ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ο∆ʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν,

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ο∆ʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν,




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ Ο∆ʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν,καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.

αʹ. Οὐχ ὅτι οἰκοδομοῦσιν, οὐδ' ὅτι ἐγκαλοῦσιν ἐκείνοις, Οὐαὶ, φησίν· ἀλλ' ὅτι καὶ ταύτῃ καὶ δι' ὧν λέγουσι, καταγινώσκειν προσποιούμενοι τῶν πατέρων, χείρονα πράττουσιν.  Ὅτι  γὰρ  προσποίησις ἦν  ἡ  κατάγνωσις,  ὁ  Λουκᾶς φησιν,  Ὅτι  καὶ συνευδοκεῖτε, ὅτι οἰκοδομεῖτε. Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε  τοῖς  ἔργοις τῶν  πατέρων  ὑμῶν· ὅτι αὐτοὶ  μὲν  ἀπέκτειναν  αὐτοὺς, ὑμεῖς  δὲ  οἰκοδομεῖτε  τὰ  μνήματα   αὐτῶν.   Ἐνταῦθα  γὰρ  τὴν  γνώμην   αὐτῶν διαβάλλει, μεθ' ἧς ᾠκοδόμουν· ὅτι οὐ διὰ τιμὴν τῶν σφαγέντων, ἀλλ' ὡς ἐμπομπεύοντες ταῖς σφαγαῖς, καὶ δεδοικότες, μήποτε τῷ χρόνῳ τῶν τάφων ἀφανισθέντων μαρανθῇ τῆς τοσαύτης τόλμης ὁ ἔλεγχος καὶ ἡ μνήμη, οὕτως ᾠκοδόμουν τοὺς τάφους, ὥσπερ τι τρόπαιον ἱστῶντες λαμπρὰς τὰς οἰκοδομὰς, καὶ καλλωπιζόμενοι    τοῖς   ἐκείνων   τολμήμασι   καὶ   ἐπιδεικνύμενοι.   Τὰ   γὰρ   νῦν τολμώμενα παρ' ὑμῶν δείκνυσιν, ὅτι καὶ ταῦτα τούτῳ ποιεῖτε τῷ τρόπῳ. Κἂν γὰρ τὰ ἐναντία λέγητε, φησὶν, ὡς καταγινώσκοντες αὐτῶν, οἷον ὅτι Οὐκ ἂν, εἰ ἦμεν ἐν ταῖς ἡμέραις ἐκείναις, ἦμεν αὐτῶν κοινωνοί· ἀλλ' ἡ γνώμη δήλη ἡ ταῦτα λέγουσα. ∆ιὸ καὶ ἐκκαλύπτων  αὐτὴν, αἰνιγματωδῶς  μὲν, εἴρηκε δ' οὖν ὅμως. Εἰπὼν γάρ· Λέγετε, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι  τῶν  προφητῶν·  ἐπήγαγεν·  Ὥστε μαρτυρεῖτε  ἑαυτοῖς,  ὅτι  υἱοί  ἐστε  τῶν φονευσάντων  τοὺς προφήτας. Καὶ ποῖον  ἔγκλημα  υἱὸν  εἶναι  ἀνδροφόνου,  ἂν μὴ κοινωνῇ  τῇ  γνώμῃ  τοῦ  πατρός; Οὐδέν. Ὅθεν  δῆλον,  ὅτι  δι' αὐτὸ  τοῦτο  αὐτοῖς προφέρει, τὴν κατὰ κακίαν συγγένειαν αἰνιττόμενος.  Καὶ τοῦτο καὶ τὸ ἑξῆς δηλοῖ· ἐπήγαγε  γοῦν· Ὄφεις, γεννήματα  ἐχιδνῶν.  Ὥσπερ γὰρ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν τοῦ ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικόν. Εἶτα ἐπειδὴ γνώμην ἤταζεν ἄδηλον τοῖς πολλοῖς οὖσαν, καὶ ἀφ' ὧν μέλλουσι τολμᾷν, τῶν πᾶσιν ἐσομένων δήλων,  κατασκευάζει τὰ εἰρημένα. Ἐπειδὴ γὰρ εἶπεν, Ὥστε μαρτυρεῖτε ἑαυτοῖς,  ὅτι  υἱοί  ἐστε τῶν  φονευσάντων   τοὺς  προφήτας,  δηλῶν  ὅτι  τὴν  κατὰ πονηρίαν συγγένειαν  λέγει, καὶ ὅτι πλάσμα ἦν τὸ λέγειν, ὅτι Οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ,  ἐπήγαγε·  Καὶ ὑμεῖς  πληρώσατε  τὸ  μέτρον  τῶν  πατέρων  ὑμῶν·  οὐκ ἐπιτάττων, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον· τουτέστι, τὴν  ἑαυτοῦ σφαγήν.
∆ιὰ δὴ τοῦτο ἐπαγαγὼν τὸν ἔλεγχον, καὶ δείξας ὅτι πλάσματα ἦν ἅπερ ἔλεγον ὑπὲρ ἑαυτῶν  ἀπολογούμενοι,   οἷον  ὅτι  Οὐκ ἂν  ἦμεν  κοινωνοὶ   αὐτῶν·  (οἱ  γὰρ  τοῦ ∆εσπότου μὴ ἀπεχόμενοι,  πῶς ἂν τῶν  δούλων  ἀπέσχοντο;) καταφορικωτέρῳ  τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα  ἐχιδνῶν,  καὶ λέγων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην  κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων  ἐκ περιουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν ∆εσπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν  τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ  νικώντων τοὺς  πατέρας  τοῖς  τολμήμασι. Πρὸς δὲ τοῖς  εἰρημένοις  δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγωσιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ  αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις  φιλοσοφοῦντες  μόνον,  ἐν  δὲ τοῖς  ἔργοις  τὰ  ἐναντία  πράττουσιν.  Ὄφεις, γεννήματα  ἐχιδνῶν·  τουτέστι, Πονηροὶ πονηρῶν  παῖδες, καὶ τῶν  γεννησαμένων πονηρότεροι.  ∆είκνυσι  γὰρ  αὐτοὺς  μείζονα  τολμῶντας,   τῷ  τε  μετ'  ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ  χαλεπώτερα  ἐκείνων,  καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν  ποτε τοῖς  αὐτοῖς  περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος  ἐπάγουσι. καὶ τὴν κορωνίδα  τῶν  κακῶν.  Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν  ἀμπελῶνα  ἐλθόντας  ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγγενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. ∆ιὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους  μιμούμενοι  τοὺς τὰ τοιαῦτα  τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου  κατηγορίας  ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος  οὕτως  αὐτοὺς  ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως. Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρόντων αὐτοὺς καταστέλλει, καί φησι· ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον  ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. βʹ. Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι' ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καταισχῦναι.  Εἶπεν, ὅτι  Οὐκ ἀτιμωρητὶ  ταῦτα  ἔσται, καὶ φόβον  ἐντεῦθεν  αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστησεν αὐτοῖς  καὶ παρόντα  τὰ δεινά· Ἥξει γὰρ ταῦτα  πάντα,  φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλεπώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα  πάσχουσι πάντων;  Εἴποιμεν ἂν, ὅτι καὶ πάντων  χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων  ἐσωφρονίσθησαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λάμεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε; Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ' ὅτι οὐδὲ τῷ παραδείγματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων  ἑτέρων διδόντων δίκας, ἀλλ' ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων,  καὶ ἐκείνων  τὰς τιμωρίας ὑποσχεῖν ὄντων  δικαίων.  Σκόπει δὲ πῶς εὐκαίρως καὶ τοῦ Ἄβελ ἀνέμνησε, δεικνὺς ὅτι φθόνου καὶ οὗτος ὁ φόνος ἐστί. Τί οὖν ἂν ἔχοιτε εἰπεῖν; Μὴ γὰρ οὐκ ἔγνωτε τί ἔπαθεν ὁ Κάϊν; μὴ γὰρ ἐφησύχασε τοῖς γεγενημένοις  ὁ Θεός; μὴ γὰρ οὐκ ἀπῄτησε τὴν χαλεπωτάτην  δίκην; Μὴ γὰρ οὐκ ἠκούσατε ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; οὐ κολάσεσι καὶ τιμωρίαις  μυρίαις ἐξεδόθησαν; Πῶς οὖν οὐκ ἐγένεσθε βελτίους; Καὶ τί λέγω  τὰς κολάσεις τῶν πατέρων ὑμῶν, καὶ ἅπερ ἔπαθον; αὐτὸς σὺ ὁ καταψηφισάμενος τῶν πατέρων, πῶς χείρω ποιεῖς; Καὶ γὰρ καὶ ὑμεῖς αὐτοὶ ἀπεφήνασθε, ὅτι κακοὺς κακῶς ἀπολέσει. Τίνα οὖν λοιπὸν ἕξετε συγγνώμην, μετὰ τοιαύτην ψῆφον τοιαῦτα τολμῶντες; Ἀλλὰ τίς ἐστιν ὁ Ζαχαρίας οὗτος; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ τὸν προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδάε φησὶν ἡ Γραφή. Σὺ δὲ ἐκεῖνο σκόπει, ὅτι τὸ τόλμημα διπλοῦν ἦν. Οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ  τόπῳ.  Ταῦτα δὲ λέγων,  οὐκ ἐκείνους  ἐφόβει μόνον,  ἀλλὰ  καὶ τοὺς μαθητὰς  παρεμυθεῖτο,  δεικνὺς  ὅτι  καὶ  οἱ  δίκαιοι  οἱ  πρὸ  αὐτῶν  ταῦτα  ἔπαθον. Τούτους δὲ ἐφόβει, προλέγων  ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι τὰ ἔσχατα πείσονται. ∆ιὰ τοῦτο αὐτοὺς καὶ προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καλεῖ, καὶ ἐντεῦθεν πάλιν πᾶσαν ἀπολογίαν αὐτῶν ἀναιρῶν. Οὐ γὰρ ἔχετε εἰπεῖν, φησὶν, ὅτι Ἀπὸ ἐθνῶν ἀπέστειλας, καὶ διὰ τοῦτο ἐσκανδαλίσθημεν· ἀλλὰ τὸ φονικοὺς εἶναι καὶ διψᾷν  αἱμάτων  εἰς τοῦτο ἦγε. ∆ιὸ καὶ προεῖπεν, ὅτι ∆ιὰ τοῦτο προφήτας καὶ γραμματεῖς ἀποστέλλω. Τοῦτο καὶ οἱ προφῆται πάντες ἐνεκάλουν αὐτοῖς, Αἵματα ἐφ' αἵμασι μίσγουσι, λέγοντες· καὶ ὅτι ἄνδρες αἱμάτων εἰσί. ∆ιὰ τοῦτο καὶ τὸ αἷμα αὐτῷ ἐκέλευσε  προσφέρεσθαι, δεικνὺς  ὅτι  εἰ  ἐπὶ  ἀλόγου  οὕτω  τίμιον,  πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου. Ὃ καὶ τῷ Νῶε λέγει· Ἐκδικήσω πᾶν αἷμα ἐκχυνόμενον. Καὶ μυρία ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν ὑπὲρ τοῦ μὴ φονεύειν αὐτοὺς διαταττόμενον· διὸ οὐδὲ πνικτὸν  ἐσθίειν ἐκέλευσεν. Ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας,  ὅτι καὶ προειδὼς οὐδὲν  κερδανοῦντας,  τὰ αὐτοῦ  ὅμως  ἐποίει! Πέμπω γὰρ, φησὶ, καὶ ταῦτα  εἰδὼς σφαγησομένους. Ὥστε κἀντεῦθεν ἠλέγχοντο  εἰκῆ λέγοντες· Οὐκ ἂν ἦμεν κοινωνοὶ τῶν πατέρων. Καὶ γὰρ καὶ οὗτοι προφήτας καὶ ἐν ταῖς συναγωγαῖς ἀνεῖλον· καὶ οὔτε τὸν τόπον αὐτὸν ᾐδέσθησαν, οὔτε τὸ ἀξίωμα τῶν προσώπων. Οὐδὲ γὰρ ἁπλῶς τοὺς τυχόντας   ἀνεῖλον,  ἀλλὰ  προφήτας  καὶ  σοφοὺς,  ὥστε  μηδὲν  αὐτοῖς  ἐγκαλεῖν. Τούτους δὲ, τοὺς ἀποστόλους φησὶ καὶ τοὺς μετ' ἐκείνους· καὶ γὰρ πολλοὶ προεφήτευον. Εἶτα βουλόμενος αὐξῆσαι τὸν φόβον, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἥξει  ταῦτα  πάντα  ἐπὶ  τὴν  γενεὰν  ταύτην·  τουτέστιν,  Εἰς κεφαλὰς  ὑμῶν  πάντα τρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. Ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ καὶ τὰ αὐτὰ πάλιν καὶ αὐτὸς ἁμαρτὼν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα, χαλεπωτέραν  ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην.  Ὥσπερ γὰρ, εἰ ἐβουλήθη, μεγάλα  ἂν ἐκέρδανε τοῖς, ἑτέρων  παραδείγμασι γενόμενος βελτίων· οὕτως, ἐπειδὴ ἀδιόρθωτος ἔμεινε, μείζονός ἐστι τιμωρίας ὑπεύθυνος, ἅτε πλείονος νουθεσίας τῆς διὰ τῶν ἔμπροσθεν ἡμαρτηκότων καὶ κολασθέντων  ἀπολελαυκὼς,  καὶ  οὐδὲν  καρπωσάμενος.  γʹ. Εἶτα πρὸς  τὴν  πόλιν ἀποστρέφει τὸν λόγον, καὶ ταύτῃ παιδεῦσαι βουλόμενος τοὺς ἀκούοντας, καί φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλήμ. Τί βούλεται ὁ διπλασιασμός; Ἐλεοῦντος αὐτὴν καὶ ταλανίζοντος  τοῦτο τὸ σχῆμα, καὶ σφόδρα φιλοῦντος.  Ὥσπερ γὰρ πρὸς ἐρωμένην, φιληθεῖσαν  μὲν διαπαντὸς, καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν, ἀπολογεῖται λοιπὸν μέλλων ἐπάγειν τὴν κόλασιν. Ὃ καὶ ἐν τοῖς προφήταις ποιεῖ λέγων· Εἶπον, Ἀνάστρεψον πρός με, καὶ οὐκ ἀνέστρεψεν. Εἶτα καλέσας αὐτὴν, λέγει καὶ τὰς μιαιφονίας  αὐτῆς· Ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; καὶ ταύτῃ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι Οὐδὲ τούτοις  με ἀπέστρεψας, οὐδὲ ἀπέστησας τῆς  περὶ σὲ πολλῆς  εὐνοίας,  ἀλλ' ἠθέλησα καὶ οὕτως, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ πολλάκις σε ἐπισπάσασθαι. Ποσάκις γὰρ, φησὶν, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὥσπερ ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Τοῦτο δὲ λέγει,  δηλῶν  ὅτι ἀεὶ ἑαυτοὺς  ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. Καὶ τὸ φιλόστοργον ἀπὸ τῆς εἰκόνος ἐνδείκνυται· καὶ γὰρ θερμὸν τὸ ζῶον περὶ τὰ ἔκγονα. Καὶ πανταχοῦ δὲ τῶν προφητῶν ἡ εἰκὼν αὕτη τῶν πτερύγων, καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως, καὶ ἐν τοῖς Ψαλμοῖς, τὴν πολλὴν  σκέπην καὶ πρόνοιαν ἐνδεικνυμένη.  Ἀλλ' οὐκ ἠθελήσατε, φησίν.  Ἰδοὺ  ἀφίεται  ὁ οἶκος  ὑμῶν  ἔρημος· γυμνὸς τῆς παρ' ἐμοῦ βοηθείας. Ἄρα αὐτὸς ἦν ὁ καὶ ἔμπροσθεν αὐτῶν προϊστάμενος, καὶ συνέχων  καὶ διακρατῶν·  ἄρα αὐτὸς αὐτούς ἐστιν ὁ κολάζων  ἀεί. Καὶ τίθησι τιμωρίαν,   ἣν  ἀεὶ  ἐδεδοίκεισαν  μεθ'  ὑπερβολῆς·  αὕτη  γὰρ  πᾶσαν  αὐτῶν   τὴν ἀνατροπὴν τῆς πολιτείας ἐδήλου. Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπάρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ τοῦτο ἐραστοῦ τὸ ῥῆμα σφοδροῦ, σφόδρα αὐτοὺς καὶ ἀπὸ τῶν μελλόντων  ἐπισπωμένου, οὐκ ἀπὸ παρελθόντων  μόνον ἐντρέποντος· τὴν γὰρ μέλλουσαν ἡμέραν τῆς δευτέρας αὐτοῦ παρουσίας ἐνταῦθα  λέγει.  Τί οὖν; οὐκ εἶδον  αὐτὸν  ἔκτοτε; Ἀλλ' οὐχὶ  τὴν  ὥραν ἐκείνην δηλοῖ λέγων, Ἀπάρτι, ἀλλὰ τὸν καιρὸν τὸν μέχρι τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ ἀεὶ αὐτοὶ τοῦτο ἐνεκάλουν,  ὅτι ἀντίθεός  τίς ἐστι καὶ ἐχθρὸς τῷ Θεῷ, ἀπὸ τούτου αὐτοὺς προτρέπει ἀγαπᾷν αὐτὸν, τῷ συμφωνοῦντα ἑαυτὸν δεικνύναι τῷ Πατρί; καὶ δείκνυσιν αὐτὸν ὄντα τὸν ἐν τοῖς προφήταις. ∆ιὸ καὶ τοῖς αὐτοῖς κέχρηται ῥήμασιν, οἷσπερ καὶ ὁ προφήτης. ∆ιὰ δὲ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο, καὶ τὴν δευτέραν παρουσίαν· καὶ ἐδήλωσε καὶ τοῖς σφόδρα ἀπιστοῦσιν, ὅτι τότε πάντως αὐτὸν προσκυνήσουσι. Καὶ πῶς  τοῦτο  ἐδήλωσε;  Πολλὰ  εἰπὼν  πρότερον  ἐσόμενα· ὅτι ἀποστελεῖ  προφήτας·  ὅτι  ἀναιρήσουσιν  αὐτούς·  ὅτι  ἐν  ταῖς  συναγωγαῖς·   ὅτι πείσονται τὰ ἔσχατα αὐτοί· ὅτι ἐρημωθήσεται ὁ οἶκος· ὅτι ὑποστήσονται πάντων χαλεπώτερα, καὶ οἷα μηδέποτε πρότερον. Ταῦτα γὰρ πάντα καὶ τοῖς σφόδρα ἀνοήτοις καὶ φιλονείκοις  ἱκανὰ ἦν παρέξειν καὶ ἐκείνου τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐσομένου ἀπόδειξιν. Ἐρήσομαι γὰρ αὐτούς· Ἀπέστειλε προφήτας καὶ σοφούς; ἀνεῖλον αὐτοὺς ἐν  ταῖς  συναγωγαῖς;  ἀφέθη  ὁ οἶκος  αὐτῶν  ἔρημος; ἦλθε  πάντα  ἐπὶ  τὴν  γενεὰν ἐκείνην τὰ τῆς τιμωρίας; Εὔδηλον, ὅτι καὶ οὐδεὶς ἀντερεῖ. Ὥσπερ οὖν ταῦτα πάντα ἐξέβη, οὕτω κἀκεῖνα ἐκβήσεται, καὶ πάντως ὑποκύψουσι τότε. Ἀλλ' οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν  αὐτοῖς, ὥσπερ οὖν οὐδὲ τοῖς πολιτείας ἕνεκεν μετανοοῦσι τότε. ∆ιόπερ ἕως ἐστὶ καιρὸς, πράττωμεν τὰ ἀγαθά. Ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως λοιπὸν ὄφελος οὐδὲν, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς τῆς ἐπὶ τῇ πονηρίᾳ μετανοίας. Οὔτε γὰρ  κυβερνήτῃ,  τῆς  θαλάσσης  ὑπερενεχθείσης  τοῦ  σκάφους  παρὰ  τὴν  αὐτοῦ ῥᾳθυμίαν,  οὐκ ἰατρῷ,  τοῦ κάμνοντος  ἀπελθόντος,  ἔσται τι  πλέον·  ἀλλ' ἕκαστον τούτων  πρὸ τοῦ τέλους πάντα χρὴ μηχανᾶσθαι καὶ πραγματεύεσθαι, ὥστε μηδενὶ κινδύνῳ περιπεσεῖν, μηδὲ αἰσχύνῃ· μετὰ δὲ ταῦτα πάντα ἀνόνητα. Καὶ ἡμεῖς τοίνυν ἕως ἂν ὦμεν ἐν τῇ νόσῳ, καὶ ἰατροὺς παρακαλῶμεν, καὶ χρήματα ἀναλίσκωμεν, καὶ σπουδὴν διηνεκῆ εἰσφέρωμεν, ἵνα ἀναστάντες ἀπὸ τῆς κακίας, ὑγιεῖς ἐντεῦθεν ἀπέλθωμεν. Καὶ ὅσην περὶ τοὺς δούλους τοὺς ἡμετέρους ποιούμεθα πρόνοιαν, ὅταν αὐτῶν  τὰ σώματα κάμνῃ,  τοσαύτην  περὶ ἡμᾶς αὐτοὺς  ἐπιδειξώμεθα,  τῆς  ψυχῆς ἡμῶν νοσούσης. Καίτοι τῶν οἰκετῶν ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς, καὶ τῶν σωμάτων τῶν ἐκείνων αἱ ψυχαὶ ἀναγκαιότεραι· ἀλλ' ὅμως ἀγαπητὸν, κἂν τὴν ἴσην γοῦν σπουδὴν εἰσενέγκωμεν. Ἂν γὰρ μὴ νῦν τοῦτο πράξωμεν, ἀπελθόντας λοιπὸν οὐδὲν ἔνι καρπώσασθαι  εἰς  ἀπολογίας  λόγον.  δʹ. Καὶ τίς  οὕτως  ἄθλιος,  φησὶν,  ὡς  μηδὲ τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτως ἐσμὲν ἄτιμοι παρ' ἡμῖν αὐτοῖς, ὡς καὶ τῶν οἰκετῶν μᾶλλον ἑαυτῶν καταφρονεῖν. Τῶν μὲν γὰρ οἰκετῶν πυρεττόντων, καὶ ἰατροὺς καλοῦμεν, καὶ οἰκίαν  ἀφορίζομεν, καὶ τοῖς  νόμοις  πείθεσθαι  τῆς  τέχνης  ἐκείνης  καταναγκάζομεν·  καὶ  ἀμελουμένων τούτων, χαλεποί τε αὐτοῖς γινόμεθα, καὶ φύλακας παρακαθιστῶμεν, τοὺς οὐδὲ βουλομένοις αὐτοῖς τὴν οἰκείαν πληροῦν ἐπιθυμίαν  ἐπιτρέποντας· κἂν εἴπωσιν οἱ ἐπιμελόμενοι  τούτων, φάρμακα δεῖν πολλῆς κατασκευασθῆναι τιμῆς, εἴκομεν· κἂν ὁτιοῦν ἐπιτάξωσι, πειθόμεθα, καὶ μισθοὺς αὐτοῖς τῶν προσταγμάτων τούτων τελοῦμεν. Ὅταν δὲ ἡμεῖς κάμνωμεν· μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κάμνομεν· οὐδὲ ἰατρὸν εἰσάγομεν, οὐ χρήματα ἀναλίσκομεν, ἀλλ'  ὥσπερ δημίου τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω τῆς ψυχῆς ἀμελοῦμεν. Καὶ ταῦτα λέγω, οὐκ ἐγκαλῶν τῇ θεραπείᾳ τῇ περὶ τοὺς οἰκέτας, ἀλλ' ἀξιῶν κἂν τοσαύτην τῆς ψυχῆς τῆς ἡμετέρας ποιήσασθαι ἐπιμέλειαν.  Καὶ πῶς ἂν ποιησαίμεθα; φησίν. Ἐπίδειξον αὐτὴν  Παύλῳ νοσοῦσαν· εἰσάγαγε Ματθαῖον· παρακάθισον Ἰωάννην.  Ἄκουσον παρ' αὐτῶν τί δεῖ ποιεῖν  τὸν  οὕτω  κάμνοντα·  πάντως  ἐροῦσι, καὶ  οὐκ  ἀποκρύψονται.  Οὐ γὰρ  δὴ τεθνήκασιν, ἀλλὰ ζῶσι καὶ φθέγγονται.  Ἀλλ' οὐ προσέχει, τῷ πυρετῷ κατεχομένη; Κατανάγκασον αὐτὴν σὺ, καὶ τὸ λογικὸν αὐτῆς διέγειρον. Εἰσάγαγε τοὺς προφήτας. Οὐκ ἔστι χρήματα  τοῖς  ἰατροῖς  καταθεῖναι  τούτοις·  οὔτε  γὰρ αὐτοὶ  μισθὸν ὑπὲρ αὐτῶν  ἀπαιτοῦσιν,  οὔτε  ὑπὲρ  φαρμάκων,  ὧν  κατασκευάζουσιν, εἰς  ἀνάγκην  σε δαπάνης ἐμβάλλουσι, πλὴν  τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προσδιδόασιν οἷον, ὅταν κελεύωσι σωφρονῆσαι, ἀπαλλάττουσί σε ἀκαίρων καὶ ἀτόπων ἀναλωμάτων·   ὅταν  ἀπέχεσθαι  μέθης,  εὐπορώτερόν  σε  ποιοῦσιν.  Εἶδες  ἰατρῶν τέχνην, μετὰ ὑγείας καὶ χρήματα παρεχόντων; Παρακάθισον τοίνυν αὐτοῖς, καὶ μάθε παρ' αὐτῶν  τοῦ  νοσήματός  σου τὴν  φύσιν.  Οἷον, ἐρᾷς χρημάτων  πολλάκις  καὶ πλεονεξίας, ὥσπερ οἱ πυρέττοντες  ψυχροῦ; Ἄκουσον γοῦν τί παραινοῦσιν. Ὥσπερ γὰρ ὁ ἰατρός σοί φησιν· Ἐὰν χαρίσῃ τῇ ἐπιθυμίᾳ, ἀπολῇ, καὶ τὸ καὶ τὸ ὑποστήσῃ· οὕτω καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀλλ' ἀκαρτέρητος εἶ; Ἄκουσον αὐτοῦ λέγοντος·  Ἔτιμικρὸν, ὁ ἐρχόμενος  ἥξει, καὶ οὐ χρονιεῖ.  Ὁ Κύριος ἐγγύς·  μηδὲν μεριμνᾶτε· καὶ πάλιν· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲ γὰρ ἐπιτάττει μόνον, ἀλλὰ καὶ παραμυθεῖται, ὡς ἰατρός. Καὶ ὥσπερ ἐκεῖνοι ἀντὶ ψυχρῶν  ἕτερά τινα  ἐπινοοῦσιν,  οὕτω  καὶ  οὗτος  μετοχετεύει  τὴν  ἐπιθυμίαν.  Βούλει πλουτεῖν; φησίν. Ἐν ἔργοις ἀγαθοῖς. Ἐπιθυμεῖς θησαυρίζειν; Οὐδὲν κωλύω· μόνον ἐν οὐρανοῖς. Καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρὸν βλαβερὸν ὀδοῦσι, νεύροις, ὀστέοις· οὕτω καὶ  αὐτὸς,  συντομώτερον  μὲν,  ἅτε  βραχυλογίας  ἐπιμελούμενος,  σαφέστερον  δὲ πολλῷ καὶ δυνατώτερον· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησί. Τίνι οὖν δεῖ χρήσασθαι; Λέγει καὶ τοῦτο· Τῇ αὐταρκείᾳ ἀντὶ πλεονεξίας. Ἔστι γὰρ πορισμὸς μέγας,  φησὶν,  ἡ  αὐτάρκεια  μετ'  εὐσεβείας. Εἰ δὲ  δυσανασχετεῖς,  καὶ  πλειόνων ἐπιθυμεῖς, καὶ οὔπω χωρεῖς ῥῖψαι τὰ περιττὰ πάντα, λέγει καὶ τῷ οὕτως ἀῤῥώστῳ, καὶ  τούτοις  πῶς  χρήσασθαι δεῖ. Ἵνα  οἱ  χαίροντες  ἐπὶ  κτήμασιν,  ὡς  μὴ χαίροντες ὦσιν· καὶ οἱ ἔχοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς  μὴ καταχρώμενοι.  Εἶδες οἷα ἐπιτάττει;  Βούλει καὶ ἕτερον  ἐπεισαγάγω  τούτῳ ἰατρόν; Ἔμοιγε δοκεῖ. Οὐδὲ γάρ εἰσιν οὗτοι οἱ ἰατροὶ καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις  ἀντιφιλοτιμούμενοι  ἀλλήλοις  κατέδυσαν  τὸν  ἀῤῥωστοῦντα.  Ἀλλ'  οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσῃς τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται ∆ιδάσκαλος ὁ Χριστός. εʹ. Ὅρα γοῦν  εἰσελθόντα  πάλιν  ἕτερον,  καὶ  χαλεπὰ  λέγοντα  περὶ  τοῦ  νοσήματος τούτου· μᾶλλον δὲ τὸν ∆ιδάσκαλον δι' αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται   διορύττουσι   καὶ   κλέπτουσιν.   Εἶδες  πῶς   ἀπὸ   τοῦ   τόπου,   ἀπὸ   τῶν λυμαινομένων,  ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐνταῦθα, καὶ προσηλοῖ τῷ οὐρανῷ, ὅπου πάντα  ἀνάλωτα;  Ἂν  γὰρ μεταθῆτε  τὸν  πλοῦτον  ἐκεῖ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύττουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούσεσθε τὴν νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστῃ καταστήσετε εὐπορίᾳ. Μετὰ δὲ τῶν εἰρημένων καὶ παράδειγμα εἰς μέσον ἄγει, σὲ σωφρονίζων. Καὶ καθάπερ ὁ ἰατρὸς, φοβῶν τὸν ἄῤῥωστον, φησὶν, ὅτι Ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο· οὕτω καὶ αὐτὸς εἰσάγει τὸν πλούσιον, κάμνοντα μὲν, καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγιείας, οὐ δυνάμενον  δὲ ἐπιτυχεῖν, διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ' ἀπιόντα κενόν. Καὶ μετὰ τοῦτον ἕτερόν σοι δείκνυσι πάλιν ἕτερος εὐαγγελιστὴς, τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα  κύριον.  Εἶτα δεικνὺς  ὅτι  εὔκολα  τὰ ἐπιτάγματα,  φησὶν,  Ἐμβλέψατε εἰς  τὰ πετεινὰ τοῦ οὐρανοῦ. Συγκαταβατικὸς δὲ ὢν, οὐδὲ τοὺς πλουτοῦντας ἀπογινώσκειν ἀφίησι. Τὰ γὰρ παρὰ ἀνθρώποις  ἀδύνατα,  δυνατὰ  παρὰ τῷ  Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖς, δύναταί σε θεραπεῦσαι ὁ Ἰατρός. Οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι  χρημάτων,  καὶ πλεονεξίας  ἐραστήν. Πῶς οὖν δυνατὸν  τὸν πλουτοῦντα σωθῆναι· Κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰὼβ, καὶ τὴν τοῦ πλείονος  ἐπιθυμίαν  ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα  τὴν  ἀναγκαίαν.  ∆είκνυσί σοι μετὰ  τούτων  καὶ  τοῦτον  αὐτὸν  τὸν τελώνην,  τὸν  σφόδρα κατεχόμενον  τῷ  πυρετῷ  τῆς πλεονεξίας,  ταχέως ἀπαλλαγέντα.  Τί γὰρ  τελώνου  καπηλικώτερον;  ἀλλ'  ὅμως  γέγονεν  ἀκτήμων  ὁ ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς τοῦ Ἰατροῦ νόμοις. Καὶ γὰρ τοὺς μαθητὰς τοιούτους ἔχει,  ταῦτα  νοσήσαντας  τὰ  νοσήματα  ἅπερ  ἡμεῖς,  καὶ  ὑγιάναντας   ταχέως.  Καὶ ἕκαστον αὐτῶν ἡμῖν δείκνυσιν, ὥστε μὴ ἀπογνῶναι. Ὅρα γοῦν τὸν τελώνην τοῦτον. Σκόπει πάλιν ἕτερον ἀρχιτελώνην· ὃς τετραπλασίονα μὲν ὑπέσχετο δώσειν, ὑπὲρ ὧν ἥρπασε, τὰ δὲ ἡμίση πάντων  ὧν  ἐκέκτητο, ὥστε ὑποδέξασθαι τὸν  Ἰησοῦν. Ἀλλ' ἐκκαίῃ σὺ καὶ σφόδρα ἐπιθυμεῖς χρημάτων; Ἔχε τὰ πάντων ἀντὶ τῶν σῶν. Καὶ γὰρ πλείονα ὧν ζητεῖς δίδωμί σοι, φησὶ, τὰς τῶν πλουτούντων  οἰκίας ἀνοίγων σοι κατὰ τὴν οἰκουμένην. Ὃς γὰρ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἑκατονταπλασίονα λήψεται. Οὕτως οὐχὶ πλειόνων  ἀπολαύσεις μόνον, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψος ἀναιρήσεις παντάπασι, καὶ οἴσεις πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων  οὐκ ἐφιέμενος,  ἀλλ' οὐδὲ τῶν  ἀναγκαίων  πολλάκις.  Οὕτως ὁ Παῦλος πεινᾷ, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἤσθιεν. Ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος  καὶ στεφανούμενος, οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳστώνῃ· καὶ ἔμπορος τῶν ἐν θαλάττῃ  πόρων ἁψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοίνυν,   ἂν  γευσώμεθα  ὡς  χρὴ  τῶν   καρπῶν  τῶν   πνευματικῶν,   λοιπὸν   οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ  μέθῃ καλλίστῃ  τῇ τῶν  μελλόντων ἐπιθυμίᾳ ἁλόντες. Γευσώμεθα τοίνυν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν,  καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

31.ΟΜΙΛΙΑ ΟΕʹ. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.

Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ μυρία ἔμπροσθεν προανεφώνησεν αὐτοῖς χαλεπά· εἶτα οἱ μαθηταὶ ταῦτα ἀκούσαντες, ὥσπερ θαυμάζοντες  προσῆλθον ἐπιδεικνύντες  τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες  εἰ τοσαῦτα ἀφανισθήσεται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· οὐκέτι λοιπὸν περὶ ἐρημίας ἁπλῶς αὐτοῖς διαλέγεται, ἀλλὰ παντελῆ προαναφωνεῖ τὸν ἀφανισμόν. Οὐ βλέπετε γὰρ ταῦτα πάντα, φησι, καὶ θαυμάζετε καὶ ἐκπλήττεσθε; Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Πῶς οὖν ἔμεινε; φησί. Καὶ τί τοῦτο, Οὐδὲ γὰρ οὕτω διέπεσεν ἡ ἀπόφασις. Ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ,  ταῦτα ἔλεγεν· ἢ κατ' ἐκεῖνον τὸν τόπον, ἔνθα ἦν. Ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Μετὰ δὲ τούτων κἀκεῖνο ἂν εἴποιμεν, ὅτι ἐκ τῶν γεγενημένων  καὶ περὶ τῶν λειψάνων  καὶ τοὺς σφόδρα φιλονεικοῦντας  δεῖ πείθεσθαι, ὡς τέλεον ἀπολουμένων.  Καθημένου δὲ  αὐτοῦ  ἐπὶ  τοῦ  ὄρους  τῶν  Ἐλαιῶν  προσῆλθον  οἱ μαθηταὶ κατ' ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; ∆ιὰ τοῦτο κατ' ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. Καὶ γὰρ ὤδινον μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν μυρίων οὖσαν ἀγαθῶν αἰτίαν. Καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτόν· Πότε ταῦτα ἔσται; τουτέστιν, ἡ τοῦ ναοῦ κατασκαφή· καὶ, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ὁ δὲ Λουκᾶς ἔν φησιν εἶναι τὸ ἐρώτημα, τὸ περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. Ὁ δὲ Μάρκος οὐδὲ πάντας αὐτούς φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ Πέτρον καὶ Ἰωάννην,  ἅτε πλείονα παῤῥησίαν ἔχοντας. Τί οὖν αὐτός; Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες·  Ἐγώ εἰμι  ὁ Χριστὸς, καὶ πολλοὺς  πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων.  Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος. Ἐπειδὴ γὰρ ὡς περὶ ἀλλοτρίας τιμωρίας ἀκούοντες τῆς ἐπαγομένης τῇ Ἱερουσαλὴμ διέκειντο, καὶ ὡς ἕξω θορύβων ἐσόμενοι, καὶ τὰ ἀγαθὰ μόνα ὠνειροπόλουν,  καὶ αὐτίκα μάλα αὐτὰ ἀπαντήσεσθαι προσεδόκων· διὰ τοῦτο πάλιν αὐτοῖς  χαλεπὰ  προαναφωνεῖ,  ἐναγωνίους  ποιῶν,  καὶ κελεύων  διπλῇ  νήφειν,  ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραλογιζομένων φενακισθῆναι, μήτε ὑπὸ τῆς τυραννίδος τῶν καταληψομένων  κακῶν βιασθῆναι. ∆ιπλοῦς γὰρ ὁ πόλεμος, φησὶν, ἔσται, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· ἀλλ' ἐκεῖνος πολλῷ χαλεπώτερος, ἅτε ἐν συγχύσει καὶ  ταραχῇ  πραγμάτων,  καὶ  φοβουμένων  καὶ  ταραττομένων  ἀνθρώπων ἐπιτιθέμενος. Καὶ γὰρ πολλὴ τότε ἡ ζάλη ἦν, τῶν Ῥωμαϊκῶν ἀρχομένων ἀνθεῖν, καὶ πόλεων   ἁλισκομένων,   καὶ  στρατοπέδων  καὶ  ὅπλων   κινουμένων,   καὶ  πολλῶν εὐκόλως πιστευομένων.  Πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης· τί γὰρ ἔμελεν αὐτοῖς τούτων; Ἄλλως δὲ οὐδὲ καινόν τι ἔμελλεν ἐρεῖν, εἰ τὰ τῆς οἰκουμένης ἔλεγε πάθη, τὰ ἀεὶ συμβαίνοντα. Καὶ γὰρ πρὸ τούτου ἦσαν καὶ πόλεμοι καὶ ταραχαὶ καὶ μάχαι· ἀλλὰ τοὺς Ἰουδαϊκοὺς οὐ μακρόθεν λέγει ἐπιόντας πολέμους· λοιπὸν γὰρ αὐτοῖς ἐν φροντίδι τὰ τῶν Ῥωμαίων ἦν. Ἐπεὶ οὖν  καὶ ταῦτα  ἱκανὰ  ἦν  αὐτοὺς  θορυβεῖν, προλέγει  ταῦτα  πάντα.  Εἶτα δεικνὺς  ὅτι  καὶ αὐτὸς  συνεπιθήσεται  Ἰουδαίοις  καὶ πολεμήσει, οὐχὶ  μάχας  φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ λοιμοὺς καὶ σεισμοὺς, δεικνὺς ὅτι καὶ τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν, καὶ οὐχ ἁπλῶς ταῦτα γίνεται, κατὰ τὴν ἔμπροσθεν ἐν  τοῖς  ἀνθρώποις  οὖσαν συνήθειαν,  ἀλλ' ἐκ τῆς ἄνωθεν  ὀργῆς. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν φησὶν, οὐδὲ ἀθρόως, ἀλλὰ μετὰ σημείων. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οἱ τότε πιστεύσαντες αἴτιοι τούτων τῶν κακῶν, διὰ τοῦτο καὶ τὴν αἰτίαν αὐτοῖς εἴρηκε τῆς ἐπαγωγῆς. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἔμπροσθεν ἔλεγεν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην, τῆς μιαιφονίας αὐτῶν μνησθείς. Εἶτα ἵνα  μὴ  τὰς  νιφάδας  τῶν  κακῶν  ἀκούοντες,  νομίσωσι  διασπᾶσθαι τὸ  κήρυγμα, ἐπήγαγεν· Ὁρᾶτε, μὴ θορυβεῖσθε, δεῖ γὰρ πάντα γενέσθαι, τουτέστιν, Ἃ προεῖπον ἐγὼ, καὶ τῶν πειρασμῶν ἡ ἔφοδος οὐδὲν διακόψει τῶν παρ' ἐμοῦ εἰρημένων· ἀλλ' ἔσται μὲν θόρυβος καὶ ταραχὴ, τοὺς δὲ ἐμοὺς οὐδὲν διασαλεύσει χρησμούς. Εἶτα ἐπειδὴ εἶπε τοῖς Ἰουδαίοις· Οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι  Κυρίου· ᾤοντο  δὲ οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ καὶ τὴν συντέλειαν ἔσεσθαι. καὶ ταύτην διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν· Ἀλλ' οὔπω τὸ τέλος. Ὅτι γὰρ οὕτως  ὡς ἔφην  ὑπώπτευον,  ἐκ τῆς ἐρωτήσεως αὐτῶν  μάνθανε.  Τί γὰρ ἠρώτησαν; Πότε ταῦτα ἔσται; τουτέστι, Πότε τὰ Ἱεροσόλυμα ἀπολεῖται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Αὐτὸς δὲ οὐδὲν εὐθέως   πρὸς   τὴν   ἐρώτησιν   ἀπεκρίνατο   ταύτην,   ἀλλὰ   πρότερον   ἐκεῖνα   τὰ κατεπείγοντα λέγει, καὶ ἃ πρῶτα μαθεῖν ἐχρῆν. Οὔτε γὰρ περὶ Ἱεροσολύμων εὐθέως, οὔτε περὶ τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας εἴρηκεν· ἀλλὰ  περὶ τῶν  ἐπὶ θύραις ἀπαντησομένων  κακῶν. ∆ιὸ καὶ ἐναγωνίους  αὐτοὺς ποιεῖ λέγων·  Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός. Εἶτα διεγείρας αὐτοὺς εἰς τὴν περὶ τούτων ἀκρόασιν· (Βλέπετε γὰρ, φησὶ, μή τις ὑμᾶς πλανήσῃ·) καὶ ἐναγωνίους  ποιήσας, καὶ νήφειν  παρασκευάσας, καὶ εἰπὼν τοὺς ψευδοχρίστους πρότερον, τότε τὰ τῶν Ἱεροσολύμων λέγει κακὰ, ἀπὸ τῶν ἤδη γενομένων   καὶ   τὰ   μέλλοντα   ἀεὶ   καὶ   παρὰ   τοῖς   ἀνοήτοις   καὶ   φιλονείκοις πιστούμενος. βʹ. Πολέμους δὲ καὶ ἀκοὰς πολέμων, ὅπερ καὶ ἔμπροσθεν εἶπον, τὰς αὐτοῖς  ἐπιούσας φησὶ  ταραχάς.  Εἶτα ἐπειδὴ,  καθὼς  καὶ  προεῖπον,  ἐνόμιζον  μετ' ἐκεῖνον τὸν πόλεμον ἥξειν τὸ τέλος, ὅρα πῶς αὐτοὺς ἀσφαλίζεται λέγων· Ἀλλ' οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ, φησὶν, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Τὰ προοίμια λέγει τῶν Ἰουδαϊκῶν κακῶν. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων· τουτέστι, τῶν συμβαινόντων αὐτοῖς. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Εὐκαίρως παρενέβαλε  τὰ αὐτῶν  κακὰ, ἔχοντα  παραμυθίαν  ἀπὸ τῶν  κοινῶν·  οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι ∆ιὰ τὸ ὄνομά μου. Ἔσεσθε γὰρ, φησὶ, μισούμενοι ὑπὸ πάντων  διὰ τὸ ὄνομά μου. Τότε σκανδαλισθήσονται πολλοὶ,  καὶ ἀλλήλους   παραδώσουσι·  καὶ  πολλοὶ  ψευδόχριστοι  καὶ  ψευδοπροφῆται ἐγερθήσονται,  καὶ  πλανήσουσι  πολλούς.  Καὶ διὰ  τὸ  πληθυνθῆναι   τὴν  ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοῦτο μεῖζον κακὸν, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ· πολλοὶ γὰρ ψευδάδελφοι γεγόνασιν. Εἶδες τριπλοῦν τὸν πόλεμον ὄντα, τὸν ἀπὸ τῶν πλάνων, τὸν ἀπὸ τῶν πολεμίων, τὸν ἀπὸ  τῶν  ψευδαδέλφων;  Ὅρα καὶ  Παῦλον  τὰ  αὐτὰ  ἀποδυρόμενον  καὶ  λέγοντα· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κίνδυνοι ἐν ψευδαδέλφοις·  καὶ πάλιν· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Εἶτα  πάλιν  τὸ  πάντων   χαλεπώτερον,   ὅτι  οὐδὲ  τὴν  ἀπὸ  τῆς  ἀγάπης παραμυθίαν  ἕξουσιν. Εἶτα δεικνὺς  ὅτι τὸν  γενναῖον  καὶ καρτερικὸν  οὐδὲν ταῦτα λυμανεῖται, Μὴ φοβεῖσθε, φησὶ, μηδὲ ταράττεσθε. Ἂν γὰρ τὴν προσήκουσαν ὑπομονὴν ἐπιδείξησθε, οὐ περιέσται ὑμῶν τὰ δεινά. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ πάντως  κηρυχθῆναι  τὸ  κήρυγμα  πανταχοῦ  τῆς  οἰκουμένης·  οὕτως  ὑψηλότεροι ἔσεσθε τῶν δεινῶν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς οὖν ζησόμεθα; τὸ πλέον εἶπεν, ὅτι Καὶ ζήσεσθε καὶ διδάξετε πανταχοῦ. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος· τῆς συντελείας  τῶν  Ἱεροσολύμων.  Ὅτι γὰρ  ἐκεῖνο  ἔλεγε,  καὶ  πρὸ τῆς  ἁλώσεως  τὸ Εὐαγγέλιον ἐκηρύχθη, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος  αὐτῶν·  καὶ πάλιν,  Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Καὶ ὁρᾷς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Σπανίαν τρέχοντα. Εἰ δὲ εἷς τοσοῦτον μέρος κατέλαβεν, ἐννόησον καὶ οἱ λοιποὶ πόσα εἰργάσαντο. Καὶ γὰρ  καὶ  ἑτέροις  γράφων  πάλιν  ὁ Παῦλος ἔλεγε  περὶ  τοῦ  Εὐαγγελίου,  ὅτι  Ἔστι καρποφορούμενον  καὶ αὐξανόμενον  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τί δέ ἐστιν, Εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν; Ἐπειδὴ ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη  δὲ  πανταχοῦ,   Εἰς  μαρτύριον,  φησὶ,  τοῖς  ἀπιστήσασι·  τουτέστιν,  εἰς ἔλεγχον, εἰς κατηγορίαν, εἰς μαρτυρίαν· οἱ γὰρ πιστεύσαντες καταμαρτυρήσουσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. ∆ιὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ  τῆς οἰκουμένης  ἀπόλλυται  τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας  ἔχωσιν  ἀγνωμονοῦντες.  Οἱ γὰρ ἰδόντες  τὴν  αὐτοῦ δύναμιν  πανταχοῦ διαλάμψασαν,  καὶ ἐν ἀκαριαίῳ  τὴν  οἰκουμένην  ἑλοῦσαν, τίνα  ἂν ἔχοιεν  λοιπὸν συγγνώμην,  ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης  μείναντες;  Ὅτι γὰρ πανταχοῦ  ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως, ὅτι ἐν εἴκοσι ἢ καὶ τριάκοντα ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. Μετὰ τοῦτο οὖν, φησὶν, ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. Ὅτι γὰρ τοῦτο αἰνίττεται, τὸ   ἑξῆς   ἐδήλωσεν.   Ἐπήγαγε   γὰρ   καὶ   προφητείαν,   πιστούμενος   αὐτῶν   τὸν ἀφανισμὸν, καὶ λέγων· Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων  νοείτω. Παρέπεμψεν αὐτοὺς ἐπὶ τὸν ∆ανιήλ. Βδέλυγμα δὲ τὸν ἀνδριάντα  τοῦ τότε τὴν πόλιν  ἑλόντος φησὶν, ὃ ὁ ἐρημώσας τὴν πόλιν  καὶ τὸν ναὸν ἔστησεν ἔνδον· διὸ καὶ ἐρημώσεως αὐτὸ καλεῖ. Εἶτα, ἵνα μάθωσιν, ὅτι καὶ ζώντων ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο ἔλεγεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως. γʹ. Ἐξ ὧν μάλιστα ἄν τις θαυμάσειε τοῦ  Χριστοῦ τὴν  δύναμιν  καὶ  τὴν  ἐκείνων  ἀνδρείαν,  ὅτι  ἐν  τοιούτοις  καιροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο, ἐν οἷς μάλιστα ὡς στασιασταῖς προσεῖχον  αὐτοῖς,  ὅτε  ὁ  Καῖσαρ ἐκέλευσεν  ἅπαντας  ἀπελαύνεσθαι.  Καὶ ταὐτὸν συνέβαινεν, ὥσπερ ἂν εἴ τις, τῆς θαλάττης ἐγερθείσης πάντοθεν, καὶ ζόφου τὸν ἀέρα πάντα κατέχοντος, καὶ ναυαγίων  ἐπαλλήλων  γινομένων,  καὶ πάντων  ἄνωθεν τῶν
συμπλεόντων στασιαζόντων, καὶ θηρῶν κάτωθεν ἀνιόντων,  καὶ μετὰ τῶν κυμάτων ἀναλισκόντων  τοὺς πλέοντας, καὶ σκηπτῶν φερομένων,  καὶ πειρατῶν  ὄντων,  καὶ τῶν  ἔνδον  ἀλλήλοις  ἐπιβουλευόντων,  ἀνθρώπους  ἀπείρους  τοῦ  πλεῖν  καὶ  οὐδὲ θάλατταν ἰδόντας κελεύοι ἐπὶ τῶν οἰάκων καθῆσθαι, καὶ κυβερνᾷν καὶ ναυμαχεῖν, καὶ στόλον ἄπειρον ἐπιόντα μετὰ πολλῆς παρατάξεως, ἑνὶ χρωμένους ἀκατίῳ, τῷ οὕτως  ὡς  εἶπον  ταραττομένῳ,  καταδύειν  καὶ  χειροῦσθαι.  Καὶ γὰρ  ὑπὸ  ἐθνῶν ἐμισοῦντο, ὡς Ἰουδαῖοι· καὶ ὑπὸ Ἰουδαίων ἐλιθάζοντο, ὡς τοῖς αὐτῶν πολεμοῦντες νόμοις· καὶ οὐδαμοῦ στῆναι ἦν. Οὕτω πάντα κρημνοὶ καὶ σκόπελοι καὶ πρόβολοι ἦσαν, τὰ ἐν ταῖς πόλεσι, τὰ ἐν ταῖς χώραις, τὰ ἐν οἰκίαις·  καὶ εἷς ἕκαστος αὐτοῖς ἐπολέμει, καὶ στρατηγὸς, καὶ ἄρχων, καὶ ἰδιώτης, καὶ ἔθνη πάντα, καὶ δῆμοι πάντες· καὶ ταραχή τις ἦν λόγῳ παραστῆναι μὴ δυναμένη. Καὶ γὰρ σφόδρα τῇ τῶν Ῥωμαίων   ἀρχῇ  μισητὸν  τὸ  Ἰουδαίων   γένος  ἦν,  ἅτε  μυρία  πράγματα  αὐτοῖς παρεσχηκός· καὶ οὐδὲ ἐντεῦθεν ἐβλάβη τὸ κήρυγμα· ἀλλ' ἡ μὲν πόλις ἀνάρπαστος ἦν καὶ ἐμπεπύριστο, καὶ μυρία τοὺς οἰκοῦντας  διέθηκε  κακά· οἱ δὲ ἐντεῦθεν  ὄντες ἀπόστολοι, νόμους εἰσάγοντες καινοὺς, καὶ τῶν Ῥωμαίων ἐκράτουν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Μυριάδας ἀπείρους Ἰουδαίων  τότε ἐχειρώσαντο Ῥωμαῖοι, καὶ  δώδεκα  ἀνδρῶν  οὐ  περιεγένοντο,  γυμνῶν,  ἀόπλων  μαχομένων  αὐτοῖς.  Τίς παραστῆσαι δυνήσεται λόγος τὸ θαῦμα τοῦτο; Καὶ γὰρ δύο ταῦτα τοῖς διδάσκουσιν ὑπάρχειν χρὴ, τό τε ἀξιοπίστους εἶναι, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν μαθητευομένων· καὶ μετὰ τούτων καὶ πρὸς τούτοις, καὶ τὸ τὰ λεγόμενα, εὐπαράδεκτα εἶναι, καὶ τὸν καιρὸν ταραχῆς ἀπηλλάχθαι καὶ θορύβων. Τότε δὲ ἅπαντα τὰ ἐναντία ἦν. Οὔτε γὰρ ἀξιόπιστοι εἶναι ἐδόκουν, καὶ τῶν δοκούντων  ἀξιοπίστων εἶναι τοὺς ἠπατημένους ἀφίστων· οὐκ ἐφιλοῦντο,  ἀλλὰ καὶ ἐμισοῦντο, καὶ τῶν  φιλουμένων  ἀπῆγον,  καὶ ἐθῶν, καὶ πατρίων, καὶ νόμων. Πάλιν τὰ ἐπιτάγματα πολλὴν τὴν δυσκολίαν εἶχεν· ὧν δὲ ἀφείλκοντο, πολλὴν τὴν ἡδονήν. Πολλοὺς καὶ αὐτοὶ καὶ οἱ πειθόμενοι τοὺς κινδύνους, πολλοὺς τοὺς θανάτους ὑπέμενον· καὶ μετὰ τούτων ἁπάντων  ὁ καιρὸς πολλὴν παρεῖχε τὴν δυσκολίαν, πολέμων γέμων, θορύβων, ταραχῆς· ὡς εἰ καὶ μηδὲν τῶν  εἰρημένων  ἦν,  ἱκανῶς  πάντα  διαταράξαι. Εὔκαιρον εἰπεῖν·  Τίς λαλήσει  τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν  τοὺς καθ' ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων  τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ' εἰς οἰκίαν μικρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι' αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων  ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν,  καταλεύοντες  αὐτὸν  ἀναιρήσουσιν·  Ἂν  δὲ  καὶ  εὐκαταφρόνητος  ᾖ,  καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν  τοὺς τρυφῶντας  κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔδηλον ὅτι παντάπασιν ἀπολεῖται;  Ἀλλ' ὅμως τοῦτο, ὅπερ ἀδύνατον  ἐν οἰκίᾳ γενέσθαι  μιᾷ, τοῦτο ἐν τῇ οἰκουμένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θαλάττης  πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων. Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς  σεισμοὺς, τὰς  ἄλλας  τραγῳδίας,  τὴν  ἱστορίαν  τὴν  περὶ  τούτων  Ἰωσήπῳ συγκειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως  ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέντας  τῷ  φόβῳ  τῶν  εἰρημένων,  συστρέφει λέγων,  ὅτι  κἂν  μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος. δʹ. Εἶδες πῶς διέκειτο τότε τὰ πράγματα, καὶ πῶς ποικίλος ὁ πόλεμος ἦν; καὶ ταῦτα ἐν ἀρχῇ, ὅτε μάλιστα πολλῆς ἕκαστον ἡσυχίας δεῖται τῶν  κατορθουμένων; Πῶς οὖν διέκειτο; οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ πάλιν ἀναλαβεῖν. Πρῶτος πόλεμος ἦν, ὁ τῶν ἀπατεώνων· Ἐλεύσονται γὰρ, φησὶ, ψευδόχριστοι καὶ ψευδοπροφῆται· δεύτερος, ὁ τῶν Ῥωμαίων· Μελλήσετε γὰρ, φησιν, ἀκούειν πολέμους· τρίτος, ὁ τοὺς λιμοὺς  ἐπάγων·  τέταρτος,  ὁ τοὺς λοιμοὺς  καὶ σεισμούς·  πέμπτος. Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις· ἕκτος, Ἔσεσθε μισούμενοι ὑπὸ πάντων·  ἕβδομος, Παραδώσουσιν ἀλλήλους καὶ μισήσουσιν· ἐμφύλιον ἐνταῦθα δηλοῖ πόλεμον· εἶτα ψευδόχριστοι καὶ ψευδάδελφοι· εἶτα, Ψυγήσεται ἡ ἀγάπη, τὸ πάντων  αἴτιον τῶν κακῶν. Εἶδες μυρία γένη πολέμων καινὰ καὶ παράδοξα; Ἀλλ' ὅμως μετὰ τούτων καὶ πολλῷ πλειόνων (καὶ γὰρ τῷ ἐμφυλίῳ καὶ συγγενικὸς ἀνεμίγνυτο πόλεμος), ἐκράτησε τῆς οἰκουμένης ἁπάσης τὸ κήρυγμα. Κηρυχθήσεται γὰρ, φησὶ, τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ποῦ τοίνυν  εἰσὶν οἱ τῆς γενέσεως  τὴν τυραννίδα  ἐπιτειχίζοντες,  καὶ τῶν  καιρῶν  τὴν περιφορὰν, τοῖς τῆς Ἐκκλησίας δόγμασι; Τίς γὰρ ἐμνημόνευσε πώποτε, ὅτι ὤφθη Χριστὸς ἕτερος, ὅτι συνέβη πρᾶγμα τοιοῦτον; Καίτοιγε ἕτερα ψευδόμενοι λέγουσιν, ὅτι δέκα μυριάδες ἐτῶν  παρῆλθον· ἀλλὰ  τοῦτο οὐδὲ πλάσασθαι δύνανται.  Ποίαν τοίνυν  περιφορὰν εἴποιτ' ἄν; Οὔτε γὰρ Σόδομα, οὔτε Γόμοῤῥα, οὔτε κατακλυσμὸς ἕτερος ἐγένετό ποτε. Μέχρι τίνος παίζετε, περιφορὰν καὶ γένεσιν λέγοντες; Πῶς οὖν ἐκβαίνει πολλὰ, φησὶ, τῶν λεγομένων; Ἐπειδὴ σὺ σαυτὸν ἠρήμωσας τῆς τοῦ Θεοῦ βοηθείας, καὶ προὔδωκας, καὶ ἔξω τῆς προνοίας ἔστησας, διὰ τοῦτο ὡς βούλεται στρέφει σου τὰ πράγματα  ὁ δαίμων,  καὶ μετατίθησιν.  Ἀλλ' οὐκ ἐπὶ  τῶν  ἁγίων, μᾶλλον δὲ οὐδὲ ἐφ' ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν σφόδρα καταφρονούντων  αὐτῆς. Εἰ γὰρ καὶ ὁ βίος ἡμῶν οὐκ ἀνεκτὸς, ἀλλ' ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τῶν τῆς ἀληθείας δογμάτων μετὰ πολλῆς ἐχόμεθα τῆς ἀκριβείας, ἀνώτεροι τῆς τῶν δαιμόνων ἐσμὲν ἐπιβουλῆς. Ὅλως δὲ τί ποτέ ἐστι γένεσις; Οὐδὲν ἕτερον ἀλλ' ἢ ἀδικία καὶ σύγχυσις, καὶ τὸ εἰκῆ πάντα φέρεσθαι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ μετὰ ἀλογίας. Καὶ εἰ μὴ ἔστι, φησὶ, γένεσις, πόθεν ὁ δεῖνα πλουτεῖ; πόθεν ὁ δεῖνα πένης; Οὐκ οἶδα. Οὕτω γάρ σοι τέως διαλέξομαι, παιδεύων σε μὴ πάντα περιεργάζεσθαι, μηδὲ ἁπλῶς ἐντεῦθεν καὶ εἰκῆ φέρεσθαι. Οὐδὲ γὰρ ἐπειδὴ τοῦτο ἀγνοεῖς, ὀφείλεις τὰ οὐκ ὄντα ἀναπλάττειν. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων,  οὐ δυνήσεται ῥᾳδίως τὴν οὖσαν δέξασθαι, ἀλλὰ δεῖ πλείονος  αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν.  Καὶ γὰρ ἐν δέλτῳ, ἐξηλειμμένῃ μὲν εὐκόλως τις ἐγγράψειεν ἅπερ ἂν ἐθέλῃ· ἐγκεχαραγμένῃ δὲ, οὐκέτι ὁμοίως· δεῖ γὰρ πρότερον ἐξαλεῖψαι τὰ κακῶς ἐγγεγραμμένα. Καὶ ἐπὶ τῶν ἰατρῶν δὲ, ὁ μηδὲν προσφέρων  τοῦ  τὰ  βλάπτοντα  προσάγοντος  πολλῷ  βελτίων  ἐστί· καὶ  ὁ σαθρῶς οἰκοδομῶν τοῦ μηδ' ὅλως οἰκοδομοῦντος χείρων· ὥσπερ οὖν καὶ ἡ γῆ πολὺ βελτίων ἡ μηδὲν ἔχουσα τῆς ἀκάνθας ἐχούσης. Μὴ τοίνυν  ἐπὶ τὸ μαθεῖν πάντα τρέχωμεν, ἀλλ'  ἀνεχώμεθά  τινα  καὶ  ἀγνοεῖν·  ἵν' ὅταν  εὕρωμεν  διδάσκαλον,  μὴ  διπλοῦν παρέχωμεν αὐτῷ τὸν πόνον· μᾶλλον δὲ πολλοὶ πολλάκις καὶ ἀδιόρθωτα νοσοῦντες ἔμειναν,  τῷ  περιπεσεῖν  ἁπλῶς  πονηροῖς  δόγμασιν.  Οὐδὲ γὰρ  ὅμοιος  ὁ  ἱδρὼς, ἀνασπάσαι πρότερον τὰ κακῶς ῥιζωθέντα, καὶ τότε σπεῖραι, καὶ καθαρὰν ἄρουραν καταφυτεῦσαι.  Ἐκεῖ μὲν  γὰρ  ἀνατρέψαι  δεῖ  πρότερον,  καὶ  τότε  ἕτερα  ἐνθεῖναι· ἐνταῦθα δὲ παρεσκευασμένη ἡ ἀκοή. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ; Ἐρῶ λοιπόν. Οἱ μὲν τοῦ  Θεοῦ διδόντος,  πολλοὶ  δὲ  συγχωροῦντος,  πλοῦτον  ἐκτήσαντο.  Οὗτος  γὰρ σύντομος καὶ ἁπλοῦς ὁ λόγος. Τί οὖν; φησί· τὸν πόρνον αὐτὸς ποιεῖ πλουτεῖν, καὶ τὸν μοιχὸν, καὶ τὸν ἡταιρηκότα, καὶ τὸν κακῶς τοῖς οὖσι κεχρημένον; Οὐ ποιεῖ, ἀλλὰ συγχωρεῖ πλουτεῖν· πολὺ δὲ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ ποιεῖν καὶ συγχωρεῖν. Τίνος δὲ ἕνεκεν ὅλως ἀφίησιν; Ὅτι οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ἵνα τὸ κατ' ἀξίαν ἕκαστος ἀπολάβῃ. Τὶ γὰρ φαυλότερον ἐκείνου τοῦ πλουσίου, τοῦ μηδὲ τῶν ψιχίων μεταδιδόντος  τῷ Λαζάρῳ; Ἀλλ' ὅμως ἁπάντων  ἀθλιώτερος ἦν· οὐδὲ γὰρ σταγόνος ἐγένετο κύριος, καὶ δι' αὐτὸ μάλιστα τοῦτο, ὅτι πλουτῶν ὠμὸς ἦν. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερον. εʹ. Ὁρᾷς γοῦν καὶ τοῦτον δεινότερα πάσχοντα, ἐπειδὴ ἀπέλαβε τὰ ἀγαθά; Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς  ἀδίκως  πλουτοῦντα  εὐημεροῦντα,  στέναξον,  δάκρυσον· καὶ  γὰρ  προσθήκη κολάσεως  ὁ  πλοῦτος  οὗτος  αὐτῷ.  Ὥσπερ γὰρ  οἱ  πολλὰ  ἁμαρτάνοντες  καὶ  μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μὴ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Καὶ τοῦτο, εἰ βούλει, οὐκ ἀπὸ τῶν μελλόντων  μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου δείξω σοι τὸ ὑπόδειγμα. Ὁ γὰρ μακάριος ∆αυῒδ, ὅτε τὴν ἁμαρτίαν ἥμαρτεν ἐκείνην τὴν τῆς Βηρσαβεὲ, καὶ ἠλέγχετο παρὰ τοῦ προφήτου, διὰ τοῦτο μάλιστα ἐνεκαλεῖτο σφοδρότερον, ὅτι καὶ πολλῆς  ἀπολαύσας ἀδείας τοιοῦτος ἦν. Ἄκουσον γοῦν  τοῦ Θεοῦ τοῦτο μάλιστα ὀνειδίζοντος αὐτῷ· Οὐκ ἔχρισά σε εἰς βασιλέα, καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι πάντα  τὰ τοῦ κυρίου σου, καὶ πάντα  τὸν  οἶκον Ἰσραὴλ καὶ Ἰούδα; Καὶ εἰ ὀλίγα σοι ἦν, προσέθηκα ἄν σοι ὡς ταῦτα. Καὶ τί ἐποίησας τὸ πονηρὸν  ἐναντίον  μου; Οὐ γὰρ πάντων  τῶν  ἁμαρτημάτων  αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἀπὸ ἑτέρων πλειόνων.  Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω  εἰς  μέσον ἁμάρτημα ἓν,  ἡ πορνεία,  καὶ  σκόπει πόσας εὑρίσκω τιμωρίας διαφόρους, οὐ παρ' ἐμαυτοῦ, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Ἐπόρνευσέ τις πρὸ τοῦ νόμου; ἄλλως  κολάζεται·  καὶ τοῦτο  ὁ Παῦλος δείκνυσιν·  Ὅσοι γὰρ ἀνόμως ἥμαρτον,  ἀνόμως  καὶ  ἀπολοῦνται.  Ἐπόρνευσέ τις  μετὰ  τὸν  νόμον;  χαλεπώτερα πείσεται· Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, φησὶ, διὰ νόμου κριθήσονται. Ἐπόρνευσέ τις ἱερεὺς ὤν; προσθήκην ἀπὸ τῆς ἀξίας εἰς τὴν τιμωρίαν  λαμβάνει μεγίστην. ∆ιὰ δὴ τοῦτο  αἱ  μὲν  ἄλλαι   ἀνῃροῦντο   πορνευόμεναι·  αἱ  δὲ  τῶν   ἱερέων   θυγατέρες κατεκαίοντο, τοῦ νομοθέτου ἐκ περιουσίας δηλοῦντος, ὅση τὸν ἱερέα μένει κόλασις τοῦτο ἁμαρτάνοντα. Εἰ γὰρ τὴν θυγατέρα μείζονα ἀπῄτησε δίκην διὰ τὸ ἱερέως εἶναι θυγατέρα, πολλῷ  μᾶλλον  αὐτὸν τὸν ἱερωμένον.  Ἐπορνεύθη τις βιαίως; αὕτη καὶ ἀπήλλακται  κολάσεως· ἐπορνεύθη  τις  πλουτοῦσα, ἑτέρα δὲ πενομένη;  πάλιν  καὶ ἐνταῦθα διαφορά. Καὶ τοῦτο δῆλον, ἀφ' ὧν ἔμπροσθεν εἰρήκαμεν περὶ τοῦ ∆αυΐδ. Ἐπόρνευσέ τις  μετὰ  τὴν  παρουσίαν  τοῦ  Χριστοῦ; ἂν  ἀμύητος  ἀπέλθῃ,  πάντων ἐκείνων χαλεπωτέραν  δώσει δίκην. Ἐπόρνευσέ τις μετὰ τὸ λουτρόν; ἐνταῦθα οὐδὲ παραμυθία λοιπὸν τῷ ἁμαρτήματι λείπεται. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε  χείρονος  ἀξιωθήσεται  τιμωρίας  ὁ τὸν  Υἱὸν τοῦ Θεοῦ καταπατήσας,  καὶ τὸ αἷμα τῆς  διαθήκης  κοινὸν  ἡγησάμενος,  καὶ τὴν  χάριν  τοῦ Πνεύματος  ἐνυβρίσας;  Ἐπόρνευσέ τις  ἱερωμένος  νῦν;  αὕτη  μάλιστα  πάντων  ἡ κορυφὴ  τῶν  κακῶν.  Εἶδες ἑνὸς  ἁμαρτήματος  πόσαι διαφοραί; Ἑτέρα ἡ πρὸ τοῦ νόμου, ἄλλη ἡ μετὰ τὸν νόμον, ἡ τοῦ ἱερωμένου ἄλλη, ἡ τῆς πλουτούσης καὶ τῆς πενομένης, τῆς κατηχουμένης καὶ τῆς πιστῆς, τῆς τοῦ ἱερέως. Καὶ ἀπὸ συνέσεως δὲ πολλὴ  ἡ  διαφορά· Ὁ γὰρ εἰδὼς  τὸ  θέλημα  τοῦ  Κυρίου  αὐτοῦ,  καὶ  μὴ  ποιήσας, δαρήσεται πολλάς.  Καὶ τὸ μετὰ τὰ παραδείγματα  ἁμαρτάνειν  πλείονα  φέρει  τὴν τιμωρίαν.  ∆ιὰ τοῦτό  φησιν· Ὑμεῖς δὲ οὐδὲ ἰδόντες  ὕστερον μετενοήσατε, καίτοι πολλῆς  ἀπολαύσαντες  θεραπείας.  ∆ιὰ  τοῦτο  καὶ  τὴν  Ἱερουσαλὴμ  τοῦτο ὀνειδίζει   λέγων·  Ποσάκις  ἠθέλησα  ἐπισυναγαγεῖν   τὰ   τέκνα   ὑμῶν,   καὶ   οὐκ ἠθελήσατε; Καὶ τὸ ἐν τρυφῇ ὄντας· τοῦτο δὴ τὸ τοῦ Λαζάρου. Καὶ ἀπὸ τοῦ τόπου δὲ χαλεπώτερον  τὸ ἁμάρτημα γίνεται· ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγε· Μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ ἀπὸ τῆς ποιότητος  δὲ αὐτῶν  τῶν  πλημμελημάτων·  Οὐ θαυμαστὸν, ἐὰν  ἁλῷ  τις  κλέπτων·  καὶ πάλιν,  Ἔσφαξας τοὺς  υἱούς  σου καὶ τὰς θυγατέρας σου· τοῦτο ὑπὲρ πάσας τὰς πορνείας σου καὶ τὰ βδελύγματά σου. Καὶ ἀπὸ τῶν προσώπων πάλιν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ τις εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ὅταν τοὺς πολλῷ χείρονάς τις ὑπερβαίνῃ τῇ ῥᾳθυμίᾳ· ὅπερ καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐγκαλεῖ· Οὐδὲ κατὰ τὰ δικαιώματα  τῶν  ἐθνῶν  ἐποίησας. Καὶ ὅταν μηδὲ τοῖς ἑτέρων παραδείγμασι σωφρονισθῇ τις· Εἶδε τὴν ἀδελφὴν  αὐτῆς, φησὶ, καὶ ἐδικαίωσεν αὐτήν. Καὶ ὅταν πλείονος  ἀπολαύσῃ  ἐπιμελείας·  Εἰ γὰρ  ἐν  Τύρῳ, φησὶ,  καὶ  Σιδῶνι  ἐγένοντο  αἱ δυνάμεις αὗται, πάλαι ἂν μετενόησαν· πλὴν ἀνεκτότερον ἔσται Τύρῳ καὶ Σιδῶνι, ἢ τῇ   πόλει   ἐκείνῃ.   Εἶδες   ἀκρίβειαν   ἀπηρτισμένην,   καὶ   πάντας   τῶν   αὐτῶν ἁμαρτημάτων   οὐ   τὴν   αὐτὴν   διδόντας   δίκην;   Καὶ  γὰρ   ὅταν   μακροθυμίας ἀπολαύσαντες  μηδὲν  κερδάνωμεν,  χείρονα  πεισόμεθα. Καὶ τοῦτο  δηλοῖ  Παῦλος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ταῦτ' οὖν εἰδότες, μὴ σκανδαλιζώμεθα, μηδὲ θορυβώμεθα μηδενὶ τῶν γινομένων,  μηδὲ τὴν τῶν λογισμῶν ἐπεισάγωμεν ζάλην· ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας παραχωροῦντες, ἀρετῆς ἐπιμελώμεθα, καὶ φεύγωμεν κακίαν· ἵνα καὶ τῶν μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |