ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

Τετάρτη 19 Οκτωβρίου 2016

Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60

20. Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον· ἡ σύμπασα κτίσις ἀγάλλεται  συναχθεῖσα. Οὐρανὸς δὲ ἀστέρων ἐχειραγώγει  τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας· γῆ  διὰ τῶν  ποιμένων  εἰς  τὴν  προσκύνησιν ἔτρεχεν·  Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον· Ἱερεμίας παραιτούμενος,  ἀλλ'  αὐτὸν  τὸν  ∆εσπότην  ὑποδεικνύων  αὐτῆς  τῆς  πανηγύρεως λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν. Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, ∆εσποτικῆς παρουσίας ἐμφανίζων  τὸ πρόσταγμα· Χαῖρε, λέγων, θύγατερ Σιών· ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ  προθήκῃ πολυτίμητον  μαργαρίτην προέθηκαν· οἱ μάγοι ἰδόντες  καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν


.
Ὁ δὲ ἀκούσας, καὶ δόλῳ κρύψας θανατηφόρον  προσκύνησιν, τοῦ ἰδεῖν τὸν μαργαρίτην ἐσπούδασεν· ἀλλ' ἐπειδὴ ἀνάξιος ἦν, τοῦ ποθουμένου ἀπέτυχε· κἀκεῖνος ὡς ἐμπαιχθεὶς, ἐσ 6 κέπτετο τί πράξει. Ἄγγελοι  δὲ ἀσωμάτων φύσεων ἐν τῇ πανηγύρει  χορεύοντες  ἔλεγον· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὢ τοῦ ξένου καὶ παραδόξου θαύματος·  πᾶσαν γλῶτταν  νικᾷ τῆς ἑορτῆς ἡ ὑπόθεσις τοῦ εἰπεῖν τὰ τῆς Μαρίας ἐγκώμια, πρὸς ἣν ἀποσταλεὶς ὁ ἄγγελος ἐβόα· Χαῖρε κεχαριτωμένη,  ὁ Κύριος μετὰ  σοῦ. Ἡ δὲ διαναστᾶσα, πλαγίῳ  τῷ  ὀφθαλμῷ  τὸν λέγοντα ἐπεσκόπευσε· καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστάθμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα· Ὦ ξένε, ξένῃ φωνῇ  ξενίζεις φθεγγόμενος.  Ἢ ἀγνοεῖς  τὴν τῶν  προσαγορευόντων  συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐάλωτος τυγχάνω; Τὸ μὲν, Χαῖρε, πάντων τῶν προσαγορευόντων κοινόν· τὸ δὲ Κεχαριτωμένη, ξένον, μάλιστα ταῖς ἐπαγγελλομέναις  θεοσέβειαν ἐν σεμνότητι βίου. Ὅθεν αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργίλῳ τῷ βλέμματι ἐπαπειλησαμένη, ἐδίωξε τὸν εἰπόντα· Ἄπιθι, ἄπιθι, ἄνθρωπε, ἐκ προθύρων ἐμῶν· ἐκ προοιμίων ἐλήλυθας· οὐκ ἀρέσκεις μοι νομίζων. Συλαγωγῆσαί με θέλεις, ὡς Εὔαν τὴν ἐκ γένους μητέρα· οὐ νικήσεις κάλλος ἐμῆς ὄψεως, οὐ συνείδησιν, ἣν ἔχω πρὸς πένητα μνηστῆρα 7 ἐμόν. Πρὸ τοῦ ἐλθεῖν  ὁ γέρων, τοῦ οἴκου μου ἀπόδραθι· κατάλιπε   τὰ  ἐνταῦθα,  μὴ  αἰτιάσηταί   σε  ὁ  πρεσβύτης·  ζηλότυπος   γάρ  ἐστιν. Ἀναχωρεῖν  συμφέρει σοι· ἐὰν  γὰρ ἴδῃ σε λαλοῦντα,  καὶ ἐπαγγελλόμενόν  μοι τὰ τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα. Ὁ δὲ τὸ, Χαῖρε, κεχαριτωμένη,  ἀπαραιτήτως  ἐφθέγγετο. Θεωρήσασα δὲ ἡ παρθένος τὴν ἐπιμονὴν  τοῦ παρόντος, παρεφήπλωσε τὴν ἀκοὴν, ἀκριβέστερον βουλομένη μαθεῖν τοῦ εἰπόντος τὴν σπουδὴν, καὶ τὸ, Χαῖρε, κεχαριτωμένη,  ἀκούσασα, μετὰ ταῦτα ἐξεδέχετο. Ὁ δὲ ἐπάγει, Ὁ Κύριος μετὰ σοῦ. Μόνον δὲ ἤκουσεν ἡ παρθένος τὸ, Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐσώτερον ἐκάλει τὸ τάχος τὸν εἰπόντα. Τὸν Κύριον, φησὶν, ἐνήνοχας μετὰ σεαυτοῦ, ἐσώτερον εἴσελθε, καὶ δι' ὃ παραγέγονας, τὸ τάχος διήγησαι. Καὶ ὁ ἄγγελος· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· οὗτος ἔσται μέγας, Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἡ παρθένος· Οὔπω οἱ γάμοι, οὔπω ὁ νυμφών· καὶ ἤδη ὁ τοκετός; Οὐκ ἔχεις, τί πράξεις. Εἰ χρῄζεις τινὸς ὡς ξένος, λαβὼν πορεύου, καὶ μὴ ἀκαίρως ὃ οὐκ οἶδας προφήτευε. Ὅμως εἰ καὶ συλλήψομαι υἱὸν, πάντως  ἐκ τοῦ Ἰωσήφ. Καὶ ὁ ἄγγελος, Μὴ ἀπατῶ· Οὗτος ἔσται  μέγας. Καὶ ἡ παρθένος· Ποῖος μέγας; ὁ μνήστωρ μου πένης  ὑπάρχει, κἀγὼ  λίαν πτωχή· κτήματα οὐχ ὑπάρχει μοι, χρημάτων ὑστερούμεθα, τῷ γένει οὐκ εὔσημοι, καὶ μετὰ  ταῦτα  εἰς  ἀπογραφὴν   ἑλκόμεθα.  Πάντως  ὁ  συντελεστὴς  συντελέσει  τὰ δίδραχμα· καὶ λέγεις, Ἔσται μέγας; Παῦσαι, παῦσαι τοιαῦτα ὑπισχνούμενος. Καὶ ὁ ἄγγελος· Οὐ πιστεύεις τῷ ἥττονι; τὸ μεῖζον, κἂν μὴ θέλῃς, κατάδεξαι· Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Ἄρτι τοῦ οἴκου μου ἔξελθε, μὴ ἀκούσῃ ὁ Ἰωσὴφ, καὶ ἀναγγελῇ τοῖς ἱερεῦσι, καὶ ὁ στερισκόμενος συζυγίας σκεπάρνῳ ἀποτέμῃ τὸν τράχηλόν σου, ἐπειδὴ ἐγγύς μοι λαλεῖς καὶ ἐν προθύροις κέλλης ἐμῆς. Ἐξ οὐρανοῦ νυμφίον ἐπαγγέλλῃ μοι φέρειν; καὶ ποία φύσις ἐν οὐρανῷ ἐπιθυμητικὴ γάμου ἐστί; Πάντα τὰ ἐπουράνια πνεύματα, ἀσώματα ὑπάρχει· πῶς οὖν τὰ ἀσώματα μιγήσεται σώμασι; Καὶ ὁ ἄγγελος· Ἐκ σώματος καὶ ἀσωμάτου Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Πόθεν οὖν ἕξει πατέρα, ὡς λέγεις, ὁ ἐξ ἐμοῦ μέλλων  τίκτεσθαι; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται· καὶ ἐκ μήτρας σῆς ἐξελεύσεται, καὶ τὸν πυλῶνα οὐ παραθλίψει, καὶ τὸ εἶναι παρθένος οὐκ ἀπολέσεις, καὶ θηλάσεις τὸ ἐκ σοῦ γεννώμενον,  καὶ ἐν ἀγκάλαις βαστάσεις τὸ βρέφος, καὶ ἐπὶ τῶν Χερουβὶμ αὐτὸν  καθεζόμενον  βλέψῃ.  Τούτῳ ἐκ σοῦ γεννωμένῳ  ∆ώσει Κύριος ὁ Θεὸς τὸν θρόνον  ∆αυῒδ τοῦ  πατρὸς  αὐτοῦ,  καὶ  βασιλεύσει ἐπὶ  τὸν  οἶκον  Ἰακὼβ  εἰς  τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἡ παρθένος· Ὡς οὐ θέλεις, λαλῶν  πέπτωκας.  Τὸ σὸν στόμα σου κατηγορεῖ,  καὶ τὰ χείλη  σου γεγένηταί  σοι ἔλεγχος· πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος· καὶ ἄρτι λέγεις, Υἱὸς ∆αυΐδ· τίς ὁ λόγος οὗτος; Ὅταν θέλῃς, τὴν ἐμὴν διάνοιαν εἰς οὐρανοὺς ἀνάγεις· ὅταν δὲ βούλῃ πάλιν,  εἰς τὴν  γῆν  κατάγεις.  Ποίῳ πιστεύσω ῥήματι; τῷ πρώτῳ, ἢ τῷ δευτέρῳ; Λέγεις γὰρ, ∆ώσει Κύριος αὐτῷ τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὐδεὶς βασιλέων ὑπῆρξεν ἀθάνατος, οὐδεὶς τὸ κοινὸν τέλος ἐξέφυγε· πάντας μεθίστησι  θάνατος,   ὡς   δεσπότης·  πάντας   λογοθετοῦσιν   οἱ  σκώληκες·  οὐδεὶς βασιλέων τὸν τοῦ ᾅδου πυλῶνα διέφυγε· πάντας κρατεῖ, πάντας ἐν τάφοις φρουρεῖ· οὐδεὶς ἐκείνου ὑπερήλατο δίκτυα, οὐδεὶς τὰς ἐκείνου παγίδας ἐξέφυγεν· οὐ Σαοὺλ ὁ πρῶτος ἐγκαινίσας τὸ τῆς βασιλείας διάδημα· οὐ ∆αυῒδ ὁ ὑπὸ κέρατος φανερωθείς· οὐ Σαμουὴλ ὁ τῶν βασιλέων πατὴρ, ὁ δι' ἐλαίου γνωρίζων τὸν ἄξιον, καὶ ἀπωθούμενος τὸν ἀνάξιον· οὐχ ὁ Σολομὼν ὁ σοφώτατος, ὁ διὰ μαχαίρας ἐλέγξας τῆς πόρνης τὰ ψεύσματα· οὐκ Ἐζεκίας, ὁ δάκρυσιν ἀνατρέψας θανάτου ἀπόκρισιν. Καὶ πῶς ὁ ἐμὸς υἱὸς βασιλεύσει εἰς τοὺς αἰῶνας; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, Μαρία, τὸ ξένον  μυστήριον, ὅτι πάντες  ἀπέθανον,  καὶ ὁ σὸς υἱὸς νικήσει  τὸν  θάνατον, νεκροὺς ἐγερεῖ, καὶ θανόντας ἀναστήσει μνημεῖα 8 ἀνοίξει, ταρτάρου κλεῖθρα συντρίψει, καὶ πολλὰ  σώματα τῶν  κεκοιμημένων  ἀναστήσει· ἐκ γὰρ ἀθανάτου  ὁ ἀθάνατος γεννηθεὶς,  θανατώσει τὸν θάνατον διὰ τοῦ οἰκείου θανάτου. ∆ιὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα γένῃ. Περὶ οὗ γὰρ λέγω σοι, ἤδη εἰς τὴν σὴν κοιλίαν διὰ  τῆς  σῆς ἀκοῆς  εἰσπεπήδηκε, τῆς  σῆς γαστρὸς ἐπιτελῶν  τὰ  ἐγκαίνια.  Καὶ ἡ παρθένος· Ἵνα τούτοις συνθῶμαι, τὸ πρῶτόν με πληροφόρησον, πῶς καὶ Υἱὸς Ὑψίστου, καὶ υἱὸς  ∆αυῒδ ὁ ἐξ ἐμοῦ μέλλων,  ὡς  λέγεις,  τίκτεσθαι  καὶ ὑπάρχειν ἀπάτορα· καὶ πῶς τοὺς δύο πατέρας ἐκήρυξας; Καὶ ὁ ἄγγελος· Πρῶτον μάνθανε, καὶ οὕτως ἀντίλεγε· ὅταν σοι εἴπω, Υἱὸς Ὑψίστου, τὸν πρὸ αἰώνων ἀπαθῶς γεννηθέντα ἐκ τοῦ Πατρὸς ἐμήνυσα· καὶ ὅταν σοι εἴπω, Υἱὸς ∆αυΐδ, διὰ τό σε εἶναι ἐκ πατρὸς ∆αυῒδ εἴρηκα. Λαβοῦσα οὖν τὴν πληροφορίαν,  τοὺς λόγους μου φύλαττε· καὶ γὰρ ἐγὼ δοῦλός εἰμι ἐκείνου, ὃν μέλλεις τίκτειν. Ταῦτα εἰπὼν ὁ ἄγγελος τῇ παρθένῳ, κατέλειψεν  αὐτήν. Καὶ παρ' ἑαυτῆς διελογίζετο  λέγουσα· Ἀναγγελῶ τῷ Ἰωσὴφ, ἢ  κρύψω μᾶλλον τὸ μυστήριον; Εἰ ἐψεύσατο ὁ ἐλθὼν τέως, καθ' ἑαυτῆς ἐρεθίζω τὴν γλῶτταν τοῦ γέροντος. Καὶ ὡς ταῦτα ἐσκέπτετο ἡ παρθένος, ἡ κοιλία ὀγκουμένη προέκοπτε, καὶ τὸ βρέφος ἔνδον ἐχόρευε. Μαρία δὲ περὶ τούτου ἐσκέπτετο, καὶ μυρία παραπετάσματα τῇ γαστρὶ ἐπιβαλοῦσα, τὸν Ἰωσὴφ λανθάνειν  ἠβούλετο· ἀλλ' οὐκ ἠδύνατο κρύψαι πόλιν ἐπάνω ὄρους κειμένην. Τὸν Ἰωσὴφ ἔνυξεν ἡ δεῖξις τῆς κοιλίας, καὶ λοξῷ τῷ ὀφθαλμῷ  τῆς  παρθένου  τὴν  κοιλίαν  ἐστάθμιζε. Καὶ ὑβρίζειν  ἤθελε,  καὶ σιωπᾷν ἠναγκάζετο·  ὑβρίζειν  ἤθελεν,  ὡς  πεπρακυῖαν  τὰ  τῆς  παρθενίας  κειμήλια·  καὶ  ὁ πρῶτος βίος διεκώλυε. Λοιπὸν τὴν ἰδίαν ψυχὴν  ταῖς θλίψεσιν  ἐβασάνιζεν· Οἴμοι, λέγων,  τί  ποιήσω  ἐγώ;  ἡ  ὄψις  παρθένου,  ἡ κατάστασις παρθένου,  οἱ  ὀφθαλμοὶ παρθένου, ὁ γέλως  παρθένου· καὶ ἡ κοιλία  οὐ παρθένου,  ἀλλὰ  μητρός· ὁ λόγος παρθένου· οἴμοι, οἴμοι· οὐ φέρω  λοιπὸν  ὁρῶν.  ∆ημηγορήσω λοιπὸν  τὸ πρᾶγμα, ἐλέγξω  τὴν  Μαρίαν; Ἡ  γὰρ  αἰσχύνη  κοινή.  Βοήσω μετὰ  κραυγῆς,  μήπως  τοῦ ἀσπόρου παιδὸς κληθῶ πατήρ; Οὐδεὶς τῆς κόρης κατήγορος, ἐπειδὴ οὐκ ἔχει ὁ κυοφορούμενος τὸν παιδοσπορήσαντα. Τάχα μοι καὶ τὸ σιωπᾷν καὶ τὸ λαλεῖν ἐστιν ἐπικίνδυνον.  Τί οὖν ποιήσω; καλέσας ἐρωτήσω, ἢ πρὸ ἐρωτήσεως δείξω; Ἀλλ' ἡ γραφὴ μαρτυρεῖ· ἐλέγξω μᾶλλον. Μὴ οὐκ ἐποίησε; Καλέσας οὖν αὐτὴν αὐστηρῷ τῷ προσώπῳ, κριτὴς τοῦ ἐν κοιλίᾳ κριτοῦ ἐκαθέζετο. Λέγε μοι, φησὶ, μετὰ ἀκριβείας τὸ γέγονός σοι· μὴ κρύψῃς με τὸ συμβάν σοι· οὐδεὶς ὁ παρὼν τῶν λόγων ἀκροατής· οἶδα φυλάττειν  μυστήρια· οὐδεὶς  μανθάνει  τὸ  πρᾶγμα, μόνον  με πληροφόρησον.  Πόθεν τοῦτο  ὑπάρχει  τὸ ὁρώμενον   ἐν  σοί;  τὸν   τούτου  πατέρα  ὑπόδειξόν   μοι,  καὶ  ἐλευθερῶ   σε  τοῦ πταίσματος·  συγγνώμης  γὰρ  ἀξιωθήσῃ,  ὡς  ἐν  ἐπιθυμίᾳ  νικηθεῖσα  γυνή.  Καὶ ἡ παρθένος πρὸς αὐτὸν ἀπεκρίνατο· Εἰ πατέρα τούτου ζητεῖς, εὑρήσεις οὐδέποτε· εἰ δὲ καὶ ὀρφανὸν νομίσεις, καὶ τούτου ἀπέτυχες. Καὶ ὁ Ἰωσήφ· Οὐδὲν ψεύσασθαι, Μαρία, δεδύνησαι· πῶς γὰρ δύναται ὀρφανὸν μὴ εἶναι καὶ πατέρα μὴ ἔχειν; Καὶ ἡ παρθένος· Εἰ δὲ ζητεῖς  τίς,  Ἰωσὴφ  (ἀγνοεῖς  γὰρ), ἐὰν  εἴπω  σοι τὸ  ἀληθὲς,  οὐ πιστεύομαι. Κοιλίαν βλέπεις, καὶ τὸν κρυπτόμενον Κύριον οὐχ ὁρᾷς· γαστέρα κατανοεῖς, καὶ οὐ λογίζῃ   τὸν   ἐκ  γαστρὸς  πρὸ  ἑωσφόρου  ἐκ  Πατρὸς  γεννηθέντα,   καὶ  ἐν  ἐμοὶ αὐλιζόμενον. Εἰ εἴπω σοι, ὃ εἶπέ μοι ὁ ἄγγελος, ἐρεῖς, ὅτι Ἑαυτῇ μαρτυρεῖς, καὶ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Καὶ ὁ Ἰωσήφ· Φέρε τοὺς ἀκηκοότας, δὸς τοὺς παρεστῶτας, ἄγαγε  ἀληθεύοντας  μάρτυρας.  Καὶ ἡ  παρθένος  ἔφη·  Εἰ ταῦτα  ζητεῖς,  εὑρήσεις οὐδέποτε· εἷς γὰρ δι' ἑνὸς πρὸς μίαν ἀπεσταλμένος διὰ μόνης καταμόνας ἐλάλησεν· οὐδεῖς παρῆν· ἐπεὶ οὐδεὶς ἔμελλεν εἶναι τοῦ τικτομένου πατήρ. Ὡς δὲ ἠπιστεῖτο ἡ παρθένος, ὑπονοήσασα λοιπὸν εἰς ἕτερον λογισμὸν ἦλθε Μαρία, λέγουσα· Ἡ γαστήρ με προδίδωσιν, ὁ παῖς μου κατηγορεῖ ἐν κοιλίᾳ ἀγαλλόμενος· τί οὖν καθ' ἑαυτῆς ἐπὶ πλεῖον  ἐρεθίζω τὸν Ἰωσήφ; Πνίξω τῇ σιωπῇ τὰ χείλη μου, καὶ πρὸς τὸν ἄγγελον ἀοράτως δικάσομαι· Ποῦ τὰ νῦν ὑπάρχεις, ὁ τὸ, Χαῖρε, κεχαριτωμένη, φθεγγόμενος; ἐν ποίοις τόποις αὐλίζῃ; εἰπὲ, ἵνα ἐκεῖ παραγένωμαι, καὶ κρεμασθῶ τῷ τραχήλῳ σου, μέχρις ἐλθὼν πληροφορήσεις τὸν Ἰωσὴφ, τίνος υἱὸς ὁ ἐμῆς κοιλίας κοιτῶνα σκιρτοβατῶν. Οὐ φέρω  τὸν  πρεσβύτην ὑπιδόντα,  γογγύζοντα·  καὶ σὺ ποίῳ  τόπῳ χρονίζεις ἀγνοῶ· ἐλθὲ, καὶ ὑπὲρ ἐμοῦ δικαιολόγησαι. Ταῦτα τῆς Μαρίας λεγούσης, τὸ τάχος  ὁ  ἄγγελος  πρὸς  τὸν  Ἰω  9 σὴφ  παραγίνεται,  καὶ  πληροφορήσας  τὸ ἐκβαλεῖν  τὴν  παρθένον  ἐκώλυε,  Μὴ  φοβηθῇς,  λέγων   τῷ  Ἰωσὴφ,  παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· οὐ γάμου κοινωνίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω. Ἀλλὰ πατὴρ οὐχ ὑπάρχεις; Ἐν γῇ πατέρα μὴ ζητήσῃς, μήτε ἐν οὐρανοῖς μητέρα. Πάσης ὀρφανίας ἡ φύσις ἀπήλλακται· μόνος γὰρ ἐκ μόνου καταμόνας πρὸ αἰώνων   ὑπάρχει.  Νῦν  μόνος  ἐκ  μόνης,  ὡς  οἶδε  μόνος.  Μὴ ὀλιγοψυχήσῃς  τὴν Μαρίαν, μὴ λυπήσῃς  τὸ ἐκ Μαρίας·  μὴ ζητήσῃς τὸ πῶς,  μήποτέ  σε ἀδικήσῃ τὸ βρέφος· μὴ περιεργάσῃ τὴν θήκην, μήποτε ζημιωθῇς τὴν ἐνθήκην.Ἀμόλυντον  τὸ  σκεῦος, ἄσπιλον  τὸ  κειμήλιον,  ἀθόλωτος  ὁ  ἀλάβαστρος, ἄσπορος ὁ τόκος, ἀνύμφευτος ἡ κόρη, 0 ἀθαλάμευτος ἡ παρθένος, ἀλατόμητος ἡ πέτρα, κεκλεισμένος ὁ κῆπος, ἡ πηγὴ ἐσφραγισμένη, ἄσπορος ἡ χώρα, ἀφύτευτον τὸ κλῆμα, ἀνεπινόητος  ὁ τόκος. Εἰ δὲ ἀπιστεῖς  μοι τῷ  λέγοντι,  τὸν  καιρὸν  τῆς κυήσεως ἔκδεξαι. Καὶ ἐὰν  δακρύσῃ ἢ στενάξῃ ἡ Μαρία, ὡς  αἱ λοιπαὶ  γυναῖκες, ἄνθρωπός ἐστι, καὶ οὐ Θεὸς, ὁ ἐκ Μαρίας γεννώμενος.  Καὶ ὁ Ἰωσὴφ εἶπεν· Εἰ ταῦτα οὕτως  ἔχει,  καθὼς  προέφης,  ὦ  ἀρχάγγελε,  Ἵνα  τί  ἐφρύαξαν  ἔθνη,  καὶ  λαοὶ ἐμελέτησαν κενά; Καὶ ὁ ἄγγελος εἶπεν· Εἰ θέλεις μαθεῖν, τὸ τάχος διδάχθητι· ἐπειδὴ Κύριος εἶπε πρὸς τὸν γεννώμενον,  Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά  σε· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

21. Εἰς τὸ, "Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ·" καὶ περὶ τῆς παραβολῆς τῶν ἑκατὸν προβάτων· καὶ εἰς τὸ ῥητὸν τοῦ εὐαγγελιστοῦ, "Ἐὰν δύο συμφωνήσωσι," καὶ τὰ ἑξῆς· καὶ εἰς τὸ, "Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ;"

Μίαν ἔχουσα ἡ πηγὴ τοῦ ὕδατος τὴν φύσιν, πολλοῖς καὶ διαφόροις ἐμψύχοις τὸ ἴαμα τῆς δίψης χαρίζεται. Καὶ γὰρ βουκόλια καὶ ποιμνίων  ἀγέλαι  πρὸς αὐτὴν κατατρέχουσαι,  ποτὸν  λαμβάνουσι,  καὶ  τετραπόδων   σύνοδος  καὶ  κυκλοφόρων θηρίων   ποικιλόμορφα   γένη   πρὸς  αὐτὴν   ἐπειγόμενα,   ἐκεῖθεν   ὑδρεύονται   καὶ πετεινῶν  πολυάριθμα πλήθη πρὸς αὐτὴν καθιπτάμενα καὶ τὸ ὕδωρ ἀντλοῦντα, τοῦ δίψους τὸν καύσωνα ἐκεῖθεν ἐκλύουσι. Καὶ οὐ μόνον ἡ πηγὴ τὴν τῶν ἀλόγων χρείαν πληροῖ,  ἀλλὰ  γὰρ  καὶ  λογικῶν   ἀνθρώπων   τὴν  τοῦ  τόπου  πλουσίαν  χάριν  ἐκ λαγόνων  βλαστάνει· καὶ πᾶσα φύσις ἑρπετῶν  καὶ πετεινῶν  καὶ τετραπόδων  καὶ λογικῶν ἀνθρώπων  ἐκ μιᾶς πηγῆς ἀντλοῦντα τὸ ὕδωρ χορτάζεται. Τοιαύτη ἐστὶν ἡ τῶν θείων Γραφῶν διδασκαλία, ἀγαπητοὶ, μία τυγχάνουσα. Ἐπειδὴ γὰρ καὶ ἐκ μιᾶς τῆς τοῦ Θεοῦ σοφίας τὴν ἀπόῤῥροιαν ἔχει, πολλὰς δὴ καὶ διαφόρους τῶν ἀνθρώπων καρδίας σοφίζει. Καὶ ἐκεῖθεν οἱ διδάσκαλοι σοφίζονται, οἱ μαθηταὶ ῥυθμίζονται, αἱ Ἐκκλησίαι μυρίζονται, οἱ διψῶντες ποτίζονται, οἱ ἐσκοτισμένοι φωτίζονται. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ἀρτίως ἡμῖν ἀναγνωσθέντος  Εὐαγγελίου ῥᾴδιόν ἐστι τὸ πρᾶγμα μαθεῖν. Τί γὰρ ἔλεγεν ὁ Κύριος; Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ. Μία ἐστὶν ἡ φωνὴ, καὶ πολυσχεδῶς πρὸς τὴν ἑκάστου χρείαν  καὶ  ὠφέλειαν   μεριζομένη·  μία  ἐστὶν  ἡ  φωνὴ,  καὶ  ἀρτίζει  γέρουσι  καὶ νεωτέροις, καὶ γυναιξὶ  καὶ παρθένοις καὶ ἀνδράσι, καὶ μαθηταῖς καὶ διδασκάλοις.
Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Σοὶ δέδωκε τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν· σαυτὸν ἔδησας τῇ σειρᾷ τῆς φιλαργυρίας, σαυτὸν λῦσον τῇ ἐντολῇ τῆς φιλοπτωχίας·  σαυτὸν ἔδησας τῷ οἴστρῳ τῶν ἡδονῶν, σαυτὸν λῦσον τῇ σωφροσύνῃ· σαυτὸν ἔδησας τῇ Εὐνομίου κακοπιστίᾳ, σαυτὸν λῦσον τῇ τῆς ὀρθοδοξίας εὐσεβείᾳ. Οἱ διδάσκαλοι, δήσατε τὰ Εὐνομίου καὶ Ἀρείου καὶ Μαραθωνίου μαθήματα, καὶ λύσατε ἡμῖν τὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐν Εὐαγγελίοις νοήματα· δήσατε τοὺς κατὰ τῶν πιστῶν στρατευομένους δαίμονας ταῖς πρὸς  Θεὸν  ὑμῶν   ἱκεσίαις,  καὶ  λύσατε  τοὺς  ἐξ  ἐθνῶν   ἐπιστρέφοντας   ἐν  τῷ βαπτίσματι, τὰς σειρὰς τῶν ἁμαρτημάτων αὐτῶν διαῤῥήσσοντες· δήσατε ἀφορισμῷ τοὺς μετὰ τὸ βάπτισμα ἁμαρτήσαντας, καὶ λύσατε αὐτοὺς πάλιν μετανοοῦντας  ὡς ἀδελφοὺς αὐτοὺς προσδεχόμενοι· ἀληθὴς γάρ ἐστιν ὁ λόγος· Ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν. Ἔδησέ ποτε Παῦλος τὸν ἐν Κορίνθῳ πορνεύσαντα, καὶ πάλιν ἔλυσεν αὐτὸν ἐκ καρδίας μετανοήσαντα· ἔδησε καὶ Πέτρος τὸν μετὰ τὸ βάπτισμα βουληθέντα διὰ χρημάτων κτήσασθαι  τὴν  δωρεὰν  τοῦ  Θεοῦ, καὶ  πάλιν  ἔλυσεν  αὐτὸν  ἐκ  καρδίας  αὐτῷ προσπεσόντα. Λοιπὸν δὲ πολλοὺς καὶ ἀμετανόητα ἁμαρτήσαντας ἔδησαν, ἄλλους δὲ μετανοήσαντας   ἔλυσαν.  Ἔδησε Πέτρος  Ἀνανίαν   σὺν  Σαπφείρῃ  πειράζοντα  τὸ Πνεῦμα Κυρίου, καὶ ἔλυσε τῆς Ταβιθᾶ τὰς ὠδῖνας  τοῦ θανάτου, ἐκ νεκρῶν αὐτὴν ἀναστήσας· ἔλυσε Κορνήλιον τὸν ἑκατόνταρχον πιστεύσαντα, καὶ ἔδησε Σίμωνα τὸν μάγον ἐν Ῥώμῃ ταῖς μαγείαις ἐμπαίζοντα· ἔδησε καὶ Παῦλος Ἐλύμαν τὸν μάγον διὰ λόγου αὐτὸν  τυφλώσας,  καὶ ἔλυσε τὴν παιδίσκην  τοῦ πυθωνίου  δαίμονος  αὐτὴν διαζεύξας· ἔδησεν 0 ἑαυτὸν Ἰούδας τῷ σχοινίῳ τῆς προδοσίας, καὶ ἔλυσε τὴν ἑαυτοῦ ἄρνησιν Πέτρος διὰ τῆς μετανοίας· ἔδησε καὶ Παῦλος ἑαυτὸν διώκων  τὴν Ἐκκλησίαν, ἀλλὰ πάλιν ἔλυσε ἑαυτὸν ἐπεγνωκὼς ἐν τῇ ὁδῷ τὴν ὁδὸν τῆς ἀληθείας. Πολλὰ δὲ καὶ οἱ προφῆται ἔδησαν, καὶ ἔλυσαν. Ἔδησεν Ἠλίας ὁ Θεσβίτης τὰς ὀμβροτόκους νεφέλας, μὴ διδοὺς τὸν ὑετὸν τοῖς ἀσεβέσι, καὶ ἔλυσεν αὐτὰς πάλιν, τοῦ βασιλέως αὐτῷ Ἀχαὰβ προσπεσόντος· ἔλυσε καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος Νεεμὰν τὸν Σύρον τῆς λέπρας αὐτὸν διαζεύξας, καὶ ἔδησε τὸν Γιεζὴν διὰ χρήματα ψευσάμενον, τὴν λέπραν αὐτῷ ἀρασάμενος· ἔλυσε ∆ανιὴλ τοῦ Ναβουχοδονόσορ τὸ ἐνύπνιον, καὶ ἔδησε χεῖρας ξιφήρεις Χαλδαίων κατ' αὐτῶν ὁπλισαμένας· καὶ ἔλυσε τὸν ναὸν τῶν εἰδώλων, τὸν Βὴλ καταστρέψας καὶ τὸν δράκοντα κτείνας, καὶ ἔδησε στόματα λεόντων αἱμοβόρων. Ἔδησαν καὶ οἱ τρεῖς παῖδες τοῦ πυρὸς τὴν δύναμιν μὴ καέντες ὑπ' αὐτοῦ, καὶ ἔλυσαν τοῦ βασιλέως τὸ δόγμα τὴν εἰκόνα αὐτοῦ μὴ προσκυνήσαντες. Ὑπὲρ δὲ τούτους πάντας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδησε καὶ ἔλυσεν. Ἔλυσε τὴν μεταξὺ ἡμῶν  καὶ τοῦ Θεοῦ γεγονυῖαν  ἔχθραν, καὶ ἔδησε τὸν ἀρχέκακον ὄφιν, δι' ὃν ἔχθρα γεγένηται· ἔδησε πάντας τοὺς κατὰ τῶν ἀνθρώπων στρατευομένους   δαίμονας,   καὶ   ἔλυσε  πάντας   τοὺς   ὑπ'   αὐτῶν   ὀχλουμένους ἀνθρώπους· ἔδησε τὴν καθ' ἡμῶν στρεφομένην φλογίνην  ῥομφαίαν, καὶ ἔλυσε τὸν ἐπὶ τοῦ σταυροῦ δεδεμένον λῃστὴν, εἰς τρυφὴν παραδείσου αὐτὸν εἰσκομίσας· ἔδησε τὸν ἀδελφοκτόνον Κάϊν τρόμοις αὐτὸν συνειλήσας, καὶ ἔλυσε τοῦ παραλυτικοῦ τοὺς τρόμους   τὰ   μέλη   αὐτοῦ   διορθώσας·   ἔλυσε   τὸν   Ἰσαὰκ   ὑπὸ   τοῦ   Ἀβραὰμ συμποδισθέντα, καὶ ἔδησεν ἀντ' αὐτοῦ κριὸν ἐν φυτῷ Σαβὲκ κατεχόμενον· ἔδησε τὸν Ἰούδαν ἀργύρια φιλήσαντα, καὶ ἔλυσε τὸν ἀρχιτελώνην Ζακχαῖον τὰ χρήματα αὐτοῦ τοῖς πένησι διαδώσαντα· ἔδησε τοὺς Ἰουδαϊκοὺς χοίρους τοῖς δαίμοσιν ἐπιτρέψας, καὶ ἔλυσε τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον, τοὺς μαθητὰς αὐτοῦ πέμψας· ἔδησε τὴν  πικροφόρον  συκῆν, τὰς  ῥίζας αὐτῆς  ξηράνας,  καὶ  ἔλυσε τὴν  συγκύπτουσαν γυναῖκα,  εἰρηκὼς αὐτῇ, Θάρσει, θύγατερ, λέλυσαι ἀπὸ τῆς ἀσθενείας σου. Ἔλυσε Πέτρον δεδεμένον ἁλύσεσι, καὶ ἔδησε τὸν φονοκτόνον  Ἡρώδην τὰ μέλη αὐτοῦ τοῖς σκώληξιν   ἐνειλήσας·   ἐστερέωσε  τὴν   ἐπὶ   τῆς   στερεᾶς  πέτρας   θεμελιωθεῖσαν ὀρθόδοξον Ἐκκλησίαν, καὶ συνέλυσε τὴν ἐπὶ τῆς ἀστάτου ψάμμου οἰκοδομηθεῖσαν ἑτεροδόξων σκηνήν· ἔδησαν καὶ Ἰουδαῖοι Χριστὸν, ἀλλ' ἔλυσεν αὐτῶν Χριστὸς τὸν ναὸν, κατέστρεψεν αὐτῶν τὴν Ἱερουσαλὴμ, παρέλυσεν αὐτῶν τὰ νόμιμα, ἠκύρωσεν αὐτῶν τὰς περιτομὰς, διέλυσεν αὐτῶν τὰς συναγωγὰς, ἀφήρπασεν αὐτῶν τὸν νόμον καὶ τοὺς προφήτας, καὶ αὐτοὺς ἀχύρου δίκην ἀνὰ πᾶσαν πόλιν καὶ χώραν ἐλίκμησεν. Ἔδησε καὶ ὁ διάβολος τὸν Κύριον, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀνακομίσας, ἀλλ' ἐνέῤῥηξεν αὐτοῦ Χριστὸς τὴν ἀχόρταστον κοιλίαν,  συνέλυσεν αὐτοῦ τοὺς σαρκοφάγους ὀδόντας, τῇ στερεμνίῳ αὐτοῦ πέτρᾳ συγκλάσας, παρέλυσεν αὐτοῦ τὰ νεῦρα, συνέτριψεν  αὐτοῦ τὴν στολὴν, κατέστειλεν  αὐτοῦ τὴν κόμην, θρῆνον  καὶ πένθος σκοτεινὸν ἐπέῤῥιψεν αὐτῷ αἰώνιον, ἀνθ' ὧν τὸν ἐν χαρᾷ ἑστῶτα ἄνθρωπον εἰς πένθος ἁμαρτημάτων  κατήγαγεν.  Ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς  ὀφθαλμοὺς, κατῄσχυνεν  αὐτοῦ  τὸ  ἄτιμον  πρόσωπον,  ζιβύναις  ὀξέσιν ἐλογχοβόλησεν  αὐτὸν, τριστόμῳ  ῥομφαίᾳ  κατεκέντησεν  αὐτὸν,  διεσκόρπισε τὰς  1 ἐλπίδας  αὐτοῦ, ἐξηρεύνησε τὰς κεκρυμμένας δεξιὰς αὐτοῦ νοσσιὰς, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ τὰς ἐνθήκας  αὐτοῦ·  ἠδάφισε  τὰ  ἀνελεῆ  τῶν  δαιμόνων   αὐτοῦ  τέκνα  καὶ  ἔκγονα, κατέκαυσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνέῤῥηξε τὰ σκοτεινὰ αὐτοῦ ταμιεῖα, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, καὶ πάντας τοὺς ὑπ' αὐτοῦ δεθέντας λύσας καὶ μεθ' ἑαυτοῦ λαβὼν, εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα ὡς γίγας  ἀνέδραμε, καθά φησιν ὁ προφήτης· Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν  τὴν  ὁδὸν αὐτοῦ· ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα  αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ. Ἠγαλλιάσατο, ὡς ἀρτίως  ἠκούετο ἐν τῷ Εὐαγγελίῳ, διὰ τὴν  εὕρεσιν τοῦ ἀπολωλότος  ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενηκονταεννέα πρόβατα μὴ πεπλανημένα,  τουτέστι, τὰς  ἀγγελικὰς  δυνάμεις  ἐπὶ  τὰ ὄρη, τουτέστιν,  ἐπὶ  τοὺς οὐρανοὺς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανημένον πρόβατον τὸ βοῶν καὶ λέγον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.   Τῆς  γὰρ  τοιαύτης  φωνῆς   ἀκούσας  τοῦ  πεπλανημένου   προβάτου ἔκλινεν  οὐρανοὺς καὶ κατέβη καὶ ἦλθε  ζητῆσαι τὸ πεπλανημένον  πρόβατον, καὶ εὑρὼν ἠγαλλιάσατο. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Ἔδραμε τὴν ἀπ' οὐρανῶν ἐπὶ γῆν ὁδὸν ἀγαλλιῶν· εἶτα ἀπὸ γῆς ἐπὶ τὰ ὑποχθόνια ἔδραμεν· εἶτα ἐκεῖ πάσας τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας ψυχὰς λύσας, εἰς γῆν κατέδραμε, καὶ πάλιν ἀπὸ γῆς εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας ἐνήλατο. Καὶ οὐκ ἔστιν, ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Θέρμην ἀκούων Χριστοῦ, νόει αὐτὸν ἥλιον δικαιοσύνης. Καὶ οὐκ ἔστιν  ὃς  ἀποκρυβήσεται  τὴν  θέρμην  αὐτοῦ.  Τίς  γὰρ  τῷ  ψυχροτάτῳ   θανάτῳ νεκρωθεὶς, ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ τοῦ Πνεύματος, καὶ οὐχὶ πάντες  ἐκ νεκρῶν ἀναστήσονται; Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Εἶτα τὸ ἑξῆς τί, ἀγαπητοί; Εἰ καὶ ὀλίγα ἀπὸ πολλῶν εἰρηκότες, εἰς τὸ, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα  ἐν τῷ οὐρανῷ, εἰς τὸν ἑξῆς στίχον τὸν νοῦν ἡμῶν ἐπιῤῥίψωμεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσωσι ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Ἀβραὰμ συμφωνήσας μετὰ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὁ μὲν εἰς τὰς βόας δραμὼν, ἡ δὲ τοὺς ἄρτους ἐπισπεύσασα, πρᾶγμα παράδοξον ἐπὶ γῆρας ἐδέξαντο, τόκον λαγόνων καρπωσάμενοι παῖδα. Ἰακὼβ ὁ πατριάρχης ὁμονοήσας μετὰ τῆς μητρὸς αὐτοῦ εὐλογίας  αἰωνίου δέδεκται  καρπόν.  Μωϋσῆς καὶ  Ἀαρὼν  συμφωνήσαντες,  ὅλην  Αἴγυπτον ἐξεπόρθησαν, τὸ τῶν Ἑδραίων ἐλευθερώσαντες γένος. Ἰησοῦς καὶ Χαλὲβ ὁμονοήσαντες μόνοι τὴν τῆς ἐπαγγελίας ἐκληρονόμησαν γῆν. ∆εβόῤῥα μετὰ Βαρὰκ συμφωνήσασα   τὸν   ὠμότατον    ἐνίκησαν   τύραννον.    Ἰουδὶθ   μετὰ   τῆς   ἰδίας θεραπαινίδος ὁμονοήσασα τὸν ἀλλόφυλον  ἐνίκησαν Ὀλοφέρνην. Τωβίας μετὰ τοῦ ἀγγέλου ὁμονοήσας τὸν ἀνδροκτόνον δαίμονα τῆς ἰδίας γαμετῆς συνέδησε, καὶ τοῦ πατρὸς αὐτοῦ ὀφθαλμοὺς κεκλεισμένους ἠνέῳξεν. Ἐζεκίας καὶ Ἡσαΐας ὁμοφώνως εὐξάμενοι, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας  ἀλλοφύλων  κατέστρωσαν. Παῦλος καὶ  Σίλας  ὁμοφώνως   ἐν  τῷ  δεσμωτηρίῳ  εὐξάμενοι,  τὰ  θεμέλια  τῆς  φυλακῆς σεισθῆναι ἐποίησαν. Ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸ γράμμα, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ περὶ παντὸς  πράγματος, οὗ ἐὰν αἰτήσωνται,  δοθήσεται αὐτοῖς. Ἐὰν τὰ δύο ταῦτα πολὺ διστασιάζοντα καὶ φιλονεικοῦντα  συμφωνήσωσι· τουτέστι, σὰρξ καὶ πνεῦμα, καθ' ὅτι  ἡ σὰρξ ἐπιθυμεῖ  κατὰ  πνεύματος,  τὸ  δὲ πνεῦμα  κατὰ  τῆς  σαρκός· ἐὰν συμφωνήσωσι τὰ δύο ταῦτα, ἵνα τὸ μὲν κυριεύῃ, τὸ δὲ δουλεύῃ· τὸ μὲν σοφρονῇ, τὸ δὲ μὴ ἀντιλέγῃ· τότε ὁ Κύριος ἔσται ἀνὰ μέσον ψυχῆς καὶ σαρκὸς, καὶ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται,  δοθήσεται αὐτοῖς. Πολλοὶ γὰρ τοῦτο ἀσκήσαντες εἰσηκούσθησαν, ὡς Ἠλίας ἐν τῷ ὄρει, καὶ ∆ανιὴλ ἐν τῷ λάκκῳ, καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ Ἐζεκίας ἐν τῇ κλίνῃ  τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ Πέτρος ἐν Ἰόππῃ, καὶ Κορνήλιος ἐν Καισαρείᾳ. Πολλαὶ δὲ καὶ μόναι γυναῖκες εὐξάμεναι εἰσηκούσθησαν· ὡς Σάῤῥα τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις, καὶ Ἰουδίθ ἐν τῷ ὑπερῴῳ, καὶ Σωσάννα ἐν τῇ κρίσει τῶν παρανόμων. Τότε προσελθὼν, φησὶν, ὁ Πέτρος εἶπε τῷ Κυρίῳ· Ποσάκις ἀφήσω τῷ ἀδελφῷ μου εἰς ἐμὲ ἁμαρτήσαντι; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος 2 τί φησι πρὸς αὐτόν;  Οὐ μόνον  λέγω  σοι, Ἕως ἑπτάκις,  ἀλλ'  ἕως  ἑβδομηκοντάκις  ἑπτά.  Ἐπειδὴ  γὰρ  ἤκουσε τοῦ  Κυρίου εἰρηκότος,  Ὅσα ἐὰν  δήσητε  ἐπὶ  τῆς  γῆς,  ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα  ἐν τῷ οὐρανῷ· ἐπεργάσεται τὴν ἐπαγγελίαν τοῦ Κυρίου, βουλόμενος ἅμα μαθεῖν, καὶ πόση ἐστὶν ἡ τοιαύτη τοῦ Κυρίου φιλάνθρωπος χάρις. Εἶπες ἡμῖν, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς,  ἔσται δεδεμένα  καὶ ἐν  τῷ  οὐρανῷ,  καὶ ὅσα ἐὰν  λύσητε ἐπὶ  τῆς  γῆς,  ἔσται λελυμένα  καὶ ἐν τῷ οὐρανῷ. Ποσάκις οὖν ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός  μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος σκοπήσας τὸ πτωχὸν  αὐτοῦ τῆς περὶ τὸν πλησίον φιλανθρωπίας, εἶπε πρὸς αὐτόν· Οὐ μόνον λέγω σοι, Ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις  ἑπτά. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος  πένης πενίαν  ᾔτησας· ἐγὼ δὲ ὡς Θεὸς μεγαλόδωρος πλουσίως τὴν χάριν δεδώρημαι. Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλὰ μυστήριον ἔχει ὁ λόγος ἀπόκρυφον. Ἐὰν μὴ ὁ γεωργὸς τὴν δίκελλαν εἰς τὴν γῆν βαθύνῃ, τοὺς καρποὺς ἐν τῷ μέλλοντι καιρῷ οὐχ εὑρίσκει ἐπιτηδείους· οὕτω καὶ ἡμεῖς, ἐὰν μὴ τὸν νοῦν ἡμῶν βαθύνωμεν εἰς τὸ γράμμα, τὸν κεκρυμμένον τοῦ Πνεύματος θησαυρὸν οὐχ εὑρίσκομεν. Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Καὶ τί γὰρ οὐκ εἶπεν, Ἕως ὀκτάκις, ἢ ἑξάκις, ἢ δεκάκις, ἀλλ' Ἕως ἑπτάκις; Ἐπειδὴ ὁ Θεὸς ἐποίησε τὰ σύμπαντα ἐν ἓξ ἡμέραις, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ. Μυστήριον ἐπερωτᾷ ὁ Πέτρος τὸν Κύριον, βουλόμενος μαθεῖν ἐκκλησιαστικοὺς κανόνας· οἷον, Ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτοῦ, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ τῆς ζωῆς αὐτοῦ, οἷον, εἰ ἐν τῇ ἑβδόμῃ μετανοήσῃ ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος ἐπέστρεψε λέγων· Οὐ μόνον ἐν τῷ αἰῶνι  τούτῳ  ἀφήσεις  αὐτῷ  τὰ  ἁμαρτήματα,  ἀλλὰ  καὶ  ἐν  τῷ  μέλλοντι   αἰῶνι συγχωρήσεις αὐτῷ, μακροτέρῳ ὑπάρχοντι παρὰ τοῦτον τὸν αἰῶνα ἑβδομηκοντάκις ἑπτά. Ἀληθὴς γάρ ἐστιν ὁ εἰπών σοι, ὅτι Ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ἀλλ' ἔτι βαθύτερον ἐπεργασώμεθα τὸ νόημα. Ποσάκις, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, οὐκ εἰς σὲ τὸν Θεὸν, ἀλλ' εἰς ἐμὲ, ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Οὐ μόνον τὰ εἰς ἐμὲ ἕως ἑπτάκις ἁμαρτήματα συγχωρήσεις, ἀλλὰ γὰρ καὶ ἑβδομηκοντάκις ἑπτά. Ἀληθὲς γάρ ἐστιν ὃ εἶπεν, ὅτι Πᾶσα ἁμαρτία καὶ βλασφημίαἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὐδὲ ἐν τῷ μέλλοντι. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἡμεῖς ταύτην  τὴν  ἁμαρτίαν οὐ φοβούμεθα· οὐ γὰρ βλασφημοῦμεν  τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ προσκυνοῦμεν καὶ δοξολογοῦμεν. Ἀλλ' ἔτι ξέσωμεν τὸν λόγον. Καὶ γὰρ χρυσὸς  χωνευόμενος   στιλβότερος  γίνεται·  οὕτω  καὶ  Γραφὴ ξεομένη  τρανοτέρα εὑρίσκεται.  Ποσάκις, ἐὰν  ἁμαρτήσῃ  εἰς  ἐμὲ  ὁ  ἀδελφός  μου,  ἀφήσω  αὐτῷ;  ἕως ἑπτάκις; Ἐπειδὴ ᾔδει, ὅτι ὁ νόμος συγχωρεῖ τοῖς ἀνθρώποις  τὰ παραπτώματα ἐν τῇ ἑβδομάδι τοῦ αἰῶνος τούτου· οὐ γὰρ εἶχε τὴν ὀγδόην ἡμέραν τῆς ἀναστάσεως· οὔπω γὰρ ἦν παραγενόμενος ὁ Χριστὸς, ὁ ἔχων τὴν ἀναστάσιμον ἡμέραν· ὅθεν καὶ ∆αυῒδ, ἐπειδὴ ὑπὸ νόμον ὑπῆρχεν, ἑπτάκις αἰνεῖ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ· λέγει γὰρ, Ἑπτάκις τῆς  ἡμέρας  ᾔνεσά  σοι· οὐκ  ὀκτάκις·  οὔπω  γὰρ  ἦλθέ  μοι  Χριστὸς, ἡ  ὀγδόη  τῆς ἀναστάσεως ἡμέρα· ἔτι εἰμὶ ὑπὸ νόμον, ὑπὸ νόμον δουλεύσω σοι· ἔτι τῆς παιδίσκης εἰμὶ υἱὸς, τῆς συναγωγῆς· οὔπω γὰρ ἐκ τῆς ἐλευθέρας γεγέννημαι·  διὸ λέγει, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Τῶν γὰρ ἐν τῇ χάριτι  ἀναγεννηθέντων Χριστιανῶν ἡ μήτηρ ἐλευθέρα ἐστὶ, καθὰ λέγει ὁ Ἀπόστολος· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶ μήτηρ πάντων  ἡμῶν.  Ποσάκις οὖν ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Οἱονεὶ ἔλεγε, Κελεύεις συγχωρῆσαι τὰ πλημμελήματα  τοῖς ἀδελφοῖς  μου, ὡς ὁ νόμος τοῦτο γάρ ἐστιν, Ἕως ἑπτάκις, ἢ πλεῖόν τι; Ὁ δὲ Κύριος ὑπερπλεονάζει τὴν χάριν λέγων· Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.  Ὅσον γὰρ ὁ Λόγος τοῦ νόμου ὑπερέχει, τοσοῦτον καὶ ἡ χάρις τοῦ νόμου· οὐ γὰρ ὁ Λόγος Θεὸς ἐκ τοῦ  νόμου, ἀλλ' ὁ νόμος  ἐκ τοῦ Λόγου. Καὶ ἔστι μαθεῖν, ἀγαπητοὶ, 3 τὴν ὠφέλειαν  ἐκ τοῦ λόγου· ἵνα μάθῃς πόσῳ μείζων ὁ Λόγος τοῦ νόμου. Ὁ νόμος δέκα λόγους δίδωσι τοῖς Ἰουδαίοις, καὶ οὐδὲ ὠφέλησεν· ἡμῖν δὲ ὁ Θεὸς ἕνα Λόγον δεδωκὼς, τοὺς πάντας δι' αὐτοῦ ἀνέσωσεν. Ἀλλ' ἔτι σκάλλομεν τὸ γράμμα τῷ Πνεύματι. Ὁ γὰρ θησαυρὸν ἀνοίξας οὐ μόνον χρυσὸν καὶ ἄργυρον λαβὼν ἀπέρχεται, ἀλλὰ γὰρ καὶ λίθους τιμίους καὶ τοὺς διαφόρους ἐπιζητεῖ. Ποσάκις, ἐὰν ἁμαρτήσῃ, εἰς ἐμὲ ὁ ἀδελφός  μου, ἀφήσω αὐτῷ; ἕως  ἑπτάκις; Μυστήριόν ἐστιν, ἀγαπητοὶ, ἀποκεκρυμμένον ἐν τῷ γράμματι, καὶ πολλοὺς λέληθε. Σὺ δέ μοι ἀκριβῶς πρόσεχε τῷ νοήματι· λεπτὸν γάρ ἐστι σφόδρα, πετεινοῦ ὀξύτερον, ῥᾳδίως δυνάμενον τὸ ὄμμα τῆς διανοίας παραδραμεῖν, καὶ τοὺς σφόδρα ὀξυδορκοῦντας. Ποσάκις ἐὰν εἰς ἐμὲ ἁμαρτήσῃ ὁ ἀδελφός  μου, ἀφήσω αὐτῷ; ἑπτάκις; Ζητήσεως γὰρ ἄξιον, διὰ τί εἶπεν Ἕως ἑπτάκις ὁ Πέτρος, καὶ ὁ Κύριος ἡμῶν ἀπεκρίνατο, Ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλ' ὁ Πέτρος προσέσχε τὸ τοῦ φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βού 4 λεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα. Προσεσχηκὼς γὰρ, ὅτι ὁ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσε, καὶ ἑπτὰ ἐγκλήμασιν  ὑπέπεσε· πρῶτος  γὰρ ἐφόνευσεν  ἐν  ἀνθρώποις,  πρῶτος  ὑπεκρίνατο, πρῶτος ἐψεύσατο, πρῶτος αἵματι τὴν γῆν ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν· οὔπω  γὰρ  ἦν  θάνατος  γευσάμενος  ἀνθρώπου,  εἰ  μὴ  Κάϊν διὰ  φθόνου  ἐκύησε· προσεσχηκὼς  οὖν  Πέτρος, ὅτι  τοῦ  Κάϊν  ὁ  φόνος  ἑπτὰ  ἐγκλήμασιν  ὑπόκειται, προσέρχεται τῷ Κυρίῳ μυστηριωδῶς ἐπερωτῶν, Ποσάκις, ἐὰν ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Τουτέστι, Κελεύεις ἐν τῷ βαπτίσματι τὰ τοῦ ἀδελφοκτόνου  Κάϊν ἐγκλήματα ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος τί φησι πρὸς αὐτόν; Οὐ μόνον τὸ τοῦ Κάϊν ἑπτάκις ἐν τῷ βαπτίσματι ἀφήσεις, ἀλλὰ καὶ τὸ τοῦ Λάμεχ τὸ ἕως ἑβδομηκοντάκις ἑπτά· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

22. Εἰς τὸ λέγειν τοὺς Ἰουδαίους, "∆αιμόνιον ἔχεις," καὶ εἰς τὸ, "Μὴ κρίνετε κατ' ὄψιν."



Ὥσπερ ἡ φαεσφόρος σελήνη τὰ τῆς νυκτὸς  ἀμαυρὰ λευκαίνουσα, τοῖς τε κατὰ γῆν καὶ θάλατταν πλωτῆρσί τε καὶ ὁδοιπόροις τὸ κάλλος δᾳδουχοῦσα, ἀνεμπόδιστον  ἑκάστῳ τὴν  πορείαν  κατεργάζεται· ὡσαύτως καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος δίκην  σελήνης τὰς τῆς θεογνωσίας  λαμπηδόνας  διὰ λόγου  αὐγάζων, τούς τε ἐν τῷ πελάγει τοῦ βίου τούτου τὴν ἁλμυρίδα τῶν ἡδονῶν παρατρέχοντας, καὶ τοὺς τὴν χριστοφόρον ὁδὸν βαίνοντας, ἐπὶ τὴν ἀλήθειαν Χριστὸν παραπέμπει. Οἶδε δὲ καὶ ἡ θεία Γραφὴ τοὺς τῆς Ἐκκλησίας διδασκάλους καὶ ἐν σεμνῇ πολιτείᾳ βιοῦντας, ἐν εἰκόνι σελήνης καὶ ἀστέρων ὀνομάζειν, ὥς φησιν ὁ προφήτης ∆αυΐδ· Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.Σαφέστερον δὲ ἔστιν ἐκ τῶν  τοῦ Ἀποστόλου ῥημάτων ἰδεῖν  τὴν διαφορὰν τῶν  ἁγίων  ἐπὶ τάξει ἡλίου καὶ σελήνης καὶ ἀστέρων ὀνομαζομένην·  Ἄλλη δόξα, φησὶν, ἡλίου καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. ∆εῦρο τοίνυν καὶ ἡμεῖς δίκην ἀστέρος βραχυτάτου ὑπολάμψαντες, τὰς ἀστραπὰς τῶν εὐαγγελικῶν  νοημάτων σαφῶς ὑμῖν ὑποδείξωμεν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, φησὶ, τῷ Κυρίῳ· ∆αιμόνιον ἔχεις· ὁ δὲ, Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὦ Ἰουδαῖοι, ἐμὲ λέγετε δαιμόνιον ἔχειν· συγκρίνατε τὰ ἔργα τὰ ἐμὰ τοῖς ὑμετέροις, καὶ ἐν τῷ γνώμονι  τῆς συνειδήσεως ὑμῶν διερευνήσαντες, εἴπατε, τίς ἄρα ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς διὰ θαλάσσης Ἐρυθρᾶς, ὡς διὰ χλοηφόρου πεδίου διελθόντες, καὶ  ἐν  τῇ  ἐρήμῳ  ἐν  ἀφράστῳ  γλυκάσματος  μεταποιούμενον  ἐδέξασθε ὕδωρ  ἐκ πέτρας, καὶ ἐκ μέσου ἀέρος ὀρτυγομήτραν προσπίπτουσαν· καὶ μετὰ τὴν τοσούτων καὶ  πλειόνων   ἄλλων   ἀγαθῶν   παροχὴν,  Μωϋσέως  εἰς  τὸ  ὄρος  ἀναδραμόντος, μοσχοποιήσαντες, τῷ  λεγεῶνι  τῶν  δαιμόνων  προσεκυνήσατε· ἐγὼ  δὲ ἐλθὼν  τὸν λεγεῶνα  τῶν δαιμόνων  ἀπὸ τῆς ἀνθρωπότητος  ἀπήλασα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις θύετε, ἐγὼ δὲ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου τεθνεῶτας ἀνέστησα· τὸν μὲν λάρνακι κατακείμενον  ἁφῇ  χειρὸς,  τὴν  ἰαματικὴν  δύναμιν  πρὸς  τὸν  ἔνδοθεν  κείμενον ἐκπέμψας, ὑγίασα· τὴν δὲ ῥήματι ἐκ θανάτου, ὡς ἐξ ὕπνου, ἤγειρα. Τίς οὖν ἔχει δαιμόνιον; ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς πλαστοῖς ῥήμασι τῆς Ἰεζάβελ τὸν  Ναβουθὲ ἀποκτείναντες,  τὸν  τῆς εὐφροσύνης γεννήτορα τὸν ἀμπελῶνα ἀνασκάψαντες, λαχανηφόρον ἄρουραν ἐποιήσατε, ἀσθενούντων βρώματα, ὥς φησιν ὁ Ἀπόστολος, Ὁ γὰρ ἀσθενῶν λάχανα ἐσθίει·   ἐγὼ   δὲ   τοὺς   δίκην   λαχάνων    χθαμαλῶν,   τοὺς   ὑπὸ   τῆς   ἀῤῥωστίας καταπεσόντας, ἐν ῥοπῇ ὀφθαλμοῦ ὑγιάσας καὶ ὑγιοποιήσας, ἄρτου οὐρανίου βρῶσιν μετέδωκα, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξιν ἐγεώργησα λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος, καὶ ὑμεῖς τὰ κλήματα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν 4 ἀλλὰ   τὴν  δικαίαν   κρίσιν  κρίνατε.  Ὑμεῖς  τὸν  Ἡσαΐαν  ξυλίνῳ   πρίονι πρίσαντες,  διελύσατε·  ἐγὼ  δὲ  τὴν  διαλυθεῖσαν   τῷ  θανάτῳ   ἀνθρωπότητα,   τῇ μετουσίᾳ τοῦ ξύλου τοῦ σταυροῦ συναρμόσας ἀνέστησα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε  κατ' ὄψιν,  ἀλλὰ  τὴν  δικαίαν  κρίσιν κρίνατε.  Ὑμεῖς Ἱερεμίαν τὸν προφήτην εἰς λάκκον βορβόρῳ βαλόντες ἀπεπνίξατε· ἐγὼ τὸν ἐν τῷ  βορβόρῳ τῶν ἡδονῶν ὑμῶν ἀποθανόντα προφητικὸν λόγον ἀπέσπασα, καὶ ἐν ταῖς ψυχαῖς τῶν ὑπηκόων μοι ἐνίδρυσα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε  κατ' ὄψιν,  ἀλλὰ  τὴν  δικαίαν  κρίσιν κρίνετε. Ὑμεῖς Ζαχαρίαν τὸν  μέγαν μεταξὺ  τοῦ  ναοῦ  καὶ  τοῦ  θυσιαστηρίου  ἀπεκτείνατε·  Ζαχαρίας δὲ  ἑρμηνεύεται, μνῆμα Θεοῦ· ἐγὼ δὲ ἐλθὼν, τοῦτον τὸν Ζαχαρίαν, τὴν μνήμην τοῦ Θεοῦ, τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ὑφ' ὑμῶν ἀποκτανθέντα, τουτέστι, μεταξὺ σώματος καὶ ψυχῆς ναὸς γὰρ ψυχῆς σῶμα, ὡς καὶ θυσιαστήριον Θεοῦ ψυχὴ, ἐν ᾗ προσφορὰ τῆς  λογικῆς  λατρείας  καὶ  θυμιάματα  τῶν  προσευχῶν  ἀναπέμπεται·  ταύτην  τὴν μνήμην  τοῦ Θεοῦ ζωοποιήσας, ἐν ταῖς καρδίαις τῶν  ἀνθρώπων  ἐνῴκισα, πρὸς τὸ πάντας  τοὺς  δεξαμένους  ἱερατεύειν  Θεῷ. Τίς οὖν  ἔχει  δαιμόνιον,  ἐγὼ,  ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Μέμνηνται δὲ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου τοῦ ῥήματος τούτου. Ὅτε γὰρ ὑπὸ τῶν  γραμματέων  καὶ  Φαρισαίων ἐνεκαλοῦντο  μὴ διδάσκειν  ἐν  τῷ  ὀνόματι  τοῦ Χριστοῦ· Οὐ παραγγελίᾳ  παρηγγείλαμεν  ὑμῖν  μὴ  διδάσκειν  ἐπὶ  τῷ  ὀνόματι  τοῦ Ἰησοῦ; καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· τότε ἀποκρίνονται, ὑπομιμνήσκοντες  ἅμα  τὸ  κρίνειν  ἀδίκως,  καὶ  λέγοντες·  Εἰ δίκαιόν  ἐστιν  ὑμῶν ἀκούειν  μᾶλλον,  ἢ τοῦ  Θεοῦ, κρίνατε.  Ὅρα καὶ  τὸν  προφήτην,  ἀγαπητὲ,  ἐν  τῷ ἀρτίως   ἡμῖν   ὑποψαλέντι   ψαλμῷ   φανερώτατα   λέγοντα   περὶ  τῆς  τοῦ  Κυρίου ἐνσάρκου παρουσίας καὶ τοῦ μὴ κρίνειν ἀδίκως· Ὁ Θεὸς ἔστη, φησὶν, ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Καὶ τίς ἂν εἴη ὁ Θεὸς ὁ σταθεὶς ἐν συναγωγῇ θεῶν, ἢ πάντως  ὁ Χριστὸς, ὁ σταθεὶς ἐν τῇ συναγωγῇ  τῶν  Ἰουδαίων,  τῶν  ποτὲ ὄντων θεῶν, πρὸς οὓς ἀπεκρίθη, Ἐγὼ εἶπα, Θεοί ἐστε; Ὅσον γὰρ ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ,  θεοὺς αὐτοὺς ὠνόμασεν· ὅσον δὲ ἐν τῇ ἑαυτῶν κακίᾳ, ὡς ἄνθρωποι ἀπέθνησκον, καὶ ὡς εἷς τῶν ἀρχόντων ἔπιπτον· ἀρχόντων δὲ, οὐ τῶν ἐπιγείων τῶν ἀνθρώπων,   ἀλλ'  ἐκ  τῶν  οὐρανίων  ἁψίδων  καταπεσόντων,  περὶ  ὧν  λέγει  καὶ Παῦλος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ  τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ὁ Θεὸς οὖν ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Θεοὺς ἀπὸ τῶν ποτὲ θεῶν διακρινεῖ Ἰουδαίων. Καί φησι πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν  λαμβάνετε; καὶ ὁ Κύριός φησι· Μὴ κρίνετε κατ'  ὄψιν, ἀλλὰ τὴν δικαίαν  κρίσιν κρίνετε. Εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον· Κρίνατε ὀρφα 5 νῷ καὶ πτωχῷ. Ὅρα μοι πῶς περὶ Χριστοῦ πάντα  εἰσηγεῖται,  πάντα  διδάσκει, βουλόμενος  ἀνάψαι  τὴν  παρ' αὐτῶν γινομένην  ἀδικίαν· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ καὶ πτωχῷ,  ταπεινὸν  καὶ πένητα δικαιώσατε. Ἀλλ'  ἴσως  ἐρεῖ  τις  τῶν  ἀκροατῶν  καὶ  ἀπορεῖν  ἡμᾶς  δεικνύναι  τοῦ,  ὅτι ὀρφανὸς ἀκήκοεν ὁ Κύριος. Τὸ μὲν γὰρ πτωχὸν, ῥᾴδιόν ἐστι καταμαθεῖν ἐκ τῶν τοῦ Ἀποστόλου ῥημάτων· Ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· ἀλλὰ τίς ἂν εἴη ὀρφανὸς, ἢ πάντως ὁ μήτε πατέρα ἔχων μήτε μητέρα; Ἄκουε δὲ τοῦ Ἀποστόλου λέγοντος περὶ τοῦ  Χριστοῦ· Ἀπάτωρ,  ἀμήτωρ,  ἀγενεαλόγητος.  Ἀπάτωρ  ἐπὶ  τῆς  γῆς  κατὰ  τὴν ἀνθρωπότητα ὁ Κύριος, καὶ ἀμήτωρ ἐν οὐρανοῖς κατὰ τὴν θεότητα. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ,  τῷ δι' ἡμᾶς πτωχεύσαντι.  Τοῖς πᾶσι γὰρ τὰ πάντα γέγονε πλεῖον  τοῦ Ἀποστόλου, ἵνα τοὺς πάντας κερδήσῃ. Ταπεινὸν καὶ πένητα δικαιώσατε. Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς  τῇ καρδίᾳ. Ἀλλὰ τί φησιν; Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Ἐν σκότει διαπορεύονται. Οὐκ ἔγνωσαν τὸν Θεὸν Λόγον σάρκα γεγονότα δι' ἡμᾶς· ὁ Λόγος γὰρ σὰρξ ἐγένετο, οὐ τραπεὶς, ἀλλὰ καθὸ ἐσκήνωσεν ἐν ἡμῖν. Οὐκ ἔγνωσαν τὴν ἀΐδιον τῆς θεότητος μορφὴν ἐν τῇ τοῦ δούλου εἰκόνι· οὐκ ἔγνωσαν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλ' οὐδὲ συνῆκαν· οὐ συνῆκαν  γὰρ τῶν  θαυματουργημάτων  αὐτοῦ  τὴν  δύναμιν,  ὅσων εἶχε  συμβόλων  εἰκόνας· οὐ συνῆκαν τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρὸν, τουτέστι, τὴν ἐν σαρκὶ ἀποκεκρυμμένην θεότητα, καὶ ἐν οὐρανοῖς σὺν Πατρὶ αὐλιζόμενον· οὐ συνῆκαν τὰ ἐπὶ τοῦ Λαζάρου γεγονότα· οὐ συνῆκαν τὸν λίθον τὸν ἀποκυλισθέντα τοῦ μνήματος, ὅτι τὴν ἠλίθιον καρδίαν τῶν ἀνθρώπων  ἀποκινεῖσθαι ἔλεγεν· οὐ συνῆκαν αὐτὸ τὸ μνῆμα, καὶ τὸν ἔνδοθεν ἀποκείμενον Λάζαρον τετραήμερον, τίνος ἦν τύπος, ὅτι ἐν εἰκόνι   σώματος  ὁ  τάφος  ἦν  περιέχων   ἔνδοθεν   τὸν  νοῦν   ἐναποθανόντα   καὶ νεκρωθέντα. Ὄντως γὰρ τάφος ἦν τὸ σῶμα ἡμῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, καθώς  φησιν  ἐν  6 τῷ  Εὐαγγελίῳ· Τάφοι κεκονιαμένοι.  Ὄντως  ἦμεν  τάφοι μεμεστωμένοι  νεκρῶν  ἁμαρτημάτων,  ἔχοντες  ἔνδοθεν  τὸν  νοῦν  τεθανατωμένον ταῖς ἡδοναῖς, τὸν τετραήμερον καὶ ἤδη ὄζοντα, τὸν ἐκ τεσσάρων γενικῶν  ἀρετῶν συνεστῶτα νοῦν, φρονήσεως, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης. Ὁμοίως καὶ τὸ σῶμα ἐκ τεσσάρων στοιχείων συνέστηκε, θερμοῦ, ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. Οὐκ ἔγνωσαν,   οὐδὲ   συνῆκαν·   Χριστὸν   γὰρ   μὴ   δεξάμενοι   τὸ   φῶς,   ἐν   σκότει διαπορεύονται. Καὶ τὸ φῶς γὰρ ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς· οὐ τῆς πατουμένης, ἀλλὰ περὶ ἧς λέγει, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν  ἀπελεύσῃ. Θεμέλιος γὰρ σώματος ἡ ψυχή· ἧς ἐξελθούσης, καθάπερ θεμελίου ὑποχωρήσαντος, ὁ οἶκος τοῦ σκήνους ἡμῶν καταπίπτει. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς, τουτέστι, μετακινηθήτωσαν καὶ μεταστήτωσαν αἱ ψυχαὶ ἀπὸ τῆς εἰδωλολατρείας εἰς τὴν θεογνωσίαν. Εἶτα, Ἀνάστα, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Ἀνάστα, ὁ σταυρωθεὶς, ἀνάστα, ὁ τὰς ἁμαρτίας ἡμῶν ἐν εἰκόνι ἀκανθῶν ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς ἀναδησάμενος, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Τὴν γῆν εἶπεν, οὐ τὸν οὐρανόν. Μὴ φοβηθῇς, ἀγαπητέ. Εἰ ἀναγεγέννησαι ἐξ ὕδατος καὶ Πνεύματος, οὐρανὸς εἶ· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ἀνάστα ὁ Θεὸς, κρῖνον  τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις  ἐν πᾶσι τοῖς ἔθνεσι. Σὺ ὁ Χριστὸς, ᾧ δέδωκεν  ὁ Πατὴρ ἐξουσίαν πάντων,  ἐξουσίαν πάντας  κρίνειν.  Καὶ γὰρ Ὁ Πατὴρ κρίνει οὐδένα· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν  Πατέρα. Σὺ κατακληρονομήσεις  ἐν πᾶσι τοῖς ἔθνεσι. Σοὶ γὰρ εἶπεν  ὁ Πατήρ· Αἴτησαι παρ'  ἐμοῦ,  καὶ  δώσω  σοι ἔθνη  τὴν  κληρονομίαν  σου, καὶ  τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τῷ Θεῷ οὖν δῶμεν δόξαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

23. Περὶ μετανοίας.


Στεφάνῳ  χρυσοκόμοις  ἄνθεσι  πεπλεγμένῳ   τὰς  τῶν  φιληκόων   κεφαλὰς δοξάσαι  βουλόμενοι,  ἐκ  τῶν   ἀκηράτων   λειμώνων   Χριστοῦ  δακτύλοις   ἄνθεα περικαλλῆ  τρυγήσαντες,  ἀγγέλους  ἡμῖν  συνεργεῖν  Πνεύματι θείῳ  προσταχθέντας ἐρωτῶμεν.  Ἄξιος  γὰρ  εἶ  ὁ  τοῦ  Θεοῦ λαὸς,  μᾶλλον  δὲ  ναὸς,  τοιούτῳ  στεφάνῳ δεδοξάσθαι, ὅσοι μάλιστα ἄσπιλον καὶ ἀμόλυντον  τὸν ναὸν τοῦ Θεοῦ ἐφυλάξατε, πορφυρέοις στόμασι καὶ τῷ ἐμφεγγεῖ μαργαρίτῃ τὰς ἐν τῷ σκότει ψυχὰς περιλάμψαντες,  τούτοις  τὸ  φέγγος  τῆς  εὐσεβείας  ἀστράψατε.  Χαλάσατε αὐτοῖς χεῖρας ἀγάπης, καὶ καθάπερ ἐκ βάθους τῆς ἀγνωσίας  ἐπὶ τὸ θαυμαστὸν φῶς  τῆς ἐλπίδος αὐτοὺς ἀνάξατε. Ὅσοι δὲ ἐξ ἀπροσεξίας ταῖς ἡδυπαθείαις τὸν ναὸν τοῦ Θεοῦ διεφθείρατε, μὴ εἰς τέλος ἑαυτοὺς ἀπελπίσατε, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτον πάλιν ἀνακαινίσατε. Ὥσπερ γὰρ ἀνὴρ φρόνιμος τὸν ἐξ ἀμελείας ἑαυτοῦ οἶκον σαθρωθέντα καὶ διαφθαρέντα σπουδαίως ἐπανορθωσάμενος ἀνακτίζει, ὡς οὐδὲν αὐτὸν ἀπολιμπάνεσθαι τὸν ἐξ ἀρχῆς ἀνοικοδομηθέντα  οἶκον· ὡσαύτως καὶ ὁ ἔνοικος τῆς ψυχῆς  ἡμῶν  νοῦς  τὴν  ταῖς  ἁμαρτίαις  διολισθήσασαν καὶ πεπτωκυῖαν  ψυχὴν  τῇ μετανοίᾳ  πάλιν  ἀνακαινίζει.  Μετάνοια γὰρ τὴν  πεπτωκυῖαν  ψυχὴν  ἀνιστᾷ,  τὴν ἀπαλλοτριωθεῖσαν  Θεοῦ πάλιν  φίλην  καθίστησι· μετάνοια  τὴν  ἐπισυμβᾶσαν τῇ ψυχῇ   σκοτομηνίαν   ἀποσοβεῖ,   καὶ   τὴν   νέκρωσιν   ἀπελαύνει·   μετάνοια   τὴν κατηραμένην ψυχὴν ἀνεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην  ὑγιάζει. ∆ράμωμεν πρὸς τὴν μετάνοιαν,  τὴν τῆς βασιλείας πρόξενον, τὴν τῶν ἁμαρτιῶν ἐξαλειπτήριον, τὴν τῆς σωτηρίας μητέρα. Μετάνοια, διαβόλου  διωγμὸς,  δαιμόνων  σκελισμός. Ὢ μετάνοια,  δι'  ἣν  Ἰωνᾶς  ὁ προφήτης ἔφυγεν ἐκ προσώπου τοῦ Θεοῦ, ὡρισμένην ψῆφον Θεοῦ θανατικὴν ἀνατρέψασα, καὶ τὸν  κήρυκα τοῦ θανάτου  ψεύστην ἀναδείξασα· σὺ γὰρ ὑπαντήσασα τῇ τοῦ Θεοῦ βουλῇ κατὰ τῶν  Νινευιτῶν  ἀποφάσει, αὐτὴν  μὲν ἐνεπόδισας, τοῖς δὲ Νινευίταις πηγὰς ζωῆς ἀφθόνως ἐξώμβρισας. Μετάνοια μετὰ δακρύων προσπεσοῦσα Θεῷ, Ἐζεκίᾳ τῷ βασιλεῖ ἀντὶ θανάτου ζωὴν  ἐχαρίσατο.  Ὢ  6 μετάνοια  ἀπὸ  γῆς  εἰς  οὐρανοὺς  ἀνατρέχουσα,  καὶ ἀγγελικὰς  δυνάμεις  ὑπερβαίνουσα, καὶ τῷ  θείῳ  Πνεύματι Κυρίου προσεγγίζουσα θρόνῳ, καὶ Θεῷ συνόμιλος γινομένη,  καὶ καθάπερ ἐξ οἰκείων  θησαυρῶν τῶν τοῦ Θεοῦ θησαυρῶν τὸ ζῇν λαμβάνουσα, καὶ τοῖς ἔχουσί σε μετὰ παῤῥησίας δωρουμένη. Ὢ   μετάνοια   τῶν   παθῶν   ἰατρὲ,   ἡ   τὰς   ἀπειλὰς   πραΰνουσα,   καὶ   τὸ   πῦρ κατασβεννύουσα τοῦ θυμοῦ, καὶ τὰς ὀργὰς κοιμίζουσα, καὶ φιλίας λαμπάδας ἀσβέστους πρυτανεύουσα. Ὢ μετάνοια ἐν καρδίᾳ ἀνθρώπου τικτομένη, καὶ παραχρῆμα εἰς οὐρανοὺς αὐλιζομένη· σὲ εὑρηκὼς ὁ μακάριος ∆αυῒδ, τὴν ἐπὶ τοῖς δυσὶν ἁμαρτήμασι, φόνου λέγω καὶ μοιχείας, αἰωνίας  τιμωρίας ἐξέφυγε δίκην. Ὢ μετάνοια, τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύουσα, καὶ ἠσφαλισμένας ψυχὰς διασώζουσα. Μετάνοια ἐκ μέσης καρδίας στεναγμὸν  ἀναπέμπουσα Θεὸν δυσωπεῖ· μετάνοια δάκρυον θερμὸν ἀπὸ ὀφθαλμῶν  δροσίζουσα, τὰς ἐσπιλωμένας ψυχὰς τῷ βαπτίσματι ἐκλαμπρύνει. Ὢ μετάνοια, ἐκ θνητοῦ ἀνθρώπου γενόμενον  φάρμακον ἀθανασίας παρεκτικόν· σὲ ἔχουσα ψυχὴ λέγει· Μέλαινά εἰμι, καλὴ δέ· μέλαινα διὰ τὸ τῆς ἁμαρτίας πένθος σκυθρωπὸν, καλὴ διὰ τὸ ἐκ τῆς μετανοίας φέγγος ἀγαθόν. Ὢ μετάνοια  Πέτρου συνήγορε, καὶ Παύλου ὑπέρμαχε καὶ συνέκδικε· σὲ ἐὰν  εὕρῃ ὁ  χριστοκτόνος Φαρισαῖος, χριστοφόρος Γαλιλαῖος γίνεται.  Μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν μεταλλεύουσα, τὴν ἀκανθοφόρον καρδίαν εὐθὺς μεταβάλλει. Φασί τινες τὸν ἀετὸν γηράσαντα, εἰς ὕψος μετάρσιον ἐπαρθέντα, εἰς διειδεστάτην πηγὴν  ἑαυτὸν  χαλάσαντα  ἀνακαινίζεσθαι.  Τοιαύτη  ἐστὶν  ἡ  μετάνοια·  τὴν  γὰρ ἔχουσαν αὐτὴν καρδίαν εἰς ὕψος μετάρσιον ἐπάρασα, τῇ πηγῇ τῶν δακρύων τὴν μὲν παλαιότητα   τῶν   ἁμαρτημάτων   ἀποσμήχει,  τὴν   δὲ  καινότητα   τοῦ  Πνεύματος ἐπενδύει. ∆ιὸ καὶ τὸ Πνεῦμα πρὸς τὴν ἐν μετανοίᾳ οὖσαν ψυχὴν λέγει τὸ, Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην εἰδὼς ὁ μέγας τῶν  ψυχῶν  ἡμῶν  ἰατρὸς πασῶν τῶν  ἀρετῶν εἶναι ἐνεργεστέραν,   συμβουλεύει   λέγων·   Μετανοεῖτε·  ἤγγικε   γὰρ  ἡ  βασιλεία  τῶν οὐρανῶν.  Προσ 7 έλθετε  τῇ  μετανοίᾳ  θαρσαλέως, Ἐμβλέψατε  εἰς  ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν  ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; ∆ιότι οἰκτίρμων  καὶ  ἐλεήμων  ὁ  Κύριος, καὶ  ἀφίησιν  ἁμαρτίας,  καὶ  σώζει  ἐν  καιρῷ θλίψεως. Καὶ μὴ αἰσχυνθῇς, τέκνον, ὁμολογῆσαι τὰς ἁμαρτίας σου· ἔστι γὰρ αἰσχύνη ἡ ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη ἡ δόξα καὶ χάρις. Ἡ ἐνταῦθα μετανοοῦσα ψυχὴ λαμβάνει τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· Ἐν γὰρ τῷ ᾅδῃ τί ἐξομολογήσεται τῷ Κυρίῳ; Στέναξον ἐπὶ ταῖς ἁμαρτίαις σου, ἵνα σωθῇς· Ὅταν γὰρ, φησὶν, ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις  σου, καὶ  νικήσῃς  ἐν  τῷ  κρίνεσθαί  σε. Λέγε τὰς  ἁμαρτίας  σου. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας  μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν  τῆς  χρηστότητός  σου, Κύριε. Πρόσεχε, ὅτι  ὁ  βίος  οὗτός  ἐστιν  ὡς  σκιὰ παρατρέχουσα. Ποῦ εἰσὶν αἱ ἀπολαύσεις τῶν παρελθόντων χρόνων; ποῦ ἡ μέριμνα ἡ κενή;  ποῦ  αἱ  θλίψεις;   ποῦ  αἱ  ἀνέσεις;  οὐχ  ὡς  ὁμίχλη   ὑπὸ  λαίλαπός   εἰσιν ἐλαυνόμεναι; Τὰ πάντα παρέδραμον. Μὴ μόνον βλέπωμεν εἰς τὸν ἑστῶτα βίον, ἀλλὰ καὶ εἰς τὸν  μέλλοντα,  Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν  αἰῶνα  οὐχ ἁμαρτήσεις. Ἔνιδε τὴν  ἡμέραν καὶ τὴν  ὥραν  τῆς ἐξόδου, οἷος ἐθέλεις  εἶναι  ἐπὶ κλίνης βεβλημένος καὶ ἀδύνατος, μὴ ἔχων ἑαυτῷ τινα βοηθῆσαι· ὅρα τοὺς κύκλῳ σου περιεστῶτας φίλους,  γείτονας,  συγγενεῖς, ἀδελφοὺς,  οἰκέτας· πάντες ὁμοθυμαδὸν ὀλοφυρόμενοι, δακρύοντες, ἀπαρηγόρητοι, ὀδυρόμενοι διὰ σέ· ὁμοίως δὲ τὰ τέκνα ἑκατέρωθεν ἑστηκότα, καὶ τὴν τοῦ πατρὸς φωνὴν συνήθως ἐπιζητοῦντα, κλαυθμυρίζοντα  καὶ  μὴ  ἀκούοντά  σου· ἡ  γυνὴ  πάλιν  κατώδυνος,  τὸν  θάνατον γλιχομένη   πρὸ  σοῦ  διὰ  σέ·  ἀγγέλους   φοβεροὺς  τὸ  δάνειον   τῆς  ψυχῆς   σου ἀπαιτοῦντας. Ἐὰν μὲν ᾖ τιμῆς ἄξια πεποιηκυῖα ἡ ψυχὴ, ὑπὸ τῶν ἀγγέλων δορυφορηθήσεται· ἐὰν δὲ ᾖ ἀνίλεως  7 πρὸς τοὺς ὁμοφύλους  πένητας ἀνατραφεῖσα,  ἀνίλεως   κατακριθήσεται·  Ἡ  γὰρ  κρίσις,  φησὶν,  ἀνίλεως   τῷ  μὴ ποιήσαντι ἔλεος. Εἴσελθε εἰς τὸ ταμεῖον τῆς ψυχῆς σου· γενοῦ θεατὴς τῶν ὑπὸ σοῦ πεπραγμένων· ἀντίβαλε τὰ καλά σου τοῖς φαύλοις, καὶ ἐὰν ἴδῃς, ὅτι ὑπερβάλλῃ τὰ φαῦλα, χῶσον αὐτὰ ταῖς εὐποιίαις, ὡς μέλλων ἀντιπρόσωπα θεωρεῖν σου τὰ ἁμαρτήματα. Ὅρα μοι τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ χάος τὸ ἀφεγγὲς, τὸ πῦρ τὸ  ἄσβεστον, τὸ  ὑπὸ  ὕδατος  μὴ σβεννύμενον,  ὑπὸ  δὲ μετανοίας  νικώμενον.  Ὢ μετάνοια, τὸ πῦρ τὸ ἄσβεστον καὶ αἰώνιον  κατασβεννύουσα, καὶ τὸν σκώληκα τὸν ἀκοίμητον ἐδαφίζουσα, καὶ τὸ χάος τὸ ἀφεγγὲς ἐξομαλίζουσα καὶ φωτίζουσα· ὢ μετάνοια, τεῖχος ψυχῆς ἀῤῥαγὲς, πόλις πεπυργωμένη, ἐν ᾗ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα βασιλεύει· ὢ μετάνοια, ἡ τὸ κέντρον τοῦ θανάτου λύσασα, καὶ τὸν διάβολον ὑπὸ πόδας φέρουσα, καὶ τὸν δράκοντα ἀναιροῦσα. καὶ τὸν Χριστὸν ἀνυμνοῦσα, καὶ ζωὴν ἐξανθοῦσα· ὢ μετάνοια, ἡ ἐν τῷ πένθει χαρὰν ἀναθάλλουσα, καὶ ἐν τοῖς δάκρυσιν ἀγαλλομένη, καὶ διὰ δακρύων τὰ αἰώνια δάκρυα ἀφαιροῦσα· ὢ μετάνοια, ἡ ἐν δάκρυσι σπείρουσα, καὶ ἐν ἀγαλλιάσει θερίζουσα· ὢ μετάνοια, ἡ ἐν τῷ σάκκῳ τὴν  ἐξαστράπτουσαν στολὴν  Χριστοῦ μνηστευομένη·  ὢ  μετάνοια,  ἡ  τὸν τρόπον τοῦ Κάϊν ἐκ τῆς καρδίας ἐλαύνουσα, καὶ τὸν πόθον καὶ χαρὰν τῆς ἁγνείας ἐμβάλλουσα· ὢ μετάνοια, ἡ τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἀποσμήχουσα, καὶ τὴν εὐωδίαν  τῶν  κατορθωμάτων  στολίζουσα· ὢ  μετάνοια  εἰρήνης  σύνοικε,  φιλίας ὁμόσκηνε, ἀγάπης ὁμόζυγε, ἐλπιδόπνοον ἄνθος· σὲ οἱ νεμόμενοι ἀργυρόχροοι ἄρνες πορφύρεα σκῆπτρα τῆς Τριάδος ἐρεύγονται.  Ἀλλ' ἵνα  μὴ μηκύναντες  τὸν  λόγον δόξωμεν ἐρεσχελεῖν, ἐνταῦθα τὸ βαλάντιον τῶν λόγων ἡμῶν σφραγίσαντες ἐπὶ τὸν θεόκτιστον  λειμῶνα  ὑμᾶς  παραπέμψωμεν,  ἐν  ᾧ  εἰσὶ τὰ  καλλίπνοα  δένδρα  τῶν δογμάτων  στελέχη, ἃ ὁ Θεὸς διὰ τῶν  πατέρων  εἰς ὀροφὴν  τῆς  Ἐκκλησίας ὑμῖν κατεφύτευσε διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

24. Περὶ ἐλπίδος.

Ἅπαντες μὲν ἄνθρωποι φύσει εὐμήχανοι, διὰ τὸ φύσει τοῦ λογισμοῦ διακριτικόν  τε καὶ νουνεχές. Ἕκαστος γὰρ τούτων  πρὸς γεωργίαν  καὶ ὁδοιπορίαν καὶ  τέχνην   τινὰ  ἐλπίδι  τινὶ  ἑαυτὸν  παραδίδωσιν.  Ἅπαντες  γὰρ  καμάτους  καὶ ἱδρῶτας, κινδύνους  τε καὶ θλίψεις  προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν  μελλόντων ἀγαθῶν  προσδοκίαν. Καὶ ὁ μὲν  γεωργὸς  ἐν τῇ συνολκῇ τῶν  νεύρων  καὶ μελῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δόρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς, καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρπῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος.
Ὁ δέ γε ὁδοιπόρος ἐν ταῖς δυσβάτοις καὶ προσάντεσιν ὁδοῖς ἐπιβὰς, ἀντιτυποῦντος  τοῦ στερεοῦ ἐδάφους, τοὺς ταρσοὺς μαστιζόμενος, ἱδρώτων πολυχύτους σταγόνας ἐκ κορυφῆς μέχρις ὀνύχων κοχλάδων ἀναζέων, καύσωνάς τε καὶ ὑδάτων λιμοὺς καὶ τροφῶν ἔνδειαν γενναίως ὑπομένει, διὰ τὸ ἐκ τῆς ὁδοιπορίας αὐτῷ ἐλπιζόμενον κέρδος. Ἰατροὶ δὲ ἐν τῇ ἐκτομῇ τῶν οἰδαινόντων  τραυμάτων τὴν δυσωδίαν ἐπιφέρουσι, γαστέρων δὲ κενώσεις καὶ χαύνων 7 χυμῶν ἐκχύσεις ἐκ χειρὸς δεχόμενοι  οὐκ ἀναίνονται  διὰ τὴν τῶν  ἀσθενούντων  ὑγίειαν,  καὶ διὰ τὴν οἰκείαν εὐπορίαν τὴν ἐκ τῶν  θεραπευομένων  αὐτοῖς ἐλπιζομένην.  Οἱ δὲ πελάγιοι πλωτῆρες γῆν λείποντες, καὶ τὰ τῆς θαλάττης ἁλμυρὰ καὶ κυάνεα νῶτα τέμνοντες, παλιντρόπων  πνευμάτων  βίας καὶ ταραχὰς  ἀνηκέστους ὑπομένουσι, σχοινίων  δὲ πολυπλόκων  διατάσεις, ἱστίων  δὲ καὶ αὐχένων  τρισμοὺς φοβεροὺς, κυμάτων  δὲ ἀγρίων ὀρυγμαδώδεις κατόψεσι δεχόμενοι φοβεροὺς διὰ τὴν ἐκ τοῦ πλοὸς αὐτοῖς ἐλπιζομένην  σωτηρίαν  καὶ εὐπορίαν.  Ἅπαντες  δὲ οὗτοι  καὶ οἱ τούτων  πλείονες καμάτους τε καὶ κινδύνους  ὑπομένουσι διὰ τὴν πρὸς ὀλίγον  φαινομένην  ἐλπίδα· πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀνδρῶν δὴ λέγω καὶ γυναικῶν οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ, οὐ τῇ τοῦ σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ διωγμούς  τε καὶ λιμοὺς, νηστείαν  τε καὶ ἀγρυπνίαν  καὶ χαμευνίαν,  καὶ τῶν  ἄλλων  ἀνεκδιηγήτων  θλίψεων  ἄμφω  7 προθύμως  ὑποφέροντες   διὰ  τὴν  ἀκήρατον  καὶ  μακαρίαν  ἐν  οὐρανοῖς  ἐλπίδα. Ἕκαστος  οὖν  στηκέτω  τῷ  ἰδίῳ  ἔργῳ,  καὶ  ἐλπίδι   τονούσθω·  ὁ  γεωργὸς   τῆς πνευματικῆς ἀρούρας ἔμβαλε τῆς διδασκαλίας τὸ ἄροτρον εἰς τὸ δεκτὸν τῆς διανοίας χωρίον· εἶτα μετὰ τῶν προκαταβληθέντων  τῶν αἱρετικῶν σπερμάτων, τὸ βλάστημα ἔξελε τῶν Ἰουδαϊκῶν καὶ Ἑλληνικῶν σοφισμάτων, ἵνα ἐκκαθάρας τὴν ψυχὴν, ἐπισπείρῃς τὰ τῆς  πίστεως  ἅγια  σπέρματα, τὰ τῆς  ἐλπίδος  ἀγαλλιάματα,  τὰ τῆς ἀγάπης γλυκάσματα Οὐ γὰρ μόνον τῷ Ἱερεμίᾳ ἔδωκεν ἐξουσίαν τοῦ κατασκάπτειν τὰ χείρονα, καὶ καταφυτεύειν τὰ κρείττονα, ἀλλὰ καὶ σοὶ ἐν τῷ λέγειν· Ἰδοὺ δέδωκα τοὺς  λόγους  μου  εἰς  τὸ  στόμα σου·  ἰδοὺ  κατέστησά σε σήμερον  ἐπὶ  ἔθνη  καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. Ἐκρίζου τοίνυν τὰ ἄγρια τῆς λαγνείας κινήματα, καὶ καταφύτευε τὰ ἅγια τῆς ἁγνείας μιμήματα· κατάσκαπτε τοῦ πονηροῦ φυτείαν, καὶ καταφύτευε τὴν τοῦ  Χριστοῦ πολιτείαν·  ἀπόλλυε  τὰ  φευκτὰ  τῶν  διδαγμάτων,  στηλίτευε  δὲ  τὰ σπουδαῖα τῶν νοημάτων. Ὁ οἰκοδόμος, κατάσπα τὰ κακῶς οἰκοδομηθέντα ὑπὸ τῆς τοῦ διαβόλου μηχανῆς  ἐν ταῖς τῶν  ἀνθρώπων  ψυχαῖς  ἰνδάλματα,  καὶ οἰκοδόμει ναὸν τοῦ Θεοῦ, τιθεὶς θεμέλιον Υἱὸν Χριστὸν τὸν ἀκρογωνιαῖον, ἐφ' ὃν οἰκοδομεῖται τὰ τῆς δικαιοσύνης καλλιεργήματα. Ταῦτα  πράττων,   κἂν   θλίβῃ,   ὑπόμενε·  κἂν   διώκῃ,  μὴ  ἀπόκαμνε·  κἂν λιμώττῃς,  μὴ ἀπόφευγε· ἀλλὰ πάντα  ὑπόμενε προθύμως διὰ τὴν ἐλπιζομένην  ἐν τρυφῇ τοῦ παραδείσου ἀνάκτησιν. Ὁδοιπόρος εἶ κατὰ τὸν λέγοντα, Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου· φεῦγε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν· λάμβανε τὴν βακτηρίαν τοῦ Πνεύματος δύο πράξεις ἐπιτελοῦσαν, τόν τε ἐγκαθήμενον ἐν τῇ ὁδῷ σκολιὸν δράκοντα ἀποκτείνουσαν, καὶ σέ ποτε ἐν τοῖς πειρασμοῖς ἐκλυόμενον καὶ καταπίπτοντα διαβαστάζουσαν. Φέρε τὸν πειρασμὸν προσφερόμενον· κἂν διψῇς, ἐπὶ τὴν  ἀθάνατον  πηγὴν  τὸν  Χριστὸν ἀνάτρεχε·  κἂν  πεινῇς,  τὸν  ἄρτον  τὸν  ζῶντα ἐπιζήτει, ἵνα μὴ ἀποκάμῃς, μηδὲ ἐνδῷς χαυνούμενος ταῖς ἡδοναῖς, ἀλλ' ἐνδυναμοῦ ἀποβλέπων τὸ τέλος τῆς ὁδοῦ, ἐλπίζων τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἰσάγγελον ζωήν. Ὁ ἰατρὸς τῶν  ψυχῶν  ἔκτεμε τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὰ οἰδαίνοντα  καὶ ἡλκωμένα  πάθη τῆς ὑπερηφανίας, ἀπόπλυνε  τὸν βόρβορον τῶν ἡδονῶν  τῷ ὕδατι τῆς διδασκαλίας· θεράπευε τὰς ἐκ τῆς ἁμαρτίας ἐπιτεθείσας πληγὰς ταῖς ψυχαῖς τῶν ἀνθρώπων, οἴνῳ καὶ ἐλαίῳ χρώμενος κατὰ τὸν Κύριον· οἴνῳ στῦφε πρὸς τὸ μηκέτι χαυνούμενον ἐνδιδόναι ταῖς ἐπιθυμίαις, ἐλαίῳ δὲ λῦσον τοὺς πόνους τῆς ψυχῆς, καὶ τῶν προημαρτημένων πταισμάτων τὴν συγχώρησιν ταχεῖαν αὐτοῖς ὑπισχνούμενος. Μὴ πρὸς τὰ χρηματικὰ κέρδη ἀποβλέπων παρίδῃς τὸν πένητα, μηδὲ πάλιν διὰ τὸν κατάπτυστον πλοῦτον παρίδῃς τὸν πλούσιον, ἀλλὰ πένητα καὶ πλούσιον ὁμοῦ παρακαλεῖ σωφρονεῖν. Μηδένα ἀπέλπιζε, μηδὲ τὸν ἄγαν ἁμαρτωλὸν, ἵνα μὴ τέλεον εἰς τὸν βυθὸν τῆς ἁμαρτίας αὐτοὺς ῥίψωμεν, ἀλλὰ δίδου χεῖρα τῷ πεπτω 7 κότι λέγων· Οὐκ ἦλθεν  ὁ  Κύριος σῶσαι  δικαίους,  ἀλλὰ  ἁμαρτωλούς·  ἵνα  πρόθυμοι  γενόμενοι, ἐκκλίναντες ἀπὸ τοῦ κακοῦ ποιήσωσι τὸ ἀγαθὸν καὶ σωθῶσι. Πάντα πρᾶττε διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, τρεφόμενος τῇ ἐλπίδι τῶν σωζομένων, καὶ τῇ παρὰ Θεῷ ἐλπιζομένῃ  ἀγαλλιάσει. Ὡς ἀθλητὴς, νομίμως  ἄθλησον· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως  ἀθλήσῃ. Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τοὺς ἀσκητικοὺς πόνους στέργε, τοὺς διαβολικοὺς   βρόχους  φεῦγε.   Ἴδε  Παῦλον  καὶ  τρέχοντα   καὶ  πυκτεύοντα   καὶ παλαίοντα. Οὕτω τρέχω, φησὶν, ἵνα καταλάβω· οὕτω πυκτεύω, οὐχ ὡς ἀέρα δέρων· ἀλλ' ὑποπιάζω μου τὸ σῶμα, μήπως ἐγὼ ὁ κηρύξας, αὐτὸς ἀδόκιμος ἔσωμαι. Τρέχε τοίνυν ἵνα καταλάβῃς, πύκτευε καὶ πάλαιε, ἵνα νικήσῃς τὸν ἐχθρόν· ἀλείφου τῷ τῆς εὐσεβείας ἐλαίῳ· ἔχεις  παλαίσματα καταλειφθέντα  σοι ὑπὸ τῶν  ἁγίων  πατέρων· λάμβανε τὴν ἀνεξικακίαν  τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ ∆αυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χριστοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ. Ποιμὴν εἶ τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ; Τὰ πρόβατα μάνδρευε, τὰ πεπλανημένα ἐπίστρεφε, τὰ συντετριμμένα ἐπίδευε, τὰ λυκόδηκτα ἰῶ, τοὺς λύκους ἀπόστρεφε, τοὺς κύνας τοὺς ὑπὲρ τοῦ ποιμνίου οὐ γὰρ ὑπνοῦντας, ἀλλ' ὑλακτοῦντας  καὶ λαθροφοροῦντας εἰς τοῦ ∆εσπότου τὸ ποίμνιον· τούτους ἀπέλαυνε. Τὴν ἐκ τῆς Μαρίας ἀειθαλῆ βλαστήσασαν χλόην ὑποδείκνυε, τὴν ἀθάνατον πηγὴν τοῦ βαπτίσματος σήμαινε, τὸ ἐσπιλωμένον πρόβατον τῷ ὕδατι τῶν δακρύων ἀπόσμηχε· πάντα πόνον καὶ κάματον ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ  τὸν  ἀμαράντινον  τῆς  δόξης  στέφανον.  Πρόβατον εἶ;  Πείθου τῷ ποιμένι σου, τὴν μάνδραν μὴ φεῦγε, τὴν πίστιν δὲ στέργε, τὴν ῥάβδον τοῦ ποιμένος μὴ  ἐκκλίνῃς.  οὐ  γὰρ  πατάσσει σε, ἵνα  ἀποκτείνῃ,  ἀλλ' ἵνα  ἀπὸ  τῆς  πλάνης  σε ἐπιστρέψῃ. Τὸ ἐκ τῆς Ἰεσσαὶ ῥάβδου βλαστῆσαν ἄνθος νέμου ἀδιακρίτως, τὴν ἐκ τῆς ἀκροτόμου πέτρας κοχλαδὸν βλαστάνουσαν πηγὴν ἀθάνατον ποτίζου, ἵν' ἐντεῦθεν εἰς τὴν μάνδραν τῆς τρυφῆς μὴ σύναγε πλοῦτον, μᾶλλον δὲ τὸν πλοῦτον μὴ ἀγάπα· χρημάτων  φροντίδα  φεῦγε, τὰ δίγματα μὴ σύνεχε· τὰ χρήματα μὴ σύναγε, δι' ὧν φύεται  τὰ ἐγκλήματα,  ἀλλὰ  σπεῖρε πλουσίως  τὴν  τροφὴν  τοῖς  πένησιν,  ἐλπίζων λάβρον καὶ πέπειρον  τὸ δράγμα θερίσαι τῆς ψυχῆς.  Ὁ πένης  μὴ ὀλιγοψύχει,  μὴ ἀπολέγου τὴν ζωὴν, μὴ βλασφημήσῃς, ἀλλ' εὐχαρίστει, ὑπόμεινον τὸ ὀλιγοχρόνιον τῆς πενίας ἴστριον, ἐπίβλεπε εἰς τὸν γνώμονά  σου Λάζαρον, καὶ ἐλπίδι ἐνδυναμοῦ· τεύξῃ γὰρ καὶ αὐτὸς τῶν  Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων· ἔνθα καὶ αὐτοὺς ἡμᾶς ὁ πάντων ∆εσπότης Θεὸς ἀξιώσειε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

25. Περὶ ἀγάπης.

Λόγος μὲν οὐδεὶς περὶ ἀγάπης κατ' ἀξίαν εἰπεῖν ἱκανὸς, διὰ τὸ μὴ εἶναι αὐτὴν ἐπίγειον, ἀλλ' ἐπουράνιον. Οἶμαι δὲ καὶ τὴν τῶν ἀγγέλων γλῶτταν ἀπορεῖν πρὸς τὴν ταύτης  ἀκριβεστάτην  ζήτησιν,  ἐπειδήπερ  ἐξ  αὐτῆς  τῆς  τοῦ  Θεοῦ μεγαλονοίας ἀπαύστως προέρχεται. Ἆρα οὖν ἐπειδήπερ οὔτε ἀνθρώπων  γλῶσσα ἱκανὴ πρὸς τὴν ταύτης  ἀκριβεστάτην  ἐξήγησιν,  ἀποκνήσομεν  καὶ  ἡμεῖς;  Ἀλλὰ  μηδαμῶς·  ἐπειδὴ παρὰ Θεῷ καὶ τῶν  πολυαργύρων  παμμεγέθεις προσφοραὶ εὐπρόσδεκτοι· ἀλλὰ καὶ τῶν ἀνυποκρίτων μετὰ γνώμης ἱλαρᾶς, κἂν σφόδρα βραχύτατα τυγχάνωσιν, ὡς καὶ τῆς χήρας ἐκείνης τῆς βαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον  προεκρίθη ἡ προσφορὰ τῶν τὸν πολὺν χρυσὸν θεμένων. Καὶ ἡμεῖς τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον θέμενοι ἀρωγὸν  καὶ διορθωτὴν  τῶν λεγομένων,  προθύμῳ καρδίᾳ τὰ δύο δηνάρια τῆς ἀγάπης εἰς τὸ γαζοφυλάκιον  τῆς διανοίας ὑμῶν βαλώμεθα. Ταῦτα γὰρ οἶμαι ἐκεῖνα τὰ δύο δηνάρια τὰς δύο ἐντολὰς, ἐν αἷς ὁ νόμος ὅλος κρέμαται καὶ οἱ προ 7 φῆται. Εἴρηται γὰρ παρὰ Κυρίου ἐν Εὐαγγελίοις, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται. Ἀγάπη πρὸς Θεὸν, καὶ ἀγάπη πρὸς τὸν πλησίον, δύο ἐντολαὶ  ἀλλήλων  ἐχόμεναι· ὁ ἔχων  μίαν τούτων, τὴν δὲ ἄλλην οὐκ ἔχων, οὗτος οὐδὲ ἢν δοκεῖ ἔχειν κέκτηται. Ὡς γὰρ ψυχὴ ἄνευ σώματος οὐ καλεῖται ἄνθρωπος, οὐδ' αὖ πάλιν σῶμα ἄνευ ψυχῆς· οὕτως οὐδὲ ἀγάπη πρὸς Θεὸν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον  καὶ τὴν  πρὸς τὸν πλησίον ἀγάπην,  οὐ τυγχάνει ἀγάπη· οὐδ' αὖ πάλιν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ἐὰν μὴ ἔχῃ τὴν πρὸς τὸν Θεὸν, οὐ  καλεῖται  ἀγάπη.  ∆ιὸ  σπάνιόν  ἐστιν  εὑρεῖν  τελείαν  ἀγάπην.  Ἕλληνες ταύτην ἀγνοοῦσι, κἂν δοκῶσιν εἰς ἀλλήλους ἔχειν ἀγάπην· τὸν Θεὸν δὲ ἀγνοοῦντες, ταύτης ξένοι τυγχάνουσι. Ἰουδαῖοι, κἂν πρὸς ἀλλήλους ἔχωσιν ἀγάπην, μιμήσαντες τὸν Κύριον τοῦ νόμου λέγοντος, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου, αὐτοὶ ἀντὶ τῆς 7 ἀγαπήσεως μῖσος ἐγκολπωσάμενοι, τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, καθά φησιν ἐν τῷ προφήτῃ· Καὶ ἔθεντο μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ταύτην τὴν ἀγάπην οὔτε οἱ λέγοντες τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα ἢ ποίημα κέκτηνται, κἂν ἔχωσιν εἰς ἀλλήλους ἀγάπην. Πῶς γὰρ ὁ ἀγαπῶν τὸν Θεὸν, τοῦτον λέξει κτίστην ἢ ποιητὴν τοῦ Χριστοῦ, καὶ οὐχὶ προγεννήτορα; ἢ πῶς τὸν Υἱὸν λέξει ἀγαπᾷν, ὁ φάσκων εἶναι τοῦτον κτίσμα ἢ ποίημα; Κἂν τὸν Πατέρα λέξῃ ἀγαπᾷν, τὸν Υἱὸν μὴ ἀγαπῶν, ἐστέρηται τῆς πρὸς τὸν Πατέρα ἀγάπης, ὥς φησιν ὁ Ἀπόστολος· Ὁ μὴ ἔχων τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. Ταύτην τὴν ἀγάπην οἱ τὸ Πνεῦμα κτίσμα ἢ ποίημα λέγοντες οὐκ ἔχουσι, κἂν δοκῶσι Πατέρα ὁμολογεῖν καὶ ἀγαπᾷν. Εἴ τις γὰρ Πνεῦμα οὐκ ἔχει Χριστοῦ, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ὅσοι τοίνυν ὀρθοδόξως φρονοῦσι περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὴν εἰς ἀλλήλους φυλάττουσιν ἀγάπην, οὗτοι κέκτηνται τὸ τέλειον τῆς  ἀγάπης.  Ἀγάπη Πατέρα ὁμολογεῖ,  Υἱὸν προσκυνεῖ, καὶ  τὸ  Πνεῦμα τὸ  ἅγιον δοξολογεῖ·  ἀγάπη  τὴν  συμφωνίαν  τῆς  Τριάδος οὐ  διαιρεῖ.  Ὢ  ἀγάπη,  ἀγγέλων σύμβιος, πατέρων  σύντροφος,  προφητῶν  σύσκηνος, μαρτύρων  σύναθλος, ἀποστόλων σύγχορος, Ἐκκλησίας σύνδεσμος. Ἀγάπη  πόλεμον  οὐκ  οἶδεν,  ἐχθρὸν  οὐκ  ἔχει,  εἰρήνην  βραβεύει·  ἀγάπη φονικοὺς  θυμοὺς  πραΰνει,  λογικοὺς  λαοὺς  σεμνύνει· ἀγάπη, ἡ ἐν  τῷ  κόσμῳ μὴ χωροῦσα,  καὶ  ἐν   ταπεινῇ   καρδίᾳ  κατοικοῦσα·  ἀγάπη   μέλιτος   καὶ  γάλακτος  γλυκυτέρα, οὐ μόνον ἐν τῷ στόματι τὸ γλυκὺ ἔχουσα, ἀλλὰ καὶ ἐν τῷ βάθει τῆς καρδίας, κεκτεῖσθαι· ἀγάπη πάντων ἁρμόζει, δι' ἧς συνέστηκε μὲν τὰ ἐπίγεια, αὔξει δὲ τὰ ἐπουράνια· ἀγάπη, δι' ἣν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἀπέστειλεν εἰς τὸν κόσμον· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν εἰς τὸν  κόσμον ὑπὲρ ἡμῶν· ἀγάπη  τὰ ἐκ κινδύνων  καὶ κατὰ γῆν  καὶ θάλασσαν ὑπομένειν ἐδίδαξεν· ἀγάπη μάρτυρας τελειοῖ, μακαριοῖ, στε 7 φανοῖ· ἀγάπη τὸν πλησίον  ὡς ἑαυτὸν  ὁρᾷ, καὶ τὰ ἴδια πᾶσι κοινὰ  ἡγεῖται· ἀγάπη τὴν  ἔνδειαν  τοῦ πλησίον ἰδίαν τίθεται· ἀγάπη κοινὴν τράπεζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· ἀγάπη τὴν πεπικρασμένην ψυχὴν γλυκαίνει, τὴν τεθλιμμένην θεραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλει· ἀγάπη ἄσβεστον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα· ἀγάπη τὰς τῆς βασιλείας θύρας ἀνοίγει,  καὶ  τὴν  παρθενίαν  στεφανηφόρον   εἰσάγει,  καὶ  τοὺς  ἐν  σεμνῷ  γάμῳ βιοῦντας εἰσελθεῖν οὐ κωλύει· ἀγάπη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ αὐτῆς γεωργῷ στεφάνους  χρυσαυγεῖς  ἑτοιμάζει·  ἀγάπη  ὑπερηφανίαν   οὐκ  οἶδε,  ταπεινοὺς  δὲ δοξάζει· ἀγάπη  κακολογίαν  φεύγει,  καὶ  εὐλογίαν  δὲ στέργει· ἀγάπη  ἄνδρας  καὶ γυναῖκας γάμῳ συναφθέντας ὁμονοεῖν συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ' ἀλλήλων οὔ ποτε  θέλει·  ἀγάπη  τοὺς  πατέρας  φιλεῖν   τὰ  τέκνα  προτρέπεται,  καὶ  τὰ  τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν· ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι παρακαλεῖ πρὸς τοὺς οἰκέτας, καὶ τοὺς οἰκέτας ὑπουργεῖν  τοῖς δεσπόταις ἀδόλως παραινεῖ· ἀγάπη τὸν φόβον ἔξω τίθεται, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν ἐνστερνίζεται·  Ἡ γὰρ  τελεία  ἀγάπη,  φησὶν,  ἔξω  βάλλει  τὸν  φόβον·  ἀγάπη  τὸν στέφανον τοῦτον τῶν πατέρων ἔπλεξεν ἡμῖν, καὶ τὸ στέλεχος τῆς ἐλπίδος γλυκὺ καὶ καρποφόρον  ἵδρυσεν ἡμῖν,  ἀγάπη  τὸ  ποίμνιον  εἰς  τὴν  μάνδραν  τῆς  Ἐκκλησίας εἰσάγει, καὶ τὴν χλοηφόρον  τοῦ παραδείσου νέμεται  τρυφήν·  ἀγάπη τὴν πάντων ἡμῶν  ἀκοὴν εἰς μίαν φιληκοΐαν  δεξαμένη ἐῤῥύθμισε, καὶ τὴν ὑμετέραν γλῶσσαν ἐπλάτυνεν·  ἀγάπη τὸ σῶμα παιδεύει, τὸ πνεῦμα θερμαίνει, τὴν ψυχὴν  λευκαίνει· ἀγάπη  τοὺς τῶν  ἀσκητῶν  πόνους  σεμνύνει, καὶ τοὺς τοῦ Υἱοῦ κόλπους  τούτοις γελῶντας  ἀνοίγει· εἰς οὓς καὶ ἡμᾶς ὁ πάντων  ∆εσπότης ἀξιώσειε, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |