ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Νς ʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων.

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Νς ʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων.



Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

12.ΟΜΙΛΙΑ Νς ʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται  θανάτου,  ἕως ἂν  ἴδωσι τὸν  Υἱὸν τοῦ ἀνθρώπου  ἐρχόμενον  ἐν  τῇβασιλείᾳ αὐτοῦ.

αʹ. Ἐπειδὴ γὰρ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου, καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσὶ, τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις· οἷον, τὸ σώζειν τὴν ψυχὴν τοὺς ἀπολλύντας  αὐτὴν, τὸ ἔρχεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ  Πατρὸς αὐτοῦ,  τὸ  ἀποδιδόναι  τὰ  ἔπαθλα·  βουλόμενος  καὶ  τὴν  ὄψιν  αὐτῶν πληροφορῆσαι, καὶ δεῖξαι τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ' ἧς μέλλει παραγίνεσθαι,
ὡς ἐγχωροῦν  ἦν αὐτοῖς μαθεῖν· καὶ κατὰ τὸν παρόντα βίον δείκνυσιν  αὐτοῖς καὶ ἀποκαλύπτει  ταύτην· ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ ∆εσπότου λοιπὸν ἀλγῶσι, καὶ μάλιστα Πέτρος ὀδυνώμενος. Καὶ ὅρα τί ποιεῖ. Περὶ γεέννης καὶ βασιλείας διαλεχθείς· (τῷ τε γὰρ εἰπεῖν· Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὃς ἂν ἀπολέσῃ αὐτὴν  ἕνεκεν  ἐμοῦ, εὑρήσει αὐτήν· καὶ τῷ εἰπεῖν,

 Ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ἀμφότερα ταῦτα ἐδήλωσε·) περὶ ἀμφοτέρων τοίνυν εἰπὼν, τὴν μὲν βασιλείαν τῇ ὄψει δείκνυσι, τὴν δὲ γέενναν οὐκέτι. Τί δήποτε; Ὅτι εἰ μὲν ἄλλοι τινὲς ἦσαν παχύτεροι, ἀναγκαῖον  καὶ τοῦτο ἦν· ἐπειδὴ δὲ εὐδόκιμοι καὶ εὐγνώμονες, ἀπὸ τῶν χρηστοτέρων αὐτοὺς ἐνάγει. Οὐ διὰ τοῦτο δὲ μόνον δείκνυσι τοῦτο· ἀλλ' ὅτι καὶ αὐτῷ  τοῦτο μᾶλλον  πρεπωδέστερον ἦν. Οὐ μὴν οὐδὲ ἐκεῖνο παρατρέχει τὸ μέρος· ἀλλ' ἔστιν ὅπου σχεδὸν καὶ ὑπ' ὄψιν αὐτὰ φέρει τὰ πράγματα τῆς γεέννης· ὡς ὅταν τοῦ Λαζάρου τὴν εἰκόνα εἰσάγῃ, καὶ τοῦ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσαντος μνημονεύῃ, καὶ τοῦ τὰ ῥυπαρὰ ἐνδεδυμένου ἱμάτια, καὶ ἑτέρων πλειόνων.  Καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει  Πέτρον καὶ Ἰάκωβον  καὶ Ἰωάννην. Ἕτερος δὲ μετὰ ὀκτώ φησιν, οὐκ ἐναντιούμενος  τούτῳ, ἀλλὰ καὶ σφόδρα συνᾴδων. Ὁ μὲν γὰρ καὶ αὐτὴν τὴν ἡμέραν καθ' ἣν ἐφθέγξατο, κἀκείνην καθ' ἣν ἀνήγαγεν, εἶπεν· ὁ δὲ τὰς μεταξὺ τούτων μόνον. Σὺ δέ μοι σκόπει πῶς ὁ Ματθαῖος φιλοσοφεῖ, οὐκ ἀποκρυπτόμενος τοὺς ἑαυτοῦ προτιμηθέντας. Τοῦτο δὲ καὶ Ἰωάννης πολλαχοῦ ποιεῖ,  τὰ  ἐξαίρετα  τοῦ  Πέτρου ἐγκώμια  μετὰ  πολλῆς  ἀναγράφων  τῆς  ἀληθείας. Βασκανίας γὰρ καὶ δόξης κενῆς πανταχοῦ καθαρὸς ἦν ὁ τῶν ἁγίων τούτων χορός. Λαβὼν τοίνυν τοὺς κορυφαίους, Ἀναφέρει εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ γέγονε  λευκὰ ὡς τὸ φῶς.  Καὶ ὤφθησαν  αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες  μετ'  αὐτοῦ. ∆ιατί τούτους παραλαμβάνει  μόνους; Ὅτι οὗτοι τῶν ἄλλων ἦσαν ὑπερέχοντες. Καὶ ὁ μὲν Πέτρος ἐκ τοῦ σφόδρα φιλεῖν αὐτὸν ἐδήλου τὴν ὑπεροχήν· ὁ δὲ Ἰωάννης  ἐκ τοῦ σφόδρα φιλεῖσθαι· καὶ Ἰάκωβος δὲ ἀπὸ τῆς ἀποκρίσεως ἧς ἀπεκρίνατο μετὰ τοῦ ἀδελφοῦ λέγων· ∆υνάμεθα πιεῖν τὸ ποτήριον· οὐκ ἀπὸ τῆς ἀποκρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων, καὶ ἀφ' ὧν ἐπλήρωσεν ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδην  ταύτην  δωρεὰν  μεγίστην  νομίσαι χαρίσασθαι τοῖς  Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι. ∆ιατί δὲ μὴ εὐθέως αὐτοὺς ἀνάγει; Ὥστε μηδὲν παθεῖν  ἀνθρώπινον  τοὺς λοιποὺς μαθητάς. ∆ιὰ τοῦτο οὐδὲ τὰ ὀνόματα αὐτῶν λέγει τῶν ἀνιέναι μελλόντων. Καὶ γὰρ σφόδρα ἂν ἐπεθύμησαν οἱ λοιποὶ ἀκολουθῆσαι, ὑπόδειγμα μέλλοντες  τῆς δόξης ἐκείνης ὁρᾷν, καὶ ἤλγησαν ἂν ὡς παροφθέντες.  Εἰ γὰρ καὶ σωματικώτερον τοῦτο ἐδείκνυ,  ἀλλ' ὅμως πολλὴν  ἐπιθυμίαν  τὸ πρᾶγμα εἶχε. Τί δήποτε οὖν καὶ προλέγει; Ἵνα εὐμαθέστεροι περὶ τὴν θεωρίαν γένωνται, ἀφ' ὧν προεῖπε, καὶ σφοδροτέρας  ἐν  τῷ  τῶν   ἡμερῶν  ἀριθμῷ  τῆς  ἐπιθυμίας   ἐμπλησθέντες,  οὕτω νηφούσῃ καὶ μεμεριμνημένῃ τῇ διανοίᾳ παραγένωνται. Τίνος δὲ ἕνεκεν καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς μέσον ἄγει; Πολλὰς ἂν ἔχοι τις εἰπεῖν αἰτίας· καὶ πρώτην μὲν ταύτην, ὅτι ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν ἀρχαίων προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα τὸ μέσον καὶ ἐντεῦθεν ἴδωσι τῶν δούλων καὶ τοῦ ∆εσπότου, καὶ ὅτι καλῶς ἐπῃνέθη Πέτρος ὁμολογήσας αὐτὸν Υἱὸν Θεοῦ. Μετ' ἐκείνην δὲ καὶ ἑτέραν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν  τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ· καὶ πάλιν, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ  βλασφημίας,  καὶ  ὅτι  ἄνθρωπος  ὢν  ποιεῖς  σεαυτὸν  Θεόν· ἵνα  δειχθῇ  ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν ἀνεύθυνος, καὶ οὔτε νόμου παράβασις τὸ γινόμενον,  οὔτε δόξης σφετερισμὸς τῆς μὴ προσηκούσης τὸ λέγειν ἑαυτὸν ἴσον τῷ Πατρὶ, τοὺς ἐν ἑκατέρῳ λάμψαντας  τούτων εἰς μέσον ἄγει. Καὶ γὰρ Μωϋσῆς τὸν νόμον ἔδωκε, καὶ ἠδύναντο λογίσασθαι Ἰουδαῖοι, ὅτι οὐκ ἂν περιεῖδε πατούμενον  αὐτὸν, ὡς ἐνόμιζον, οὐδ' ἂν τὸν παραβαίνοντα αὐτὸν καὶ τῷ τεθεικότι πολέμιον ὄντα ἐθεράπευσεν ἄν. Καὶ Ἠλίας δὲ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ ἐζήλωσε, καὶ οὐκ ἂν, εἰ ἀντίθεος ἦν, καὶ Θεὸν ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ Πατρὶ, μὴ ὢν ὅπερ ἔλεγε, μηδὲ προσηκόντως τοῦτο ποιῶν, παρέστη καὶ αὐτὸς καὶ ὑπήκουσεν. βʹ. Ἔστι δὲ καὶ ἑτέραν αἰτίαν  εἰπεῖν  μετὰ τῶν  εἰρημένων.  Ποίαν δὴ ταύτην; Ἵνα μάθωσιν, ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν ἔχει, καὶ τῶν ἄνω καὶ τῶν κάτω  κρατεῖ.  ∆ιὰ  τοῦτο  καὶ  τὸν  τετελευτηκότα,  καὶ  τὸν  οὐδέπω  τοῦτο παθόντα εἰς μέσον ἄγει. Τὴν δὲ πέμπτην  αἰτίαν  (πέμπτη γὰρ αὕτη ἐστὶ πρὸς ταῖς εἰρημέναις)  καὶ  αὐτὸς  ὁ  εὐαγγελιστὴς  ἀπεκάλυψε.  Τίς  δὲ  ἦν  αὕτη;  ∆εῖξαι  τοῦ σταυροῦ τὴν δόξαν, καὶ παραμυθήσασθαι τὸν Πέτρον καὶ ἐκείνους  δεδοικότας τὸ πάθος, καὶ ἀναστῆσαι αὐτῶν  τὰ φρονήματα.  Καὶ γὰρ παραγενόμενοι  οὐκ ἐσίγων, ἀλλ' Ἐλάλουν, φησὶ, τὴν δόξαν, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ· τουτέστι, τὸ πάθος καὶ τὸν σταυρόν· οὕτω γὰρ αὐτὸ καλοῦσιν ἀεί. Οὐ ταύτῃ δὲ μόνον αὐτοὺς ἤλειφεν,  ἀλλὰ  καὶ αὐτῇ  τῇ  ἀρετῇ τῶν  ἀνδρῶν,  ἣν  μάλιστα  παρ' αὐτῶν  ἐζήτει. Ἐπειδὴ γὰρ εἶπεν, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,  ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω  μοι, τοὺς μυριάκις ἀποθανόντας  ὑπὲρ τῶν  τῷ Θεῷ δοκούντων  καὶ δήμου τοῦ πιστευθέντος αὐτοῖς, τούτους εἰς μέσον ἄγει. Καὶ γὰρ τούτων ἕκαστος τὴν ψυχὴν ἀπολέσας, εὗρεν αὐτήν. Καὶ γὰρ πρὸς τυράννους ἕκαστος ἐπαῤῥησιάσατο· ὁ μὲν πρὸς τὸν Αἰγύπτιον, ὁ δὲ πρὸς τὸν Ἀχαάβ· καὶ ὑπὲρ ἀγνωμόνων  ἀνθρώπων  καὶ ἀπειθῶν·  καὶ ὑπ' αὐτῶν  τῶν  παρ' αὐτῶν  σωζομένων  εἰς τὸν  περὶ τῶν  ἐσχάτων ἤχθησαν κίνδυνον· καὶ ἕκαστος αὐτῶν εἰδωλολατρείας ἀπαλλάξαι βουλόμενος, καὶ ἕκαστος αὐτῶν ἰδιώτης ὤν· ὁ μὲν γὰρ βραδύγλωσσος καὶ ἰσχνόφωνος, ὁ δὲ καὶ αὐτὸς ἀγροικότερον διακείμενος· καὶ ἀκτημοσύνης δὲ πολλὴ παρ'  ἑκατέρων ἡ ἀκρίβεια· οὔτε γὰρ Μωϋσῆς τι ἐκέκτητο, οὔτε Ἠλίας τι εἶχε πλέον τῆς μηλωτῆς· καὶ ταῦτα ἐν τῇ Παλαιᾷ, καὶ οὐδὲ χάριν τοσαύτην λαβόντες σημείων. Εἰ γὰρ καὶ θάλατταν ἔσχισε Μωϋσῆς, ἀλλὰ  Πέτρος ἐπὶ τῆς ὑγρᾶς ἐβάδισε, καὶ ὄρη μεταθεῖναι  ἱκανὸς ἦν, καὶ νοσήματα σωμάτων διώρθου παντοδαπὰ, καὶ δαίμονας ἤλαυνεν  ἀγρίους, καὶ σκιᾷ σώματος τὰ μεγάλα ἐκεῖνα ἐθαυματούργει τεράστια, καὶ τὴν οἰκουμένην μετέστησεν ἅπασαν. Εἰ δὲ καὶ Ἠλίας νεκρὸν ἀνέστησεν, ἀλλ' οὗτοι μυρίους, καὶ ταῦτα μηδέπω Πνεύματος καταξιωθέντες.  Ἄγει  τοίνυν  καὶ διὰ τοῦτο  εἰς μέσον. Ἠβούλετο γὰρ αὐτοὺς τὸ δημαγωγικὸν  τὸ ἐκείνων  ζηλῶσαι, καὶ τὸ εὔτονον, καὶ τὸ ἀκαμπές· καὶ γενέσθαι ἐπιεικεῖς κατὰ Μωϋσέα, καὶ ζηλωτὰς κατὰ τὸν Ἠλίαν, καὶ κηδεμονικοὺς ὁμοίως. Ὁ μὲν γὰρ λιμὸν τριῶν ἐτῶν ἤνεγκε διὰ τὸν δῆμον τὸν Ἰουδαϊκόν· ὁ δὲ ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Τούτων  δὲ ἁπάντων  ἀνεμίμνησκε  διὰ τῆς  ὄψεως.  Καὶ γὰρ ἐν  δόξῃ αὐτοὺς ἤγαγεν, οὐχ ἵνα μέχρι τούτων στῶσιν, ἀλλ' ἵνα καὶ ὑπερβῶσι τὰ σκάμματα. Ὅτε γοῦν εἶπον, Εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσαν Ἠλία ὡς τοῦτο πεποιηκότος, φησίν· Οὐκ οἴδατε ποίου πνεύματός  ἐστε· εἰς ἀνεξικακίαν αὐτοὺς  ἀλείφων  διὰ  τῆς  κατὰ  τὸ χάρισμα διαφορᾶς.  Καὶ μή τις  ἡμᾶς νομιζέτω καταγινώσκειν  Ἠλίου, ὡς ἀτελοῦς· οὐ τοῦτό φαμεν· καὶ γὰρ σφόδρα τέλειος ἦν· ἀλλ' ἐν τοῖς καιροῖς τοῖς ἑαυτοῦ, ὅτε παιδικωτέρα ἡ τῶν ἀνθρώπων διάνοια ἦν, καὶ ταύτης ἐδέοντο τῆς παιδαγωγίας.  Ἐπεὶ καὶ Μωϋσῆς κατὰ τοῦτο τέλειος  ἦν· ἀλλ' ὅμως  κἀκείνου  πλέον  ἀπαιτοῦνται  οὗτοι. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ γὰρ εἰς Αἴγυπτον εἰσῄεσαν, ἀλλ' εἰς τὴν οἰκουμένην  ἅπασαν, χαλεπώτερον   Αἰγυπτίων  διακειμένην·  οὐδὲ  τῷ  Φαραὼ  διαλεξόμενοι,  ἀλλὰ  τῷ διαβόλῳ  πυκτεύσοντες,  αὐτῷ  τῷ  τῆς  κακίας  τυράννῳ.  Καὶ γὰρ ἀγὼν  ἦν αὐτοῖς, κἀκεῖνον δῆσαι, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι πάντα· καὶ ταῦτα ἐποίουν οὐ θάλατταν  ῥηγνύντες,  ἀλλὰ  βυθὸν  ἀσεβείας διὰ  τῆς  ῥάβδου τῆς  Ἰεσσαὶ, πολλῷ χαλεπώτερα  κύματα  ἔχοντα.  Ὅρα γοῦν  πόσα ἐφόβει  τοὺς  ἀνθρώπους·  θάνατος, πενία, ἀδοξία, τὰ μυρία πάθη· καὶ μᾶλλον ταῦτα ἔτρεμον, ἢ τὸ πέλαγος τότε ἐκεῖνο οἱ Ἰουδαῖοι. Ἀλλ' ὅμως ἁπάντων τούτων ἔπεισεν αὐτοὺς κατατολμῆσαι, καὶ ὥσπερ διὰ ξηρᾶς διαβῆναι  μετὰ ἀσφαλείας  ἁπάσης. Πρὸς ταῦτα  τοίνυν  ἅπαντα  αὐτοὺς ἀλείφων,  παρῆγε τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας. Τί οὖν ὁ Πέτρος ὁ θερμός; Καλόν ἐστιν  ἡμᾶς  ὧδε  εἶναι.  Ἐπειδὴ  γὰρ  ἤκουσεν,  ὅτι  δεῖ  αὐτὸν  εἰς  τὰ  Ἱεροσόλυμα ἀπελθεῖν καὶ παθεῖν, δεδοικὼς ἔτι καὶ τρέμων ὑπὲρ αὐτοῦ καὶ μετὰ τὴν ἐπιτίμησιν, προσελθεῖν μὲν καὶ εἰπεῖν τὸ αὐτὸ τοῦτο πάλιν οὐ τολμᾷ, ὅτι Ἵλεώς σοι, ἀπὸ δὲ τοῦ φόβου ἐκείνου τὰ αὐτὰ πάλιν αἰνίττεται δι' ἑτέρων ῥημάτων. Ἐπειδὴ γὰρ εἶδεν ὄρος καὶ πολλὴν τὴν ἀναχώρησιν καὶ τὴν ἐρημίαν, ἐνενόησεν ὅτι ἔχει πολλὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ τόπου· οὐ μόνον δὲ τὴν ἀπὸ τοῦ τόπου, ἀλλὰ καὶ τοῦ μηκέτι ἀπελθεῖν αὐτὸν εἰς τὰ Ἱεροσόλυμα· βούλεται γὰρ αὐτὸν ἐκεῖ εἶναι διηνεκῶς· διὸ καὶ σκηνῶν μέμνηται. Εἰ γὰρ τοῦτο γένοιτο, φησὶν, οὐκ ἀναβησόμεθα εἰς τὰ Ἱεροσόλυμα· εἰ δὲ μὴ ἀναβαίημεν,  οὐκ ἀποθανεῖται·  ἐκεῖ γὰρ ἔφη  τοὺς  γραμματεῖς  ἐπιθήσεσθαι αὐτῷ. Ἀλλ' οὕτω μὲν οὐκ ἐτόλμησεν εἰπεῖν· ταῦτα δὲ βουλόμενος κατασκευάσαι, ἔλεγεν ἐν ἀσφαλείᾳ· Καλόν ἐστιν ἐνταῦθα εἶναι, ἔνθα καὶ Μωϋσῆς πάρεστι καὶ Ἠλίας. Ἠλίας ὁ ἐπὶ τοῦ ὄρους πῦρ κατενεγκὼν, καὶ Μωϋσῆς ὁ εἰς τὸν γνόφον, εἰσελθὼν, καὶ τῷ Θεῷ διαλεχθείς·  καὶ οὐδεὶς οὐδὲ εἴσεται ἔνθα ἐσμέν. γʹ. Εἶδες τὸν θερμὸν ἐραστὴν τοῦ Χριστοῦ; Μὴ γὰρ δὴ τοῦτο ζήτει, ὅτι οὐκ ἦν ἐξητασμένος ὁ τρόπος τῆς παρακλήσεως, ἀλλὰ  πῶς  θερμὸς ἦν, πῶς  περιεκαίετο  τοῦ   Χριστοῦ. Ὅτι γὰρ οὐχ  ὑπὲρ ἑαυτοῦ τοσοῦτον τρέμων ταῦτα ἔλεγεν, ἡνίκα αὐτοῦ τὸν ἐσόμενον προεμήνυε θάνατον καὶ τὴν ἔφοδον, ἄκουσον τί φησι· Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. Ὅρα δὲ πῶς καὶ ἐν μέσοις αὐτοῖς τοῖς κινδύνοις παρεβουλεύετο. Τοσούτου γοῦν περιεστῶτος δήμου, οὐ μόνον οὐκ ἔφυγεν, ἀλλὰ καὶ τὴν μάχαιραν σπασάμενος, τὸ ὠτίον ἀπέκοψε τοῦ δούλου τοῦ ἀρχιερέως. Οὕτως οὐ τὸ   καθ'   ἑαυτὸν   ἐσκόπει,  ἀλλ'   ὑπὲρ   τοῦ   ∆ιδασκάλου  ἔτρεμεν.   Εἶτα  ἐπειδὴ ἀποφαντικῶς  ἐφθέγξατο, ἐπιλαμβάνεται ἑαυτοῦ, καὶ ἐννοήσας μὴ πάλιν ἐπιτιμηθῇ, φησίν· Εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνὰς, σοὶ μίαν, καὶ Μωϋσῇ μίαν, καὶ Ἡλίᾳ μίαν. Τί λέγεις, ὦ Πέτρε; Οὐ πρὸ μικροῦ τῶν δούλων αὐτὸν ἀπήλλαξας; Πάλιν μετὰ τῶν δούλων αὐτὸν ἀριθμεῖς; Εἶδες πῶς σφόδρα ἀτελεῖς ἦσαν πρὸ τοῦ σταυροῦ; Εἰ γὰρ καὶ ἀπεκάλυψεν αὐτῷ ὁ Πατὴρ, ἀλλ' οὐ διηνεκῶς κατεῖχε τὴν ἀποκάλυψιν, ἀλλ' ὑπὸ τῆς ἀγωνίας ἐταράχθη, οὐχὶ ταύτης ἧς εἶπον μόνης, ἀλλὰ καὶ ἑτέρας, τῆς ἀπὸ τῆς ὄψεως ἐκείνης. Οἱ γοῦν ἕτεροι εὐαγγελισταὶ τοῦτο δηλοῦντες, καὶ τὸ συγκεχυμένον αὐτοῦ τῆς γνώμης, μεθ' ἧς ταῦτα ἐφθέγγετο, ἀπὸ τῆς ἀγωνίας ἐκείνης δεικνύντες  γεγενῆσθαι, ἔλεγον· ὁ μὲν Μάρκος, ὅτι Οὐ γὰρ ᾔδει τί λαλήσει· ἔκφοβοι  γὰρ  ἐγένοντο·  ὁ  δὲ  Λουκᾶς μετὰ  τὸ  εἰπεῖν,  Τρεῖς  σκηνὰς  ποιήσωμεν, ἐπήγαγεν, ὅτι Μὴ εἰδὼς ὃ λέγει. Εἶτα δηλῶν ὅτι πολλῷ κατείχετο φόβῳ, καὶ αὐτὸς καὶ οἱ λοιποὶ, φησί· Βεβαρημένοι ἦσαν ὕπνῳ· καὶ διαγρηγορήσαντες εἶδον τὴν δόξαν αὐτοῦ· ὕπνον ἐνταῦθα καλῶν τὸν πολὺν κάρον τὸν ἀπὸ τῆς ὄψεως ἐκείνης αὐτοῖς ἐγγινόμενον.  Καθάπερ γὰρ ὀφθαλμοὶ  ἐξ ὑπερβαλλούσης λαμπηδόνος  σκοτοῦνται, οὕτω καὶ τότε ἔπαθον. Οὐ γὰρ δὴ νὺξ ἦν, ἀλλ' ἡμέρα· καὶ τὸ τῆς αὐγῆς ὑπέρογκον ἐβάρει τῶν  ὀφθαλμῶν  τὴν  ἀσθένειαν. Τί οὖν; Αὐτὸς μὲν οὐδὲν  φθέγγεται,  οὐδὲ Μωϋσῆς, οὐδὲ Ἠλίας· ὁ δὲ πάντων  μείζων  καὶ ἀξιοπιστότερος, ὁ Πατὴρ, φωνὴν ἀφίησιν ἐκ τῆς νεφέλης. ∆ιὰ τί ἐκ τῆς νεφέλης; Οὕτως ἀεὶ φαίνεται ὁ Θεός. Νεφέλη γὰρ καὶ γνόφος κύκλῳ αὐτοῦ· καὶ, Κάθηται ἐπὶ νεφέλης κούφης· καὶ πάλιν, Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ· καὶ, Νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ, Ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἐπὶ τῶν νεφελῶν. Ἵν' οὖν πιστεύσωσιν, ὅτι παρὰ τοῦ Θεοῦ ἡ φωνὴ φέρεται, ἐκεῖθεν ἔρχεται. Καὶ ἡ νεφέλη φωτεινή. Ἔτι γὰρ αὐτοῦ λαλοῦντος, ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς. Καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Ὅταν μὲν γὰρ ἀπειλῇ, σκοτεινὴν δείκνυσιν, ὥσπερ ἐν τῷ Σινᾶ· Εἰσῆλθε γὰρ, φησὶν, εἰς τὴν νεφέλην καὶ εἰς τὸν γνόφον ὁ Μωϋσῆς, καὶ ὡς ἀτμὶς, οὕτως ἐφέρετο ὁ καπνός· καὶ ὁ Προφήτης φησὶ περὶ τῆς ἀπειλῆς αὐτοῦ διαλεγόμενος· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· ἐνταῦθα δὲ, ἐπειδὴ οὐ φοβῆσαι ἐβούλετο, ἀλλὰ διδάξαι, νεφέλη φωτεινή. Καὶ ὁ  μὲν  Πέτρος ἔλεγε,  Ποιήσωμεν  τρεῖς  σκηνάς·  αὐτὸς  δὲ  ἀχειροποίητον  ἔδειξε σκηνήν. ∆ιὰ τοῦτο ἐκεῖ μὲν καπνὸς καὶ ἀτμὶς καμίνου· ἐνταῦθα δὲ φῶς ἄφατον καὶ φωνή.  Εἶτα ἵνα δειχθῇ, ὅτι οὐ περὶ ἑνὸς ἁπλῶς τῶν  τριῶν  ἐλέχθη ἀλλὰ περὶ τοῦ Χριστοῦ μόνον, ὅτε ἡ φωνὴ ἠνέχθη, ἐκποδὼν ἐγένοντο ἐκεῖνοι. Οὐδὲ γὰρ ἂν εἰ περί τινος αὐτῶν  ἐλέγετο ἁπλῶς, οὗτος ἔμεινεν ἂν μόνος, ἀποσχισθέντων τῶν δύο. Τί οὖν οὐχὶ καὶ ἡ νεφέλη τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἀλλὰ ἅπαντας; Εἰ τὸν Χριστὸν μόνον ἀπέλαβεν, ἐνομίσθη ἂν αὐτὸς ἀφεῖναι  τὴν φωνήν.  ∆ιὸ καὶ ὁ εὐαγγελιστὴς τοῦτο αὐτὸ ἀσφαλιζόμενος, φησὶν, ὅτι ἐκ τῆς νεφέλης ἦν ἡ φωνὴ, τουτέστιν, ἐκ τοῦ Θεοῦ. Καὶ τί φησιν ἡ φωνή; Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ ἀγαπητὸς, μὴ φοβοῦ, Πέτρε. Ἔδει μὲν γάρ σε καὶ τὴν δύναμιν  αὐτοῦ ἤδη εἰδέναι, καὶ πεπληροφορῆσθαι περὶ τῆς ἀναστάσεως· ἐπειδὴ δὲ ἀγνοεῖς, κἂν ἀπὸ τῆς φωνῆς τοῦ Πατρὸς θάῤῥησον. Εἰ γὰρ δυνατὸς ὁ Θεὸς, ὥσπερ οὖν καὶ δυνατὸς, εὔδηλον ὅτι καὶ ὁ Υἱὸς ὁμοίως. Μὴ τοίνυν δέδιθι τὰ δεινά. Εἰ δὲ οὐδέπω τοῦτο καταδέχῃ, κἂν ἐκεῖνο λογίζου, ὅτι καὶ Υἱὸς, καὶ φιλεῖται. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱός μου ὁ ἀγαπητός. Εἰ δὲ φιλεῖται,  μὴ φοβοῦ. Οὐδεὶς γὰρ, ὃν ἀγαπᾷ, προΐεται. Μὴ τοίνυν  θορυβοῦ· κἂν μυριάκις αὐτὸν φιλῇς, οὐ φιλεῖς αὐτὸν τοῦ γεγεννηκότος  ἴσον. Ἐν ᾧ εὐδόκησα. Οὐ γὰρ  ἐπειδὴ  ἐγέννησε  μόνον,  φιλεῖ,  ἀλλ'  ἐπειδὴ  καὶ  ἴσος αὐτῷ  κατὰ  πάντα  καὶ ὁμογνώμων ἐστίν. Ὥστε διπλοῦν τὸ φίλτρον, μᾶλλον δὲ καὶ τριπλοῦν· ἐπειδὴ Υἱὸς, ἐπειδὴ ἀγαπητὸς, ἐπειδὴ ἐν αὐτῷ εὐδόκησε. Τί δέ ἐστιν, Ἐν ᾧ εὐδόκησα; Ὡσανεὶ ἔλεγεν, Ἐν ᾧ ἀναπαύομαι, ᾧ ἀρέσκομαι· διὰ τὸ κατὰ πάντα ἐξισῶσθαι πρὸς αὐτὸν μετὰ ἀκριβείας,  καὶ βούλημα ἓν ἐν αὐτῷ εἶναι καὶ τῷ Πατρὶ, καὶ μένοντα Υἱὸν κατὰ πάντα ἓν εἶναι πρὸς τὸν γεγεννηκότα. Αὐτοῦ ἀκούετε. Ὥστε κἂν σταυρωθῆναι βουληθῇ,  μὴ ἀντιπέσῃς.  Καὶ ἀκούσαντες  ἔπεσον ἐπὶ  πρόσωπον, καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν  ὁ  Ἰησοῦς  ἥψατο  αὐτῶν,  καὶ  εἶπεν·  Ἐγέρθητε,  καὶ  μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς  αὐτῶν,  οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.  δʹ. Πῶς ταῦτα  ἀκούσαντες κατεπλάγησαν;  Καίτοι καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη, καὶ ὄχλος παρῆν, καὶ οὐδεὶς οὐδὲν τοιοῦτον ἔπαθε· καὶ μετὰ ταῦτα πάλιν, ὅτε καὶ βροντὴν ἔλεγον γεγονέναι· ἀλλ' οὐδὲ τότε τοιοῦτον οὐδὲν ὑπέμειναν. Πῶς οὖν ἐν τῷ ὄρει ἔπεσον; Ὅτι καὶ ἐρημία καὶ ὕψος καὶ ἡσυχία ἦν πολλὴ,   καὶ   μεταμόρφωσις   φρίκης   γέμουσα,  καὶ   φῶς   ἄκρατον,   καὶ   νεφέλη ἐκτεταμένη· ἅπερ ἅπαντα εἰς πολλὴν  ἀγωνίαν  αὐτοὺς ἐνέβαλε. Καὶ πανταχόθεν  ἡ ἔκπληξις συνήγετο, καὶ ἔπεσον φοβηθέντες τε ὁμοῦ καὶ προσκυνοῦντες. Ὥστε δὲ μὴ ἐπιπολὺ  τὸ δέος μεῖναν  ἐκβαλεῖν  αὐτῶν  τὴν μνήμην,  εὐθέως  ἔλυσεν αὐτῶν  τὴν ἀγωνίαν, καὶ ὁρᾶται αὐτὸς μόνος, καὶ ἐντέλλεται αὐτοῖς μηδενὶ τοῦτο εἰπεῖν, ἕως ἂν ἐκ νεκρῶν  ἀναστῇ. Καταβαινόντων  γὰρ αὐτῶν  ἐκ τοῦ ὄρους, ἐνετείλατο  αὐτοῖς μηδενὶ εἰπεῖν τὸ ὅραμα, ἕως ἂν ἐκ νεκρῶν ἀναστῇ. Ὅσῳ γὰρ μείζονα ἐλέγετο περὶ αὐτοῦ, τοσούτῳ δυσπαραδεκτότερα ἦν τοῖς πολλοῖς τότε· καὶ τὸ σκάνδαλον δὲ τὸ ἀπὸ τοῦ σταυροῦ ἐπετείνετο  μᾶλλον  ἐντεῦθεν.  ∆ιὰ τοῦτο κελεύει  σιγᾷν, καὶ οὐχ ἁπλῶς,  ἀλλὰ  πάλιν  τοῦ  πάθους  ἀναμιμνήσκων,  καὶ  μόνον  οὐχὶ  καὶ  τὴν  αἰτίαν λέγων,  δι'  ἣν καὶ σιγᾷν ἐκέλευσεν. Οὐ γὰρ δὴ διαπαντὸς  ἐκέλευσε μηδενὶ εἰπεῖν, ἀλλ' ἕως  ἂν  ἀναστῇ ἐκ νεκρῶν.  Καὶ τὸ δυσχερὲς σιγήσας, τὸ χρηστὸν ἐμφαίνει μόνον. Τί οὖν; μετὰ ταῦτα οὐκ ἔμελλον σκανδαλίζεσθαι; Οὐδαμῶς. Τὸ γὰρ ζητούμενον   ὁ  πρὸ  τοῦ  σταυροῦ  καιρὸς  ἦν.  Μετὰ  γὰρ  ταῦτα  καὶ  Πνεύματος κατηξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν  συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον λοιπὸν εὐπαράδεκτα ἦν, σάλπιγγος λαμπρότερον τῶν πραγμάτων ἀνακηρυττόντων  αὐτοῦ τὴν ἰσχὺν, καὶ οὐδενὸς σκανδάλου τοιούτου μεσολαβοῦντος τὰ γινόμενα. Οὐδὲν ἄρα τῶν ἀποστόλων μακαριώτερον, καὶ μάλιστα τῶν τριῶν, οἳ καὶ ἐν τῇ νεφέλῃ ὁμωρόφιοι γενέσθαι κατηξιώθησαν τῷ ∆εσπότῃ. Ἀλλ' ἂν θέλωμεν, ὀψόμεθα καὶ ἡμεῖς τὸν Χριστόν· οὐχ οὕτως ὡς ἐκεῖνοι τότε ἐν τῷ ὄρει, ἀλλὰ πολλῷ λαμπρότερον. Οὐ γὰρ οὕτως ὕστερον ἥξει. Τότε μὲν γὰρ τῶν μαθητῶν φειδόμενος, τοσοῦτον παρήνοιξε μόνον τῆς λαμπρότητος, ὅσον ἠδύναντο  ἐνεγκεῖν· ὕστερον δὲ ἐν αὐτῇ τοῦ Πατρὸς τῇ δόξῃ ἥξει, οὐ μετὰ Μωϋσέως καὶ Ἠλία μόνον, ἀλλὰ μετὰ τῆς ἀπείρου τῶν  ἀγγέλων  στρατιᾶς, μετὰ τῶν  ἀρχαγγέλων,  μετὰ τῶν  Χερουβὶμ, μετὰ τῶν  δήμων  τῶν  ἀπείρων  ἐκείνων·  οὐ νεφέλης  γινομένης  ὑπεράνω  τῆς κεφαλῆς αὐτοῦ, ἀλλὰ καὶ αὐτοῦ συστελλομένου τοῦ οὐρανοῦ. Καθάπερ γὰρ τοὺς δικαστὰς, ὅταν  δημοσίᾳ κρίνωσι,  τὰ  παραπετάσματα  συνελκύσαντες  οἱ  παρεστῶτες  πᾶσιν αὐτοὺς δεικνύουσιν· οὕτω δὴ καὶ τότε καθήμενον αὐτὸν ἅπαντες ὄψονται, καὶ πᾶσα ἡ ἀνθρωπίνη παραστήσεται φύσις, καὶ αὐτὸς αὐτοῖς δι' ἑαυτοῦ ἀποκρίνεται· καὶ τοῖς μὲν ἐρεῖ· ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· τοῖς δὲ ἐρεῖ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω.  Καὶ  ἐναντία   δὲ  ψηφιζόμενος,   τοῖς   μὲν   ἀποκρίνεται,   ὅτι Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον  τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· τοῖς δὲ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Καὶ τοὺς μὲν διχοτομήσει, καὶ παραδώσει τοῖς βασανισταῖς· τοὺς δὲ κελεύσει δεθέντας χεῖρας καὶ πόδας εἰς τὸ σκότος ἐκβληθῆναι τὸ ἐξώτερον. Καὶ μετὰ τὴν ἀξίνην ἡ κάμινος διαδέξεται, καὶ τὰ ἀπὸ τῆς σαγήνης  ῥιπτούμενα  ἐκεῖ  ἐμπεσεῖται. Τότε οἱ  δίκαιοι  ἐκλάμψουσιν  ὡς  ὁ ἥλιος· μᾶλλον δὲ πλέον ἢ ὁ ἥλιος. Τοσοῦτον δὲ εἴρηται, οὐκ ἐπειδὴ τοσοῦτον αὐτῶν μόνον ἔσται τὸ φῶς· ἀλλ' ἐπειδὴ τοῦ ἄστρου τούτου φαιδρότερον οὐκ ἴσμεν ἕτερον, ἀπὸ τοῦ γνωρίμου παραστῆσαι ἠβουλήθη τὴν μέλλουσαν λαμπηδόνα  τῶν ἁγίων. Ἐπεὶ καὶ ἐν τῷ ὄρει εἰπὼν, ὅτι Ἔλαμψεν ὡς ὁ ἥλιος, διὰ τὴν αὐτὴν αἰτίαν οὕτως εἴρηκεν. Ὅτι γὰρ τοῦ ὑποδείγματος μεῖζον ἦν τὸ φῶς, ἔδειξαν οἱ μαθηταὶ πεσόντες. Εἰ δὲ μὴ ἄκρατον  ἦν  τὸ  φῶς,  ἀλλὰ  τῷ  ἡλίῳ  σύμμετρον,  οὐκ  ἂν  ἔπεσον, ἀλλ'  εὐκόλως ἤνεγκαν ἄν. Οἱ μὲν οὖν δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, καὶ ὑπὲρ τὸν ἥλιον τότε· οἱ δὲ ἁμαρτωλοὶ τὰ ἔσχατα πείσονται. Τότε οὐχ ὑπομνημάτων δεήσει, οὐκ ἐλέγχων, οὐ μαρτύρων· πάντα γὰρ αὐτός ἐστιν ὁ δικάζων, καὶ μάρτυς, καὶ ἔλεγχος, καὶ κριτής. Πάντα γὰρ οἶδε σαφῶς· Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Οὐ πλούσιος, οὐ πένης, οὐ δυνάστης, οὐκ ἀσθενὴς, οὐ σοφὸς, οὐκ ἄσοφος, οὐ δοῦλος, οὐκ ἐλεύθερος οὐδεὶς ἐκεῖ φανεῖται, ἀλλὰ τῶν προσωπείων τούτων συντριβέντων ἡ τῶν  ἔργων ἐξέτασις ἔσται μόνη. Εἰ γὰρ ἐν τοῖς δικαστηρίοις ὅταν τυραννίδος  τις κρίνηται  ἢ  φόνου,  ὅπερ  ἂν  ᾗ,  κἂν  ὕπαρχος,  κἂν  ὕπατος,  κἂν  ὁτιοῦν,  πάντα ἀφίπταται τὰ ἀξιώματα, καὶ ὁ ἁλοὺς τὴν ἐσχάτην δίδωσι δίκην· πολλῷ μᾶλλον ἐκεῖ τοῦτο  ἔσται.  εʹ.  Ἵν'  οὖν   μὴ  γένηται   τοῦτο,  ἀποθώμεθα   τὰ  ῥυπαρὰ  ἱμάτια, ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτὸς, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ ἡμᾶς. Τί γὰρ καὶ φορτικὸν τῶν ἐπιταγμάτων; τί δὲ οὐ ῥᾴδιον; Ἄκουσον γοῦν τοῦ προφήτου λέγοντος, καὶ τότε εἴσῃ τὴν εὐκολίαν. Οὐδὲ ἐὰν κάμψῃς ὡς κλοιὸν  τὸν τράχηλόν  σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδὲ οὕτω καλέσεις νηστείαν  δεκτήν·  ἀλλὰ  λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Ὅρα σοφίαν προφήτου.  Θεὶς  γὰρ  φορτικὰ  πρότερον  καὶ  ἀνελὼν,   ἀπὸ  τῶν  εὐκόλων   ἀξιοῖ σώζεσθαι, δεικνὺς  ὅτι  ὁ Θεὸς οὐ πόνων  δεῖται,  ἀλλ' ὑπακοῆς.  Εἶτα δεικνὺς  ὅτι εὔκολον μὲν ἡ ἀρετὴ, βαρὺ δὲ καὶ φορτικὸν  ἡ κακία, ἀπὸ τῶν ὀνομάτων  γυμνῶν τοῦτο κατασκευάζει. Ἡ μὲν γὰρ κακία σύνδεσμος καὶ στραγγαλιὰ, φησίν· ἡ δὲ ἀρετὴ τούτων ἁπάντων ἀπαλλαγὴ καὶ διάλυσις. Πᾶσαν συγγραφὴν ἄδικον διάσπα· τὰ τῶν τόκων  γραμματεῖα, τὰ τῶν  δανεισμάτων  οὕτω καλῶν.  Ἀπόλυε τεθραυσμένους ἐν ἀφέσει· τοὺς τεταλαιπωρημένους. Τοιοῦτον γὰρ ὁ χρεώστης· ὅταν ἴδῃ τὸν δανειστὴν, κλᾶται αὐτοῦ ἡ διάνοια, καὶ θηρίου μᾶλλον αὐτὸν δέδοικε. Πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων  τοῦ σπέρματός σου οὐκ ὑπερόψει. Ἐν μὲν οὖν τῇ πρώην ἡμῖν γενομένῃ διαλέξει τὰ ἔπαθλα διηγούμενοι, τὸν πλοῦτον ἐδείκνυμεν τὸν ἐκ τούτων· νυνὶ δὲ ἴδωμεν εἴ τι τῶν ἐπιταγμάτων  ἐστὶ δύσκολον, καὶ τὴν ἡμετέραν ὑπερβαῖνον φύσιν. Ἀλλ' οὐδὲν τοιοῦτον   εὑρήσομεν,  ἀλλὰ  τοὐναντίον   ἅπαν,  ταῦτα  μὲν  πολλὴν   ἔχοντα   τὴν εὐκολίαν, τὰ δὲ τῆς κακίας πολὺν τὸν ἱδρῶτα. Τί γὰρ δυσκολώτερον τοῦ δανείζειν, καὶ ὑπὲρ τόκων καὶ συναλλαγμάτων φροντίζειν, καὶ ἐγγύας ἀπαιτεῖν, καὶ δεδοικέναι καὶ τρέμειν ὑπὲρ ἐνεχύρων, ὑπὲρ τοῦ κεφαλαίου, ὑπὲρ τῶν γραμματείων, ὑπὲρ τῶν τόκων, ὑπὲρ τῶν  ἐγγυωμένων;  Τοιαῦτα γὰρ τὰ βιωτικά. Αὕτη γὰρ ἡ δοκοῦσα καὶ ἐπινοουμένη ἀσφάλεια πάντων ἐστὶ σαθροτέρα καὶ ὕποπτος· τὸ δὲ ἐλεεῖν ῥᾴδιον, καὶ πάσης   ἀπαλλάττον    φροντίδος.   Μὴ   τοίνυν   πραγματευώμεθα   τὰς   ἀλλοτρίας συμφορὰς, μηδὲ καπηλεύωμεν τὴν φιλανθρωπίαν.  Καὶ οἶδα μὲν, ὅτι πολλοὶ τούτων ἀηδῶς ἀκούουσι τῶν λόγων· ἀλλὰ τί τὸ κέρδος τῆς σιγῆς; Κἂν γὰρ σιγάσω, καὶ μηδὲν ἐνοχλήσω διὰ ῥημάτων, ἀδύνατον  διὰ τῆς σιγῆς ταύτης ἀπαλλάξαι τῆς κολάσεως ὑμᾶς, ἀλλὰ καὶ τοὐναντίον  ἅπαν ἐντεῦθεν γίνεται· ἐπιτείνεται τὰ τῆς τιμωρίας, καὶ οὐχ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐμοὶ προξενεῖ τὴν κόλασιν ἡ τοιαύτη σιγή. Τίς οὖν ἡ τῶν ῥημάτων  χάρις, ὅταν εἰς τὰ ἔργα μὴ βοηθῇ, ἀλλὰ καὶ καταβλάπτῃ; Τί τὸ κέρδος, εὐφρᾶναι λόγῳ, καὶ λυπῆσαι πράγματι; τέρψαι τὴν ἀκοὴν, καὶ κολάσαι τὴν ψυχήν,∆ιόπερ ἀναγκαῖον  ἐνταῦθα  λυπεῖν,  ἵνα μὴ τιμωρίαν  δῶμεν  ἐκεῖ. Καὶ γὰρ δεινὸν,ἀγαπητὲ, δεινὸν καὶ πολλῆς δεόμενον θεραπείας νόσημα εἰς τὴν Ἐκκλησίαν ἐμπέπτωκεν.  Οἱ γὰρ μηδὲ ἐκ δικαίων  πόνων  θησαυρίζειν κελευόμενοι,  ἀλλὰ  τὰς οἰκίας  ἀνοίγειν   τοῖς  δεομένοις,  τὴν  ἑτέρων  καρποῦνται   πενίαν,   εὐπρόσωπον ἁρπαγὴν,  εὐπροφάσιστον  πλεονεξίαν   ἐπινοοῦντες.  Μὴ γάρ  μοι  λέγε  τοὺς  ἔξω νόμους· ἐπεὶ καὶ ὁ τελώνης νόμον πληροῖ τὸν ἔξωθεν, ἀλλ' ὅμως κολάζεται. Ὃ καὶ ἡμεῖς πεισόμεθα, ἐὰν μὴ ἀποστῶμεν τοὺς πένητας ἐπιτρίβοντες, καὶ τῇ χρείᾳ καὶ τῇ ἀνάγκῃ ἀφορμῇ εἰς καπηλείαν  ἀναίσχυντον  ἀποχρώμενοι. ∆ιὰ γὰρ τοῦτο χρήματα ἔχεις, ἵνα λύσῃς πενίαν, οὐχ ἵνα πραγματεύσῃ πενίαν· σὺ δὲ ἐν προσχήματι παραμυθίας μείζονα ἐργάζῃ τὴν συμφορὰν, καὶ πωλεῖς  φιλανθρωπίαν  χρημάτων. Πώλησον,  οὐ  κωλύω,  ἀλλὰ  βασιλείας  οὐρανῶν.  Μὴ  μικρὰν  λάβῃς  τιμὴν  τοῦ τοσούτου κατορθώματος τόκον ἑκατοστιαῖον, ἀλλὰ τὴν ἀθάνατον ζωὴν ἐκείνην. Τί πτωχὸς εἶ, καὶ πένης καὶ μικρολόγος, ὀλίγου τὰ μεγάλα πωλῶν, χρημάτων ἀπολλυμένων,   δέον  βασιλείας  ἀεὶ  μενούσης;  Τί  τὸν  Θεὸν  ἀφεὶς,  ἀνθρώπινα κερδαίνεις κέρδη; τί τὸν πλουτοῦντα παραδραμὼν, τὸν οὐκ ἔχοντα ἐνοχλεῖς, καὶ τὸν ἀποδιδόντα καταλιπὼν, τῷ ἀγνωμονοῦντι  συμβάλλεις; Ἐκεῖνος ἐπιθυμεῖ ἀποδοῦναι· οὗτος δὲ καὶ δυσχεραίνει ἀποδιδούς. Οὗτος μόλις ἑκατοστὴν ἀποδίδωσιν· ἐκεῖνος δὲ ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον.  Οὗτος μετὰ ὕβρεων καὶ λοιδοριῶν· ἐκεῖνος μετὰ ἐπαίνων καὶ εὐφημίας. Οὗτός σοι βασκανίαν ἐγείρει· ἐκεῖνος δὲ καὶ στεφάνους σοι πλέκει. Οὗτος μόλις  ἐνταῦθα·  ἐκεῖνος  δὲ καὶ ἐκεῖ καὶ ἐνταῦθα.  Ἆρ' οὖν  οὐκ ἐσχάτης ταῦτα ἀνοίας. τὸ μηδὲ εἰδέναι κερδαίνειν; Πόσοι καὶ τὸ κεφάλαιον ἀπώλεσαν διὰ τόκους; πόσοι κινδύνοις περιέπεσον διὰ τόκους; πόσοι καὶ ἑαυτοὺς καὶ ἑτέρους πενίᾳ περιέβαλον ἐσχάτῃ διὰ τὴν ἄφατον πλεονεξίαν;   ʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥδεται λαμβάνων, καὶ χάριν ἔχει τοῦ δανείσματος. Τοῦτο γὰρ διὰ τὴν σὴν ὠμότητα γίνεται. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὴν γυναῖκα ἐκδιδοὺς τοῖς βαρβάροις, αὐτὸς κατεσκεύαζεν εὐπαράδεκτον γενέσθαι τὴν ἐπιβουλήν· ἀλλ' οὐχ ἑκὼν, ἀλλὰ διὰ τὸν φόβον τοῦ Φαραώ. Οὕτω καὶ ὁ πένης, ἐπειδὴ οὐδὲ τούτου ἄξιον αὐτὸν εἶναι νομίζεις, καὶ  ὠμότητος   ἀναγκάζεται   χάριν   εἰδέναι.   Σὺ  δέ  μοι  δοκεῖς,  κἂν   κινδύνων ἀπαλλάξῃς, μισθὸν ἀπαιτεῖν τῆς ἀπαλλαγῆς ταύτης αὐτόν. Ἄπαγε, φησὶ, μὴ γένοιτο. Τί λέγεις;  Τοῦ μείζονος  ἀπαλλάττων,  οὐ βούλει  χρήματα  ἀπαιτεῖν·  ὑπὲρ δὲ τοῦ ἐλάττονος  τοσαύτην ἐπιδείκνυσαι  τὴν  ἀπανθρωπίαν;  Οὐχ ὁρᾷς ὅση τῷ πράγματι κεῖται τιμωρία; οὐκ ἀκούεις ὅτι καὶ ἐν τῇ Παλαιᾷ τοῦτο κεκώλυται; Ἀλλὰ τίς τῶν πολλῶν  ὁ λόγος; Λαβὼν τὸν τόκον, πένητι  δίδωμι, φησίν. Εὐφήμει, ἄνθρωπε· οὐ βούλεται τοιαύτας θυσίας ὁ Θεός. Μὴ σοφίζου τὸν νόμον. Βέλτιον μὴ διδόναι πένητι, ἢ ἐντεῦθεν  διδόναι· ὅτι τὸ ἐκ δικαίων  πόνων  συλλεγὲν ἀργύριον πολλάκις  ποιεῖς εἶναι παράνομον διὰ τὰ πονηρὰ γεννήματα· ὥσπερ ἂν εἴ τις νηδὺν καλὴν ἀναγκάζοι τίκτειν  σκορπίους. Καὶ τί λέγω  τὸν  τοῦ Θεοῦ νόμον; Οὐχὶ καὶ ὑμεῖς ῥύπον αὐτὸ καλεῖτε; Εἰ δὲ οἱ κερδαίνοντες τοιαῦτα ψηφίζεσθε, ἐννόησον τίνα ὁ Θεὸς περὶ ὑμῶν οἴσει τὴν  ψῆφον.  Εἰ δὲ βούλει  καὶ τοὺς ἔξωθεν  νομοθέτας  ἐρέσθαι, ἀκούσῃ ὅτι κἀκείνοις  τῆς ἐσχάτης ἀναισχυντίας  τὸ πρᾶγμα δεῖγμα εἶναι  δοκεῖ. Τοὺς γοῦν ἐν ἀξιώμασιν ὄντας, καὶ εἰς τὴν μεγάλην τελοῦντας βουλὴν, ἣν σύγκλητον καλοῦσιν, οὐ  θέμις  τοιούτοις  κέρδεσι καταισχύνεσθαι·  ἀλλὰ  νόμος  ἐστὶ  παρ'  αὐτοῖς  ὁ  τὰ τοιαῦτα ἀπαγορεύων κέρδη. Πῶς οὖν οὐκ ἄξιον φρίκης, εἰ μηδὲ τοσαύτην ἀπονέμοις τῇ  τῶν  οὐρανῶν  πολιτείᾳ  τιμὴν,  ὅσην  τῇ  βουλῇ  Ῥωμαίων  οἱ  νομοθέται·  ἀλλ' ἔλαττον  οἴσει τῆς  γῆς  ὁ οὐρανὸς,  καὶ  οὐδὲ  αὐτὴν  αἰσχύνῃ  τοῦ  πράγματος  τὴν ἀλογίαν; Τί γὰρ τούτου γένοιτ' ἂν ἀλογώτερον, ἀλλ' ἢ ὅταν τις χωρὶς γῆς καὶ ὑετοῦ καὶ  ἀρότρου βιάζηται  σπείρειν; ∆ιὰ τοῦτο  ζιζάνια  θερίζουσι τὰ  τῷ  πυρὶ παραδιδόμενα  οἱ τὴν  πονηρὰν  ταύτην  ἐπινοήσαντες  γεωργίαν.  Μὴ γὰρ οὐκ εἰσὶ δίκαιαι ἐμπορίαι πολλαί; αἱ τῶν ἀγρῶν, αἱ τῶν ποιμνίων, αἱ τῶν βουκολίων, αἱ τῶν θρεμμάτων. αἱ τῶν χειρῶν, αἱ τῆς ἐπιμελείας τῶν ὄντων; Τί μαίνῃ καὶ παραπαίεις εἰκῆ γεωργῶν ἀκάνθας; Ἀλλ' ἔχουσιν ἀποτυχίας οἱ τῆς γῆς καρποὶ, καὶ χάλαζαν καὶ ἐρυσίβην καὶ ἐπομβρίας; Ἀλλ' οὐ τοσαύτας, ὅσας οἱ τόκοι. Καὶ γὰρ ὅσα ἂν γένηται τοιαῦτα, περὶ τὴν πρόσοδον ἡ ζημία· τὸ δὲ κεφάλαιον ἕστηκεν, ὁ ἀγρός. Ἐνταῦθα δὲ πολλοὶ πολλάκις ἐν τῷ κεφαλαίῳ τὸ ναυάγιον ὑπέμειναν· καὶ πρὸ τῆς ζημίας δὲ ἐν διηνεκεῖ εἰσιν ἀθυμίᾳ. Οὐδέποτε γὰρ ἀπολαύει τῶν ὄντων  ὁ δανειστὴς, οὐδὲ εὐφραίνεται ἐπὶ τούτοις, ἀλλ' ὅταν ὁ τόκος ἐνεχθῇ, οὐ χαίρει, ὅτι πρόσοδος γέγονεν, ἀλλὰ  λυπεῖται,  ὅτι  οὐδέπω  τὸ κεφάλαιον  ἔφθασεν  ὁ τόκος· καὶ πρὶν  ἢ τέλειον τεχθῆναι   τὸ  κακὸν  γέννημα   τοῦτο,  καὶ  αὐτὸ  τίκτειν   ἀναγκάζει,  τοὺς  τόκους κεφάλαιον ποιῶν, καὶ βιαζόμενος τὰ ἄωρα καὶ ἀμβλωθρίδια προενεγκεῖν γεννήματα τῶν ἐχιδνῶν.  Τοιοῦτον γὰρ οἱ τόκοι· τῶν θηρίων ἐκείνων μᾶλλον κατεσθίουσι καὶ σπαράττουσι τὰς τῶν  ἀθλίων  ψυχάς. Τοῦτο σύνδεσμος ἀδικίας· τοῦτο στραγγαλιὰ βιαίων  συναλλαγμάτων.   ∆ίδωμι  γὰρ,  φησὶν,  οὐχ  ἵνα  λάβῃς,  ἀλλ'  ἵνα  πλείονα ἀποδῷς. Καὶ ὁ μὲν Θεὸς οὔτε τὸ διδόμενον κελεύει λαβεῖν· ∆ίδοτε γὰρ, φησὶ, παρ' ὧν οὐ  προσδοκᾶτε λαβεῖν·  σὺ δὲ  καὶ  τοῦ  διδομένου  πλέον  ἀπαιτεῖς,  καὶ  ὅπερ οὐκ ἔδωκας, τοῦτο ὡς ὀφειλόμενον  ἀναγκάζεις καταθεῖναι  τὸν εἰληφότα.  Καὶ σὺ μὲν νομίζεις τὴν οὐσίαν σοι πλεονάζειν ἐντεῦθεν· ἀντὶ δὲ τῆς οὐσίας τὸ πῦρ ἀνάπτεις τὸ ἄσβεστον. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐκκόψωμεν  τὴν πονηρὰν νηδὺν τῶν τόκων, πηρώσωμεν τὰς παρανόμους ὠδῖνας, ἀναξηράνωμεν τὴν ὀλέθριον ταύτην γαστέρα, καὶ τὰ ἀληθῆ  καὶ μεγάλα κέρδη διώκωμεν  μόνα. Τίνα δὲ ταῦτά ἐστιν; Ἄκουσον Παύλου λέγοντος, ὅτι Μέγας πορισμὸς ἡ εὐσέβεια μετὰ αὐταρκείας. Τοῦτον τοίνυν πλουτῶμεν  τὸν  πλοῦτον  μόνον,  ἵνα  καὶ ἐνταῦθα  ἀδείας ἀπολαύσωμεν,  καὶ τῶν μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


13.ΟΜΙΛΙΑ ΝΖʹ. Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν, ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;

αʹ. Οὐκ ἄρα ἀπὸ τῶν Γραφῶν τοῦτο ᾔδεσαν, ἀλλ' ἐκεῖνοι ἑαυτοὺς διεσάφουν, καὶ περιεφέρετο ὁ λόγος οὗτος ἐν τῷ ἀπείρῳ δήμῳ, καθάπερ καὶ ἐπὶ τοῦ Χριστοῦ. ∆ιὸ καὶ ἡ Σαμαρεῖτις ἔλεγε· Μεσσίας ἔρχεται· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα· καὶ αὐτοὶ ἠρώτων  τὸν Ἰωάννην·  Ἠλίας εἶ, ἢ ὁ προφήτης;  Ἐκράτει μὲνγὰρ, ὅπερ ἔφην, ὁ λόγος, καὶ ὁ περὶ τοῦ Χριστοῦ, καὶ ὁ περὶ τοῦ Ἠλία, οὐχ ὡς ἐχρῆν δὲ παρ' ἐκείνων  ἑρμηνευόμενος. Αἱ μὲν γὰρ Γραφαὶ δύο λέγουσι τοῦ Χριστοῦ παρουσίας, ταύτην τε τὴν γεγενημένην, καὶ τὴν μέλλουσαν· καὶ ταύτας δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν  ἀσέβειαν  καὶ  τὰς  κοσμικὰς ἐπιθυμίας,  σωφρόνως  καὶ  δικαίως  καὶ  εὐσεβῶς ζήσωμεν. Ἰδοὺ ἡ μία· ἄκουσον πῶς καὶ τὴν ἑτέραν δηλοῖ. Εἰπὼν γὰρ ταῦτα, ἐπήγαγε· Προσδεχόμενοι  τὴν  μακαρίαν  ἐλπίδα,  καὶ  ἐπιφάνειαν   τοῦ  μεγάλου  Θεοῦ  καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οἱ προφῆται δὲ ἑκατέρας μέμνηνται· τῆς μέντοι μιᾶς, τῆς δευτέρας, πρόδρομον λέγουσι τὸν Ἠλίαν ἔσεσθαι. Τῆς μὲν γὰρ προτέρας ἐγένετο  ὁ Ἰωάννης,  ὃν καὶ Ἠλίαν  ὁ Χριστὸς ἐκάλει· οὐκ ἐπειδὴ Ἠλίας ἦν, ἀλλ' ἐπειδὴ τὴν διακονίαν ἐπλήρου τὴν ἐκείνου. Ὥσπερ γὰρ ἐκεῖνος πρόδρομος ἔσται τῆς δευτέρας  παρουσίας, οὕτω  καὶ οὗτος  τῆς  προτέρας ἐγένετο.  Ἀλλ' οἱ γραμματεῖς ταῦτα συγχέοντες, καὶ διαστρέφοντες τὸν δῆμον, ἐκείνης ἐμνημόνευον μόνης πρὸς τὸν δῆμον, τῆς δευτέρας παρουσίας, καὶ ἔλεγον, ὅτι Εἰ οὗτός ἐστιν ὁ Χριστὸς, ἔδει τὸν Ἠλίαν προλαβεῖν. ∆ιὰ τοῦτο καὶ οἱ μαθηταὶ λέγουσι· Πῶς οἱ γραμματεῖς λέγουσιν, Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ∆ιὰ τοῦτο καὶ πρὸς τὸν Ἰωάννην πέμψαντες οἱ Φαρισαῖοι ἠρώτων·  Εἰ σὺ  εἶ  Ἠλίας;  οὐ  μνημονεύοντες   οὐδαμοῦ  τῆς  προτέρας παρουσίας. Τίς οὖν ἐστιν ἡ λύσις, ἣν ὁ Χριστὸς ἐπήγαγεν; Ὅτι Ἠλίας μὲν ἔρχεται τότε πρὸτῆς δευτέρας μου παρουσίας· καὶ νῦν  δὲ ἐλήλυθεν  Ἠλίας· τὸν Ἰωάννην οὕτω  καλῶν.  Οὗτος ἦλθεν  Ἠλίας. Εἰ δὲ τὸν  Θεσβίτην ζητοίης, ἔρχεται. ∆ιὸ καὶ ἔλεγεν· Ἠλίας μὲν ἔρχεται, καὶ ἀποκαταστήσει πάντα. Ποῖα πάντα; Ἅπερ ὁ προφήτης ἔλεγε Μαλαχίας. Ἀποστελῶ γὰρ ὑμῖν, φησὶν, Ἠλίαν τὸν Θεσβίτην, ὃς ἀποκαταστήσει καρδίαν  πατρὸς  πρὸς  υἱὸν,  μὴ  ἐλθὼν  πατάξω  τὴν  γῆν  ἄρδην.  Εἶδες ἀκρίβειαν προφητικῆς  ῥήσεως, Ἐπειδὴ γὰρ τὸν Ἰωάννην  Ἠλίανἐκάλεσεν  ὁ Χριστὸς, διὰ τὴν κοινωνίαν  τῆς διακονίας, ἵνα μὴ νομίσῃς τοῦτο καὶ παρὰ τοῦ προφήτου λέγεσθαι νῦν, προσέθηκεν αὐτοῦ καὶ τὴν πατρίδα, εἰπὼν, Τὸν Θεσβίτην· Ἰωάννης δὲ Θεσβίτης οὐκ ἦν. Καὶ ἕτερον δὲ μετὰ τούτου παράσημον τίθησι λέγων, Μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, τὴν δευτέραν αὐτοῦ παρουσίαν ἐμφαίνων  τὴν φοβεράν. Τῇ γὰρ προτέρᾳ οὐκ ἦλθε πατάξαι τὴν γῆν. Οὐ γὰρ ἦλθον, φησὶν, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. ∆ηλῶν τοίνυν, ὅτι πρὸ ἐκείνης ἔρχεται ὁ Θεσβίτης τῆς τὴν κρίσιν ἐχούσης, τοῦτο εἴρηκε. Καὶ τὴν αἰτίαν δὲ ὁμοῦ διδάσκει τῆς παρουσίας αὐτοῦ. Τίς δὲ ἡ αἰτία; Ἵνα ἐλθὼν πείσῃ πιστεῦσαι τοὺς Ἰουδαίους τῷ Χριστῷ, καὶ μὴ πάντες ἄρδην ἀπόλωνται  παραγενομένου. ∆ιὸ δὴ καὶ αὐτὸς εἰς ἐκείνην αὐτοὺς παραπέμπων τὴν μνήμην, φησί· Καὶ ἀποκαταστήσει πάντα· τουτέστι, διορθώσεται τὴν ἀπιστίαν τῶν Ἰουδαίων  τῶν  τότε εὑρισκομένων.  ∆ιὸ καὶ σφόδρα ἀκριβέστατα εἴρηκεν. Οὐ γὰρ εἶπεν, Ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα, ἀλλὰ, Πατρὸς πρὸς υἱόν. Ἐπειδὴ γὰρ πατέρες ἦσαν τῶν ἀποστόλων οἱ Ἰουδαῖοι, τοῦτο λέγει, ὅτι ἀποκαταστήσει τοῖς δόγμασι τῶν  υἱῶν  αὐτῶν,  τουτέστι, τῶν  ἀποστόλων,  τὰς καρδίας τῶν  πατέρων, τουτέστι, τοῦ γένους τῶν Ἰουδαίων τὴν διάνοιαν. Λέγω δὲ ὑμῖν, ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἔγνωσαν αὐτὸν, ἀλλ' ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτῶν. Τότε συνῆκαν, ὅτι περὶ Ἰωάννου εἶπεν αὐτοῖς. Καίτοι οὔτε οἱ γραμματεῖς τοῦτο εἶπον, οὔτε αἱ Γραφαί· ἀλλ' ἐπειδὴ λοιπὸν ὀξύτεροι ἐγένοντο  καὶ  προσεκτικώτεροι  πρὸς  τὰ  λεγόμενα,  ταχέως  συνίεσαν.  Πόθεν  δὲ ἔγνωσαν τοῦτο οἱ μαθηταί; Ἦν ἤδη προειρηκὼς αὐτοῖς, Αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι· ἐνταῦθα δὲ, ὅτι Ἦλθε· καὶ πάλιν, ὅτι Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα.  Ἀλλὰ μὴ θορυβηθῇς, μηδὲ πεπλανῆσθαι  τὸν  λόγον  νομίσῃς, εἰ ποτὲ μὲν αὐτὸν ἥξειν, ποτὲ δὲ ἐληλυθέναι ἔφη. Πάντα γὰρ ἀληθῆ ταῦτα. Ὅταν μὲν γὰρ εἴπῃ, ὅτι Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα, αὐτὸν Ἠλίαν φησὶ, καὶ τὴν τότε ἐσομένην τῶν Ἰουδαίων ἐπιστροφήν· ὅταν δὲ εἴπῃ, ὅτι Ὁ μέλλων ἔρχεσθαι, κατὰ τὸν τρόπον τῆς διακονίας  Ἰωάννην  Ἠλίαν  καλεῖ. Καὶ γὰρ οἱ προφῆται  ἕκαστον τῶν εὐδοκίμων  βασιλέων ∆αυῒδ ἐκάλουν, καὶ τοὺς Ἰουδαίους  ἄρχοντας  Σοδόμων καὶ υἱοὺς Αἰθιόπων, ἀπὸ τῶν  τρόπων.  Ὥσπερ γὰρ ἐκεῖνος  τῆς δευτέρας ἔσται παρουσίας, οὕτως οὗτος τῆς προτέρας ἐγένετο πρόδρομος. βʹ. Οὐ διὰ τοῦτο δὲ μόνον Ἠλίαν αὐτὸν ὀνομάζει πανταχοῦ, ἀλλ' ἵνα δείξῃ σφόδρα αὐτὸν τῇ Παλαιᾷ συμβαίνοντα, καὶ κατὰ προφητείαν καὶ τὴν παρουσίαν ταύτην οὖσαν. ∆ιὸ καὶ ἐπάγει πάλιν,  ὅτι  Ἦλθε, καὶ  οὐκ  ἔγνωσαν  αὐτὸν,  ἀλλ' ἐποίησαν  εἰς  αὐτὸν  πάντα  ὅσα ἠθέλησαν.  Τί  ἐστι,  Πάντα  ὅσα ἠθέλησαν;  Ἐνέβαλον  εἰς  δεσμωτήριον,  ὕβρισαν, ἀπέκτειναν,   ἤνεγκαν   τὴν  κεφαλὴν   αὐτοῦ  ἐπὶ  πίνακος.  Οὕτω  καὶ  ὁ  Υἱὸς τοῦ ἀνθρώπου   μέλλει   πάσχειν   ὑπ'   αὐτῶν.   Ὁρᾷς   πῶς   πάλιν   εὐκαίρως   αὐτοὺς ἀναμιμνήσκει τοῦ πάθους, ἀπὸ τοῦ πάθους τοῦ Ἰωάννου πολλὴν αὐτοῖς προξενῶν τὴν  παραμυθίαν;  Οὐ ταύτῃ  δὲ μόνον,  ἀλλὰ  καὶ τῷ  θαύματα  εὐθέως  ἐργάσασθαι μεγάλα. Καὶ γὰρ ἡνίκα ἂν περὶ τοῦ πάθους διαλέγηται, εὐθέως θαυματουργεῖ, καὶ μετὰ τοὺς λόγους, καὶ πρὸ τῶν λόγων τούτων· καὶ πολλαχοῦ τοῦτο παρατηρήσαντα ἔστιν εὑρεῖν. Τότε γοῦν, φησὶν, ἤρξατο δεικνύειν, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ  ἀποκτανθῆναι,  καὶ  πολλὰ  παθεῖν.  Τότε, πότε; Ὅτε ὡμολογήθη Χριστὸς καὶ Υἱὸς εἶναι  τοῦ Θεοῦ. Πάλιν ἐν  τῷ  ὄρει, ὅτε τὴν  θαυμαστὴν  αὐτοῖς ἔδειξεν ὄψιν, καὶ περὶ τῆς δόξης αὐτοῦ διελέχθησαν οἱ προφῆται, ἀνέμνησεν αὐτοὺς τοῦ πάθους. Εἰπὼν γὰρ τὴν κατὰ Ἰωάννην ἱστορίαν, ἐπήγαγεν· Οὕτω καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου  μέλλει  πάσχειν  ὑπ' αὐτῶν.  Καὶ μετὰ  μικρὸν  πάλιν,  ὅτε  τὸν  δαίμονα ἐξέβαλεν, ὃν οὐκ ἴσχυσαν οἱ μαθηταὶ ἐκβαλεῖν. Καὶ γὰρ καὶ τότε, Ἀναστρεφομένων αὐτῶν  ἐν  τῇ  Γαλιλαίᾳ,  φησὶν,  εἶπεν  αὐτοῖς  ὁ  Ἰησοῦς,  ὅτι  μέλλει  ὁ  Υἱὸς τοῦ ἀνθρώπου  παραδίδοσθαι  εἰς  χεῖρας  ἀνθρώπων   ἁμαρτωλῶν,   καὶ  ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Τοῦτο δὲ ἐποίει, τῷ μεγέθει τῶν θαυμάτων τὴν  ὑπερβολὴν  τῆς  λύπης  ὑποτεμνόμενος,  καὶ  παντὶ  τρόπῳ  αὐτοὺς παραμυθούμενος,  ὥσπερ καὶ  ἐνταῦθα  τῇ  μνήμῃ  τοῦ  θανάτου  Ἰωάννου  πολλὴν αὐτοῖς παρεῖχε τὴν παράκλησιν. Εἰ δὲ λέγοι τις· Τίνος ἕνεκεν μὴ καὶ νῦν τὸν Ἠλίαν ἀναστήσας ἔπεμψεν, εἴ γε τοσαῦτα αὐτοῦ μαρτυρεῖ τῇ παρουσίᾳ ἀγαθά; ἐροῦμεν, ὅτι καὶ νῦν  τὸν  Χριστὸν νομίζοντες  Ἠλίαν  εἶναι,  οὐκ ἐπίστευον  αὐτῷ.  Οἱ μὲν  γὰρ, φησὶν, Ἠλίαν σε λέγουσιν, οἱ δὲ Ἱερεμίαν. Καὶ Ἰωάννου δὲ καὶ Ἠλίου οὐδὲν ἦν τὸ μέσον, ἢ ὁ χρόνος μόνος. Πῶς οὖν τότε πιστεύσουσι; φησί. Καὶ γὰρ ἀποκαταστήσει πάντα, οὐ διὰ τὸ γνώριμος εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὸ διαταθῆναι μέχρι τῆς ἡμέρας ἐκείνης  ἐπὶ  πλέον  τοῦ  Χριστοῦ τὴν  δόξαν,  καὶ  παρὰ  πᾶσιν  εἶναι  τοῦ  ἡλίου φανερωτέραν. Ὅταν οὖν τοσαύτης προλαβούσης ὑπολήψεως καὶ προσδοκίας, ἔλθῃ ἐκεῖνος   τὰ  αὐτὰ  κηρύττων   τούτῳ,   καὶ  ἀναγγέλλων   καὶ  αὐτὸς  τὸν   Ἰησοῦν, εὐκολώτερον  δέξονται τὰ λεγόμενα. Ὅταν δὲ εἴπῃ, Οὐκ ἔγνωσαν αὐτὸν, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογεῖται. Καὶ οὐ ταύτῃ αὐτοὺς μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῷ δεῖξαι ἀδίκως παρ' αὐτῶν πάσχοντα ἅπερ πάσχει, καὶ τῷ τὰ λυπηρὰ δύο συγκαλύψαι σημείοις, τῷ τε ἐν τῷ ὄρει, καὶ τῷ μέλλοντι γίνεσθαι. Ταῦτα δὲ ἀκούσαντες, οὐκ ἐρωτῶσιν αὐτὸν, πότε ἔρχεται Ἠλίας, ἢ τῇ ἀθυμίᾳ πιεζόμενοι τοῦ πάθους, ἢ δεδοικότες. Πολλαχοῦ γὰρ ὅταν ἴδωσι μὴ βουλόμενόν  τι σαφῶς εἰπεῖν, σιγῶσι λοιπόν.  Ὅτε γοῦν  ἐν τῇ Γαλιλαίᾳ  διατριβόντων  εἶπε, Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου  παραδίδοσθαι, καὶ ἀποκτενοῦσιν  αὐτὸν,  ἐπήγαγεν,  ὁ Μάρκος μὲν, ὅτι Ἠγνόουν  τὸ ῥῆμα, καὶ ἐφοβοῦντο  αὐτὸν  ἐρωτῆσαι· ὁ Λουκᾶς δὲ, ὅτι Ἦν παρακεκαλυμμένον ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτοῦ, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι περὶ τοῦ ῥήματος. Ἐλθόντων δὲ αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος  γονυπετῶν  αὐτὸν, καὶ λέγων·  Κύριε, ἐλέησόν μου τὸν υἱὸν, ὅτι σεληνιάζεται, καὶ κακῶς πάσχει. Πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ· καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι. Τοῦτον τὸν ἄνθρωπον  σφόδρα ἀσθενοῦντα κατὰ πίστιν δείκνυσιν ἡ Γραφή· καὶ ἐκ πολλῶν τοῦτο δῆλον· ἔκ τε τοῦ εἰπεῖν τὸν Χριστὸν, Τῷ πιστεύοντι πάντα δυνατά· ἔκ τε τοῦ εἰπεῖν αὐτὸν τὸν προσελθόντα, Βοήθει μου τῇ ἀπιστίᾳ· καὶ ἐκ τοῦ τὸν Χριστὸν κελεῦσαι τῷ δαίμονι, μηκέτι εἰσελθεῖν εἰς αὐτόν· καὶ ἐκ τοῦ πάλιν εἰπεῖν τὸν ἄνθρωπον τῷ Χριστῷ, Εἰ δύνασαι Καὶ εἰ ἡ ἀπιστία αὐτοῦ γέγονεν αἰτία, φησὶ, τοῦ μὴ ἐξελθεῖν  τὸν δαίμονα, τί τοῖς μαθηταῖς ἐγκαλεῖ; ∆εικνὺς ὅτι δυνατὸν  αὐτοῖς, καὶ χωρὶς  τῶν  προσαγόντων  μετὰ πίστεως, πολλαχοῦ  θεραπεῦσαι. Ὥσπερ γὰρ ἤρκει πολλάκις  ἡ τοῦ προσάγοντος πίστις εἰς τὸ καὶ παρ' ἐλαττόνων  λαβεῖν, οὕτω τῶν ποιούντων  πολλάκις  ἤρκεσεν ἡ δύναμις, καὶ μὴ πιστευόντων  τῶν προσελθόντων, θαυματουργῆσαι. Καὶ ταῦτα ἀμφότερα δείκνυται  ἐν ταῖς Γραφαῖς. Οἵ τε γὰρ περὶ Κορνήλιον ἀπὸ τῆς αὐτῶν πίστεως ἐπεσπάσαντο τοῦ Πνεύματος τὴν χάριν· καὶ ἐπὶ τοῦ Ἐλισσαίου δὲ, οὐδενὸς πιστεύσαντος, νεκρὸς ἀνέστη. Οἵ τε γὰρ ῥίψαντες, οὐ διὰ πίστιν, ἀλλὰ διὰ δειλίαν ἔῤῥιψαν ἁπλῶς καὶ ὡς ἔτυχε, φοβηθέντες τὸ πειρατήριον, καὶ  ἔφυγον·  αὐτός  τε  ὁ ῥιφεὶς  ἀποτεθνηκὼς  ἦν,  καὶ  ἀπὸ  μόνης  τῆς  τοῦ  ἁγίου σώματος δυνάμεως  ἀνίστατο ὁ νεκρός. Ὅθεν δῆλον  ἐνταῦθα, ὅτι καὶ οἱ μαθηταὶ ἠσθένησαν, ἀλλ' οὐ πάντες· οἱ στῦλοι γὰρ οὐ παρῆσαν ἐκεῖ. γʹ. Θέα δὲ τούτου καὶ ἑτέρωθεν  τὴν ἀγνωμοσύνην,  πῶς ἐπὶ τοῦ ὄχλου  ἐντυγχάνει  τῷ Ἰησοῦ κατὰ τῶν μαθητῶν λέγων, ὅτι Προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἴσχυσαν αὐτὸν θεραπεῦσαι.  Ἀλλ'  αὐτὸς  ἀπαλλάττων   αὐτοὺς  τῶν  ἐγκλημάτων   ἐπὶ  τοῦ  δήμου, ἐκείνῳ τὸ πλέον λογίζεται. Ὦ γενεὰ γὰρ, φησὶν, ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ'  ὑμῶν;  οὐκ  εἰς  τὸ  τούτου  πρόσωπον  μόνον  ἀποτεινόμενος,  ἵνα  μὴ ἀπορήσῃ τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς πάντας Ἰουδαίους. Καὶ γὰρ εἰκὸς πολλοὺς τῶν παρόντων  σκανδαλισθῆναι, καὶ τὰ μὴ προσήκοντα ἐννοῆσαι περὶ αὐτῶν. Ὅταν δὲ εἴπῃ, Ἕως πότε ἔσομαι μεθ' ὑμῶν; δείκνυσι πάλιν ἀσπαστὸν ὄντα τὸν θάνατον αὐτῷ, καὶ ἐπιθυμίας τὸ πρᾶγμα, καὶ ποθεινὴν τὴν ἀποδημίαν· καὶ ὅτι οὐ τὸ σταυρωθῆναι, ἀλλὰ τὸ εἶναι μετ' αὐτῶν βαρύ. Οὐ μὴν ἔστη μέχρι τῶν ἐγκλημάτων· ἀλλὰ τί φησι; Φέρετέ μοι αὐτὸν ὧδε. Καὶ αὐτὸς δὲ ἐρωτᾷ αὐτὸν, πόσον χρόνον ἔχει, καὶ ὑπὲρ τῶν μαθητῶν ἀπολογούμενος, κἀκεῖνον ἄγων εἰς ἐλπίδα χρηστὴν, καὶ τοῦ πιστεῦσαι, ὅτι ἔσται  αὐτῷ  ἀπαλλαγὴ   τοῦ  κακοῦ.  Καὶ ἀφίησιν  αὐτὸν  σπαράττεσθαι,  οὐ  πρὸς ἐπίδειξιν (ἐπειδὴ γοῦν ὄχλος συνήγετο, καὶ ἐπετίμησεν αὐτῷ), ἀλλὰ δι' αὐτὸν τὸν πατέρα· ἵν' ὅταν  ἴδῃ θορυβούμενον  τὸ δαιμόνιον  ἀπὸ τοῦ κληθῆναι  μόνον,  κἂν οὕτως ἐναχθῇ εἰς τὴν πίστιν τοῦ ἐσομένου θαύματος. Ἐπειδὴ δὲ ἐκεῖνος εἶπεν, ὅτι Ἐκ παιδὸς, καὶ ὅτι, Εἰ δύνασαι, βοήθει μοι, λέγει· Τῷ πιστεύοντι πάντα δυνατὰ, πάλιν εἰς αὐτὸν περιτρέπων  τὸ ἔγκλημα. Καὶ ὅτε μὲν ἔλεγεν  ὁ λεπρός· Εἰ θέλεις, δύνασαί με καθαρίσαι, μαρτυρῶν αὐτοῦ τῇ ἐξουσίᾳ, ἐπαινῶν  αὐτὸν καὶ βεβαιῶν τὸ εἰρημένον,  ἔλεγε·  Θέλω,  καθαρίσθητι.  Ὅτε  δὲ  οὗτος  οὐδὲν  ἄξιον  τῆς  αὐτοῦ δυνάμεως ἐφθέγξατο εἰπών· Εἰ δύνασαι, βοήθει μοι, ὅρα πῶς αὐτὸ διορθοῦται, ὡς οὐ δεόντως   εἰρημένον.   Τί  γάρ  φησιν;  Εἰ  δύνασαι  πιστεῦσαι,  πάντα   δυνατὰ   τῷ πιστεύοντι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοσαύτη παρ' ἐμοὶ δυνάμεως περιουσία, ὡς καὶ ἑτέρους δύνασθαι ποιεῖν  ταῦτα θαυματουργεῖν. Ὥστε ἂν πιστεύῃς ὡς δεῖ, καὶ αὐτὸς δύνασαι θεραπεῦσαι, φησὶ, καὶ τοῦτον καὶ ἑτέρους πολλούς. Καὶ ταῦτα εἰπὼν, ἀπήλλαξε τὸν δαιμονῶντα. Σὺ δὲ μὴ μόνον ἐντεῦθεν αὐτοῦ σκόπει τὴν πρόνοιαν καὶ  τὴν εὐεργεσίαν, ἀλλὰ καὶ ἐξ ἐκείνου τοῦ καιροῦ, οὗ συνεχώρησεν ἔνδον εἶναι τὸν δαίμονα. Καὶ γὰρ εἰ μὴ πολλῆς προνοίας καὶ τότε ἀπέλαυεν ὁ ἄνθρωπος, πάλαι ἂν ἀπολώλει.  Καὶ γὰρ εἰς τὸ πῦρ αὐτὸν  ἔβαλλε, φησὶ, καὶ εἰς τὸ ὕδωρ. Ὁ δὲ ταῦτα τολμῶν καὶ ἀνεῖλεν ἂν πάντως, εἰ μὴ καὶ ἐν τοσαύτῃ μανίᾳ πολὺν ἐπέθηκεν ὁ Θεὸς αὐτῷ τὸν χαλινόν·  ὥσπερ οὖν καὶ ἐπ' ἐκείνων  τῶν γυμνῶν,  τῶν ἐν ταῖς ἐρημίαις τρεχόντων, καὶ λίθοις ἑαυτοὺς κατακοπτόντων.  Εἰ δὲ σεληνιαζόμενον καλεῖ, μηδὲν θορυβηθῇς· τοῦ γὰρ πατρὸς τοῦ δαιμονῶντός  ἐστιν ἡ φωνή.  Πῶς οὖν φησι καὶ ὁ εὐαγγελιστὴς,  ὅτι  σεληνιαζομένους  πολλοὺς  ἐθεράπευσεν; Ἀπὸ τῆς  τῶν  πολλῶν ὑπονοίας  αὐτοὺς καλῶν. Ὁ γὰρ δαίμων  ἐπὶ διαβολῇ τοῦ στοιχείου καὶ ἐπιτίθεται τοῖς ἁλοῦσι, καὶ ἀνίησιν αὐτοὺς, κατὰ τοὺς τῆς σελήνης δρόμους· οὐχ ὡς ἐκείνης ἐνεργούσης, ἄπαγε· ἀλλ' αὐτὸς τοῦτο κακουργῶν εἰς τὴν τοῦ στοιχείου διαβολήν.
∆ιὸ καὶ πεπλανημένη  παρὰ τοῖς ἀνοήτοις ἐκράτησε δόξα, καὶ οὕτω τοὺς τοιούτους καλοῦσι δαίμονας ἀπατώμενοι· οὐδὲ γάρ ἐστι τοῦτο ἀληθές. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν, ἠρώτησαν αὐτὸν, τίνος ἕνεκεν οὐκ ἠδυνήθησαν αὐτοὶ τὸν δαίμονα ἐκβαλεῖν. Ἐμοὶ δοκοῦσιν ἀγωνιᾷν  καὶ δεδοικέναι,  μήποτε τὴν χάριν, ἣν ἐπιστεύθησαν, ἀπώλεσαν. Ἔλαβον γὰρ ἐξουσίαν κατὰ δαιμόνων ἀκαθάρτων. ∆ιὸ καὶ ἐρωτῶσι, κατ' ἰδίαν αὐτῷ προσελθόντες, οὐκ αἰσχυνόμενοι (εἰ γὰρ τὸ ἔργον ἐξῆλθε, καὶ ἠλέγχθησαν, περιττὸν ἦν αἰσχύνεσθαι λοιπὸν τὴν διὰ τῶν λόγων  ὁμολογίαν)· ἀλλ' ἐπειδὴ περὶ ἀποῤῥήτου καὶ μεγάλου πράγματος ἔμελλον αὐτὸν ἐρωτᾷν. Τί οὖν ὁ  Χριστός; ∆ιὰ  τὴν  ἀπιστίαν  ὑμῶν,  φησίν.  Ἐὰν  γὰρ  ἔχητε  πίστιν  ὡς  κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.  Εἰ δὲ  λέγοις,  Ποῦ ὄρος μετέθηκαν;  ἐκεῖνο  ἂν  εἴποιμι,  ὅτι  πολλῷ  μείζονα ἐποίησαν,  μυρίους  νεκροὺς  ἀναστήσαντες.  Οὐδὲ γὰρ  ἴσον, ὄρος μεταστῆσαι, καὶ θάνατον ἀπὸ σώματος κινῆσαι. Λέγονται δὲ μετ' ἐκείνους ἅγιοί τινες ἐκείνων ἐλάττους πολλῷ, καὶ ὄρη χρείας καλεσάσης μεταθεῖναι. Ὅθεν δῆλον ὡς καὶ οὗτοι μετέθεσαν ἂν, καλούσης χρείας. Εἰ δὲ τότε οὐκ ἐγένετο χρεία, μὴ ἐγκάλει. Ἄλλως δὲ καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Μεταστήσετε πάντως, ἀλλ' ὅτι ∆υνήσεσθε καὶ τοῦτο. Εἰ δὲ οὐ μετέστησαν, οὐκ ἐπειδὴ οὐκ ἠδυνήθησαν, (πῶς γὰρ, οἱ τὰ μείζονα δυνηθέντες;) ἀλλ' ἐπειδὴ οὐκ ἐβουλήθησαν, διὰ τὸ μὴ γενέσθαι χρείαν. Εἰκὸς δὲ καὶ γεγενῆσθαι τοῦτο, καὶ μὴ γεγράφθαι· οὐδὲ γὰρ πάντα ἃ ἐθαυματούργησαν ἐγράφη. Τότε μέντοι ἀτελέστερον πολλῷ διέκειντο. Τί οὖν; οὐδὲ ταύτην τὴν πίστιν εἶχον τότε; Οὐκ εἶχον· οὐδὲ γὰρ ἀεὶ οἱ αὐτοὶ ἦσαν· ἐπεὶ καὶ Πέτρος νῦν  μὲν μακαρίζεται, νῦν  δὲ ἐπιτιμᾶται· καὶ οἱ λοιποὶ δὲ εἰς ἄνοιαν σκώπτονται παρ' αὐτοῦ, ὅτε οὐ συνῆκαν τὸν περὶ τῆς ζύμης λόγον. Συνέβη δὲ καὶ τότε τοὺς μαθητὰς ἀσθενῆσαι· ἀτελέστερον γὰρ διέκειντο πρὸ τοῦ σταυροῦ. Πίστιν δὲ ἐνταῦθα λέγει τὴν τῶν σημείων, καὶ σινάπεως μέμνηται, τὴν ἄφατον αὐτῆς δηλῶν δύναμιν. Εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρὸν εἴναι τὸ σίνηπι δοκεῖ, ἀλλὰ τῇ δυνάμει ἁπάντων ἐστὶ σφοδρότερον. ∆εικνὺς τοίνυν, ὅτι καὶ τὸ ἐλάχιστον τῆς γνησίας πίστεως μεγάλα δύναται, ἐμνήσθη τοῦ σινάπεως· καὶ οὐδὲ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ ὄρη προσέθηκε, καὶ περαιτέρω προέβη. Οὐδὲν γὰρ, φησὶν, ἀδυνατήσει ὑμῖν. δʹ. Σὺ δὲ κἀνταῦθα αὐτῶν θαύμασον τὴν φιλοσοφίαν, καὶ τοῦ Πνεύματος τὴν  ἰσχύν· τὴν  μὲν  φιλοσοφίαν,  ὅτι οὐκ ἔκρυψαν  αὐτῶν  τὸ ἐλάττωμα· τοῦ δὲ Πνεύματος τὴν ἰσχὺν, ὅτι τοὺς οὐδὲ κόκκον σινάπεως ἔχοντας οὕτω κατὰ μικρὸν ἀνήγαγεν, ὡς ποταμοὺς καὶ πηγὰς ἐν αὐτοῖς πίστεως ἀναδοῦναι. Τὸ δὲ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ· τὸ τῶν δαιμόνων ἅπαν, οὐ τὸ τῶν  σεληνιαζομένων  λέγων  μόνον.  Ὁρᾷς πῶς  αὐτοῖς  ἤδη τὸν  περὶ νηστείας προκαταβάλλεται λόγον; Μὴ γάρ μοι ἀπὸ τῶν σπανιζόντων λέγε, ὅτι τινὲς καὶ χωρὶς νηστείας ἐξέβαλον. Εἰ γὰρ καὶ περὶ τῶν ἐπιτιμώντων τοῦτο ἂν εἴποι τις ἑνός που καὶ δευτέρου, ἀλλὰ πάσχοντα ἀμήχανόν ποτε τρυφῶντα ἀπαλλαγῆναι τῆς μανίας ταύτης. ∆εῖ γὰρ μάλιστα τοῦ πράγματος τούτου τῷ τὰ τοιαῦτα νοσοῦντι. Καὶ μὴν εἰ πίστεως χρεία, φησὶ, τί δεῖ νηστείας; Ὅτι μετὰ τῆς πίστεως κἀκεῖνο οὐ μικρὰν εἰσάγει τὴν ἰσχύν. Καὶ γὰρ φιλοσοφίαν πολλὴν ἐντίθησι, καὶ ἄγγελον ἐξ ἀνθρώπου κατασκευάζει, καὶ ταῖς ἀσωμάτοις δυνάμεσι πυκτεύει· ἀλλ' οὐ καθ' ἑαυτὴν, ἀλλὰ δεῖ καὶ εὐχῆς, καὶ πρώτης εὐχῆς. Ὅρα γοῦν ὅσα ἀγαθὰ ἐξ ἀμφοτέρων  γίνεται.  Ὁ γὰρ εὐχόμενος ὡς χρὴ, καὶ νηστεύων, οὐ πολλῶν δεῖται· ὁ δὲ πολλῶν μὴ δεόμενος οὐκ ἂν  γένοιτο  φιλοχρήματος·  ὁ μὴ  φιλοχρήματος,  καὶ  πρὸς ἐλεημοσύνην ἐπιτηδειότερος.  Ὁ  νηστεύων  κοῦφός  ἐστι  καὶ  ἐπτερωμένος,  καὶ  μετὰ  νήψεως εὔχεται, καὶ τὰς ἐπιθυμίας σβέννυσι τὰς πονηρὰς, καὶ ἐξιλεοῦται Θεὸν, καὶ ταπεινοῖ τὴν  ψυχὴν  ἐπαιρομένην.  ∆ιὰ τοῦτο  καὶ  οἱ  ἀπόστολοι  ἀεὶ  σχεδὸν  ἐνήστευον.  Ὁ εὐχόμενος μετὰ νηστείας διπλᾶς ἔχει τὰς πτέρυγας, καὶ τῶν ἀνέμων αὐτῶν κουφοτέρας.  Οὐδὲ  γὰρ  χασμᾶται  καὶ  διατείνεται   καὶ  ναρκᾷ  εὐχόμενος,  ὅπερ πάσχουσιν οἱ πολλοί· ἀλλ' ἔστι πυρὸς σφοδρότερος, καὶ τῆς γῆς ἀνώτερος. ∆ιὸ καὶ μάλιστα  ὁ  τοιοῦτος  τοῖς  δαίμοσιν  ἐχθρὸς  καὶ  πολέμιος.  Οὐδὲν  γὰρ  ἀνθρώπου γνησίως εὐχομένου δυνατώτερον. Εἰ γὰρ γυνὴ ὠμόν τινα ἄρχοντα, καὶ οὔτε Θεὸν φοβούμενον, οὔτε ἄνθρωπον ἐντρεπόμενον, ἴσχυσεν ἐπικάμψαι, πολλῷ μᾶλλον τὸν Θεὸν ἐπισπάσεται ὁ συνεχῶς αὐτῷ προσεδρεύων, καὶ γαστρὸς κρατῶν, καὶ τρυφὴν ἐκβάλλων.  Εἰ δὲ ἀσθενές σοι τὸ  σῶμα, ὥστε νηστεύειν  διηνεκῶς,  ἀλλ' οὐκ  εἰς προσευχὴν ἀσθενὲς, οὐδὲ πρὸς ὑπεροψίαν γαστρὸς ἄτονον. Εἰ γὰρ καὶ νηστεύειν οὐ δύνασαι, ἀλλὰ  μὴ τρυφᾷν  δύνασαι· οὐ μικρὸν δὲ καὶ τοῦτο, οὐδὲ πολὺ νηστείας ἀπέχον· ἀλλ' ἱκανὸν μὲν καὶ τοῦτο κατασπάσαι τοῦ διαβόλου τὴν μανίαν. Καὶ γὰρ οὐδὲν οὕτως ἐκείνῳ  τῷ δαίμονι φίλον,  ὡς τρυφὴ καὶ μέθη· ἐπειδὴ καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἁπάντων τῶν κακῶν. ∆ιὰ ταύτης γοῦν ποτε τοὺς Ἰσραηλίτας εἰς εἰδωλολατρείαν  ἐνέβαλε· διὰ ταύτης τοὺς Σοδομίτας εἰς παρανόμους ἀνῆψεν ἔρωτας. Τοῦτο γὰρ, φησὶ, τὸ ἀνόμημα Σοδόμων· ἐν ὑπερηφανίᾳ, καὶ ἐν πλησμονῇ ἄρτων,  καὶ  εὐθηνίαις  ἐσπατάλων.  ∆ιὰ ταύτης  μυρίους  ἑτέρους  ἀπώλεσε, καὶ  τῇ γεέννῃ παρέδωκε. Τί γὰρ οὐκ ἐργάζεται κακὸν ἡ τρυφή; Χοίρους ἐξ ἀνθρώπων ποιεῖ, καὶ χοίρων χείρους. Ὁ μὲν γὰρ χοῖρος βορβόρῳ ἐγκαλινδεῖται, καὶ κόπρῳ τρέφεται· οὗτος δὲ ἐκείνης βδελυκτοτέραν  σιτεῖται τράπεζαν, μίξεις ἐπινοῶν  ἀθέσμους, καὶ παρανόμους ἔρωτας. Ὁ τοιοῦτος οὐδὲν δαιμονῶντος διενήνοχεν· ὁμοίως γὰρ ἀναισχυντεῖ  καὶ  μαίνεται.  Καὶ τὸν  μὲν  δαιμονῶντα   κἂν  ἐλεοῦμεν,  τοῦτον  δὲ ἀποστρεφόμεθα καὶ μισοῦμεν. Τί δήποτε; Ὅτι αὐθαίρετον ἐπισπᾶται μανίαν, καὶ τὸ στόμα, καὶ τοὺς ὀφθαλμοὺς καὶ ῥῖνας, καὶ πάντα ἁπλῶς ὀχετοὺς ἀμάρας ἐργάζεται. Εἰ δὲ καὶ τὰ ἔνδον ἴδοις, ὄψει καὶ τὴν ψυχὴν  καθάπερ ἔν τινι χειμῶνι  καὶ κρυμῷ πεπηγυῖαν  καὶ ναρκῶσαν, καὶ οὐδὲν τὸ σκάφος ὠφελῆσαι δυναμένην  διὰ τὴν τοῦ χειμῶνος  ὑπερβολήν.  Αἰσχύνομαι εἰπεῖν,  ὅσα ἀπὸ τρυφῆς  πάσχουσιν ἄνδρες  καὶ γυναῖκες κακά· τῷ δὲ αὐτῶν καταλείπω συνειδότι, τῷ ταῦτα ἀκριβέστερον εἰδότι. Τί γὰρ αἰσχρότερον γυναικὸς μεθυούσης, ἢ ἁπλῶς παραφερομένης; Ὅσῳ γὰρ ἀσθενέστερον τὸ σκεῦος, τοσούτῳ  πλέον  τὸ ναυάγιον,  ἄν  τε ἐλευθέρα  ᾖ, ἄν  τε δούλη. Ἡ μὲν γὰρ ἐλευθέρα ἐν μέσῳ τῷ θεάτρῳ τῶν δούλων ἀσχημονεῖ· ἡ δὲ δούλη πάλιν  ὁμοίως μεταξὺ τῶν  δούλων· καὶ παρασκευάζουσι τοῦ Θεοῦ τὰ δῶρα βλασφημεῖσθαι παρὰ τῶν  ἀνοήτων.  Πολλῶν  γοῦν  ἀκούω λεγόντων,  ὅταν  ταῦτα συμβαίνῃ τὰ πάθη· Μὴ ἔστω οἶνος.  Ὢ τῆς  ἀνοίας! ὢ  τῆς  παραπληξίας! Ἄλλων ἁμαρτανόντων  ταῖς τοῦ Θεοῦ δωρεαῖς ἐγκαλεῖς· καὶ πόσης τοῦτο μανίας; Μὴ γὰρ ὁ οἶνος ἐποίησεν, ἀλλ' ἡ ἀκολασία τῶν ἀπολαυόντων  κακῶς. Εἰπὲ τοίνυν, Μὴ ἔστω μέθη, μὴ ἔστω τρυφή· εἰ δὲ λέγοις, Μὴ ἔστω οἶνος, ἐρεῖς κατὰ μικρὸν προβαίνων, Μὴ ἔστω σίδηρος, διὰ τοὺς ἀνδροφόνους· Μὴ ἔστω νὺξ, διὰ τοὺς κλέπτας· Μὴ ἔστω φῶς, διὰ τοὺς συκοφάντας· Μὴ ἔστω γυνὴ, διὰ τὰς μοιχείας· καὶ πάντα ἁπλῶς ἀναιρήσεις. εʹ. Ἀλλὰ μὴ οὕτω ποίει· σατανικῆς γὰρ τοῦτο γνώμης·  μηδὲ διάβαλλε  τὸν οἶνον, ἀλλὰ τὴν μέθην· καὶ λαβὼν τοῦτον αὐτὸν νήφοντα,  ὑπόγραψον πᾶσαν αὐτοῦ τὴν ἀσχημοσύνην, καὶ εἰπὲ πρὸς αὐτόν· Οἶνος ἐδόθη, ἵνα εὐφραινώμεθα, οὐχ ἵνα ἀσχημονῶμεν· ἵνα γελῶμεν, οὐχ ἵνα γελώμεθα· ἵνα ὑγιαίνωμεν,  οὐχ ἵνα νοσῶμεν· ἵνα ἀσθένειαν σώματος διορθωσώμεθα, οὐχ ἵνα ψυχῆς ἰσχὺν καταβάλωμεν. Ἐτίμησέ σε ὁ Θεὸς τῷ δώρῳ· τί σαυτὸν ὑβρίζεις τῇ ἀμετρίᾳ; Ἄκουσον τί φησιν ὁ Παῦλος· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ ἅγιος ἐκεῖνος,   καὶ   νόσῳ   κατεχόμενος,   καὶ   ἐπαλλήλους   ἀῤῥωστίας   ὑπομένων,   οὐ μετέλαβεν οἴνου, ἕως ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς ἐν ὑγείᾳ μεθύοντες; Ἐκείνῳ μὲν ἔλεγεν,  Οἴνῳ ὀλίγῳ  χρῶ διὰ τὸν στομαχόν σου· ὑμῶν δὲ ἑκάστῳ τῶν μεθυόντων  ἐρεῖ· Οἴνῳ ὀλίγῳ  χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνὰς  αἰσχρολογίας,  διὰ τὰς  ἑτέρας ἐπιθυμίας  τὰς  πονηρὰς,  ἃς ἡ μέθη τίκτειν εἴωθεν. Εἰ δὲ μὴ βούλεσθε διὰ ταῦτα ἀπέχεσθαι, διὰ γοῦν τὰς ἀθυμίας τὰς ἐξ αὐτοῦ καὶ τὰς ἀηδίας ἀπέχεσθε. Οἶνος γὰρ εἰς εὐφροσύνην ἐδόθη· Οἶνος γὰρ,  φησὶν, εὐφραίνει  καρδίαν ἀνθρώπου· ὑμεῖς δὲ καὶ ταύτην αὐτοῦ λυμαίνεσθε τὴν ἀρετήν. Ποία γὰρ εὐφροσύνη μὴ εἶναι ἐν ἑαυτῷ, καὶ ἀλγηδόνας μυρίας ἔχειν, καὶ πάντα ὁρᾷν περιφερόμενα, καὶ σκοτοδίνῳ κατέχεσθαι, καὶ κατὰ τοὺς πυρέττοντας δεῖσθαι τῶν ἐλαίῳ καταβρεχόντων  τὰς κεφαλάς; Ταῦτά μοι οὐ πρὸς πάντας εἴρηται, μᾶλλον δὲ πρὸς πάντας· οὐκ ἐπειδὴ πάντες μεθύουσι· μὴ γένοιτο· ἀλλ' ἐπειδὴ τῶν μεθυόντων οἱ μὴ μεθύοντες οὐ φροντίζουσι. ∆ιὰ τοῦτο καὶ πρὸς ὑμᾶς ἀποτείνομαι μᾶλλον, τοὺς ὑγιαίνοντας·  ἐπεὶ  καὶ ἰατρὸς τοὺς ἀῤῥωστοῦντας  ἀφεὶς,  ἐκείνοις  διαλέγεται  τοῖς παρακαθημένοις  αὐτοῖς. Πρὸς ὑμᾶς τοίνυν  ἀποτείνω  τὸν λόγον, παρακαλῶν  μήτε ἁλῶναί  ποτε τῷ πάθει  τούτῳ,  καὶ τοὺς ἁλόντας  ἀνιμᾶσθαι, ἵνα  μὴ τῶν  ἀλόγων φαίνωνται   χείρους.  Ἐκεῖνα μὲν  γὰρ  πλέον  τῆς  χρείας  οὐδὲν  ἐπιζητεῖ·  οὗτοι  δὲ κἀκείνων  ἀλογώτεροι  γεγόνασι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντες  ὅρους. Πόσῳ γὰρ βελτίων τούτων ὁ ὄνος; πόσῳ δὲ ἀμείνων ὁ κύων; Καὶ γὰρ ἕκαστον τούτων τῶν ζώων,  καὶ  τῶν  ἄλλων  δὲ  ἁπάντων,  ἄν  τε  φαγεῖν,  ἄν  τε  πιεῖν  δέῃ,  ὅρον  τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι· κἂν μυρίοι οἱ καταναγκάζοντες ὦσιν, οὐκ ἀνέξεται ἐξελθεῖν εἰς ἀμετρίαν. Οὐκοῦν ταύτῃ καὶ τῶν ἀλόγων  χείρους ὑμεῖς, οὐ παρὰ τοῖς ὑγιαίνουσι μόνον, ἀλλὰ καὶ παρ' ὑμῖν αὐτοῖς. Ὅτι γὰρ καὶ κυνῶν καὶ ὄνων  ἀτιμοτέρους ἑαυτοὺς εἶναι κεκρίκατε, δῆλον ἐκεῖθεν. Τὰ μὲν γὰρ ἄλογα ταῦτα οὐκ ἀναγκάζεις πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν· κἂν ἔρηταί τις, ∆ιατί; Ἵνα μὴ  καταβλάψῃς,  ἐρεῖς·  σαυτῷ  δὲ  οὐδὲ  ταύτην  παρέχεις  τὴν  πρόνοιαν.  Οὕτω κἀκείνων σαυτὸν εὐτελέστερον εἶναι νομίζεις, καὶ περιορᾷς διηνεκῶς χειμαζόμενον. Οὐδὲ γὰρ ἐν τῇ ἡμέρᾳ τῆς μέθης μόνον τὴν ἐκ τῆς μέθης βλάβην ὑπομένεις, ἀλλὰ καὶ μετὰ τὴν  ἡμέραν ἐκείνην.  Καὶ καθάπερ πυρετοῦ παρελθόντος,  ἡ ἐκ τοῦ πυρετοῦ μένει λύμη· οὕτω καὶ μέθης ἀπελθούσης, ἡ τῆς μέθης ζάλη καὶ ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι στρέφεται· καὶ τὸ μὲν ἄθλιον σῶμα κεῖται παραλυθὲν, καθάπερ ὑπὸ ναυαγίου σκάφος· ἡ δὲ τούτου ταλαιπωροτέρα ψυχὴ, καὶ τούτου διαλυθέντος  τὸν χειμῶνα  διεγείρει,  καὶ  τὴν  ἐπιθυμίαν  ἀνάπτει,  καὶ  ὅταν  δοκῇ  σωφρονεῖν,  τότε μάλιστα μαίνεται,  οἶνον  καὶ πίθους  καὶ φιάλας  καὶ κρατῆρας φανταζομένη.  Καὶ καθάπερ ἐν χειμῶνι  παυθείσης τῆς ζάλης, ἡ διὰ τὸν χειμῶνα μένει ζημία· οὕτω δὴ καὶ ἐνταῦθα, Καὶ γὰρ ὥσπερ ἐκεῖ τῶν ἀγωγίμων, οὕτω καὶ Κἂν σωφροσύνην εὕρῃ, κἂν αἰδῶ, κἂν σύνεσιν, κἂν ἐπιείκειαν, κἂν ταπεινοφροσύνην,  πάντα ῥίπτει εἰς τὸ τῆς παρανομίας πέλαγος ἡ μέθη. Ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι ὅμοια. Ἐκεῖ μὲν γὰρ μετὰ τὴν ἐκβολὴν τὸ σκάφος κουφίζεται· ἐνταῦθα δὲ βαρύνεται μᾶλλον. Ἀντὶ γὰρ ἐκείνου τοῦ πλούτου δέχεται ψάμμον καὶ ὕδωρ ἁλμυρὸν, καὶ πάντα τὸν τῆς μέθης φορυτὸν,  ἅπερ  ἅμα  τοῖς  ἐπιβάταις  καὶ  τῷ  κυβερνήτῃ  καταβαπτίζει  τὸ  σκάφος εὐθέως. Ἵν' οὖν μὴ ταῦτα πάσχωμεν, ἀπαλλάξωμεν ἑαυτοὺς τοῦ χειμῶνος. Οὐκ ἔστι μετὰ μέθης  βασιλείαν  οὐρανῶν  ἰδεῖν.  Μὴ πλανᾶσθε  γὰρ, φησίν· οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσι. Καὶ τί λέγω βασιλείαν; Μετὰ γὰρ μέθης οὐδὲ τὰ παρόντα ἔστιν ἰδεῖν. Καὶ γὰρ τὰς ἡμέρας νύκτας ἐργάζεται ἡμῖν ἡ μέθη, καὶ τὸ φῶς  σκότος· καὶ τῶν  ὀφθαλμῶν  ἀνεῳγμένων  οὐδὲ τὰ ἐν  ποσὶ βλέπουσιν  οἱ μεθύοντες. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλὰ καὶ μετὰ τούτων  καὶ ἑτέραν χαλεπωτάτην  ὑπομένουσι δίκην, ἀθυμίας ἀλόγους, μανίαν, ἀῤῥωστίαν, γέλωτα, ὄνειδος  διηνεκῶς  ὑπομένοντες.  Ποία τοίνυν  συγγνώμη  τοῖς  ἑαυτοὺς  τοσούτοις περιπείρουσι κακοῖς; Οὐκ ἔστιν οὐδεμία. Φύγωμεν τοίνυν  τὸ νόσημα, ἵνα καὶ τῶν ἐνταῦθα  καὶ  τῶν  μελλόντων   ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |