ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΡΘʹ Ῥουφίνῳ ἐπισκόπῳ.

Τρίτη 25 Οκτωβρίου 2016

ΡΘʹ Ῥουφίνῳ ἐπισκόπῳ.




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

 ΡΘʹ. Ῥουφίνῳ  ἐπισκόπῳ.

 Οἶδά σου τῆς  ἀγάπης  τὸ στεῤῥόν. Ὀλίγα  μέν  σοί ποτε συνεγενόμεθα ἐν Ἀντιοχείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλὴν δέ σου πεῖραν τῆς εὐλαβείας καὶ τῆς συνέσεως εἰληφότες,  καὶ τῆς περὶ ἡμᾶς ἀγάπης. Ἐξ ἐκείνου, καίτοι πολλοῦ μεταξὺ γενομένου τοῦ χρόνου, τὴν περὶ σὲ ἀγάπην ἀκμάζουσαν διατηροῦμεν, καὶ ὡς χθὲς καὶ πρώην σε ἑωρακότες, οὕτως σου φανταζόμεθα τὴν παρουσίαν. ∆ιὸ καὶ ἐπιστέλλομεν, καὶ παρακαλοῦμεν μεμνῆσθαι ἡμῶν διηνεκῶς. Ἀπήχθημεν εἰς χωρίον τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον, τὴν Κουκουσὸν, καὶ καθ' ἑκάστην σχεδὸν τὴν ἡμέραν ὑπὸ τῆς τῶν  Ἰσαύρων πολιορκούμεθα ἐφόδου. Ἀλλ' ὅμως, καὶ ἐν τοσαύταις ὄντες περιστάσεσιν, ἢν θαῤῥῶμεν περὶ  τῆς ἀγάπης τῆς ὑμετέρας, καὶ ἴδωμεν  σαφῶς, ὅτι γνησίας ἀπολαύομεν διαθέσεως, οὐ τὴν τυχοῦσαν καὶ ἐν ταῖς θλίψεσι ταύταις καρπωσόμεθα τὴν  παράκλησιν.



ΡΙʹ. Βάσσῳ  ἐπισκόπῳ.

Τί τοῦτο; Ὁ τοσαύτην  περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενος,  καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ,  καὶ ἔναγχος  ἐν Κωνσταντινουπόλει, ἀκούσας ἡμᾶς ἐκ γειτόνων εἶναι τῆς σῆς τιμιότητος, οὐδὲ γραμμάτων ἡμᾶς ἠξίωσας. Οὐκ οἶσθ' ὅπως διακείμεθά σου περὶ τὴν εὐλάβειαν, καὶ ὅπως συνδεδέμεθά σοι τῷ τῆς φιλίας δεσμῷ; Ἐγὼ μὲν γὰρ προσεδόκων σε καὶ ἥξειν ἐνταῦθα, καὶ παρακαλέσειν ἡμᾶς ἐν ἐρημίᾳ τοσαύτῃ καθεστῶτας. Τί γὰρ ἂν γένοιτο  ἐρημότερον Κουκουσοῦ, μετὰ τῆς ἐρημίας, καὶ ὑπὸ τῆς τῶν Ἰσαύρων πολιορκουμένης ἐφόδου; Ἀλλ' ὅμως, εἰ τοῦτο ἐργῶδες διά τε αὐτῶν τῶν λῃστῶν τὸν φόβον, διά τε τῆς ὁδοῦ τὴν δυσκολίαν, γράφειν ἡμῖν μὴ κατόκνει, καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι, ἵνα, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.

ΡΙΑʹ. Ἀνατολίῳ ἐπισκόπῳ Ἀδάνης

Ἐγὼ μὲν καὶ συγγενέσθαι ἐπεθύμουν σου τῇ τιμιότητι, παρὰ πολλῶν ἀκούων τὸν θερμὸν ἔρωτα, ὃν περὶ ἡμᾶς ἔχεις, καὶ ταῦτα μὴ συγγενόμενος ἡμῖν. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, τὸ τῆς συνουσίας ἐλπὶς γενέσθαι, διορθοῦμαι τῇ τῶν γραμμάτων ὁμιλίᾳ, χάριν ἑαυτῷ παρέχων μεγίστην. Εἰ γὰρ καὶ ἐρημότατον  χωρίον,  εἰς  ὃ νῦν  ἀπηνέχθημεν,  ἡ Κουκουσὸς, καὶ κινδύνων  γέμον πολλῶν, καὶ φόβῳ διηνεκεῖ τῶν λῃστῶν πολιορκούμενον, ἀλλ' οὐδὲν τούτων ἡμᾶς θορυβεῖ,  οὐδὲ  διαταράττει,  τῆς  ὑμετέρας  ἀπολαύοντας  ἀγάπης·  ἀλλ'  εἰ  καὶ  τῷ σώματι διεστήκαμεν, τῇ ψυχῇ συνδεδεμένοι μετὰ πολλῆς τῆς σφοδρότητος ὑμῖν, τὴν ὑμετέραν μᾶλλον τὴν ἀτάραχον καὶ ἀπόλεμον, ἢ τὴν Κουκουσὸν οἰκεῖν δοκοῦμεν,ἀεὶ μεθ' ὑμῶν ὄντες τῇ διαθέσει, καὶ ὅπουπερ ἂν ὦμεν, ἐπὶ διανοίας σε περιφέροντες.

ΡΙΒʹ. Θεοδώρῳ ἐπισκόπῳ.

 Εἰ μὲν οἷόν τε ἦν καὶ ἐλθεῖν, καὶ περιπτύξασθαί σου τὴν εὐλάβειαν, καὶ ἐντρυφῆσαί σου τῇ ἀγάπῃ διὰ τῆς παρουσίας αὐτῆς, μετὰ πολλῆς ἂν τοῦτο ἐποιήσαμεν τῆς σπουδῆς, καὶ τοῦ τάχους· ἐπειδὴ δὲ τοῦτο οὐκ ἐφ' ἡμῖν κεῖται νῦν, διὰ τῶν γραμμάτων  τὸ αὐτὸ τοῦτο πληροῦμεν. Κἂν γὰρ πρὸς αὐτὰς τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἀπενεχθῶμεν,  ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα, τῆς γνησίας, καὶ θερμῆς, καὶ εἰλικρινοῦς, καὶ ἀδόλου, τῆς τε ἄνωθεν, καὶ ἐξ ἀρχῆς, ἥν τε ἐπεδείξω νῦν. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς ὅσα καὶ εἰπεῖν καὶ ποιῆσαι ὑπὲρ ἡμῶν ἐσπούδασας, δέσποτά μου τιμιώτατε  καὶ θεοφιλέστατε. Εἰ δὲ μηδὲν γέγονε πλέον, ἀλλὰ τὸν Θεὸν ὀφειλέτην  ἔχεις τῆς σπουδῆς, καὶ τῆς προθυμίας, καὶ τὸν μισθὸν ἀπηρτισμένον.  Καὶ ἡμεῖς  οὐ  παυόμεθα  χάριν  εἰδότες  σου τῇ  ὁσιότητι,  καὶ  πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εὐλάβειαν, καὶ παρακαλοῦντες τὴν αὐτὴν ἀγάπην διὰ παντὸς ἀκμάζουσαν διατηρεῖν. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐν ἐρημίᾳ καθήμενοι, καρπούμεθα τὴν παράκλησιν, ὅταν τοσοῦτον ἐν καρδίᾳ θησαυρὸν καὶ πλοῦτον ἀποκείμενον  ἔχωμεν, τῆς ἐγρηγορυίας καὶ γενναίας  σου ψυχῆς τὴν ἀγάπην.

ΡΙΓʹ. Παλλαδίῳ ἐπισκόπῳ.

 Ὑπὲρ μὲν τῶν καθ' ἡμᾶς αὐτοὺς οὐδὲν δεόμεθα παρακλήσεως· ἀρκεῖ  γὰρ  ἡμῖν  εἰς  παράκλησιν  τῶν  γενομένων  ἡ  ὑπόθεσις. Θρηνοῦμεν δὲ  τὸν κοινὸν τῶν Ἐκκλησιῶν χειμῶνα, καὶ τὸ τὴν οἰκουμένην καταλαβὸν ναυάγιον, καὶ πάντας ὑμᾶς παρακαλοῦμεν εὐχαῖς βοηθεῖν, ὥστε τὴν πανωλεθρίαν ταύτην λυθῆναί ποτε, καὶ εἰς λευκὴν ἅπαντα μεταβαλεῖν γαλήνην. Τοῦτο δὴ ποιοῦντες μὴ διαλίπητε. Λανθάνοντες γὰρ καὶ κρυπτόμενοι, πλείονα σχολὴν ἔχετε νῦν προσκαρτερεῖν ταῖς εὐχαῖς,  καὶ  μετὰ  θλιβομένης  διανοίας.  Οὐ μικρὸν  δὲ  τοῦτο,  τῷ  φιλανθρώπῳ προσπίπτειν Θεῷ. Μὴ διαλίπητε οὖν τοῦτο ποιοῦντες, καὶ ἡνίκα ἂν ἐξῇ, καὶ γράφετε ἡμῖν συνεχῶς. Εἰ γὰρ καὶ πολλῷ τῷ μήκει τῆς ἐμμελείας ὑμῶν ἀπῳκίσθημεν, ἀλλ' οὐ παυόμεθα καθ' ἑκάστην ἡμέραν μεριμνῶντες τὰ ὑμέτερα, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους εἰ καὶ τούτων σπανιάκις ἐπιτυγχάνομεν ἐρωτῶντες καὶ περιεργαζόμενοι. Ἵν' οὖν σαφέστερον πάντα εἰδότες ὦμεν, ὅταν ἐγχωρῇ, παρέχετε ταύτην ἡμῖν τὴν χάριν, περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι ἡμᾶς, ἵνα καὶ ἐν  ἐρημίᾳ  διατρίβοντες  πολλὴν  καρπωσώμεθα  τὴν  παράκλησιν.


 ΡΙ∆ʹ. Ἐλπιδίῳ ἐπισκόπῳ.

 Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος  τοῦ χειμῶνος  ἀναπεσεῖν,  ἀλλ' ἐπιμένειν  ἔτι  μεριμνῶντα  καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων  περιτρέχοντα,  τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν  συγκροτοῦντα, διεγείροντα,  παρεγγυῶντα  μηδένα τῷ κλυδωνίῳ  παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν,  κἂν μυρία τούτων  ἐπίῃ χαλεπώτερα  κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων  τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι. Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος. ∆ιὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ  γήρᾳ  νεάζουσαν  προθυμίαν·  καὶ  οὐδὲν  ἀπεικός.  Ὅταν  μὲν  γὰρ  τὰ προκείμενα τῆς τοῦ σώματος δέηται ῥώμης, κώλυμα ἐνταῦθα τὸ γῆρας γίνεται· ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν· οὐ τοίνυν οὐδὲ ἐπεσκότησεν, ἀλλ' ἅπαντα παρὰ τῆς σῆς εὐλαβείας εἰσενήνεκται. Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι  δεῖν  ἀμφιβάλλειν.  Ἐπειδὴ  δὲ  μετὰ  τῆς  οἰκουμένης  ἁπάσης καὶ  ἡμετέραν μέριμναν κατεδέξω, διὰ τὴν πολλήν σου καὶ θερμὴν ἀγάπην, καὶ μαθεῖν ἐπιθυμεῖς οἷ διατρίβομεν, καὶ ἐν τίσιν ὁρμᾷ τὰ ἡμέτερα, καὶ τίνες οἱ συνόντες ἡμῖν, καὶ μαθεῖν οὐχ ἁπλῶς, ἀλλ' ὥστε καὶ χάριν αὐτοῖς εἰδέναι· ἡμεῖς μὲν ὑπὲρ τῆς τοσαύτης ἀγάπης οὐ  παυσόμεθά  σε  ἀνακηρύττοντες,   στεφανοῦντες,   παρὰ  πᾶσιν  ἀναγορεύοντες, χάριτας ὁμολογοῦντες παρὰ τοῖς ἐντυγχάνουσι καὶ συγγινομένοις ἡμῖν. Αὐτὸς δὲ τὰς μεγίστας ἀμοιβὰς καὶ μείζους τῶν πόνων ἀνάμενε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν ἐσπουδακότας. Ὥστε δέ σε καὶ ἑτέρωθεν ἡσθῆναι μαθόντα τὰ ἡμέτερα, πρὸς μὲν τὸ ἐρημότατον χωρίον ἀπῳκίσθημεν, τὴν Κουκουσὸν, πλὴν ἐρημίας οὐδεμίαν αἴσθησιν ἔχομεν· τοσαύτης ἀπολαύομεν  ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας. Τά τε γὰρ λείψανα  τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν  νῦν,  τοῦ τε φόβου τῶν  Ἰσαύρων ἀπηλλάγημεν,  καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες  πολλῇ. Πάρεισι δὲ ἡμῖν καὶ οἱ τιμιώτατοι πρεσβύτεροι Κωνστάντιος καὶ Εὐήθιος, προσδοκῶνται δὲ καὶ ἕτεροι ταχέως ἀφίξεσθαι, οὓς εἰς τὸ παρὸν τὰ δεσμὰ κατεῖχεν· ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς. Μὴ δὴ διαλίπῃς  εὐχόμενος ὑπὲρ ἡμῶν  τῶν  σφόδρα σε ἀγαπώντων,  δέσποτα αἰδεσιμώτατε καὶ θεοφιλέστατε,  καὶ συνεχῶς ἐπιστέλλων, ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγείας δηλῶν τῆς σῆς. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον καθ' ἑκάστην, εἰ οἷόν τε, ἡμέραν περὶ ταύτης μανθάνειν. Τὸν δεσπότην μου τὸν  τιμιώτατον  καὶ εὐλαβέστατον  πρεσβύτερον Ἀσυγκρίτιον, μετὰ τῶν γλυκυτάτων  αὐτοῦ παιδίων, καὶ πάντα σου τῆς θεοσεβείας τὸν κλῆρον πολλὰ παρ'  ἡμῶν  προσειπεῖν  παρακλήθητι. 

ΡΙΕʹ. Θεοφίλῳ  πρεσβυτέρῳ.

 Καὶ τοῦτο  τῆς εὐγνωμοσύνης, καὶ τῆς σῆς εὐχαρίστου σου γνώμης, τὸ μηδενὸς ἀπολελαυκότα παρὰ τούτων,  οἷς σε παρακατεθέμεθα, τὸ πᾶν  ἀπειληφέναι  νομίζειν  ἀπὸ τῆς ἡμετέρας προθυμίας. Ἀλλ' ἡμεῖς οὐκ ἀρκεσθησόμεθα τούτῳ, ἀλλὰ καὶ τῷ κυρίῳ μου Θεοδώρῳ τῷ  ἐπαρχικῷ,   τῷ  ἀγαγόντι   ἡμᾶς  εἰς  τὴν   Κουκουσὸν,  πολλὰ   ταύτης   ἕνεκεν διελέχθημεν  τῆς ὑποθέσεως, καὶ πολλοῖς  ἐπιστέλλοντες  καὶ ταῦτα ἐπεστάλκαμεν. Ἄν τε γοῦν γένηταί τι ἀπὸ τῶν γραμμάτων πλέον τῶν ἡμετέρων, ἄν τε γράμματα μένῃ  μόνον  τὰ  γράμματα,  μηδὲν  ἀνύσαντα  παρὰ  τοῖς  ἀποδεχομένοις  αὐτὰ,  διὰ ταχέων  ἡμῖν  δηλῶσαι  σπούδασον. Καὶ γὰρ  ἐν  τούτῳ  μάλιστα  τὴν  ἀγάπην  σου θαυμάζομεν, καὶ τοῦ θαῤῥεῖν ἡμῖν τοῦτο μέγιστον ποιούμεθα σημεῖον, τὸ καὶ περὶ τούτων ἡμῖν διαλέγεσθαι. ∆ήλωσον τοίνυν ἡμῖν ἄν τε γένηταί τι πλέον, ἄν τε μηδὲν, ἵν' ἂν  μὲν  τὸ  πρότερον  ᾖ, χάριτας  ὁμολογήσωμεν  τοῖς  τὴν  ἑαυτῶν  ὠφεληκόσι ψυχήν· ἑαυτοῖς γὰρ μᾶλλον ἢ σοὶ χαριοῦνται τοῦτο ποιοῦντες· ἄν τε τὸ δεύτερον, ἑτέραν τινὰ ὁδὸν σύντομον καὶ εὐκολωτέραν  ἐπινοήσωμεν, δι' ἧς πάντως  πάσης ἀπολαύσῃ παραμυθίας, ὡς ἐν μηδεμιᾷ εἶναι στενοχωρίᾳ. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα, τῆς εὐγενοῦς σου καὶ ἐλευθέρας οὕτω φροντίζοντες  ψυχῆς. Καὶ γράφε συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐδοκιμήσεως εὐαγγελιζόμενος.

ΡΙ ʹ. Βαλεντίνῳ.

Τί τοῦτο; Εἰδὼς ὅπως σου χαίρομεν τοῖς ἀγαθοῖς, καὶ σκιρτῶμεν ἐπὶ ταῖς  σαῖς  εὐδοκιμήσεσι, καὶ  πρὸ  πάντων  ὀφείλων   ἡμῖν  δηλῶσαι  τῆς  τιμῆς  τὸ μέγεθος, εἰς ὃ νῦν ἀνέβης, ὑπέμεινας ἡμᾶς πρότερον παρ' ἑτέρων μαθεῖν τοῦτο, καὶ οὐ νομίζεις δεῖσθαί σοι πολλῆς εἰς τοῦτο ἀπολογίας, ὅτι ἠνέσχου, τό γε σὸν μέρος, τοσοῦτον  χρόνον  ἡμᾶς  ζημιῶσαι  εὐφροσύνης  μέγεθος  τηλικοῦτον;  Τὸ μὲν  γὰρ ἀξίωμά σου τὸ ἀληθὲς, καὶ ἡ μεγίστη σου ἀρχὴ, τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετή. Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος. Πῶς οὖν ἡμῖν ἀπολογήσῃ καλῶς; Τῇ πυκνότητι τῶν ἐπιστολῶν, καὶ τῷ συνεχῶς τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλοῦν τῆς σῆς  καὶ τοῦ οἴκου σου παντός. Ἐπεὶ οὖν σε καὶ τὸν τρόπον τῆς ἀπολογίας ἐδιδάξαμεν, προστίθει τὰ παρὰ σαυτοῦ λοιπόν. Εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, γραψόμεθά σε ῥᾳθυμίας πολλῆς, καὶ ἀλγήσομεν. Οἶδα δὲ σαφῶς ὅτι πικροτάτην ταύτην ἡγήσῃ διδόναι δίκην, τὸ ἀλγεῖν  ἐπὶ τούτοις ἡμᾶς, ἐπειδὴ οἶδα πῶς καὶ φιλεῖν  ἡμᾶς γνησίως καὶ θερμῶς ἐσπούδακας.

ΡΙΖʹ. Θεοδώρᾳ.

Γράφω μὲν  ὀλιγάκις  τῇ  κοσμιότητί  σου, διὰ  τὸ  μὴ ῥᾳδίως ἐπιτυγχάνειν  τῶν κομιζόντων τὰ γράμματα· μέμνημαι δέ σου οὐκ ὀλιγάκις, ἀλλὰ καὶ διηνεκῶς. Τὸ μὲν γὰρ ἐφ' ἡμῖν κεῖται, τὸ δὲ οὐκ ἐφ' ἡμῖν· ἀλλὰ τοῦ μὲν μεμνῆσθαι διηνεκῶς, αὐτοὶ κύριοι, τοῦ δὲ κομίζειν τὰς ἐπιστολὰς, οὐκ ἔτι. ∆ιὰ τοῦτο τὸ μὲν ἀεὶ γίνεται,  τὸ δὲ, ἡνίκα ἂν ἐξῇ. Τὰς μὲν οὖν ἄλλας ἐπιστολὰς πρόσρησιν ἐχούσας ἐπέμπομεν, ταύτην δὲ καὶ χάριτος αἴτησιν. Τίς δὲ ἡ χάρις; Σοὶ τῇ παρεχούσῃ μᾶλλον, ἢ τῷ δεχομένῳ τὸ κέρδος φέρουσα, καὶ πρὸ τοῦ λαμβάνοντος τὸν διδόντα ὠφελοῦσα. Καὶ γὰρ ἦλθεν εἰς ἡμᾶς, ὅτι δὴ Εὐστάθιος τῶν προσκεκρουκότων ἐστὶ τῇ τιμιότητί σου, καὶ τῆς οἰκίας τῆς σῆς ἐξέπεσε, καὶ ἀπὸ ὄψεως γέγονεν. Ὅπως μὲν οὖν ἔχει τοῦ πράγματος ἡ φύσις, καὶ τίνος ἕνεκεν τοσαύτην ὑπέμεινεν ὀργὴν, εἰπεῖν οὐκ ἔχω· ἐκεῖνο γὰρ ἔγνων μόνον· ἃ δὲ χρή σε παρ' ἡμῶν ἀκοῦσαι τῶν σφόδρα σου τῆς σωτηρίας ἀντεχομένων,  ἐστὶ ταῦτα. Οἶσθα ὡς οὐδὲν  ὁ παρὼν  βίος, ἀλλ' ἢ ἄνθη μιμεῖται  ἠρινὰ,  καὶ  σκιὰς  ἀδρανεῖς,  καὶ  ὀνειράτων   ἐστὶν  ἀπάτη·  τὰ  δὲ  ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν  ἀποδημίαν ἡμᾶς διαδεξόμενά   ἐστι.   Ταῦτα   καὶ   παρ'   ἡμῶν   πολλάκις   ἤκουσας,   καὶ   οἴκοθεν φιλοσοφοῦσα διατελεῖς. ∆ιόπερ οὐδὲ μακρὰν ποιοῦμαι τὴν ἐπιστολὴν, ἀλλ' ἐκεῖνό φαμεν·  εἰ μὲν  ἀδίκως  τινὲς  ἐπηρεάσαντες ἐξέβαλον,  αἰδουμένη  τοῦ δικαίου  τὴν φύσιν, διόρθωσον τὸ γεγενημένον·  εἰ δὲ δικαίως, τοὺς τῆς φιλανθρωπίας  τιμῶσα νόμους, τὸ αὐτὸ δὴ τοῦτο πάλιν ποίησον, ἔνθα καὶ αὐτὴ τὸ πλέον καρπώσῃ μᾶλλον ἢ ἐκεῖνος.  Ὥσπερ γὰρ ὁ τὸν  ὁμόδουλον  ἀπαιτῶν  τὰ ἑκατὸν  δηνάρια, οὐκ ἐκεῖνον τοσοῦτον ἔβλαψεν, ὅσον ἑαυτῷ καιρίαν ἔδωκε τὴν πληγὴν, διὰ τῆς πρὸς τὸν σύνδουλον ἀκριβολογίας μυρίων ταλάντων συγχώρησιν ἀνατρέψας· οὕτως ὁ παρατρέχων  τὰ  τοῦ  πλησίον  ἁμαρτήματα  ἡμερωτέρας  ἑαυτῷ  ποιεῖ  τὰς  ἐν  τῷ μέλλοντι  εὐθύνας,  καὶ ὅσῳ ἂν μείζονα  τὰ ἁμαρτήματα ἀφῇ, τοσούτῳ καὶ αὐτὸς πλείονος τεύξεται τῆς συγχωρήσεως. Οὐ ταύτῃ δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλὰ καὶ τῷ δουλικὴν διδόντα χάριν, δεσποτικὴν λαμβάνειν δωρεάν. Μὴ τοίνυν μοι λέγε, ὅτι τὸ καὶ τὸ αὐτῷ πεπλημμέληται.  Ὅσῳ γὰρ ἂν δείξῃς χαλεπώτερα  τὰ γεγενημένα, τοσούτῳ τῆς συγχωρήσεως ἀναγκαιοτέραν  ἀποφαίνεις  τὴν   πρόφασιν, ἐπειδήπερ πολλῷ  πλείονα  φιλανθρωπίας  ἐν τῷ μέλλοντι  προαποθήσῃ σαυτῇ τὴν ὑπόθεσιν. Λῦσον τοίνυν τὴν ὀργὴν, κἂν δικαία ᾖ, δάμασον λογισμῷ φιλοσόφῳ τὸν θυμὸν, ἀνένεγκε τοῦτο θυσίαν τῷ Θεῷ· χάρισαι καὶ ἡμῖν τοῖς ἀγαπῶσί σε, καὶ δεῖξον πῶς καὶ ἀπὸ βραχείας ἐπιστολῆς τοσαύτην ἔχομεν δύναμιν. Χάρισαι καὶ σαυτῇ τὰ μεγάλα ταῦτα, ἅπερ εἶπον ἐγὼ, τὸ ἀτάραχον, τὸ ἐξοικίσαι τῆς ψυχῆς τὸν ἐντεῦθεν θόρυβον, τὸ μετὰ πολλῆς  παῤῥησίας καὶ ἐντεῦθεν  αἰτεῖν  παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὴν εἰς τὴν βασιλείαν εἴσοδον. Καὶ γὰρ μέγα καθάρσιον ἁμαρτημάτων ἡ εἰς τὸν πλησίον  φιλοφροσύνη·  Ἐὰν γὰρ  ἀφῆτε  τοῖς  ἀνθρώποις,  φησὶ, τὰ  παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτ' οὖν ἅπαντα λογισαμένη πέμψον  ἡμῖν  ἐπιστολὴν,  δηλοῦσαν  ὅ τι ἤνυσαν  τὰ γράμματα ἡμῶν.  Τὸ μὲν  γὰρ ἡμέτερον ἀπήρτισται, καὶ πεποιήκαμεν οὗπέρ ἐσμεν κύριοι παρεκαλέσαμεν, ἐδεήθημεν, χάριν ᾐτήσαμεν, συνεβουλεύσαμεν ἅπερ ἐχρῆν. Πᾶσα δέ ἐστιν ὑπὲρ σοῦ λοιπὸν ἡ σπουδή. Ἡμῖν μὲν γὰρ ὁ μισθὸς, ἄν τε γένηταί τι πλέον, ἄν τε μὴ γένηται, τῆς παρακλήσεως ταύτης ἀποκείσεται· ἔστι γὰρ καὶ ῥημάτων λαβεῖν ἀμοιβήν. Ὁ δὲ κάματος ἡμῖν ἅπας, διὰ τοῦ ἔργου καὶ τὴν σὴν κερδᾶναι κοσμιότητα, καὶ ἀπὸ τῶν παρόντων  κατορθωμάτων  τὰ μέλλοντα  καὶ ἀθάνατα ἀγαθὰ μετὰ πολλῆς καρπώσασθαι τῆς εὐκολίας.

ΡΙΗʹ. Ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς ἐν τῇ φυλακῇ.

∆εσμωτήριον  οἰκεῖτε,  καὶ  ἄλυσιν  περίκεισθε,  καὶ  μετὰ  τῶν   αὐχμώντων   καὶ ῥυπώντων  ἐστὲ κατακεκλεισμένοι· καὶ τί ἂν γένοιτο μακαριώτερον ὑμῶν τούτων ἕνεκεν; Τί γὰρ τοιοῦτον στέφανος χρυσοῦς κεφαλῇ περικείμενος, οἷον ἅλυσις δεξιᾷ περιπλεκομένη  διὰ τὸν Θεόν; τί δὲ τοιοῦτον  οἰκίαι περιφανεῖς  καὶ μεγάλαι, οἷον δεσμωτήριον ζόφου καὶ ῥύπου γέμον, καὶ πολλῆς τῆς ἀηδίας, καὶ τῆς θλίψεως  διὰ τὴν αὐτὴν  ὑπόθεσιν; ∆ιὰ ταῦτα σκιρτᾶτε, ἀγάλλεσθε, στεφανοῦσθε, χορεύετε, ὅτι πολλῆς ἐμπορίας ὑμῖν ὑπόθεσις τὰ συμβάντα λυπηρά. Τοῦτο σπόρος ἄμητον προαναφωνῶν  ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν   πολλὴν   προξενῶν.   Ταῦτ'  οὖν   ἅπαντα   ἀναλογισάμενοι,   κύριοί  μου τιμιώτατοι  καὶ εὐλαβέστατοι, χαίρετε καὶ εὐφραίνεσθε, μὴ διαλίπητε  τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζοντες, καὶ καιρίας τῷ διαβόλῳ διδόντες πληγὰς, καὶ πολλὴν ἑαυτοῖς ἐν τοῖς  οὐρανοῖς προαποτιθέμενοι  τὴν  ἀμοιβήν. Οὐ γὰρ ἄξια τὰ παθήματα  τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ὑμᾶς. Γράφετε δὲ καὶ ἡμῖν συνεχῶς. Σφόδρα γὰρ ἐπιθυμοῦμεν γράμματα δέχεσθαι παρ' ἀνθρώπων διὰ τὸν Θεὸν δεδεμένων,   τὰ  παθήματα  ὑμῶν  ἀπαγγέλλοντα,   καὶ  πολλὴν   ἐντεῦθεν,   καὶ  ἐν ἀλλοτρίᾳ διατρίβοντες, καρπωσόμεθα τὴν παράκλησιν.


ΡΙΘʹ. Θεοφίλῳ πρεσβυτέρῳ.

 Οὐκοῦν ἐπειδή σοι θύραν ἀνέῳξα τοῦ γράφειν, δεῖξον ὡς οὐχ ὁ ὄκνος ἐποίει τὴν ἔμπροσθεν σιγὴν, ἀλλὰ τὸ παρ' ἡμῶν ἀναμένειν λαβεῖν τοῦ γράφειν τὴν παῤῥησίαν, καὶ  πέμπε  νιφάδας  ἡμῖν  γραμμάτων,  τὴν  σὴν  ἀπαγγελλόντων ἡμῖν εὐδοκίμησιν· οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα· μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα   εἰς  σιγήν  σε  ἐμβαλεῖν,   ἀλλὰ  πάσης  ἀράχνης   εὐκολώτερον   αὐτὴν διασπάσας, φαίνου  λαμπρὸς  ἐπὶ  τῆς  παρατάξεως,  καὶ  τῇ  πολλῇ  παῤῥησίᾳ  καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους. Νῦν γάρ ἐστι καιρὸς εὐδοκιμήσεως καὶ ἐμπορίας πολλῆς.  Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι  καθήμενος, τὰ φορτία συνάγειν  δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας. Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν  καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων,  διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα,  συγκροτῶν, ἀλείφων,  ἅπαντας  διεγείρων,  νευρῶν,  σπουδαιοτέρους ποιῶν.  Καὶ ταῦτα  ἡμῖν  δήλου  διὰ  γραμμάτων  τῶν  σῶν,  μηδὲν  ὑφορώμενος,  εἰ κατορθώματα  μέλλοις  αὐτὸς  ἀπαγγέλλειν   τὰ  σὰ, ἀλλ'  ὡς  ὑπόταγμα  ἡμέτερον ἀνύων,  χαρίζου ταύτην  ἡμῖν  τὴν  εὐφροσύνην,  ἵνα  καὶ πόῤῥωθεν  ὄντες,  πολλὴν καρπωσώμεθα τὴν ἡδονὴν, ταῦτα ἀκούοντες παρὰ τῆς σῆς εὐλαβείας, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν.  ΡΚʹ. Θεοδώρᾳ. Ἀνηλώθημεν, ἐδαπανήθημεν,  μυρίους ἀπεθάνομεν  θανάτους· καὶ ταῦτα ἴσασιν ἀκριβέστερον ἀπαγγεῖλαι  οἱ τὰ γράμματα ἐγχειρίζοντες, καὶ ταῦτα βραχεῖαν ῥοπὴν ἡμῖν συγγενόμενοι· πρὸς οὓς οὐδὲ διαλεχθῆναί  τι μικρὸν ἠδυνήθημεν,  ὑπὸ τῶν  συνεχῶν  πυρετῶν  καταβεβλημένοι, οὓς ἔχων καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁδοιπορεῖν ἠναγκαζόμην, καὶ θάλπει πολιορκούμενος, καὶ ὑπὸ ἀγρυπνίας διαφθειρόμενος, καὶ ὑπὸ τῆς τῶν ἐπιτηδείων ἐρημίας  ἀπολλύμενος,  καὶ  τῆς  τῶν  προστησομένων  ἀπορίας.  Καὶ γὰρ  τῶν  τὰ μέταλλα ἐργαζομένων, καὶ τὰ δεσμωτήρια οἰκούντων  χαλεπώτερα καὶ πεπόνθαμεν καὶ πάσχομεν. Ὀψὲ δέ ποτε καὶ μόλις ἐπέτυχον τῆς Καισαρείας, ὡς ἀπὸ χειμῶνος εἰς γαλήνην  καὶ εἰς λιμένα ἐλθών. Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου  κακά· οὕτω καθάπαξ ἡμᾶς ὁ ἔμπροσθεν χρόνος κατειργάσατο. Ἀλλ' ὅμως ἐλθὼν εἰς τὴν Καισάρειαν, μικρὸν ἀνέψυξα, ὅτι ὕδατος ἔπιον καθαροῦ, ὅτι  ἄρτου  οὐκ  ὀδωδότος  οὐδὲ  κατεσκληκότος  μετέλαβον,  ὅτι  οὐκ  ἔτι  ἐν  τοῖς κλάσμασι   τῶν   πίθων   ἐλουόμην,   ἀλλ'   εὗρον   βαλανεῖον   οἷον   δήποτε,   ὅτι συγκεχώρημαι τέως τῇ κλίνῃ προσηλῶσθαι. Ἐνῆν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλ' ἵνα μὴ συγχέω σου τὴν μάθησιν, μέχρι τούτου ἵστημι τὸν λόγον, ἐκεῖνο προστιθεὶς, ὅτι  μὴ  παύσῃ  ὀνειδίζουσα  τοῖς  ἀγαπῶσιν  ἡμᾶς,  ὅτι  τοσούτους  ἔχοντες ἐραστὰς, καὶ τοσαύτην δύναμιν περιβεβλημένους, οὐκ ἐτύχομεν οὗ τυγχάνουσιν  οἱ κατάδικοι, ὥστε εἰς ἡμερώτερον καὶ ἐγγύτερόν που κατοικισθῆναι τόπον· ἀλλὰ καὶ τοῦ   σώματος   ἡμῖν   ἀπαγορεύσαντος,   καὶ   τοῦ   φόβου   τῶν   Ἰσαύρων   πάντα πολιορκοῦντος, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς οὐκ ἐπετύχομεν χάριτος. ∆όξα τῷ Θεῷ καὶ διὰ τοῦτο. Οὐ παυόμεθα γὰρ αὐτὸν ἐπὶ πᾶσι δοξάζοντες. Εἴη τὸ ὄνομα αὐτοῦ εὐλογημένον  εἰς τοὺς αἰῶνας. Πολὺ δὲ ἐξεπλάγην καὶ τὸ σὸν, ὅτι τετάρτην ταύτην ἐπιστολὴν  ἢ καὶ  πέμπτην  ἐπεσταλκὼς  τῇ  διαθέσει σου καὶ  τῇ  κοσμιότητι,  μίαν ἐδεξάμην καὶ μόνην. Καίτοι τοῦτο δυσκολίας οὐκ ἦν, τὸ ἐπιστέλλειν συνεχέστερον. Καὶ ταῦτα  οὐκ ἐγκαλῶν  σοι λέγω· τὸ γὰρ τῆς ἀγάπης οὐκ ἔστιν ἀνάγκης,  ἀλλὰ προαιρέσεως. Ἀλλὰ σφόδρα ἀλγῶ, ὅτι ἀθρόον ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, ἐν οὕτω χρόνῳ  μακρῷ μίαν ἡμῖν πέμψασα ἐπιστολήν.  Εἰ τοίνυν  μηδὲν φορτικὸν μηδὲ ἐπαχθὲς αἰτοῦμεν, τοῦτο ἡμῖν πάρεχε, οὗ σὺ κυρία εἶ, καὶ ἐπὶ σοὶ κεῖται. Τῶν γὰρ ἄλλων ἕνεκεν οὐκ ἐνοχλοῦμεν, ἵνα μὴ πρὸς τῷ μηδὲν ἀνύειν καὶ φορτικοί τινες δόξωμεν καὶ ἐπαχθεῖς εἶναί σοι.

ΡΚΑʹ. Ἀραβίῳ.

Τὴν κάμινον τῆς ἀθυμίας, ἣν ἐπὶ τῆς ψυχῆς  περιφέρεις  ὑπὲρ τῶν  εἰς  ἡμᾶς  γεγενημένων,  σαφέστατα ἔδειξεν  ἡμῖν  τὸ γράμμα τὸ σὸν, καὶ πρὸ τούτου μὲν ἐπισταμένοις. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι τῆς πηγῆς τῶν δακρύων, ἣν ἐν ἀρχῇ τῶν κακῶν τούτων ὑφαινομένων  ἠφίεις. Πλὴν ἀλλὰ  καὶ  ἡ  ἐπιστολὴ  τῶν  δακρύων  οὐκ  ἔλαττον  καὶ  τῶν  ὀδυρμῶν  ἐκείνων ἀπεκάλυψε τὴν φλόγα τῆς λύπης ἡμῖν, τῆς ἐν τῇ καρδίᾳ τῇ σῇ. Τούτων προσδόκα τὰς ἀμοιβὰς παρὰ τοῦ φιλανθρώπου  Θεοῦ. Ἔστι γὰρ καὶ λύπης μισθὸς καὶ μέγας καὶ πολύς.  Ἐπεὶ καὶ  ἐπὶ  Ἰουδαϊκῶν  κακῶν  ἦσάν τινες,  οἳ  τὰ  γινόμενα  παρ' αὐτῶν διορθῶσαι μὲν οὐκ ἠδύναντο, ἔστενον δὲ μόνον καὶ ἐθρήνουν, καὶ τοιαύτην ἐκαρπώσαντο τὴν ἀμοιβὴν, ὡς τῶν ἄλλων ἁπάντων ἀπολλυμένων, καὶ πανωλεθρίᾳ παραδιδομένων,  ἐκείνους διαφυγεῖν  τὴν ὀργήν. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων  καὶ ὀδυρομένων. Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἕστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν  τὴν  ἀσφάλειαν  ἐκτήσαντο. Μὴ οὖν διαλίπητε  καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον  Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης  ναυαγίῳ.  Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα  θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης· ἐπειδήπερ ἐντεῦθεν  ἀρξάμενον τὸ κακὸν, καθάπερ ῥεῦμα πονηρὸν  ἐκχυθὲν,  πανταχοῦ  τῆς  γῆς  τὰς  Ἐκκλησίας λυμαίνεται.  Ὅπερ δὲ ἡμᾶς παρεκάλεσας, τοῦτο καὶ αὐτὸς παρ' ἡμῶν παρακλήθητι, ἕως ἂν ὑμῶν ὦμεν κεχωρισμένοι  τῷ  σώματι τῇ γὰρ ψυχῇ  ἀεὶ καὶ τῇ σῇ εὐγενείᾳ  καὶ τῷ  οἴκῳ σου συνδεδέμεθα, συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας σου εὐαγγελίζεσθαι μὴ κατόκνει. Οἶδας γὰρ ἡλίκην  ἡμῖν  δώσεις τὴν χάριν. Ἐπειδὴ ἐκέλευσας ἡμᾶς ἐν  τοῖς  σοῖς καταχθῆναι,  καθὼς  ἔμαθον  ἐξελθὼν,  οὐκ ἔτι  ἔδοξεν  ἡμᾶς εἰς Σεβάστειαν ἀπενεχθῆναι, ἀλλ' εἰς ἐρημότατον χωρίον τῆς Ἀρμενίας Κουκουσὸν, καὶ σφαλερώτατον τῆς τῶν Ἰσαύρων ἐπιδρομῆς ἕνεκεν. Χάριν μέντοι ἴσμεν τῇ εὐγενείᾳ τῇ σῇ, καὶ δεδέγμεθα τὴν τιμὴν, ὅτι καὶ ἀπόντων οὕτως ἐφρόντισας, ὥστε εὐτρεπίσαι τὸ καταγώγιον  ἡμῖν, καὶ παρακαλέσαι ἐν τοῖς σοῖς ἡμᾶς καταχθῆναι. Ἀλλ' εἴ τινες εἶέν  σοι  φίλοι   κατὰ  τὴν  Κουκουσὸν, ἐκείνοις   ἐπιστεῖλαι  παρακλήθητι.

ΡΚΒʹ. Μαρκιανῷ.

Μακάριος εἶ, καὶ τρισμακάριος, καὶ πολλάκις  τοῦτο, ἐν οὕτω χειμῶνι χαλεπῷ,  καὶ τοσαύτῃ τῶν  πραγμάτων  ζάλῃ, τοσαύτην  ἐπιδεικνύμενος  περὶ τοὺς δεομένους μεγαλοψυχίαν.  Οὐ γὰρ ἔλαθεν ἡμᾶς τῆς φιλανθρωπίας  σου τὸ μέγεθος, καὶ ὅτι καινὸς ἅπασι γέγονας  λιμὴν,  ὀρφανοῖς  παριστάμενος, χήρας παντὶ  τρόπῳ παραμυθούμενος, ἀνέχων αὐτῶν τὴν πενίαν, διορθούμενος τὴν πτωχείαν, οὐδὲ αἴσθησιν ἀφιεὶς λαμβάνειν τῆς στενοχωρίας ταύτης, ἀλλ' ἀντὶ πάντων αὐτοῖς γινόμενος,  καὶ δῆμον ὁλόκληρον  διατρέφων  σίτῳ, καὶ οἴνῳ,  καὶ ἐλαίῳ,  καὶ τοῖς ἄλλοις  ἅπασιν. Ὁ Θεός σοι τὸν μισθὸν ἀποδῷ καὶ ἐν τῷ παρόντι  βίῳ καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς μεγαλοψυχίας ταύτης, τῆς δαψιλείας, τῆς προθυμίας, τοῦ ζήλου, τῆς φιλοπτωχείας,  τῆς γνησίας ἀγάπης· καὶ γὰρ ἐν ἅπασι τούτοις βρύεις καὶ κομᾷς, μέγιστα  σεαυτῷ  ἀποτιθέμενος  βραβεῖα ἐν  τῷ  μέλλοντι  αἰῶνι.  Ταῦτα καὶ  ἡμεῖς μανθάνοντες  ἐν ἐρημίᾳ τοσαύτῃ καθήμενοι, καὶ πολλαῖς κυκλούμενοι περιστάσεσι· καὶ γὰρ Ἰσαυρικοῦ φόβου πολιορκία, καὶ χωρίου ἐρημία, καὶ χειμῶνος  σφοδρότης ἡμᾶς θλίβει· ἀλλ' ὅμως ταῦτα ἀκούοντες  περὶ τῆς σῆς τιμιότητος,  οὐδὲ αἴσθησιν τούτων λαμβάνομεν τῶν λυπηρῶν, ἀλλὰ καὶ πολλὴν καρπούμεθα τὴν παράκλησιν, σκιρτῶντες, εὐφραινόμενοι, χαίροντες ἐπὶ τοῖς τοσούτοις κατορθώμασιν, ἐπὶ τῷ πλούτῳ τῷ ἀφάτῳ, ὃν ἐν οὐρανοῖς συνάγεις σεαυτῷ. Ἵν' οὖν καὶ ἐν ἑτέρῳ εὐφραινώμεθα,  γράφειν  ἡμῖν  συνεχῶς  μὴ κατόκνει,  τὰ περὶ τῆς  ὑγείας  τῆς  σῆς εὐαγγελιζόμενος. Σφόδρα γὰρ ἐπιθυμοῦμεν ἀκούειν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Καὶ τοῦτο  οἶσθα καὶ αὐτὸς, ἐπειδήπερ  κἀκεῖνο  οἶσθα, ὅπως  ἀεὶ τῆς  ἀγάπης  τῆς  σῆς ἀντεχόμεθα.

ΡΚΓʹ. Πρὸς τοὺς ἐν Φοινίκῃ πρεσβυτέρους καὶ μονάζοντας, τοὺς κατηχοῦντας    τοὺς   Ἕλληνας. 

 Οἱ  κυβερνῆται   ἐπειδὰν   ἴδωσι   τὴν   θάλασσαν μαινομένην, καὶ ἐγειρομένην, καὶ πολὺν τὸν χειμῶνα, καὶ τὴν ζάλην, οὐ μόνον οὐκ ἀφιᾶσι  τὸ  πλοῖον,  ἀλλὰ  καὶ  τότε  πλείονι  κέχρηνται  τῇ  σπουδῇ, καὶ  μείζονι  τῇ προθυμίᾳ, καὶ αὐτοὶ νήφοντες, καὶ τοὺς ἄλλους διεγείροντες. Καὶ ἰατροὶ πάλιν ὅταν ἴδωσι τὸν πυρετὸν ἐγερθέντα, καὶ σφοδρὸν γενόμενον, οὐ μόνον οὐ καταλιμπάνουσι τὸν νοσοῦντα, ἀλλὰ καὶ τότε καὶ αὐτοὶ πάντα ποιοῦσι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων μείζονι κεχρημένοι τῇ σπουδῇ καὶ τῇ προθυμίᾳ,  ὥστε λῦσαι τὸ κακόν. Τίνος ἕνεκεν ταῦτα λέγω; Ἵνα μή τις ὑμᾶς ἀπατήσῃ διὰ τὴν ταραχὴν τὴν γεγενημένην καταλιπεῖν τὴν Φοινίκην, καὶ ἀναχωρῆσαι ἐκεῖθεν· ἀλλὰ ὅσῳ πλείους αἱ δυσκολίαι, καὶ χαλεπώτερα τὰ κύματα, καὶ μείζων ἡ ταραχὴ, τοσούτῳ μᾶλλον ἐμμένετε σπουδάζοντες, νήφοντες,  ἀγρυπνοῦντες,  πλείονα  προθυμίαν ἐπιδεικνύμενοι,  ὥστε μὴ τὴν  οἰκοδομὴν  ὑμῶν  τὴν  καλλίστην  καταλυθῆναι,  μηδὲ τὸν  τοσοῦτον πόνον ἀνωφελῆ  γενέσθαι, μηδὲ τὴν γεωργίαν ὑμῶν ἀφανισθῆναι. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τὴν ταραχὴν λῦσαι καὶ τῆς ὑπομονῆς ὑμῖν δοῦναι τὸν μισθόν. Οὐδὲ γὰρ τοσοῦτος ὑμῖν  ὁ μισθὸς, ὅτε μετ' εὐκολίας  τὰ πράγματα ἠνύετο, ὅσος ἐστὶν ὑμῖν  νῦν,  ὅτε πολλὴ ἡ δυσκολία, πολλὴ ἡ ταραχὴ, πολλοὶ οἱ σκανδαλίζοντες. Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε. Οὐδὲν γὰρ ὑμῖν ἔχει λεῖψαι οὐδὲ νῦν, ἀλλὰ τῆς αὐτῆς ἀφθονίας καὶ δαψιλέας ἀπολαύειν ὑμᾶς ἐκέλευσα, εἴτε ἐν ἐνδύμασιν, εἴτε ἐν ὑποδήμασιν, εἴτε ἐν διατροφαῖς τῶν ἀδελφῶν. Εἰ δὲ ἡμεῖς ἐν τοσαύτῃ θλίψει  ὄντες, καὶ περιστάσει, καὶ ἐρημίαν οἰκοῦντες  τὴν Κουκουσὸν, τοσαύτην  ποιούμεθα  φροντίδα  τῶν  κατορθωμάτων  τῶν  ὑμετέρων, πολλῷ μᾶλλον καὶ ὑμᾶς δεῖ πολλῆς εὐπορίας ἀπολαύοντας, κατὰ τὴν χρείαν λέγω τῶν  ἀναγκαίων,  τὰ  παρ'  ἑαυτῶν  συνεισφέρειν.  Παρακαλῶ τοίνυν,  μηδεὶς  ὑμᾶς φοβήσῃ. Καὶ γὰρ καὶ τὰ πράγματα χρηστοτέρας ἔσχεν ἐλπίδας· καὶ δυνήσεσθε τοῦτο μαθεῖν ἀπὸ τῶν ἀντιγράφων  τῶν ἀποσταλέντων παρὰ τοῦ κυρίου μου τοῦ εὐλαβεστάτου  πρεσβυτέρου Κωνσταντίου. Καὶ ἐὰν  παραμείνητε,  κἂν  μυρία ᾖ τὰ κωλύματα, πάντων περιέσεσθε. Οὐδὲν γὰρ ὑπομονῆς ἴσον καὶ καρτερίας· πέτρᾳ γὰρ ἔοικεν· αἱ δὲ ταραχαὶ αὗται καὶ αἱ ἐπιβουλαὶ, αἱ κατὰ τῆς Ἐκκλησίας γινόμεναι, κύμασιν ἐοίκασι προσρηγνυμένοις τῇ πέτρᾳ, καὶ διαλυομένοις  εἰς οἰκεῖον  ἀφρόν. Ἐννοήσατε   ὅσα  μακάριοι   ἀπόστολοι   ἔπασχον   καὶ   παρὰ   οἰκείων,   καὶ   παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ   λιμοὺς,   καὶ   γυμνότητας   δαπανώμενοι.   Ἀλλ'   ὅμως   καὶ   ἐν   αὐτοῖς   τοῖς δεσμωτηρίοις οἰκοῦντες, τῆς ἐγχειρισθείσης αὐτοῖς οἰκονομίας οὐκ ἀφίσταντο· ἀλλ'ὁ μακάριος Παῦλος καὶ δεσμωτήριον οἰκῶν, καὶ μεμαστιγωμένος, καὶ αἵματι περιῤῥεόμενος, καὶ ξύλῳ προσδεδεμένος, καὶ τοσαύτα πάσχων, καὶ ἐμυσταγώγει ἐν τῷ δεσμωτηρίῳ, καὶ τὸν δεσμοφύλακα ἐβάπτιζε, καὶ τὰ παρ' ἑαυτοῦ πάντα  ἐποίει. Ταῦτ'  οὖν ἅπαντα καὶ τὰ τοιαῦτα λογιζόμενοι, καθάπερ ὑμῶν παρεκάλεσα τὴν  ἀγάπην,  στήκετε ἑδραῖοι, ἀμετακίνητοι,  ἀνεξαπάτητοι,  τὴν  τοῦ Θεοῦ ἐλπίδα ἀναμένοντες,  καὶ τὴν ἐκεῖθεν συμμαχίαν, ἧς ἴσον οὐδέν· καὶ ἀντιγράψαι  ἡμῖν περὶ πάντων  σπουδάσατε ἐξ  αὐτῆς.  ∆ιὰ  γὰρ  τοῦτο  καὶ  Ἰωάννην   τὸν  εὐλαβέστατον πρεσβύτερον εἰς τοῦτο ἀπεστείλαμεν, ὥστε παρακαλέσαι ὑμῶν τὴν διάνοιαν, καὶ μὴ ἀφεῖναι ὑπὸ μηδενὸς παρασαλευθῆναι. Ἐγὼ τὸ ἐμαυτοῦ πεποίηκα, καὶ λόγοις παρακαλῶν, καὶ συμβουλαῖς ἀνορθῶν, καὶ τῶν χρειῶν τὴν ἀφθονίαν παρέχων, ὥστε ἐν μηδενὶ ὑμᾶς ὑστερηθῆναι. Εἰ δὲ μὴ βουληθείητέ μου ἀνέχεσθαι, ἀλλ' αὐτοῖς τοῖς ἀπατῶσιν  ὑμᾶς  καὶ  ἀναπτεροῦσι  πεισθῆναι,  ἐγὼ  ἀνεύθυνός  εἰμι.  Ἴστε δὲ καὶ  ἡ κατάγνωσις  αὕτη καὶ ἡ ζημία ἐπὶ τίνα  ἔρχεται. Ἵν' οὖν μηδὲν τοιοῦτον  γένηται, παρακαλῶ ἀνέχεσθαί μου, τοῦ σφόδρα ὑμᾶς ἀγαπῶντος.  Καὶ περὶ ὧν ἂν δέησθε, ἢ ἐπιστείλατε  ἡμῖν,  ἢ, εἰ βούλεσθε, ἕνα  τινὰ  πέμψατε  πρὸς ἡμᾶς, καὶ οὐδὲν  ὑμῖν ὑστερήσει καθόλου.

ΡΚ∆ʹ. Γεμέλλῳ.

Ἄλλοι μὲν τῇ θαυμασιότητί σου συνήδονται τῆς ἀρχῆς, ἐγὼ δὲ τῇ πόλει, καὶ τῇ μεγαλοπρεπείᾳ δὲ τῇ σῇ, οὐ διὰ τὴν ἐντεῦθεν τιμὴν ὑψηλότερος γὰρ τῶν τοιούτων μεμελέτηκας εἶναι, ἀλλὰ διὰ τὸ λαβεῖν ἀφορμὴν τὴν παρέχουσάν σοι μετὰ πολλῆς τῆς ἀδείας καὶ τοῖς πολλοῖς δεῖξαι τὴν σύνεσίν σου, καὶ τὴν ἡμερότητα, καὶ τὸ ἐντεῦθεν κέρδος συναγαγεῖν. Εὖ γὰρ οἶδα ὅτι καὶ τοὺς σφόδρα τῇ γῇ προσηλωμένους, καὶ πρὸς τὰ ὀνείρατα ταῦτα κεχηνότας, λέγω δὴ τὴν παρὰ τῶν πολλῶν δόξαν, παιδεῦσαι δυνήσῃ, ὅτι οὐκ ἐν τῇ χλανίδι, καὶ τῇ ζώνῃ, οὐδὲ ἐν τῇ φωνῇ τοῦ κήρυκος ὁ ἄρχων, ἀλλ' ἐν τῷ τὰ πεπονηκότα ἀνακτᾶσθαι, καὶ τὰ κακῶς ἔχοντα  διορθοῦν, καὶ κολάζειν  μὲν ἀδικίαν,  μὴ συγχωρεῖν  δὲ ὑπὸ δυναστείας τὸ δίκαιον ἀπελαύνεσθαι. Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας  τὸ ὕψος, τὴν  τῶν  βιωτικῶν  ὑπεροψίαν,  τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον,  οὗ μάλιστα ἄρχοντι δεῖ. ∆ιὸ κἀκεῖνο οἶδα σαφῶς, ὅτι λιμὴν ἔσῃ τῶν ναυαγούντων,   βακτηρία  τῶν  ἐπὶ  γόνυ  κλιθέντων,  πύργος  τῶν  ὑπὸ  δυναστείας ἀδίκου πολεμουμένων· καὶ ἔσῃ ταῦτα ῥᾳδίως. Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα· ἀλλ' ὥσπερ ὁ ἥλιος ὁμοῦ τε φαίνεται, καὶ πάντα λύει ζόφον· οὕτω καὶ αὐτὸς ἐπὶ τοῦ θρόνου φανεὶς, εὖ οἶδ' ὅτι ἐκ πρώτης ἡμέρας τούς τε ἀδικεῖν ἐπιχειροῦντας ἀνέστειλας, τούς τε ἀδικουμένους, καὶ πρὶν εἰς τὸ δικαστήριον εἰσελθεῖν, πάσης ἐπηρείας ἀπήλλαξας· καὶ ἤρκεσεν εἰς τὴν τούτου διόρθωσιν  ἡ  τῆς  φιλοσόφου  σου ψυχῆς  ὑπόληψις.  ∆ιὰ ταῦτα  καίτοι  ἐν  ἐρημίᾳ καθήμενος, καὶ πολλαῖς  συνεχόμενος  περιστάσεσι, πολλῆς  γέμω τῆς εὐφροσύνης, ἡμετέραν ἡδονὴν τὴν τῶν ἀδικουμένων συμμαχίαν ἡγούμενος.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |