ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΓʹ Τί φῄς; Οὐκ ἔστησας τρόπαιον οὐδὲ ἤρω νίκην λαμπράν;

Τρίτη 25 Οκτωβρίου 2016

ΙΓʹ Τί φῄς; Οὐκ ἔστησας τρόπαιον οὐδὲ ἤρω νίκην λαμπράν;




Ιωάννης Χρυσόστομος
Επιστολαί τη Διακόνω Ολυμπιάδι
Τόμος 52


 ΙΓʹ Τί φῄς; Οὐκ ἔστησας τρόπαιον  οὐδὲ ἤρω νίκην  λαμπράν;

13.1 Τί φῄς; Οὐκ ἔστησας τρόπαιον  οὐδὲ ἤρω νίκην  λαμπράν;  οὐδὲ ἀνεδήσω στέφανον ἀνθοῦντα διηνεκῶς; Ἀλλ' οὐ ταῦτά φησιν ἡ οἰκουμένη πᾶσα ἡ πανταχοῦ τῆς γῆς ᾄδουσά σου τὰ κατορθώματα; Εἰ γὰρ καὶ τὰ σκάμματα καὶ οἱ ἀγῶνες ἐν ἑνὶ ἵδρυνται χωρίῳ καὶ οἱ δίαυλοί σου τῶν δρόμων καὶ τὰ ἀντὶ ἱδρῶτος αἵματος ἐμπεπλησμένα σου παλαίσματα αὐτόθι γέγονεν, ἀλλ' ἡ δόξα τούτων  καὶ ἡ εὐφημία τὰ τέρματα κατείληφε τῆς  οἰκουμένης.   Σὺ  δὲ  αὐτὰ  μείζω  βουλομένη   ποιῆσαι  καὶ  πλείονα   τὰ  βραβεῖα ἐργάσασθαι, καὶ τοὺς ἀπὸ τῆς ταπεινοφροσύνης  αὐτοῖς προσέθηκας στεφάνους λέγουσα τοσοῦτον ἀπέχειν τῶν τροπαίων τούτων ὅσον οἱ νεκροὶ τῶν ζώντων. Ὅτι γὰρ ταπεινοφροσύνης    τὰ   ῥήματα,   μᾶλλον    ἐξ   αὐτῶν    σε   ἐλέγξαι   πειράσομαι   τῶν γεγενημένων. 


Ἐξέπεσες  πατρίδος,  οἰκίας,  φίλων,   συγγενῶν·   πρὸς  τὴν  ὑπερορίαν μετέστης· οὐ διέλιπες καθ' ἑκάστην ἀποθνῄσκουσα τὴν ἡμέραν καὶ τὸ τῇ φύσει λεῖπον τῇ περιουσίᾳ τῆς προαιρέσεως ἀναπληροῦσα. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον  ὄντα  τῇ πείρᾳ πολλοὺς θανάτους ἀποθανεῖν, τῇ γνώμῃ τοῦτο πεποίηκας. Καὶ τὸ δὴ μέγιστον, τὰ μὲν πάσχουσα, τὰ δὲ πείσεσθαι προσδοκῶσα οὐκ ἐπαύσω τῷ συγχωροῦντι  Θεῷ ταῦτα γίνεσθαι  τὴν  ὑπὲρ αὐτῶν  ἀναφέρουσα  δοξολογίαν  καὶ καιρίαν  τῷ  διαβόλῳ  διδοῦσα πληγήν. Ὅτι γὰρ καὶ καιρίαν ἐδέξατο, ἔδειξε δι' ὧν μειζόνως προσιὼν ὡπλίζετο· διὸ καὶ χαλεπώτερα  τὰ  ὕστερα  τῶν  πρώτων  γέγονε.  Καθάπερ γὰρ  σκορπίος  ἢ  ὄφις,  ὅταν βαθυτέραν λάβῃ πληγήν,  μειζόνως τὸ κέντρον ἄρας κατὰ τοῦ πλήξαντος  ἐξανίσταται, τῆς  πολλῆς  ἀλγηδόνος  ἀπόδειξιν  παρέχων  τὴν  ῥαγδαίαν  κατὰ  τοῦ παίοντος  ῥύμην, οὕτω δὴ καὶ τὸ ἀναίσχυντον  θηρίον ἐκεῖνο, ἐπειδὴ τὰ τραύματα εἰς βάθος ἐδέξατο παρὰ τῆς θαυμασίας σου καὶ ὑψηλῆς ψυχῆς, μειζόνως ἐπεπήδησε καὶ πλείους ἐπήγαγε πειρασμούς. Ἐπήγαγε μὲν γὰρ ἐκεῖνος, οὐχ ὁ Θεός· συνεχώρησε δὲ ὁ Θεὸς αὔξων σου τὸν πλοῦτον,  μείζονα  ποιῶν  τὴν ἐμπορίαν,  πλείονα  προξενῶν  τὸν μισθόν, δαψιλεστέραν τὴν  ἀντίδοσιν.  Μὴ τοίνυν  ταράττου  μηδὲ θορυβοῦ. Τίς γάρ ποτε ἔκαμε πλουτῶν;  τίς συνεχύθη   ἐπὶ  τὰς  ὑψηλοτάτας   ἐρχόμενος   ἀρχάς;  Εἰ  δὲ  οἱ  τὰ  ἀνθρώπινα   ταῦτα συνάγοντες, τὰ ἐπίκηρα καὶ σκιᾶς ἀδρανέστερα καὶ ἀνθῶν σηπομένων μᾶλλον μαραινόμενα, σκιρτῶσι, χορεύουσι, πέτονται  ὑπὸ τῆς ἡδονῆς, τῆς ὁμοῦ τε φαινομένης καὶ  ἀφιπταμένης   καὶ  ποταμίων   ῥευμάτων  μιμουμένης   δρόμον,  πολλῷ   μᾶλλον  σὲ δίκαιον,   καὶ  εἰ  πρότερον  ἦς  ἐν  ἀθυμίᾳ,  τὸν  παρόντα   καιρὸν  εὐθυμίας   μεγίστης ποιήσασθαι πρόφασιν. Καὶ γὰρ ὁ θησαυρός σου ὃν συνήγαγες ἄσυλος· καὶ τὸ ἀξίωμα τὸ διὰ τῶν  παθημάτων  τούτων  συγκροτηθὲν  διαδοχὴν  οὐκ οἶδεν  οὐδὲ ἀναμένει  τέλος, ἀλλ' ἔστιν ἀπέραντον,  οὐ δυσκολίᾳ καιρῶν, οὐκ ἀνθρώπων  ἐπιβουλαῖς,  οὐ δαιμόνων ἐφόδοις, οὐκ αὐτῇ διακοπτόμενον  τῇ τελευτῇ. Εἰ δὲ βούλει καὶ θρηνεῖν, τοὺς τὰ τοιαῦτα ἐργαζομένους θρήνει, τοὺς τῶν κακῶν τούτων  αὐθέντας,  τοὺς ὑπηρέτας οἳ καὶ εἰς τὸ μέλλον  μεγίστην  ἐθησαύρισαν ἑαυτοῖς  τιμωρίαν  καὶ ἐνταῦθα  δίκην  ἔδοσαν ἤδη τὴν ἐσχάτην, τοσούτων ἀποστρεφομένων  αὐτοὺς καὶ πολεμίους ἡγουμένων,  ἐπαρωμένων, καταδικαζόντων. Εἰ δὲ οὐκ αἰσθάνονται  τούτων,  καὶ διὰ τοῦτο μάλιστά εἰσιν ἐλεεινοὶ καὶ  δακρύων  ἄξιοι,  καθάπερ  οἱ  φρενίτιδι   κατεχόμενοι  νόσῳ,  λακτίζοντες   μὲν  καὶ παίοντες  τοὺς ἀπαντῶντας  εἰκῆ καὶ μάτην, πολλάκις  δὲ καὶ τοὺς εὐηργετηκότας  καὶ φίλους,  οὐκ αἰσθανόμενοι δὲ τῆς μανίας ἣν μαίνονται.  ∆ιὸ καὶ ἀνίατα νοσοῦσιν, οὔτε ἰατροὺς  προσιέμενοι,  οὔτε  φαρμάκων   ἀνεχόμενοι,   ἀλλὰ  καὶ  τοὺς  θεραπεύειν   καὶ εὐεργετεῖν βουλομένους τοῖς ἐναντίοις  ἀμειβόμενοι. Ὥστε καὶ διὰ τοῦτο ἐλεεινοί, εἴ γε μὴ αἰσθάνονται  τῆς τοσαύτης πονηρίας.  Εἰ δὲ καὶ πρὸς τὴν  ἑτέρων  κατάγνωσιν  οὐκ ἐπιστρέφονται,  τοῦ οἰκείου συνειδότος τὸν ἔλεγχον  ἀμήχανον  αὐτοὺς διαφυγεῖν,  τὸν ἄφυκτον,  τὸν  ἀδέκαστον, τὸν  οὐδενὶ  εἴκοντα  φόβῳ,  τὸν  οὐ κολακείᾳ,  οὐ χρημάτων δόσει διαφθειρόμενον,  οὐ χρόνῳ μακρῷ μαραινόμενον.
13.2 Ὁ γὰρ  τοῦ  Ἰακὼβ  υἱὸς  ὁ  πρὸς  τὸν  πατέρα  εἰπὼν  ὅτι  θηρίον  πονηρὸν κατέφαγε τὸν Ἰωσήφ, καὶ τὸ πονηρὸν ἐκεῖνο ὑποκρινάμενος  δρᾶμα, καὶ τῷ προσωπείῳ τούτῳ τὴν ἀδελφοκτονίαν συσκιάσαι ἐπιχειρήσας, τὸν μὲν πατέρα ἠπάτησε τότε, τὸ δὲ συνειδὸς οὐκ ἠπάτησεν οὐδὲ ἔπεισεν ἡσυχάζειν· ἀλλ' ἔμενεν αὐτοῦ κατεξανιστάμενον καταβοῶν διηνεκῶς καὶ οὐδέποτε ἐπιστομιζόμενον. Χρόνου γὰρ παρελθόντος μακροῦ, ὁ τὸν γεγεννηκότα  ἀρνησάμενος τὸ τόλμημα ὅπερ ἐτόλμησεν, ὁ μηδενὶ τῶν ἄλλων ἀνθρώπων  ἐξειπών, οὐδενὸς κατηγοροῦντος,  οὐδενὸς ἐλέγχοντος,  οὐδενὸς ἐφεστῶτος, οὐδενὸς ἀναμιμνήσκοντος  τῆς δραματουργίας ἐκείνης, κινδυνεύων περὶ ἐλευθερίας καὶ αὐτοῦ  τοῦ  ζῇν,  δεικνὺς  ὅτι  οὐκ ἐπεστομίσθη  τοῦ  συνειδότος  ὁ κατήγορος  ἐν  οὕτω μακρῷ χρόνῳ οὐδὲ κατεχώσθη, ταῦτά φησι τὰ ῥήματα· «Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ  ἡμῶν· ὅτε κατεδέετο ἡμῶν, καὶ ὑπερείδομεν  τὴν θλῖψιν  αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ· καὶ νῦν ἐκζητεῖται τὸ αἷμα αὐτοῦ ἐξ ἡμῶν.» Καίτοι ἕτερον ἦν ὅπερ ἐπήγετο  αὐτῷ ἔγκλημα  καὶ διὰ κλοπὴν  ἐκρίνετο  καὶ ὡς ὑφελόμενος  κύλικα χρυσῆν οὕτως εἰς δικαστήριον ἤγετο· ἀλλ' ἐπειδὴ τούτων  ἑαυτῷ οὐδὲν συνῄδει, ὑπὲρ μὲν τούτων  οὐκ ἤλγει, οὐδὲ ἔφη ταῦτα πάσχειν ὑπὲρ ὧν ἐκρίνετο καὶ δέσμιος ἤγετο, ὑπὲρ δὲ ὧν οὐδεὶς ἐνεκάλει, οὐδὲ εὐθύνας ἀπῄτει, οὐδὲ εἰς δικαστήριον εἷλκε, μᾶλλον δὲ οὐδὲ ᾔδει τετολμημένων αὐτῷ, ὑπὲρ δὴ τούτων αὐτὸς ἑαυτοῦ καὶ ἔλεγχος καὶ κατήγορος γίνεται. Ἐπελαμβάνετο γὰρ αὐτοῦ τὸ συνειδὸς καὶ ὁ μετὰ ἀδείας τοσαύτης τὸ αἷμα ἐκχέας τοῦ ἀδελφοῦ  καὶ μηδὲν  παθών,  νῦν  καὶ συμπαθητικὸς  ἐγίνετο,  καὶ τοῦ χοροῦ τῶν  κοινωνησάντων αὐτῷ  τῆς μιαιφονίας  κατηγόρει  καὶ τὴν  ὠμότητα  πᾶσαν ἐτραγῴδει  λέγων·  «Ὅτε κατεδέετο  ἡμῶν, καὶ ὑπερείδομεν  τὴν θλῖψιν  αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ.» Ἤρκει μὲν γὰρ ἡ φύσις, φησί, μαλάξαι καὶ ἐπικάμψαι πρὸς ἔλεον,  ὁ  δὲ  καὶ  δάκρυα  προσετίθει  καὶ  ἱκετηρίαν   ἐτίθει,  καὶ  οὐδὲ  οὕτως   ἡμᾶς ἐπέκαμψεν· ἀλλ' «ὑπερείδομεν τὴν θλῖψιν αὐτοῦ καὶ τὴν ὀδύνην τῆς ψυχῆς αὐτοῦ». ∆ιὰ τοῦτο ἡμῖν τὸ δικαστήριον τοῦτο συγκεκρότηται, φησί, διὰ τοῦτο περὶ αἵματος κινδυνεύομεν,  ἐπειδὴ καὶ ἡμεῖς εἰς αἷμα ἡμαρτήκαμεν. Οὕτω καὶ ὁ Ἰούδας οὐκ ἐνεγκὼν τοῦ συνειδότος τὸν ἔλεγχον,  ἐπὶ βρόχον ὥρμησε καὶ δι' ἀγχόνης  τὸν βίον κατέλυσεν. Καὶ ὅτε μὲν τὸ ἀναίσχυντον  ἐκεῖνο συμβόλαιον ἐτόλμα, λέγων· «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω», οὐ τοὺς ἀκούοντας  ᾐσχύνετο  ὅτι μαθητὴς  ὢν τοιαῦτα περὶ διδασκάλου ἐτύρευεν, οὐκ ἐν ταῖς ἡμέραις ταῖς μεταξὺ κατενύγη, ἀλλὰ μεθύων ἔτι τῇ ἡδονῇ τῆς φιλαργυρίας, οὐ σφόδρα ᾐσθάνετο τῆς κατηγορίας τοῦ συνειδότος. Ἐπειδὴ δὲ ἔπραξε τὴν ἁμαρτίαν καὶ τὸ ἀργύριον ἔλαβε καὶ ἡ ἡδονὴ μὲν ἐπαύσατο τοῦ λήμματος, ἡ δὲ κατηγορία τοῦ πλημμελήματος ἤνθει λοιπόν, τότε μηδενὸς ἀναγκάζοντος, μηδενὸς βιαζομένου, μηδενὸς  παραινοῦντος,  αὐτόματος  ἀπελθών,  τό τε ἀργύριον  προσέρριψε τοῖς  δεδωκόσι  καὶ τὴν  παρανομίαν  ὡμολόγησεν  αὐτοῦ,  ἀκουόντων  ἐκείνων  λέγων·
«Ἥμαρτον  παραδοὺς  αἷμα  ἀθῶον.»  Οὐ γὰρ  ἤνεγκε  τοῦ  συνειδότος  τὸν  ἔλεγχον. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν ἀπαρτισθῆναι, μεθύειν ποιεῖ τὸν ἁλόντα· ἐπειδὰν δὲ πληρωθῇ  καὶ ἀπαρτισθῇ, τότε τὰ μὲν τῆς ἡδονῆς  ταύτης  ὑπεξίσταται  καὶ σβέννυται, γυμνὸς δὲ ἕστηκε λοιπὸν ὁ κατήγορος, τοῦ συνειδότος δημίου τάξιν ἐπέχων, καὶ καταξαίνων   τὸν  πεπλημμεληκότα,   καὶ  τὴν  ἐσχάτην  ἀπαιτῶν   δίκην,  καὶ  μολίβδου παντὸς βαρύτερον ἐπικείμενος
.13.3 Καὶ τὰ μὲν ἐνταῦθα  τοιαῦτα· τὰ δὲ ἐκεῖ, οἶσθα ἡλίκα τοῖς τοσαῦτα ἐργασαμένοις  κακά.  Τούτους  οὖν  χρὴ  δακρύειν,  τούτους  θρηνεῖν,  ἐπεὶ  καὶ  Παῦλος οὕτως ἐποίει, τοῖς μὲν ἀθλοῦσι καὶ ἀγωνιζομένοις  καὶ κακῶς πάσχουσι συνηδόμενος, τοὺς δὲ ἁμαρτάνοντας  πενθῶν·  διὸ καὶ ἔλεγε· «Μήπως ἐλθόντα  με ταπεινώσῃ  ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων  καὶ μὴ μετανοησάντων  ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν.» Τοῖς δὲ ἀγωνιζομένοις·  «Χαίρω καὶ συγχαίρω πᾶσιν   ὑμῖν.»   Μηδὲν   τοίνυν    σε   θορυβείτω   μήτε   τῶν    γενομένων,    μήτε   τῶν ἀπειλουμένων.  Οὐδὲ γὰρ τὴν πέτραν διασαλεύει τὰ κύματα, ἀλλ' ὅσῳ μετὰ πλείονος προσρήγνυνται  τῆς ῥύμης, τοσούτῳ μειζόνως ἑαυτὰ ἀφανίζει· ὃ δὴ καὶ ἐπὶ τούτων καὶ γέγονε καὶ ἔσται, μᾶλλον  δὲ καὶ πολλῷ  πλέον. Τὴν μὲν γὰρ πέτραν οὐ διασαλεύει τὰ κύματα· σὲ δὲ οὐ μόνον οὐ διεσάλευσεν, ἀλλὰ καὶ ἰσχυροτέραν πεποίηκεν. Τοιοῦτον γὰρ ἡ κακία, τοιοῦτον ἡ ἀρετή. Ἡ μὲν πολεμοῦσα, καταλύεται· ἡ δὲ πολεμουμένη, διαλάμπει μειζόνως. Καὶ ἡ μὲν οὐ μετὰ τοὺς ἀγῶνας μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσιν ἔχει τὰ βραβεῖα  καὶ  ὁ  ἆθλος   ἔπαθλον   αὐτῇ   γίνεται·   ἡ  δὲ  ὅταν   νικήσῃ,  τότε   μάλιστα καταισχύνεται, τότε κολάζεται, τότε πολλῆς πληροῦται τῆς ἀτιμίας καὶ πρὸ τῆς ἀποκειμένης  αὐτῇ κολάσεως, ἐν αὐτῷ τῷ πράττειν  τιμωρουμένη,  οὐχὶ μετὰ τὸ πρᾶξαι μόνον.  Εἰ δὲ ἀσαφέστερος ὁ λόγος,  ἄκουσον τοῦ μακαρίου  Παύλου ταῦτα  ἀμφότερα διακρίνοντος.  Γράφων γάρ ποτε Ῥωμαίοις καὶ τὸν ἀκάθαρτόν τινων  ἐκπομπεύων  βίον καὶ δεικνὺς ὅτι καὶ πρὸ τῆς τιμωρίας ἐν αὐτῇ τῇ πράξει τὴν τιμωρίαν ἡ ἁμαρτία συγκεκληρωμένην  ἔχει,  μίξεων  παρανόμων  μνησθεὶς  γυναικῶν  τε καὶ  ἀνδρῶν  τῶν τοὺς ὅρους τῆς φύσεως ὑπερβαινόντων καὶ ἐπιθυμίαν  τινὰ ἀλλόκοτον  ἐπινοησάντων, οὕτω πώς φησιν· «Αἱ γὰρ θήλειαι αὐτῶν μετήλλαξαν  τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν  ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.»  Τί λέγεις, ὦ  Παῦλε; Καὶ μὴν  ἥδονται  οἱ ταῦτα  τολμῶντες  καὶ  μετ' ἐπιθυμίας  τὴν  παράνομον ταύτην ἐργάζονται μίξιν. Πῶς οὖν αὐτοὺς ἔφης κολάζεσθαι ἐν αὐτῷ δὴ τούτῳ; Ὅτι τὴν ψῆφον,  φησίν,  οὐκ ἀπὸ τῆς  ἡδονῆς  τῶν  νοσούντων,  ἀλλ' ἀπὸ τῆς  τῶν  πραγμάτων ἐκφέρω  φύσεως.  Ἐπεὶ  καὶ  ὁ  μοιχὸς  καὶ  πρὸ  τῆς  τιμωρίας,  ἐν  αὐτῷ  τῷ  μοιχεύειν κολάζεται,  κἂν  ἥδεσθαι  δοκῇ  τὴν  ψυχὴν   χείρονα  ποιῶν   καὶ  φαυλοτέραν.   Καὶ ὁ ἀνδροφόνος,  πρὶν  ἢ δικαστήριον  ἰδεῖν  καὶ ξίφη  ἠκονημένα  καὶ δοῦναι  εὐθύνας  τῶν τετολμημένων, ἐν αὐτῷ τῷ φονεύειν  ἀπόλωλεν,  πάλιν  καὶ αὐτὸς φαυλοτέραν  ἑαυτῷ κατασκευάζων τὴν ψυχήν.  Καὶ ὅπερ ἐστὶν ἐπὶ σώματος ἀρρωστία, πυρετὸς ἢ ὕδερος ἢ  ἄλλο τι τῶν τοιούτων,  καὶ ἐπὶ σιδήρου ἰός, καὶ ἐπὶ ἐρίου σής, καὶ ἐπὶ ξύλου σκώληξ, τοῦτο ἐπὶ ψυχῆς  κακία. Καὶ γὰρ ἀνδραποδώδη  αὐτὴν ποιεῖ καὶ ἀνελευθέραν· τί λέγω ἀνδραποδώδη καὶ ἀνελευθέραν; Ἀλόγων αὐτὴν ἐργάζεται ψυχήν, τὴν μὲν λύκου, τὴν δὲ κυνός,  τὴν  δὲ  ὄφεως,  τὴν  δὲ  ἐχίδνης,  τὴν  δὲ  ἑτέρου  θηρίου  ποιοῦσα.  Καὶ τοῦτο δηλοῦντες  οἱ προφῆται  καὶ τὴν ἐκ τῆς κακίας μεταβολὴν  πᾶσι γνώριμον  ποιοῦντες,  ὁ μὲν ἔλεγε· «Κύνες ἐνεοὶ οὐ δυνάμενοι  ὑλακτεῖν»,  τοὺς ὑπούλους  τῶν  ἀνθρώπων  καὶ λαθραίως  ἐπιβουλεύοντας   τοῖς  λυττῶσι  τῶν  κυνῶν   παραβάλλων.   Οὐδὲ  γὰρ  μετὰ ὑλακῆς, ὅταν λυττῶσιν, ἐπέρχονται ἐκεῖνοι, ἀλλὰ σιγῇ προσιόντες χείρονα τῶν ὑλακτούντων  ἐργάζονται   τοὺς   ἁλόντας.   Ὁ  δὲ   «κορώνην»   ἐκάλει   πάλιν   τινὰς ἀνθρώπους.  Ὁ δὲ  ἔλεγεν·  «Ἄνθρωπος  ἐν  τιμῇ  ὢν  οὐ  συνῆκε· παρασυνεβλήθη  τοῖς κτήνεσι  τοῖς  ἀνοήτοις  καὶ  ὡμοιώθη  αὐτοῖς.»  Ὁ δὲ  περισσότερος προφητῶν,  ὁ  τῆς στείρας  υἱός,  καὶ  «ὄφεις  καὶ  γεννήματα  ἐχιδνῶν»  παρὰ τὸν  Ἰορδάνην  ἑστὼς  τινὰς ὠνόμασεν.  Τί ταύτης  τοίνυν  ἴσον γένοιτ' ἂν τῆς τιμωρίας,  ὅταν  ὁ κατ' εἰκόνα  Θεοῦ γενόμενος   καὶ  τοσαύτης  ἀπολαύσας  τιμῆς,  τὸ  λογικὸν  καὶ  ἡμερώτατον   ζῶον,  εἰς τοσαύτην καταπίπτει θηριωδίαν;
13.4 Εἶδες πῶς καὶ πρὸ τῆς κολάσεως ἐν ἑαυτῇ τὴν τιμωρίαν ἡ κακία ἔχει; Μάθε πῶς καὶ ἐν τῇ ἀρετῇ καὶ πρὸ τῶν ἐπάθλων αὐτὴ ἑαυτῆς ἔπαθλον ἡ ἀρετὴ γίνεται. Ὥσπερ οὖν ἐν τῷ σώματι–οὐδὲν γὰρ κωλύει  πάλιν τῷ αὐτῷ χρήσασθαι παραδείγματι  πολλὴν ἐργαζομένῳ τὴν σαφήνειαν–, ὥσπερ οὖν ἐν τῷ σώματι, ὁ ὑγιαίνων  καὶ εὐσωματῶν καὶ πάσης  ἀπηλλαγμένος   ἀρρωστίας  καὶ  πρὸ  τῆς  τρυφῆς  αὐτὸ  τοῦτο  τρυφᾷ συγκεκληρωμένην  ἔχων τῇ ὑγιείᾳ τὴν ἡδονήν, καὶ οὔτε ἀέρων αὐτὸν ἀνωμαλίαι,  οὔτε αὐχμός,  οὔτε  κρυμός, οὐδὲ  εὐτέλεια  τραπέζης,  οὐκ ἄλλο  τι  τῶν  τοιούτων  λυπῆσαι δύναιτ' ἄν, ἀρκούσης τῆς ὑγιείας τὴν ἐκ τούτων διακρούσασθαι βλάβην, οὕτω δὴ καὶ ἐπὶ τῆς ψυχῆς συμβαίνειν εἴωθε. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος μαστιγούμενος, ἐλαυνόμενος,  τὰ μυρία πάσχων δεινά, ἔχαιρεν οὕτω λέγων· «Χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν.» Οὐ μόνον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὸ ἔπαθλον κεῖται τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ πάσχειν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἔπαθλον τὸ ὑπὲρ ἀληθείας τι παθεῖν. ∆ιὰ τοῦτο καὶ ὁ χορὸς τῶν ἀποστόλων ἐπανῄεσαν ἐκ τοῦ συνεδρίου τῶν Ἰουδαίων  χαίροντες, οὐ διὰ τὴν βασιλείαν μόνον τῶν οὐρανῶν, ἀλλ' ὅτι κατηξιώθησαν  ὑπὲρ τοῦ ὀνόματος Ἰησοῦ ἀτιμασθῆναι.  Καὶ αὐτὸ  γὰρ  τοῦτο  καὶ  καθ'  ἑαυτὸ  μεγίστη  τιμὴ  καὶ  στέφανος,  καὶ βραβεῖα, καὶ ἡδονῆς ὑπόθεσις ἀμαράντου. Χαῖρε τοίνυν  καὶ σκίρτησον. Οὐ γὰρ μικρὸς ἆθλος, ἀλλὰ  καὶ σφόδρα μέγας οὗτος ὁ τῆς συκοφαντίας  ἐστί, καὶ μάλιστα ὅταν  ἐπὶ τοιούτῳ  μεγάλῳ  ἐγκλήματι   γίνηται   ἐφ'  ᾧ  νῦν  ὑμᾶς  ἐσυκοφάντησαν   ἐν  δημοσίῳ δικαστηρίῳ τὸν ἐμπρησμὸν ἐγκαλοῦντες. ∆ιὸ καὶ Σαλομὼν τὸ τραχὺ τοῦ ἀγῶνος παραστῆσαι βουλόμενος· «Εἶδον, φησί, τὰς συκοφαντίας  τὰς γινομένας  ὑπὸ τὸν ἥλιον, καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἦν αὐτοὺς ὁ παρακαλῶν.» Εἰ δὲ μέγας ὁ ἀγών, ὥσπερ οὖν μέγας, εὔδηλον ὅτι καὶ ὁ κείμενος ἐπὶ τούτῳ στέφανος μείζων. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει χαίρειν καὶ σκιρτᾶν τοὺς τοῦτον ἀγωνιζομένους  τὸν ἀγῶνα μετὰ τῆς προσηκούσης ὑπομονῆς. «Χαίρετε γάρ, φησί, καὶ σκιρτήσατε, ὅταν εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι,  ἕνεκεν  ἐμοῦ, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.»  Ὁρᾷς  πόσης  ἡδονῆς,  πόσου  μισθοῦ,  πόσης  εὐφροσύνης  ἡμῖν  αἴτιοι  οἱ πολέμιοι γεγόνασι; Πῶς οὖν οὐκ ἄτοπον ἃ μὴ ἠδυνήθησάν σε ἑργάσασθαι ἐκεῖνοι κακὰ ἀλλ' ὧν τὰ ἐναντία πεποιήκασι, ταῦτα σαυτῇ διατιθέναι; Τί δέ ἐστιν ὅ φημι; Ἐκεῖνοι μὲν οὐ μόνον σε δίκην ἀπαιτῆσαι οὐκ ἴσχυσαν, ἀλλὰ καὶ ἀφορμήν σοι παρέσχον εὐφροσύνης καὶ ἡδονῆς  ὑπόθεσιν  ἀμαράντου.  Σὺ δὲ οὕτω σαυτὴν κατατείνουσα  ὑπὸ τῆς ἀθυμίας δίκην  σαυτὴν ἀπαιτεῖς,  συγχεομένη,  ταραττομένη,  πολλῆς  πληρουμένη  λύπης. Ταῦτα γὰρ ἐκείνους ἔδει ποιεῖν, εἴ γε ὀψὲ γοῦν ποτε τὰ οἰκεῖα ἠβουλήθησαν ἐπιγνῶναι  κακά. Ἐκεῖνοι πενθεῖν  δίκαιοι  ἂν εἶεν νῦν,  θρηνεῖν,  καταδύεσθαι, ἐγκαλύπτεσθαι, κατορωρῦχθαι,  μηδὲ  τὸν  ἥλιον  τοῦτον  ὁρᾶν,  ἀλλ'  ἐν  σκότῳ  που  κατακλείσαντες ἑαυτοὺς  τά τε  οἰκεῖα  θρηνεῖν  κακὰ  καὶ  οἷς  τοσαύτας  Ἐκκλησίας περιέβαλον·  σὲ δὲ ἀγάλλεσθαι καὶ χαίρειν χρὴ ὅτι τὸ κεφάλαιόν  σοι τῶν ἀρετῶν κατώρθωται. Οἶσθα γάρ, οἶσθα σαφῶς, ὅτι ὑπομονῆς ἴσον οὐδέν, ἀλλ' αὕτη μάλιστά ἐστιν ἡ βασιλὶς τῶν ἀρετῶν, ὁ θεμέλιος τῶν κατορθωμάτων, λιμὴν ὁ ἀκύμαντος, ἡ ἐν πολέμοις εἰρήνη, ἡ ἐν κλύδωνι γαλήνη, ἡ ἐν ἐπιβουλαῖς ἀσφάλεια, ἡ τὸν κατωρθωκότα αὐτὴν ἀδάμαντος στερρότερον ποιοῦσα, ἣν οὐχ ὅπλα κινούμενα, οὐ στρατόπεδα παραταττόμενα, οὐ μηχανήματα προσαγόμενα, οὐ τόξα, οὐ δόρατα ἀφιέμενα, οὐκ αὐτὸ τῶν δαιμόνων  τὸ στρατόπεδον, οὐχ  αἱ ζοφεραὶ  φάλαγγες  τῶν  ἀντικειμένων δυνάμεων,  οὐκ αὐτὸς  ὁ διάβολος  μετὰ πάσης αὐτοῦ παραταττόμενος  τῆς στρατιᾶς καὶ τῆς μηχανῆς παραβλάψαι δυνήσεται. Τί τοίνυν  δέδοικας; Τίνος ἕνεκεν ἀλγεῖς καὶ αὐτοῦ τοῦ ζῇν μελετήσασα καταφρονεῖν,  ἢν καιρὸς καλῇ; Ἀλλὰ λύσιν ἐπιθυ μεῖς ἰδεῖν τῶν κατεχόντων κακῶν; Ἔσται καὶ τοῦτο καὶ ταχέως ἔσται τοῦ Θεοῦ ἐπιτρέποντος. Χαῖρε τοίνυν καὶ εὐφραίνου, καὶ ἐντρύφα σου τοῖς κατορθώμασι,  καὶ  μηδέποτε  ἀπογνῷς  ὅτι  σε ὀψόμεθα  πάλιν  καὶ  τῶν  ῥημάτων  σε ἀναμνήσομεν τούτων.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |