ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΟΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων·

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΟΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων·




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΟΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.


αʹ. Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστόμισεν· ὅτε ἔστησεν εἰς τὸ μηκέτι τολμᾷν πειράζειν αὐτόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν  ἐπὶ τὸν νόμον  ἀνατρέχει.  Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων  τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν. Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον  ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. ∆ιορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ  πρῶτον   μάλιστά  ἐστιν   εἰς   σωτηρίαν   συντελοῦν,   τὸ  τῶν   διδασκάλων   μὴ καταφρονεῖν,  μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει.


Οὐ κελεύει δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς ποιεῖ. Καὶ γὰρ διεφθαρμένους ὄντας οὐ κατάγει ἀπὸ τῆς τιμῆς· ἐκείνοις μὲν πλέον τὸ κρίμα ἐργαζόμενος, τοῖς δὲ μαθητευομένοις οὐδεμίαν  παραλιμπάνων  παρακοῆς πρόφασιν.  Ἵνα  γὰρ μή τις  λέγῃ,  ὅτι  Ἐπειδὴ φαῦλος  ὁ  διδάσκαλος, διὰ  τοῦτο  ῥᾳθυμότερος  γέγονα·  καὶ  ταύτην  ἀναιρεῖ  τὴν πρόφασιν. Οὕτω γοῦν αὐτῶν ἔστησε τὴν ἀρχὴν, καίτοι πονηρῶν ὄντων, ὡς καὶ μετὰ τοσαύτην κατηγορίαν εἰπεῖν· Πάντα ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε. Οὐ γὰρ τὰ ἑαυτῶν λέγουσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ, ἃ διὰ Μωϋσέως ἐνομοθέτησε. Καὶ σκόπει πόσῃ περὶ τὸν Μωϋσέα κέχρηται τιμῇ, πάλιν τὴν πρὸς τὴν Παλαιὰν συμφωνίαν ἐνδεικνύμενος,   ὅπου  γε  καὶ  ἐντεῦθεν   αὐτοὺς  αἰδεσίμους  ποιεῖ.  Ἐπὶ  γὰρ  τῆς Μωϋσέως καθέδρας ἐκάθισαν, φησίν. Ἐπειδὴ γὰρ οὐκ εἶχεν αὐτοὺς ἀπὸ βίου ἀξιοπίστους  ποιῆσαι, ἀπὸ  τῶν  ἐγχωρούντων   τοῦτο  ποιεῖ,  τῆς  καθέδρας καὶ  τῆς ἐκείνου διαδοχῆς. Πάντα δὲ ὅταν ἀκούσῃς, μὴ πᾶσαν ἄκουε τὴν νομοθεσίαν· οἷον, τὰ περὶ βρωμάτων, τὰ περὶ θυσιῶν, καὶ ὅσα τοιαῦτα· πῶς γὰρ ἔμελλε ταῦτα λέγειν, ἃ προλαβὼν  ἀνεῖλεν;  ἀλλὰ  Πάντα φησὶ τὰ διορθοῦντα  ἦθος, καὶ βελτίω  ποιοῦντα τρόπον, καὶ τοῖς τῆς Καινῆς συμβαίνοντα νόμοις, καὶ οὐκ ἀφιέντα λοιπὸν ὑπὸ τὸν τοῦ νόμου ζυγὸν εἶναι. ∆ιατί οὖν οὐκ ἀπὸ τοῦ νόμου τῆς χάριτος ταῦτα θεσπίζει, ἀλλ' ἀπὸ τοῦ Μωϋσέως; Ὅτι οὐδέπω  καιρὸς ἦν  πρὸ τοῦ σταυροῦ ταῦτα  σαφῶς διαλέγεσθαι. Ἐμοὶ δὲ δοκεῖ πρὸς τοῖς εἰρημένοις καὶ ἕτερόν τι προοικονομεῖν, ταῦτα λέγων. Ἐπειδὴ γὰρ μέλλει κατηγορεῖν αὐτῶν, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις τῆς ἀρχῆς αὐτῶν ταύτης ἐρᾷν, ἢ δι' ἀπέχθειαν ταῦτα ποιεῖν, πρῶτον τοῦτο ἀναιρεῖ, καὶ ἀνύποπτον  ἑαυτὸν ποιήσας, τότε ἄρχεται τῆς κατηγορίας. Καὶ τίνος  ἕνεκεν  αὐτοὺς  ἐλέγχει,  καὶ μακροὺς λοιπὸν  ἀποτείνει  λόγους  κατ' αὐτῶν; Προφυλαττόμενος τοὺς ὄχλους, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὐδὲ γὰρ ὅμοιον ἀπαγορεύειν,  καὶ  τοὺς  πταίσαντας  δεικνύναι·  ὥσπερ  οὐχ  ὅμοιον  παραινεῖν  τὰ δέοντα, καὶ τοὺς κατορθοῦντας εἰς μέσον ἄγειν. ∆ιὰ τοῦτο καὶ προλαβών φησι· Κατὰ δὲ τὰ ἔργα αὐτῶν  μὴ ποιεῖτε. Ἵνα γὰρ μὴ νομίσωσι διὰ τὸ ἀκούειν  αὐτῶν,  δεῖν αὐτοὺς καὶ ζηλοῦν, ταύτῃ κέχρηται τῇ ἐπιδιορθώσει, καὶ τὴν δοκοῦσαν αὐτῶν τιμὴν εἶναι  κατηγορίαν  ποιεῖται.  Τί γὰρ διδασκάλου γένοιτ' ἂν ἀθλιώτερον,  ὅταν  τοὺς μαθητὰς τὸ μὴ προσέχειν αὐτοῦ τῷ βίῳ διασώζῃ; Ὥστε ἡ δοκοῦσα αὐτῶν εἶναι τιμὴ, μεγίστη κατηγορία ἐστὶν, ὅταν τοιοῦτον φαίνωνται  βίον ἔχοντες, ὃν οἱ ζηλοῦντες διαφθείρονται. ∆ιὰ τοῦτο καὶ εἰς τὰς κατ' αὐτῶν ἐμπίπτει κατηγορίας. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα δείξῃ, ὅτι καὶ ἡ προτέρα ἀπιστία ἢν ἠπίστησαν, καὶ ὁ σταυρὸς ὁ μετὰ ταῦτα ὃν ἐτόλμησαν, οὐ τοῦ σταυρωθέντος καὶ ἀπιστηθέντος ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων  ἀγνωμοσύνης  κατηγορία. Θέα δὲ πόθεν  ἄρχεται, καὶ πόθεν  αὔξει τὰ ἐγκλήματα;  Ὅτι λέγουσι, φησὶ, καὶ  οὐ ποιοῦσιν.  Ἕκαστος μὲν  γὰρ ἐγκλημάτων ἄξιος, παραβαίνων τὸν νόμον, μάλιστα δὲ ὁ διδασκαλίας αὐθεντίαν ἔχων· διπλῇ γὰρ καὶ τριπλῇ δίκαιος κατακρίνεσθαι. ∆ι' ἓν μὲν, ὅτι παραβαίνει· δι' ἕτερον δὲ, ὅτι τοὺς ἄλλους ὀφείλων  διορθοῦν, εἶτα χωλεύων,  μείζονος τιμωρίας ἄξιος διὰ τὴν τιμήν· τρίτον δὲ, ὅτι καὶ διαφθείρει μειζόνως, ἅτε ἐν διδασκάλου τάξει τοιαῦτα παρανομῶν. Μετὰ δὲ τούτων  καὶ ἕτερον αὐτῶν  πάλιν  λέγει  κατηγόρημα, ὅτι πικροί εἰσι τοῖς ὑπευθύνοις. ∆εσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ τιθέασιν ἐπὶ τοὺς ὤμους τῶν  ἀνθρώπων·  τῷ δὲ δακτύλῳ  αὐτῶν  οὐ θέλουσι κινῆσαι αὐτά. ∆ιπλῆν ἐνταῦθα λέγει κακίαν, τὸ πολλὴν μὲν καὶ ἄκραν ἀπαιτεῖν ἀσυγγνώστως παρὰ τῶν ἀρχομένων   βίου   ἀκρίβειαν,   πολλὴν   δὲ   ἑαυτοῖς   ἐπιτρέπειν   τὴν   ἄδειαν·   ὧν τοὐναντίον  τὸν ἄριστον ἄρχοντα ἔχειν χρή· ἐν μὲν τοῖς καθ' ἑαυτὸν, ἀσύγγνωστον εἶναι καὶ πικρὸν δικαστήν· ἐν δὲ τοῖς τῶν ἀρχομένων, συγγνωμονικὸν  καὶ ἥμερον· ὧν οὗτοι τὸ ἐναντίον  ἐποίουν. βʹ. Τοιοῦτοι γὰρ πάντες οἱ λόγοις φιλοσοφοῦντες, ἀσύγγνωστοι καὶ βαρεῖς, ἅτε ἄπειροι τῆς δι' ἔργων δυσκολίας. Οὐ μικρὰ δὲ καὶ αὕτη κακία, οὐδὲ ὡς ἔτυχεν, ἐπιτείνει τὴν ἔμπροσθεν κατηγορίαν. Σὺ δέ μοι σκόπει, πῶς καὶ τοῦτο αὔξει τὸ ἔγκλημα. Οὐ γὰρ εἶ πεν, Οὐ δύνανται, ἀλλ' Οὐ θέλουσι· καὶ οὐκ εἶπε. Βαστάσαι, ἀλλὰ ∆ακτύλῳ κινῆσαι, τουτέστιν, Οὐδὲ ἐγγὺς γενέσθαι, οὐδὲ ἅψασθαι. Ἀλλὰ ποῦ σπουδαῖοι καὶ εὔτονοι; Ἐν τοῖς κεκωλυμένοις.  Πάντα γὰρ τὰ ἔργα αὐτῶν ποιοῦσι, φησὶ, πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Εἰς κενοδοξίαν αὐτοὺς διαβάλλων ταῦτα λέγει, ὅπερ αὐτοὺς ἀπώλεσε. Τὰ μὲν γὰρ ἔμπροσθεν ὠμότητος καὶ ῥᾳθυμίας· ταῦτα δὲ, δοξομανίας. Τοῦτο ἀπέστησεν αὐτοὺς τοῦ Θεοῦ· τοῦτο ἐν ἑτέρῳ θεάτρῳ ἀγωνίζεσθαι παρεσκεύασε, καὶ διέφθειρεν. Οἵους γὰρ ἄν τις ἔχῃ τοὺς θεατὰς, ἐπεὶ τούτοις ἐσπούδακεν ἀρέσκειν, τοιούτους ἐπιδείκνυται  καὶ τοὺς ἀγῶνας· καὶ ὁ μὲν ἐν γενναίοις παλαίων, τοιαῦτα καὶ τὰ ἀγωνίσματα μέτεισιν· ὁ δὲ ἐν ψυχροῖς καὶ ἀναπεπτωκόσι,  καὶ  αὐτὸς  ῥᾳθυμότερος  γίνεται.   Οἷον,  ἔχει  τις  θεατὴν  γέλωτι χαίροντα; γίνεται γελωτοποιὸς  καὶ αὐτὸς, ἵνα τέρπῃ τὸν θεατήν· ἕτερος σπουδαῖον καὶ φιλοσοφοῦντα; σπουδάζει καὶ αὐτὸς τοιοῦτος εἶναι, ἐπειδὴ τοιαύτη τοῦ ἐπαινοῦντος ἡ γνώμη. Ὅρα δὲ πάλιν καὶ ἐνταῦθα μετ' ἐπιτάσεως τὸ ἔγκλημα. Οὐδὲ γὰρ τὰ μὲν οὕτω, τὰ δὲ ἑτέρως ποιοῦσιν· ἀλλὰ πάντα ἁπλῶς οὕτως. Εἶτα ἐγκαλέσας αὐτοῖς κενοδοξίαν, δείκνυσιν οὐδὲ ἐπὶ τοῖς μεγάλοις καὶ ἀναγκαίοις κενοδοξοῦντας· (οὐδὲ γὰρ εἶχον, ἀλλ' ἔρημοι ἦσαν κατορθωμάτων·) ἀλλ' ἐπὶ ψυχροῖς καὶ εὐτελέσι, καὶ ἃ τῆς κακίας αὐτῶν τεκμήρια ἦν, τὰ φυλακτήρια, τὰ κράσπεδα. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν, φησὶ, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν. Καὶ τίνα ταῦτά ἐστι τὰ φυλακτήρια  καὶ τὰ κράσπεδα; Ἐπειδὴ συνεχῶς ἐπελανθάνοντο τῶν  εὐεργεσιῶν  τοῦ  Θεοῦ, ἐκέλευσεν  ἐγγραφῆναι  βιβλίοις  μικροῖς  τὰ  θαύματα αὐτοῦ, καὶ ἐξηρτῆσθαι αὐτὰ τῶν χειρῶν αὐτῶν· (διὸ καὶ ἔλεγεν· Ἔσται ἀσάλευτα ἐν ὀφθαλμοῖς  σου·) ἃ φυλακτήρια ἐκάλουν· ὡς πολλαὶ νῦν τῶν γυναικῶν  Εὐαγγέλια τῶν τραχήλων  ἐξαρτῶσαι ἔχουσι. Καὶ ἵνα καὶ ἑτέρωθεν πάλιν ὑπομιμνήσκωνται,  ὃ πολλοὶ πολλάκις ποιοῦσιν, ὡς ἐπιλανθανόμενοι  λίνῳ ἢ κρόκῃ τὸν δάκτυλον ἀποδεσμοῦντες, τοῦτο ὁ Θεὸς ὥσπερ παιδίοις ἐκέλευσε ποιεῖν, κλῶσμα ὑακίνθινον ἐπὶ τῶν ἱματίων περὶ τὴν ᾤαν τὴν περὶ τοὺς πόδας ἀποῤῥάπτεσθαι, ἵνα προσέχοντες ἀναμιμνήσκωνται  τῶν  ἐντολῶν·  καὶ ἐκαλεῖτο  κράσπεδα. Ἐν τούτοις τοίνυν  ἦσαν σπουδαῖοι, τοὺς τελαμῶνας τῶν βιβλίων πλατύνοντες, καὶ τὰ κράσπεδα μεγαλοποιοῦντες·  ὅπερ ἐσχάτης  κενοδοξίας  ἦν.  Τίνος  γὰρ  ἕνεκεν  φιλοτιμῇ,  καὶ πλατύνεις ταῦτα; μὴ γὰρ κατόρθωμά σου τοῦτό ἐστι; μὴ γάρ τί σε ὀνίνησιν, ἂν μὴ τὰ ἀπ' αὐτῶν κερδάνῃς; Οὐ γὰρ τὸ μεγαλύνειν ταῦτα καὶ πλατύνειν  ὁ Θεὸς ζητεῖ, ἀλλὰ τὸ μεμνῆσθαι τῶν αὐτοῦ κατορθωμάτων. Εἰ δὲ ἐπὶ ἐλεημοσύνῃ καὶ νηστείᾳ, καίτοι ἐπιπόνοις καὶ κατορθώμασιν οὖσιν ἡμετέροις, φιλοτιμεῖσθαι οὐ δεῖ· πῶς σὺ τούτοις ἐναβρύνῃ, ὦ Ἰουδαῖε, ἃ μάλιστά σου κατηγορεῖ  ῥᾳθυμίαν; Οἱ δὲ οὐκ ἐν  τούτοις μόνοις, ἀλλὰ καὶ ἐν ἑτέροις μικροῖς ταῦτα ἐνόσουν. Φιλοῦσι γὰρ, φησὶ, τὴν πρωτοκλισίαν  ἐν τοῖς δείπνοις,  καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,  καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων,  Ῥαββί. Ταῦτα γὰρ εἰ καὶ μικρά τις ἡγεῖται, ἀλλὰ μεγάλων ἐστὶν αἴτια κακῶν. Ταῦτα καὶ πόλεις καὶ Ἐκκλησίας ἀνέτρεψε. Καί μοι καὶ δακρῦσαι ἔπεισι νῦν, ὅταν τὰς πρωτοκαθεδρίας ἀκούσω καὶ τοὺς ἀσπασμοὺς, καὶ λογίσωμαι πόσα ἐντεῦθεν ἐτέχθη κακὰ ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ· ἅπερ οὐκ ἀναγκαῖον  εἰς ὑμᾶς ἐξειπεῖν νῦν· μᾶλλον δὲ ὅσοι πρεσβῦται οὐδὲ δέονται  ταῦτα  παρ' ἡμῶν  μαθεῖν.  Σὺ δέ μοι σκόπει, ποῦ τὰ τῆς κενοδοξίας  ἐκράτει· ἔνθα  ἐκελεύοντο  μὴ  κενοδοξεῖν,  ἐν  ταῖς  συναγωγαῖς·  ἔνθα εἰσῄεσαν  ῥυθμίζοντες   ἑτέρους.  Τὸ  μὲν   γὰρ  ἐπὶ   τῶν   δείπνων   τοῦτο   παθεῖν ὁπωσδήποτε, οὐχ οὕτω δοκεῖ δεινὸν εἶναι· καίτοιγε καὶ ἐκεῖ τὸν διδάσκαλον θαυμάζεσθαι ἔδει, οὐκ ἐπὶ τῆς Ἐκκλησίας μόνον, ἀλλὰ πανταχοῦ.  Καὶ καθάπερ ὁ ἄνθρωπος,  ὅπουπερ ἂν φανῇ,  δῆλός  ἐστι τῶν  ἀλόγων  διεστηκώς· οὕτω  καὶ τὸν διδάσκαλον, καὶ φθεγγόμενον,  καὶ σιγῶντα, καὶ ἀριστοποιούμενον, καὶ πᾶν ὁτιοῦν ποιοῦντα, δῆλον εἶναι δεῖ, καὶ ἀπὸ τοῦ βήματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τοῦ σχήματος, καὶ ἀπὸ πάντων  ἁπλῶς. Ἐκεῖνοι δὲ πανταχόθεν  ἦσαν καταγέλαστοι, καὶ πανταχοῦ  κατησχύνοντο, μελετῶντες  ἃ φεύγειν  ἔδει. Φιλοῦσι γὰρ, φησίν· εἰ δὲ τὸ φιλεῖν  ἔγκλημα, τὸ ποιεῖν ἡλίκον; καὶ τὸ θηρᾷν αὐτὰ καὶ σπουδάζειν ὥστε τυχείν, πόσον κακόν; γʹ. Τὰ μὲν οὖν ἄλλα μέχρι τῆς ἐκείνων κατηγορίας ἔστησεν, ὡς μικρὰ καὶ εὐτελῆ, καὶ μὴ δεομένων  τῶν  μαθητῶν  καὶ ὑπὲρ τούτων  διορθωθῆναι·  ὃ δὲ πάντων αἴτιον ἦν τῶν κακῶν, ἡ φιλαρχία, καὶ τὸ τὸν θρόνον ἁρπάζειν τὸν διδασκαλικὸν, τοῦτο εἰς μέσον ἀγαγὼν διορθοῦται σπουδαίως, ὑπὲρ τούτου σφόδρα καὶ αὐτοῖς εὐτόνως ἐπισκήπτων. Τί γάρ φησιν; Ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί. Εἶτα καὶ ἡ αἰτία· Εἷς γὰρ ὑμῶν ἐστιν ὁ ∆ιδάσκαλος· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ οὐδὲν ἕτερος ἑτέρου πλέον ἔχει, κατὰ τὸ μηδὲν εἰδέναι παρ' ἑαυτοῦ. ∆ιὸ καὶ Παῦλος λέγει· Τίς γάρ ἐστι Παῦλος, τίς  δὲ Ἀπολλὼς, τίς  δὲ Κηφᾶς, ἀλλ'  ἢ διάκονοι; Οὐκ εἶπε, ∆ιδάσκαλοι. Καὶ πάλιν·  Μὴ καλέσητε  πατέρα· οὐχ  ἵνα  μὴ  καλέσωσιν,  ἀλλ'  ἵνα εἰδῶσιν  ὃν  κυρίως  πατέρα  καλεῖν  χρή.  Καθάπερ γὰρ  ὁ  διδάσκαλος  οὐκ  ἔστι διδάσκαλος προηγουμένως· οὕτως οὐδὲ ὁ πατήρ. Ἐκεῖνος γὰρ πάντων  αἴτιος, καὶ τῶν διδασκάλων, καὶ τῶν πατέρων. Καὶ πάλιν ἐπάγει· Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστι καθηγητὴς, ὁ Χριστός· καὶ οὐκ εἶπεν, Ἐγώ. Ὥσπερ ἀνωτέρω εἶπε, Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; καὶ οὐκ εἶπε, Περὶ ἐμοῦ· οὕτω καὶ ἐνταῦθα. Ἀλλ' ἡδέως ἂν ἐροίμην ἐνταῦθα, τί ἂν εἴποιεν οἱ τὸ Εἷς καὶ Εἷς πολλάκις ἁρμόζοντες τῷ Πατρὶ μόνῳ, ἐπὶ ἀθετήσει τοῦ Μονογενοῦς. Καθηγητὴς ὁ Πατήρ; Ἅπαντες ἂν εἴποιεν, καὶ οὐδεὶς ἀντερεῖ. Καὶ μὴν εἷς, φησὶν, ἐστὶν ὁ καθηγητὴς ὑμῶν, ὁ Χριστός. Ὥσπερ οὖν εἷς καθηγητὴς λεγόμενος ὁ Χριστὸς οὐκ ἐκβάλλει τὸν Πατέρα τοῦ εἶναι καθηγητήν· οὕτω  καὶ  εἷς  διδάσκαλος λεγόμενος  ὁ Πατὴρ οὐκ  ἐκβάλλει  τὸν  Υἱὸν τοῦ  εἶναι διδάσκαλον. Τὸ γὰρ Εἷς καὶ Εἷς πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων εἴρηται, καὶ τῆς λοιπῆς κτίσεως. Ἀπαγορεύσας τοίνυν αὐτοῖς τὸ χαλεπὸν τοῦτο νόσημα καὶ διορθωσάμενος, παιδεύει καὶ πῶς ἂν αὐτὸ διαφύγοιεν· διὰ ταπεινοφροσύνης. ∆ιὸ καὶ ἐπάγει·  Ὁ  δὲ  μείζων  ὑμῶν  ἔσται  ὑμῶν  διάκονος.  Ὅστις  γὰρ  ὑψώσει  ἑαυτὸν, ταπεινωθήσεται·   καὶ   ὅστις  ταπεινώσει   ἑαυτὸν,   ὑψωθήσεται.   Οὐδὲν  γὰρ   τοῦ μετριάζειν ἴσον· διὸ καὶ συνεχῶς αὐτοὺς ὑπομιμνήσκει ταύτης τῆς ἀρετῆς, καὶ ὅτε τὰ παιδία εἰς μέσον ἤγαγε, καὶ νῦν· καὶ ἀρχόμενος  ἐπὶ τοῦ ὄρους τῶν  μακαρισμῶν, ἐντεῦθεν  ἤρξατο· καὶ ἐνταῦθα  πρόῤῥιζον αὐτὸ ἀνασπᾷ ἐντεῦθεν  λέγων· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Εἶδες πῶς ἐκ διαμέτρου πρὸς τοὐναντίον ἀπάγει τὸν ἀκροατήν;  Οὐ γὰρ  δὴ  μόνον  τῶν  πρωτείων  ἐρᾷν  κωλύει,  ἀλλὰ  καὶ  τὰ  ἔσχατα διώκειν. Οὕτω γὰρ τεύξῃ τῆς ἐπιθυμίας, φησί. ∆ιὸ χρὴ τῶν πρωτείων τὴν ἐπιθυμίαν διώκοντα, τὴν ἐσχάτην διώκειν τάξιν. Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, ὑψωθήσεται. Καὶ ποῦ τὴν ταπεινοφροσύνην ταύτην εὑρήσομεν; Βούλεσθε πάλιν ἐπὶ τὴν πόλιν τῆς ἀρετῆς ἴωμεν, τὰς τῶν ἁγίων σκηνὰς, τὰ ὄρη λέγω, καὶ τὰς νάπας; Καὶ γὰρ ἐκεῖ τὸ ὕψος τῆς ταπεινοφροσύνης ὀψόμεθα τοῦτο. Ἄνθρωποι γὰρ οἱ μὲν ἀπὸ τῶν ἔξωθεν ἀξιωμάτων, οἱ δὲ καὶ ἀπὸ χρημάτων ὄντες λαμπροὶ, πάντοθεν ἑαυτοὺς καταστέλλουσιν, ἀπὸ τῆς ἐσθῆτος, ἀπὸ τῆς οἰκίας, ἀπὸ τῶν  διακονουμένων·  καὶ καθάπερ ἐν γράμμασι διὰ πάντων  τὴν ταπεινοφροσύνην  γράφουσι. Καὶ ἅπερ ἐστὶν ὑπεκκαύματα ἀλαζονείας, τὸ καλῶς ἀμφιέννυσθαι, καὶ τὸ λαμπρῶς οἰκοδομεῖν, καὶ τὸ πολλοὺς  ἔχειν  διακόνους,  ἃ καὶ ἄκοντας  πολλάκις  εἰς  ἀλαζονείαν  ἐμβάλλει, ταῦτα ἐκεῖ ἅπαντα ἀνῄρηται. Καὶ αὐτοὶ καίουσι πῦρ, αὐτοὶ διακλῶσι ξύλα, αὐτοὶ ἕψουσιν, αὐτοὶ τοῖς ἐρχομένοις διακονοῦνται. Οὐκ ἔστιν ὑβρίζοντος ἀκοῦσαί τινος ἐκεῖ, οὐδὲ ὑβριζόμενον ἰδεῖν, οὐδὲ ἐπιταττόμενον,  οὐδὲ ἐπιτάττοντα·  ἀλλὰ πάντες τῶν διακονουμένων  εἰσι, καὶ ἕκαστος τοὺς πόδας νίπτει τῶν ξένων, καὶ πολλὴ περὶ τούτου μάχη. Καὶ ποιεῖ τοῦτο, οὐκ ἐξετάζων ὅστις ἐστὶν, οὔτε εἰ δοῦλος, οὔτε εἰ ἐλεύθερος· ἀλλ' ἐπὶ παντὸς τὴν διακονίαν ταύτην πληροῖ. Οὐδεὶς ἐκεῖ οὐ μέγας, οὐδὲ μικρός. Τί οὖν; σύγχυσις; Μὴ γένοιτο· ἀλλ' ἡ πρώτη εὐταξία. Κἂν γὰρ ᾖ τις μικρὸς, ὁ μέγας οὐχ ὁρᾷ τοῦτο, ἀλλὰ καὶ ἐκείνου πάλιν καταδεέστερον ἑαυτὸν εἶναι νενόμικε, καὶ ταύτῃ  γίνεται  μείζων.  Μία τράπεζα πᾶσι, καὶ τοῖς  διακονουμένοις,  καὶ τοῖς διακονοῦσι, τὰ αὐτὰ ἐδέσματα, τὰ αὐτὰ ἐνδύματα, τὰ αὐτὰ οἰκήματα, ἡ αὐτὴ δίαιτα. Μέγας ἐκεῖ  ὁ  τὸ  εὐτελὲς  ἔργον  ἁρπάζων.  Οὐκ ἔστι  τὸ  Ἐμὸν καὶ  τὸ  Σόν· ἀλλ' ἐξώρισται τοῦτο τὸ ῥῆμα, τὸ μυρίων αἴτιον πολέμων. δʹ. Καὶ τί θαυμάζεις, εἰ δίαιτα καὶ τράπεζα καὶ στολὴ μία πᾶσιν, ὅπου γε καὶ ψυχὴ μία πᾶσιν, οὐ κατὰ τὴν οὐσίαν μόνον (τοῦτο γὰρ καὶ ἐπὶ πάντων), ἀλλὰ κατὰ τὴν ἀγάπην; πῶς οὖν ἂν αὐτὴ καθ' ἑαυτῆς ἐπαρθείη ποτέ; Οὐκ ἔστιν ἐκεῖ πενία καὶ πλοῦτος, δόξα καὶ ἀτιμία· πῶς οὖν ἂν εὕροι παρείσδυσιν ἀπόνοια καὶ ἀλαζονεία; Εἰσὶ μὲν γὰρ καὶ μικροὶ καὶ μεγάλοι κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλ' ὅπερ ἔφην, οὐδεὶς τοῦτο ὁρᾷ. Ὁ μικρὸς οὐκ ἀλγεῖ ὡς καταφρονούμενος· οὔτε γὰρ ὁ καταφρονῶν  τίς ἐστι· κἂν διαπτύσῃ δέ τις, τοῦτο μάλιστα παιδεύονται,  καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ  πραγμάτων·  καὶ  πτωχοῖς  καὶ  ἀναπήροις  συναναστρέφονται,  καὶ  αἱ  τράπεζαι αὐτοῖς τούτων γέμουσι τῶν δαιτυμόνων· διὰ δὴ τοῦτο καὶ τῶν οὐρανῶν εἰσιν ἄξιοι. Καὶ ὁ μὲν θεραπεύει τραύματα τῶν λώβην ἐχόντων, ὁ δὲ χειραγωγεῖ τὸν τυφλὸν, ὁ δὲ  βαστάζει τὸν  τὸ  σκέλος  πεπηρωμένον.  Οὐκ ἔνι  κολάκων  ἐκεῖ  πλῆθος,  οὐδὲ παρασίτων· μᾶλλον  δὲ οὐδὲ ὅ τί ποτέ ἐστι κολακεία  ἴσασι· πόθεν  οὖν ἂν ἐπαρθεῖέν  ποτε; Καὶ γὰρ πολλὴ  παρ' αὐτοῖς  ἰσότης·  διὸ  καὶ  εὐκολία  πολλὴ  τῆς ἀρετῆς. Καὶ γὰρ τούτοις μᾶλλον οἱ καταδεέστεροι παιδεύονται, ἢ εἰ ἀναγκάζοιντο αὐτοῖς  παραχωρεῖν  τῶν  πρωτείων.  Ὥσπερ γὰρ  τὸν  θρασὺν  ὁ  πληττόμενος  καὶ παραχωρῶν παιδεύει· οὕτω τὸν φιλότιμον ὁ μὴ ἀντιποιούμενος δόξης, ἀλλὰ καταφρονῶν.  Τοῦτο δὲ μετὰ δαψιλείας ἐκεῖ ποιοῦσι· καὶ ὅση μάχη παρ' ἡμῖν ὑπὲρ τοῦ τυχεῖν τῶν πρωτείων,  τοσοῦτος ἀγὼν παρ' ἐκείνοις ὑπὲρ τοῦ μὴ τυχεῖν, ἀλλὰ διακρούσασθαι, καὶ  πολλὴ  σπουδὴ, τίς  πλεονεκτήσει  τιμῶν,  ἀλλ' οὐ τιμώμενος. Ἄλλως δὲ καὶ αὐτὰ τὰ ἔργα μετριάζειν πείθει, καὶ οὐκ ἀφίησι φλεγμαίνειν.  Τίς γὰρ, εἰπέ μοι, γῆν  σκάπτων καὶ ἄρδων καὶ φυτεύων,  ἢ πλέκων  σπυρίδας, καὶ σάκκον ὑφαίνων,  ἢ ἄλλα τινὰ μεταχειρίζων, μέγα φρονήσει ποτέ; τίς δὲ πενίᾳ συζῶν, καὶ λιμῷ  παλαίων,  τοῦτο  νοσήσει τὸ νόσημα;  Οὐκ ἔστιν  οὐδείς. ∆ιὰ τοῦτο  εὔκολος αὐτοῖς ἡ ταπεινοφροσύνη. Καὶ ὥσπερ ἐνταῦθα χαλεπὸν τὸ μετριάζειν διὰ τὸ πλῆθος τῶν κροτούντων καὶ θαυμαζόντων· οὕτως ἐκεῖ σφόδρα εὔκολον. Καὶ γὰρ τῇ ἐρημίᾳ προσέχει  μόνον  ἐκεῖνος,  καὶ  ὄρνιθας  ἱπταμένας  ὁρᾷ, καὶ  δένδρα  σειόμενα,  καὶ ζέφυρον πνέοντα, καὶ ῥύακας διὰ φαράγγων φερομένους. Πόθεν οὖν ἂν ἐπαρθείη ὁ ἐρημίᾳ τοσαύτῃ συζῶν; Οὐ μὴν διὰ τοῦτο ἀπολογίαν ἐντεῦθεν ἡμεῖς ἕξομεν, ἐπειδὴ ἐν μέσοις στρεφόμενοι μέγα φρονοῦμεν. Καὶ γὰρ ὁ Ἀβραὰμ μεταξὺ Χαναναίων ὢν ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ ὁ ∆αυῒδ ἐν μέσοις στρατοπέδοις, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ ὁ Ἀπόστολος ἐν μέσῃ τῇ οἰκουμένῃ· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος. Ποία τοίνυν  ἡμῖν ἔσται παραμυθία, ποία δὲ ἀπολογία, ὅταν μηδὲ  τοσαῦτα  ἔχοντες  παραδείγματα  μετριάζωμεν;  Ὥσπερ γὰρ  ἐκεῖνοι  μυρίων στεφάνων  ἄξιοι,  πρῶτοι  τῆς  ἀρετῆς  τὴν  ὁδὸν  ἐλθόντες·  οὕτως  ἡμεῖς  μυρίων τιμωριῶν  ὑπεύθυνοι,  μηδὲ μετ' ἐκείνους  τοὺς ἀπελθόντας  καὶ ἐν  τοῖς  γράμμασι κειμένους, μηδὲ μετὰ τούτους τοὺς ζῶντας καὶ διὰ τῶν πραγμάτων θαυμαζομένους, ἐπὶ τὸν ἴσον ἑλκόμενοι ζῆλον. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, μὴ διορθούμενος; Οὐκ οἶσθα γράμματα, οὐδὲ Γραφαῖς ἐνέκυψας, ἵνα μάθῃς τῶν  παλαιῶν  τὰς ἀρετάς; Μάλιστα μὲν  καὶ  τοῦτο  ἔγκλημα,  τῆς  ἐκκλησίας  διηνεκῶς  ἀνεῳγμένης,  μὴ  εἰσιέναι  καὶ μετέχειν  τῶν καθαρῶν ἐκείνων  ναμάτων.  Πλὴν ἀλλ' εἰ καὶ τοὺς ἀπελθόντας  οὐκ ἔγνως   διὰ  τῶν   Γραφῶν,  τοὺς  ζῶντας   τούτους   ἰδεῖν   ἐχρῆν.  Ἀλλ'  οὐδεὶς   ὁ χειραγωγῶν;  Ἐλθὲ πρός με, καὶ ἐγώ σοι δείξω τὰ καταγώγια  τῶν  ἁγίων  τούτων· ἐλθὲ, καὶ μάθε τί παρ' αὐτῶν χρήσιμον. Λύχνοι πανταχοῦ τῆς γῆς εἰσιν οὗτοι λάμποντες· τείχη ταῖς πόλεσι περικάθηνται. ∆ιὰ ταῦτα τὰς ἐρημίας κατέλαβον, ἵνα καὶ σὲ παιδεύσωσι τῶν ἐν τῷ μέσῳ θορύβων καταφρονεῖν. Οἱ μὲν γὰρ, ἅτε ἰσχυροὶ ὄντες, καὶ ἐν μέσῳ τῷ κλύδωνι δύνανται γαλήνης ἀπολαύειν· σοὶ δὲ τῷ περιαντλουμένῳ  πανταχόθεν ἡσυχίας δεῖ, καὶ τοῦ μικρὸν ἀναπνεῦσαι ἐκ τῶν ἐπαλλήλων κυμάτων. Βάδιζε τοίνυν ἐκεῖ συνεχῶς, ἵνα τὴν διηνεκῆ κηλῖδα καθάρας ταῖς ἐκείνων εὐχαῖς καὶ παραινέσεσι, καὶ τὸν ἐνταῦθα ἄριστα διαγάγῃς βίον, καὶ τῶν  μελλόντων  ἐπιτύχῃς  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

29. ΟΜΙΛΙΑ ΟΓʹ. Οὐαὶ  ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταὶ, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε πε ρισσότερον κρίμα.

αʹ. Ἐντεῦθεν λοιπὸν εἰς γαστριμαργίαν αὐτοὺς κωμωδεῖ· καὶ τὸ δεινὸν, ὅτι οὐκ ἀπὸ τῶν  πλουτούντων,  ἀλλ' ἀπὸ τῶν  χηρῶν  ἐγαστρίζοντο, καὶ τὴν ἐκείνων πενίαν  ἐπέτριβον, ἢν διορθοῦσθαι ἔδει. Οὐδὲ γὰρ ἁπλῶς ἤσθιον, ἀλλὰ κατήσθιον. Εἶτα καὶ ὁ τρόπος τῆς καπηλείας χαλεπώτερος· Προφάσει μακρὰ προσευχόμενοι. Πᾶς μὲν  γὰρ  ἄξιος  τιμωρίας  ὁ κακόν  τι  ποιῶν·  ὁ δὲ  καὶ  τὴν  αἰτίαν  ἀπὸ  εὐλαβείας λαμβάνων,  καὶ προσχήματι τούτῳ  χρώμενος  τῆς  πονηρίας,  πολλῷ  χαλεπωτέρας ὑπεύθυνος κολάσεως. Καὶ τίνος ἕνεκεν οὐκ ἀπεχειροτόνησεν αὐτούς; Ὅτι ὁ καιρὸς οὐκ ἐπέτρεπεν  οὐδέπω. ∆ιὰ δὴ τοῦτο ἀφίησι μὲν  αὐτοὺς τέως· διὰ δὲ ὧν  λέγει, κατασκευάζει τὸ ἀνεξαπάτητον τῷ δήμῳ, ἵνα μὴ διὰ τὴν ἀξίαν αὐτῶν εἰς τὸν αὐτὸν ἕλκωνται ζῆλον. Ἐπειδὴ γὰρ εἶπεν, Ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· δείκνυσιν ὅσα παραποιοῦσιν, ἵνα μὴ ἐξ ἐκείνου νομισθῇ παρὰ τοῖς ἀνοήτοις πάντα ἐπιτρέπειν αὐτοῖς. Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Εἰ δὲ τὸ μηδένα ὠφελεῖν κατηγορία, τὸ καὶ βλάπτειν  καὶ κωλύειν  ποίαν ἔχει συγγνώμην;  Τί δέ ἐστι, Τοὺς εἰσερχομένους;  Τοὺς  ἐπιτηδείους.  Ὅτε  μὲν  γὰρ  ἐπιτάξαι  ἑτέροις  ἔδει,  ἀφόρητα ἐποίουν τὰ φορτία· ὅτε δὲ αὐτοὺς ποιῆσαί τι τῶν δεόντων, τὸ ἐναντίον,  οὐ μόνον οὐδὲν ἐποίουν αὐτοὶ, ἀλλ' ὃ πολλῷ πλέον ἐστὶν εἰς κακίαν, καὶ ἑτέρους διέφθειρον. Οὗτοί εἰσιν  οἱ  λεγόμενοι  λοιμοὶ,  οἱ  ἔργον  τιθέμενοι  τὴν  ἑτέρων  ἀπώλειαν,  ἐκ διαμέτρου  πρὸς  τοὺς  διδασκάλους  ἑστῶτες.  Εἰ γὰρ  διδασκάλου  τὸ  σώζειν  τὸν ἀπολλύμενον, τὸ ἀπολλύναι τὸν σώζεσθαι μέλλοντα, λυμεῶνος. Εἶτα πάλιν ἕτερον ἔγκλημα· Ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν  γένηται,  ποιεῖτε  αὐτὸν  υἱὸν  γεέννης  διπλότερον  ὑμῶν·  τουτέστιν,  οὐδὲ τὸ μόλις αὐτὸν σαγηνεῦσαι, καὶ μετὰ μυρίων πόνων,  φείδεσθαι αὐτοῦ παρασκευάζει ὑμᾶς· καίτοιγε  τῶν  μόλις  κτηθέντων  φειδόμεθα  μειζόνως·  ὑμᾶς  δὲ  οὐδὲ  τοῦτο ἐπιεικεστέρους ἐργάζεται. Ἐνταῦθα δύο αὐτοῖς ἐγκαλεῖ· ἓν μὲν, ὅτι ἄχρηστοι πρὸς σωτηρίαν   τῶν   πολλῶν,   καὶ   πολλοῦ   δέονται   τοῦ   ἱδρῶτος,   ὥστε   κἂν   ἕνα ἐφελκύσασθαι· ἕτερον δὲ, ὅτι ῥᾴθυμοι πρὸς τὴν φυλακὴν τοῦ κτηθέντος· μᾶλλον δὲ οὐ ῥᾴθυμοι μόνον, ἀλλὰ καὶ προδόται διὰ τῆς κατὰ τὸν βίον πονηρίας διαφθείροντες αὐτὸν καὶ χείρω ποιοῦντες. Ὅταν γὰρ τοὺς διδασκάλους ἴδῃ τοιούτους ὁ μαθητὴς, χείρων  γίνεται.  Οὐ γὰρ ἵσταται μέχρι τῆς τοῦ διδασκάλου κακίας· ἀλλ' ὅταν μὲν ἐνάρετος ᾖ, μιμεῖται· ὅταν δὲ φαῦλος, καὶ ὑπερβαίνει διὰ τὴν εὐκολίαν τὴν ἐπὶ τὸ χεῖρον. Υἱὸν δὲ γεέννης φησὶ, τουτέστιν, αὐτογέενναν. Εἶπε δὲ, ∆ιπλότερον ὑμῶν ἵνα καὶ  ἐκείνους  φοβήσῃ, καὶ  τούτων  καθάψηται  μειζόνως,  ὅτι  διδάσκαλοι πονηρίας εἰσί. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ πλείονα  τοῖς μαθηταῖς ἐντιθέναι σπουδάζουσι τὴν  κακίαν, ἐπιτρίβοντες  αὐτοὺς ἐπὶ πολλῷ  μείζονα  φαυλότητα  ἧς ἔχουσιν·  ὅπερ  μάλιστα  ψυχῆς  διεφθαρμένης  ἐστίν.  Εἶτα καὶ  εἰς  ἄνοιαν  αὐτοὺς σκώπτει, ὅτι τῶν  μειζόνων  ἐντολῶν  ἐκέλευον  καταφρονεῖν.  Καὶ μὴν τοὐναντίον ἔμπροσθεν ἔλεγεν, ὅτι ∆εσμεύουσι φορτία βαρέα καὶ δυσβάστακτα. Ἀλλὰ καὶ ταῦτα ἐποίουν πάλιν, καὶ πάντα ἔπραττον εἰς τὴν τῶν ὑπηκόων διαφθορὰν, ἐν τοῖς μικροῖς ζητοῦντες  τὴν  ἀκρίβειαν, καὶ τῶν  μεγάλων  καταφρονοῦντες.  Ἀποδεκατοῦτε γὰρ, φησὶ, τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν. Ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. Ἐνταῦθα μὲν οὖν   εἰκότως   φησὶν,   ἔνθα   δεκάτη   ἐστὶ  καὶ  ἐλεημοσύνη·  τί   γὰρ  βλάπτει   τὸ ἐλεημοσύνην διδόναι; Ἀλλ' οὐχ ὡς νόμον τηροῦντας· οὐδὲ γὰρ αὐτὸς οὕτως φησί.
∆ιὰ δὴ τοῦτο ἐνταῦθα  μὲν λέγει· Ταῦτα ἔδει ποιῆσαι· ἔνθα δὲ περὶ καθαρῶν καὶ ἀκαθάρτων  διαλέγεται,  οὐκέτι τοῦτο προστίθησιν, ἀλλὰ διαιρεῖ, καὶ δείκνυσιν  ἐξ ἀνάγκης  τῇ ἔνδον  καθαρότητι  καὶ τὴν  ἔξωθεν  ἑπομένην·  τοὐναντίον  δὲ οὐκέτι. Ὅπου μὲν γὰρ φιλανθρωπίας  λόγος ἦν, ἀδιαφόρως αὐτὸ παρατρέχει, διά τε τοῦτο αὐτὸ, καὶ ἐπειδὴ οὐδέπω καιρὸς ἦν διαῤῥήδην καὶ σαφῶς τὰ νομικὰ ἀνελεῖν· ἔνθα δὲ παρατήρησις σωματικῶν  καθαρμῶν, σαφέστερον ἀνατρέπει. ∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῆς  ἐλεημοσύνης  φησί· Ταῦτα δὲ ἔδει  ποιῆσαι, κἀκεῖνα  μὴ ἀφιέναι·  ἐπὶ  δὲ τῶν καθαρσίων οὐχ οὕτως· ἀλλὰ  τί; Καθαρίζετε, φησὶ, τὸ ἔξω τοῦ ποτηρίου  καὶ τῆς παροψίδος· ἔσωθεν δὲ γέμει ἁρπαγῆς καὶ ἀδικίας. Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. Καὶ ἔλαβεν αὐτὸ ἀπὸ πράγματος ὡμολογημένου καὶ δήλου, ἀπὸ ποτηρίου καὶ παροψίδος. βʹ. Εἶτα δεικνὺς, ὅτι οὐδεμία βλάβη ἐκ τοῦ καταφρονεῖν  τῶν σωματικῶν καθαρμῶν, μεγίστη δὲ τιμωρία ἐκ τοῦ μὴ φροντίζειν τῶν τῆς ψυχῆς καθαρσίων, ἅπερ ἐστὶν ἀρετὴ, κώνωπα ἐκάλεσε ταῦτα, μικρὰ γὰρ ἦν καὶ οὐδέν· κάμηλον δὲ ἐκεῖνα, ἀφόρητα γὰρ ἦν. ∆ιὸ καί φησι· Τὸν κώνωπα διυλίζοντες,  καὶ τὴν κάμηλον καταπίνοντες.  Καὶ γὰρ καὶ ἐκεῖνα διὰ ταῦτα νενομοθέτηται, διὰ τὸν ἔλεον καὶ τὴν κρίσιν· ὥστε οὐδὲ τότε ὠφέλει μόνα γινόμενα. Ὅτε γὰρ τὰ μικρὰ διὰ τὰ μεγάλα ἦν εἰρημένα, εἶτα ἐκεῖνα μὲν ἠμελεῖτο, ταῦτα δὲ ἐσπουδάζετο μόνα, οὐδὲν ἦν πλέον οὐδὲ τότε ἐντεῦθεν. Τούτοις μὲν γὰρ ἐκεῖνα οὐχ εἵπετο· ἐκεῖνα δὲ τούτοις πάντως. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι καὶ πρὶν ἢ τὴν χάριν παραγενέσθαι, οὐ τῶν  προηγουμένων,  οὐδὲ τῶν  περισπουδάστων ταῦτα ἦν, ἀλλ' ἕτερα ἦν τὰ ζητούμενα. Εἰ δὲ πρὸ τῆς χάριτος τοιαῦτα ἦν, πολλῷ μᾶλλον ὑψηλῶν ἐλθόντων  παραγγελμάτων  ταῦτα ἀνόνητα, καὶ καθόλου μετιέναι αὐτὰ οὐκ ἐχρῆν. Πανταχοῦ   μὲν   οὖν   κακία   χαλεπόν·   μάλιστα   δὲ   ὅταν   μηδὲ   νομίζῃ   δεῖσθαι διορθώσεως·  καὶ  τὸ  ἔτι  χαλεπώτερον,   ὅταν  καὶ  ἑτέρους  ἀρκεῖν  οἴηται διορθοῦν· ἅπερ δηλῶν  ὁ Χριστὸς, ὁδηγοὺς  αὐτοὺς  καλεῖ  τυφλούς.  Εἰ γὰρ τὸ μὴ νομίζειν  δεῖσθαι  ὁδηγοῦ  τυφλὸν,  ἐσχάτη  συμφορὰ καὶ  ἀθλιότης·  τὸ  καὶ  αὐτὸν ἐθέλειν ὁδηγεῖν ἑτέρους, ὅρα ἐπὶ πόσον ἄγει τὸ βάραθρον. Ταῦτα δὲ ἔλεγεν, αἰνιττόμενος  διὰ πάντων τὴν δοξομανίαν αὐτῶν, καὶ τὴν σφοδρὰν περὶ τὸ νόσημα τοῦτο λύσσαν. Τοῦτο γὰρ αἴτιον πάντων τῶν κακῶν αὐτοῖς γέγονε, τὸ πρὸς ἐπίδειξιν πάντα ποιεῖν. Τοῦτο καὶ τῆς πίστεως αὐτοὺς ἀπήγαγε, καὶ τῆς ὄντως ἀρετῆς ἀμελεῖν παρεσκεύασε, καὶ περὶ καθάρσια ἀσχολεῖσθαι σωματικὰ μόνα ἔπειθε, τῶν τῆς ψυχῆς καθαρμῶν ἀμελοῦντας.  ∆ιὰ δὴ τοῦτο ἄγων  αὐτοὺς εἰς τὴν ὄντως  ἀρετὴν, καὶ τὰ καθάρσια τῆς ψυχῆς, ἐλέου καὶ κρίσεως καὶ πίστεως μέμνηται. Ταῦτα γὰρ τὰ συνέχοντα   ἡμῶν   τὴν   ζωὴν,   ταῦτα   τὰ   καθαίροντα   τὴν   ψυχὴν,   δικαιοσύνη, φιλανθρωπία, ἀλήθεια· ἡ μὲν εἰς συγγνώμην ἡμᾶς ἄγουσα, καὶ μὴ ἀφιεῖσα χαλεποὺς μεθ' ὑπερβολῆς εἶναι τοῖς ἁμαρτάνουσι, καὶ ἀσυγγνώστους· (οὕτω γὰρ διπλῇ κερδανοῦμεν, φιλάνθρωποί  τε γινόμενοι,  καὶ φιλανθρωπίας  ἐντεῦθεν  πολλῆς καὶ αὐτοὶ παρὰ τοῦ τῶν ὅλων  ἀπολαύοντες  Θεοῦ·) καὶ παρασκευάζουσα συναλγεῖν  τε τοῖς ἐπηρεαζομένοις καὶ ἀμύνειν αὐτοῖς· ἡ δὲ οὐκ ἐῶσα ἀπατεῶνας εἶναι καὶ ὑπούλους.  Ἀλλ'  οὔτε  ὅταν  λέγῃ,  Ταῦτα  ἔδει  ποιῆσαι,  κἀκεῖνα  μὴ  ἀφιέναι,  ὡς νομικὴν παρατήρησιν εἰσάγων λέγει· ἄπαγε· τοῦτο γὰρ ἀπεδείξαμεν ἔμπροσθεν· οὔτε ἐπὶ τῆς παροψίδος καὶ τοῦ ποτηρίου εἰπὼν, Καθάρισον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος,  ἵνα  γένηται   καὶ  τὸ  ἐκτὸς  καθαρὸν,  ἐπὶ  τὴν   παλαιὰν   ἡμᾶς  ἄγει μικρολογίαν·  ἀλλὰ  τοὐναντίον   μὲν  οὖν,  ἅπαντα  ποιεῖ  δεικνὺς  αὐτὴν  περιττὴν οὖσαν. Οὐ γὰρ εἶπε, Καὶ τὸ ἔξωθεν καθαρίσατε, ἀλλὰ, Τὸ ἔνδον· καὶ πάντως ἕπεται τούτῳ ἐκεῖνο. Ἄλλως δὲ, οὐδὲ περὶ ποτηρίου καὶ παροψίδος λέγει, ἀλλὰ περὶ ψυχῆς καὶ σώματος διαλέγεται· τὸ μὲν ἔξω τὸ σῶμα καλῶν, τὸ δὲ ἔνδον τὴν ψυχήν. Εἰ δὲ ἐπὶ τῆς παροψίδος τοῦ ἔνδον χρεία, πολλῷ μᾶλλον  ἐπὶ σοῦ. Ὑμεῖς δὲ τοὐναντίον ποιεῖτε, φησί· τὰ μικρὰ καὶ ἔξω φυλάττοντες, τῶν μεγάλων καὶ ἔνδον ἀμελεῖτε· ὅθεν μεγίστη γίνεται βλάβη, ὅτι νομίζοντες τὸ πᾶν κατωρθωκέναι, τῶν λοιπῶν καταφρονεῖτε· καταφρονοῦντες  δὲ, οὐδὲ σπουδάζετε ἢ ἐπιχειρεῖτε αὐτὰ κατορθοῦν. Εἶτα πάλιν εἰς κενοδοξίαν αὐτοὺς σκώπτει, τάφους κεκονιαμένους καλῶν, καὶ πᾶσιν ἐπιλέγων,  Ὑποκριταί· ὃ  πάντων  αἴτιόν  ἐστι  τῶν  κακῶν,  καὶ  ἀπωλείας  αὐτοῖς ὑπόθεσις. Οὐχ ἁπλῶς  δὲ τάφους  κεκονιαμένους  ἐκάλεσεν, ἀλλὰ  καὶ ἀκαθαρσίας γέμειν  καὶ  ὑποκρίσεως  ἔφησε. Ταῦτα δὲ  ἔλεγε,  δεικνὺς  τὴν  αἰτίαν,  δι'  ἣν  οὐκ ἐπίστευσαν, ὅτι μεστοὶ ἦσαν ὑποκρίσεως καὶ ἀνομίας. Ταῦτα δὲ οὐχ ὁ Χριστὸς μόνον, ἀλλὰ  καὶ οἱ προφῆται  συνεχῶς  ἐγκαλοῦσιν, ὅτι ἁρπάζουσιν, ὅτι οὐ κρίνουσιν  οἱ ἄρχοντες αὐτῶν κατὰ τὸν τοῦ δικαίου λόγον· καὶ πανταχοῦ εὕροις ἂν τὰς μὲν θυσίας ἐκβαλλομένας, ταῦτα δὲ ἐπιζητούμενα. Ὥστε οὐδὲν ξένον, οὐδὲ καινὸν, οὔτε τῆς νομοθεσίας, οὔτε τῆς κατηγορίας· ἀλλ' οὐδὲ τὸ τῆς εἰκόνος τοῦ τάφου. Μέμνηται γὰρ αὐτῆς ὁ προφήτης, οὐδὲ αὐτὸς ἁπλῶς τάφον καλέσας, ἀλλὰ Τάφον ἀνεῳγμένον τὸν λάρυγγα αὐτῶν. Τοιοῦτοι καὶ νῦν εἰσι πολλοὶ ἄνθρωποι, καλλωπιζόμενοι  μὲν ἔξωθεν, πάσης δὲ ἀνομίας ἔνδον  πεπληρωμένοι.  Καὶ γὰρ καὶ νῦν  τῶν  μὲν ἔξωθεν καθαρμῶν πολὺς ὁ τρόπος, πολλὴ ἡ φροντίς· τῶν δὲ κατὰ ψυχὴν οὐδὲ εἷς. Ἀλλ'  εἴγε τὸ ἑκάστου συνειδὸς ἀναῤῥήξειέ τις, πολλοὺς  τοὺς σκώληκας καὶ τὸν ἰχῶρα  εὑρήσει, καὶ δυσωδίαν  ἄφατον·  ἐπιθυμίας  ἀτόπους  λέγω  καὶ πονηρίας, αἳ σκωλήκων εἰσὶν ἀκαθαρτότεραι. γʹ. Ἀλλὰ τὸ μὲν ἐκείνους τοιούτους εἶναι, οὐχ οὕτω δεινὸν,  καίπερ ὃν δεινόν·  τὸ δὲ ὑμᾶς, τοὺς καταξιωθέντας  ναοὺς γενέσθαι Θεοῦ, τάφους ἐξαίφνης γενέσθαι, τοσαύτην ἔχοντας δυσωδίαν, τοῦτο ἀθλιότητος ἐσχάτης. Ἔνθα ὁ Χριστὸς κατοικεῖ, καὶ Πνεῦμα ἅγιον ἐνήργησε, καὶ μυστήρια τοσαῦτα, τάφον εἶναι τοῦτον, πόσης τοῦτο ἀθλιότητος; πόσων θρήνων καὶ ὀδυρμῶν, ὅταν τὰ μέλη τοῦ   Χριστοῦ  τάφος   ἀκαθαρσίας  γένηται;   Ἐννόησον   πῶς   ἐγεννήθης,   τίνων κατηξιώθης, οἵαν ἔλαβες στολὴν, πῶς ναὸς κατεσκευάσθης ἀῤῥαγὴς, πῶς καλός· οὐ χρυσῷ καλλωπισθεὶς, οὐδὲ μαργαρίταις, ἀλλὰ τῷ τούτων τιμιωτέρῳ πνεύματι. Ἐννόησον ὅτι οὐδεὶς τάφος ἐν πόλει κατασκευάζεται· οὐκοῦν οὐδὲ σὺ εἰς τὴν ἄνω φανῆναι  δυνήσῃ  πόλιν.  Εἰ γὰρ  ἐνταῦθα  τοῦτο  ἀπείρηται,  πολλῷ  μᾶλλον  ἐκεῖ. Μᾶλλον  δὲ  καὶ  ἐνταῦθα  πᾶσιν  εἶ  καταγέλαστος,  νεκρὰν  περιφέρων  ψυχήν·  οὐ καταγέλαστος  δὲ μόνον,  ἀλλὰ  καὶ φευκτός.  Εἰπὲ γάρ μοι, εἴ τις  περιῄει  νεκρὸν εἴδωλον περιφέρων, οὐκ ἂν πάντες ἀπεπήδησαν; οὐκ ἂν πάντες ἔφυγον; Τοῦτο καὶ νῦν λογίζου. Καὶ γὰρ τούτου πολὺ χαλεπώτερον περιέρχῃ θέαμα περιφέρων, ψυχὴν ὑπὸ ἁμαρτιῶν  νενεκρωμένην,  ψυχὴν  παρειμένην.  Τίς οὖν  ἐλεήσει τὸν  τοιοῦτον; Ὅταν γὰρ σὺ τὴν σαυτοῦ ψυχὴν μὴ ἐλεῇς, πῶς ἕτερος ἐλεήσει τὸν οὕτως ὠμὸν καὶ πολέμιον  ὄντα ἑαυτῷ καὶ ἐχθρόν; Εἴ τις ἔνθα ἐκάθευδες καὶ ἐδείπνεις,  κατώρυξε σῶμα νεκρὸν,  τί  οὐκ  ἂν  ἐποίησας; σὺ δὲ  ψυχὴν  νεκρὰν  κατορύττεις,  οὐκ  ἔνθα ἀριστοποιῇ, οὐδὲ ἔνθα καθεύδεις, ἀλλ' ἐν τοῖς μέλεσι τοῦ Χριστοῦ, καὶ οὐ δέδοικας μὴ μυρίοι κατενεχθῶσιν ἄνωθεν ἐπὶ τὴν σὴν κεφαλὴν σκηπτοὶ καὶ κεραυνοί; Πῶς δὲ καὶ   τολμᾷς   ἐκκλησίαις   ἐπιβαίνειν   Θεοῦ,  καὶ   ναοῖς   ἁγίοις,   ἔνδον   τοσαύτης βδελυγμίας  ὄζων; Εἰ γὰρ εἰς τὰ βασίλεια φέρων  τις  νεκρὸν  καὶ κατορύξας, τὴν ἐσχάτην  ἂν  ἔδωκε  δίκην·  σὺ  τῶν  ἱερῶν  ἐπιβαίνων   περιβόλων,  καὶ  τοσαύτης δυσωδίας  πληρῶν  τὸν  οἶκον,  ἐννόησον  ὅσην  ὑποστήσῃ τιμωρίαν.  Μίμησαι τὴν πόρνην  ἐκείνην,  ἣ μύρῳ ἔχρισε τοῦ Χριστοῦ τοὺς πόδας, καὶ τὴν οἰκίαν  ἅπασαν ἐπλήρωσεν εὐωδίας· οὗ σὺ τοὐναντίον ποιεῖς εἰς τὸν οἶκον. Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνῃ σὺ τῆς δυσωδίας; Τοῦτο γὰρ μάλιστά ἐστι τὸ χαλεπὸν τοῦ νοσήματος· διὸ καὶ ἀνίατα νοσεῖς, καὶ χαλεπώτερα τῶν τὰ σώματα λελωβημένων  τε καὶ ὀδωδότων. Ἐκείνη μὲν γὰρ ἡ νόσος καὶ αἴσθησιν τοῖς κάμνουσι παρέχει, καὶ οὐδὲν ἔγκλημα ἔχει, ἀλλὰ καὶ ἐλέους ἐστὶν ἀξία· αὕτη δὲ μίσους καὶ κολάσεως. Ἐπεὶ οὖν καὶ ταύτῃ χαλεπωτέρα, καὶ τῷ μηδὲ αἰσθάνεσθαι αὐτῆς ὡς χρὴ τὸν νοσοῦντα, φέρε, ἐπίδος σαυτὸν τῷ λόγῳ, ἵνα  σε διδάξω  σαφῶς  αὐτῆς τὴν  λύμην.  Πρῶτον δὲ ἄκουσον τί ψάλλων  λέγεις· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν  σου. Ὅταν οὖν μὴ θυμίαμα, ἀλλὰ καπνὸς ἀπὸ σοῦ καὶ τῶν σῶν πράξεων ἀναβαίνῃ δυσώδης, ποίαν δίκην οὐκ ἄξιος εἶ ὑποστῆναι; Τίς οὖν ὁ καπνὸς ὁ δυσώδης; Πολλοὶ εἰσίασι κάλλη γυναικῶν περιβλέποντες·  ἄλλοι  παίδων  ὥρας περιεργαζόμενοι.  Εἶτα οὐ θαυμάζεις, πῶς  οὐ σκηπτοὶ   φέρονται,  καὶ  πάντα  ἐκ  βάθρων  ἀνασπᾶται;  Καὶ γὰρ  ἄξια  μὲν σκηπτῶν  καὶ γεέννης  τὰ γινόμενα·  ἀλλ' ὁ Θεὸς, μακρόθυμος ὢν  καὶ πολυέλεος, ἀνέχει τέως τὴν ὀργὴν, εἰς μετάνοιάν σε καλῶν καὶ διόρθωσιν. Τί ποιεῖς, ἄνθρωπε; κάλλη  γυναικῶν  περιεργάζῃ, καὶ οὐ φρίττεις  οὕτως ἐνυβρίζων  εἰς τὸν ναὸν  τοῦ Θεοῦ; Πορνεῖον εἶναί σοι δοκεῖ ἡ ἐκκλησία, καὶ τῆς ἀγορᾶς ἀτιμοτέρα; Ἐν ἀγορᾷ μὲν γὰρ δέδοικας καὶ αἰσχύνῃ φανῆναι  γυναῖκα  περιεργαζόμενος· ἐν δὲ τῷ ναῷ  τοῦ Θεοῦ, αὐτοῦ τοῦ Θεοῦ διαλεγομένου  σοι καὶ ἀπειλοῦντος  ὑπὲρ τούτων, πορνεύεις καὶ  μοιχεύεις  κατ' αὐτὸν  τὸν  καιρὸν,  καθ' ὃν  ἀκούεις  μὴ ταῦτα  ποιεῖν·  καὶ  οὐ φρίττεις, οὐδὲ ἐξέστηκας; Ταῦτα ὑμᾶς τὰ θέατρα τῆς ἀσελγείας διδάσκει, ὁ λοιμὸς ὁ δυσκατάλυτος, τὰ δηλητήρια φάρμακα, αἱ χαλεπαὶ  τῶν  ἀναπεπτωκότων  πάγαι, ἡ μεθ' ἡδονῆς τῶν ἀκολάστων ἀπώλεια. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἐγκαλῶν  ἔλεγεν· Οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλή. Βέλτιον τοὺς τοιούτους πηροὺς εἶναι· βέλτιον νοσεῖν, ἢ εἰς ταῦτα κατακεχρῆσθαι τοῖς ὀφθαλμοῖς. Ἐχρῆν μὲν οὖν ἔνδον  ἔχειν  τὸ τεῖχος  τὸ διεῖργον  ὑμᾶς τῶν  γυναικῶν·  ἐπειδὴ  δὲ οὐ βούλεσθε, ἀναγκαῖον ἐνόμισαν εἶναι οἱ Πατέρες, κἂν ταῖς σανίσιν ὑμᾶς ταύταις διατειχίσαι· ὡς ἔγωγε ἀκούω τῶν πρεσβυτέρων, ὅτι τὸ παλαιὸν  οὐδὲ ταῦτα ἦν τὰ τειχία. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐδὲ θῆλυ. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ ὁμοῦ καὶ ἄνδρες καὶ γυναῖκες ἦσαν. Καὶ γὰρ οἱ ἄνδρες, ἄνδρες ἦσαν, καὶ αἱ γυναῖκες, γυναῖκες· νῦν δὲ πᾶν τοὐναντίον,  αἱ μὲν γυναῖκες εἰς τὰ τῶν ἑταιρίδων ἑαυτὰς ἐξώθησαν ἤθη· οἱ δὲ ἄνδρες  ἵππων  μαινομένων   οὐδὲν  ἄμεινον  διάκεινται.  Οὐκ ἠκούσατε, ὅτι  ἦσαν συνηγμένοι  ἄνδρες  καὶ  γυναῖκες  ἐν  τῷ  ὑπερῴῳ,  καὶ  τῶν  οὐρανῶν  ἐκεῖνος  ὁ σύλλογος ἄξιος ἦν; Καὶ μάλα εἰκότως. Πολλὴν γὰρ καὶ γυναῖκες τότε φιλοσοφίαν ἤσκουν,  καὶ  ἄνδρες  σεμνότητα  καὶ  σωφροσύνην.  Ἀκούσατε γοῦν  τῆς πορφυροπώλιδος  λεγούσης· Εἰ κεκρίκατέ με ἀξίαν τῷ Κυρίῳ, εἰσελθόντες μείνατε παρ' ἐμοί. Ἀκούσατε τῶν  γυναικῶν,  αἳ περιῆγον  μετὰ τῶν  ἀποστόλων, ἀνδρεῖον ἀναλαβοῦσαι φρόνημα, τῆς Πρισκίλλης, τῆς Περσίδος, τῶν ἄλλων· ὧν αἱ παροῦσαι γυναῖκες  τοσοῦτον ἀπέχουσιν, ὅσον οἱ ἄνδρες τῶν  ἀνδρῶν.  δʹ. Τότε μὲν γὰρ καὶ ἀποδημοῦσαι οὐκ ἐλάμβανον  δόξαν πονηράν· νῦν  δὲ καὶ ἐν θαλάμῳ  τρεφόμεναι μόλις ταύτην διαφεύγουσι τὴν ὑποψίαν. Ταῦτα δὲ ἀπὸ τῶν καλλωπισμῶν  γίνεται καὶ τῆς τρυφῆς. Τότε ἐκείναις ἔργον ἦν, αὐξῆσαι τὸ κήρυγμα· νῦν δὲ εὐειδεῖς καὶ καλὰς φανῆναι,  καὶ εὐπροσώπους. Τοῦτο ἡ δόξα αὐταῖς, τοῦτο ἡ σωτηρία· τὰ δὲ ὑψηλὰ  καὶ  μεγάλα  κατορθώματα   οὐδὲ  ὄναρ  φροντίζουσι.  Τίς  γυνὴ   σπουδὴν ἐποιήσατο  ἄνδρα  βελτίω  ποιῆσαι;  τίς  ἀνὴρ  ταύτην  ἔθετο  τὴν  φροντίδα,  ὥστε γυναῖκα  διορθώσασθαι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ τῇ μὲν γυναικὶ  πᾶσα σπουδὴ περὶ χρυσίων ἐπιμέλειαν, καὶ ἱματίων, καὶ τῶν λοιπῶν τοῦ σώματος καλλωπισμῶν,  καὶ ὥστε τὴν οὐσίαν αὐξῆσαι· τῷ δὲ ἀνδρὶ καὶ αὕτη καὶ ἕτεραι πλείους, πᾶσαι μέντοι βιωτικαί. Τίς μέλλων γαμεῖν, τρόπον ἐξήτασε καὶ ἀνατροφὴν κόρης; Οὐδείς· ἀλλὰ  χρήματα  εὐθέως  καὶ  κτήματα,  καὶ  μέτρα  οὐσίας  ποικίλης  καὶ  διαφόρου, καθάπερ τι πρίασθαι μέλλων, ἢ συνάλλαγμά τι κοινὸν ἐπιτελεῖν. ∆ιὰ τοῦτο καὶ οὕτω καλοῦσι τὸν γάμον. Πολλῶν γὰρ ἤκουσα λεγόντων·  Συνήλλαξεν  ὁ δεῖνα τῇ δεῖνι, τουτέστιν, Ἔγημε. Καὶ εἰς τὰς τοῦ Θεοῦ δωρεὰς ἐνυβρίζουσι, καὶ ὥσπερ ὠνούμενοι καὶ πωλοῦντες,  οὕτω γαμοῦσι καὶ γαμοῦνται. Καὶ γραμματεῖα πλείονος ἀσφαλείας δεόμενα, ἢ τὰ περὶ πράσεως καὶ ἀγορασίας. Μάθετε πῶς οἱ παλαιοὶ ἐγάμουν, καὶ ζηλώσατε. Πῶς οὖν ἐγάμουν ἐκεῖνοι; Τρόπους ἐζήτουν καὶ ἤθη, καὶ ψυχῆς ἀρετήν.∆ιὰ τοῦτο γραμμάτων αὐτοῖς οὐκ ἔδει, οὐδὲ τῆς ἀπὸ χάρτου καὶ μέλανος ἀσφαλείας·ἤρκει γὰρ ἀντὶ πάντων αὐτοῖς ὁ τῆς νύμφης τρόπος. Παρακαλῶ τοίνυν καὶ ὑμᾶς, μὴ χρήματα ἐπιζητεῖν καὶ περιουσίαν, ἀλλὰ τρόπον καὶ ἐπιείκειαν. Ζήτησον εὐλαβῆ καὶ φιλόσοφον κόρην· καὶ μυρίων ταῦτά σοι βελτίω θησαυρῶν ἔσται. Ἂν τὰ τοῦ Θεοῦ ζητῇς, καὶ ταῦτα  ἥξει· ἂν  δὲ ἐκεῖνα  παραδραμὼν  ἐπὶ  ταῦτα  τρέχῃς, οὐδὲ ταῦτα ἕψεται. Ἀλλ' ὁ δεῖνα, φησὶν, ἀπὸ γυναικὸς εὔπορος γέγονεν. Οὐκ αἰσχύνῃ τοιαῦτα παραδείγματα φέρων; Μυριάκις γενοίμην πένης, πολλῶν ἤκουσα λεγόντων, ἢ παρὰ γυναικὸς  λάβοιμι πλοῦτον. Τί γὰρ ἀηδέστερον ἐκείνου τοῦ πλούτου; τί δὲ ταύτης πικρότερον  τῆς  εὐπορίας;  τί  δὲ  αἰσχρότερον  τοῦ  ἐπίσημον  εἶναι  ἐντεῦθεν,  καὶ λέγεσθαι παρὰ πάντων, Ὁ δεῖνα ἀπὸ γυναικὸς εὔπορος γέγονε; Τὰς γὰρ ἔνδον ἀηδίας ἀφίημι, ὅσα ἐκ τούτου συμβαίνειν ἀνάγκη· τὸ φρόνημα τῆς γυναικὸς, τὴν δουλοπρέπειαν, τὰς μάχας, τὰ τῶν οἰκετῶν ὀνείδη· Ὁ πένης, ὁ ῥακοδύτης, ὁ ἄτιμος καὶ ἐξ ἀτίμων· τί γὰρ ἔχων ἦλθεν; οὐ γὰρ πάντα τῆς κυρίας; Ἀλλ' οὐδέν σοι μέλει τῶν ῥημάτων τούτων· οὐδὲ γὰρ ἐλεύθερος εἶ. Ἐπεὶ καὶ οἱ παράσιτοι τούτων καταδεέστερα ἀκούουσι, καὶ οὐκ ἀλγοῦσιν· οὐκοῦν οὐδὲ οὗτοι, ἀλλὰ καὶ ἐγκαλλωπίζονται  τῇ αἰσχύνῃ· καὶ ὅταν ταῦτα λέγωμεν αὐτοῖς, Ἔστω, φησὶν, ἡδύ τι καὶ γλυκὺ, καὶ ἀποπνιγέτω  με. Ὢ τοῦ διαβόλου! οἵας παροιμίας εἰσήγαγε τῷ βίῳ, ὁλόκληρον τὴν ζωὴν τῶν τοιούτων ἀνατρέψαι δυναμένας! Ὅρα γοῦν αὐτὴν ταύτην τὴν  διαβολικὴν  καὶ  ὀλέθριον  ῥῆσιν, ὅσης γέμει  τῆς  ἀπωλείας.  Οὐδὲν γὰρ ἄλλο φησὶν, ἀλλ' ἢ ταυτὶ τὰ ῥήματα· Μηδείς σοι τοῦ σεμνοῦ, μηδείς σοι τοῦ δικαίου λόγος ἔστω· πάντα  ἐῤῥίφθω  ἐκεῖνα·  ἓν  μόνον  ζήτησον, τὴν  ἡδονήν.  Κἂν ἄγχῃ  σε τὸ πρᾶγμα, αἱρετὸν ἔστω· κἂν πάντες ἐμπτύωσιν οἱ ἀπαντῶντες,  κἂν τῇ ὄψει προστρίβωνται βόρβορον, κἂν ὡς κύνα ἐλαύνωσι, πάντα φέρε. Καὶ τί ἂν ἄλλο χοῖροι φωνὴν  λαβόντες εἶπον; τί δὲ κύνες οἱ ἀκάθαρτοι; Τάχα δὲ οὐδ' ἂν ἐκεῖνοι τοιαῦτα ἐφθέγξαντο, οἷα ἀνθρώπους ἔπεισεν ὁ διάβολος λυττᾷν. ∆ιὸ παρακαλῶ, τὴν ἀναισθησίαν συνειδότας τῶν τοιούτων  ῥημάτων, φεύγειν  τὰς τοιαύτας παροιμίας, καὶ τὰς ἀπὸ τῆς Γραφῆς ἐκλέγειν ἀπεναντίας αὐταῖς οὔσας. Τίνες δέ εἰσιν αὗται; Μὴ πορεύου, φησὶν, ὀπίσω τῆς ἐπιθυμίας τῆς ψυχῆς σου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κω λύου.  Καὶ περὶ  πόρνης  πάλιν  φησὶν  ἀπεναντίας  τῇ  παροιμίᾳ  ταύτῃ·  Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων  γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν  λιπαίνει  σὸν  φάρυγγα·  ὕστερον  μέντοι  πικρότερον  χολῆς  εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Τούτων τοίνυν ἀκούωμεν, μὴ ἐκείνων. Καὶ γὰρ ἐντεῦθεν οἱ ἀνελεύθεροι, ἐντεῦθεν οἱ δουλοπρεπεῖς λογισμοὶ φύονται, ἐντεῦθεν ἄλογα οἱ ἄνθρωποι γίνονται, ὅτι πανταχοῦ τὴν ἡδονὴν διώκειν ἐθέλουσι κατὰ τὴν παροιμίαν  ταύτην,  ἣ καὶ χωρὶς  τῶν  ἡμετέρων  λόγων  αὐτόθεν  ἐστὶ καταγέλαστος. Μετὰ γὰρ τὸ ἀποπνιγῆναι,  τί τὸ κέρδος τῆς γλυκύτητος; Παύσασθε τοίνυν   τοσοῦτον  κατασκευάζοντες  γέλωτα,   καὶ  γέενναν   ἀνάπτοντες   καὶ  πῦρ ἄσβεστον· καὶ  διαβλέψωμεν  κἂν  ὀψέ  ποτε  ὡς  χρὴ  πρὸς τὰ  μέλλοντα,  τὴν  τῶν ὀφθαλμῶν  λήμην  ἀποβαλόντες,  ὅπως  καὶ  τὸν  ἐνταῦθα  βίον  κοσμίως  καὶ  μετὰ πολλῆς τῆς σεμνότητος καὶ εὐλαβείας παρέλθωμεν, καὶ τῶν μελλόντων  ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |