ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΝΑʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΝΑʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι




Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

6.ΟΜΙΛΙΑ ΝΑʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆςθαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

αʹ. Τίνος ἕνεκεν εἰς τὸ ὄρος ἀναβαίνει; Παιδεύων ἡμᾶς, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις, ὅταν ἐντυγχάνειν  δέῃ Θεῷ. ∆ιά τοι τοῦτο συνεχῶς εἰς τὰς ἐρήμους ἄπεισι, κἀκεῖ διανυκτερεύει πολλάκις  εὐχόμενος, παιδεύων  ἡμᾶς καὶ τὴν ἀπὸ τοῦ καιροῦ καὶ τὴν ἀπὸ τοῦ τόπου θηρᾶσθαι ἐν ταῖς εὐχαῖς ἀταραξίαν. Ἡσυχίας γὰρ μήτηρ ἡ ἔρημος, καὶ γαλήνη, καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀνέβαινεν ἐκεῖσε· οἱ δὲ μαθηταὶ κλυδωνίζονται  πάλιν, καὶ χειμῶνα ὑπομένουσιν οἷον καὶ πρότερον. Ἀλλὰ τότε μὲν ἔχοντες αὐτὸν ἐν τῷ πλοίῳ τοῦτο ἔπασχον· νυνὶ δὲ καθ' ἑαυτοὺς ὄντες μόνοι. Καὶ γὰρ ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα αὐτοὺς ἐνάγει καὶ ἐμβιβάζει, καὶ εἰς τὸ φέρειν πάντα γενναίως. 


∆ιὰ δὴ τοῦτο, ὅτε μὲν πρῶτον κινδυνεύειν ἔμελλον, παρῆν μὲν, ἐκάθευδε δὲ, ὥστε ἐξ ἑτοίμου δοῦναι τὴν παραμυθίαν αὐτοῖς· νυνὶ δὲ ἐπὶ μείζονα ἄγων αὐτοὺς ὑπομονὴν, οὐδὲ τοῦτο ποιεῖ, ἀλλ' ἄπεισι, καὶ ἐν μέσῃ θαλάσσῃ συγχωρεῖ τὸν χειμῶνα διεγερθῆναι,  ὡς μηδὲ προσδοκῆσαί ποθεν  ἐλπίδα  σωτηρίας, καὶ ὅλην  τὴν  νύκτα ἀφίησιν αὐτοὺς κλυδωνίζεσθαι, διεγείρων αὐτῶν, ὡς οἶμαι, πεπωρωμένην τὴν καρδίαν. Καὶ γὰρ τοιοῦτον ὁ φόβος, ὃν μετὰ τοῦ χειμῶνος καὶ ὁ καιρὸς ποιεῖ. Μετὰ δὲ τῆς κατανύξεως  καὶ εἰς ἐπιθυμίαν  μείζονα αὐτοὺς ἐνέβαλε τὴν αὐτοῦ, καὶ εἰς μνήμην  διηνεκῆ. ∆ιὰ δὴ τοῦτο οὐκ εὐθέως  αὐτοῖς ἐπέστη· Τετάρτῃ γὰρ φυλακῇ, φησὶ, τῆς νυκτὸς ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· παιδεύων αὐτοὺς μὴ ταχέως λύσιν ἐπιζητεῖν  τῶν συνεχόντων  δεινῶν, ἀλλὰ φέρειν τὰ συμπίπτοντα γενναίως.  Ὅτε γοῦν προσεδόκησαν ἀπαλλαγήσεσθαι, τότε ἐπετάθη πάλιν ὁ φόβος. Ἰδόντες γὰρ αὐτὸν, φησὶν, οἱ μαθηταὶ περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐταράχθησαν, λέγοντες φάντασμα εἶναι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Καὶ γὰρ ἀεὶ τοῦτο ποιεῖ· ὅταν μέλλῃ  λύειν  τὰ δεινὰ, ἕτερα χαλεπώτερα  ἐπάγει καὶ φοβερώτερα· ὃ δὴ καὶ τότε συνέβη. Μετὰ γὰρ τοῦ χειμῶνος  καὶ ἡ ὄψις αὐτοὺς ἐθορύβησε τοῦ χειμῶνος  οὐχ ἧττον. ∆ιὰ τοῦτο οὐδὲ τὸ σκότος ἔλυσεν, οὐδὲ φανερὸν  ἑαυτὸν εὐθέως ἐποίησεν, ἀλείφων αὐτοὺς, ὅπερ εἶπον, ἐν τῇ συνεχείᾳ τῶν φόβων τούτων, καὶ παιδεύων εἶναι καρτερικούς. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐποίησεν· ὅτε γὰρ ἔμελλε λύειν [τὸν φόβον καὶ] τὸν πειρασμὸν, τότε τὸ τέλος χαλεπώτερον  εἴασε γενέσθαι· οὐ διὰ τὸν τῶν παίδων θάνατον λέγω, καὶ τὰ ῥήματα τῆς γυναικὸς, ἀλλὰ διὰ τὰ ὀνείδη τὰ τῶν οἰκετῶν, τὰ τῶν  φίλων.  Καὶ ὅτε τὸν  Ἰακὼβ ἐξαρπάζειν ἔμελλε  τῆς ἐν τῇ ξένῃ ταλαιπωρίας, ἀφῆκε  διεγερθῆναι   καὶ  μείζονα  γενέσθαι  τὸν  θόρυβον.  Καὶ  γὰρ  ὁ  κηδεστὴς καταλαβὼν θάνατον ἠπείλει, καὶ μετ' ἐκεῖνον ὁ ἀδελφὸς διαδέχεσθαι μέλλων, τὸν περὶ τῶν ἐσχάτων ἐπεκρέμασε κίνδυνον.  Ἐπειδὴ γὰρ οὐκ ἔνι καὶ ἐν μακρῷ χρόνῳ καὶ σφοδρῶς πειράζεσθαι, ὅταν μέλλωσιν ἐκβαίνειν τοὺς ἀγῶνας οἱ δίκαιοι, βουλόμενος αὐτοὺς πλέον κερδαίνειν, ἐπιτείνει τὰ γυμνάσια. Ὃ καὶ ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, τὸν ἔσχατον ἆθλον τὸν τοῦ παιδὸς θείς. Οὕτω γὰρ καὶ φορητὰ ἔσται τὰ ἀφόρητα, ὅταν ἐπὶ θύραις ἐπάγηται ἐγγὺς ἔχοντα τὴν ἀπαλλαγήν. Τοῦτο δὴ καὶ τότε ἐποίησε, καὶ οὐ πρότερον ἀπεκάλυψεν ἑαυτὸν ὁ Χριστὸς, ἕως ὅτε ἔκραξαν. Ὅσῳ γὰρ ἐπετείνετο τὰ τῆς ἀγωνίας, τοσούτῳ μᾶλλον ἠσμένιζον αὐτοῦ τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐβόησαν, φησὶν, Εὐθέως ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων·  Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. Τοῦτο τὸ ῥῆμα τὸν φόβον ἔλυσε, καὶ θαῤῥῆσαι παρεσκεύασεν. Ἐπειδὴ  γὰρ  ἀπὸ  τῆς  ὄψεως  αὐτὸν  οὐκ  ἐγίνωσκον,  καὶ  διὰ  τὸ  παράδοξον  τῆς βαδίσεως καὶ διὰ τὸν καιρὸν, ἀπὸ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιεῖ. Τί οὖν ὁ Πέτρος, ὁ πανταχοῦ θερμὸς καὶ ἀεὶ τῶν ἄλλων  προπηδῶν; Κύριε, εἰ σὺ εἶ, φησὶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Οὐκ εἶπεν, Εὖξαι καὶ παρακάλεσον, ἀλλὰ, Κέλευσον. Εἶδες πόση ἡ θερμότης; πόση ἡ πίστις; Καίτοιγε ἐκ τούτου πολλαχοῦ κινδυνεύει, ἐκ τοῦ πέρα τοῦ μέτρου ζητεῖν. Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ μέγα ἐζήτησε, δι' ἀγάπην μόνον, οὐ δι' ἐπίδειξιν. Οὐδὲ γὰρ εἶπε, Κέλευσόν με βαδίσαι ἐπὶ τὰ ὕδατα· ἀλλὰ τί; Κέλευσόν με ἐλθεῖν πρὸς σέ. Οὐδεὶς γὰρ οὕτως ἐφίλει τὸν Ἰησοῦν. Τοῦτο καὶ μετὰ τὴν  ἀνάστασιν  ἐποίησεν· οὐκ  ἠνέσχετο  μετὰ  τῶν  ἄλλων  ἐλθεῖν,  ἀλλὰ προεπήδησεν. Οὐ τὴν ἀγάπην δὲ μόνον, ἀλλὰ καὶ τὴν πίστιν ἐπιδείκνυται.  Οὐ γὰρ μόνον  ἐπίστευσεν, ὅτι αὐτὸς δύναται  περιπατεῖν  ἐπὶ τῆς θαλάσσης, ἀλλ' ὅτι καὶ ἑτέρους ἐνάγειν καὶ ἐπιθυμεῖ ταχέως ἐγγὺς αὐτοῦ γενέσθαι. Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, καὶ ἦλθε πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Τοῦτο τοῦ προτέρου παραδοξότερον. ∆ιὰ τοῦτο μετ' ἐκεῖνο τοῦτο γίνεται. Ὅτε γὰρ ἔδειξεν, ὅτι κρατεῖ τῆς θαλάσσης, τότε καὶ ἐπὶ τὸ θαυμαστότερον  ἐξάγει τὸ σημεῖον. Τότε μὲν  γὰρ τοῖς ἀνέμοις ἐπετίμησε μόνον· νυνὶ  δὲ καὶ αὐτὸς βαδίζει, καὶ ἑτέρῳ παραχωρεῖ τοῦτο ποιεῖν· ὅπερ εἰ παρὰ τὴν ἀρχὴν γενέσθαι ἐκέλευσε, οὐκ ἂν ὁμοίως κατεδέξατο ὁ Πέτρος, διὰ τὸ μηδέπω τοσαύτην κεκτῆσθαι πίστιν. βʹ. Τίνος οὖν ἕνεκεν ὁ Χριστὸς ἐπέτρεψε; Καὶ γὰρ εἰ εἶπεν, Οὐ δύνασαι, πάλιν θερμὸς ὢν ἀντεῖπεν ἄν. ∆ιὰ τοῦτο ἀπὸ τῶν  πραγμάτων  αὐτὸν  πείθει, ἵνα  εἰς τὸ μέλλον  σωφρονισθῇ. Ἀλλ' οὐδὲ οὕτως ἀνέχεται.  Καταβὰς τοίνυν  κλυδωνίζεται·  ἐφοβήθη  γάρ. Καὶ τοῦτο  τὸ κλυδώνιον ἐποίησε· τὸν δὲ φόβον ὁ ἄνεμος εἰργάσατο. Ὁ δὲ Ἰωάννης φησὶν, ὅτι Ἤθελον λαβεῖν αὐτὸν εἰςτὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο εἰς τὴν γῆν, εἰς ἣν ὑπῆγον· τὸ αὐτὸ δὴ τοῦτο δηλῶν.  Ὥστε μελλόντων  αὐτῶν  πρὸς τῇ γῇ γίνεσθαι, ἐπέβη τοῦ πλοίου. Καταβὰς τοίνυν ἀπὸ τοῦ πλοίου, πρὸς αὐτὸν ᾔει, οὐχ οὕτω τῷ περιπατεῖν ἐπὶ τῶν ὑδάτων, ὡς τῷ πρὸς αὐτὸν ἔρχεσθαι χαίρων. Καὶ τοῦ μείζονος περιγενόμενος, ἀπὸ τοῦ ἐλάττονος  ἔμελλε  πάσχειν  κακῶς, τῆς  τοῦ ἀνέμου  λέγω  ῥύμης, οὐ τῆς θαλάττης. Τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη  φύσις· πολλάκις  τὰ μεγάλα κατορθοῦσα, ἐν τοῖς ἐλάττοσιν ἐλέγχεται. Οἷον ὁ Ἠλίας ἐπὶ τῆς Ἰεζάβελ ἔπαθεν· οἷον ὁ Μωϋσῆς ἐπὶ τοῦ Αἰγυπτίου· οἷον ὁ ∆αυῒδ ἐπὶ τῆς Βηρσαβεέ. Οὕτω δὴ καὶ οὗτος· ἔτι τοῦ φόβου ἐνακμάζοντος  ἐπιβῆναι  τῶν  ὑδάτων  ἐθάῤῥησε, πρὸς δὲ τὴν τοῦ ἀνέμου ἐμβολὴν οὐκέτι ἠδυνήθη στῆναι, καὶ ταῦτα ἐγγὺς ὢν τοῦ Χριστοῦ. Οὕτως οὐδὲν ὠφελεῖ ἐγγὺς εἶναι  τοῦ  Χριστοῦ, μὴ  πίστει  ὄντα  ἐγγύς.  Τοῦτο δὲ  καὶ  τὸ  μέσον  ἐδείκνυ  τοῦ ∆ιδασκάλου καὶ τοῦ μαθητοῦ, καὶ τοὺς ἄλλους  παρεμυθεῖτο. Εἰ γὰρ ἐπὶ τῶν  δύο ἀδελφῶν ἠγανάκτησαν, πολλῷ μᾶλλον ἐνταῦθα· οὔπω γὰρ ἦσαν Πνεύματος ἠξιωμένοι. Μετὰ δὲ ταῦτα οὐ τοιοῦτοι. Πανταχοῦ γοῦν τῶν πρωτείων παραχωροῦσι τῷ Πέτρῳ, καὶ ἐν ταῖς δημηγορίαις αὐτὸν προβάλλονται, καίτοιγε ἀγροικότερον τῶν ἄλλων  διακείμενον.  Καὶ διατί  οὐκ ἐπέταξε  τοῖς  ἀνέμοις  παύσασθαι, ἀλλ' αὐτὸς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ; Ὅτι τῆς ἐκείνου πίστεως ἔδει. Ὅταν γὰρ τὰ παρ' ἡμῶν ἐλλιμπάνῃ, καὶ τὰ παρὰ τοῦ Θεοῦ ἵσταται. ∆εικνὺς τοίνυν ὅτι οὐχ ἡ τοῦ ἀνέμου ἐμβολὴ, ἀλλ' ἡ ἐκείνου ὀλιγοπιστία τὴν περιτροπὴν εἰργάσατο, φησίν· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Ὥστε εἰ μὴ ἡ πίστις ἠσθένησε, καὶ πρὸς τὸν ἄνεμον ἂν ἔστη ῥᾳδίως. ∆ιά τοι τοῦτο καὶ ἐπιλαβόμενος  αὐτοῦ, τὸν ἄνεμον  ἐᾷ πνεῖν,  δηλῶν  ὅτι οὐδὲν ἐκεῖνος  παραβλάπτει, ὅταν ἡ πίστις ᾖ πεπηγυῖα. Καὶ καθάπερ νεοττὸν  πρὸ καιροῦ  τῆς  καλιᾶς  ἐξελθόντα  καὶ  μέλλοντα  καταπίπτειν,  ἡ  μήτηρ  ταῖς πτέρυξι διαβαστάσασα πάλιν ἐπὶ τὴν καλιὰν ἄγει, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ ἐπιβάντων  αὐτῶν  τοῦ πλοίου, τότε ἐπαύσατο ὁ ἄνεμος. Πρὸ τούτου μὲν ἔλεγον· Ποταπός ἐστιν ὁ ἄνθρωπος  οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; νυνὶ δὲ οὐχ οὕτως. Οἱ γὰρ ἐν τῷ πλοίῳ, φησὶν, ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Ὁρᾷς πῶς κατὰ μικρὸν ἐπὶ τὸ ὑψηλότερον ἅπαντας ἦγε; Καὶ γὰρ ἀπὸ τοῦ βαδίσαι ἐν τῇ θαλάσσῃ, καὶ ἀπὸ τοῦ ἑτέρῳ κελεῦσαι τοῦτο ποιῆσαι, καὶ  κινδυνεύοντα   διασῶσαι, πολλὴ  λοιπὸν  ἡ  πίστις  ἦν.  Τότε μὲν  γὰρ ἐπετίμησε τῇ θαλάσσῃ, νυνὶ  δὲ οὐκ ἐπιτιμᾷ,  ἑτέρως  τὴν  δύναμιν  αὐτοῦ  δεικνὺς μειζόνως. ∆ιὸ καὶ ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Τί οὖν; ἐπετίμησε τοῦτο εἰρηκόσι; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐβεβαίωσε τὸ λεχθὲν, μετὰ μείζονος ἐξουσίας θεραπεύων  τοὺς  προσιόντας,  καὶ  οὐχ  ὡς  ἔμπροσθεν. Καὶ διαπεράσαντες,  φησὶν, ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Καὶ ἐπιγνόντες  αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον  ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο ἐσώθησαν. Οὐδὲ γὰρ ὁμοίως ὡς πρότερον προσῄεσαν, εἰς τὰς οἰκίας αὐτὸν ἕλκοντες, καὶ χειρὸς ἁφὴν ἐπιζητοῦντες, καὶ προστάγματα διὰ ῥημάτων· ἀλλ' ὑψηλότερον   πολλῷ  καὶ  φιλοσοφώτερον,   καὶ  μετὰ  πλείονος   τῆς  πίστεως  τὴν θεραπείαν ἐπεσπῶντο. Ἡ γὰρ αἱμοῤῥοοῦσα ἅπαντας ἐδίδαξε φιλοσοφεῖν. ∆εικνὺς δὲ ὁ  εὐαγγελιστὴς,  ὅτι  καὶ  διὰ  πολλοῦ  χρόνου  τοῖς  μέρεσιν  ἐπέβη,  φησὶν,  ὅτι Ἐπιγνόντες  οἱ ἄνδρες τοῦ τόπου ἀπέστειλαν εἰς τὴν περίχωρον, καὶ προσήνεγκαν αὐτῷ τοὺς κακῶς ἔχοντας. Ἀλλ' ὅμως ὁ χρόνος οὐ μόνον οὐκ ἐξέλυσε τὴν πίστιν, ἀλλὰ  καὶ  μείζονα  εἰργάσατο, καὶ  ἀκμάζουσαν διετήρησεν.  Ἁψώμεθα  τοίνυν  καὶ ἡμεῖς  τοῦ  κρασπέδου τοῦ  ἱματίου  αὐτοῦ· μᾶλλον  δὲ, ἐὰν  θέλωμεν,  ὅλον  αὐτὸν ἔχομεν. Καὶ γὰρ καὶ τὸ σῶμα αὐτοῦ πρόκειται νῦν ἡμῖν· οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τὸ σῶμα· οὐχ ὥστε ἅψασθαι μόνον, ἀλλ' ὥστε καὶ φαγεῖν  καὶ ἐμφορηθῆναι. Προσερχώμεθα τοίνυν   μετὰ  πίστεως,  ἕκαστος  ἀσθένειαν  ἔχων.  Εἰ  γὰρ  οἱ  τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἁψάμενοι τοσαύτην εἵλκυσαν δύναμιν, πόσῳ μᾶλλον οἱ ὅλον αὐτὸν κατέχοντες; Τὸ δὲ προσελθεῖν μετὰ πίστεως οὐ τὸ λαβεῖν ἐστι μόνον τὸ προκείμενον, ἀλλὰ καὶ τὸ μετὰ καθαρᾶς καρδίας ἅψασθαι, τὸ οὕτω διακεῖσθαι, ὡς αὐτῷ  προσιόντας  τῷ  Χριστῷ. Τί  γὰρ,  εἰ  μὴ  φωνῆς  ἀκούεις;  Ἀλλ'  ὁρᾷς  αὐτὸν κείμενον· μᾶλλον δὲ καὶ φωνῆς ἀκούεις, φθεγγομένου αὐτοῦ διὰ τῶν εὐαγγελιστῶν. γʹ. Πιστεύσατε τοίνυν, ὅτι καὶ νῦν ἐκεῖνο τὸ δεῖπνόν ἐστιν, ἐν ᾧ καὶ αὐτὸς ἀνέκειτο. Οὐδὲν γὰρ ἐκεῖνο  τούτου  διενήνοχεν.  Οὐδὲ γὰρ τοῦτο  μὲν  ἄνθρωπος  ἐργάζεται, ἐκεῖνο δὲ αὐτὸς, ἀλλὰ καὶ τοῦτο κἀκεῖνο αὐτός. Ὅταν τοίνυν τὸν ἱερέα ἐπιδιδόντα σοι ἴδῃς, μὴ τὸν ἱερέα νόμιζε τὸν τοῦτο ποιοῦντα, ἀλλὰ τὴν τοῦ Χριστοῦ χεῖρα εἶναι τὴν ἐκτεινομένην.  Ὥσπερ γὰρ ὅταν βαπτίζῃ, οὐκ αὐτός σε βαπτίζει, ἀλλ'  ὁ Θεός ἐστιν ὁ κατέχων σου τὴν κεφαλὴν ἀοράτῳ δυνάμει, καὶ οὔτε ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλος τις τολμᾷ προσελθεῖν καὶ ἅψασθαι· οὕτω καὶ νῦν. Ὅταν γὰρ ὁ Θεὸς γεννᾷ, αὐτοῦ μόνου ἐστὶν ἡ δωρεά. Οὐχ ὁρᾷς τοὺς υἱοποιουμένους ἐνταῦθα, πῶς οὐ δούλοις ἐπιτρέπουσι τὸ πρᾶγμα, ἀλλ' αὐτοὶ πάρεισι τῷ δικαστηρίῳ; Οὕτω καὶ ὁ Θεὸς οὐκ ἀγγέλοις ἐπέτρεψε τὴν δωρεὰν, ἀλλ' αὐτὸς πάρεστι κελεύων καὶ λέγων· Μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς· οὐχ ἵνα ἀτιμάσῃς τοὺς γεγεννηκότας,  ἀλλ' ἵνα πάντων  ἐκείνων  προθῇς τὸν ποιήσαντα σε καὶ ἐγγράψαντα εἰς τοὺς ἑαυτοῦ παῖδας,  Ὁ γὰρ τὸ μεῖζον  δοὺς, τουτέστιν,  ἑαυτὸν  παραθεὶς, πολλῷ  μᾶλλον  οὐκ ἀπαξιώσει καὶ διαδοῦναί σοι τὸ σῶμα. Ἀκούσωμεν τοίνυν, καὶ ἱερεῖς καὶ ἀρχόμενοι, τίνος κατηξιώθημεν· ἀκούσωμεν, καὶ φρίξωμεν· Τῶν ἁγίων σαρκῶν αὐτοῦ ἐμπλησθῆναι  ἔδωκεν  ἡμῖν,  ἑαυτὸν  παρέθηκε τεθυμένον.  Τίς οὖν ἔσται ἀπολογία ἡμῖν, ὅταν τοιαῦτα σιτούμενοι, τοιαῦτα ἁμαρτάνωμεν; ὅταν ἀρνίον ἐσθίοντες, λύκοι γινώμεθα; ὅταν πρόβατον σιτούμενοι, κατὰ τοὺς λέοντας ἁρπάζωμεν; Τοῦτο γὰρ τὸ μυστήριον   οὐ  μόνον   ἁρπαγῆς,  ἀλλὰ   καὶ   ψιλῆς   ἔχθρας   καθαρεύειν   κελεύει διαπαντός.  Καὶ γὰρ  εἰρήνης  ἐστὶ  μυστήριον  τοῦτο  τὸ  μυστήριον·  οὐκ  ἀφίησιν ἀντιποιεῖσθαι χρημάτων. Εἰ γὰρ αὐτὸς ἑαυτοῦ οὐκ ἐφείσατο δι' ἡμᾶς, τίνος ἂν εἴημεν ἄξιοι, χρημάτων φειδόμενοι καὶ ψυχῆς ἀφειδοῦντες, ὑπὲρ ἧς ἐκεῖνος οὐκ ἐφείσατο ἑαυτοῦ; Τοῖς μὲν οὖν Ἰουδαίοις κατ' ἐνιαυτὸν  ὑπόμνημα τῶν οἰκείων εὐεργεσιῶν ταῖς ἑορταῖς ἐνέδησεν ὁ Θεός· σοὶ δὲ καθ' ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν διὰ τούτων τῶν μυστηρίων. Μὴ τοίνυν αἰσχύνου τὸν σταυρόν· ταῦτα γὰρ ἡμῶν ἐστι τὰ σεμνὰ, ταῦτα ἡμῶν τὰ μυστήρια· τούτῳ κοσμούμεθα τῷ δώρῳ, τούτῳ καλλωπιζόμεθα. Κἂν εἴπω, ὅτι τὸν οὐρανὸν ἔτεινε, τὴν γῆν  καὶ τὴν θάλασσαν ἥπλωσε, προφήτας καὶ ἀγγέλους ἔπεμψεν, οὐδὲν ἐρῶ ἴσον. Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν τοῦτό ἐστιν, ὅτι τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τοὺς ἀλλοτριωθέντας οἰκέτας σώσῃ. Μηδεὶς τοίνυν Ἰούδας   ταύτῃ   προσίτω   τῇ   τραπέζῃ,  μηδεὶς   Σίμων·   καὶ   γὰρ   ἀμφότεροι   διὰ φιλαργυρίαν ἀπώλοντο οὗτοι. Φύγωμεν τοίνυν τοῦτο τὸ βάραθρον, μηδὲ νομίζωμεν ἀρκεῖν ἡμῖν εἰς σωτηρίαν, εἰ χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες, ποτήριον χρυσοῦν καὶ λιθοκόλλητον  προσενέγκοιμεν τῇ τραπέζῃ. Εἰ γὰρ βούλει τιμῆσαι τὴν θυσίαν, τὴν ψυχὴν προσένεγκε, δι' ἣν καὶ ἐτύθη· ταύτην χρυσῆν ποίησον· ἂν δὲ αὕτη μένῃ μολίβδου καὶ ὀστράκου χείρων, τὸ δὲ σκεῦος χρυσοῦν, τί τὸ κέρδος; Μὴ τοίνυν τοῦτο σκοπῶμεν,  ὅπως  χρυσᾶ σκεύη προσφέρωμεν  μόνον,  ἀλλ'  ὅπως  καὶ  ἐκ  δικαίων πόνων.  Ταῦτα γάρ ἐστι τὰ καὶ χρυσῶν  τιμιώτερα,  τὰ χωρὶς  πλεονεξίας.  Οὐ γὰρ χρυσοχοεῖον, οὐδὲ ἀργυροκοπεῖόν ἐστιν ἡ Ἐκκλησία, ἀλλὰ πανήγυρις ἀγγέλων· διὸ ψυχῶν ἡμῖν δεῖ· καὶ γὰρ δὴ ταῦτα διὰ τὰς ψυχὰς προσίεται ὁ Θεός. Οὐκ ἦν ἡ τράπεζα ἐξ ἀργύρου τότε ἐκείνη, οὐδὲ τὸ ποτήριον χρυσοῦν, ἐξ οὗ ἔδωκε τοῖς μαθηταῖς ὁ Χριστὸς τὸ  αἷμα  τὸ  ἑαυτοῦ·  ἀλλὰ  τίμια  ἦν  πάντα  ἐκεῖνα  καὶ  φρικτὰ,  ἐπειδὴ Πνεύματος ἔγεμε. Βούλει τιμῆσαι τοῦ Χριστοῦ τὸ σῶμα; Μὴ περιίδῃς αὐτὸν γυμνόν· μηδὲ  ἐνταῦθα  μὲν  αὐτὸν  σηρικοῖς  ἱματίοις  τιμήσῃς,  ἔξω  δὲ  ὑπὸ  κρυμοῦ  καὶ γυμνότητος διαφθειρόμενον περιΐδῃς. Ὁ γὰρ εἰπὼν, Τοῦτό μού ἐστι τὸ σῶμα, καὶ τῷ λόγῳ τὸ πρᾶγμα βεβαιώσας, οὗτος εἶπε· Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ, Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Τοῦτο μὲν γὰρ  οὐ  δεῖται  ἐπιβλημάτων,   ἀλλὰ  ψυχῆς   καθαρᾶς·  ἐκεῖνο  δὲ  πολλῆς   δεῖται ἐπιμελείας. Μάθωμεν τοίνυν φιλοσοφεῖν, καὶ τὸν Χριστὸν τιμᾷν ὡς αὐτὸς βούλεται· τῷ γὰρ τιμωμένῳ  τιμὴ ἡδίστη, ἢν αὐτὸς θέλει, οὐχ ἢν ἡμεῖς νομίζομεν. Ἐπεὶ καὶ Πέτρος τιμᾷν  αὐτὸν  ᾤετο  τῷ  κωλῦσαι  νίψαι  τοὺς  πόδας, ἀλλ' οὐκ  ἦν  τιμὴ  τὸ γινόμενον, ἀλλὰ τοὐναντίον.  Οὕτω καὶ σὺ ταύτην αὐτὸν τίμα τὴν τιμὴν, ἣν αὐτὸς ἐνομοθέτησεν, εἰς πένητας ἀναλίσκων  τὸν πλοῦτον. Οὐδὲ γὰρ σκευῶν χρείαν ἔχει χρυσῶν ὁ Θεὸς, ἀλλὰ ψυχῶν  χρυσῶν. δʹ. Καὶ ταῦτα λέγω, οὐ κωλύων  ἀναθήματα κατασκευάζεσθαι τοιαῦτα· ἀξιῶν δὲ μετὰ τούτων, καὶ πρὸ τούτων, τὴν ἐλεημοσύνην ποιεῖν. ∆έχεται μὲν γὰρ καὶ ταῦτα, πολλῷ δὲ μᾶλλον ἐκεῖνα. Ἐνταῦθα μὲν γὰρ  ὁ προσενεγκὼν  ὠφελήθη  μόνον,  ἐκεῖ  δὲ  καὶ  ὁ λαβών.  Ἐνταῦθα  δοκεῖ  καὶ φιλοτιμίας  ἀφορμὴ τὸ πρᾶγμα εἶναι· ἐκεῖ δὲ ἐλεημοσύνη καὶ φιλανθρωπία  τὸ πᾶν ἐστι. Τί γὰρ ὄφελος, ὅταν ἡ τράπεζα αὐτῷ γέμῃ χρυσῶν ποτηρίων, αὐτὸς δὲ λιμῷ διαφθείρηται; Πρότερον αὐτὸν ἔμπλησον πεινῶντα,  καὶ τότε ἐκ περιουσίας καὶ τὴν τράπεζαν αὐτοῦ κόσμησον. Ποτήριον χρυσοῦν ποιεῖς, καὶ ποτήριον ψυχροῦ οὐ δίδως; καὶ τί τὸ ὄφελος; Χρυσόπαστα ἐπιβλήματα κατασκευάζεις τῇ τραπέζῃ, αὐτῷ δὲ οὐδὲ τὴν ἀναγκαίαν  παρέχεις σκέπην; καὶ τί τὸ κέρδος ἐκ τούτου; Εἰπὲ γάρ μοι· εἴ τινα ἰδὼν τῆς ἀναγκαίας ἀποροῦντα τροφῆς, ἀφεὶς αὐτῷ λῦσαι τὸν λιμὸν, τὴν τράπεζαν ἀργύρῳ περιέβαλες μόνον, ἆρα ἂν ἔγνω σοι χάριν, ἀλλ' οὐχὶ μᾶλλον ἠγανάκτησε; Τί δέ; εἰ ῥάκια περιβεβλημένον ὁρῶν, καὶ ὑπὸ κρυμοῦ πηγνύμενον, ἀφεὶς αὐτῷ δοῦναι ἱμάτιον, κίονας κατεσκεύαζες χρυσοῦς, λέγων  εἰς ἐκείνου τιμὴν ποιεῖν, οὐκ ἄν σε καὶ εἰρωνεύεσθαι ἔφη, καὶ ὕβριν ἐνόμισε, καὶ ταύτην τὴν ἐσχάτην; Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Χριστοῦ λογίζου, ὅταν ἀλήτης καὶ ξένος περιέρχηται, δεόμενος ὀροφῆς· σὺ δὲ αὐτὸν ἀφεὶς ὑποδέξασθαι, ἔδαφος καλλωπίζῃς καὶ τοίχους καὶ κιόνων κεφαλάς· καὶ ἀργυρᾶς ἁλύσεις διὰ λαμπάδων  ἐξάπτῃς, αὐτὸν δὲ ἐν δεσμωτηρίῳ δεδεμένον μηδὲ ἰδεῖν ἐθέλῃς. Καὶ ταῦτα λέγω, οὐχὶ κωλύων  ἐν τούτοις φιλοτιμεῖσθαι, ἀλλὰ ταῦτα μετ' ἐκείνων,  μᾶλλον  δὲ ταῦτα πρὸ ἐκείνων  παραινῶν  ποιεῖν. Ὑπὲρ μὲν γὰρ τοῦ ταῦτα μὴ ποιῆσαι οὐδεὶς ἐνεκλήθη ποτέ· ὑπὲρ δὲ ἐκείνων καὶ γέεννα ἠπείληται, καὶ πῦρ ἄσβεστον, καὶ ἡ μετὰ δαιμόνων  τιμωρία. Μὴ τοίνυν  τὸν οἶκον κοσμῶν, τὸν ἀδελφὸν  θλιβόμενον  περιόρα· οὗτος γὰρ ἐκείνου ναὸς κυριώτερος. Καὶ ταῦτα μὲν καὶ βασιλεῖς ἄπιστοι, καὶ τύραννοι, καὶ λῃσταὶ δυνήσονται λαβεῖν τὰ κειμήλια· ὅσα δὲ ἂν εἰς τὸν ἀδελφὸν ποιήσῃς πεινῶντα  καὶ ξένον ὄντα καὶ γυμνὸν, οὐδὲ ὁ διάβολος συλῆσαι δυνήσεται, ἀλλ' ἐν ἀσύλῳ κείσεται θησαυρῷ. Τί οὖν αὐτός φησι, Τοὺς πτωχοὺς πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε; ∆ιὰ γὰρ τοῦτο μάλιστα ἐλεεῖν δεῖ, ὅτι οὐ πάντοτε αὐτὸν ἔχομεν πεινῶντα, ἀλλ' ἐν τῷ παρόντι βίῳ μόνον. Εἰ δὲ βούλει καὶ τὴν διάνοιαν  πᾶσαν τοῦ εἰρημένου  μαθεῖν ἄκουσον, ὅτι τοῦτο οὐ πρὸς τοὺς μαθητὰς εἴρηται, εἰ καὶ οὕτω δοκεῖ, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῆς γυναικός. Ἐπειδὴ γὰρ ἀτελέστερον ἔτι διέκειτο, ἐκεῖνοι δὲ αὐτὴν διηπόρουν, ἀνακτώμενος  αὐτὴν  ταῦτα ἔλεγεν.  Ὅτι γὰρ ἐκείνην  παραμυθούμενος ταῦτα ἔφη, ἐπήγαγε· Τί κόπους παρέχετε τῇ γυναικί; Ὅτι γὰρ καὶ αὐτὸν ἀεὶ μεθ' ἡμῶν ἔχομεν, φησίν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἐξ ὧν ἁπάντων δῆλον, ὅτι δι' οὐδὲν ἕτερον ταῦτα ἐλέγετο, ἀλλ' ἵνα τὴν πίστιν τῆς γυναικὸς  τὴν  τότε βλαστήσασαν μὴ καταμαράνῃ τῶν  μαθητῶν  ἡ ἐπιτίμησις. Μὴ τοίνυν  ταῦτα εἰς μέσον φέρωμεν  νῦν,  ἃ διά τινα  οἰκονομίαν  εἴρηται· ἀλλὰ τοὺς νόμους  ἅπαντας,  τοὺς  ἐν  τῇ Καινῇ, τοὺς ἐν  τῇ Παλαιᾷ περὶ ἐλεημοσύνης  αὐτῷ κειμένους ἀναγνόντες, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιώμεθα τὴν σπουδήν. Τοῦτο γὰρ ἁμαρτίας καθαίρει· ∆ότε γὰρ ἐλεημοσύνην, καὶ πάντα ὑμῖν ἔσται καθαρά. Τοῦτο θυσίας μεῖζον· Ἔλεον γὰρ θέλω, καὶ οὐ θυσίαν. Τοῦτο τοὺς οὐρανοὺς ἀνοίγνυσιν·  Αἱ εὐχαὶ γάρ σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον  τοῦ Θεοῦ. Τοῦτο παρθενίας  ἀναγκαιότερον·  οὕτω  γὰρ ἐξεβλήθησαν τοῦ νυμφῶνος   ἐκεῖναι,   οὕτως   αἱ  ἄλλαι   εἰσηνέχθησαν.  Ἅπερ  ἅπαντα   συνειδότες σπείρωμεν φιλοτίμως, ἵνα μετὰ πλείονος θερίσωμεν δαψιλείας, καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.


7.ΟΜΙΛΙΑ ΝΑʹ. Τότε προσέρχονται τῷ Ἰησοῦ οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· «∆ιατί οἱ μαθηταί σου,» κ. τ. ἑ.


αʹ. Τότε· πότε; Ὅτε τὰ μυρία σημεῖα εἰργάσατο, ὅτε τοὺς ἀῤῥώστους ἐθεράπευσεν  ἐκ  τῆς  ἁφῆς  τοῦ  κρασπέδου. ∆ιὰ  γὰρ  τοῦτο  καὶ  ὁ  εὐαγγελιστὴς ἐπισημαίνεται τὸν καιρὸν, ἵνα ἐνδείξηται τὴν ἄφατον αὐτῶν πονηρίαν οὐδενὶ εἴκουσαν. Τί δέ ἐστιν, Οἱ ἀπὸ Ἱεροσολύμων γραμματεῖς καὶ Φαρισαῖοι; Πανταχοῦ τῶν φυλῶν ἦσαν διεσπαρμένοι, καὶ εἰς δώδεκα διῃρημένοι μέρη· ἀλλ' οἱ τὴν μητρόπολιν ἔχοντες  πονηρότεροι τῶν  ἄλλων  ἦσαν, ἅτε καὶ πλείονος  ἀπολαύοντες  τιμῆς, καὶ πολὺν  κεκτημένοι  τὸν  τῦφον.  Θέα δέ  μοι  πῶς  καὶ  ἀπὸ  τῆς  ἐρωτήσεως  αὐτῆς ἁλίσκονται. Οὐδὲ γὰρ λέγουσι, ∆ιατί παραβαίνουσι τὸν νόμον Μωϋσέως; ἀλλὰ, Τὴν παράδοσιν τῶν πρεσβυτέρων. Ὅθεν δῆλον, ὅτι πολλὰ ἐκαινοτόμουν οἱ ἱερεῖς, καίτοι Μωϋσέως μετὰ πολλοῦ τοῦ φόβου καὶ μετὰ πολλῆς τῆς ἀπειλῆς ἐπισκήψαντος ὥστε μήτε προσθεῖναι, μήτε ἀφελεῖν.  Οὐ προσθήσετε γὰρ, φησὶ, πρὸς τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ οὐκ ἀφελεῖτε ἀπ' αὐτοῦ. Ἀλλ' οὐδὲν ἧττον ἐκαινοτόμουν  οἷον δὴ καὶ τοῦτο ἦν, τὸ μὴ δεῖν ἀνίπτοις  χερσὶν ἐσθίειν, τὸ ποτήρια βαπτίζειν  καὶ χαλκεῖα, τὸ καὶ αὐτοὺς βαπτίζεσθαι. Ὅτε γὰρ ἔδει λοιπὸν αὐτοὺς  ἀπαλλαγῆναι  τῶν  παρατηρήσεων, τοῦ χρόνου  προελθόντος,  τότε  αὐτοὺς μᾶλλον πλείοσιν ἔδησαν ταῖς παρατηρήσεσι, δεδοικότες μή τις αὐτῶν ἀφέληται τὴν ἀρχὴν, καὶ φοβερώτεροι εἶναι βουλόμενοι, ὡς δὴ καὶ αὐτοὶ νομοθέται. Εἰς τοσοῦτον οὖν προῆλθε παρανομίας τὸ πρᾶγμα, ὡς τὰς μὲν αὐτῶν φυλάττεσθαι ἐντολὰς, τὰς δὲ τοῦ  Θεοῦ παραβαίνεσθαι·  καὶ  τοσοῦτον  ἐκράτουν,  ὥστε  κατηγορίαν  λοιπὸν  τὸ πρᾶγμα εἶναι. Ὅπερ διπλοῦν κατ' αὐτῶν ἔγκλημα ἦν, ὅτι τε ἐκαινοτόμουν, καὶ ὅτι οὕτως ἐξεδίκουν τὰ ἑαυτῶν, τοῦ Θεοῦ οὐδένα ποιούμενοι  λόγον. Καὶ ἀφέντες  τὰ ἄλλα  εἰπεῖν,  τοὺς  ξέστας καὶ  τὰ  χαλκεῖα  (καταγέλαστα  γὰρ  ἦν),  ὃ τῶν  ἄλλων μᾶλλον ἐδόκει λόγον ἔχειν, τοῦτο εἰς μέσον προφέρουσιν, οὕτως, ὡς ἔμοιγε δοκεῖ, εἰς ὀργὴν αὐτὸν ἐξάγειν βουλόμενοι. ∆ιὸ καὶ τῶν πρεσβυτέρων ἐμνημόνευον, ἵνα ὡς ἐξουδενῶν αὐτοὺς παράσχῃ καθ' ἑαυτοῦ λαβήν. Ἄξιον δὲ πρῶτον ἐξετάσαι, διατί καὶ οἱ   μαθηταὶ   χερσὶν   ἀνίπτοις   ἤσθιον.   Τίνος   οὖν   ἕνεκεν   οὕτως   ἤσθιον;   Οὐκ ἐπιτηδεύοντες  τοῦτο,  ἀλλ'  ὑπερορῶντες  λοιπὸν  τῶν  περιττῶν,  καὶ  τοῖς ἀναγκαίοις  προσέχοντες· οὔτε τὸ νίπτεσθαι, οὔτε τὸ μὴ νίπτεσθαι  νόμον ἔχοντες, ἀλλ'   ὡς   ἔτυχεν    ἑκάτερον   ποιοῦντες.    Οἱ   γὰρ   καὶ   αὐτῆς   τῆς   ἀναγκαίας καταφρονοῦντες  τροφῆς, πῶς ἔμελλον ταῦτα περισπούδαστα ἔχειν; Ἐπεὶ οὖν συνέβαινε  πολλάκις  τοῦτο  ἀπὸ ταυτομάτου  γίνεσθαι,  οἷον  ὡς  ὅτε  ἐν  τῇ  ἐρήμῳ ἤσθιον, ὡς ὅτε τοὺς ἀστάχυας ἔτιλλον  ἀντ' ἐγκλήματος αὐτὸ προβάλλονται, οἱ τὰ μεγάλα ἀεὶ παρατρέχοντες,  καὶ τῶν  περιττῶν  πολὺν  ποιούμενοι  λόγον.  Τί οὖν ὁ Χριστός; Οὐκ  ἔστη  πρὸς  τοῦτο,  οὐδὲ  ἀπελογήσατο,  ἀλλ'  εὐθέως   ἀντεγκαλεῖ, κατασπῶν αὐτῶν  τὴν παῤῥησίαν, καὶ δεικνὺς, ὅτι τὸν μεγάλα ἁμαρτάνοντα ὑπὲρ μικρῶν πρὸς ἑτέρους ἀκριβολογεῖσθαι οὐ χρή. ∆έον γὰρ ὑμᾶς ἐγκαλεῖσθαι, φησὶ, καὶ ἐγκαλεῖτε;  Σὺ δὲ παρατήρει, πῶς ὅταν  τι βούληται  λῦσαι τῶν  νομίμων,  ἐν τάξει ἀπολογίας αὐτὸ ποιεῖ· ὅπερ καὶ τότε ἐποίησεν. Οὐδὲ γὰρ εὐθέως ἐπὶ τὴν παράβασιν ἔρχεται, οὐδὲ λέγει, Οὐδέν ἐστιν· ἦ γὰρ ἂν θρασυτέρους εἰργάσατο· ἀλλὰ πρῶτον ἐκκόπτει αὐτῶν τὴν θρασύτητα, τὸ πολλῷ μεῖζον ἔγκλημα εἰς μέσον ἄγων, καὶ εἰς τὴν ἐκείνων περιέλκων κεφαλήν. Καὶ οὔτε λέγει, ὅτι καλῶς ποιοῦσι παραβαίνοντες, ἵνα μὴ δῷ λαβὴν αὐτοῖς· οὔτε κακίζει τὸ γινόμενον,  ἵνα μὴ βεβαιώσῃ τὸν νόμον· οὐδ' αὖ πάλιν κατηγορεῖ τῶν πρεσβυτέρων, ὡς παρανόμων καὶ μιαρῶν· ἦ γὰρ ἂν ὡς λοίδορον  καὶ  ὑβριστὴν  ἀπεστράφησαν·  ἀλλὰ  πάντα  ταῦτα  ἀφεὶς,  ἑτέραν  ὁδὸν ἔρχεται. Καὶ δοκεῖ μὲν αὐτοῖς  ἐπιτιμᾷν  τοῖς  παραγενομένοις,  καθάπτεται  δὲ τῶν ταῦτα νομοθετησάντων· τῶν μὲν πρεσβυτέρων οὐδαμοῦ μνημονεύων, ἐν δὲ τῇ πρὸς τούτους κατηγορίᾳ κἀκείνους καταβάλλων,  καὶ δεικνὺς ὅτι διπλοῦν  τὸ ἁμάρτημα, ὅτι καὶ τῷ  Θεῷ οὐ πείθονται,  καὶ δι' ἀνθρώπους  τοῦτο ποιοῦσιν· ὡσανεὶ  ἔλεγε· Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπώλεσε, τὸ πάντα  πείθεσθαι τοῖς πρεσβυτέροις. Ἀλλ'  οὐ λέγει  οὕτω, τοῦτο  δὲ αὐτὸ αἰνίττεται,  οὕτως  αὐτοῖς  ἀποκριθείς· ∆ιατί καὶ ὑμεῖς παραβαίνετε   τὴν  ἐντολὴν   τοῦ  Θεοῦ  διὰ  τὴν  παράδοσιν  ὑμῶν;  Ὁ  γὰρ  Θεὸς ἐνετείλατο· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ, Ὁ κακολογῶν  πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ, ∆ῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα καὶ τὴν μητέρα· καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. βʹ. Καὶ οὐκ εἶπε, Τῶν πρεσβυτέρων, ἀλλ', Ὑμῶν· καὶ, Ὑμεῖς λέγετε,  καὶ οὐκ εἶπεν,  Οἱ πρεσβύτεροι, ὥστε ἀνεπαχθέστερον ποιῆσαι  τὸν  λόγον.  Ἐπειδὴ  γὰρ  παρανόμους  ἠθέλησαν  δεῖξαι  τοὺς  μαθητὰς, δείκνυσιν αὐτοὺς τοῦτο ποιοῦντας, τούτους δὲ ἀπηλλαγμένους ἐγκλήματος. Οὐ γὰρ δὴ νόμος τὸ ὑπὸ τῶν  ἀνθρώπων  ἐπιταχθὲν  (διὸ καὶ παράδοσιν αὐτὸ καλεῖ), καὶ ἀνθρώπων  μάλιστα παρανόμων. Καὶ ἐπειδὴ τοῦτο οὐκ ἦν ὑπεναντίον  τῷ νόμῳ, τὸ κελεύειν  τὰς χεῖρας νίπτειν,  ἑτέραν παράδοσιν εἰς μέσον ἄγει, ἐναντιουμένην  τῷ νόμῳ.  Ὃ δὲ  λέγει,  τοιοῦτόν  ἐστιν·  Ἐπαίδευσαν  τοὺς  νέους  εὐσεβείας  σχήματι καταφρονεῖν  τῶν πατέρων. Πῶς καὶ τίνι τρόπῳ; Εἴ τις τῶν γονέων  εἶπε τῷ παιδὶ, ∆ός μοι τὸ πρόβατον τοῦτο ὃ ἔχεις, ἢ τὸν μόσχον, ἢ ἄλλο τι τοιοῦτον, ἔλεγον· ∆ῶρόν ἐστι τῷ Θεῷ τοῦτο, ὃ θέλεις ἐξ ἐμοῦ ὠφεληθῆναι, καὶ οὐ δύνασαι λαβεῖν. Καὶ διπλοῦν  ἐντεῦθεν  ἐγίνετο τὸ κακόν. Οὔτε γὰρ τῷ Θεῷ προσῆγον, καὶ τοὺς γονέας ὀνόματι τῆς προσφορᾶς ἀπεστέρουν, τούς τε γεγεννηκότας διὰ τὸν Θεὸν ὑβρίζοντες, καὶ τὸν Θεὸν διὰ τοὺς γεγεννηκότας.  Ἀλλ' οὐ λέγει τοῦτο εὐθέως, ἀλλὰ πρότερον τὸν νόμον ἀναγινώσκει, δι' οὗ δείκνυσι σφόδρα βουλόμενον αὐτὸν τιμᾶσθαι γονέας. Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ κακολογῶν  πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. Ἀλλ' αὐτὸς ἐκεῖνο ἀφεὶς, τὸ κείμενον  ἔπαθλον  τοῖς τιμῶσι τοὺς γονέας, τὸ φοβερώτερον τίθησι, τὴν κόλασιν   λέγω   τὴν   τοῖς   ἀτιμάζουσιν   ἠπειλημένην,   καὶ   αὐτοὺς   καταπλῆξαι βουλόμενος, καὶ τοὺς νοῦν ἔχοντας ἐπισπάσασθαι· καὶ δείκνυσιν ἐντεῦθεν θανάτου ἀξίους ὄντας. Εἰ γὰρ ὁ ῥήματι ἀτιμάζων κολάζεται, πολλῷ μᾶλλον ὑμεῖς οἱ ἔργῳ· καὶ οὐ μόνον  ἀτιμάζοντες,  ἀλλὰ καὶ ἑτέρους τοῦτο διδάσκοντες. Οἱ τοίνυν  μηδὲ ζῇν ὀφείλοντες,  πῶς  ἐγκαλεῖτε  τοῖς  μαθηταῖς; Τί δὲ θαυμαστὸν, εἰ εἰς ἐμὲ τὸν  τέως ἀγνοούμενον   τοιαῦτα   ὑβρίζετε,  ὅταν   καὶ  εἰς  τὸν   πατέρα  φαίνησθε   τοιαῦτα ποιοῦντες; Πανταχοῦ γὰρ καὶ λέγει καὶ δείκνυσιν, ὅτι ἐκεῖθεν τῆς ἀπονοίας ἤρξαντο ταύτης.  Τινὲς δὲ καὶ  ἑτέρως  ἑρμηνεύουσι τὸ, ∆ῶρον, ὃ ἐὰν  ἐξ ἐμοῦ ὠφεληθῇς· τουτέστιν, Οὐκ ὀφείλω σοι τιμὴν, ἀλλὰ χαρίζομαί σοι, ἂν ἄρα σε τιμήσω. Ἀλλ' οὐκ ἂν ὁ Χριστὸς τοιαύτης ἐμνημόνευσεν ὕβρεως. Καὶ ὁ Μάρκος δὲ σαφέστερον τοῦτο ποιεῖ λέγων· Κορβᾶν, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· ὅπερ οὐκ ἔστι δωρεὰ καὶ προὶξ, ἀλλὰ προσφορὰ κυρίως λέγεται. ∆είξας τοίνυν, ὅτι οὐκ ἂν εἶεν δίκαιοι ἐγκαλεῖν παραβαίνουσιν ἐντολὴν πρεσβυτέρων οἱ τὸν νόμον καταπατοῦντες, δείκνυσι τοῦτο αὐτὸ καὶ ἀπὸ τοῦ προφήτου. Ἐπειδὴ γὰρ αὐτοὺς εἷλε σφοδρῶς, περαιτέρω πρόεισιν· ὃ  δὴ  πανταχοῦ  ποιεῖ,  τὰς  Γραφὰς εἰς  μέσον  ἄγων,  καὶ  ταύτῃ  δεικνὺς  ἑαυτὸν συμβαίνοντα τῷ Θεῷ. Τί δὲ ὁ προφήτης φησίν; Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα  ἀνθρώπων.  Εἶδες προφητείαν  συμφωνοῦσαν  τοῖς εἰρημένοις  μετὰ  ἀκριβείας,  καὶ  ἄνωθεν  αὐτῶν  προαναφωνουμένην τὴν  κακίαν; Ὅπερ γὰρ ὁ Χριστὸς ἐνεκάλεσε νῦν, τοῦτο καὶ ὁ Ἡσαΐας ἄνωθεν εἶπεν, ὅτι τῶν μὲν τοῦ  Θεοῦ καταφρονοῦσι·  Μάτην  γὰρ  σέβονταί  με,  φησίν·  τῶν  δὲ  ἰδίων  πολὺν ποιοῦνται λόγον· ∆ιδάσκοντες γὰρ ἐντάλματα, διδασκαλίας ἀνθρώπων. Οὐκοῦν εἰκότως αὐτὰς οὐ τηροῦσι. ∆οὺς τοίνυν  αὐτοῖς καιρίαν τὴν πληγὴν,  καὶ ἀπὸ τῶν πραγμάτων,  καὶ ἀπὸ τῆς οἰκείας ψήφου,  καὶ ἀπὸ τοῦ προφήτου  τὴν  κατηγορίαν αὐξήσας, ἐκείνοις μὲν οὐδὲν διαλέγεται, ἀδιορθώτως λοιπὸν ἔχουσι, τὸν δὲ λόγον τρέπει  πρὸς τοὺς  ὄχλους,  ὥστε τὸ  δόγμα  εἰσενεγκεῖν  ὑψηλὸν  καὶ  μέγα  ὂν,  καὶ πολλῆς  φιλοσοφίας  γέμον· καὶ λαβὼν  ἀφορμὴν  ἀπ' ἐκείνου, τὸ μεῖζον ἐνυφαίνει λοιπὸν, καὶ τὴν τῶν  βρωμάτων  παρατήρησιν ἐκβάλλων.  Ἀλλ' ὅρα πότε. Ὅτε τὸν λεπρὸν ἐκάθηρεν, ὅτε τὸ σάββατον ἔλυσεν, ὅτε γῆς καὶ θαλάττης  βασιλέα ἑαυτὸν ἀπέφηνεν,  ὅτε ἐνομοθέτησεν, ὅτε ἁμαρτήματα ἀφῆκεν,  ὅτε νεκροὺς ἤγειρεν, ὅτε πολλὰ   τῆς  θεότητος   αὐτοῦ  δείγματα   παρέσχεν  αὐτοῖς,  τότε  περὶ  βρωμάτων διαλέγεται.  γʹ. Καὶ γὰρ ὁ πᾶς Ἰουδαϊσμὸς ἐν τούτῳ  συνέχεται· κἂν τοῦτο ἀνέλῃς, καὶ τὸ πᾶν ἀνεῖλες. Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι καὶ περιτομὴν δεῖ λύειν. Ἀλλ' αὐτὸς μὲν τοῦτο προηγουμένως  οὐκ εἰσηγεῖται, ἐπειδὴ τῶν ἄλλων  ἐντολῶν πρεσβύτερον  ἦν,  καὶ  πλείονα  εἶχε  τὴν  ὑπόληψιν·  διὰ  δὲ  τῶν  μαθητῶν  αὐτὸ νομοθετεῖ. Οὕτω γὰρ μέγα ἦν, ὅτι καὶ οἱ μαθηταὶ μετὰ τοσοῦτον χρόνον βουλόμενοι αὐτὸ ἀνελεῖν, πρότερον αὐτὸ μεταχειρίζονται, καὶ οὕτω καταλύουσιν. Ὅρα δὲ πῶς εἰσάγει τὸν νόμον. Προσκαλεσάμενος γὰρ τοὺς ὄχλους εἶπεν αὐτοῖς· Ἀκούσατε καὶ συνίετε. Οὐδὲ γὰρ ἁπλῶς αὐτοῖς ἀποφαίνεται, ἀλλὰ τῇ τιμῇ καὶ τῇ θεραπείᾳ πρῶτον εὐπαράδεκτον   ποιεῖ  τὸν  λόγον   (τοῦτο  γὰρ  ἐδήλωσεν  ὁ  εὐαγγελιστὴς   εἰπὼν, Προσκαλεσάμενος)· ἔπειτα καὶ τῷ καιρῷ. Μετὰ γὰρ τὸν ἐκείνων  ἔλεγχον  καὶ τὴν νίκην  τὴν κατ' αὐτῶν, καὶ τὴν παρὰ τοῦ προφήτου κατηγορίαν, τότε ἄρχεται τῆς νομοθεσίας, ὅτε καὶ εὐκολώτερον κατεδέχοντο τὰ λεγόμενα. Καὶ οὐχ ἁπλῶς αὐτοὺς προσκαλεῖται, ἀλλὰ καὶ προσεκτικωτέρους ποιεῖ. Συνίετε γὰρ, φησί· τουτέστι, Νοήσατε, διανάστητε· τοιοῦτος γὰρ ὁ μέλλων  γράφεσθαι νόμος. Εἰ γὰρ αὐτοὶ τὸν νόμον  ἔλυσαν, καὶ παρὰ καιρὸν, διὰ τὴν  ἰδίαν  παράδοσιν, καὶ ἠκούσατε· πολλῷ μᾶλλον  ἐμοῦ  ἀκούειν  χρὴ  τοῦ  κατὰ  τὸν  προσήκοντα  καιρὸν  ἐπὶ  μείζονα  ὑμᾶς ἄγοντος φιλοσοφίαν. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστιν ἡ παρατήρησις τῶν βρωμάτων, οὐδ' ὅτι Μωϋσῆς κακῶς προσέταξεν, οὐδ' ὅτι συγκαταβαίνων· ἀλλ' ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως τὴν μαρτυρίαν λαβὼν, φησίν· Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα διὰ τοῦ στόματος· ἐπὶ τὴν  φύσιν  αὐτὴν  καταφεύγων,  καὶ νομοθετῶν,  καὶ ἀποφαινόμενος. Καὶ ταῦτα ἀκούοντες οὐδὲν ἀντεῖπον ἐκεῖνοι, οὐδὲ εἶπον· Τί λέγεις; τοῦ Θεοῦ μυρία παραγγείλαντος  περὶ βρωμάτων παρατηρήσεως, σὺ τοιαῦτα νομοθετεῖς; ἀλλ' ἐπειδὴ σφόδρα αὐτοὺς ἐπεστόμισεν, οὐ τῷ ἐλέγξαι μόνον, ἀλλὰ καὶ τῷ τὸν δόλον αὐτῶν εἰς μέσον ἀγαγεῖν, καὶ τὸ λάθρα γινόμενον παρ' αὐτῶν ἐκπομπεῦσαι, καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἀνακαλύψαι, ἐπιστομισθέντες ἀπῆλθον. Σὺ δέ μοι σκόπει, πῶς οὐδέπω θαῤῥεῖ σαφῶς κατατολμῆσαι τῶν  βρωμάτων.  ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Τὰ βρώματα, ἀλλ', Οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον· ὅπερ εἰκὸς ἦν καὶ περὶ τῶν ἀνίπτων  χειρῶν ὑποπτεύειν. Αὐτὸς μὲν γὰρ περὶ βρωμάτων ἔλεγεν,  ἐνοήθη  δ'  ἂν  καὶ  περὶ  τούτων.  Τοσαύτη  γὰρ  ἦν  ἡ  παρατήρησις  τῶν βρωμάτων, ὡς καὶ μετὰ τὴν ἀνάστασιν τὸν Πέτρον εἰπεῖν· Οὐχὶ, Κύριε, ὅτι οὐδέποτε ἔφαγον  πᾶν  κοινὸν  ἢ ἀκάθαρτον.  Εἰ γὰρ καὶ δι' ἑτέρους ταῦτα  ἔλεγε, καὶ ὥστε καταλιπεῖν ἑαυτῷ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ἵνα δείξῃ ὅτι καὶ ἀντεῖπε, καὶ οὐδὲ οὕτω συνεχωρήθη, ὅμως δείκνυσι πολλὴν οὖσαν τοῦ πράγματος τὴν ὑπόνοιαν.∆ιά τοι  τοῦτο  καὶ  αὐτὸς  ἐξ ἀρχῆς  οὐ  φανερῶς  εἶπε  περὶ  βρωμάτων,  ἀλλὰ,  Τὰ εἰσερχόμενα εἰς τὸ στόμα· καὶ πάλιν, ὅτε σαφέστερον ἔδοξεν ὕστερον λέγειν, ἀπὸ τοῦ τέλους αὐτὸ συνεσκίασεν εἰπών· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον·  ἵνα  δόξῃ ἐντεῦθεν  τὴν  ἀρχὴν  εἰληφέναι,  καὶ περὶ αὐτοῦ διαλέγεσθαι τέως. ∆ιὰ τοῦτο οὐκ εἶπε· Τὸ δὲ βρώματα φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἀλλ' ὡς περὶ ἐκείνου διαλεγόμενος, ἵνα μηδὲν ἔχωσιν ἀντειπεῖν ἐκεῖνοι. Ταῦτα τοίνυν ἀκούσαντες ἐσκανδαλίσθησαν, φησὶν, οἱ Φαρισαῖοι, οὐχ οἱ ὄχλοι. Προσελθόντες γὰρ, φησὶν, οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; Καίτοιγε οὐδὲν πρὸς αὐτοὺς εἴρητο. Τί οὖν ὁ Χριστός; Οὐκ ἔλυσε τὸ σκάνδαλον ἐκείνοις, ἀλλ' ἐπετίμησε, λέγων· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Οἶδε γὰρ καὶ καταφρονεῖν σκανδάλων, καὶ μὴ καταφρονεῖν. Ἀλλαχοῦ γοῦν φησιν· Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν· ἐνταῦθα δέ φησιν· Ἄφετε αὐτούς· ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Ταῦτα δὲ ἔλεγον οἱ μαθηταὶ, οὐχ ὡς ὑπὲρ ἐκείνων ἀλγοῦντες μόνον, ἀλλὰ καὶ αὐτοὶ ἠρέμα θορυβούμενοι. Ἐπειδὴ δὲ οὐκ ἐτόλμων εἰπεῖν ἐξ οἰκείου προσώπου τοῦτο, ἐν τῇ περὶ ἑτέρων  διηγήσει μανθάνειν  ἐβούλοντο.  Ὅτι γὰρ τοῦτό ἐστιν, ἄκουσον πῶς μετὰ ταῦτα ὁ θερμὸς καὶ πανταχοῦ προφθάνων Πέτρος προσελθών φησι· Φράσον ἡμῖν τὴν παραβολὴν  ταύτην·  τὸν  ἐν  τῇ ψυχῇ  θόρυβον ἐκκαλύπτων,  καὶ φανερῶς  μὲν  οὐ τολμῶν  εἰπεῖν,  ὅτι Σκανδαλίζομαι, ἀξιῶν δὲ διὰ τῆς ἑρμηνείας ἀπαλλαγῆναι  τοῦ θορύβου· διὸ καὶ ἐπετιμᾶτο. Τί οὖν ὁ Χριστός φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Τοῦτο περὶ τοῦ νόμου φασὶν εἰρῆσθαι οἱ τὰ Μανιχαίων νοσοῦντες· ἀλλ' ἐπιστομίζει τὰ ἔμπροσθεν εἰρημένα αὐτούς. Εἰ γὰρ περὶ τοῦ νόμου ἔλεγε, πῶς ἀνωτέρω ἀπολογεῖται ὑπὲρ αὐτοῦ καὶ μάχεται λέγων· ∆ιατί παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; πῶς δὲ τὸν προφήτην παράγει εἰς μέσον; Ἀλλὰ περὶ αὐτῶν  ἐκείνων  καὶ τῶν  παραδόσεων αὐτῶν  ταῦτά φησιν. Εἰ γὰρ ὁ Θεὸς εἶπε, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· πῶς οὐκ ἔστι φυτεία Θεοῦ τὸ παρὰ Θεοῦ εἰρημένον; δʹ. Καὶ τὸ ἑξῆς δὲ δείκνυσιν, ὅτι περὶ αὐτῶν εἴρηται καὶ τῶν παραδόσεων αὐτῶν. Ἐπήγαγε γοῦν· Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν. Εἰ δὲ περὶ τοῦ νόμου ἔλεγε τοῦτο, εἶπεν  ἄν· Ὁδηγός ἐστι τυφλὸς  τυφλῶν.  Ἀλλ' οὐχ οὕτως εἶπεν, ἀλλ', Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν,  ἐκεῖνον μὲν ἀπαλλάττων  τῆς κατηγορίας, εἰς δὲ τούτους τὸ πᾶν περιέλκων. Εἶτα καὶ τὸ πλῆθος ἀποσχίζων αὐτῶν, ὡς μέλλον εἰς βάραθρον ἐμπίπτειν δι' αὐτοὺς, φησί· Τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ἐμπεσοῦνται. Μέγα μὲν κακὸν καὶ τυφλὸν  εἶναι· τὸ δὲ καὶ τοιοῦτον ὄντα μήτε  ἔχειν  τὸν  χειραγωγὸν,  καὶ  ὁδηγοῦ  τάξιν  ἐπέχειν,  διπλοῦν  καὶ  τριπλοῦν ἔγκλημα. Εἰ γὰρ τὸ μὴ ἔχειν ὁδηγὸν τὸν τυφλὸν  ἐπισφαλὲς, πολλῷ μᾶλλον τὸ καὶ ἑτέρῳ  τοῦτο  βούλεσθαι  εἶναι.  Τί οὖν  ὁ Πέτρος; Οὐ λέγει,  Τί ποτέ  ἐστι τοῦτο  ὃ εἴρηκας; ἀλλ' ὡς  ἀσαφείας  γέμον  ἐρωτᾷ.  Καὶ οὐ λέγει·  ∆ιατί  παράνομον  εἶπας; ἐδεδοίκει γὰρ, ἵνα  μὴ νομισθῇ ἐσκανδαλίσθαι· ἀλλ'  ἀσαφείας τοῦτο εἶναί φησιν. Ὅτι δὲ οὐκ ἦν ἀσαφείας, ἀλλ'  ἐσκανδαλίζετο, δῆλον· οὐδὲν γὰρ ἀσαφείας εἶχε. ∆ιὸ καὶ ἐπιπλήττει  αὐτῷ λέγων· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οἱ μὲν γὰρ ὄχλοι οὐδὲ συνῆκαν ἴσως τὸ λεχθέν· αὐτοὶ δὲ ἦσαν οἱ σκανδαλισθέντες. ∆ιὸ παρὰ μὲν τὴν ἀρχὴν, ὡς ὑπὲρ τῶν Φαρισαίων δῆθεν ἐρωτῶντες, ἐβούλοντο μαθεῖν· ἐπειδὴ δὲ ἤκουσαν αὐτοῦ μεγάλην ἀπειλὴν ἀπειλοῦντος καὶ λέγοντος, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται, καὶ, Ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν, κατεστάλησαν· Ὁ δὲ πανταχοῦ θερμὸς οὐδὲ οὕτως ἀνέχεται σιγῆσαι, ἀλλά φησι· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Τί οὖν ὁ Χριστός; Σφόδρα ἐπιπληκτικῶς ἀποκρίνεται· Ἀκμὴν καὶ  ὑμεῖς  ἀσύνετοί  ἐστε; Οὔπω νοεῖτε; Ταῦτα δὲ ἔλεγε  καὶ ἐπετίμα, ὥστε τὴν πρόληψιν  ἐκβαλεῖν· οὐ μὴν ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἕτερα ἐπάγει λέγων· Ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται,   κἀκεῖνα   κοινοῖ   τὸν   ἄνθρωπον.   Ἐκ  γὰρ   τῆς   καρδίας   ἐξέρχονται διαλογισμοὶ  πονηροὶ,  φόνοι,  μοιχεῖαι,  πορνεῖαι,  κλοπαὶ,  βλασφημίαι, ψευδομαρτυρίαι· καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τὸ δὲ ἀνίπτοις χερσὶν ἐσθίειν, οὐ κοινοῖ τὸν ἄνθρωπον. Εἶδες πῶς αὐτοῖς σφοδρῶς κέχρηται καὶ ἐπιτιμητικῶς; Εἶτα κατασκευάζει τὸ εἰρημένον ἀπὸ τῆς κοινῆς φύσεως, καὶ πρὸς τὴν θεραπείαν τὴν ἐκείνων. Ὅταν γὰρ εἴπῃ, Εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκβάλλεται, ἔτι κατὰ Ἰουδαϊκὴν ταπεινότητα  ἀποκρίνεται. Λέγει γὰρ ὅτι οὐ μένει, ἀλλ' ἐξέρχεται. Καίτοι καὶ εἰ ἔμενεν,  οὐκ ἐποίει  ἀκάθαρτον. Ἀλλ' οὐδέπω τοῦτο δυνατοὶ ἦσαν ἀκοῦσαι. ∆ιὰ γοῦν τοῦτο καὶ ὁ νομοθέτης τοσοῦτον χρόνον ἀφίησιν, ὅσον ἂν ἔνδον μένῃ· ὅταν δὲ ἐξέλθῃ, οὐκέτι. Ἐν ἑσπέρᾳ γοῦν κελεύει λούεσθαι, καὶ καθαρὸν εἶναι, τὸν καιρὸν τῆς πέψεως ἀναμετρῶν,  καὶ τῆς ἐκκρίσεως. Τὰ δὲ τῆς καρδίας, φησὶν, ἔνδον μένει, καὶ ἐξελθόντα κοινοῖ, οὐ μένοντα μόνον. Καὶ πρότερον τίθησι τοὺς πονηροὺς διαλογισμοὺς, ὅπερ ἦν Ἰουδαϊκόν· καὶ οὐδέπω ἀπὸ τῆς τῶν πραγμάτων φύσεως ποιεῖται τὸν ἔλεγχον, ἀλλ' ἀπὸ τοῦ τόκου τῆς κοιλίας καὶ τῆς καρδίας, καὶ ἐκ τοῦ τὰ μὲν μένειν, τὰ δὲ μὴ μένειν. Τὰ μὲν γὰρ, ἔξωθεν εἰσιόντα, ἔξω πάλιν ἄπεισιν· τὰ δὲ ἔνδοθεν τίκτεται, καὶ ἐξελθόντα κοινοῖ, καὶ τότε μᾶλλον, ὅταν ἐξέλθῃ. Οὔπω γὰρ ἦσαν δυνατοὶ, ὅπερ ἔφην, ἀκοῦσαι μετὰ τῆς προσηκούσης φιλοσοφίας ταῦτα. Ὁ δὲ Μάρκος φησὶν, ὅτι καθαρίζων τὰ βρώματα, ταῦτα ἔλεγεν· οὐ μὴν ἐνέφηνεν, οὐδὲ εἶπε, Τὸ δὲ βρώματα τοιάδε φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· οὔτε γὰρ ἠνείχοντο  σαφῶς οὕτως αὐτοῦ ἀκοῦσαι. ∆ιὸ καὶ ἐπήγαγε· Τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. Μάθωμεν τοίνυν τίνα ἐστὶ τὰ κοινοῦντα τὸν ἄνθρωπον· μάθωμεν, καὶ φύγωμεν. Καὶ γὰρ ἐν τῇ Ἐκκλησίᾳ τοιοῦτον ὁρῶμεν ἔθος κρατοῦν παρὰ τοῖς πολλοῖς, καὶ ὅπως μὲν ἐν καθαροῖς εἰσέλθοιεν ἱματίοις σπουδάζοντας,   καὶ   ὅπως   τὰς   χεῖρας   νίψαιντο·    ὅπως   δὲ   ψυχὴν    καθαρὰν παραστήσαιεν  τῷ  Θεῷ, οὐδένα  ποιουμένους  λόγον.  Καὶ ταῦτα  λέγω,  οὐ  κωλύων  ὥστε  χεῖρας  νίπτειν,  οὐδὲ  στόμα· ἀλλὰ  βουλόμενος  οὕτω  νίπτειν,  ὡς προσήκει, οὐχ ὕδατι μόνον, ἀλλ' ἀντὶ τοῦ ὕδατος ταῖς ἀρεταῖς. Ῥύπος γὰρ στόματος, κακηγορία, βλασφημία, λοιδορία, ὀργίλα ῥήματα, αἰσχρολογία, γέλως, εὐτραπελία. Εἰ τοίνυν  σύνοιδας σαυτῷ μηδὲν  τούτων  φθεγγομένῳ,  μηδὲ ῥυπῶντι  τὸν  ῥύπον τοῦτον, πρόσελθε θαῤῥῶν· εἰ δὲ μυριάκις ταύτας ἐδέξω τὰς κηλῖδας, τί ματαιοπονεῖς, ὕδατι μὲν περικλύζων  τὴν γλῶτταν,  τὸν δὲ ὀλέθριον καὶ βλαβερὸν περιφέρων ἐν αὐτῇ ῥύπον; εʹ. Εἰπὲ γάρ μοι, εἰ κόπρον ἐν ταῖς χερσὶν εἶχες καὶ βόρβορον, ἆρα ἂν ἐτόλμησας εὔξασθαι; Οὐδαμῶς. Καὶ μὴν τοῦτο οὐδεμία βλάβη· ἐκεῖνο δὲ ὄλεθρος. Πῶς οὖν ἐν μὲν τοῖς ἀδιαφόροις εὐλαβὴς, ἐν δὲ τοῖς κεκωλυμένοις ῥᾴθυμος; Τί οὖν; οὐ  δεῖ  προσεύχεσθαι; φησί. ∆εῖ μὲν,  ἀλλ' οὐχὶ  ῥυπῶντα,  οὐδὲ  τοιοῦτον  ἔχοντα βόρβορον. Τί οὖν,  ἐὰν  προληφθῶ;  φησί. Κάθαρον σαυτόν. Πῶς καὶ  τίνι  τρόπῳ; Κλαῦσον, στέναξον,  δὸς  ἐλεημοσύνην,  ἀπολόγησαι  τῷ  ὑβρισμένῳ,  κατάλλαξον σαυτῷ διὰ τούτων, ἀπόσμηξον τὴν γλῶτταν, ἵνα μὴ μειζόνως παροξύνῃς τὸν Θεόν. Καὶ γὰρ εἴ τις κόπρου τὰς χεῖρας πληρώσας, οὕτω σου κατέσχε τοὺς πόδας ἱκετεύων, οὐ μόνον οὐκ ἂν ἤκουσας, ἀλλὰ καὶ τῷ ποδὶ ἐλάκτισας· πῶς οὖν σὺ τολμᾷς οὕτω Θεῷ  προσιέναι;  Καὶ γὰρ  χείρ  ἐστιν  ἡ  γλῶττα   τῶν  εὐχομένων,  καὶ  δι'  αὐτῆς κατέχομεν τὰ γόνατα τοῦ Θεοῦ. Μὴ τοίνυν μολύνῃς αὐτὴν, ἵνα μὴ καὶ πρὸς σὲ εἴπῃ· Ἐὰν πληθύνητε  τὴν δέησιν, οὐκ εἰσακούσομαι. Καὶ γὰρ Ἐν χειρὶ γλώσσης ζωὴ καὶ θάνατος·   καὶ,  Ἀπὸ  τῶν   λόγων   σου  δικαιωθήσῃ,   καὶ   ἀπὸ   τῶν   λόγων   σου κατακριθήσῃ.  Μᾶλλον  τοίνυν   τῆς  κόρης  φύλαττε   τὴν   γλῶτταν.   Ἵππος  ἐστὶ βασιλικὸς  ἡ  γλῶσσα.  Ἂν  μὲν  οὖν  ἐπιθῇς  αὐτῇ  χαλινὸν,   καὶ  διδάξῃς  βαδίζειν εὔρυθμα, ἐπαναπαύσεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον  ἀφῇς φέρεσθαι καὶ σκιρτᾷν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται. Σὺ δὲ ἀπὸ μὲν συνουσίας ὢν  τῆς σαυτοῦ γυναικὸς,  οὐ τολμᾷς  εὔξασθαι, καίτοιγε  οὐδὲ ἔγκλημα τοῦτο· ἀπὸ δὲ λοιδορίας ὢν καὶ ὕβρεως, ὃ καὶ γέενναν  προξενεῖ, πρὶν ἢ καθᾶραι σαυτὸν καλῶς, ἀνατείνεις  τὰς χεῖρας; καὶ πῶς οὐ φρίττεις; εἰπέ μοι. Οὐκ ἤκουσας Παύλου λέγοντος, ὅτι Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος; Εἰ δὲ ἀπὸ τῆς ἀμιάντου κοίτης ἀνιστάμενος οὐ τολμᾷς εὐχῇ προσελθεῖν, ἀπὸ τῆς κοίτης ὢν τῆς διαβολικῆς πῶς καλεῖς τὸ φρικτὸν ὄνομα ἐκεῖνο καὶ φοβερόν; Καὶ γὰρ κοίτη διαβολικὴ, τὸ ἐν ὕβρεσι πλύνεσθαι καὶ λοιδορίαις. Καὶ καθάπερ πονηρός τις μοιχὸς, ὁ θυμὸς μετὰ πολλῆς ἡμῖν συγγίνεται τῆς ἡδονῆς, τὰ ὀλέθρια προϊέμενος ἐν ἡμῖν σπέρματα, καὶ τὴν   διαβολικὴν   ποιῶν   ἀποτίκτειν   ἔχθραν,   καὶ  ἀπεναντίας   τῷ   γάμῳ   πάντα ἐργαζόμενος. Ὁ μὲν γὰρ γάμος τοὺς δύο ποιεῖ σάρκα γενέσθαι μίαν· ὁ δὲ θυμὸς τοὺς ἡνωμένους εἰς πολλὰ διαιρεῖ μέρη, καὶ αὐτὴν κατασχίζει καὶ κατατέμνει τὴν ψυχήν. Ἵν' οὖν μετὰ παῤῥησίας τῷ Θεῷ προσίῃς, μὴ δέξῃ τὸν θυμὸν ἐπεισιόντα σοι, καὶ συγγενέσθαι  βουλόμενον·  ἀλλ' ὥσπερ κύνα  λυττῶντα  ἀπέλασον.  Οὕτω γὰρ  καὶ Παῦλος ἐκέλευσεν. Ἐπαίροντας γὰρ, φησὶν, ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν.   Μὴ  δὴ  καταισχύνῃς  τὴν  γλῶτταν·   ἐπεὶ  πῶς  ὑπὲρ  σοῦ δεηθήσεται, ὅταν τὴν οἰκείαν παῤῥησίαν ἀπολέσῃ; ἀλλὰ κόσμησον αὐτὴν ἐπιεικείᾳ, ταπεινοφροσύνῃ· ποίησον ἀξίαν τοῦ παρακαλουμένου Θεοῦ· εὐλογίας  αὐτὴν ἔμπλησον, ἐλεημοσύνης πολλῆς. Ἔστι γὰρ καὶ διὰ ῥημάτων  ἐλεημοσύνην  ποιεῖν. Κρεῖττον γὰρ λόγος, ἢ δόσις· καὶ, Ἀποκρίθητι τῷ πτωχῷ ἐν πραΰτητι εἰρηνικά. Καὶ τὸν ἄλλον δὲ ἅπαντα χρόνον τῇ διηγήσει τῶν θείων καλλώπιζε νόμων. Πᾶσα γὰρ ἡ διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Οὕτως ἑαυτοὺς κοσμήσαντες προσερχώμεθα τῷ Βασιλεῖ, καὶ πίπτωμεν  ἐπὶ γόνατα, μὴ τῷ σώματι μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἐννοήσωμεν  τίνι  πρόσιμεν,  καὶ  ὑπὲρ  τίνων,   καὶ  τί  βουλόμενοι  ἀνύσαι.  Θεῷ πρόσιμεν, ὃν τὰ Σεραφὶμ ἰδόντα τὰς ὄψεις ἀπέστρεψεν, οὐ φέροντα τὴν λαμπηδόνα· ὃν ἡ γῆ βλέπουσα τρέμει. Θεῷ πρόσιμεν, τῷ φῶς οἰκοῦντι ἀπρόσιτον. Καὶ πρόσιμεν ὑπὲρ γεέννης ἀπαλλαγῆς, ὑπὲρ ἁμαρτημάτων ἀφέσεως, ὑπὲρ τοῦ λυθῆναι τὰς ἀφορήτους ἡμῖν τιμωρίας ἐκείνας, ὑπὲρ τοῦ τῶν οὐρανῶν τυχεῖν καὶ τῶν ἀγαθῶν τῶν  ἐκεῖ.  ʹ.  Προσπέσωμεν τοίνυν  καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ, ἵνα αὐτὸς ἡμᾶς ἀναστήσῃ κειμένους· μετὰ ἐπιεικείας  διαλεχθῶμεν  καὶ πραότητος ἁπάσης. Καὶ τίς οὕτως ἄθλιος, φησὶ, καὶ ταλαίπωρος, ὡς ἐν εὐχῇ μὴ γενέσθαι ἐπιεικής; Ὁ μετὰ ἀρᾶς εὐχόμενος, καὶ θυμοῦ πληρῶν  ἑαυτὸν, καὶ τῶν  ἐχθρῶν  καταβοῶν. Εἰ γὰρ βούλει κατηγορεῖν, σαυτοῦ κατηγόρει. Εἰ βούλει τὴν γλῶτταν ἀκονᾷν καὶ θήγειν, κατὰ τῶν σῶν ἁμαρτημάτων. Καὶ μὴ τί ἕτερός σε εἰργάσατο κακὸν εἴπῃς, ἀλλὰ τί σὺ σαυτὸν εἰργάσω· τοῦτο γὰρ μάλιστά ἐστι κακόν. Οὐδὲ γὰρ ἕτερός σέ τις ἀδικῆσαι δυνήσεται, ἂν  μὴ σὺ σαυτὸν ἀδικῇς. Ὥστε εἰ κατὰ τῶν  ἀδικούντων  γενέσθαι  βούλει, κατὰ σαυτοῦ πρόσελθε πρῶτον· οὐδεὶς ὁ κωλύων· ὡς ἂν κατὰ ἑτέρου προσέλθῃς, μείζονα ἀδικηθεὶς ἀπῆλθες. Τίνα δὲ ὅλως καὶ ἀδικίαν ἔχεις εἰπεῖν; Ὅτι ὁ δεῖνα ὕβρισε, καὶ ἥρπασε, καὶ  κινδύνοις  περιέβαλεν;  Ἀλλὰ  τοῦτο  οὐκ  ἔστιν  ἠδικῆσθαι,  ἀλλ'  ἐὰν νήφωμεν, καὶ ὠφελεῖσθαι τὰ μέγιστα. Ὁ γὰρ ἠδικημένος ὁ τὰ τοιαῦτα ποιήσας ἐστὶν, οὐχ ὁ παθών. Καὶ τοῦτο μάλιστά ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι οὐδὲ ἴσμεν τίς ποτέ ἐστιν ὁ ἀδικούμενος, καὶ τίς ὁ ἀδικῶν. Ὡς εἰ τοῦτο ᾔδειμεν καλῶς, οὐκ ἂν ἑαυτούς ποτε ἠδικήσαμεν, οὐκ ἂν καθ' ἑτέρου ηὐξάμεθα, μαθόντες ὅτι παρ' ἑτέρου ἀδύνατον παθεῖν κακῶς. Οὐδὲ γὰρ τὸ ἁρπάζεσθαι, ἀλλὰ τὸ ἁρπάζειν κακόν. Ὥστε εἰ μὲν ἥρπασας, κατηγόρει σαυτοῦ· εἰ δὲ ἡρπάγης, καὶ εὔχου ὑπὲρ τοῦ ἡρπακότος, ὅτι σε τὰ μέγιστα ὤνησεν. Εἰ γὰρ καὶ μὴ τοιαύτη ἡ γνώμη τοῦ πεποιηκότος, ἀλλὰ σὺ τὰ μέγιστα ὠφελήθης, ἂν γενναίως ἐνέγκῃς. Ἐκεῖνον μὲν γὰρ καὶ οἱ ἄνθρωποι καὶ οἱ θεῖοι ταλανίζουσι νόμοι· σὲ δὲ τὸν ἠδικημένον καὶ στεφανοῦσι καὶ ἀνακηρύττουσιν. Οὐδὲ γὰρ εἰ πυρέττων τις ἥρπασε παρά τινος ἀγγεῖον ὕδωρ ἔχον, καὶ ἐνεφορήθη τῆς βλαβερᾶς ἐπιθυμίας, τὸν ἁρπαγέντα εἴποιμεν ἂν ἠδικῆσθαι, ἀλλὰ τὸν ἁρπάσαντα· τὸν γὰρ πυρετὸν ηὔξησε, καὶ τὴν νόσον χαλεπωτέραν ἐποίησε. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ  φιλοχρημάτου   καὶ  φιλαργύρου  λογίζου.  Καὶ γὰρ  οὗτος  πυρέττων   πολλῷ χαλεπώτερον  ἐκείνου, διὰ τῆς ἁρπαγῆς ταύτης τὴν φλόγα ἀνῆψε τὴν ἑαυτοῦ. Καὶ ξίφος  δὲ εἴ τις  μαινόμενος  ἁρπάσας παρ' ὁτουοῦν  ἑαυτὸν  διεχειρίσατο, τίς  ἦν ὁ ἠδικημένος πάλιν; ὁ ἁρπαγεὶς, ἢ ὁ ἁρπάσας; Εὔδηλον ὅτι ὁ ἁρπάσας. Οὐκοῦν καὶ ἐπὶ τῆς τῶν χρημάτων ἁρπαγῆς τὸ αὐτὸ τοῦτο ψηφιζώμεθα. Ὅπερ γὰρ μαινομένῳ ξίφος, τοῦτο καὶ φιλαργύρῳ πλοῦτος· μᾶλλον δὲ καὶ χαλεπώτερον. Ὁ μὲν γὰρ μαινόμενος, τὸ  ξίφος  λαβὼν  καὶ  ὠθήσας  δι'  ἑαυτοῦ,  τῆς  τε  μανίας  ἀπηλλάγη,  καὶ  οὐκέτι δευτέραν λαμβάνει πληγήν· ὁ δὲ φιλάργυρος μυρία χαλεπώτερα ἐκείνου τραύματα καθ'  ἑκάστην  δέχεται  τὴν  ἡμέραν,  οὐκ  ἀπαλλάττων   τῆς  μανίας  ἑαυτὸν,  ἀλλ' ἐπιτείνων  μειζόνως· καὶ ὅσῳπερ ἂν λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέραις παρέχει πληγαῖς  χαλεπωτέραις.  Ταῦτ' οὖν ἐννοοῦντες,  φύγωμεν τουτὶ τὸ ξίφος, φύγωμεν  τὴν μανίαν, κἂν ὀψέ ποτε σωφρονήσωμεν. Καὶ γὰρ καὶ ταύτην τὴν ἀρετὴν σωφροσύνην δεῖ καλεῖν, οὐχ ἧττον ἐκείνης τῆς παρὰ πᾶσι νενομισμένης. Ἐκεῖ μὲν γὰρ πρὸς μίαν ἐπιθυμίας τυραννίδα ἡ πάλη γίνεται· ἐνταῦθα δὲ πολλῶν καὶ παντοδαπῶν  ἐπιθυμιῶν  περιγίνεσθαι δεῖ. Οὐδὲν γὰρ, οὐδὲν ἀφρονέστερον  τοῦ χρημάτων  δούλου. ∆οκεῖ κρατεῖν,  κρατούμενος· δοκεῖ κύριος εἶναι,  δοῦλος  ὤν·  καὶ  δεσμὰ περιτιθεὶς  ἑαυτῷ,  χαίρει·  χαλεπώτερον  τὸ  θηρίον ἐργαζόμενος,  εὐφραίνεται·  καὶ  αἰχμάλωτος  γινόμενος,  ἀγάλλεται  καὶ  πηδᾷ· καὶ ὁρῶν κύνα λυττῶντα καὶ ἐφαλλόμενον αὐτοῦ τῇ ψυχῇ, δῆσαι δέον καὶ λιμῷ τῆξαι, ὁ δὲ καὶ ἄφθονον αὐτῷ παρέχει τροφὴν, ἵνα μειζόνως ἐφάλληται καὶ φοβερώτερος ᾖ. Ταῦτα   οὖν   ἅπαντα   ἐννοοῦντες,   λύσωμεν   τὰ   δεσμὰ,  ἀνέλωμεν   τὸ   θηρίον, ἀπελάσωμεν τὴν νόσον, ἐκβάλωμεν τὴν μανίαν ταύτην, ἵνα γαλήνης ἀπολαύσωμεν καὶ ὑγιείας καθαρᾶς, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς εἰς τὸν εὔδιον καταπλεύσαντες λιμένα,  τῶν  αἰωνίων   ἐπιτύχωμεν   ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |