Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
20.ΟΜΙΛΙΑΞ∆ʹ.Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
αʹ.Ποῖα πάντα, ὦ μακάριε Πέτρε; τὸν κάλαμον; τὸ δίκτυον; τὸ πλοῖον; τὴν τέχνην; Ταῦτά μοι πάντα λέγεις; Ναὶ, φησίν. Ἀλλ' οὐ διὰ φιλοτιμίαν ταῦτα λέγω, ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων εἰσαγάγω δῆμον. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· ἵνα μὴ λέγῃ τις τῶν πενήτων· Τί οὖν; ἐὰν μὴ ἔχω ὑπάρχοντα, οὐ δύναμαι τέλειος εἶναι; ἐρωτᾷ Πέτρος, ἵνα σὺ μάθῃς, ὁ πένης, ὅτι οὐδὲν ἐντεῦθεν ἠλάττωσαι· ἐρωτᾷ Πέτρος, ἵνα μὴ παρὰ Πέτρου μαθὼν ἀμφιβάλλῃς (καὶ γὰρ ἀτελὴς ἦν ἔτι, καὶ Πνεύματος ἔρημος), ἀλλὰ παρὰ τοῦ τοῦ Πέτρου διδασκάλου δεξάμενος τὴν ἀπόφασιν θαῤῥῇς. Καθάπερ γὰρ ἡμεῖς ποιοῦμεν· οἰκειούμεθα πράγματα πολλάκις ὑπὲρ ἀλλοτρίων διαλεγόμενοι· οὕτω καὶ ὁ ἀπόστολος ἐποίησεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης τὴν πεῦσιν αὐτῷ ταύτην προσαγαγών. Ἐπεὶ ὅτι γε τὰ ἑαυτοῦ ᾔδει σαφῶς, δῆλον ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων· ὁ γὰρ τὰς κλεῖς τῶν οὐρανῶν ἐντεῦθεν ἤδη δεξάμενος, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἐκεῖ θαῤῥεῖν εἶχε. Σκόπει δὲ καὶ πῶς ἀκριβῶς ἀποκρίνεται, ὡς ὁ Χριστὸς
ἐπεζήτησε. Καὶ γὰρ αὐτὸς παρὰ τοῦ πλουσίου δύο ταῦτα ᾔτησε· δοῦναι πτωχοῖς τὰ ὑπάρχοντα, καὶ ἀκολουθεῖν. ∆ιὰ τοῦτο καὶ αὐτὸς τὰ δύο ταῦτα τίθησι, τὸ ἀφεῖναι καὶ ἀκολουθῆσαι· Ἰδοὺ γὰρ ἡμεῖς ἀφήκαμεν πάντα, φησὶ, καὶ ἠκολουθήσαμέν σοι. Τό τε γὰρ ἀφεῖναι διὰ τὸ ἀκολουθῆσαι γέγονεν, ἥ τε ἀκολούθησις ἐκ τοῦ ἀφεῖναι εὐκολωτέρα κατέστη, καὶ ὑπὲρ τοῦ ἀφεῖναι θαῤῥεῖν καὶ χαίρειν αὐτοὺς παρεσκεύαζε. Τί οὖν αὐτός; Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Τί οὖν; καὶ Ἰούδας, φησὶ, καθεδεῖται; Οὐδαμῶς. Πῶς οὖν φησιν, Ὑμεῖς ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε; πῶς τὰ τῆς ὑποσχέσεως πληρωθήσεται; Ἄκουσον πῶς καὶ τίνι λόγῳ. Νόμος ἐστὶ παρὰ τοῦ Θεοῦ κείμενος, διὰ Ἱερεμίου τοῦ προφήτου τοῖς Ἰουδαίοις ἀναγνωσθεὶς, καὶ ταῦτα λέγων· Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἐξαίρειν καὶ ἀπολλύειν· καὶ ἐὰν ἐπιστρέψῃ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὐτῶν, μετανοήσω κἀγὼ ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς. Καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖν καὶ καταφυτεύειν· καὶ ἐὰν ποιήσωσι τὸ πονηρὸν ἐνώπιόν μου, τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, μετανοήσω κἀγὼ περὶ τῶν ἀγαθῶν, ὧν ἐλάλησα ποιῆσαι αὐτοῖς. Τὸ αὐτὸ γὰρ τοῦτο καὶ ἐπὶ τῶν χρηστῶν διαφυλάττω ἔθος, φησί. Κἂν γὰρ εἴπω τοῦ ἀνοικοδομεῖν, ἀναξίους δὲ ἑαυτοὺς παράσχωσι τῆς ὑποσχέσεως, οὐκέτι ποιήσω. Ὅπερ γέγονεν ἐπὶ τοῦ ἀνθρώπου πλασθέντος. Ὁ τρόμος γὰρ ὑμῶν, φησὶ, καὶ ὁ φόβος ἔσται ἐπὶ τὰ θηρία· καὶ οὐκ ἐγένετο· ἀνάξιον γὰρ ἑαυτὸν τῆς ἀρχῆς ἀπέφηνεν· ὥσπερ οὖν καὶ Ἰούδας. Ἵνα γὰρ μήτε ταῖς ἀποφάσεσι τῆς κολάσεως ἀπογνόντες τινὲς σκληρότεροι γένωνται, μήτε ταῖς τῶν χρηστῶν ὑποσχέσεσιν ἁπλῶς ῥᾳθυμότεροι καταστῶσιν, ἀμφότερα ταῦτα ἰᾶται διὰ τοῦ προειρημένου, ταυτὶ λέγων· Κἂν ἀπειλήσω, μὴ ἀπογνῷς· δύνασαι γὰρ μετανοῆσαι, καὶ λῦσαί μου τὴν ἀπόφασιν, ὡς Νινευῖται· κἂν ὑπόσχωμαί τι χρηστὸν, μὴ ἀναπέσῃς διὰ τὴν ὑπόσχεσιν. Ἂν γὰρ ἀνάξιος φανῇς, οὐδέν σε ὠφελήσει τὸ ὑποσχέσθαι με, ἀλλὰ μᾶλλον καὶ τιμωρήσεται· ἐγὼ γὰρ ἀξίῳ ὄντι ὑπισχνοῦμαι. ∆ιὰ τοῦτο καὶ τότε διαλεγόμενος τοῖς μαθηταῖς, οὐχ ἁπλῶς ἐπηγγείλατο· οὐδὲ γὰρ εἶπεν, Ὑμεῖς, μόνον, ἀλλὰ προσέθηκεν, οἱ ἀκολουθήσαντές μοι, ἵνα καὶ τὸν Ἰούδαν ἐκβάλῃ, καὶ τοὺς μετὰ ταῦτα ἐφελκύσηται. Οὔτε γὰρ πρὸς ἐκείνους εἴρηται μόνους, οὔτε πρὸς Ἰούδαν λοιπὸν ἀνάξιον γεγενημένον. Τοῖς μὲν οὖν μαθηταῖς τὰ μέλλοντα ἐπηγγείλατο, λέγων· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους· ἦσαν γὰρ ὑψηλότεροι λοιπὸν, καὶ οὐδὲν τῶν παρόντων ἐζήτουν· τοῖς δὲ ἄλλοις καὶ τὰ ἐνταῦθα ὑπισχνεῖται. Καὶ πᾶς γὰρ, φησὶν, ὅστις ἀφῆκεν ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ἵνα γὰρ μή τινες ἀκούσαντες τὸ, ὑμεῖς, ἐξαίρετον τῶν μαθητῶν τοῦτο εἶναι νομίσωσι (λέγω δὴ τὸ τῶν μεγίστων καὶ πρωτείων ἐν τοῖς μέλλουσιν ἀπολαύειν), ἐξέτεινε τὸν λόγον, καὶ ἥπλωσε τὴν ὑπόσχεσιν ἐπὶ τὴν γῆν ἅπασαν, καὶ ἀπὸ τῶν παρόντων καὶ τὰ μέλλοντα πιστοῦται. Καὶ τοῖς μαθηταῖς δὲ ἐν προοιμίοις, ὅτε ἀτελέστερον διέκειντο, ἀπὸ τῶν παρόντων διελέγετο. Ὅτε γὰρ εἵλκυσεν αὐτοὺς ἀπὸ τῆς θαλάσσης, καὶ τῆς τέχνης ἀπέστησε, καὶ ἀφεῖναι τὸ πλοῖον ἐκέλευσεν, οὐκ οὐρανῶν, οὐ θρόνων ἐμνημόνευσεν, ἀλλὰ τῶν ἐνταῦθα πραγμάτων, εἰπών· Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· ἐπειδὴ δὲ ὑψηλοτέρους εἰργάσατο, τότε λοιπὸν καὶ περὶ τῶν ἐκεῖ διαλέγεται. βʹ. Τί δέ ἐστι, Κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ; Τουτέστι, κατακρίνοντες. Οὐ γὰρ δὴ δικασταὶ μέλλουσι καθεδεῖσθαι· ἀλλ' ὥσπερ τὴν βασίλισσαν τοῦ νότου κατακρινεῖν τὴν γενεὰν ἐκείνην ἔφησε, καὶ οἱ Νινευῖται δὲ κατακρινοῦσιν αὐτούς· οὕτω δὴ καὶ οὗτοι. ∆ιὰ τοῦτο οὐκ εἶπε, Τὰ ἔθνη καὶ τὴν οἰκουμένην, ἀλλὰ, Τὰς φυλὰς τοῦ Ἰσραήλ. Ἐπειδὴ γὰρ ἐν τοῖς αὐτοῖς ἦσαν τεθραμμένοι καὶ νόμοις καὶ ἔθεσι καὶ πολιτείᾳ οἵ τε Ἰουδαῖοι καὶ οἱ ἀπόστολοι, ὅταν λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ∆ιὰ τοῦτο οὐκ ἠδυνήθημεν πιστεῦσαι τῷ Χριστῷ, ὅτι ὁ νόμος ἐκώλυσε τὰ παραγγέλματα αὐτοῦ δέχεσθαι, τούτους εἰς μέσον παραγαγὼν, τοὺς τὸν αὐτὸν δεξαμένους νόμον καὶ πιστεύσαντας, κατακρινεῖ πάντας ἐκείνους· ὅπερ καὶ ἤδη ἔλεγε, ∆ιὰ τοῦτο κριταὶ ὑμῶν αὐτοὶ ἔσονται. Καὶ τί μέγα αὐτοῖς ἐπηγγείλατο, φησὶν, εἰ ὅπερ ἔχουσιν οἱ Νινευῖται καὶ ἡ βασίλισσα τοῦ νότου, τοῦτο καὶ οὗτοι ἕξουσι; Μάλιστα μὲν καὶ ἄλλα ἔμπροσθεν αὐτοῖς πολλὰ ἐπηγγείλατο, καὶ μετὰ ταῦτα ὑπισχνεῖται· καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ ἔπαθλον. Ἄλλως δὲ καὶ ἐν τούτῳ παρῃνίξατό τι πλέον ἐκείνων. Περὶ μὲν γὰρ ἐκείνων ἁπλῶς εἶπεν· Ἄνδρες Νινευῖται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην· καὶ, Βασίλισσα νότου κατακρινεῖ· περὶ δὲ τούτων, οὐχ ἁπλῶς οὕτως· ἀλλὰ πῶς; Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, τότε καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους, φησί· δηλῶν, ὅτι καὶ συμβασιλεύσουσι καὶ κοινωνήσουσι τῆς δόξης ἐκείνης. Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν. Οὐδὲ γὰρ καθέδραν οἱ θρόνοι δηλοῦσι· μόνος γὰρ αὐτός ἐστιν ὁ καθεδούμενος καὶ κρίνων· ἀλλὰ τιμὴν καὶ δόξαν ἄφατον παρεδήλωσε διὰ τῶν θρόνων. Τούτοις μὲν οὖν ταῦτα εἶπε· τοῖς δὲ λοιποῖς πᾶσι ζωὴν αἰώνιον, καὶ ἑκατονταπλασίονα ἐντεῦθεν. Εἰ δὲ τοῖς λοιποῖς, πολλῷ μᾶλλον καὶ τούτοις, καὶ ταῦτα καὶ τὰ ἐν τῷ αἰῶνι τούτῳ. Καὶ τοῦτο γοῦν ἐξέβη. Κάλαμον γὰρ καὶ δίκτυον ἀφέντες, τὰς πάντων οὐσίας μετ' ἐξουσίας εἶχον, τὰς τιμὰς τῶν οἰκιῶν καὶ τῶν χωρίων, καὶ αὐτὰ τὰ σώματα τῶν πιστευόντων. Καὶ σφαγῆναι γὰρ ὑπὲρ αὐτῶν πολλάκις εἵλοντο, ὡς καὶ Παῦλος πολλοῖς μαρτυρεῖ, ὅταν λέγῃ· Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. Ὅταν δὲ λέγῃ, ὅτι πᾶς ὅστις ἀφῆκε γυναῖκα, οὐ τοῦτό φησιν, ὥστε ἁπλῶς διασπᾶσθαι τοὺς γάμους· ἀλλ' ὃ περὶ τῆς ψυχῆς ἔλεγεν, ὅτι Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· οὐχ ἵνα ἀναιρῶμεν ἑαυτούς· οὐδ' ἵνα ἐντεῦθεν ἤδη χωρίζωμεν αὐτὴν ἀπὸ τοῦ σώματος, ἀλλ' ἵνα πάντων προτιμῶμεν τὴν εὐσέβειαν· τοῦτο καὶ ἐπὶ γυναικὸς καὶ ἀδελφῶν φησι. ∆οκεῖ δέ μοι καὶ τοὺς διωγμοὺς ἐνταῦθα αἰνίττεσθαι. Ἐπειδὴ γὰρ πολλοὶ ἦσαν καὶ πατέρες εἰς ἀσέβειαν ἕλκοντες παῖδας, καὶ γυναῖκες ἄνδρας· Ὅταν ταῦτα κελεύωσι, φησὶ, μήτε γυναῖκες ἔστωσαν, μήτε πατέρες· ὅπερ οὖν καὶ ὁ Παῦλος ἔλεγεν· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Ἀναστήσας τοίνυν πάντων τὰ φρονήματα, καὶ πείσας καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῆς οἰκουμένης ἁπάσης θαῤῥεῖν, προσέθηκεν, ὅτι Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι. Τοῦτο δὲ εἰ καὶ ἀδιορίστως καὶ περὶ πολλῶν καὶ ἑτέρων εἴρηται, εἴρηται καὶ περὶ τούτων, καὶ περὶ Φαρισαίων τῶν ἀπειθούντων· ὅπερ καὶ ἔμπροσθεν εἶπεν, ὅτι Πολλοὶ ἥγουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἔξω βληθήσονται. Εἶτα ἐπάγει καὶ παραβολὴν, εἰς πολλὴν προθυμίαν ἀλείφων τοὺς ὑστερηκότας. Ὁμοία γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας μετ' αὐτῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα. Καὶ τῇ τρίτῃ ὥρᾳ εἶδεν ἄλλους ἑστῶτας ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Καὶ περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἀργοὺς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα μου, καὶ ὃ ἐὰν ᾖ δίκαιον, λήψεσθε. Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας, καὶ δὸς αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνὰ δηνάριον. Καὶ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Καὶ λαβόντες ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα; Ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ καὶ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Ἢ οὐκ ἔξεστί μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. γʹ. Τί βούλεται ἡμῖν ἡ παραβολὴ αὕτη; Οὐ γὰρ συνᾴδει τῷ πρὸς τῷ τέλει λεχθέντι τὸ ἐξ ἀρχῆς, ἀλλὰ τοὐναντίον ἅπαν ἐμφαίνει. Ἐν ταύτῃ μὲν γὰρ δείκνυσιν ἅπαντας τῶν αὐτῶν ἀπολαύοντας, καὶ οὐ τοὺς μὲν ἐκβαλλομένους, τοὺς δὲ εἰσαγομένους· αὐτὸς δὲ καὶ πρὸ τῆς παραβολῆς καὶ μετὰ τὴν παραβολὴν τοὐναντίον εἶπεν, ὅτι Ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι· τουτέστιν, ὅτι καὶ αὐτῶν τῶν πρώτων πρῶτοι, οὐχὶ πρώτων μενόντων, ἀλλ' ἐσχάτων ἐκείνων γενομένων. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· ὥστε διπλῇ κἀκείνους δακεῖν, καὶ τούτους παραμυθήσασθαι καὶ προτρέψαι. Ἡ δὲ παραβολὴ οὐ τοῦτό φησιν· ἀλλ' ὅτι τῶν εὐδοκίμων καὶ πολλὰ πεπονηκότων ἔσονται ἴσοι. Ἴσους γὰρ αὐτοὺς ἡμῖν ἐποίησας, φησὶ, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα. Τί οὖν ἐστιν ὅ φησιν ἡ παραβολή; Ἀναγκαῖον γὰρ τοῦτο πρῶτον ποιῆσαι σαφὲς, καὶ τότε ἐκεῖνο διαλύσομεν. Ἀμπελῶνα μὲν, τὰ ἐπιτάγματα τοῦ Θεοῦ φησιν εἶναι, καὶ τὰς ἐντολάς· χρόνον δὲ τῆς ἐργασίας, τὸν παρόντα βίον· ἐργάτας δὲ, τοὺς διαφόρως καλουμένους ἐπὶ τὰ προστάγματα· πρωῒ δὲ καὶ περὶ τρίτην καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν, τοὺς ἐν διαφόροις ἡλικίαις προσελθόντας καὶ εὐδοκιμήσαντας. Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστιν, εἰ λαμπρῶς εὐδοκιμηκότες οἱ πρῶτοι, καὶ ἀρέσαντες τῷ Θεῷ, καὶ δι' ὅλης ἡμέρας λάμψαντες ἀπὸ τῶν πόνων, τῷ ἐσχάτῳ τῆς κακίας κατέχονται πάθει, βασκανίᾳ καὶ φθόνῳ. Ἰδόντες γὰρ αὐτοὺς τῶν αὐτῶν ἀπολελαυκότας, φασίν· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας, καὶ τὸν καύσωνα; Καὶ ταῦτα μηδὲν μέλλοντες ζημιοῦσθαι, μηδὲ εἰς τὸν ἑαυτῶν ἐλαττοῦσθαι μισθὸν, ἐδυσχέραινον καὶ ἠγανάκτουν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς· ὃ φθόνου καὶ βασκανίας ἦν. Καὶ τὸ ἔτι πλέον, ὅτι καὶ ὁ οἰκοδεσπότης ὑπὲρ αὐτῶν δικαιολογούμενος, καὶ πρὸς τὸν εἰρηκότα ταῦτα ἀπολογούμενος, πονηρίας αὐτὸν κρίνει καὶ βασκανίας ἐσχάτης, λέγων· Οὐχὶ δηναρίου συνεφώνησάς μοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε· θέλω δὲ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; Τί οὖν ἐστι τὸ κατασκευαζόμενον ἐκ τούτων; Καὶ γὰρ καὶ ἐφ' ἑτέρων παραβολῶν τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ υἱὸς ὁ εὐδόκιμος αὐτὸ τοῦτο εἰσάγεται πεπονθὼς, ὅτε εἶδε τὸν ἄσωτον ἀδελφὸν πολλῆς ἀπολαύσαντα τιμῆς, καὶ πλείονος ἢ αὐτός. Ὥσπερ γὰρ οὗτοι πλείονος ἀπέλαυσαν τῷ πρῶτοι λαβεῖν, οὕτω καὶ ἐκεῖνος μειζόνως τῇ περιουσίᾳ τῶν δεδομένων ἐτιμᾶτο· καὶ ταῦτα αὐτὸς μαρτυρεῖ ὁ εὐδόκιμος. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἔστιν οὐδεὶς τοιαῦτα δικαιολογούμενος ἢ ἐγκαλῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἄπαγε· φθόνου γὰρ καὶ βασκανίας τὸ χωρίον ἐκεῖνο καθαρόν. Εἰ γὰρ ἐνταῦθα ὄντες οἱ ἅγιοι καὶ τὰς ψυχὰς ἑαυτῶν ὑπὲρ τῶν ἁμαρτωλῶν διδόασι, πολλῷ μᾶλλον ὁρῶντες ἐκεῖ τούτων ἀπολαύοντας χαίρουσι, καὶ οἰκεῖα νομίζουσιν εἶναι ἀγαθά. Τίνος οὖν ἕνεκεν οὕτως ἐσχημάτισε τὸν λόγον; Παραβολὴ τὸ λεγόμενον ἦν· διόπερ οὐδὲ χρὴ πάντα τὰ ἐν ταῖς παραβολαῖς κατὰ λέξιν περιεργάζεσθαι, ἀλλὰ τὸν σκοπὸν μαθόντας, δι' ὃν συνετέθη, τοῦτον δρέπεσθαι, καὶ μηδὲν πολυπραγμονεῖν περαιτέρω. Τίνος οὖν ἕνεκεν οὕτω συνετέθη αὕτη ἡ παραβολὴ, καὶ τί κατασκευάσαι βούλεται; Προθυμοτέρους ποιῆσαι τοὺς ἐν ἐσχάτῳ γήρᾳ μεταβαλλομένους καὶ γινομένους βελτίονας, μηδὲ ἀφεῖναι νομίζειν ἔλαττον ἔχειν. ∆ιὰ δὴ τοῦτο εἰσάγει καὶ δυσχεραίνοντας ἑτέρους ἐπὶ τοῖς τούτων ἀγαθοῖς, οὐχ ἵνα δείξῃ τηκομένους καὶ δακνομένους ἐκείνους· ἄπαγε· ἀλλ' ἵνα διδάξῃ τούτους τοσαύτης ἀπολαύσαντας τιμῆς, ἣ καὶ φθόνον ἑτέροις τεκεῖν ἠδύνατο. Ὃ καὶ ἡμεῖς πολλάκις ποιοῦμεν λέγοντες, ὅτι Ὁ δεῖνά μοι ἐνεκάλεσεν, ὅτι σε τοσαύτης ἠξίωσα τιμῆς· οὔτε ἐγκληθέντες, οὔτε ἐκεῖνον διαβαλεῖν θέλοντες, ἀλλὰ τούτῳ δεῖξαι τὸ μέγεθος τῆς δωρεᾶς ἧς ἀπήλαυσεν. Ἀλλὰ τί δήποτε οὐ πάντας εὐθέως ἐμισθώσατο; Τὸ εἰς αὐτὸν ἧκον, ἅπαντας· εἰ δὲ οὐχ ὁμοῦ πάντες ὑπήκουσαν, τὴν διαφορὰν ἡ τῶν κληθέντων γνώμη πεποίηκε. ∆ιὰ τοῦτο οἱ μὲν πρωῒ, οἱ δὲ τρίτῃ, οἱ δὲ ἕκτῃ, οἱ δὲ ἐνάτῃ ὥρᾳ καλοῦνται, οἱ δὲ ἑνδεκάτῃ, ὅτε ἔμελλον ὑπακούσεσθαι. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου. Πότε δὲ εὐδόκησεν; Ὅτε ἔμελλεν ὑπακούσεσθαι. Αὐτὸς μὲν γὰρ ἐβούλετο, καὶ ἐκ προοιμίων· ἐπειδὴ δὲ αὐτὸς οὐκ ἂν εἶξε, τότε εὐδόκησεν, ὅτε καὶ αὐτὸς ἔμελλε πείθεσθαι. Οὕτω καὶ τὸν λῃστὴν ἐκάλεσε, καίτοι δυνάμενος καὶ ἔμπροσθεν αὐτὸν καλέσαι· ἀλλ' ἐκεῖνος οὐκ ἂν ὑπήκουσεν. Εἰ γὰρ ὁ Παῦλος ἐξ ἀρχῆς οὐκ ἂν ὑπήκουσε, πολλῷ μᾶλλον ὁ λῃστής. Εἰ δὲ οὗτοι λέγουσιν, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο· μάλιστα μὲν, ὅπερ ἔφην, οὐ χρὴ πάντα περιεργάζεσθαι τὰ ἐν ταῖς παραβολαῖς· ἐνταῦθα δὲ οὐδὲ ὁ οἰκοδεσπότης φαίνεται τοῦτο λέγων, ἀλλ' ἐκεῖνοι· αὐτὸς δὲ αὐτοὺς οὐκ ἐλέγχει, ἵνα μὴ διαπορήσῃ, ἀλλ' ἐπισπάσηται. Ὅτι γὰρ πάντας, τό γε εἰς αὐτὸν ἧκον, ἐκ πρώτης ἐκάλει, ἐδήλωσε καὶ ἡ παραβολὴ λέγουσα, ὅτι ἀπὸ πρωῒ ἐξῆλθε μισθώσασθαι. δʹ. Πάντοθεν οὖν δῆλον ἡμῖν, ὅτι πρὸς τοὺς ἐκ πρώτης ἡλικίας, καὶ τοὺς ἐν γήρᾳ καὶ βράδιον ἀρετῆς ἐπειλημμένους εἴρηται ἡ παραβολή· πρὸς ἐκείνους μὲν, ἵνα μὴ ἀπονοῶνται, μηδὲ ὀνειδίζωσι τοῖς περὶ τὴν ἑνδεκάτην· πρὸς τούτους δὲ, ἵνα μάθωσιν, ὅτι ἔστι καὶ ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι. Ἐπειδὴ γὰρ περὶ σφοδρότητος διελέγετο, καὶ τοῦ χρήματα ῥῖψαι, καὶ καταφρονῆσαι τῶν ὄντων ἁπάντων, πολλοῦ δὲ τοῦτο ἐδεῖτο τοῦ τόνου καὶ νεανικῆς προθυμίας, ἀνάπτων ἐν αὐτοῖς φλόγα ἀγάπης, καὶ εὔτονον ποιῶν τὴν γνώμην, δείκνυσιν ὅτι δυνατὸν καὶ ὕστερον ἐλθόντας τῆς πάσης λαβεῖν ἡμέρας τὸν μισθόν. Ἀλλ' οὕτω μὲν οὐ λέγει, ἵνα μὴ πάλιν αὐτοὺς ἀπονοήσῃ· δείκνυσι δὲ ὅτι τῆς αὐτοῦ φιλανθρωπίας ἐστὶ τὸ πᾶν, καὶ διὰ ταύτην οὐκ ἐκπεσοῦνται, ἀλλ' ἀπολαύσονται καὶ αὐτοὶ τῶν ἀποῤῥήτων ἀγαθῶν. Καὶ τοῦτο μάλιστά ἐστιν ὃ βούλεται διὰ τῆς παραβολῆς κατασκευάσαι ταύτης. Εἰ δὲ ἐπάγει, ὅτι Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, μὴ θαυμάσῃς. Οὐ γὰρ ὡς. ἐκ τῆς παραβολῆς τοῦτο συναγαγών φησιν, ἀλλὰ τοῦτο λέγει, ὅτι ὥσπερ τοῦτο συνέβη, οὕτω κἀκεῖνο συμβήσεται. Ἐνταῦθα μὲν γὰρ οὐκ ἐγένοντο οἱ πρῶτοι ἔσχατοι, ἀλλὰ τῶν αὐτῶν πάντες ἀπήλαυσαν παρ' ἐλπίδα καὶ παρὰ προσδοκίαν. Ὥσπερ δὲ τοῦτο παρ' ἐλπίδα καὶ παρὰ προσδοκίαν ἐξέβη, καὶ τῶν ἔμπροσθεν ἐγένοντο ἴσοι οἱ μετὰ ταῦτα· οὕτω καὶ τὸ τούτου πλέον συμβήσεται καὶ παραδοξότερον, τὸ καὶ ἔμπροσθεν γενέσθαι τῶν πρώτων τοὺς ἐσχάτους, καὶ μετὰ τούτους τοὺς πρώτους. Ὥστε ἕτερον ἐκεῖνο, καὶ ἕτερον τοῦτο.
∆οκεῖ δέ μοι ταῦτα λέγειν Ἰουδαίους αἰνιττόμενος, καὶ τῶν πιστῶν τοὺς ἐξ ἀρχῆς λάμψαντας, ὕστερον δὲ ἀμελήσαντας ἀρετῆς, καὶ εἰς τοὐπίσω κατενεχθέντας·κἀκείνους πάλιν τοὺς ἀπὸ κακίας ἀνενεγκόντας, καὶ πολλοὺς ὑπερακοντίσαντας. Ὁρῶμεν γὰρ τὰς τοιαύτας μεταβολὰς, καὶ ἐπὶ πίστεως καὶ ἐπὶ βίου γινομένας. ∆ιὸ παρακαλῶ, πολλὴν ποιησώμεθα σπουδὴν, καὶ ἐπὶ τῆς πίστεως ἑστάναι τῆς ὀρθῆς, καὶ βίον ἐπιδείκνυσθαι ἄριστον. Ἂν γὰρ μὴ καὶ βίον προσθῶμεν τῆς πίστεως ἄξιον, τὴν ἐσχάτην δώσομεν δίκην. Καὶ τοῦτο ἔδειξε μὲν καὶ ἀπὸ τῶν ἄνωθεν χρόνων ὁ μακάριος Παῦλος, ὅτε ἔλεγεν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· καὶ προσθεὶς, ὅτι οὐκ ἐσώθησαν· Κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ἔδειξε δὲ καὶ ἐπὶ τῶν εὐαγγελιστῶν ὁ Χριστὸς, ὅτε εἰσήγαγέ τινας δαίμονας ἐκβαλόντας καὶ προφητεύσαντας, καὶ εἰς κόλασιν ἀπαγομένους. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ παραβολαὶ, οἷον ἡ τῶν παρθένων, ἡ τῆς σαγήνης, ἡ τῶν ἀκανθῶν, ἡ τοῦ δένδρου τοῦ μὴ ποιοῦντος καρπὸν, τὴν ἀπὸ τῶν ἔργων ἀρετὴν ἐπιζητοῦσι. Περὶ μὲν γὰρ δογμάτων ὀλιγάκις διαλέγεται· οὐδὲ γὰρ δεῖται πόνου τὸ πρᾶγμα· περὶ δὲ βίου πολλάκις, μᾶλλον δὲ πανταχοῦ· διηνεκὴς γὰρ ὁ πρὸς τοῦτο πόλεμος, διὸ καὶ ὁ πόνος. Καὶ τί λέγω πολιτείαν ὁλόκληρον; Καὶ γὰρ μέρος αὐτῆς παροφθὲν μεγάλα ἐπάγει κακά· οἷον ἐλεημοσύνη παροφθεῖσα εἰς γέενναν ἐμβάλλει τοὺς ὑστερηκότας· καίτοι οὐχ ὁλόκληρος τοῦτο ἀρετὴ, ἀλλὰ μέρος αὐτῆς. Ἀλλ' ὅμως καὶ αἱ παρθένοι διὰ τὸ μὴ ταύτην ἔχειν ἐκολάσθησαν· καὶ ὁ πλούσιος διὰ τοῦτο ἀπετηγανίζετο· καὶ οἱ πεινῶντα μὴ θρέψαντες ἐντεῦθεν μετὰ τοῦ διαβόλου καταδικάζονται. Πάλιν τὸ μὴ λοιδορεῖν μέρος αὐτῆς ἐστιν ἐλάχιστον· ἀλλ' ὅμως καὶ τοῦτο ἐκβάλλει τοὺς μὴ κατωρθωκότας. Ὁ γὰρ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Πάλιν ἡ σωφροσύνη καὶ αὐτὴ μέρος ἐστίν· ἀλλ' ὅμως χωρὶς ταύτης οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ ἡ ταπεινοφροσύνη δὲ ὁμοίως μόριόν ἐστιν ἀρετῆς· ἀλλ' ὅμως κἂν ἕτερά τις ἐπιτελέσῃ καλὰ, ταύτην δὲ μὴ κατορθώσῃ, ἀκάθαρτος. παρὰ τῷ Θεῷ. Καὶ δῆλον ἐκ τοῦ Φαρισαίου, ὃς μυρίοις κομῶν ἀγαθοῖς, ἐντεῦθεν πάντα ἀπώλεσεν. Ἐγὼ δέ τι καὶ τούτων πλέον εἰπεῖν ἔχω πάλιν. Οὐ γὰρ δὴ μόνον ἕν τι αὐτῶν παροφθὲν ἀποκλείει τὸν οὐρανὸν ἡμῖν, ἀλλὰ κἂν γένηται μὲν, μὴ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ ὑπερβολῆς, τὸ αὐτὸ τοῦτο πάλιν ποιεῖ. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, φησὶν, πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥστε κἂν ἐλεημοσύνην δῷς, μὴ πλείονα. δὲ ἐκείνων, οὐκ εἰσελεύσῃ. Καὶ πόσην ἐκεῖνοι παρεῖχον ἐλεημοσύνην; φησί. Τοῦτο γὰρ αὐτὸ εἰπεῖν βούλομαι νῦν, ἵνα οἱ μὲν μὴ διδόντες διαναστῶσι πρὸς τὸ δοῦναι, οἱ δὲ διδόντες μὴ μέγα φρονῶσιν, ἀλλὰ προσθήκην ἐργάζωνται Τί οὖν ἐδίδοσαν ἐκεῖνοι; Τῶν ὄντων ἁπάντων δεκάτην, καὶ πάλιν ἑτέραν δεκάτην, καὶ μετὰ ταύτην, τρίτην· ὥστε παρ' οὐδὲν τὸ τρίτον τῆς οὐσίας παρεῖχον· τρεῖς γὰρ δεκάται συντιθέμεναι τοῦτο ποιοῦσι. Καὶ μετὰ τούτων καὶ ἀπαρχὰς, καὶ πρωτότοκα, καὶ ἕτερα πλείονα· οἷον τὰ ὑπὲρ ἁμαρτημάτων, τὰ ὑπὲρ καθαρισμῶν, τὰ ἐν ἑορταῖς, τὰ ἐν τῷ ἰωβηλαίῳ, τὰ ἐν ταῖς τῶν χρεῶν ἀποκοπαῖς, καὶ ταῖς τῶν οἰκετῶν ἀφέσεσι, καὶ τοῖς δανείσμασι τοῖς τόκων ἀπηλλαγμένοις. Εἰ δὲ ὁ τὸ τρίτον δοὺς τῶν ὄντων, μᾶλλον δὲ τὸ ἥμισυ (μετὰ γὰρ τούτων ἐκεῖνα συντιθέμενα τὸ ἥμισύ ἐστιν), εἰ τοίνυν ὁ τὸ ἥμισυ διδοὺς, οὐδὲν μέγα ἐργάζεται· ὁ μηδὲ τὸ δέκατον παρέχων τίνος ἄξιος ἔσται; Εἰκότως ἔλεγεν, Ὀλίγοι οἱ σωζόμενοι. εʹ. Μὴ δὴ καταφρονῶμεν τῆς κατὰ τὸν βίον ἐπιμελείας. Εἰ γὰρ μέρος αὐτοῦ καταφρονούμενον ἓν τοσαύτην φέρει τὴν ἀπώλειαν, ὅταν πανταχόθεν ὦμεν ὑπεύθυνοι τῇ καταδικαζούσῃ ψήφῳ, πῶς διαφευξόμεθα τὴν κόλασιν; ποίαν δὲ οὐ τίσομεν δίκην; Καὶ ποία ἡμῖν σωτηρίας ἐλπὶς, φησὶν, εἰ τῶν ἀπηριθμημένων ἕκαστον τὴν γέενναν ἡμῖν ἀπειλεῖ; Καὶ ἐγὼ τοῦτο λέγω· Πλὴν ἐὰν προσέχωμεν, δυνατὸν σωθῆναι, τὰ τῆς ἐλεημοσύνης κατασκευάζοντας φάρμακα, καὶ τὰ τραύματα θεραπεύοντας. Οὐ γὰρ οὕτως ἔλαιον σῶμα ῥώννυσιν, ὡς φιλανθρωπία ψυχὴν καὶ ῥώννυσι, καὶ ἀχείρωτον πᾶσιν ἐργάζεται, καὶ ἀνάλωτον τῷ διαβόλῳ ποιεῖ. Ὅπου γὰρ ἂν κατάσχῃ, διολισθαίνει λοιπὸν, οὐκ ἐῶντος τοῦ ἐλαίου τούτου τοῖς νώτοις τοῖς ἡμετέροις ἐνιζάνειν τὰς ἐκείνου λαβάς. Τούτῳ τοίνυν ἑαυτοὺς συνεχῶς ἀλείφωμεν τῷ ἐλαίῳ. Καὶ γὰρ ὑγιείας ἐστὶν ὑπόθεσις, καὶ φωτὸς χορηγία, καὶ φαιδρότητος ἀφορμή. Ἀλλ' ὁ δεῖνα, φησὶ, τόσα καὶ τόσα ἔχει τάλαντα χρυσίου, καὶ οὐδὲν προΐεται. Καὶ τί τοῦτο πρὸς σέ; Οὕτω γὰρ θαυμαστότερος σὺ φανήσῃ, ὅταν ἀπὸ πενίας φιλοτιμότερος ἐκείνου γένῃ. Οὕτω καὶ Μακεδόνας ὁ Παῦλος ἐθαύμασεν· οὐχ ὅτι παρέσχον, ἀλλ' ὅτι καὶ ἐν πτωχείᾳ ὄντες παρέσχον. Μὴ δὴ πρὸς τούτους ἴδῃς, ἀλλὰ πρὸς τὸν κοινὸν ἁπάντων διδάσκαλον, ὃς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ διατί, φησὶν, ὁ δεῖνα καὶ ὁ δεῖνα τοῦτο οὐ ποιεῖ; Μὴ κρῖνε ἕτερον, ἀλλὰ σεαυτὸν ἀπάλλαξον τῆς κατηγορίας. Ἐπεὶ μείζων ἡ κόλασις, ὅταν καὶ ἑτέροις ἐγκαλῇς, καὶ αὐτὸς μὴ ποιῇς· ὅταν ἄλλους κρίνων, τῷ αὐτῷ κρίματι πάλιν ὑπεύθυνος ᾖς καὶ αὐτός. Εἰ γὰρ οὐδὲ κατορθοῦντας κρίνειν ἐφίεται ἑτέρους, πολλῷ μᾶλλον πταίοντας. Μὴ τοίνυν κρίνωμεν ἑτέρους, μηδὲ πρὸς ἑτέρους ῥᾳθυμοῦντας βλέπωμεν, ἀλλὰ πρὸς τὸν Ἰησοῦν, καὶ ἐκεῖθεν τὰ ὑποδείγματα φέρωμεν. Μὴ γὰρ ἐγώ σε εὐηργέτησα; μὴ γὰρ ἐγώ σε ἐλυτρωσάμην, ἵνα πρὸς ἐμὲ βλέπῃς; Ἕτερός ἐστιν ὁ ταῦτά σοι παρασχών. Τί τὸν ∆εσπότην ἀφεὶς, πρὸς τὸν σύνδουλον ὁρᾷς; Οὐκ ἤκουσας αὐτοῦ λέγοντος· Μάθετε ἀπ' ἐμοῦ. ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; καὶ πάλιν, Ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων διάκονος; καὶ πάλιν, Καθὼς ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι; Καὶ μετὰ ταῦτα πάλιν, ἵνα μὴ προσπταίων τοῖς ῥᾳθύμοις τῶν συνδούλων μένῃς ἐν ὀλιγωρίᾳ, ἀφέλκων σε τούτων φησίν· Ὑπόδειγμα ἔδωκα ὑμῖν ἐμαυτὸν, ἵνα καθὼς ἐποίησα, καὶ ὑμεῖς ποιῆτε. Ἀλλ' οὐκ ἔστι σοι διδάσκαλος ἀρετῆς τῶν συνόντων ἀνθρώπων οὐδεὶς, οὐδὲ οἷος εἰς ταῦτα ἐνάγειν; Οὐκοῦν πλείων ὁ ἔπαινος, μεῖζον τὸ ἐγκώμιον, ὅτι μηδὲ διδασκάλων εὐπορῶν γέγονας σὺ θαυμαστός. Καὶ γὰρ δυνατὸν τοῦτο. καὶ σφόδρα ῥᾴδιον, ἐὰν θέλωμεν· καὶ δηλοῦσιν οἱ πρῶτοι ταῦτα κατορθώσαντες· οἷον Νῶε, Ἀβραὰμ, ὁ Μελχισεδὲκ, ὁ Ἰὼβ, καὶ οἱ κατ' ἐκείνους ἅπαντες ἄνθρωποι· πρὸς οὓς ἀναγκαῖον καθ' ἑκάστην ἡμέραν ὁρᾷν. ἀλλὰ μὴ πρὸς τούτους. οὓς οὐδέποτε παύεσθε ζηλοῦντες, καὶ ἐν τοῖς συλλόγοις τοῖς ὑμετέροις περιφέροντες. Καὶ γὰρ οὐδὲν ἄλλο πανταχοῦ λεγόντων ἀκούω, ἀλλ' ἢ ταυτὶ τὰ ῥήματα· Ὁ δεῖνα ἐκτήσατο πλέθρα γῆς τόσα καὶ τόσα, ὁ δεῖνα πλουτεῖ, οἰκοδομεῖ. Τί κέχηνας, ἄνθρωπε, ἔξω; τί πρὸς ἑτέρους βλέπεις; Εἰ βούλει πρὸς ἑτέρους ἰδεῖν, τοὺς κατορθοῦντας βλέπε, τοὺς εὐδοκιμοῦντας, τοὺς τὸν νόμον μετὰ ἀκριβείας ἀποπληροῦντας, μὴ τοὺς προσκεκρουκότας καὶ ἠτιμωμένους. Ἂν γὰρ πρὸς τούτους βλέπῃς, πολλὰ ἐντεῦθεν συλλέξεις κακὰ, εἰς ῥᾳθυμίαν ἐμπίπτων, εἰς ἀπόνοιαν, εἰς τὸ καταδικάζειν ἑτέρους· ἐὰν δὲ τοὺς κατορθοῦντας ἀριθμῇς, εἰς ταπεινοφροσύνην, εἰς σπουδὴν, εἰς κατάνυξιν, εἰς τὰ μυρία σεαυτὸν εἰσάξεις ἀγαθά. Ἄκουσον τί ἔπαθεν ὁ Φαρισαῖος, ἐπειδὴ τοὺς κατορθοῦντας ἀφεὶς, τὸν πταίσαντα εἶδεν· ἄκουσον, καὶ φοβήθητι. Βλέπε πῶς θαυμαστὸς ἐγένετο ὁ ∆αυῒδ, ἐπειδὴ πρὸς τοὺς προγόνους αὐτοῦ τοὺς κατ' ἀρετὴν ἔβλεπε. Πάροικος γὰρ, φησὶν, ἐγώ εἰμι, καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Καὶ γὰρ οὗτος, καὶ πάντες οἱ κατ' αὐτὸν, τοὺς ἡμαρτηκότας ἀφέντες, τοὺς εὐδοκιμηκότας ἐνενόουν. Τοῦτο καὶ σὺ ποίει. Οὐδὲ γὰρ δικαστὴς αὐτὸς κάθησαι τῶν ἑτέροις πεπλημμελημένων, οὐδὲ ἐξεταστὴς τῶν ἄλλοις ἁμαρτανομένων· σαυτῷ κρίνειν, οὐχ ἑτέροις ἐπετάγης, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ Κυρίου παιδευόμεθα. Σὺ δὲ τὴν τάξιν ἀνέτρεψας, σαυτὸν μὲν οὐ μεγάλων, οὐ μικρῶν πταισμάτων ἀπαιτῶν εὐθύνας, τὰ δὲ ἑτέρων μετὰ ἀκριβείας περιεργαζόμενος. Ἀλλὰ μηκέτι τοῦτο ποιῶμεν, ἀλλὰ ταύτην ἀφέντες τὴν ἀταξίαν, δικαστήριον ἐν ἡμῖν αὐτοῖς καθίσωμεν τῶν ἐν ἡμῖν αὐτοῖς ἁμαρτανομένων, αὐτοὶ κατήγοροι καὶ δικασταὶ καὶ δήμιοι τῶν πλημμελημάτων γινόμενοι. Εἰ δὲ βούλει καὶ τὰ ἑτέρων πολυπραγμονεῖν, τὰ κατορθώματα, μὴ τὰ ἁμαρτήματα περιεργάζου· ἵνα καὶ ἐκ τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων, καὶ ἐκ τοῦ ζήλου τῶν ἑτέροις κατορθουμένων [καὶ ἐκ τῆς τοῦ ἀπαραιτήτου δικαστηρίου παραστάσεως, καθ' ἑκάστην ὥσπερ πλήκτρῳ τινὶ τῇ συνειδήσει νυττόμενοι], εἰς ταπεινοφροσύνην καὶ μείζονα σπουδὴν ἑαυτοὺς εἰσάγοντες, τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
21.ΟΜΙΛΙΑ ΞΕʹ. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς, παρέλαβε τοὺς δώδεκα μαθητὰς κατ' ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ· καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυ ρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
Οὐκ ἀθρόον ἀναβαίνει εἰς Ἱεροσόλυμα ἐκ τῆς Γαλιλαίας ἐλθών· ἀλλὰ πρότερον θαυματουργήσας καὶ ἐπιστομίσας Φαρισαίους, καὶ διαλεχθεὶς τοῖς μαθηταῖς περὶ ἀκτημοσύνης· Εἰ γὰρ θέλεις τέλειος εἶναι, φησὶ, πώλησόν σου τὰ ὑπάρχοντα· καὶ περὶ παρθενίας· Ὁ δυνάμενος χωρεῖν, χωρείτω· καὶ περὶ ταπεινοφροσύνης· Ἐὰν μὴ στραφῆτε γὰρ, καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ περὶ ἀντιδόσεως τῶν ἐνταῦθα· Ὅστις γὰρ ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ· καὶ περὶ τῶν ἀμοιβῶν τῶν ἐκεῖ· Καὶ ζωὴν γὰρ, φησὶν, αἰώνιον κληρονομήσει· τότε προσβάλλει τῇ πόλει λοιπὸν, καὶ μέλλων ἀνιέναι, πάλιν περὶ τοῦ πάθους διαλέγεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, διὰ τὸ μὴ βούλεσθαι τοῦτο συμβῆναι, ἐπιλανθάνεσθαι, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει, ἐγγυμνάζων αὐτῶν τὴν διάνοιαν τῇ πυκνότητι τῆς ἀναμνήσεως, καὶ τὴν λύπην ὑποτεμνόμενος. Κατ' ἰδίαν δὲ αὐτοῖς διαλέγεται ἀναγκαίως· οὐ γὰρ ἔδει εἰς πολλοὺς ἐξενεχθῆναι τὸν περὶ τούτων λόγον, οὐδὲ σαφῶς λεχθῆναι· οὐδὲν γὰρ ἐκ τούτου πλέον ἐγίνετο. Εἰ γὰρ οἱ μαθηταὶ ἐθορυβοῦντο ταῦτα ἀκούοντες, πολλῷ μᾶλλον ὁ τῶν πολλῶν δῆμος. Τί οὖν; οὐκ ἐλέχθη τοῖς πολλοῖς; φησίν. Ἐλέχθη μὲν καὶ πρὸς τοὺς πολλοὺς, οὐχ οὕτω δὲ σαφῶς. Λύσατε γὰρ, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ· καὶ πάλιν, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι, καὶ ζητήσετέ με, καὶ οὐχ εὑρήσετε. Τοῖς δὲ μαθηταῖς οὐχ οὕτως, ἀλλ' ὥσπερ τὰ ἄλλα σαφέστερον ἔλεγεν, οὕτω καὶ τοῦτο εἶπε. Καὶ τίνος ἕνεκεν, εἰ μὴ συνίεσαν οἱ πολλοὶ τῶν λεγομένων τὴν δύναμιν, καὶ ἐλέγετο; Ἵνα μάθωσι μετὰ ταῦτα, ὅτι προειδὼς ἐπὶ τὸ πάθος ᾔει καὶ ἑκὼν, οὐκ ἀγνοῶν, οὐδὲ ἀναγκαζόμενος. Τοῖς μαθηταῖς δὲ οὐ διὰ τοῦτο μόνον προὔλεγεν, ἀλλ', ὅπερ ἔφην, ἵνα ἐγγυμνασθέντες τῇ προσδοκίᾳ, ῥᾴδιον ἐνέγκωσι τὸ πάθος, καὶ μὴ ἀμελέτητον ἐπελθὸν ταράξῃ σφόδρα αὐτούς. ∆ιά τοι τοῦτο ἐξ ἀρχῆς μὲν τὸν θάνατον ἔλεγε μόνον· ὅτε δὲ ἐμελέτησαν καὶ ἐνεγυμνάσαντο, καὶ τὰ ἄλλα προστίθησιν· οἶον, ὅτι παραδώσουσι τοῖς ἔθνεσιν· ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσι· τούτου τε ἕνεκεν, καὶ ἵνα ὅταν τὰ σκυθρωπὰ ἐξελθόντα ἴδωσι, καὶ τὴν ἀνάστασιν ἐντεῦθεν προσδοκήσωσιν. Ὁ γὰρ τὰ λυποῦντα οὐκ ἀποκρυψάμενος, καὶ τὰ δοκοῦντα εἶναι ἐπονείδιστα, εἰκότως ἔμελλε καὶ περὶ τῶν χρηστῶν πιστεύεσθαι. Σκόπει δέ μοι, πῶς καὶ ἀπὸ τοῦ καιροῦ σοφῶς τὸ πρᾶγμα οἰκονομεῖ. Οὔτε γὰρ ἐξ ἀρχῆς αὐτοῖς εἶπεν, ἵνα μὴ διαταράξῃ· οὔτε πρὸς αὐτῷ τῷ καιρῷ, ἵνα μὴ κἀντεῦθεν θορυβήσῃ· ἀλλ' ὅτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀρκοῦσαν, ὅτε μεγάλας ἔδωκε τὰς ἐπαγγελίας περὶ τῆς ζωῆς τῆς αἰωνίου, τότε καὶ τὸν περὶ τούτων ἐμβάλλει λόγον, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ἐνυφαίνων αὐτὸν τοῖς θαύμασι καὶ ταῖς διδασκαλίαις. Ἕτερος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ τοὺς προφήτας παρῆγε μάρτυρας· ἄλλος δέ φησιν, ὅτι καὶ αὐτοὶ οὐ συνίεσαν τὰ λεγόμενα, ἀλλ' ἦν κεκρυμμένον τὸ ῥῆμα ἀπ' αὐτῶν, καὶ ὅτι ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ. Οὐκοῦν ἀνῄρηται, φησὶ, τῆς προῤῥήσεως τὸ κέρδος. Εἰ γὰρ μὴ ᾔδεσαν ἅπερ ἤκουσαν, οὐδὲ προσδοκᾷν εἶχον· μὴ προσδοκῶντες δὲ, οὐδὲ γυμνάζεσθαι ταῖς ἐλπίσιν. Ἐγὼ δὲ καὶ ἕτερον τούτου ἀπορώτερόν φημι, ὅτι εἰ μὴ ᾔδεσαν πῶς ἐλυποῦντο· Καὶ γὰρ ἕτερός φησιν, ὅτι ἐλυποῦντο. Εἰ τοίνυν μὴ ᾔδεσαν, πῶς ἐλυποῦντο; πῶς Πέτρος ἔλεγεν· Ἵλεώς σοι, οὐ μὴ ἔσται σοι τοῦτο; Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι μὲν ἀποθανεῖται, ᾔδεσαν, εἰ καὶ μὴ σαφῶς τῆς οἰκονομίας ἠπίσταντο τὸ μυστήριον· οὔτε δὲ τὴν ἀνάστασιν σαφῶς ἠπίσταντο, οὔτε ἅπερ ἔμελλε κατορθοῦν· καὶ τοῦτο ἦν κεκρυμμένον ἀπ' αὐτῶν. ∆ιὰ τοῦτο καὶ ἤλγουν. Ἑτέρους μὲν γὰρ ὑφ' ἑτέρων ἀναστάντας εἶδον· αὐτὸν δέ τινα ἀναστήσαντα ἑαυτὸν, καὶ οὕτως ἀναστήσαντα ὡς μηκέτι λοιπὸν ἀποθανεῖν, οὐδέποτε εἶδον. Τοῦτο οὖν οὐ συνίεσαν πολλάκις λεγόμενον· ἀλλ' οὐδὲ αὐτὸς οὗτος ὁ θάνατος τί ποτέ ἐστι, καὶ πῶς ἐπελεύσεται, σαφῶς ἠπίσταντο. ∆ιὸ καὶ ἐθαμβοῦντο ἀκολουθοῦντες αὐτῷ· οὑ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἔμοιγε δοκεῖ καὶ ἐκπλήττειν αὐτοὺς περὶ τοῦ πάθους διαλεγόμενος. βʹ. Ἀλλ' ὅμως οὐδὲν τούτων ἐποίει θαῤῥεῖν αὐτοὺς, καὶ ταῦτα συνεχῶς περὶ τῆς ἀναστάσεως ἀκούοντας. Καὶ γὰρ μετὰ τοῦ θανάτου καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει, τὸ ἀκούειν ὅτι ἐμπαίξουσι καὶ μαστιγώσουσι, καὶ ὅσα τοιαῦτα. Ὅτε γὰρ ἐνενόησαν τὰ θαύματα, τοὺς δαιμονῶντας οὓς ἠλευθέρωσε, τοὺς νεκροὺς οὓς ἤγειρε, τὰ ἄλλα πάντα ἅπερ ἐθαυματούργει, εἶτα ἤκουσαν τούτων, ἐξεπλήττοντο, εἰ ὁ ταῦτα ποιῶν ταῦτα πείσεται. ∆ιὰ τοῦτο καὶ εἰς ἀπορίαν ἐνέπιπτον, καὶ νῦν μὲν ἐπίστευον, νῦν δὲ ἠπίστουν, καὶ νοῆσαι οὐκ εἶχον τὰ λεγόμενα. Οὕτω γοῦν οὐ συνῆκαν σαφῶς τὸ λεγόμενον, ὡς τοὺς υἱοὺς Ζεβεδαίου παραυτὰ προσελθεῖν, καὶ περὶ προεδρίας αὐτῷ διαλεχθῆναι. Θέλομεν γὰρ, φησὶν, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων. Πῶς οὖν οὗτος ὁ εὐαγγελιστής φησιν, ὅτι ἡ μήτηρ προσῆλθεν; Ἀμφότερα γενέσθαι εἰκός. Τὴν γὰρ μητέρα παρέλαβον, ὡς μείζονα τὴν ἱκετηρίαν ἐργασόμενοι, καὶ ταύτῃ τὸν Χριστὸν δυσωπήσοντες. Ὅτι γὰρ τοῦτο ἀληθὲς ὅπερ ἔφην, καὶ αὐτῶν μᾶλλον ἡ αἴτησις ἦν, καὶ αἰσχυνόμενοι προβάλλονται τὴν τεκοῦσαν, σκόπει πῶς πρὸς αὐτοὺς ἀποτείνει τὸν λόγον ὁ Χριστός. Μᾶλλον δὲ μάθωμεν τί πρότερον αἰτοῦσι, καὶ ἀπὸ ποίας γνώμης, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθον. Πόθεν οὖν ἐπὶ τοῦτο ἦλθον; Ἑώρων ἑαυτοὺς τιμωμένους παρὰ τοὺς ἄλλους, καὶ προσεδόκησαν ἐντεῦθεν ἐπιτεύξασθαι καὶ τῆς αἰτήσεως ταύτης. Ἀλλὰ τί ποτέ ἐστιν ὁ αἰτοῦσιν; Ἄκουσον ἑτέρου εὐαγγελιστοῦ τοῦτο σαφῶς ἐκκαλύπτοντος. ∆ιὰ γὰρ τὸ ἐγγὺς εἶναι, φησὶ, τῆς Ἱερουσαλὴμ, καὶ δοκεῖν ὅτι ἡ βασιλεία τοῦ Θεοῦ ἤδη ἀναφανεῖται, ταῦτα ᾔτουν. Ἐνόμιζον γὰρ, ὅτι ἐπὶ θύραις αὕτη, καὶ αἰσθητὴ, καὶ ἀπολαύσαντες ὧν ᾔτουν, οὐδὲν ὑποστήσονται τῶν λυπηρῶν. Οὐδὲ γὰρ δι' αὐτὴν μόνον αὐτὴν ἐζήτουν, ἀλλ' ὡς καὶ διαφευξόμενοι τὰ δυσχερῆ. ∆ιὸ καὶ ὁ Χριστὸς τούτων πρῶτον αὐτοὺς ἀπάγει τῶν λογισμῶν, κελεύων σφαγὰς καὶ κινδύνους καὶ τὰ ἔσχατα ἀναμένειν δεινά. ∆ύνασθε γὰρ, φησὶ, πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω; Ἀλλὰ μηδεὶς θορυβείσθω, τῶν ἀποστόλων οὕτως ἀτελῶς διακειμένων. Οὔπω γὰρ ὁ σταυρὸς ἦν τελεσθεὶς, οὔπω Πνεύματος χάρις δοθεῖσα. Εἰ δὲ βούλει μαθεῖν αὐτῶν τὴν ἀρετὴν, μετὰ ταῦτα αὐτοὺς κατάμαθε, καὶ ὄψει παντὸς πάθους ἀνωτέρους. ∆ιὰ γὰρ τοῦτο ἐκκαλύπτει αὐτῶν τὰ ἐλαττώματα, ἵνα μετὰ ταῦτα γνῷς, τίνες ἀπὸ τῆς χάριτος ἐγένοντο. Ὅτι μὲν οὖν οὐδὲν πνευματικὸν ᾔτουν, οὐδὲ ἔννοιαν τῆς ἄνω βασιλείας εἶχον, δῆλον ἐντεῦθεν. Πλὴν ἴδωμεν καὶ πῶς προσέρχονται, καὶ τί λέγουσι. Θέλομεν, φησὶν, ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν. Καὶ πρὸς αὐτοὺς ὁ Χριστός· Τί θέλετε; οὐκ ἀγνοῶν, ἀλλ' ἵνα ἀναγκάσῃ αὐτοὺς ἀποκρίνασθαι, καὶ ἀνακαλύψῃ τὸ ἕλκος, καὶ οὕτως ἐπιθῇ τὸ φάρμακον. Οἱ δὲ ἐρυθριῶντες καὶ αἰσχυνόμενοι, ἐπειδὴ ὑπὸ πάθους ἀνθρωπίνου πρὸς τοῦτο ᾔεσαν, κατ' ἰδίαν ἐκτὸς τῶν μαθητῶν λαβόντες αὐτὸν ἠρώτησαν. Προεπορεύθησαν γὰρ, φησὶν, ὥστε μὴ γενέσθαι αὐτοῖς κατάδηλον, καὶ οὕτως εἶπον ἅπερ ἐβούλοντο. Ἐβούλοντο δὲ, ὡς ἔγωγε οἶμαι, ἐπειδὴ ἤκουον, ὅτι Ἐπὶ δώδεκα θρόνους καθεδεῖσθε, τὴν προεδρίαν τῆς καθέδρας ταύτης λαβεῖν. Καὶ ὅτι μὲν τῶν ἄλλων πλέον εἶχον, ᾔδεσαν· ἐδεδοίκεσαν δὲ Πέτρον, καὶ λέγουσιν· Εἰπὲ, ἵνα εἷς ἐκ δεξιῶν σου καθίσῃ, καὶ εἷς ἐξ εὐωνύμων· καὶ κατεπείγουσι λέγοντες, Εἰπέ. Τί οὖν αὐτός; ∆ηλῶν, ὅτι οὐδὲν πνευματικὸν ᾔτουν, οὔτε εἰ ᾔδεσαν πάλιν ὅπερ ᾔτουν, ἐτόλμησαν ἂν τοσοῦτον αἰτῆσαι, φησίν· Οὐκ οἴδατε τί αἰτεῖσθε· πῶς μέγα, πῶς θαυμαστὸν, πῶς ὑπερβαῖνον καὶ τὰς ἄνω δυνάμεις. Εἶτα ἐπάγει· ∆ύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Εἶδες πῶς εὐθέως ἀπήγαγε τῆς ὑπονοίας, ἀπὸ τῶν ἐναντίων αὐτοῖς διαλεχθείς; Ὑμεῖς μὲν γὰρ περὶ τιμῆς καὶ στεφάνων μοι διαλέγεσθε, φησίν· ἐγὼ δὲ περὶ ἀγώνων ὑμῖν καὶ ἱδρώτων. Οὐ γάρ ἐστιν οὗτος ὁ τῶν ἐπάθλων καιρὸς, οὐδὲ νῦν ἡ δόξα μου φανεῖται ἐκείνη· ἀλλὰ σφαγῆς καὶ πολέμων καὶ κινδύνων τὰ παρόντα. Καὶ ὅρα πῶς τῷ τρόπῳ τῆς ἐρωτήσεως καὶ προτρέπει καὶ ἐφέλκεται. Οὐ γὰρ εἶπε, ∆ύνασθε σφαγῆναι; δύνασθε τὸ αἷμα ὑμῶν ἐκχεῖν; ἀλλὰ πῶς; ∆ύνασθε πιεῖν τὸ ποτήριον; Εἶτα ἐφελκόμενός φησιν· Ὃ ἐγὼ μέλλω πίνειν· ἵνα τῇ πρὸς αὐτὸν κοινωνίᾳ προθυμότεροι γένωνται. Καὶ βάπτισμα αὐτὸ πάλιν καλεῖ, δεικνὺς μέγαν ἀπὸ τῶν γινομένων τὸν καθαρμὸν ἐσόμενον τῇ οἰκουμένῃ. Λέγουσιν αὐτῷ· ∆υνάμεθα. Ἀπὸ τῆς προθυμίας εὐθέως ἐπηγγείλαντο, οὐδὲ τοῦτο εἰδότες ὅπερ εἶπον, ἀλλὰ προσδοκῶντες ἀκούσεσθαι ὅπερ ᾔτησαν. Τί οὖν αὐτός; Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Μεγάλα αὐτοῖς προεφήτευσεν ἀγαθά· τουτέστι, Μαρτυρίου καταξιωθήσεσθε, καὶ ταῦτα πείσεσθε ἅπερ ἐγώ· βιαίῳ θανάτῳ τὴν ζωὴν καταλύσετε, καὶ τούτων μοι κοινωνήσετε. Τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου. γʹ. Ἐπάρας αὐτῶντὰς ψυχὰς, καὶ ὑψηλοτέρας ποιήσας, καὶ πρὸς λύπην ἀχειρώτους ἐργασάμενος, τότε διορθοῦται αὐτῶν τὴν αἴτησιν. Ἀλλὰ τί ποτέ ἐστι τὸ νῦν εἰρημένον; Καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα παρὰ πολλῶν· ἓν μὲν, εἰ ἡτοίμασταί τισι τὸ καθίσαι ἐκ δεξιῶν αὐτοῦ·ἕτερον δὲ, εἰ ὁ πάντων Κύριος ἐκείνοις, οἷς ἡτοίμασται, κύριος οὐκ ἔστι παρασχεῖν. Τί οὖν ἐστι τὸ εἰρημένον; Ἂν τὸ πρότερον λύσωμεν, τότε καὶ τὸ δεύτερον τοῖς ζητοῦσιν ἔσται σαφές. Τί οὖν ἐστι τοῦτο; Οὐδεὶς ἐκ δεξιῶν αὐτοῦ καθεδεῖται, οὐδὲ ἐξ εὐωνύμων. Ἄβατος γὰρ πᾶσιν ὁ θρόνος ἐκεῖνος· οὐκ ἀνθρώποις λέγω καὶ ἁγίοις καὶ ἀποστόλοις, ἀλλὰ καὶ ἀγγέλοις καὶ ἀρχαγγέλοις, καὶ πάσαις ταῖς ἄνω δυνάμεσιν. Ὡς γοῦν ἐξαίρετον τοῦ Μονογενοῦς τίθησιν αὐτὸ ὁ Παῦλος λέγων· Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους φησίν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου, ὁ Θεός. Πῶς οὖν φησι, Τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ὡς ὄντων τινῶν τῶν καθεδουμένων; Οὐχ ὡς ὄντων, ἄπαγε· ἀλλὰ πρὸς τὴν ὑπόνοιαν ἀπεκρίνατο τῶν ἐρωτώντων, συγκαταβαίνων αὐτῶν τῇ διανοίᾳ. Οὐδὲ γὰρ ᾔδεσαν τὸν ὑψηλὸν θρόνον ἐκεῖνον, καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν, ὅπου γε καὶ τὰ πολλῷ τούτων καταδεέστερα καὶ καθ' ἡμέραν αὐτοῖς ἐνηχούμενα ἠγνόουν· ἀλλ' ἓν ἐζήτουν μόνον, τῶν πρωτείων ἀπολαῦσαι, καὶ πρὸ τῶν ἄλλων στῆναι, καὶ μηδένα εἶναι πρὸ αὐτῶν παρ' αὐτῷ· ὅπερ καὶ ἤδη ἔφθην εἰπὼν, ὅτι ἐπειδὴ δώδεκα θρόνους ἤκουσαν, ἀγνοήσαντες ὅ τι ποτέ ἐστι τὸ εἰρημένον, τὴν προεδρίαν ἐπεζήτησαν. Ὃ τοίνυν φησὶν ὁ Χριστὸς, τοῦτό ἐστιν· Ἀποθανεῖσθε μὲν δι' ἐμὲ, καὶ σφαγήσεσθε τοῦ κηρύγματος ἕνεκεν, καὶ κοινωνήσετέ μοι κατὰ τὸ πάθος· οὐ μὴν ἀρκεῖ τοῦτο ποιῆσαι τῆς προεδρίας ὑμᾶς ἀπολαῦσαι, καὶ τὴν πρώτην τάξιν κατασχεῖν. Ἂν γάρ τις ἕτερος ἔλθῃ μετὰ τοῦ μαρτυρίου καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν κεκτημένος πολλῷ πλείονα ὑμῶν, οὐκ ἐπειδὴ φιλῶ νῦν ὑμᾶς, καὶ τῶν ἄλλων προκρίνω, διὰ τοῦτο παρωσάμενος ἐκεῖνον τὸν ἀπὸ τῶν ἔργων κηρυττόμενον, ὑμῖν δώσω τὰ πρωτεῖα. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν, ὥστε μὴ λυπῆσαι· αἰνιγματωδῶς δὲ τὸ αὐτὸ τοῦτο αἰνίττεται λέγων· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Τίσι δὲ ἡτοίμασται; Τοῖς ἀπὸ τῶν ἔργων δυναμένοις γενέσθαι λαμπροῖς.
∆ιὰ τοῦτο οὐκ εἶπεν, Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλὰ τοῦ Πατρός μου, ἵνα μὴ ἀσθενεῖν, μηδὲ ἀτονεῖν αὐτὸν φαίη τις πρὸς τὴν ἀντίδοσιν· ἀλλὰ πῶς; Οὐκ ἔστιν ἐμὸν, ἀλλ' ἐκείνων οἷς ἡτοίμασται. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐπὶ ὑποδείγματος αὐτὸ γυμνάσωμεν, καὶ ὑποθώμεθα εἶναί τινα ἀγωνοθέτην, εἶτα ἀθλητὰς ἀρίστους πολλοὺς εἰς τὸν ἀγῶνα κατιέναι τοῦτον, καί τινας δύο προσελθόντας τῶν ἀθλητῶν τῶν μάλιστα ᾠκειωμένων τῷ ἀγωνοθέτῃ λέγειν, ὅτι Ποίησον ἡμᾶς στεφανωθῆναι καὶ ἀνακηρυχθῆναι, θαῤῥοῦντας τῇ πρὸς αὐτὸν εὐνοίᾳ καὶ φιλίᾳ· ἐκεῖνον δὲ πρὸς αὐτοὺς λέγειν. Οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ἀπὸ τῶν πόνων καὶ τῶν ἱδρώτων· ἆρ' οὖν καταγνωσόμεθα αὐτοῦ ἀσθένειαν; Οὐδαμῶς· ἀλλ' ἀποδεξόμεθα αὐτὸν τῆς δικαιοσύνης καὶ τοῦ ἀπροσωπολήπτου. Ὥσπερ οὖν ἐκεῖνον οὐκ ἂν φαίημεν ἀτονοῦντα μὴ διδόναι τὸν στέφανον, ἀλλὰ μὴ βουλόμενον διαφθεῖραι τῶν ἀγώνων τὸν νόμον, μηδὲ συνταράξαι τοῦ δικαίου τὴν τάξιν· οὕτω δὴ καὶ τὸν Χριστὸν εἴποιμι ἂν τοῦτο εἰρηκέναι, πανταχόθεν αὐτοὺς συνελαύνοντα, μετὰ τὴν τοῦ Θεοῦ χάριν, εἰς τὴν οἰκείων κατορθωμάτων ἐπίδειξιν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς εὐδοκιμήσεως ἔχειν. ∆ιὰ τοῦτό φησιν, Οἷς ἡτοίμασται. Τί γὰρ, φησὶν, ἐὰν ἕτεροι φανῶσιν ὑμῶν βελτίους; τί δὲ ἂν μείζονα ἐργάσωνται; Μὴ γὰρ ἐπειδὴ μαθηταί μου γεγόνατε, διὰ τοῦτο τῶν πρωτείων ἀπολαύσεσθε, ἐὰν μὴ τῆς ἐκλογῆς αὐτοὶ ἄξιοι φανῆτε; Ὅτι γὰρ αὐτὸς Κύριός ἐστι τοῦ παντὸς, δῆλον ἐξ ὧν αὐτὸς πᾶσαν ἔχει τὴν κρίσιν. Καὶ γὰρ Πέτρῳ οὕτω φησίν· Ἐγώ σοι δώσω τὰς κλεῖς τῶν οὐρανῶν. Καὶ ὁ Παῦλος δὲ τοῦτο δηλῶν ἔλεγε· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ὁ δίκαιος κριτὴς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐπιφάνεια δὲ τοῦ Χριστοῦ γέγονεν. Ὅτι δὲ Παύλου οὐδεὶς πρῶτος στήσεται, παντί που δῆλον. Εἰ δὲ ἀσαφέστερον ταῦτα εἴρηκε, μὴ θαυμάσῃς. Παραπεμπόμενός τε γὰρ αὐτοὺς οἰκονομικῶς, ὥστε μὴ ὑπὲρ πρωτείων ἐνοχλεῖν εἰκῆ καὶ μάτην· (καὶ γὰρ ἀπὸ πάθους τοῦτο ἔπασχον ἀνθρωπίνου·) καὶ μὴ λυπῆσαι βουλόμενος αὐτοὺς, τῇ ἀσαφείᾳ ἀμφότερα ταῦτα κατορθοῖ. Τότε ἠγανάκτησαν οἱ δέκα περὶ τῶν δύο. Τότε, πότε; Ὅτε ἐπετίμησεν αὐτοῖς. Ἕως μὲν γὰρ τοῦ Χριστοῦ ἡ ψῆφος ἦν, οὐκ ἠγανάκτουν, ἀλλ' ὁρῶντες αὐτοὺς προτιμωμένους, ἔστεργον καὶ ἐσίγων, αἰδούμενοι τὸν ∆ιδάσκαλον καὶ τιμῶντες· καὶ εἰ κατὰ διάνοιαν ἤλγουν, ἀλλ' εἰς μέσον τοῦτο ἐξενεγκεῖν οὐκ ἐτόλμων. Καὶ πρὸς Πέτρον δέ τι παθόντες ἀνθρώπινον, ὅτε τὰ δίδραχμα ἔδωκεν, οὐκ ἐδυσχέραναν, ἀλλ' ἠρώτησαν μόνον, Τίς ἄρα μείζων ἐστίν; Ἐπειδὴ δὲ τῶν μαθητῶν ἐνταῦθα ἡ αἴτησις ἦν, ἀγανακτοῦσι. Καὶ οὐδὲ ἐνταῦθα εὐθέως ἀγανακτοῦσιν, ὅτε ᾔτησαν, ἀλλ' ὅτε αὐτοῖς ἐπετίμησεν ὁ Χριστὸς, καὶ ἔφησεν οὐκ ἀπολαύσεσθαι τῶν πρωτείων αὐτοὺς, εἰ μὴ παράσχοιεν ἑαυτοὺς τούτων ἀξίους. δʹ. Εἶδες πῶς ἀτελέστερον πάντες διέκειντο, καὶ οὗτοι κατεξανιστάμενοι τῶν δέκα, καὶ ἐκεῖνοι φθονοῦντες τοῖς δυσίν; Ἀλλ', ὅπερ ἔφην, μετὰ ταῦτά μοι αὐτοὺς δεῖξον, καὶ ὄψει πάντων τούτων ἀπηλλαγμένους τῶν παθῶν. Ἄκουσον γοῦν πῶς οὗτος αὐτὸς ὁ Ἰωάννης, ὁ νῦν προσελθὼν ὑπὲρ τούτων, πανταχοῦ τῶν πρωτείων τῷ Πέτρῳ παραχωρεῖ, καὶ δημηγοροῦντι καὶ θαυματουργοῦντι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Καὶ οὐκ ἀποκρύπτει αὐτοῦ τὰ κατορθώματα, ἀλλὰ καὶ τὴν ὁμολογίαν λέγει, ἣν πάντων σιγώντων ἐπεδείξατο, καὶ τὴν εἰς τὸν τάφον εἴσοδον, καὶ προτίθησιν ἑαυτοῦ τὸν ἀπόστολον. Ἐπειδὴ γὰρ ἀμφότεροι παρέμειναν σταυρουμένῳ, τὸ ἑαυτοῦ ἐγκώμιον ὑποτεμνόμενός φησιν, ὅτι Γνώριμος ἦν ὁ μαθητὴς ἐκεῖνος τῷ ἱερεῖ. Ὁ δὲ Ἰάκωβος μακρὸν μὲν οὐκ ἐπέζησε χρόνον· ἐκ προοιμίων δὲ οὕτω διεθερμάνθη, καὶ πάντα τὰ ἀνθρώπινα ἀφεὶς πρὸς ὕψος ἀνέδραμεν ἄφατον, ὡς εὐθέως σφαγῆναι. Οὕτω πάντων ἕνεκεν μετὰ ταῦτα ἄκροι ἐγένοντο. Ἀλλὰ τότε ἠγανάκτησαν. Τί οὖν ὁ Χριστός; Προσκαλεσάμενος αὐτούς φησιν· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν. Ἐπειδὴ γὰρ ἐθορυβήθησαν καὶ ἐταράχθησαν, τῇ κλήσει πρὸ τοῦ λόγου αὐτοὺς καταπραΰνει, καὶ τῷ πλησίον αὐτοὺς ἐπισπάσασθαι. Καὶ γὰρ οἱ δύο, τοῦ χοροῦ τῶν δέκα ἑαυτοὺς ἀποῤῥήξαντες, ἐγγύτερον εἱστήκεσαν ἰδιολογούμενοι. ∆ιὰ τοῦτο καὶ τούτους πλησίον ἄγει· τούτῳ τε αὐτῷ, καὶ τῷ τὸ εἰρημένον ἐκπομπεῦσαι καὶ εἰς τοὺς ἄλλους ἐξαγαγεῖν, παραμυθούμενος τὸ πάθος καὶ τούτων κἀκείνων. Καὶ οὐχ ὡς ἔμπροσθεν, οὕτω καὶ νῦν καταστέλλει. Πρότερον μὲν γὰρ παιδία ἄγει εἰς μέσον, καὶ τὸ ἀφελὲς αὐτῶν καὶ τὸ ταπεινὸν μιμεῖσθαι κελεύει· ἐνταῦθα δὲ πληκτικώτερον ἀπὸ τοῦ ἐναντίου ἐντρέπει λέγων· Οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσι· παρὰ δὲ ὑμῖν οὐκ ἔσται οὕτως· ἀλλ' ὁ θέλων ἐν ὑμῖν γενέσθαι μέγας, οὗτος ἔστω πάντων διάκονος, καὶ ὁ θέλων εἶναι πρῶτος, ἔστω πάντων ἔσχατος· δεικνὺς ὅτι ἐθνικῶν τὸ τοιοῦτον, τὸ τῶν πρωτείων ἐρᾷν. Καὶ γὰρ τυραννικὸν τὸ πάθος, καὶ συνεχῶς ἐνοχλοῦν καὶ μεγάλοις ἀνδράσι· διὰ τοῦτο καὶ σφοδροτέρας δεῖται πληγῆς. ∆ιὸ καὶ αὐτὸς βαθύτερον αὐτῶν καθικνεῖται, τῇ τῶν ἐθνῶν παραθέσει φλεγμαίνουσαν αὐτῶν τὴν ψυχὴν ἐντρέπων· καὶ τῶν μὲν τὸν φθόνον, τῶν δὲ τὴν ἀπόνοιαν ὑποτέμνεται, μόνον οὐχὶ λέγων· Μὴ ἀγανακτεῖτε ὡς ὑβρισμένοι. Ἑαυτοὺς γὰρ μάλιστα βλάπτουσί τε καὶ καταισχύνουσιν οἱ οὕτω τὰ πρωτεῖα ζητοῦντες· ἐν γὰρ τοῖς ἐσχάτοις εἰσίν. Οὐ γάρ ἐστι τὰ παρ' ἡμῖν οἷα τὰ ἔξωθεν. Οἱ μὲν γὰρ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν· παρ' ἐμοὶ δὲ ὁ ἔσχατος οὗτος πρῶτός ἐστιν. Ὅτι δὲ οὐχ ἁπλῶς ταῦτα λέγω, δι' ὧν ποιῶ καὶ πάσχω λάβε τὴν ἀπόδειξιν τῶν εἰρημένων. Ἐγὼ γάρ τι καὶ πλέον ἐποίησα. Βασιλεὺς γὰρ τῶν ἄνω δυνάμεων ὢν, ἄνθρωπος ἠβουλήθην γενέσθαι, καὶ καταφρονηθῆναι κατεδεξάμην, καὶ ὑβρισθῆναι. Καὶ οὐδὲ τούτοις ἠρκέσθην, ἀλλὰ καὶ ἐπὶ θάνατον ἦλθον. ∆ιὰ τοῦτό φησιν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Οὐδὲ γὰρ μέχρι τούτου ἔστην, φησὶν, ἀλλὰ καὶ τὴν ψυχὴν ἔδωκα λύτρον· καὶ ὑπὲρ τίνων; Τῶν ἐχθρῶν. Σὺ δὲ ἂν ταπεινωθῇς, ὑπὲρ σαυτοῦ· ἐγὼ δὲ ὑπὲρ σοῦ. Μὴ τοίνυν φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαιρουμένης. Ὅσον γὰρ ἂν ταπεινωθῇς, οὐ δύνασαι τοσοῦτον κατελθεῖν, ὅσον ὁ ∆εσπότης σου. Ἀλλ' ὅμως ἡ κατάβασις αὕτη πάντων ἀνάβασις γέγονε, καὶ τὴν δόξαν ἐκλάμψαι πεποίηκε τὴν ἑαυτοῦ. Πρὸ μὲν γὰρ τοῦ γενέσθαι ἄνθρωπος, παρ' ἀγγέλοις ἐγνωρίζετο μόνοις· ἐπειδὴ δὲ ἄνθρωπος ἐγένετο καὶ ἐσταυρώθη, οὐ μόνον ἐκείνην οὐκ ἠλάττωσε τὴν δόξαν, ἀλλὰ καὶ ἑτέραν προσέλαβε, τὴν ἀπὸ τῆς γνώσεως τῆς οἰκουμένης. Μὴ δὴ φοβηθῇς, ὡς τῆς τιμῆς σου καθαιρουμένης. ἐὰν ταπεινώσῃς σαυτόν· ταύτῃ γὰρ μᾶλλον ἐπαίρεταί σου ἡ δόξα· ταύτῃ γίνεται μείζων. Αὕτη τῆς βασιλείας ἡ θύρα. Μὴ δὴ τὴν ἐναντίαν ἔλθωμεν, μηδὲ ἑαυτοῖς πολεμῶμεν. Ἐὰν γὰρ βουληθῶμεν μεγάλοι φαίνεσθαι, οὐκ ἐσόμεθα μεγάλοι, ἀλλὰ καὶ πάντων ἀτιμότεροι. Εἶδες πῶς πανταχοῦ ἀπὸ τῶν ἐναντίων αὐτοὺς προτρέπει, διδοὺς αὐτοῖς ὅπερ ἐπιθυμοῦσι; Καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν τοῦτο ἐδείξαμεν· καὶ ἐπὶ τῶν φιλοχρημάτων καὶ τῶν κενοδοξούντων οὕτως ἐποίησε. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων ἐλεεῖς; ἵνα δόξης ἀπολαύσῃς; Οὐκοῦν μὴ ποίει οὕτω, καὶ ἀπολαύσῃ πάντως. Τίνος δὲ ἕνεκεν θησαυρίζεις; ἵνα πλουτῇς; Οὐκοῦν μὴ θησαυρίσῃς, καὶ πλουτήσεις. Οὕτω καὶ ἐνταῦθα· τίνος ἕνεκεν τῶν πρωτείων ἐρᾷς; ἵνα πρὸ τῶν ἄλλων ᾖς; Οὐκοῦν τὴν ἐσχάτην ἐπίλεξαι τάξιν καὶ τότε τῶν πρωτείων ἀπολαύσῃ. Ὥστε εἰ θέλεις γενέσθαι μέγας. μὴ ζήτει γενέσθαι μέγας, καὶ τότε ἔσῃ μέγας. Ἐκεῖνο γὰρ μικρόν ἐστιν εἶναι. εʹ. Ὁρᾷς πῶς αὐτοὺς ἀπήγαγε τοῦ νοσήματος, τῷ δεῖξαι καὶ ἐκεῖθεν ἐκπίπτοντας, καὶ ἐντεῦθεν ἐπιτυγχάνοντας· ἵνα τὸ μὲν φύγωσι, τὸ δὲ διώκωσι. Καὶ τῶν ἐθνῶν δὲ διὰ τοῦτο ἀνέμνησεν, ἵνα καὶ ταύτῃ τὸ πρᾶγμα ἐπονείδιστον καὶ βδελυκτὸν ἀποδείξῃ. Τὸν γὰρ ἀπονενοημένον ἀνάγκη ταπεινὸν εἶναι. καὶ τοὐναντίον τὸν ταπεινόφρονα, ὑψηλόν. Τοῦτο γὰρ τὸ ὕψος τὸ ἀληθὲς καὶ γνήσιον, καὶ οὐκ ἐν ὀνόματι μόνον, οὐδὲ ἐν προσηγορίᾳ ὅν. Καὶ τὸ μὲν ἔξωθεν ἀνάγκης ἐστὶ καὶ φόβου· τοῦτο δὲ τῷ τοῦ Θεοῦ προσέοικεν. Ὁ τοιοῦτος. κἂν παρὰ μηδενὸς θαυμάζηται, ὑψηλὸς μένει· ὥσπερ οὖν ἐκεῖνος, κἂν παρὰ πάντων θεραπεύηται, πάντων ἐστὶ ταπεινότερος. Καὶ ἡ μὲν κατὰ ἀνάγκην ἐστὶ τιμὴ, ὅθεν καὶ διαῤῥεῖ ῥᾳδίως· ἡ δὲ ἐκ προαιρέσεως, ὅθεν καὶ μένει βεβαία. Ἐπεὶ καὶ τοὺς ἁγίους διὰ τοῦτο θαυμάζομεν, ὅτι πάντων ὄντες μείζους, πάντων μᾶλλον ἑαυτοὺς ἐταπείνουν. ∆ιὸ καὶ μέχρι τῆς σήμερον μένουσιν ὄντες ὑψηλοὶ, καὶ οὐδὲ ἡ τελευτὴ τὸ ὕψος ἐκεῖνο κατήνεγκεν. Εἰ δὲ βούλεσθε, καὶ ἀπὸ λογισμῶν ἐξετάσωμεν τοῦτο αὐτό. Ὑψηλὸς εἶναι λέγεταί τις, ἢ ὅταν τῷ μήκει τοῦ σώματος τοῦτο ᾖ, ἢ ὅταν ἐφ' ὑψηλοῦ τόπου ἑστηκὼς τύχῃ· καὶ ταπεινὸς ὡσαύτως ἀπὸ τῶν ἐναντίων. Ἴδωμεν οὖν τίς τοιοῦτός ἐστιν, ὁ ἀλαζὼν, ἢ ὁ μετριάζων· ἵνα ἴδῃς, ὅτι οὐδὲν ταπεινοφροσύνης ὑψηλότερον, καὶ οὐδὲν ἀλαζονείας χθαμαλώτερον. Ὁ μὲν οὖν ἀλαζὼν πάντων βούλεται εἶναι μείζων, καὶ οὐδένα ἑαυτοῦ ἄξιον εἶναί φησι, καὶ ὅσης ἂν τύχῃ τιμῆς, πλείονος ἐρᾷ καὶ ἀντέχεται, καὶ οὐδεμιᾶς τετυχηκέναι νομίζει, καὶ διαπτύει τοὺς ἀνθρώπους, καὶ τῆς παρ' αὐτῶν ἐφίεται τιμῆς· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Καὶ γὰρ αἰνίγματι τοῦτο ἔοικεν. Οὓς γὰρ οὐδὲν ἡγεῖται, παρὰ τούτων δοξάζεσθαι βούλεται. Εἶδες πῶς ὁ ἐπαρθῆναι βουλόμενος καταπίπτει, καὶ χαμαὶ ἕστηκεν; Ὅτι γὰρ οὐδὲν εἶναι νομίζει πάντας ἀνθρώπους πρὸς ἑαυτὸν, αὐτὸς ἀποφαίνεται· τοῦτο γὰρ ἀλαζονεία. Τί τοίνυν πρὸς τὸν οὐδὲν ὄντα πίπτεις; τί παρ' ἐκείνου ζητεῖς τιμήν; τί τοσούτους ὄχλους περιάγεις; Ὁρᾷς ταπεινὸν καὶ ἐπὶ ταπεινοῦ ἑστηκότα; Φέρε οὖν ἐξετάσωμεν τὸν ὑψηλόν. Οἶδεν οὗτος ὅσον ἄνθρωπος, καὶ ὅτι μέγα ἄνθρωπος, καὶ ὅτι πάντων ἐστὶν ἔσχατος, καὶ διὰ τοῦτο ἧς ἂν ἀπολαύσῃ τιμῆς, μέγα τοῦτο τίθεται. Ὥστε οὗτος μὲν ἑαυτῷ ἀκολουθεῖ, καὶ ἔστιν ὑψηλὸς, καὶ τὴν ψῆφον οὐ μετατίθησιν· οὓς γὰρ ἡγεῖται μεγάλους, καὶ τὰς παρὰ τούτων τιμὰς μεγάλας εἶναι νομίζει, κἂν μικραὶ τύχωσιν οὖσαι, ἐπειδὴ μεγάλους ἐκείνους ἡγεῖται. Ὁ δὲ ἀλαζὼν τοὺς μὲν τιμῶντας οὐδὲν εἶναι νομίζει, τὰς δὲ παρ' αὐτῶν τιμὰς μεγάλας εἶναι ψηφίζεται. Πάλιν ὁ ταπεινὸς ὑπ' οὐδενὸς ἁλίσκεται πάθους· οὐκ ὀργὴ τούτῳ διενοχλῆσαι δυνήσεται, οὐ δόξης ἔρως, οὐ βασκανία, οὐ ζηλοτυπία· τῆς δὲ τούτων ἀπηλλαγμένης ψυχῆς τί γένοιτ' ἂν ὑψηλότερον; Ὁ δὲ ἀλαζὼν ἅπασι τούτοις κατέχεται, καθάπερ τις σκώληξ ἐγκαλινδούμενος βορβόρῳ· καὶ γὰρ καὶ ζηλοτυπία καὶ βασκανία καὶ θυμὸς ἀεὶ τὴν ἐκείνου διενοχλεῖ ψυχήν. Τίς οὖν ὑψηλός; ὁ τῶν παθῶν ἀνώτερος, ἢ ὁ δοῦλος αὐτῶν; ὁ τρέμων αὐτὰ καὶ δεδοικὼς, ἢ ὁ ἀχείρωτος καὶ οὐδαμῶς ὑπ' αὐτῶν ἁλισκόμενος; Ποῖον ὄρνιν ὑψηλότερον πέτεσθαι φαίημεν ἄν; τὸν τῶν χειρῶν καὶ τῶν καλάμων τοῦ θηρατοῦ ὑψηλότερον ὄντα, ἢ τὸν μηδὲ καλάμου ἀφιέντα δεηθῆναι τὸν θηρατὴν, ἐκ τοῦ χαμαὶ πέτεσθαι, καὶ μὴ δύνασθαι μετεωρίζεσθαί ποτε; Οὐκοῦν τοιοῦτος ὁ ἀπονενοημένος ἐστί· καὶ γὰρ ἑκάστη παγὶς εὐκόλως αὐτὸν αἱρεῖ, ἅτε χαμαὶ ἕρποντα. ʹ. Εἰ δὲ βούλει, καὶ ἀπὸ τοῦ πονηροῦ δαίμονος ἐκείνου τοῦτο ἐξέτασον. Τί γὰρ διαβόλου ταπεινότερον γένοιτ' ἂν, ἐπειδὴ ἐπήρθη; τί δὲ ἀνθρώπου ὑψηλότερον, τοῦ ταπεινοῦν ἑαυτὸν βουλομένου; Ὁ μὲν γὰρ χαμαὶ σύρεται ὑπὸ τὴν πτέρναν κείμενος τὴν ἡμετέραν· (Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων·) ὁ δὲ μετὰ τῶν ἀγγέλων ἕστηκεν ἄνω. Εἰ δὲ καὶ ἐξ ἀνθρώπων τοῦτο βούλει μαθεῖν ὑπερηφάνων, ἐννόησον τὸν βάρβαρον ἐκεῖνον, τὸν τοσαύτην ἄγοντα στρατιὰν, ὃς οὐδὲ τὰ πᾶσι δῆλα ἠπίστατο· οἷον, ὅτι ὁ λίθος ἦν λίθος, καὶ τὰ εἴδωλα, εἴδωλα· διὸ καὶ τούτων κατώτερος ἦν. Οἱ δὲ εὐσεβεῖς καὶ πιστοὶ καὶ ὑπὲρ τὸν ἥλιον ἵενται· ὧν τί γένοιτ' ἂν ὑψηλότερον; οἳ καὶ αὐτὰς ὑπερβαίνουσι τοῦ οὐρανοῦ τὰς ἁψῖδας, καὶ ἀγγέλους παρερχόμενοι, παρεστήκασιν αὐτῷ τῷ θρόνῳ τῷ βασιλικῷ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς αὐτῶν τὴν εὐτέλειαν, τίς ἂν ταπεινωθείη; ὁ βοηθούμενος παρὰ τοῦ Θεοῦ, ἢ ὁ πολεμούμενος; Εὔδηλον ὅτι ὁ πολεμούμενος. Οὐκοῦν ἄκουσον περὶ ἑκατέρων τούτων τί φησιν ἡ Γραφή. Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Πάλιν σε καὶ ἕτερον ἐρήσομαι. Τίς ὑψηλότερος, ὁ ἱερώμενος τῷ Θεῷ, καὶ θυσίαν προσάγων, ἢ ὁ πόῤῥω που τῆς παῤῥησίας ὢν τῆς πρὸς αὐτόν; Καὶ ποίαν θυσίαν προσφέρει ὁ ταπεινός; φησίν. Ἄκουσον τοῦ ∆αυῒδ λέγοντος· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Εἶδες τούτου τὸ καθαρόν; Βλέπε καὶ ἐκείνου τὸ ἀκάθαρτον. Ἀκάθαρτος γὰρ παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος. Πρὸς τούτοις ὁ μὲν ἔχει ἀναπαυόμενον ἐπ' αὐτῷ τὸν Θεόν. Ἐπὶ τίνα γὰρ ἐπιβλέψω, φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ μετὰ τοῦ διαβόλου σύρεται· ὁ γὰρ τετυφωμένος τὰ ἐκείνου πείσεται. ∆ιὸ καὶ Παῦλος ἔλεγε· Μήπως τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Καὶ τοὐναντίον δὲ οὗ βούλεται αὐτῷ συμβαίνει. Βούλεται μὲν γὰρ ἀπονοεῖσθαι, ὥστε τιμᾶσθαι· ὁ δὲ μάλιστα πάντων καταφρονούμενος οὗτός ἐστιν. Οἱ γὰρ καταγέλαστοι, οἱ πᾶσιν ἐχθροὶ καὶ πολέμιοι, οἱ εὐχείρωτοι τοῖς ἐχθροῖς, οἱ πρὸς ὀργὴν εὐέμπτωτοι, οἱ ἀκάθαρτοι παρὰ Θεῷ, οὗτοι μάλιστα πάντων εἰσί. Τί τοίνυν τούτου χεῖρον γένοιτ' ἄν; Τὸ γὰρ πέρας τοῦτό ἐστι τῶν κακῶν. Τί δὲ τῶν ταπεινῶν ἥδιον; τί δὲ μακαριώτερον, ὅταν ποθεινοὶ καὶ ἐπέραστοι ὦσι τῷ Θεῷ; Καὶ τῆς παρ' ἀνθρώπων δὲ οὗτοι μάλιστα ἀπολαύουσι δόξης, καὶ πάντες αὐτοὺς ὡς πατέρας τιμῶσιν, ὡς ἀδελφοὺς ἀσπάζονται, ὡς οἰκεῖα μέλη προσίενται. Γενώμεθα τοίνυν ταπεινοὶ, ἵνα γενώμεθα ὑψηλοί. Καὶ γὰρ μεθ' ὑπερβολῆς πολλῆς ταπεινοῖ ἡ ἀπόνοια. Τοῦτο ἐταπείνωσε τὸν Φαραώ. Οὐκ οἶδα γὰρ, φησὶ, τὸν Κύριον, καὶ μυιῶν καὶ βατράχων καὶ κάμπης ἐγένετο χείρων, καὶ μετὰ ταῦτα αὐτοῖς ὅπλοις καὶ ἵπποις κατεποντίζετο. Ἀπεναντίας τούτῳ Ἀβραὰμ, Ἐγὼ δὲ,φησὶν, εἰμὶ γῆ καὶ σποδὸς, καὶ μυρίων βαρβάρων ἐκράτησε, καὶ εἰς μέσον ἐμπεσὼν Αἰγυπτίων, ἐπανῄει λαμπρότερον τοῦ προτέρου τρόπαιον φέρων, καὶ ταύτης ἀντεχόμενος τῆς ἀρετῆς ἀεὶ ὑψηλότερος ἐγίνετο. ∆ιὰ τοῦτο ᾄδεται πανταχοῦ, διὰ τοῦτο στεφανοῦται καὶ ἀνακηρύττεται· ὁ δὲ Φαραὼ καὶ γῆ καὶ σποδὸς, καὶ εἴ τι τούτων εὐτελέστερον ἕτερον. Οὐδὲν γὰρ οὕτως ἀποστρέφεται ὁ Θεὸς ὡς ὑπερηφανίαν. ∆ιὰ τοῦτο ἐξ ἀρχῆς πάντα ἐποίησεν, ἵνα τοῦτο ἐξέλῃ τὸ πάθος. ∆ιὰ τοῦτο θνητοὶ γεγόναμεν, καὶ ἐν λύπαις καὶ ἐν ὀδυρμοῖς· διὰ τοῦτο ἐν πόνῳ καὶ ἐν ἱδρῶτι καὶ ἐν ἐργασίᾳ διηνεκεῖ καὶ τεταλαιπωρημένῃ. Καὶ γὰρ ἐξ ἀπονοίας ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος, προσδοκήσας ἰσοθεΐαν. ∆ιὰ τοῦτο οὔτε ἅπερ εἶχεν ἔμεινεν ἔχων, ἀλλὰ καὶ τούτων ἐξέπεσε. Τοιοῦτον γὰρ ἡ ἀπόνοια· οὐ μόνον οὐδὲν ἡμῖν προστίθησι κατόρθωμα βίου, ἀλλὰ καὶ ἃ ἔχομεν ὑποτέμνεται· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον τῶν ὄντων οὐδὲν ὑποτέμνεται, ἀλλὰ καὶ τὰ μὴ ὄντα προστίθησι. Ταύτην τοίνυν ζηλώσωμεν, ταύτην διώξωμεν, ἵνα καὶ τῆς παρούσης ἀπολαύσωμεν τιμῆς, καὶ τῆς μελλούσης ἐπιτύχωμεν δόξης, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου