ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: .Ξʹ Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ

Τρίτη 25 Οκτωβρίου 2016

.Ξʹ Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ




Ιωάννης Χρυσόστομος
Επιστολαί Ιδιαίτεραι
Τόμος 52

.Ξʹ. Χαλκιδίᾳ καὶ Ἀσυγκριτίᾳ.

 Οἶδα ὅτι σφόδρα ὑμᾶς διετάραξε τῶν ἐπαλλήλων  πειρασμῶν ἡ συνέχεια, τῶν ἐπενεχθέντων  τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ. Ἀλλὰ μηδὲν ὑμᾶς τοῦτο θορυβείτω. Ὁ γὰρ διὰ τὸν Θεὸν  ταῦτα   πάσχων,   ὅσῳπερ  ἄν   τι   χαλεπώτερον   πάθῃ,  μειζόνων   ἀπολαύει στεφάνων.  Ἱκανὴν  τοίνυν  ἔχουσαι ταύτην  τὴν παράκλησιν, φέρετε γενναίως  καὶ εὐχαρίστως  τὰ συμπίπτοντα,  δοξάζουσαι τὸν  Θεὸν ἐφ'  ἅπασι τοῖς  συμβαίνουσιν.Οὕτω γὰρ καὶ ὑμεῖς κοινωνοὶ γενήσεσθε τῶν ἀποκειμένων  αὐτῷ μισθῶν καὶ στεφάνων, ὑπὲρ ὧν γενναίως καὶ πράως ἠνέγκατε τὰ συμβάντα. Ἴστε γὰρ ὅτι ὁδὸς ὁ παρὼν βίος, καὶ τὰ χρηστὰ αὐτοῦ καὶ τὰ λυπηρὰ παροδεύεται, καὶ ὅτι διὰ πολλῶν θλίψεων   δεῖ  ἡμᾶς  εἰσελθεῖν  εἰς  τὴν  βασιλείαν  τοῦ  Θεοῦ· καὶ  ὅτι  στενὴ  καὶ τεθλιμμένη  ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Παρακληθεῖσαι οὖν καὶ διὰ τούτων, καὶ  διὰ  τῆς  παρουσίας  αὐτοῦ,  ἅπαν  ἀθυμίας  διασκεδάσατε  νέφος,  χαίρουσαι, εὐφραινόμεναι ἐπὶ τοῖς τούτου παθήμασι. Καὶ γὰρ ἄφατος αὐτῷ ἐντεῦθεν κείσεται ὁ καρπὸς καὶ ἀκήρατος.



ΞΑʹ. Θεοδότῳ ἀπὸ κονσουλαρίων.

 Τοῦτο πατὴρ, τὸ μὴ μόνον μὴ  δυσχεραίνειν  τοῦ  παιδὸς  τὴν  ἀληθῆ  φιλοσοφίαν  φιλοσοφοῦντος,  ἀλλὰ  καὶ συνήδεσθαι,  καὶ  πάντα  ποιεῖν,  ὅπως  εἰς  ἄκρον  αὐτῆς  ἀφίκοιτο·  καὶ  μηδὲ  τῷ πόῤῥωθεν εἶναι καὶ πατρίδος, καὶ οἰκίας, καὶ τῶν σῶν ὀφθαλμῶν, βαρύνεσθαι, ἀλλὰ νῦν μᾶλλον αὐτὸν ἡγεῖσθαι πλησίον ἔχειν, ὅτε αὐτῷ τὰ τῆς ἀρετῆς ἐπιδίδωσι. ∆ιὰ ταῦτά σοι καὶ ἡμεῖς πολλὰς  χάριτας ἴσμεν, καὶ τεθαυμάκαμεν  πῶς τοιοῦτον  ἡμῖν δῶρον δεδωκὼς, τὸν υἱὸν, ἐνόμισας δεῖν σοι καὶ ξενίων εἰς τιμὴν ἡμετέραν. Τὴν μὲν οὖν τιμὴν  τὴν  ἐκ τῶν  πεμφθέντων  ἐδρεψάμεθα, αὐτὰ δὲ ἀνταπεστάλκαμεν,  οὐχ ὑπερορῶντές σου τῆς εὐγενείας  πῶς γὰρ τοῦ οὕτω σφοδρῶς ἡμῶν ἐρῶντος;, ἀλλ' ἡγούμενοι περιττὸν εἶναι τούτων τὴν ἀπόλαυσιν διώκειν, ὧν ἐν χρείᾳ οὐ καθεστήκαμεν. Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην  ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς  κατέχειν  καὶ  πλάττειν,  ἐπειδὴ  δὲ  πάντα  τὰ  ἐνταῦθα  φόνων,  ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων,  καὶ    τόπους   ἐκ  τόπων  ἀμείβομεν,   καθ'ἑκάστηνμετανιστάμενοι  τὴν ἡμέραν, ἀναγκαῖον  εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες  τῷ  κυρίῳ  μου τῷ  εὐλαβεστάτῳ  διακόνῳ  Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. Τοῦτο δὲ καὶ αὐτὸς κατορθωθῆναι σπούδασον τῷ παιδὶ, καὶ πάντως ἡμῶν ἐπαινέσῃ τὴν συμβουλὴν, καὶ πολλὴν  εἴσῃ  τῆς  παραινέσεως  ταύτης  τὴν  χάριν  ἡμῖν. 

ΞΒʹ.  Κάστῳ, Οὐαλερίῳ,∆ιοφάντῃ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.

Ὅτι μὲν ἡμᾶς ἀπέλιπεν ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος Κωνστάντιος, ἀλγῶ· ὅτι δὲ ὑμᾶς ἀπείληφε, χαίρω, καὶ μειζόνως χαίρω, ἢ ἐκεῖνο ἀλγῶ. Εὖ γὰρ οἶδ' ὅτι εἰς ἀκύμαντονὁρμιεῖ λιμένα,  τὴν  ὑμετέραν  ἀγάπην.  Κἂν γὰρ μυρίαι πανταχόθεν  περιεστήκωσι ταραχαὶ,  καὶ  πολλὰ  ἐγείρηται  τὰ  κύματα, ἀλλὰ  τοιαῦτα  τὰ  ὑμέτερα, ὡς  καὶ  ἐν χειμῶνι  γαλήνης  ἀπολαύειν  λευκῆς,  διὰ τὴν  προσοῦσαν ὑμῖν  ἀνδρείαν,  καὶ τὴν ἀπερίτρεπτον  ἀγάπην  καὶ διάθεσιν.  Ἰδόντες  τοίνυν  αὐτὸν  ὡς  ὑμῖν  πρέπον  ἐστὶ, πάντα αὐτῷ γενέσθαι παρακλήθητε. Ἴστε γὰρ ὅσος ὑμῖν κείσεται μισθὸς, εἰκῆ καὶ μάτην ἐπηρεαζόμενον ἀνέχειν σπουδάζουσιν. Οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι ζητοῦμεν, ἀλλ'ὥστε  μηδὲν   αὐτὸν   παρὰ  τὸ  δίκαιον   ἐπηρεασθῆναι,  καὶ  μάτην   ἄγεσθαι  καὶ περιάγεσθαι, ἐν δικαστηρίοις σπαραττόμενον ὑπὲρ ὧν στεφανοῦσθαι αὐτὸν καὶ ἀνακηρύττεσθαι ἔδει. Καὶ ὑπὲρ μὲν τούτου ταῦτα αἰτοῦμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν, ὥστε   συνεχῶς   ἡμῖν   ἐπιστέλλειν,   καὶ   τὰ   περὶ   τῆς   ὑγιείας   τῆς   ὑμετέρας εὐαγγελίζεσθαι.  Εἰ γὰρ καὶ πολλῷ  διειργόμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλ' ὅμως οὐ παυόμεθα διηνεκῶς ὑμᾶς ἐπὶ διανοίας φέροντες, καὶ πλησίον ὑμῶν ὄντες, καὶ καθ' ἑκάστην ὑμῖν συγγινόμενοι τὴν ἡμέραν. Τοιοῦτοι γὰρ οἱ τῆς ἀγάπης ὀφθαλμοὶ τῶν γνησίως εἰδότων  φιλεῖν.  Καὶ τοῦτο ἴστε καὶ αὐτοὶ σαφῶς, ἐπειδὴ καὶ φιλεῖν  ἴστε γνησίως.

ΞΓʹ. Τραγκυλίνῳ.

Τὰ μὲν ἄλλα πάντα εἴκει χρόνῳ καὶ παραχωρεῖ παλαιούμενα καὶ γηράσκοντα, καὶ σωμάτων ἄνθη, καὶ οἰκοδομημάτων μεγέθη, καὶ λειμῶνες, καὶ παράδεισοι, καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα· μόνη δὲ ἡ ἀγάπη τὴν ἐντεῦθεν διέφυγε βλάβην, καὶ οὐ μόνον οὐ μαραίνεται χρόνου πλήθει, ἀλλ' οὐδὲ αὐτῷ διακόπτεται τῷ θανάτῳ. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς, εἰ καὶ μακρὸν ἀπελείφθημεν χρόνον τῆς ἐμμελείας τῆς σῆς, ἀλλ' ἀκμάζουσαν αὐτὴν διατηροῦμεν, καὶ γλώττῃ  μὲν νῦν, γνώμῃ  δὲ ἀεί. ∆ιὸ καὶ συνεχῶς  ἐπεστάλκαμέν  σου τῇ εὐλαβείᾳ. Ἐπειδὴ δὲ ἡμῖν περισπούδαστον μανθάνειν  οἷ τὰ τῆς ὑγιείας ὁρμᾷ τῆς σῆς οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, εἰ δυνατὸν γένοιτο, καὶ ῥᾳδίως ἐπιτύχοις τινὸς τοῦ διακομίζοντος ἡμῖν τὰ γράμματα, τὰ σαυτῷ πρέποντα ποιῶν, δῆλον τοῦτο ποιῆσαι ἡμῖν παρακλήθητι. Τὰ γὰρ καθ' ἡμᾶς, τά τε ἐν Ἀρμενίᾳ,  τά τε ἐν Θρᾴκῃ, διηγήσεταί σου τῇ γνησίᾳ καὶ θερμῇ ἀγάπῃ ὁ τὰ γράμματα ἐγχειρίζων.

Ξ∆ʹ. Κυριακῷ ἐπισκόπῳ.

Ὁ δεσπότης μου  Σώπατρος,  ὁ  τῆς   Ἀρμενίας  ἄρχων,   Ἀρμενίας  ταύτης   ἐν   ᾗ  νῦν   ἐσμεν καθειργμένοι,  ἦρξε μὲν  Ἀρμενίας ὡς  πατὴρ, ἐπεδείξατο  δὲ περὶ ἡμᾶς θεραπείαν πλείονα ἢ πατήρ. Ταύτης αὐτῷ τῆς εὐνοίας ἀποδοῦναι τὴν ἀμοιβὴν σπουδάζων τε καὶ  ζητῶν,  εὑρηκέναι  μοι  δοκῶ  καλλίστην  ὁδὸν,  τὴν  μεμεριμνημένην  σου καὶ ἄγρυπνον  ψυχὴν,  δι' ἧς δυνήσομαι αὐτὸν  ἀμείψασθαι. Πῶς καὶ τίνι  τρόπῳ; Υἱός ἐστιν αὐτῷ  διατρίβων  αὐτόθι  χρόνον  ἤδη πολὺν  ἐπὶ λόγων  κτῆσιν. Τοῦτον ἐὰν σπουδάσῃς μετὰ  προθυμίας  ἰδεῖν,  καὶ  τῆς  σοὶ  πρεπούσης  ἀγάπης,  καὶ  ποιήσῃς ἀπολαῦσαί τινος  τῶν  χρηστῶν, τὸ πᾶν  ἐσόμεθα ἐκτετικότες.  Ποίει δὲ τοῦτο, καὶ καθίστη γνώριμον  αὐτὸν καὶ τοῖς ἐν τέλει, τοῖς καὶ σοὶ γνωρίμοις, καὶ δυναμένοις αὐτῷ τὴν ἀλλοτρίαν  ἡδίω τῆς ἐνεγκούσης ποιῆσαι. Οὕτω γὰρ χαριῇ μὲν ἐκείνῳ, χαριῇ δὲ ἐμοὶ, χαριῇ δὲ σαυτῷ, ἄνδρα χρηστὸν καὶ φιλάνθρωπον  καὶ κοινὸν  τῶν πενήτων   λιμένα   διὰ  τοῦ  παιδὸς  ὠφελῶν.

ΞΕʹ.   Μαρκιανῷ  καὶ  Μαρκελλίνῳ.

Ἀρκοῦσαν ἔχετε παραμυθίαν  τῆς ἀθυμίας ἧς ὑπομένετε, καθὼς ἐπεστάλκατε, τὴν φιλόσοφον  ὑμῶν  γνώμην  καὶ  ὑψηλὴν,  τὴν  ἀπερίτρεπτον  καὶ  ἀκλινῆ  διάθεσιν. Ὥσπερ γὰρ τὸν χαῦνον καὶ διαλελυμένον  οὐδὲ γαλήνη, καὶ τὸ κατὰ ῥοῦν φέρεσθαι, ὠφελῆσαί τι μέγα δυνήσεται· οὕτω τὸν στεῤῥὸν, καὶ συγκεκροτημένον, καὶ νήφοντα οὐδὲ χειμὼν  χαλεπὸς διασαλεύει ποτὲ, ἀλλὰ καὶ λαμπρότερον ἐργάζεται. Τοιαύτη γὰρ  τῶν  πειρασμῶν  ἡ  φύσις·  τοῖς  γενναίως  αὐτοὺς  φέρουσι  πολλὰ  κομίζει  τὰ βραβεῖα, καὶ λαμπροὺς τοὺς στεφάνους. Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων,  μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες. Ἐβουλόμεθα μὲν γὰρ καὶ παρόντας ὑμᾶς ἰδεῖν καὶ περιπτύξασθαι. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, ἀλλὰ πολλὰ τὰ κωλύματα, συνεχῶς ἡμῖν ἐπιστέλλειν μὴ κατοκνεῖτε, τὰ περὶ τῆς ὑγιείας δηλοῦντες τῆς ὑμετέρας. Ἴστε γὰρ ἡλίκον ἡμῖν χαριεῖσθε τοῦτο ποιοῦντες,  καὶ  ὅσης  ἡμᾶς  ἐμπιπλᾶτε   τῆς  εὐφροσύνης.

Ξς ʹ.   Κάστῳ, Οὐαλερίῳ,∆ιοφάντῳ,  Κυριακῷ, πρεσβυτέροις  Ἀντιοχείας.
 Τῇ  γλώττῃ   μὲν  ὀλιγάκις  ὑμῶν ἐπέστειλα τῇ εὐλαβείᾳ, τῇ γνώμῃ δὲ συνεχέστερον καὶ πυκνότερον. Μὴ δὴ τοσαύτας εἶναι νομίζετε ἡμῶν τὰς ἐπιστολὰς, ὅσας ὑπεδέξασθε διὰ χάρτου καὶ μέλανος, ἀλλ' ὅσας ἐπεθυμοῦμεν ὑμῖν διαπέμψασθαι. Εἰ γὰρ οὕτω βουληθείητε δικάσαι, νιφάδες γραμμάτων  παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπέμφθησαν. Εἰ δὲ οὐδεὶς ὁ διακομίζων, οὐ τῆς ἡμετέρας ὀλιγωρίας,  ἀλλὰ  τῆς τῶν  πραγμάτων   δυσκολίας ἡ σιγὴ γίνεται. Ταῦτα δὲ  εἶπον,  ἵνα  καὶ  γραφόντων  ἡμῶν,  καὶ  σιγώντων,  τὴν  αὐτὴν  περὶ  τῆς ἡμετέρας ἀγάπης τῆς περὶ ὑμᾶς φέρητε ψῆφον. Ἡμεῖς γὰρ ὅπουπερ ἂν ὦμεν, ἐγκολάψαντες  ἡμῶν τῇ διανοίᾳ τὴν μνήμην τὴν ὑμετέραν πανταχοῦ περιφέρομεν. Καὶ νῦν δὲ χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι τὸν καλὸν μοναχὸν καὶ μετὰ τῆς πρεπούσης ὑμῖν εὐνοίας ὑπεδέξασθε, καὶ τοὺς βουλομένους ἀκαίρως πρὸς αὐτὸν φιλονεικεῖν ἡμερωτέρους πεποιήκατε. Οὐκ ἄρα μάτην ἔλεγον, οὐδὲ κολακεύων  ὑμᾶς, ὅτι κἂν μυρία πανταχόθεν  ἐγείρηται κύματα, ἐν γαλήνῃ  τὰ ὑμέτερα. Οἱ γὰρ οὕτω ῥᾳδίως ἑτέροις ναυάγια διαλύοντες, εὔδηλον ὅτι πόῤῥω τῶν κλυδωνίων  ἑστήκατε. Γράφετε δὴ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας. Ἴστε γὰρ ὅπως ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν. Τοσαύτην γὰρ ἔχει τὴν ἰσχὺν τὰ γράμματα ὑμῶν, τὰ τὴν ῥῶσιν ὑμῶν ἡμῖν ἀπαγγέλλοντα, ὅτι καὶ τοσούτοις περιεστοιχισμένοι δεινοῖς, πολέμοις,  θορύβοις, ταραχαῖς,  θανάτοις  καθημερινοῖς,  ἡνίκα  ἂν  τοσαύτας ὑμῶν δεξώμεθα ἐπιστολὰς, καὶ ἀναπτερούμεθα  ὑπὸ τῆς ἡδονῆς, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα  τὴν   παραμυθίαν.   Τοιοῦτον  γὰρ  τὸ  φιλεῖν   γνησίως,  ὡς  καὶ  διὰ γραμμάτων δύνασθαι τῶν τὰ τοιαῦτα εὐαγγέλια ἐχόντων τοὺς τῷ σώματι κεχωρισμένους ἀνακτᾶσθαι ῥᾳδίως.

ΞΖʹ.  Θεοδότῳ διακόνῳ.

 Αὐτὸς μὲν, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, τῶν γοῦν ἐν Ἀρμενίᾳ ἀπηλλάγης κακῶν, ἡμᾶς δὲ μετὰ τῶν ἐνταῦθα θορύβων, μᾶλλον δὲ τῶν θανάτων  τῶν καθημερινῶν, οὐχ ὡς ἔτυχε λυπεῖ  καὶ  τὸ  τῆς  σῆς κεχωρίσθαι  γλυκύτητος,  καὶ  τῆς  γνησίας  καὶ  εἰλικρινοῦς διαθέσεως. Γέγονε δὲ καὶ ἑτέρα λύπης ταύτης προσθήκη, ἡ μακρά σου τῆς ἐμμελείας σιγή. Ἐξ οὗ γὰρ ἐντεῦθεν ἀπῆρας, δευτέραν ταύτην ἐδεξάμεθα μόνην ἐπιστολήν· καὶ ταῦτα οὐκ ἐγκαλῶν  λέγω, ἀλλ' ἀλγῶν. Ὅτι μὲν γὰρ ἄβατος ὁδοιπόροις ἡ ἐνταῦθα φέρουσα ὁδὸς, οὐδεὶς ἀγνοεῖ· ἀλλὰ τοῦτο μὲν εἰς ἀπολογίαν σὴν ἀποχρῶν ἂν εἴη, εἰς δὲ ἡμετέραν παραμυθίαν οὐδαμῶς· ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀλγοῦμεν,  ὅτι  καὶ τὴν  λειπομένην  ἡμῖν  παραψυχὴν  τῆς  ἀποδημίας  τῆς  σῆς καὶ ταύτην  ἀφῃρήμεθα.  Ἐπεὶ  οὖν  τοῦτο  λυθῆναι   τέως  οὐκ  ἔνι  τὸ  ἄπορον,  ἀλλ' ἐπιτείνεται  καθ' ἑκάστην ἡμέραν τὰ δεινὰ, ἑτέρῳ τρόπῳ τὴν ἐκ τῆς μακρᾶς σιγῆς ἀθυμίαν  ἐγγινομένην  ἡμῖν  παραμυθήσασθαι παρακλήθητι,  μεμνημένος  τε  ἡμῶν διηνεκῶς, καὶ ἡνίκα ἂν γράφῃς, μακροτέρας ποιῶν τὰς ἐπιστολὰς, καὶ τοῖς περὶ τῆς σῆς ὑγείας  τε  καὶ  εὐθυμίας  καὶ  ἀσφαλείας  ἐνδιατρίβων  διηγήμασιν.  Οὕτω γὰρ δυνήσῃ τὸ λεῖπον ἡμῖν ἐκ τοῦ χρόνου, ἐκ τοῦ μήκους παραμυθήσασθαι τῶν ἐπιστολῶν. 

ΞΗʹ.  Τῷ  αὐτῷ

Καὶ τοῦτο  σὸν  τοῦ  θερμοτάτου  καὶ  σφοδροῦ  ἡμῶν ἐραστοῦ. Μετὰ μὲν τὸ τὴν προτέραν ἀναγνῶναι  ἐπιστολὴν, ἐδεξάμην καὶ δευτέραν, ἐν μιᾷ ἀμφοτέρας ἡμέρᾳ, καὶ σφόδρα ἥσθην. Εἶχε γάρ τι πλέον ἡ δευτέρα, οὐχὶ ῥήματα σὰ μόνον, ἀλλὰ καὶ γράμματα σὰ ἡμῖν ἐπιδεικνῦσα· ὃ καὶ προσθήκην ἡμῖν πεποίηκεν ἡδονῆς, ὅτι μὴ τῆς ψυχῆς σου μόνον τῆς θερμῆς καὶ γνησίας, ἀλλὰ καὶ τῆς δεξιᾶς μετὰ δαψιλείας τὴν εἰκόνα ἐθεασάμεθα. Ποίει δὴ τοῦτο συνεχῶς, καὶ τὴν παραμυθίαν,  ἣν  αὐτὸς  ἡμῖν  καὶ  τοῦτον  ἐπενόησας  τὸν  τρόπον,  μετὰ  δαψιλείας πάρεχε. Ἐνταῦθα γάρ σε ἑλκύσαι λοιπὸν  οὐ τολμῶμεν· τοσαῦτα τῆς Ἀρμενίας τὰ κακὰ, καὶ χειμὼν ἕτερος ἅπαντα διεδέξατο. Ὅπου γὰρ ἄν τις ἀφίκηται, χειμάῤῥους αἱμάτων,  πλῆθος  σωμάτων  νεκρῶν,  οἰκίας  κατεσκαμμένας,  πόλεις  ἀνηρημένας ὄψεται. Ἡμεῖς δὲ δοκοῦμεν ἐν ἀσφαλείᾳ εἶναι ὥσπερ ἐν δεσμωτηρίῳ χαλεπῷ,  τῷ φρουρίῳ τούτῳ  κατακεκλεισμένοι·  οὐ μὴν ἀδείας ἀπολαύειν  δυνάμεθα, διὰ τοὺς καθημερινοὺς  φόβους, διὰ τὰς  φήμας  τῶν  θανάτων  γεμούσας, διὰ τὴν  συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, οὐ μικρὰν καὶ ἐν τοσαύτῃ περιστάσει καρπούμεθα παραμυθίαν, ὅταν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενα ἡμᾶς δεχώμεθα γράμματα.

ΞΘʹ. Νικολάῳ πρεσβυτέρῳ.

Καὶ τοῦτο τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, τὸ ἐκ τοσούτου καθήμενον διαστήματος περιτρέμειν ἡμῶν  τῆς  σωτηρίας. Πρώην μὲν  οὖν  τόπους  ἐκ τόπων  ἀμείβοντες  ἐν  αὐτῇ  τοῦ χειμῶνος τῇ ἀκμῇ, νῦν μὲν ἐν πόλεσιν, νῦν δὲ ἐν φάραγξι καὶ νάπαις διετρίβομεν, ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πανταχόθεν ἐλαυνόμενοι. Ὀψὲ δέ ποτε λωφησάντων μικρὸν τῶν ἐνταῦθα κακῶν, τὰς ἐρημίας ἀφέντες, ἐπὶ τὴν Ἀραβισσὸν κατεδράμομεν, ἀσφαλέστερον μὲν τῶν ἄλλων χωρίων τὸ ἐν αὐτῇ φρούριον εὑρόντες οὐδὲ γὰρ ἐν τῇ πόλει  διάγομεν,  ἐπειδήπερ οὐδὲ τοῦτο ἀσφαλὲς, δεσμωτηρίου δὲ παντὸς  χείρονα ὑπομένοντες οἴκησιν. Μετὰ γὰρ τοῦ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ἐπὶ θύραις ἡμῖν εἶναι τὸν θάνατον,  τῶν  Ἰσαύρων πάντα ἐπιόντων,  καὶ πυρὶ καὶ σιδήρῳ καὶ σώματα καὶ οἰκοδομήματα ἀφανιζόντων,  καὶ λιμὸν  δεδοίκαμεν, ὃν ἡ στενοχωρία καὶ τὸ πλῆθος τῶν ἐνταῦθα συνδραμόντων ποιεῖν ἀπειλεῖ. Καὶ ἀῤῥωστίαν δὲ μακρὰν τὴν ἀπὸ τοῦ χειμῶνος καὶ τῆς συνεχοῦς φυγῆς ἐγγενομένην ἡμῖν ὑπομείναντες, νῦν τὸ μὲν χαλεπὸν αὐτῆς διαπεφεύγαμεν, ὀλίγα δὲ αὐτῆς περιφέρομεν λείψανα. Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες  κακοῖς καὶ τηλικαύταις  περιστάσεσι, μεγίστην καρπούμεθα παραμυθίαν  ἐκ τῆς  ὑμετέρας  ἀγάπης,  τῆς  θερμῆς, καὶ  γνησίας,  καὶ ἀπεριτρέπτου. Ταῦτ' οὖν εἰδότες, συνεχῶς ἡμῖν εὐαγγελίζεσθαι περὶ τῆς ὑγιείας τῆς ὑμετέρας μὴ κατοκνεῖτε. Εἰ γὰρ καὶ ἐκ τοσούτου καθήμεθα διαστήματος, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει μετὰ πολλῆς ὑμῖν συνδεδέμεθα τῆς ἀκριβείας. Χάριν δὲ ἔχω σου πολλὴν τῇ τιμιότητι, ὅτι καὶ τῶν ἐν Φοινίκῃ πραγμάτων, καὶ ἐν τοσαύταις ὢν ταραχαῖς, πολλὴν  ποιῇ σπουδήν. Ἂν οὖν τι πλέον  ἐκεῖθεν ἐπαγγελθείη,  δηλῶσαι ἡμῖν μὴ κατοκνήσῃς. Ἡμῖν γὰρ οὐδεὶς οὐδαμόθεν ταχέως  ἐπιχωριάζειν  ἀνέχεται, τῶν  ὁδῶν   πανταχόθεν,  τῶν  ἐνταῦθα  φερουσῶν,  ἀποτετειχισμένων.  Ἀλλ' ὅμως εἰ καὶ ἐργῶδες τὸ πέμπειν πρὸς ἡμᾶς συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τοῦτο ποίει, τά τε ἐκεῖθεν πάντα δηλῶν, καὶ περὶ τῆς ὑγιείας ὑμῶν γνωρίζων, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν.  Οʹ. Ἀφθονίῳ, Θεοδότῳ, Χαιρέᾳ, πρεσβυτέροις καὶ μονάζουσιν. Ἐβουλόμην καὶ αὐτὸς παραγενομένους ὑμᾶς ἐνταῦθα ἰδεῖν· ἀλλ' ἐπειδὴ πολλὰ  τὰ κωλύοντα,  τοῦτο μὲν οὐ τολμῶ  νῦν  ἀπαιτεῖν,  ἀξιῶ δὲ, καὶ πόῤῥωθεν ὄντας, τὴν ἀπὸ τῶν πεπαῤῥησιασμένων εὐχῶν ὑμῶν παρέχειν συμμαχίαν ἡμῖν αὕτη γὰρ οὔτε χρόνῳ μαραίνεται ἡ βοήθεια, οὔτε ὁδοῦ μήκει διείργεται, ἀλλ' ὅπουπερ ἂν διάγῃ τις παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχων, καθάπερ οὖν καὶ ὑμεῖς, δύναται καὶ τοὺς πόῤῥωθεν ὄντας ἐντεῦθεν  τὰ μέγιστα ὠφελεῖν,  μετὰ δὲ τῶν εὐχῶν  καὶ γράμματα ἡμῖν παρέχειν τὰ συνεχῶς περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενα. Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες   χαλεπῇ,  ἀλλ'  ὅμως  εἰ  καὶ  πολλαὶ  αἱ  περιστάσεις,  οὐ  μικρὰν  εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην. Εἰ γὰρ καὶ ὀλίγα ὑμῖν συνεγενόμεθα, ἀλλὰ πολλὴν  πεῖραν ὑμῶν  τῆς διαθέσεως εἰλήφαμεν,  τῆς γνησίας καὶ θερμῆς καὶ μέλιτος γλυκυτέρας, τῆς ἀπεριτρέπτου, τῆς σταθηρᾶς καὶ πεπηγυίας, ἣν καὶ παρόντες καὶ ἀπόντες ἐπιδείκνυσθε. ∆ιὰ ταῦτα καίτοι καὶ πόῤῥωθεν ὑμῶν ὄντες,  καὶ  τοσούτοις  συνεχόμενοι  δεινοῖς,  ὥσπερ  ἐν  λιμένι  τινὶ  τῇ  μνήμῃ  τῆς ὑμετέρας ἀρετῆς ἐπαναπαυόμεθα,  θησαυρὸν μέγιστον τὴν ὑμετέραν ἀγάπην  εἶναι νομίζοντες. Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει  τῶν  Ἰσαυρικῶν θορύβων  ἡ συνέχεια. Ταῦτ' οὖν εἰδότες, καὶ πόῤῥωθεν ὄντες μεμνῆσθαί τε ἡμῶν διηνεκῶς μὴ κατοκνεῖτε, καὶ γράφειν ἡμῖν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελιζόμενοι.

ΟΑʹ. Μάλχῳ.

Μήτε ἀθύμει, μήτε ἁμαρτίαις λογίζου τὴν καλλίστην ἀποδημίαν τῆς μακαρίας θυγατρός σου. Εἰς γὰρ ἀκύμαντον κατέπλευσε λιμένα, καὶ πρὸς ζωὴν ἦλθε μηκέτι πέρας ἔχουσαν, καὶ τῶν  κατὰ τὸν παρόντα βίον κυμάτων  ἀπαλλαγεῖσα, ἕστηκεν ἐπὶ τῆς πέτρας, ὅσα συνήγαγεν ἀγαθὰ, ὥσπερ ἐν ἀσύλῳ λοιπὸν ἔχουσα θησαυρῷ. Καὶ δεῖ χαίρειν ὑπὲρ τούτων, καὶ σκιρτᾷν, καὶ εὐφραίνεσθαι, ὅτι τὴν ἐκείνης ψυχὴν, καθάπερ γεωργὸς ἄριστος καρπὸν ὥριμον, τῷ κοινῷ πάντων  παρέστησας ∆εσπότῃ. Ταῦτα καὶ τὰ ἐκ τῶν τοιούτων λογισμῶν ἐπιτιθεὶς φάρμακα καὶ σαυτῷ, καὶ τῇ κυρίᾳ μου τῇ κοσμιωτάτῃ μητρὶ αὐτῆς, πλεόναζε τὸν ὑπὲρ τούτων ἀποκείμενον ὑμῖν μισθόν· ἵνα μὴ μόνον   τῆς καλλίστης  ἀνατροφῆς,  ἀλλὰ καὶ τοῦ πράως καὶ εὐχαρίστως ἐνεγκεῖν  τὴν καλλίστην ταύτην αὐτῆς ἀποδημίαν, πολλὴν παρὰ τοῦ φιλανθρώπου Θεοῦ λάβητε τὴν ἀντίδοσιν.

ΟΒʹ. Ἀλφίῳ.

 Ἡμεῖς εἰ καὶ πόῤῥω σου καθήμεθα, ἀλλ' ἀκούοντές  σου τὰ  κατορθώματα,  καὶ  τὴν  πολλὴν  μεγαλοψυχίαν,  ἣν  περὶ  τοὺς δεομένους ἐπιδείκνυσαι, σκιρτῶμεν, εὐφραινόμεθα, χαίρομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ κατ' ὄψιν συντυχεῖν σου τῇ τιμιότητι, καὶ πολλὰς παρόντι παρόντας ὁμολογῆσαί σοι χάριτας. Ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διὰ τὸ τὰ Ἰσαυρικὰ μὲν ἐπιταθῆναι πλέον, καὶ  πᾶσαν ἀποτετειχίσθαι  τὴν  ὁδόν· εὖ γὰρ οἶδ' ὅτι  εἰ μὴ τοῦτο  ἦν,  καὶ  αὐτὸς παρεγένου, καὶ πολλὴν ἐποιήσω σπουδὴν δραμεῖν ἕως ἡμῶν· ἀλλ' ἐπειδὴ τοῦτο τέως οὐ   δυνατὸν,   καὶ   γράφομεν,   καὶ   προσαγορεύομέν   σου   τὴν   τιμιότητα,   καὶ παρακαλοῦμεν συνεχῶς, ἡνίκα ἂν ἐξῇ, ἐπιστέλλειν ἡμῖν, καὶ τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς ἡμῖν εὐαγγελίζεσθαι. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐνταῦθα καθήμενοι, ἀπὸ τῶν  τοιούτων  γραμμάτων  τῆς σῆς τιμιότητος  καρπωσόμεθα τὴν παράκλησιν.

ΟΓʹ. Ἀγαπητῷ.

 Εἰ καὶ πολὺς μεταξὺ χρόνος, ἐξ οὗ τῆς θαυμασιότητος ἐχωρίσθημεν τῆς σῆς, καὶ τῆς ὁδοῦ δὲ αὐτῆς πολὺ τὸ μέσον τὸ διεῖργον ἡμᾶς, ἀλλ' ὅμως τῇ ἀγάπῃ συνδεδέμεθά σοι, καὶ πλησίον σου διατρίβομεν, μᾶλλον δὲ καὶ ἐν αὐτῇ σε ἔχομεν τῇ διανοίᾳ, πανταχοῦ  περιφέροντες  ὅπουπερ ἂν ὦμεν. Καὶ τὴν ἐξ ἀρχῆς σοι πρὸς ἡμᾶς γεγενημένην φιλίαν, τὴν θερμὴν καὶ γνησίαν, τὴν σφοδρὰν καὶ ἀκλινῆ ἐγκολάψαντες ἡμῶν ἔχομεν τῷ συνειδότι. Καὶ αὐτοὶ δὲ ἀκμάζουσαν τὴν περὶ σὲ διάθεσιν  διατηροῦμεν,  δέσποτα τιμιώτατε  καὶ  θαυμασιώτατε,  οὐδὲν  ἀπὸ  τοῦ πλήθους  τοῦ χρόνου, οὐδὲ ἀπὸ τοῦ μήκους τοῦ κατὰ  τὴν  ὁδὸν  ἀφιέντες  αὐτὴν ἀσθενεστέραν γενέσθαι. Παρακαλῶ τοίνυν, ἡνίκα ἂν ἐξῇ, καὶ γράφειν ἡμῖν συνεχῶς μὴ κατόκνει περὶ τῆς ὑγιείας τῆς σῆς. Οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα, καὶ ἡλίκην ἡμῖν χαριῇ χάριν, τοιαῦτα πρὸς ἡμᾶς διαπεμπόμενος γράμματα.

Ο∆ʹ. Ἡσυχίῳ.

 Ἐγὼ μέν σε καὶ ἰδεῖν ἐπεθύμουν, καὶ οὐκ ἄν με ἐκώλυσεν οὔτε ὁ τῶν Ἰσαύρων φόβος, οὔτε ἡ τοῦ σώματος ἀσθένεια, εἴ γε ἐπ'  ἐμοὶ τὸ κινεῖσθαι,  ὅπουπερ ἐβουλόμην, ἔκειτο· σὲ δὲ, καίτοι κύριον ὄντα τούτου, οὐδὲ οὕτως ἔλκω, οὐδὲ ἀναστῆναι οἴδοθεν παρακαλῶ,   καὶ   πρὸς  ἡμᾶς   δραμεῖν.   Ἀλλὰ   καὶ   τῆς   ὥρας   τοῦ   ἔτους   τοῦτο ἐπιτρεπούσης,  καὶ   τῆς   ἀποδημίας   δι'  ὀλίγου   σοι  γινομένης   οὐ  γὰρ  πολλῷ διειργόμεθα  τῷ  μέσῳ, ὅμως  ἑλκύσαι  σε ἐνταῦθα  οὐκ  ἂν  ἑλοίμην,  διὰ  τὸν  τῶν Ἰσαύρων φόβον. Παρακαλῶ δὲ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας ἐπιστέλλειν  τῆς σῆς· οὐ γὰρ δήπου καὶ πρὸς τοῦτο κώλυμα τῶν λῃστῶν ἔσται σοι ἡ καταδρομή. ∆ίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, ῥᾳδίαν τε οὖσαν, καὶ εὔκολον, καὶ πολ λὴν παρέχουσαν ἡμῖν τὴν εὐφροσύνην. Οἶσθα γὰρ ἡλίκα ἡμῖν χαριῇ, ταύτην περὶ ἡμᾶς ἐπιδεικνύμενος τὴν φιλοτιμίαν.

ΟΕʹ. Ἁρματίῳ.

Τί τοῦτο; Ἵνα μὲν μετὰ ἀδείας ἐπιτάττωμεν τοῖς σοὶ προσήκουσιν ἀνθρώποις, ἐν οἷς ἂν δεώμεθα, πολλὴν παρέσχες τὴν ἐξουσίαν· οὗ δὲ μάλιστα ἐδεόμεθα, τούτου ἡμᾶς ἀπεστέρησας, τῶν γραμμάτων λέγω τῶν σῶν, τῶν περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων.  Οὐκ οἶσθα ὅτι τοῖς  μάλιστα  φιλοῦσι   γνησίως   τοῦτο  μάλιστα  περισπούδαστον  καὶ  ποθεινὸν, καθάπερ  οὖν  καὶ  ἡμῖν  νῦν;  Εἰ  τοίνυν   βούλει  ἡμῖν  χαρίσασθαι,  δέσποτά  μου τιμιώτατε, ἀφεὶς τὸ κελεύειν τοῖς σοῖς ἀνθρώποις θεραπεύειν ἡμᾶς ἐν ταῖς χρείαις ταῖς  σωματικαῖς  οὐδενὸς  γὰρ  δεόμεθα  τούτων,  ἀλλὰ  πάντα  ἡμῖν  ὡς  ἐκ πηγῶν ἐπιῤῥεῖ, αὐτὸς διὰ χάρτου μικροῦ καὶ μέλανος τὴν μεγίστην ἡμῖν πάρεχε χάριν, καὶ ἧς μάλιστα ἀπολαύειν ἐπιθυμοῦμεν. Αὕτη δέ ἐστι τὸ συνεχῶς ἡμῖν γράφειν περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Εἰ μὲν γὰρ δυνατὸν ἦν καὶ συγγενέσθαι ἡμᾶς ἀλλήλοις, κἂν ἀνέστησά σε οἴκοθεν, κἂν ἐν μεγίστης ᾔτησα χάριτος μέρει, τὸ τὸν θερμόν σε οὕτως ἐραστὴν ἡμῶν ὄντα καὶ κατ' ὄψιν ἰδεῖν αὐτήν. Ἐπεὶ δὲ τοῦτο ὁ τῶν  Ἰσαύρων  ἐκώλυσε  φόβος,  τὴν  γοῦν  ἀπὸ τῶν  γραμμάτων  ἡμῖν  παραμυθίαν πάρεχε δαψιλῶς, καὶ τὸ πᾶν ἀπειλήφαμεν. Ο  ʹ. Χαλκιδίᾳ. Ἐγὼ μὲν σφόδρα ἐπιθυμῶ σὺν  ἡμῖν   εἶναι   τὸν   δεσπότην   μου  τὸν   τιμιώτατον   πρεσβύτερον.  Εἰ  δὲ   τὸ παραγενέσθαι   αὐτόθι   τοῦτον   οἶσθα  λυσιτελὲς,   προτιμῶ   τῆς   ἐνταῦθα   αὐτοῦ παρουσίας τὴν  ἄδειαν  αὐτοῦ, καὶ τὸ τῆς ἐπικειμένης  ἀπαλλαγῆναι  ταραχῆς. Μὴ τοίνυν νομίσῃς αὐτὸν κωλύεσθαι παρ' ἡμῶν, εἰ βούλοιτο ἀποδημεῖν. Ἡμεῖς γὰρ ἕως τοῦ νῦν  διὰ τοῦτο  αὐτὸν  ἐπέσχομεν, ὡς  οὐ σφόδρα τῆς  τοῦ πράγματος φύσεως ἀπαιτούσης  αὐτοῦ  τὴν  παρουσίαν, καὶ  δεδοικότες  μήποτε  εἰς  τὰς  τῶν  Ἰσαύρων ἐμπέσῃ χεῖρας. Εἰ δὲ οὕτως ἀναγκαῖον τὸ αὐτόθι παραγενέσθαι, καὶ παρακαλοῦμεν καὶ προτρεπόμεθα ἅψασθαι τῆς ἀποδημίας. Κἂν γὰρ τῷ σώματι κεχωρισμένοι ὦμεν, ἀλλὰ τῇ τῆς ἀγάπης ἁλύσει μένομεν πρὸς αὐτὸν συνδεδεμένοι. Μηδέν σε θορυβείτω, παρακαλῶ, τῶν συμπιπτόντων χαλεπῶν. Ὅσῳ γὰρ πλείους αἱ περιστάσεις, τοσούτῳ σοι  μείζων   ἡ  πραγματεία,  καὶ  πλείων   ὁ  μισθὸς,  καὶ  ἡ  ἀντίδοσις  παρὰ  τοῦ φιλανθρώπου  Θεοῦ, ἂν εὐχαρίστως φέρῃς καὶ γενναίως  τὰ συμβαίνοντα. Οὕτω γὰρ καὶ ταῦτα  εὐκαταγώνιστα  ἔσται, καὶ ὁ ἐκ τῆς  τούτων  ὑπομονῆς  σοι τικτόμενος καρπὸς ἐν τοῖς οὐρανοῖς δαψιλὴς  ἔσται, καὶ πολὺ μείζων τῶν παθημάτων.

ΟΖʹ. Ἀσυγκριτίᾳ.

 Καὶ ἔμπροσθεν ἐπέσταλκά σου τῇ τιμιότητι, ὅτι καὶ σὲ μετὰ τῶν παραγενομένων ἀριθμοῦμεν κατὰ τὸν τῆς ἀγάπης λόγον, καὶ νῦν τὸ αὐτὸ λέγομεν,ὅτι τῇ γνώμῃ παραγέγονας. Εἰ δὲ ἡ ἀσθένεια τοῦ σώματος διεκώλυσε, καὶ οἱ θόρυβοι οἱ τὴν  Ἀρμενίαν κατειληφότες,  ἡμεῖς ἀπὸ τῆς γνώμης  καὶ τῆς προαιρέσεως τὴν αὐτὴν  περὶ τῆς διαθέσεώς σου ψῆφον  ἔχομεν,  ἥνπερ καὶ ἔμπροσθεν. Μὴ τοίνυν καταφρόνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ εἴ σοι λέλυται τὰ τῆς ἀῤῥωστίας, καὶ περὶ τῆς  ὑγείας  σου  δηλοῦν.  Ἐπεὶ  καὶ  νῦν  σφόδρα  ἠλγήσαμεν,  ἀκούσαντές  σε  ἐν ἀῤῥωστίᾳ εἶναι. Ἵν' οὖν μὴ μεριμνῶμεν περὶ τούτου, διὰ τάχους ἡμῖν δήλωσον, εἰ πρὸς ὑγείαν  σοι τὰ τῆς ἀῤῥωστίας μεταβέβληται.

ΟΗʹ.  Ῥωμανῷ  πρεσβυτέρῳ.

Οὐ μέχρι τῆς Ἀρμενίας μόνον, οὐδὲ τῆς Καππαδόκων χώρας, ἀλλὰ καὶ ποῤῥωτέρω, τῆς ἀγάπης σου καὶ τῆς διαθέσεως, ἣν περὶ ἡμᾶς ἐπεδείξω διηνεκῶς, σάλπιγγος λαμπροτέρα ἡ φήμη παραγέγονε. ∆ιόπερ καὶ ἡμεῖς σφόδρα καλλωπιζόμεθα  ἐπὶ τῇ διαθέσει τῆς εὐλαβείας σου, καὶ μακαρίζοντές σε οὐ διαλιμπάνομεν, καί σου δεόμεθα συνεχῶς ἐπιστέλλειν ἡμῖν περὶ τῆς ὑγείας τῆς σῆς. Εἰ γὰρ καὶ ἐν ἐρημίᾳ καθήμεθα, καὶ πόῤῥω ὑμῶν ἀπῳκίσμεθα, ἀλλ' ὅμως τῇ τῆς ἀγάπης ἁλύσει συνδεδέμεθά σοι, ἣν ἐξ ἀρχῆς διάθεσιν  περὶ τὴν  σὴν τιμιότητα  ἐπεδειξάμεθα, ταύτην,  μᾶλλον  δὲ καὶ πολλῷ πλείονα καὶ θερμοτέραν νῦν ἔχοντες. Οὐδὲν γὰρ ὑμᾶς οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε τῆς ὁδοῦ τὸ μῆκος ῥᾳθυμοτέρους εἰς τοῦτο πεποίηκεν, ἀλλὰ καὶ σπουδαιοτέρους. Ταῦτ'  οὖν  εἰδὼς,  δέσποτά μου  τιμιώτατε  καὶ  εὐλαβέστατε, καὶ λογισάμενος ἡλίκην ἡμῖν χαριῇ χάριν συνεχέστερον ἐπιστέλλων, γράφε ἡμῖν τὰ περὶ τῆς ὑγείας  τῆς σῆς, καὶ προηγουμένως  διηνεκῶς  ἐν ταῖς ἁγίαις  σου μεμνημένος εὐχαῖς·  ἵνα   καὶ  ἐκ  τοσούτου  καθήμενοι   διαστήματος,  πολλὴν   καὶ  ἐντεῦθεν καρπωσώμεθα  τὴν  συμμαχίαν.

ΟΘʹ.   Γεμέλλῳ

Τί  τοῦτο;  Ὅτε  ἡ  τοσαύτη  καὶ τηλικαύτη  πόλις ἑορτὴν ἄγει λαμπρὰν τοῦτο γὰρ τὴν ἀρχὴν καλῶ τὴν σὴν, τότε ἡμᾶς ἐν πλείονι κατέστησας κατηφείᾳ, μακρὰν οὕτω σιγήσας σιγήν; Καὶ εἰ μὲν ἄλλος τις ἦν τῶν πολλῶν ὁ τοῦτο πεπονθὼς, καὶ τὴν αἰτίαν ῥᾳδίως ἂν εὗρον. Τίς δέ ἐστιν αὕτη; Εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων,  ἡνίκα ἂν μείζονος ἀρχῆς ἐπιλάβωνται, καὶ  ἐν  ὄγκῳ   φρονήματος   γίνεσθαι   μείζονι·  ἐπὶ  δὲ  τῆς  σῆς  μεγαλοπρεπείας φιλοσοφεῖν εἰδυίας, καὶ ἀκριβῶς διεσκεμμένης τῶν ἐπικήρων τούτων καὶ ῥεόντων πραγμάτων τὴν φύσιν, καὶ οὐκ ἀπατωμένης τοῖς ἐπιτρίμμασι καὶ ταῖς ὑπογραφαῖς, ἀλλὰ γυμνὰ τῶν προσώπων τὰ πράγματα καταμανθανούσης, τὴν αἰτίαν οὐ δύναμαι τῆς σιγῆς εὑρεῖν. Ἀλλ' ὅτι μὲν ἡμᾶς ὁμοίως ἐρᾷς καὶ νῦν  ὥσπερ καὶ ἔμπροσθεν, μᾶλλον   δὲ  μειζόνως   νῦν   ἢ  ἔμπροσθεν,  οἶδα  σαφῶς.  Τίνος  δὲ  ἕνεκεν   οὕτω διακείμενος τοσοῦτον ἐσίγησας χρόνον, εἰπεῖν οὐκ ἔχω, ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀπορῶ. Λῦσον δὴ ἡμῖν τὸ αἴνιγμα  δι' ἐπιστολῆς, εἰ μὴ βαρὺ, μηδὲ ἐπαχθές.  Καὶ πρὸ τῆς ἐπιστολῆς  ἐκείνης  τοὺς ταύτην   σοι κομίζοντας  τὴν ἐπιστολὴν, λέγω δὴ τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καὶ τοὺς σὺν αὐτῷ δίδαξον, ὅπερ καὶ ἡμεῖς πεπείσμεθα, ὅτι ῥᾳθυμίας οὐκ ἦν ἡ σιγή. Ἀρκεῖ γὰρ τοῦτο εἰπεῖν, εἰς τὸ τυχεῖν αὐτοὺς φιλοφροσύνης παρὰ τῆς σῆς θαυμασιότητος.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |