·  οὐδὲ γὰρ οὕτως  ἡ τῶν  πραγμάτων  φύσις, ὡς  ἡ τῶν  πασχόντων διάθεσις, καὶ μεγάλα καὶ μικρὰ ποιεῖ φαίνεσθαι τὰ ἐπιόντα ἡμῖν κακά. Καὶ ἵνα μὴ πόῤῥωθεν  ἀγάγω  τὰ παραδείγματα  ἑκατέρων  τούτων,  ἀπὸ τῶν  συμβάντων  ἡμῖν διαλέξομαι. Ἰδοὺ γοῦν οἱ μὲν πένητες διέφυγον  ἅπαντες, καὶ ὁ δῆμος ἀπήλλακται τοῦ κινδύνου,  καὶ ἀδείας ἀπολαύουσι καθαρᾶς· οἱ δὲ τὰ τῆς πόλεως  πράττοντες πράγματα, ἱπποτρόφοι καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον  οἰκοῦσι  νῦν   καὶ  περὶ  τῶν   ἐσχάτων   δεδοίκασι,  καὶ  τῶν   ἅπασι τετολμημένων  αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον  ἐκεῖνοι διάκεινται  νῦν, οὐ διὰ τὸ μέγεθος τῶν κινδύνων,  ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι.


βʹ. Πολλοὶ γοῦν παρ' ἡμῶν  παρακαλούμενοι,  καὶ γενναίως  φέρειν συμβουλευόμενοι   τὰ   δεινὰ,   τοῦτο   ἔλεγον,    ὅτι   οὐδὲν   οὐδέποτε   τοιοῦτον ἐμελετήσαμεν, οὐδὲ ἐπιστάμεθα τοιαῦτα φιλοσοφεῖν· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς παρακλήσεως. Ἕτεροι πάλιν νομίζουσιν, ὅτι τὸ ὑγιαίνειν, τοῦτό ἐστιν αἴτιον ἡδονῆς· οὐκ ἔστι δέ. Πολλοὶ γοῦν τῶν ὑγιαινόντων καὶ αὐτοὶ μυριάκις ηὔξαντο ἀποθανεῖν, τὰς ἐπαγομένας αὐτοῖς οὐκ ἐνεγκόντες ἐπηρείας. Ἄλλοι πάλιν τὸ δόξης ἀπολαύειν, καὶ  δυναστείας  ἐπειλῆφθαι,  καὶ  διέπειν  ἀρχὰς  καὶ  παρὰ πολλῶν  κολακεύεσθαι,διηνεκοῦς  χαρᾶς ποιητικὸν  εἶναί φασιν· οὐκ ἔστι δὲ οὐδὲ τοῦτο. Καὶ τί λέγω  τὰς ἄλλας  ἀρχάς; Κἂν γὰρ ἐπ' αὐτὴν  ἀναβῶμεν  τῷ λόγῳ  τὴν  βασιλείαν, καὶ τὸν  ἐν ἐκείνῃ ζῶντα, πολλαῖς εὑρήσομεν περιεστοιχισμένον ἀθυμίαις, καὶ τοσούτῳ πλείους ἔχοντα λύπης ἀνάγκας, ὅσῳ καὶ μείζονα περιβέβληται πραγμάτων ὄγκον. Καὶ τί χρὴ λέγειν  πολέμους καὶ μάχας καὶ τὰς παρὰ τῶν  βαρβάρων ἐπαναστάσεις; πολλάκις αὐτοὺς τοὺς ἔνδον στρεφομένους δέδοικε. Καὶ γὰρ πολλοὶ τῶν βασιλευσάντων τὰς πολεμικὰς διαφυγόντες  χεῖρας, τὰς τῶν σωματοφυλάκων  οὐ διέφυγον  ἐπιβουλάς. Τοσαῦται δὲ τοῖς βασιλεύουσιν ἀθυμίας ἀνάγκαι, ὅσα τῇ θαλάττῃ τὰ κύματα. Εἰ δὲ βασιλεία οὐκ ἂν ἄλυπον  ἐργάσαιτο βίον, τί ἕτερον δυνήσεται κατορθῶσαι τοῦτο; Τῶν μὲν βιωτικῶν οὐδέν· τὸ δὲ Παύλου ῥῆμα μόνον, τὸ βραχὺ τοῦτο καὶ ψιλὸν, αὐτὸ ἡμῖν  τοῦτον  ἀνοίξει  τὸν θησαυρόν. Οὐ γὰρ πολλῶν  δεῖ λόγων,  οὐδὲ μακρᾶς τῆς περιόδου, ἀλλ' ἐὰν ἐννοήσωμεν  μόνον τὸ εἰρημένον, εὑρήσομεν τὴν ὁδὸν τὴν ἐπὶ τοῦτο  φέρουσαν. Οὐδὲ γὰρ εἶπεν  ἁπλῶς,  Χαίρετε πάντοτε,  ἀλλὰ  προσέθηκε τὴν αἰτίαν τῆς διηνεκοῦς ἡδονῆς, Χαίρετε ἐν Κυρίῳ πάντοτε, εἰπών· ὁ ἐν Κυρίῳ χαίρων, οὐδενὶ τῶν συμπιπτόντων  τῆς ἡδονῆς ταύτης ἐκπεσεῖν δύναται. Τὰ μὲν γὰρ ἄλλα πάντα, ἐφ'  οἷς χαίρομεν, τρεπτά τέ ἐστι καὶ εὐμετάπτωτα,  καὶ  ἀλλοιοῦται ῥᾳδίως·  καὶ  οὐ  τοῦτο  μόνον  ἔχει  τὸ  δεινὸν,  ἀλλ'  ὅτι  καὶ  μένοντα  οὐ  παρέχει τοσαύτην  ἡμῖν  τὴν  ἡδονὴν,  ὡς  τὴν  ἐκ τῶν  ἄλλων  ἡμῖν  ἐπιγινομένην   ἀθυμίαν διακρούεσθαι καὶ συσκιάζειν· ὁ δὲ τοῦ Θεοῦ φόβος ἀμφότερα ταῦτα ἔχει, βέβαιός τέ ἐστι καὶ  ἀκίνητος,  καὶ  τοσαύτην  βρύει χαρὰν,  ὡς  μηδεμίαν  ἡμᾶς  αἴσθησιν τῶν ἄλλων  λαμβάνειν  δεινῶν.  Ὁ γὰρ τὸν  Θεὸν, ὡς  χρὴ, φοβούμενος,  καὶ ἐπ' αὐτῷ θαῤῥῶν, τὴν ῥίζαν ἐκαρπώσατο τῆς ἡδονῆς, καὶ πᾶσαν τῆς εὐθυμίας ἔχει τὴν πηγήν. Καὶ καθάπερ  εἰς  πέλαγος  ἄπειρον  σπινθὴρ  μικρὸς  ἐμπεσὼν  ἀφανίζεται  ῥᾳδίως, οὕτως ὅσαπερ ἂν προσπέσῃ τῷ φοβουμένῳ τὸν Θεὸν, καθάπερ εἰς πέλαγος ἀχανὲς εὐθυμίας ἐμπίπτοντα  κατασβέννυται καὶ ἀπόλλυται. Καὶ τὸ δὴ θαυμαστὸν μάλιστα τοῦτό ἐστιν, ὅτι τῶν λυπούντων  παρόντων μένει χαίρων αὐτός. Εἰ μὲν γὰρ μηδὲν ἦν τὸ λυποῦν, οὐκ ἦν αὐτῷ μέγα τὸ δύνασθαι διηνεκῶς χαίρειν· τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβιβαζόντων ἀνώτερον εἶναι ἁπάντων, καὶ ἐν μέσοις τοῖς λυπηροῖς  εὐφραίνεσθαι,  τοῦτό ἐστι τὸ παράδοξον. Καὶ καθάπερ τοὺς παῖδας τοὺς τρεῖς οὐδεὶς ἂν ἐθαύμασε μὴ κατακαέντας,  εἰ πόῤῥω τῆς Βαβυλωνίας ἦσαν καμίνου τὸ γὰρ ἐκπλῆξαν ἅπαντας τοῦτό ἐστιν, ὅτι τῷ πυρὶ τοσοῦτον ὁμιλήσαντες χρόνον, τῶν οὐχ ὡμιληκότων  ἐξέβησαν ἀλυπότεροι· οὕτω καὶ ἐπὶ τῶν ἁγίων ἔστιν εἰπεῖν,  ὅτι  εἰ  μηδεὶς  αὐτοῖς  ἐπήγετο  πειρασμὸς,  οὐκ  ἂν  αὐτοὺς  ἐθαυμάσαμεν διηνεκῶς  χαίροντας· τὸ δὲ ἐκπλήξεως  ἄξιον  καὶ φύσιν  ἀνθρωπίνην  ὑπερβαῖνον τοῦτό  ἐστιν,  ὅτι  μυρίοις  κυκλούμενοι  κύμασι πάντοθεν,  τῶν  γαλήνης  καθαρᾶς ἀπολαυόντων   ῥᾷον  διάκεινται.  Ὅτι  μὲν  οὖν  οὐδένα  βίον  τῶν  ἔξωθεν  εὑρεῖν δυνατὸν εὐθυμίᾳ συγκεκληρωμένον διηνεκῶς, δῆλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ τὸν πιστὸν ἀμήχανον μὴ διηνεκοῦς ἀπολαύειν ἡδονῆς, καὶ τοῦτο αὐτὸ πάλιν ἀποδεῖξαι πειράσομαι, οὐχ ἵνα μάθητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὸν ἄλυπον τοῦτον βίον. Ἔστω γάρ τις μηδὲν ἑαυτοῦ κατεγνωκὼς, ἀλλ' ἀγαθῷ συνειδότι συντρεφόμενος, καὶ πρὸς τὰ μέλλοντα κεχηνὼς, καὶ τὰς ἀγαθὰς ἐκείνας ἀναμένων  ἐλπίδας, τί τοῦτον, εἰπέ μοι, εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται; Οὐ πάντων ἀφορητότατον ὁ θάνατος εἶναι δοκεῖ; ἀλλ' ἡ τούτου  προσδοκία οὐ μόνον  αὐτὸν  οὐ λυπεῖ,  ἀλλὰ  καὶ εὐφραίνει μειζόνως· οἶδε γὰρ ὅτι ἡ τοῦ θανάτου παρουσία πόνων ἐστὶν ἀπαλλαγὴ, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους καὶ τὰ βραβεῖα τὰ ἀποκείμενα τοῖς ὑπὲρ εὐσεβείας καὶ ἀρετῆς ἀγωνισαμένοις. Ἀλλὰ παίδων ἄωρος τελευτή; ἀλλὰ καὶ τοῦτο φέρει γενναίως,  καὶ ἐρεῖ τὰ τοῦ Ἰὼβ ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Εἰ δὲ θάνατος καὶ  παίδων  ἀποβολὴ  λυπεῖν  οὐ δύνανται,  πολλῷ  μᾶλλον  ζημία  χρημάτων,  καὶ ἀτιμίαι, καὶ κατηγορίαι, καὶ διαβολαὶ τῆς οὕτω μεγάλης καὶ γενναίας ψυχῆς οὐκ ἄν ποτε ἅψαιντο, οὐδὲ ὀδύνη σώματος· ἐπεὶ καὶ οἱ ἀπόστολοι ἐμαστιγοῦντο μὲν, οὐκ ἠθύμουν  δέ. Μέγα μὲν  οὖν  καὶ  τοῦτο· τὸ  δὲ  πολλῷ  μεῖζον,  ὅτι  οὐ  μόνον  οὐκ ἠθύμουν, ἀλλὰ καὶ αὐτὰς τὰς μάστιγας ὑπόθεσιν ἐποιοῦντο  μείζονος ἡδονῆς, καὶ ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν  ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Ὕβρισέ τις καὶ ἐλοιδόρησε τὸν τοιοῦτον; ἀλλ' ἐπαιδεύθη παρὰ τοῦ Χριστοῦ χαίρειν ἐπὶ ταῖς ὕβρεσι.  Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Ἀλλὰ νόσῳ περιέπεσεν; ἀλλ' ἤκουσεν ἑτέρου παραινοῦντος καὶ λέγοντος· Ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου, ὅτι ὥσπερ ἐν πυρὶ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ὅταν οὖν μήτε θάνατος, μήτε ζημία χρημάτων,  μήτε νόσος σώματος, μήτε ἀτιμία, μήτε λοιδορία, μήτε ἄλλο τι τῶν τοιούτων μηδὲν λυπῆσαι αὐτὸν δύνηται, ἀλλὰ καὶ εὐφραίνῃ μᾶλλον, ποίαν ἀθυμίας ὑπόθεσιν ἕξει ποτέ; Τί οὖν, οὐκ ἠθύμουν οἱ ἅγιοι, φησίν; οὐκ ἀκούεις Παύλου λέγοντος, Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου; Αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἡ λύπη κέρδος καὶ ἡδονὴν τὴν ἐκ τοῦ πένθους ἔφερεν. Ὥσπερ γὰρ αἱ μάστιγες οὐκ ὀδύνας, ἀλλὰ χαρὰν, οὕτω καὶ ἡ λύπη πάλιν τοὺς μεγάλους ἐκείνους προεξένει στεφάνους. Καὶ τὸ παράδοξον τοῦτό ἐστιν, ὅτι τοῦ κόσμου μὲν οὐχ ἡ ἀθυμία μόνον, ἀλλὰ καὶ ἡ χαρὰ ζημίαν ἔχει τὴν ἐσχάτην· ἐπὶ δὲ τῶν πνευματικῶν τοὐναντίον ἅπαν, οὐχ ἡ χαρὰ μόνον, ἀλλὰ καὶ ἡ ἀθυμία πολὺν ἔχει τῶν ἀγαθῶν τὸν θησαυρόν· καὶ πῶς, ἐγὼ λέγω. Χαίρει τις ἐν τῷ κόσμῳ πολλάκις  ἐχθρὸν  δυσημεροῦντα ἰδὼν,  καὶ διὰ τῆς  χαρᾶς ταύτης  πολλὴν ἐπισπᾶται ἑαυτῷ τὴν κόλασιν· ἀλγεῖ τις πάλιν ἕτερος τὸν ἀδελφὸν πεσόντα ἰδὼν, καὶ διὰ τῆς ἀθυμίας ταύτης πολλὴν ἑαυτῷ παρὰ τῷ Θεῷ προξενεῖ τὴν εὔνοιαν. Ὁρᾷς πῶς ἡ κατὰ Θεὸν λύπη τῆς τοῦ κόσμου χαρᾶς βελτίων καὶ χρησιμωτέρα; Οὕτω καὶ Παῦλος ἐλυπεῖτο  διὰ τοὺς ἁμαρτάνοντας,  διὰ τοὺς ἀπιστοῦντας  τῷ Θεῷ, καὶ τῆς λύπης  ταύτης  πολὺν  εἶχεν  ἀποκείμενον  αὐτῷ  τὸν  μισθόν. Ἵνα δὲ σαφέστερον ὃ λέγω  ποιήσω, καὶ μάθητε, ὡς, εἰ καὶ παράδοξον τὸ εἰρημένον,  ἀλλ' ὅμως ἐστὶν ἀληθὲς, καὶ οἶδεν ὁ θρῆνος πολλάκις ἀνακτᾶσθαι τὰς ὀδυνωμένας ψυχὰς, καὶ κουφίζειν  συνειδὸς βεβαρημένον, πολλαὶ  πολλάκις  γυναῖκες  ἀποβαλοῦσαι παῖδας ποθεινοτάτους, ἂν μὲν κωλυθῶσι δακρῦσαι καὶ θρηνῆσαι καὶ ὀλοφύρασθαι, διαῤῥήγνυνται καὶ ἀπόλλυνται· ἂν δὲ τὰ τῶν ἀθυμούντων ποιήσωσιν ἅπαντα, κουφίζονται καὶ παραμυθίαν λαμβάνουσι. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ γυναικῶν  τοῦτο συμβαίνει, ὅπου γε καὶ αὐτὸν τὸν προφήτην ἴδοι τις ἂν τοῦτο πάσχοντα; ∆ιὰ τοῦτο συνεχῶς ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλοῦντες ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ὥστε ἐστὶ πολλάκις λύπη παραμυθίαν φέρουσα· εἰ δὲ ἐπὶ τοῦ κόσμου τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν πραγμάτων.  ∆ιὰ  τοῦτό  φησιν·  Ἡ  δὲ  κατὰ  Θεὸν λύπη  μετάνοιαν  εἰς  σωτηρίαν ἀμετάβλητον κατεργάζεται. Καὶ δοκεῖ μὲν τοῦτο ἀσαφὲς εἶναι· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἂν λυπηθῇς ἐπὶ χρήμασιν, οὐδὲν ὠφέλησας· ἂν λυπηθῇς ἐπὶ νοσήματι, οὐδὲν ἐκέρδανας, ἀλλὰ καὶ ἐπέτριψας σαυτὸν μᾶλλον.

γʹ. Καὶ πολλῶν ἔγωγε ἤκουσα μετὰ τὴν  τοιαύτην  πεῖραν  αἰτιωμένων  καὶ πρὸς ἑαυτοὺς λεγόντων·  Τί τὸ ὄφελος, ὅτι ἤλγησα; οὔτε  χρήματα  ἀνεκτησάμην,  καὶ  ἐμαυτὸν  ἔβλαψα.  Ἂν  δὲ  λυπηθῇς  ἐφ' ἁμαρτίᾳ, ταύτην τε ἐξήλειψας καὶ ἐκαρπώσω μεγίστην ἡδονήν· ἂν λυπηθῇς ἐπὶ τοῖς ἀδελφοῖς τοῖς πεπτωκόσι, σαυτόν τε παρεκάλεσας καὶ παρεμυθήσω, κἀκείνους ἀνεκτήσω  πάλιν· κἂν μηδὲν ὠφελήσῃς αὐτοὺς, μεγίστην ἔχεις ἀντίδοσιν. Καὶ ἵνα  μάθῃς,  ὅτι  τοῦτο  τὸ  λυπεῖσθαι  ἐπὶ  τοῖς  πεπτωκόσι,  κἂν  μηδὲν  ὠφελῶμεν, μεγίστην ἡμῖν τὴν ἀμοιβὴν φέρει, ἄκουσον τοῦ Ἰεζεκιὴλ λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ δι' ἐκείνου λαλοῦντος· ἐπειδὴ γὰρ ἔπεμψέ τινας κατασκάψαι τὴν πόλιν, καὶ σιδήρῳ καὶ πυρὶ δαπανῆσαι τὰ οἰκοδομήματα ἅπαντα μετὰ τῶν ἐνοικούντων  αὐτῶν, κελεύει  τινὶ  λέγων  οὕτως·  ∆ὸς τὸ  σημεῖον  ἐπὶ  τὸ  πρόσωπον  τῶν  ἀνδρῶν  τῶν στεναζόντων  καὶ κατοδυνωμένων.  Καὶ τοῖς ἑτέροις κελεύσας, καὶ εἰπὼν,  ὅτι Ἀπὸ τῶν  ἁγίων  μου ἄρξασθε, ἐπήγαγε λέγων,  Ἐπὶ δὲ οὕς ἐστι τὸ σημεῖον, μὴ ἅψησθε αὐτῶν. Τίνος ἕνεκεν, εἰπέ μοι; Ὅτι εἰ καὶ μηδὲν ὠφελοῦσιν, ἀλλ' ὅμως στένουσι τὰ γινόμενα καὶ ὀλοφύρονται. Καὶ ἑτέροις δὲ ἐγκαλεῖ λέγων πάλιν, ὅτι τρυφῶντες  καὶ γαστριζόμενοι, καὶ πολλῆς ἀπολαύοντες ἀδείας, ἰδόντες τοὺς Ἰουδαίους εἰς αἰχμαλωσίαν   ἀπαγομένους,  οὐκ  ἤλγησαν,  οὐκ  ἐκοινώνησαν   τῆς  ἀθυμίας·  καὶ ἐγκαλῶν αὐτοῖς φησιν, Οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ, Ἰωσὴφ τὸν λαὸν  καλῶν  ἅπαντα· καὶ πάλιν,  Οὐκ ἐξῆλθε κατοικοῦσα Αἰνὰν, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς. Κἂν γὰρ δικαίως κολάζωνται, βούλεται συναλγεῖν ἡμᾶς, ἀλλὰ μὴ χαίρειν μηδὲ ἐφήδεσθαι. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ κολάζων οὐ χαίρων τοῦτο ποιῶ, οὐδὲ ἥδομαι αὐτῶν ἐπὶ τῇ τιμωρίᾳ Οὐ γὰρ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, δεῖ καὶ σὲ τὸν  ∆εσπότην μιμεῖσθαι, καὶ δι'  αὐτὸ  μὲν  οὖν  τοῦτο  ἀλγεῖν,  ὅτι  δικαίας κολάσεως  ὑπόθεσιν  παρέσχε  καὶ  πρόφασιν.  Ὥστε κἂν  λυπῆταί  τις  κατὰ  Θεὸν, μεγάλην    ἐντεῦθεν    καρποῦται   ὠφέλειαν.    Ὅταν   οὖν   οἱ   μαστιζόμενοι   τῶν μαστιζόντων  εἰσὶ μακαριώτεροι, καὶ οἱ θλιβόμενοι  παρ'  ἡμῖν τῶν  ἐν ἀνέσει παρὰ τοῖς  ἔξωθεν,  καὶ  οἱ ἀθυμοῦντες  τῶν  ἡδομένων,  τίς  ἔσται λοιπὸν  θλίψεως  ἡμῖν ἀφορμή; ∆ιὰ τοῦτο οὐδένα χρὴ μακαρίζειν, ἀλλ' ἢ τὸν  κατὰ Θεὸν ζῶντα  μόνον. Τούτους  καὶ  ἡ  Γραφὴ  μακαρίζει  μόνους·  Μακάριος  γὰρ,  φησὶν,  ἀνὴρ,  ὃς  οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν· Μακάριος ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ· Μακάριοι πάντες  οἱ πεποιθότες  ἐπ' αὐτῷ· Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· Μακάριος, οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ· Μακάριος ἀνὴρ, ὁ φοβούμενος  τὸν  Κύριον. Καὶ ὁ Χριστὸς πάλιν  οὕτως· Μακάριοι οἱ  πενθοῦντες,  μακάριοι  οἱ  ταπεινοὶ,  μακάριοι  οἱ  πραεῖς, μακάριοι  οἱ εἰρηνοποιοὶ,  μακάριοι  οἱ  δεδιωγμένοι  ἕνεκεν  δικαιοσύνης.  Ὁρᾷς πῶς  πανταχοῦ οὐδένα τῶν πλουτούντων, οὐ τῶν ἐν εὐγενείᾳ, οὐ τῶν δόξης ἀπολαυόντων μακαρίζουσιν οἱ θεῖοι νόμοι, ἀλλὰ τὸν ἀρετῆς ἐπειλημμένον; Τὸ γὰρ ζητούμενον, πάντων  ὧν  ἂν  ποιῶμεν  ἢ πάσχωμεν,  ὑπόθεσιν  εἶναι  τὸν  τοῦ  Θεοῦ φόβον,  κἂν ταύτην  προκαταβάλῃς  τὴν  ῥίζαν,  οὐκ  ἄνεσις  μόνον,  οὐδὲ  τιμαὶ,  καὶ  δόξαι, καὶ θεραπεῖαι, ἀλλὰ καὶ ἐπήρειαι, καὶ συκοφαντίαι, καὶ ὕβρεις, καὶ ἀτιμίαι, καὶ βάσανοι, καὶ πάντα ἁπλῶς ἡδονῆς σοι βλαστήσει καρπούς. Καὶ καθάπερ τῶν δένδρων αἱ ῥίζαι αὐταὶ μέν εἰσι πικραὶ, ἡδίστους δὲ ἡμῖν τοὺς καρποὺς φέρουσιν, οὕτω δὴ καὶ ἡ κατὰ Θεὸν λύπη  πολλὴν  ἡμῖν  οἴσει τὴν  ἡδονήν.  Ἴσασιν, ὅσοι πολλάκις  μετ' ὀδύνης ηὔξαντο  καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρ  πώσαντο τὴν  εὐφροσύνην,  πῶς ἐξεκάθηραν τὸ συνειδὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος. Ὅπερ γὰρ ἀεὶ λέγω, οὐχ ἡ τῶν  πραγμάτων  φύσις, ἀλλ' ἡ διάνοια  ἡ ἡμετέρα λυπεῖν  ἡμᾶς εἴωθε  καὶ εὐφραίνειν.  Ἂν τοίνυν  ταύτην  κατασκευάσωμεν, οἵαν εἶναι  χρὴ, πάσης εὐθυμίας ἐνέχυρον  ἕξομεν· καὶ καθάπερ τὸ σῶμα οὐχ οὕτως  ἡ τῶν  ἀέρων  φύσις οὐδὲ αἱ ἔξωθεν προσβολαὶ, ὡς ἡ οἰκεία κατασκευὴ καὶ βλάπτει καὶ ὠφελεῖ, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς· καὶ πολλῷ πλέον. Ἐνταῦθα μὲν γὰρ φύσεώς ἐστιν ἀνάγκη, ἐκεῖ δὲ τὸ πᾶν ἐπὶ τῇ  προαιρέσει  κεῖται.  ∆ιὰ  τοῦτο  ὁ  Παῦλος  μυρία  ὑπομείνας   δεινὰ,  ναυάγια, πολέμους, ἐπαναστάσεις, ἐπιβουλὰς, λῃστῶν ἐφόδους, καὶ ὅσα οὐδὲ ἀπαριθμήσασθαι ἔνι τῷ λόγῳ, καὶ καθημερινοὺς θανάτους ἀποθνήσκων, οὐ μόνον οὐκ ἤλγει οὐδὲ ἐδυσχέραινεν, ἀλλὰ καὶ ἐκαυχᾶτο καὶ ἔχαιρε, καὶ λέγει· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ  τὰ ὑστερήματα τῶν θλίψεων  τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου· καὶ πάλιν·  Οὐ μόνον  δὲ, ἀλλὰ  καὶ καυχώμεθα  ἐν  ταῖς  θλίψεσιν·  ἡ δὲ καύχησις ἡδονῆς ἐστιν ἐπίτασις.


δʹ. Ἂν τοίνυν εὐθυμίας ἐπιθυμῇς, μὴ χρήματα, μὴ σώματος ὑγίειαν, μὴ δόξαν, μὴ δυναστείαν, μὴ τρυφὴν, μὴ τραπέζας πολυτελεῖς, μὴ σηρικῶν ἱματίων περιβολὰς, μὴ  πολυτελεῖς  ἀγροὺς,  μὴ  οἰκίας  λαμπρὰς  καὶ  περιφανεῖς,  μηδὲ  ἄλλο  τι  τῶν τοιούτων  δίωκε  μηδέν·  ἀλλὰ  φιλοσοφίαν   μέτελθε  τὴν  κατὰ  Θεὸν, καὶ  ἀρετῆς ἐπιλαβοῦ· καὶ οὐδέν σε οὐ τῶν ὄντων, οὐ τῶν ἐλπιζομένων  λυπῆσαι δυνήσεται· τί λέγω λυπῆσαι; προσθήκη μὲν οὖν ἡδονῆς σοι γενήσεται τὰ τοὺς ἄλλους λυποῦντα· καὶ γὰρ μάστιγες, καὶ θάνατος, καὶ ζημίαι, καὶ κακηγορίαι, καὶ τὸ κακῶς πάσχειν, καὶ πάντα  τὰ τοιαῦτα, ὅταν  διὰ τὸν Θεὸν ἡμῖν  ἐπάγηται,  καὶ ταύτην  ἔχῃ τὴν  ῥίζαν, πολλὴν ἡμῖν εἰς τὴν ψυχὴν εἰσάγει τὴν ἡδονήν. Οὐδεὶς γὰρ ἡμᾶς ἀθλίους ποιῆσαι δυνήσεται, ἐὰν μὴ ἑαυτοὺς ποιήσωμεν· ὥσπερ οὖν οὐδὲ μακαρίους, ἐὰν μὴ ἑαυτοὺς ἐργασώμεθα,  μετὰ  τὴν  τοῦ  Θεοῦ χάριν.  Καὶ ἵνα  μάθητε,  ὅτι  οὗτος  μόνος  ἐστὶ μακάριος, ὁ φοβούμενος τὸν Κύριον, οὐκ ἀπὸ τῶν παρελθόντων, ἀλλ' ἀπὸ τῶν ἡμῖν συμβάντων  τοῦτο  ὑμῖν  ἀποδείξω  νῦν.  Ἐκινδύνευσεν  ἡμῖν  ἡ πόλις  ἀφανισθῆναι πᾶσα, καὶ  τῶν  μὲν  πλουτούντων   καὶ  περιφανῶν  καὶ  ἐπισήμων  ἀνδρῶν  οὐδεὶς ἐτόλμησεν ἐν τῷ μέσῳ φανῆναι, ἀλλὰ πάντες ἔφυγον καὶ ἀπεπήδων· οἱ δὲ τὸν Θεὸν φοβούμενοι,  οἱ ἐν μοναστηρίοις διατρίβοντες,  οὗτοι μετὰ πολλῆς  τῆς παῤῥησίας καταδραμόντες  πάντα  ἔλυσαν,  καὶ  τοσοῦτον  ἀπέσχον  αὐτοὺς  φοβῆσαι  καὶ  εἰς ἀγωνίαν  ἐμβαλεῖν  τὰ συμβάντα δεινὰ  καὶ αἱ προσδοκώμεναι ἀπειλαὶ,  ὅτι πόῤῥω καθήμενοι τῆς συμφορᾶς καὶ οὐδὲν κοινὸν  ἔχοντες, ἑκόντες ἑαυτοὺς ἔῤῥιψαν εἰς μέσην  τὴν  πυρὰν,  καὶ  πάντας  ἐξείλοντο,  καὶ  ὃ  πᾶσι  δοκεῖ  φοβερὸν  εἶναι  καὶ φρικῶδες, ὁ θάνατος, τοῦτο οὗτοι μετὰ πάσης ἀνεδέξαντο τῆς προθυμίας· καὶ μετὰ πλείονος ἔτρεχον ἐπὶ τὸ πρᾶγμα ἡδονῆς, ἢ ἐπ' ἀρχὰς ἕτεροι καὶ τιμάς· ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν  τῶν  ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός  ἐστιν  ὁ  φιλοσοφίας  ἐπειλημμένος  τῆς  ἄνω,  καὶ  μεταβολὴν  οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν. Νῦν γοῦν οἱ μὲν ἐν δυναστείαις ἀθυμίᾳ  πολλῇ   κατέχονται,  τὸ  δεσμωτήριον  οἰκοῦντες,  ἁλύσεις περιβεβλημένοι,  καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι  προσδοκῶντες· οὗτοι δὲ καθαρωτάτης ἀπολαύουσιν ἡδονῆς, κἂν συμβαίη τι παθεῖν δεινὸν, καὶ ἃ τοῖς ἄλλοις εἶναι δοκεῖ φοβερὰ, ταῦτα τούτοις ἐστὶ ποθεινά· ἴσασι γὰρ ἐπὶ τί τρέχουσι, καὶ ποία λῆξις μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν διαδέξεται. Καὶ τοσαύτῃ συζῶντες ἀκριβείᾳ, καὶ θανάτου καταγελῶντες,  ὅμως ὑπὲρ τῶν ἄλλων  ἀλγοῦσι, καὶ ἀπὸ τούτου μεγίστην πάλιν ὠφέλειαν καρποῦνται. Σπουδάσωμεν τοίνυν τῆς ψυχῆς ἐπιμελεῖσθαι τῆς ἡμετέρας, καὶ οὐδὲν ἡμᾶς τῶν ἀδοκήτων λυπῆσαι δύναται· καὶ ὑπὲρ τῶν ἐμβεβλημένων  τὸν  Θεὸν παρακαλῶμεν,  ὥστε αὐτοὺς ἀπαλλάξαι  τῆς ἐπικειμένης αὐτοῖς συμφορᾶς. Ἠδύνατο μὲν γὰρ ὁ Θεὸς ἀθρόον λῦσαι τὸ δεινὸν, καὶ μηδὲ μικρὰ ἀφεῖναι  λείψανα·  ἀλλ' ἵνα  μὴ πάλιν  ἐπὶ  τὴν  προτέραν  ἐπανέλθωμεν  ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ  μικρὸν  τὸν  χείμαῤῥον  τῶν  κακῶν  τούτων  χαλᾷν  παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πολλοὶ πρὸς τὴν προτέραν ἐπανῆλθον  ἂν ῥᾳθυμίαν, εἰ συντόμως ἐλύθη τὸ πᾶν, δῆλον ἐκεῖθεν· Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασιλέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολλοὶ τῶν τὴν  πόλιν  ἡμῖν  οἰκούντων  τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ  ἐπὶ τὸν  ποταμὸν  τρέχουσι, μυρία κωμῳδοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι. Ἆρα τίνος ἂν εἶεν ἐκεῖνοι συγγνώμης ἄξιοι, ποίας ἀπολογίας; μᾶλλον δὲ ποίας οὐκ ἂν εἶεν ἄξιοι κολάσεως καὶ τιμωρίας; Ἡ κεφαλὴ  τῆς πόλεως  ἐν τῷ δεσμωτηρίῳ, τὰ μέλη ἡμῶν ἐν ἐξορίᾳ, ἄδηλος ἡ περὶ τούτων ψῆφος, καὶ σὺ χορεύεις, εἰπέ  μοι, καὶ  παίζεις  καὶ  γελᾷς;  Οὐ γὰρ  φέρομεν  τὴν  ἀλουσίαν,  φησίν.  Ὢ τῆς ἀναισχύντου γνώμης! ὢ τῆς βαναύσου καὶ διεφθαρμένης! πόσοι γεγόνασιν, εἰπέ μοι, μῆνες; πόσοι ἐνιαυτοί; οὔπω εἴκοσιν ἡμέρας ἔχεις τῶν βαλανείων ἀποκλεισθεὶς, καὶ ὡς ἐνιαυτὸν  ἔχων  ὁλόκληρον  ἐν ἀλουσίᾳ, οὕτως ἀλύεις καὶ  δυσχεραίνεις; Οὕτως ἦσθα, εἰπέ  μοι, ὅτε στρατιωτῶν  προσεδόκησας ἔφοδον,  ὅτε καθ' ἑκάστην ἤλπιζες τὴν ἡμέραν ἀποθανεῖσθαι, ὅτε εἰς τὰς ἐρήμους ἔφευγες, καὶ τὰς κορυφὰς τῶν  ὀρέων  ἔτρεχες; Εἴ τίς  σοι τότε  προέτεινεν  ἐνιαυτὸν  ὁλόκληρον  ἐν  ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι  τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοίμως κατεδέξω καὶ ὑπέμεινας;  ∆έον  οὖν  εὐχαριστεῖν  τῷ  χωρὶς  πάσης  ζημίας  λύσαντι  ταῦτα  Θεῷ, σκιρτᾷς πάλιν  καὶ ἐξυβρίζεις, καὶ ἐπειδὴ παρῆλθεν  ὁ φόβος, πρὸς μείζονα πάλιν ἐπανῆλθες ῥᾳθυμίαν; Οὕτω σου καθήψατο τὰ δεινὰ, ὡς καὶ βαλανείων ἐπιθυμῆσαι; εἰ γὰρ ἀνεῖτο τὰ βαλανεῖα, οὐκ ἦν ἱκανὴ τῶν ἔτι κατεχομένων ἡ συμφορὰ, καὶ τοὺς οὐκ ὄντας ἐν τοῖς δεινοῖς τούτοις πεῖσαι πάσης ἐπιλαθέσθαι τρυφῆς; Περὶ ψυχῆς ὁ κίνδυνός  ἐστι, καὶ σὺ βαλανείων  μέμνησαι, καὶ τρυφᾷν  βούλει; Καταφρονεῖς ὅτι διέφυγες  νῦν; ὅρα μὴ μείζονος κολάσεως σαυτῷ περιστήσῃς ἀνάγκην,  καὶ πάλιν ἀπελθοῦσαν καλέσῃς μετὰ πλείονος τῆς περιουσίας τὴν ἀπειλὴν, καὶ πάθῃς ταυτὸν, ὃ περὶ τῶν δαιμόνων φησὶν ὁ Χριστός· ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον, φησὶν, εἶτα εὕρῃ τὸν  οἶκον  σχολάζοντα  καὶ σεσαρωμένον, ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ πάλιν λαβὸν ἐπεισέρχεται τῇ ψυχῇ, καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, μὴ τῶν προτέρων ἀπαλλαγέντες, μείζονα τῶν προτέρων ἐπισπασώμεθα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Οἶδα, ὅτι ὑμεῖς ταύτης καθαροί ἐστε τῆς ἀτοπίας· ἀλλὰ καὶ τοὺς ἀκοσμοῦντας κατέχετε, κολάζετε, σωφρονίζετε, ἵνα πάντοτε  χαίρωμεν, καθὼς ὁ Παῦλος προσέταξεν, ὅπως καὶ τῶν οἰκείων κατορθωμάτων καὶ τῆς ἑτέρων προνοίας πολλὴν καὶ ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν καρπωσώμεθα τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |